ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 15. Ἐὰν πεινά ὁ ἐχθρός σου ψώμιζε αὐτὸν, καὶ περὶ τοῦ μνησικακείν.

Τρίτη 14 Ιουνίου 2016

15. Ἐὰν πεινά ὁ ἐχθρός σου ψώμιζε αὐτὸν, καὶ περὶ τοῦ μνησικακείν.



patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51



15.Προς τους μὴ ἀπαντήσαντας εἰς τὴν σύναξιν, καὶ εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, "Ἐὰν πεινᾷ ὁ ἐχθρός σου ψώμιζε αὐτὸν," καὶ περὶ τοῦ μνησικακεῖν.


αʹ.  Οὐδὲν,   ὡς   ἔοικεν,   ὠφελήσαμεν,    μακρὸν   λόγον    πρώην   πρὸς   ὑμᾶς ἀποτείναντες  ὑπὲρ τῆς περὶ τὰς συνάξεις σπουδῆς· πάλιν γὰρ ἡμῖν ἔρημος ἡ ἐκκλησία τῶν  τέκνων.  ∆ιὸ καὶ πάλιν  ἀναγκάζομαι  ἐπαχθὴς  φανῆναι  καὶ βαρὺς, ἐπιτιμῶν  τοῖς παροῦσιν, ἐγκαλῶν  τοῖς ἀπολειφθεῖσιν·  ἐκείνοις μὲν, ὅτι τὴν ῥᾳθυμίαν οὐκ ἀπέθεντο, ὑμῖν δὲ, ὅτι τῆς τῶν ἀδελφῶν  οὐκ ἀντελάβεσθε σωτηρίας. Ἀναγκάζομαι βαρὺς φανῆναι καὶ  ἐπαχθὴς,  οὐχ  ὑπὲρ ἐμαυτοῦ  καὶ  τῶν  ἐμῶν  κτημάτων,  ἀλλ' ὑπὲρ  ὑμῶν  καὶ  τῆς ὑμετέρας  σωτηρίας,  ἧς  οὐδὲν  ἐμοὶ  προτιμότερον.     βουλόμενος   βαρυνέσθω,  καὶ φορτικὸν  καὶ ἀναίσχυντον  καλείτω·  ἐγὼ  δὲ οὐ παύσομαι συνεχῶς  ὑπὲρ τῶν  αὐτῶν ἐνοχλῶν· τῆς γὰρ ἀναισχυντίας ταύτης οὐδὲν ἄμεινον 51.172 ἐμοί.Ἴσως γὰρ, ἴσως, εἰ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν ἐρυθριάσαντες, τὸ μὴ συνεχῶς ὀχλεῖσθαι  περὶ  τῶν  αὐτῶν,  ἀντιλήψεσθέ  ποτε  τῆς  κηδεμονίας  τῶν  ἀδελφῶν   τῶν ὑμετέρων. Τί γάρ μοι τῶν ἐπαίνων  ὄφελος, ὅταν ὑμᾶς μὴ θεάσωμαι προκόπτοντας κατ' ἀρετήν; τί δέ μοι βλάβος ἐκ τῆς σιγῆς τῶν ἀκουόντων,  ὅταν αὐξομένην ὑμῶν ἴδω τὴν εὐλάβειαν; Ἔπαινος γὰρ τοῦ λέγοντος  οὐχ ὁ κρότος, ἀλλ' ὁ περὶ τὴν εὐσέβειαν ζῆλος τῶν  ἀκουόντων· οὐχ  ὁ θόρυβος κατὰ  τὸν  καιρὸν  τῆς  ἀκροάσεως, ἀλλ' ἡ σπουδὴ ἡ διαπαντὸς τοῦ χρόνου. Ὁ κρότος ἐξῆλθεν ὁμοῦ τε τοῦ στόματος, καὶ εἰς ἀέρα διαχυθεὶς ἀπώλετο·  τὸ δὲ βελτίονας  γενέσθαι  τοὺς ἀκούοντας,  ἀγήρω  καὶ ἀθάνατον  φέρει τὸν μισθὸν καὶ τῷ λέγοντι  καὶ τοῖς πειθομένοις. Ὁ τῆς βοῆς ὑμῶν ἔπαινος ἐνταῦθα τὸν λέγοντα ποιεῖ λαμπρὸν, ἡ δὲ τῆς ψυχῆς ὑμῶν εὐλάβεια πολλὴν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ δίδωσι  παῤῥησίαν  τῷ  διδάξαντι.  Ὥστε, εἴ  τις  τῶν  λεγόντων ἐρᾷ, μὴ  τῶν κρότων, ἀλλὰ τῆς ὠφελείας τῶν ἀκουόντων ἐράτω. Οὐκ  ἔστι  τὸ   τυχὸν   κακὸν   ἀδελφῶν   ἀμελεῖν,   ἀλλ'  ἐσχάτη   κόλασις,  καὶ ἀπαραίτητος τιμωρία· καὶ τοῦτο ὁ τὸ τάλαντον  καταχώσας ἐδήλωσεν. Οὐδὲν γοῦν ὑπὲρ τῆς οἰκείας ἐνεκαλεῖτο  ζωῆς· οὐδὲ γὰρ ἐγένετο κακὸς περὶ τὴν καταθήκην· ὁλόκληρον γὰρ   αὐτὴν   ἀπέδωκεν·   ἀλλ'   ὅμως   ἐγένετο   κακὸς   καὶ   περὶ   τὴν   ἐργασίαν   τῆς παρακαταθήκης. Οὐ γὰρ ἐδιπλασίασε τὸ πιστευθέν· διὸ καὶ ἐκολάζετο. Ὅθεν δῆλον, ὅτι κἂν ἡμεῖς σπουδαῖοι ὦμεν  καὶ συγκεκροτημένοι,  κἂν πολλὴν  ἐπιθυμίαν  ἔχωμεν  περὶ τὴν ἀκρόασιν τῶν θείων Γραφῶν, οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῶν. ∆ιπλασιάσαι γὰρ χρὴ τὴν παρακαταθήκην, διπλῆ δὲ γίνεται, ὅταν μετὰ τῆς ἑαυτῶν σωτηρίας, καὶ τῆς ἑτέρων ἀντιλαμβανώμεθα προνοίας.  Ἐπεὶ κἀκεῖνος  εἶπεν,  Ἴδε ἔχεις  τὸ σὸν σῶον· ἀλλ' οὐκ ἤρκεσεν αὐτῷ τοῦτο πρὸς ἀπολογίαν.  Ἔδει γὰρ, φησὶ, καταβαλεῖν  ἐπὶ τοὺς τραπεζίτας τὸ καταβληθέν. Καί μοι σκόπει, πῶς κοῦφα τοῦ ∆εσπότου τὰ ἐπιτάγματα. Ἄνθρωποι μὲν γὰρ τοὺς δανείζοντας  χρήματα δεσποτικὰ καὶ τῆς ἀπαιτήσεως ὑπευθύνους  ποιοῦσι. Σὺ κατέβαλες, σὺ, φησὶν, ἀπαίτησον· ἐμοὶ λόγος οὐδεὶς πρὸς τὸν δεξάμενον. Ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ καταβαλεῖν κελεύει μόνον, οὐκέτι δὲ καὶ τῆς ἀπαιτήσεως ἡμᾶς ὑπευθύνους ποιεῖ. Τοῦ συμβουλεῦσαι γὰρ, οὐ τοῦ πεῖσαι κύριος ὁ λέγων  ἐστί. ∆ιὸ τῆς καταβολῆς ὑπεύθυνόν σε ποιῶ μόνον, φησὶ, τῆς δὲ ἀπαιτήσεως οὐκέτι. Τί τούτου κουφότερον; Ἀλλ'  ὅμως σκληρὸν ἐκάλει τὸν οὕτως ἥμερον καὶ φιλάνθρωπον δεσπότην ὁ δοῦλος. Τοιαῦται γὰρ τῶν ἀγνωμόνων καὶ ῥᾳθύμων οἰκετῶν αἱ συνήθειαι· τῶν οἰκείων ἁμαρτημάτων εἰς τοὺς δεσπότας ἀεὶ μετατιθέασι τὰς αἰτίας. ∆ιὰ τοῦτο στρεβλούμενος  καὶ δεσμούμενος ἐκεῖνος εἰς τὸ σκότος ἐξήγετο τὸ ἐξώτερον. Ὅπερ ἵνα μὴ ἡμεῖς πάθωμεν, καταβάλλωμεν τὴν διδασκαλίαν ἐπὶ τοὺς ἀδελφοὺς, κἂν πείθωνται, κἂν μὴ πείθωνται. Πειθόμενοι μὲν γὰρ, καὶ ἑαυτοὺς καὶ ἡμᾶς ὠφελήσουσι· μὴ πειθόμενοι δὲ, αὐτοῖς μὲν ἀπαραίτητον ἐπισπῶνται κόλασιν, ἡμᾶς δὲ οὐδὲ τὸ τυχὸν παραβλάψαι δύναιντ' ἄν. Τὸ γὰρ ἡμέτερον  ἐποιήσαμεν,  συμβουλεύσαντες·  εἰ  δὲ μὴ πείθοιντο,  οὐδὲν  ἡμῖν  ἐκ τούτου γένοιτ' ἂν βλάβος. Ἔγκλημα γὰρ, οὐ τὸ μὴ πεῖσαι, ἀλλὰ τὸ μὴ συμβουλεῦσαι· μετὰ δὲ τὴν παραίνεσιν καὶ τὴν συμβουλὴν, τὴν διηνεκῆ καὶ τὴν συνεχῆ, οὐκέτι πρὸς ἡμᾶς, ἀλλὰ πρὸς ἐκείνους ἔσται ὁ λόγος τῷ Θεῷ. Ἐβουλόμην γοῦν εἰδέναι σαφῶς, ὅτι παραινοῦντες  αὐτοὺς διατελεῖτε,  καὶ εἰ διαπαντὸς  μένουσιν ἐπὶ τῆς ῥᾳθυμίας ἐκεῖνοι, καὶ οὐκ ἂν ὑμῖν οὐδέποτε ἠνόχλησα· νῦν δέδοικα, μή ποτε ἐκ τῆς ὑμετέρας ὑπεροψίας καὶ ἀμελείας μένωσιν ἀδιόρθωτοι. Καὶ γὰρ ἀμήχανον  ἄνθρωπον  συνεχῶς ἀπολαύοντα παραινέσεως καὶ διδασκαλίας, μὴ γενέσθαι βελτίω καὶ σπουδαιότερον. Καὶ δημώδης μέν ἐστιν ἡ παροιμία, ἣν ἐρεῖν μέλλω· πλὴν ἀλλ' αὐτὸ τοῦτο συνίστησι. Πέτραν γὰρ κοιλαίνει,  φησὶ,  ῥανὶς  ὑδάτων  ἐνδελεχοῦσα.  Καίτοι τί  μαλακώτερον  ὕδατος;  τί  δὲ πέτρας  σκληρότερον;  Ἀλλ'  ὅμως    ἐνδελέχεια   τὴν  φύσιν  ἐνίκησεν.  Εἰ  δὲ  φύσιν ἐνδελέχεια νικᾷ, πολλῷ μᾶλλον προαιρέσεως δύναιτ' ἂν περιγενέσθαι. Οὐκ ἔστι παίγνια ὁ Χριστιανισμὸς, ἀγαπητοὶ, οὐδὲ πρᾶγμα πάρεργον. Συνεχῶς ταῦτα λέγομεν, καὶ οὐδὲν πλέον ποιοῦμεν.



βʹ. Πῶς οἴεσθέ με ὀδυνᾶσθαι,  ἀναμιμνησκόμενον  ὅτι ἐν  μὲν  ταῖς  πανηγύρεσι πελάγη θαλάττης  μακρὰ μιμεῖται τῶν συνάξεων τὰ πλήθη, νῦν δὲ οὐδὲ τὸ πολλοστὸν τοῦ πλήθους ἐκείνου μέρος ἐνταῦθα συλλέγεται;Ποῦ νῦν εἰσιν οἱ διενοχλοῦντες ἡμᾶς ἐν ταῖς ἑορταῖς; Ἐκείνους ἐπιζητῶ, καὶ δι' ἐκείνους  ὀδύρομαι, ἐννοῶν  ὅσον πλῆθος  ἀπόλλυται  τῶν  σωζομένων,  ὅσην ἀδελφῶν ὑπομένω  ζημίαν,  πῶς  εἰς  ὀλίγους  τὰ  τῆς  σωτηρίας  περιίσταται,  καὶ  τὸ  πλέον  τοῦ σώματος τῆς Ἐκκλησίας μέρος νεκρῷ καὶ ἀκινήτῳ προσέοικε σώματι. Καὶ τί πρὸς ἡμᾶς, φησί; Πρὸς ὑμᾶς μὲν οὖν μάλιστα τοὺς μὴ θεραπεύοντας,  τοὺς μὴ παραινοῦντας  καὶ συμβουλεύοντας, πρὸς ὑμᾶς οὐκ ἐπιτιθέντας  ἀνάγκην, καὶ μετὰ βίας ἕλκοντας, καὶ τῆς πολλῆς  ἀπάγοντας  ῥᾳθυμίας. Ὅτι γὰρ οὐχ ἑαυτῷ χρήσιμον εἶναι χρὴ μόνον, ἀλλὰ καὶ πολλοῖς, ἐδήλωσεν ὁ Χριστὸς, ἅλας ἡμᾶς καὶ ζύμην καλέσας καὶ φῶς· ταῦτα δὲ ἑτέροις ἐστὶ χρήσιμα καὶ λυσιτελῆ. Καὶ γὰρ ὁ λύχνος  οὐχ ἑαυτῷ φαίνει,  ἀλλὰ τοῖς ἐν σκότῳ καθημένοις· καὶ σὺ λύχνος  εἶ, οὐχ ἵνα τοῦ φωτὸς  ἀπολαύσῃς μόνος, ἀλλ' ἵνα ἐκεῖνον τὸν πεπλανημένον ἐπαναγάγῃς.Τί γὰρ ὄφελος λύχνου, ὅταν μὴ φαίνῃ τῷ ἐν τῷ σκότει καθημένῳ; τί δὲ ὄφελος Χριστιανοῦ, ὅταν  μηδένα  κερδάνῃ μηδὲ πρὸς ἀρετὴν  ἐπαναγάγῃ; Πάλιν τὸ ἅλας οὐχ ἑαυτὸ ἐπισφίγγει μόνον, ἀλλὰ καὶ τὰ σεσηπότα τῶν σωμάτων συστέλλει, καὶ οὐκ ἀφίησι διαῤῥυέντα ἀπολέσθαι. Οὕτω δὴ καὶ σὺ, ἐπειδὴ ἅλας σε κατεσκεύασεν ὁ Θεὸς πνευματικὸν,  τὰ  σεσηπότα μέλη,  τουτέστι,  τοὺς  ῥᾳθύμους  ἀδελφῶν  καὶ  βαναύσους ἐπίσφιγξον   καὶ  σύστειλον,  καὶ  τῆς  ῥᾳθυμίας,  ὥσπερ  τινὸς  σηπεδόνος,  ἀπαλλάξας, ἕνωσον τῷ λοιπῷ σώματι τῆς Ἐκκλησίας. ∆ιὰ τοῦτό σε καὶ ζύμην ἐκάλεσε· καὶ γὰρ καὶ ἡ ζύμη  οὐχ  ἑαυτὴν  ζυμοῖ, ἀλλὰ  τὸ λοιπὸν  φύραμα  τὸ πολὺ  καὶ  ἄφατον  ἡ μικρὰ  καὶ βραχεῖα. Οὕτω δὴ καὶ ὑμεῖς·  εἰ καὶ ὀλίγοι  ἐστὲ κατὰ τὸν  ἀριθμὸν,  ἀλλὰ  πολλοὶ  καὶ δυνατοὶ τῇ πίστει καὶ τῇ κατὰ Θεὸν γίνεσθε σπουδῇ. Ὥσπερ οὖν ἡ ζύμη οὐκ ἀσθενεῖ διὰ τὴν  βραχύτητα,  ἀλλὰ  περιγίνεται  διὰ  τὴν  ἐγκειμένην  αὐτῇ  θερμότητα  καὶ  τὴν  τῆς ποιότητος δύναμιν· οὕτω δὴ καὶ ὑμεῖς δυνήσεσθε πολλῷ πλείους πρὸς τὴν αὐτὴν ὑμῖν ἐπαναγαγεῖν   σπουδὴν,  ἂν  θέλητε.  Εἰ δὲ τὸ θέρος προβάλλοιντο·  καὶ γὰρ καὶ  ταῦτα ἀκούω λεγόντων, ὅτι Σφοδρὸν τὸ πνῖγος νῦν, τὸ καῦμα ἀφόρητον, οὐκ ἰσχύομεν στενοχωρεῖσθαι   καὶ  θλίβεσθαι  ἐν  τῷ  πλήθει,  ἱδρῶτι  πάντοθεν   περιῤῥεόμενοι  καὶ ἀχθόμενοι τῇ θέρμῃ καὶ τῇ στενοχωρίᾳ· αἰσχύνομαι μὲν ὑπὲρ αὐτῶν, πιστεύσατε· γυναικώδεις  γὰρ αἱ σκήψεις, μᾶλλον  δὲ οὐδὲ ἐκείναις  πρὸς συγγνώμην  ἀρκοῦσαι αἱ προφάσεις, αἷς μαλακώτερα τὰ σώματα, καὶ ἀσθενεστέρα ἡ φύσις. Πλὴν εἰ καὶ αἰσχρὸν τὸ ἀποκρίνασθαι πρὸς τὴν τοιαύτην  ἀπολογίαν,  ἀλλ' ἀναγκαῖον  ὅμως. Εἰ γὰρ ἐκεῖνοι τοιαῦτα προφασίζονται, καὶ οὐκ ἐρυθριῶσι, πολλῷ  μᾶλλον  ἡμᾶς οὐκ αἰσχύνεσθαι χρὴ πρὸς  ταῦτα  ἀντιλέγοντας.  Τί  οὖν  εἴποιμι  τοῖς  ταῦτα  προβαλλομένοις;  Τῶν  τριῶν παίδων ἀναμνῆσαι αὐτοὺς βούλομαι τῶν ἐν τῇ καμίνῳ καὶ ἐν τῇ φλογὶ, οἳ πανταχόθεν αὐτοῖς περιτρέχον τὸ πῦρ ὁρῶντες, καὶ τῷ στόματι καὶ τοῖς ὀφθαλμοῖς, καὶ αὐτῇ περικεχυμένον   τῇ  ἀναπνοῇ,  οὐκ  ἐπαύσαντο  τὸν  ἱερὸν  καὶ  μυστικὸν  ἐκεῖνον  ὕμνον ᾄδοντες  τῷ Θεῷ μετὰ τῆς κτίσεως, ἀλλὰ τῶν  ἐν λειμῶνι  διατριβόντων,  ἐν μέσῃ τότε ἑστῶτες τῇ πυρᾷ, προθυμότερον τὴν εὐφημίαν τῷ κοινῷ τῶν ὅλων ἀνέπεμπον ∆εσπότῃ· καὶ μετὰ τῶν  τριῶν  παίδων  τούτων,  τῶν  λεόντων  αὐτοῖς τῶν  ἐν Βαβυλῶνι, καὶ τοῦ ∆ανιὴλ καὶ τοῦ λάκκου· οὐχὶ δὲ τούτου μόνου, ἀλλὰ καὶ ἑτέρου λάκκου καὶ προφήτου, καὶ βορβόρου μέχρι τραχήλου τὸν Ἱερεμίαν ἀποπνίγοντος ἀναμνησθῆναι  πάλιν αὐτοὺς ἀξιῶ. Καὶ ἀπὸ τῶν λάκκων  ἀναβὰς, εἰσαγαγεῖν  εἰς τὸ δεσμωτήριον βούλομαι τούτους τοὺς τὸ καῦμα προβαλλομένους,  καὶ δεῖξαι τὸν Παῦλον ἐκεῖ καὶ τὸν Σίλαν τῷ ξύλῳ προσδεδεμένους,  μωλώπων  γέμοντας  καὶ τραυμάτων,  τῷ  πλήθει  τῶν  πληγῶν  ἅπαν καταξανθέντας  τὸ σῶμα, ἐν μέσῃ τῇ νυκτὶ τὸν Θεὸν ὑμνοῦντας, καὶ τὴν ἱερὰν ἐκείνην παννυχίδα ἐπιτελοῦντας. Πῶς γὰρ οὐκ ἄτοπον τοὺς μὲν ἁγίους ἐκείνους, ἐν καμίνῳ, καὶ πυρὶ, καὶ λάκκῳ, καὶ θηρίοις, καὶ βορβόρῳ, καὶ δεσμωτηρίῳ, καὶ ξύλῳ, καὶ πληγαῖς,  καὶ φυλακαῖς,  καὶ τοῖς ἀφορήτοις ὄντας δεινοῖς, μηδὲν τούτων  αἰτιᾶσθαι πώποτε, ἀλλὰ μετὰ πολλοῦ τοῦ τόνου καὶ προθυμίᾳ ζεούσῃ εὐχαῖς καὶ ὕμνοις ἱεροῖς ἐνδιατρίβειν  διηνεκῶς, ἡμᾶς δὲ οὐ μικρὸν,  οὐ μέγα  τῶν  ἀπηριθμημένων ὑπομείναντας  παθῶν,  διὰ  καῦμα, καὶ  θέρμην βραχεῖαν καὶ ἱδρῶτα, τῆς οἰκείας αὐτῶν  ἀμελεῖν  σωτηρίας, καὶ τὰς συνάξεις ἀφέντας ἕξω  πλανᾶσθαι,  συλλόγοις  προσφθειρομένους  οὐδὲν  ἔχουσιν  ὑγιές;  Τοσαύτη δρόσος τῶν θείων λογίων, καὶ καῦμα προβάλλῃ; Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, φησὶν ὁ Χριστὸς, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου  εἰς ζωὴν αἰώνιον·  καὶ πάλιν, Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Πηγὰς ἔχων, εἰπέ μοι, καὶ ποταμοὺς πνευματικοὺς, καῦμα δέδοικας αἰσθητόν; ἐπὶ δὲ τῆς ἀγορᾶς, εἰπέ μοι, ἔνθα τοσοῦτος θόρυβος καὶ στενοχωρία καὶ πολὺς ὁ καύσων, πῶς οὐ προβάλλῃ πνῖγος καὶ θέρμην; Οὐ γὰρ δὴ τοῦτο ἔχεις ἂν εἰπεῖν, ὅτι ἐκεῖ μὲν ψυχροτέρας τῆς τοῦ ἀέρος φύσεως ἔστιν ἀπολαύειν, ἐνταῦθα δὲ ἅπαν ἡμῖν συνῆκται τὸ πνῖγος, ἀλλὰ πᾶν τοὐναντίον,  ἐνταῦθα μὲν καὶ ἀπὸ τῆς ὑποκειμένης  πλακὸς, καὶ ἀπὸ τῆς ἄλλης τοῦ οἴκου κατασκευῆς (καὶ γὰρ εἰς ὕψος ἀνέστηκεν ἄφατον) κουφότερος καὶ ψυχρότερος ὁ ἀήρ· ἐκεῖ δὲ πολὺς μὲν ἥλιος πανταχοῦ,  πολλὴ δὲ ἡ στενοχωρία καὶ καπνὸς καὶ κόνις, καὶ ἕτερα πολλῷ πλείονα τούτων ἐπιτείνοντα  τὴν ἀηδίαν. Ὅθεν δῆλον, ὅτι ῥᾳθυμίας καὶ ψυχῆς ἀναπεπτωκυίας  καὶ τῆς τοῦ Πνεύματος φλογὸς ἀπεστερημένης αὗται αἱ προφάσεις αἱ ἄλογοι.


 γʹ. Ταῦτα οὐχὶ πρὸς ἐκείνους τοσοῦτον ἀποτεινόμενος  λέγω νῦν, ὅσον πρὸς ὑμᾶς τοὺς οὐκ ἐπισπωμένους,  τοὺς οὐκ ἀνιστῶντας  αὐτοὺς ἀπὸ τῆς ῥᾳθυμίας, καὶ πρὸς τὴν σωτηρίαν  ταύτην  ἕλκοντας  τράπεζαν.  Καὶ οἰκέται  μὲν κοινὴν  μέλλοντες  ἐκπληροῦν διακονίαν,  τοὺς αὑτῶν  συνδούλους  καλοῦσιν· ὑμεῖς  δὲ ἐπὶ τὴν  πνευματικὴν  ταύτην μέλλοντες  ἀπαντᾷν  ὑπηρεσίαν,  περιορᾶτε  τοὺς  ὁμοδούλους  τοῦ  κέρδους ἀποστερουμένους.  Τί  οὖν,  εἰ  μὴ  βούλοιντο,  φησί;  Ποίησον αὐτοὺς  βουληθῆναι  τῇ συνεχεῖ προσεδρείᾳ· ἂν γὰρ ἴδωσιν ἐπικειμένους  ἡμᾶς, πάντως βουλήσονται. Ἀλλὰ γὰρ σκῆψις ταῦτα καὶ πρόφασις. Πόσοι γοῦν ἐνταῦθα πατέρες εἰσὶ καὶ τοὺς υἱοὺς οὐκ ἔχουσι μεθ' ἑαυτῶν ἑστῶτας; μὴ καὶ τῶν τέκνων  ἐπισπάσασθαί σοι δύσκολον ἦν; Ὅθεν δῆλον ὅτι καὶ οἱ λοιποὶ  οὐ παρὰ τὴν οἰκείαν  ῥᾳθυμίαν μόνον, ἀλλὰ καὶ παρὰ τὴν ὑμετέραν ὑπεροψίαν ἔξω μένουσιν. Ἀλλ' εἰ καὶ μὴ πρότερον, νῦν γοῦν διανάστητε, καὶ μετὰ τοῦ μέλους ἕκαστος εἰς τὴν ἐκκλησίαν εἰσιέτω, καὶ πατὴρ υἱὸν, καὶ υἱὸς τὸν γεγεννηκότα, καὶ γυναῖκας ἄνδρες, καὶ ἄνδρας γυναῖκες, καὶ δεσπότης δοῦλον, καὶ ἀδελφὸς ἀδελφὸν, καὶ φίλος φίλον διεγειρόντων καὶ παρορμώντων πρὸς τὴν ἐνταῦθα σύνοδον· μᾶλλον δὲ μὴ τοὺς φίλους  μόνον,  ἀλλὰ  καὶ τοὺς ἐχθροὺς καλῶμεν  ἐπὶ τὸν κοινὸν  τοῦτον  τῶν ἀγαθῶν  θησαυρόν.  Ἂν  ἴδῃ  σου τὴν  πρόνοιαν    ἐχθρὸς,  καταλύσει  τὴν  ἀπέχθειαν πάντως.  Εἰπὲ πρὸς αὐτόν·  Οὐκ αἰσχύνῃ  Ἰουδαίους,  οὐδὲ ἐρυθριᾷς, οἳ μετὰ τοσαύτης ἀκριβείας τὸ σάββατον φυλάττουσι, καὶ ἀπὸ τῆς ἑσπέρας αὐτῆς πάσης ἐργασίας ἀφίστανται;  Κἂν ἴδωσι  τὸν  ἥλιον  πρὸς  δυσμὰς  ἐπειγόμενον  ἐν  τῇ  τῆς  παρασκευῆς ἡμέρᾳ, καὶ συμβόλαια διακόπτουσι,  καὶ πράσεις διατέμνουσι· κἂν πριάμενός  τις παρ' αὐτῶν πρὸ τῆς ἑσπέρας, ἐν ἑσπέρᾳ τὴν τιμὴν ἔλθῃ κομίζων, οὐκ ἀνέχονται λαβεῖν, οὐδὲ ὑποδέξασθαι τὸ ἀργύριον.
Καὶ τί λέγω τιμὴν ὠνίων  καὶ συμβόλαια; κἂν θησαυρὸν ἐξῆν λαβεῖν, ἕλοιντ' ἂν ἀπολέσαι τὸ κέρδος, ἢ καταπατῆσαι τὸν νόμον. Εἶτα Ἰουδαῖοι μὲν, καὶ ταῦτα ἀκαίρως τηροῦντες τὸν νόμον οὕτως εἰσὶν ἀκριβεῖς, καὶ φυλακῆς ἀντέχονται οὐδὲν αὐτοὺς ὠφελούσης, ἀλλὰ καὶ καταβλαπτούσης· σὺ δὲ, ὁ τῆς σκιᾶς ἀνώτερος, ὁ τὸν ἥλιον τῆς δικαιοσύνης  ἰδεῖν  καταξιωθεὶς,  ὁ πρὸς τὴν  τῶν  οὐρανῶν  πολιτείαν  τελῶν,  οὐδὲ τὴν αὐτὴν  ἐκείνοις  ἐπιδείκνυσαι  σπουδὴν  τοῖς  τῇ κακίᾳ προσεδρεύουσιν ἀκαίρως,  ὁ τὴν ἀλήθειαν  ἐγχειρισθεὶς,  ἀλλὰ  μικρὸν  μέρος ἡμέρας ἐνταῦθα  καλούμενος,  οὐδὲ τοῦτο ὑπομένεις  ἀναλῶσαι  πρὸς  τὴν  τῶν  θείων  ἀκρόασιν  λογίων;  καὶ  ποίας  ἂν  τύχοις συγγνώμης,  εἰπέ μοι; τίνα δὲ ἕξεις ἀπολογίαν  εἰπεῖν  εὔλογον  καὶ δικαίαν; Οὐκ ἔστιν, οὐκ ἔστι τὸν οὕτως ἀμελῆ καὶ ῥᾴθυμον συγγνώμης τυχεῖν ποτε, κἂν μυριάκις ἀνάγκας προβάλληται πραγμάτων βιωτικῶν. Οὐκ οἶδας, ὅτι ἐὰν ἐλθὼν  προσκυνήσῃς τὸν  Θεὸν, καὶ μετάσχῃς τῆς ἐνταῦθα διατριβῆς, μᾶλλόν  σοι τὰ ἐν χερσὶν εὐμαρίζεται πράγματα; Βιωτικὰς ἔχεις φροντίδας;∆ιὰ ταύτας  μὲν οὖν ἐνταῦθα  ἀπάντησον,  ἵνα τὴν  εὔνοιαν  ἐπισπασάμενος  τοῦ Θεοῦ  διὰ  τῆς  ἐνταῦθα   διατριβῆς,  οὕτω  μετ'  ἀσφαλείας  ἐξέλθῃς·  ἵνα  ἔχῃς  αὐτὸν σύμμαχον, ἵνα ἀκαταγώνιστος γένῃ τοῖς δαίμοσιν ὑπὸ τῆς ἄνωθεν βοηθούμενος χειρός. Ἂν ἀπολαύσῃς εὐχῶν πατρικῶν, ἂν μετάσχῃς κοινῆς εὐχῆς, ἂν ἀκούσῃς θείων λογίων, ἂν ἐπισπάσῃ τοῦ Θεοῦ τὴν βοήθειαν, ἂν τούτοις τοῖς ὅπλοις φραξάμενος οὕτως ἐξέλθῃς, οὐδὲ αὐτὸς ὁ διάβολος ἀντιβλέψαι  δυνήσεταί σοι λοιπὸν,  μήτι γε ἄνθρωποι  πονηροὶ, σπουδάζοντες ἐπηρεάζειν καὶ συκοφαντεῖν. Ἂν δὲ ἀπὸ τῆς οἰκίας ἐπὶ τὴν ἀγορὰν ἔλθῃς, γυμνὸς  τῶν  ὅπλων  τούτων  εὑρεθεὶς,  εὐχείρωτος  ἔσῃ τοῖς  ἐπηρεάζουσιν  ἅπασι. ∆ιὰ τοῦτο πολλὰ καὶ ἐν τοῖς κοινοῖς καὶ ἐν τοῖς ἰδίοις πράγμασι παρὰ γνώμην  ἡμῖν ἀπαντᾷ, ὅτι οὐ περὶ τὰ πνευματικὰ πρῶτον ἐσπουδάκαμεν, καὶ τότε περὶ τὰ βιωτικὰ, ἀλλ' ἀντεστρέψαμεν  τὴν  τάξιν.  ∆ιὰ τοῦτο  καὶ ἡ τῶν  πραγμάτων  ἀκολουθία  καὶ εὐθύτης ἀντέστραπται,  καὶ πολλῆς  ἡμῖν ἅπαντα  γέμει ταραχῆς. Πῶς οἴεσθέ με ὀδυνᾶσθαι καὶ ἀλγεῖν, ὅταν ἐννοήσω, ὅτι πανηγύρεως  μὲν καὶ ἑορτῆς ἐπιστάσης, κἂν μηδεὶς ὁ καλῶν ᾖ, πᾶσα ἡ πόλις  συντρέχει· πανηγύρεως  δὲ καὶ ἑορτῆς ἀπελθούσης,  κἂν ἅπασαν τὴν ἡμέραν διατελέσωμεν  διαῤῥηγνύντες  ἑαυτοὺς καὶ καλοῦντες  ὑμᾶς, οὐδεὶς ὁ προσέχων ἐστί; Ταῦτα γὰρ πολλάκις ἐν διανοίᾳ στρέφων, χαλεπῶς ἀνεστέναξα, καὶ πρὸς ἐμαυτὸν εἶπον· Τί δεῖ παραινέσεως, ἢ συμβουλῆς, συνηθείᾳ ἁπλῶς ἅπαντα ποιούντων  ὑμῶν, καὶ οὐδὲν  ἀπὸ  τῆς  διδασκαλίας  προθυμοτέρων  γινομένων τῆς  ἡμετέρας;  Ὅταν  γὰρ  ἐν ἑορταῖς μὲν μηδὲν δεήσητε τῆς παρ' ἡμῶν παραινέσεως, ἀπελθουσῶν δὲ ἐκείνων μηδὲν ὠφελῆσθε παρὰ τῆς ἡμετέρας διδασκαλίας, οὐχὶ περιττὸν ἡμῶν ἀποφαίνετε  τὸν λόγον, τό γε εἰς ὑμᾶς ἧκον;


δʹ. Τάχα ἀλγοῦσι πολλοὶ τῶν ταῦτα ἀκουόντων. Ἀλλ' οὐχ οὕτως οἱ ῥᾳθυμοῦντες ἴσασιν· εἰ γὰρ, ἂν ἀπέθεντο τὴν ὀλιγωρίαν, ὡς ἡμεῖς οἱ καθ' ἑκάστην ἡμέραν τὰ ὑμέτερα μεριμνῶντες.  Τί τοσοῦτον κερδαίνεις ἐκ τῶν ἔξωθεν πραγμάτων, ὅσον ζημιοῖς ἑαυτόν; Οὐκ ἔστιν ἐξ ἑτέρας συνάξεως ἢ συνόδου τοσοῦτον κέρδος λαβόντας ἀπελθεῖν, ὅσον ἀπὸ τῆς  ἐνταῦθα  διατριβῆς·  κἂν  δικαστήριον   λέγῃς,  κἂν  βουλευτήριον,   κἂν  αὐτὰ  τὰ βασίλεια. Οὐ γὰρ οἰκονομίαν τῶν ἐθνῶν καὶ πόλεων, οὐδὲ στρατοπέδων ἐπιστασίαν τοῖς ἐνταῦθα   εἰσιοῦσιν   ἐγχειρίζομεν,   ἀλλ'   ἑτέραν   ἀρχὴν   καὶ   αὐτῆς   τῆς   βασιλείας σεμνοτέραν· μᾶλλον  δὲ οὐχ ἡμεῖς ἐγχειρίζομεν,  ἀλλ' ἡ τοῦ Πνεύματος χάρις. Τίς οὖν ἐστιν    ἀρχὴ    τῆς  βασιλείας  σεμνοτέρα,  ἢν  οἱ  ἐνταῦθα   εἰσιόντες  λαμβάνουσι; Παιδεύονται   τῶν   ἀτόπων   κρατεῖν,   βασιλεύειν   ἐπιθυμίας   πονηρᾶς,   ἄρχειν   ὀργῆς ἀποτάσσειν φθόνον,  δουλοῦσθαι  κενοδοξίαν.  Οὐκ ἔστιν οὕτω βασιλεὺς σεμνὸς, ὁ ἐπὶ τοῦ θρόνου  καθήμενος  τοῦ βασιλικοῦ,  καὶ διάδημα  περικείμενος,  ὡς  ἄνθρωπος  τὸν ὀρθὸν ἐν ἑαυτῷ λογισμὸν ἐπὶ τὸν θρόνον τῆς ἀρχῆς τῶν δουλοπρεπῶν  παθῶν   ἀναβιβάσας,  καὶ  τῇ  κατ'  ἐκείνων  δεσποτείᾳ,  καθάπερ  τινὶ  διαδήματι  λαμπρῷ,  τὴν κεφαλὴν  ἀναδήσας.  Τί γὰρ  ὄφελος  ἁλουργίδος,  εἰπέ  μοι,  καὶ  χρυσῶν  ἱματίων  καὶ διαλίθου  στεφάνου, ὅταν ἡ ψυχὴ τῶν παθῶν  αἰχμάλωτος  ᾖ; τί κέρδος ἐκ τῆς ἔξωθεν ἐλευθερίας, ὅταν κυριώτερον ἐν ἡμῖν δουλαγωγῆται  αἰσχρῶς καὶ ἐλεεινῶς; Ὥσπερ γὰρ πυρετοῦ  πρὸς τὸ βάθος καταδυομένου,  καὶ τὰ ἔνδον  ἅπαντα  καταφλέγοντος, οὐδὲν ὄφελος ἐκ τῆς ἄνωθεν  ἐπιφανείας  τοῦ σώματος, ἂν μηδὲν πάσχῃ τοιοῦτον· οὕτως, τῆς ψυχῆς ἡμῖν ὑπὸ τῶν ἔνδον παθῶν παρασυρομένης, οὐδὲ ὄφελος τῆς ἔξωθεν ἀρχῆς, οὐδὲ τῆς καθέδρας τῆς βασιλικῆς, ὅταν ὁ νοῦς μετὰ πολλῆς τυραννίδος  ἀπὸ τοῦ θρόνου τῆς βασιλείας ὑπὸ τῶν  παθῶν  καταστρέφηται,  καὶ ὑποκύπτῃ  καὶ τρέμῃ τὰς ἐπαναστάσεις αὐτῶν. Ὅπερ ἵνα μὴ γένηται, προφῆται καὶ ἀπόστολοι πάντοθεν συντρέχουσι, καταστέλλοντες   ἡμῶν  τὰ  πάθη,  καὶ  τῆς  ἐν  ἡμῖν  ἀλογίας   τὴν  θηριωδίαν   πᾶσαν ἐκβάλλοντες,  καὶ τὴν πολλῷ  τῆς βασιλείας σεμνοτέραν ἀρχὴν ἡμῖν ἐγχειρίζοντες.  ∆ιὰ τοῦτο ἔλεγον, ὅτι οἱ ταύτης ἑαυτοὺς ἀποστεροῦντες τῆς ἐπιμελείας περὶ τὰ καίρια λαμβάνουσι  τὴν  πληγὴν,  ζημίαν  ὑπομένοντες,  ὅσην οὐδαμόθεν  ἄλλοθεν· ἐπειδὴ  καὶ κέρδη κερδαίνουσιν  ἐνταῦθα  ἐρχόμενοι,  ὅσα οὐδαμόθεν  ἑτέρωθεν  κερδᾶναι  δύναιντ' ἄν· ὥσπερ οὖν  καὶ ὁ λόγος  ἀπέδειξεν.  Οὐκ ὀφθήσῃ ἐνώπιον  Κυρίου κενὸς, ὁ νόμος ἔλεγε· τουτέστι, χωρὶς θυσιῶν μὴ εἰσέλθῃς. Εἰ δὲ χωρὶς θυσιῶν οὐ δεῖ εἰσιέναι εἰς οἶκον Θεοῦ, πολλῷ μᾶλλον εἰς συνάξεις μετὰ ἀδελφῶν χρή· βελτίων γὰρ ἐκείνης αὕτη ἡ θυσία καὶ ἡ προσφορὰ, ὅταν ψυχὴν  μετὰ σαυτοῦ λαβὼν εἰσέλθῃς, Οὐχ ὁρᾶτε τὰς περιστερὰς τὰς μεμελετηκυίας, πῶς ἐξιοῦσαι θηρεύουσιν ἑτέρας; Τοῦτο καὶ ἡμεῖς ποιῶμεν. Ποία γὰρ ἔσται σκῆψις, ὅταν τῶν ἀλόγων τὸ ὁμόφυλον ζῶον δυναμένων  θηρεύειν, ἡμεῖς οἱ λόγῳ τιμηθέντες  καὶ σοφίᾳ τοσαύτῃ, τῆς τοιαύτης ἄγρας ὑπερορῶμεν; Παρῄνεσα τῇ προτέρᾳ διαλέξει  λέγων·  Ἕκαστος ὑμῶν  εἰς τὰς οἰκίας  ἀπαντήσατε  τῶν  πλησίον,  ἀναμείνατε ἐξελθόντας, κατάσχετε, καὶ ἐπαναγάγετε πρὸς τὴν κοινὴν μητέρα· καὶ τοὺς θεατρομανοῦντας  μιμήσασθε, οἳ μετὰ πάσης σπουδῆς ἀλλήλοις  συνταξάμενοι,  οὕτως ὑπὸ τὴν  ἕω πρὸς τὴν  παράνομον  ἀναμένουσι  θέαν  ἐκείνην.  Ἀλλ' οὐδὲν  πλέον  ἡμῖν γέγονεν  ἀπὸ τῆς παραινέσεως ἐκείνης. ∆ιὰ τοῦτο πάλιν λέγω, καὶ λέγων  οὐ παύσομαι, ἕως ἂν πείσω. Οὐδὲν ὠφελεῖ  ἀκρόασις, ἐὰν μὴ πρᾶξις αὐτῇ παρῇ. Βαρυτέραν οὖν ἡμῖν ποιεῖ  τὴν  τιμωρίαν,  ὅταν  συνεχῶς  τῶν  αὐτῶν  ἀκούοντες.  μηδὲν  τῶν  λεγομένων ποιῶμεν.Καὶ ὅτι βαρυτέρα ἡ κόλασίς ἐστιν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Εἰ μὴ ἦλθον, καὶ  ἐλάλησα  αὐτοῖς,  ἁμαρτίαν  οὐκ  εἶχον·  νῦν  δὲ  πρόφασιν  οὐκ  ἔχουσι  περὶ  τῆς ἁμαρτίας· καὶ ὁ Ἀπόστολος δὲ, Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ πρὸς τοὺς μὲν ἀκούοντάς  φησι ταῦτα· βουλόμενος  δὲ καὶ τὸν λέγοντα  παιδεῦσαι, ὅτι οὐδὲ ἐκείνῳ   κέρδος  ἔσται  τι  πλέον   ἀπὸ  τῆς  διδασκαλίας,  ὅταν  μὴ  πολιτείαν   ἔχῃ  τῇ διδασκαλίᾳ  συνεζευγμένην,  καὶ συμβαίνοντα  τῷ λόγῳ  τὸν  βίον, ἄκουσον πῶς  καὶ ὁ Ἀπόστολος πρὸς αὐτὸν  ἀποτείνεται,  καὶ ὁ  Προφήτης. Ὁ μὲν γάρ φησι· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεὸς, Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά  μου, καὶ ἀναλαμβάνεις  τὴν διαθήκην μου διὰ στόματός σου, σὺ δὲ ἐμίσησας παιδείαν; Ὁ δὲ Ἀπόστολος πρὸς αὐτοὺς τούτους  πάλιν  ἀποτεινόμενος,  τοὺς  ἐπὶ  τῇ διδασκαλίᾳ  μέγα  φρονοῦντας,  οὕτω  πως φησί· Πέποιθας σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων·  ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ἐπεὶ οὖν οὔτε ἐμὲ τὸν λέγοντα  τὸ λέγειν, οὔτε ὑμᾶς τοὺς ἀκούοντας τὸ ἀκούειν ἄνευ τοῦ πείθεσθαι τοῖς λεγομένοις ὠφελῆσαι δύναιτ' ἂν, ἀλλὰ καὶ καταδικάζει πλέον, μὴ μέχρι τῆς ἀκροάσεως τὴν σπουδὴν ἐπιδειξώμεθα, ἀλλ' ἐπὶ τῶν ἔργων φυλάττωμεν τὰ λεγόμενα. Καλὸν μὲν γὰρ τὸ διηνεκῶς  ἐνδιατρίβειν  θείων ἀκροάσει λογίων· ἀλλὰ τὸ καλὸν τοῦτο ἄχρηστον γίνεται, ὅταν τὴν ἐκ τῆς ὑπακοῆς ὠφέλειαν  μὴ ἔχῃ συνεζευγμένην. Ἵνα οὖν μὴ μάτην ἐνταῦθα συλλέγησθε, μετὰ πάσης σπουδῆς, ὃ πολλάκις ὑμῶν ἐδεήθην, καὶ δεόμενος οὐ παύσομαι, τοὺς ἀδελφοὺς ἡμῖν ἐπισπάσασθε, τοὺς πλανωμένους παραινέσατε, συμβουλεύσατε μὴ λόγῳ μόνον, ἀλλὰ καὶ ἔργῳ.Μείζων αὕτη ἡ διδασκαλία ἡ διὰ τῶν τρόπων, ἡ διὰ τῆς πολιτείας.  Κἂν μηδὲν εἴπῃς, ἐξέλθῃς δὲ ἀπὸ συνάξεως, διὰ τοῦ σχήματος, καὶ τοῦ βλέμματος, καὶ τῆς φωνῆς, καὶ  τῆς  βαδίσεως,  καὶ  τῆς  ἄλλης  ἁπάσης καταστολῆς  ἐμφαίνων  τοῖς  ἀπολειφθεῖσιν ἀνθρώποις  τὸ κέρδος, ὅπερ ἐντεῦθεν  ἐξῆλθες  λαβὼν,  ἀρκεῖ τοῦτο εἰς παραίνεσιν  καὶ συμβουλήν. Οὕτω γὰρ ἡμᾶς ἐντεῦθεν  ἐξιέναι  δεῖ, ὥσπερ ἐξ ἱερῶν  ἀδύτων,  ὥσπερ ἐξ αὐτῶν καταβάντας τῶν οὐρανῶν, γενομένους κατεσταλμένους, φιλοσοφοῦντας,  ῥυθμῷ πάντα   καὶ  ποιοῦντας   καὶ  λέγοντας·   καὶ  γυνὴ   τὸν  ἄνδρα  ὁρῶσα  ἀπὸ  συνάξεως ἀναχωροῦντα,  καὶ τὸν υἱὸν πατὴρ, καὶ τὸν πατέρα ὁ παῖς, καὶ τὸν δεσπότην ἡ δοῦλος, καὶ τὸν φίλον  ὁ φίλος, καὶ τὸν ἐχθρὸν ὁ ἐχθρὸς, λαμβανέτωσαν  ἅπαντες αἴσθησιν τῆς ἐνταῦθα  γενομένης  ἡμῖν ὠφελείας·  λήψονται  δὲ, ἂν πραοτέρων, ἂν φιλοσοφωτέρων, ἂν εὐλαβεστέρων ὑμῶν γεγενημένων αἰσθάνωνται. Ἐννόησον οἵας ἀπολαύεις μυσταγωγίας ὁ μεμυημένος σὺ, μετὰ τίνων  ἀναπέμπεις τὸ μυστικὸν μέλος ἐκεῖνο, μετὰ τίνων βοᾷς τὸ, Τρισάγιος. ∆ίδαξον τοὺς ἔξωθεν, ὅτι μετὰ τῶν σεραφὶμ ἐχόρευσας, ὅτι εἰς τὸν  δῆμον  τὸν  ἄνω  τελεῖς,  ὅτι  εἰς  τὸν  χορὸν  ἐνεγράφης  τὸν  τῶν  ἀγγέλων,  ὅτι  τῷ ∆εσπότῃ διελέχθης,  ὅτι τῷ Χριστῷ συνεγένου.  Ἂν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν,  οὐδὲν ἐξελθόντες   δεησόμεθα  λόγου   πρὸς  τοὺς  ἀπολειφθέντας·   ἀλλ'  ἀπὸ  τῆς  ἡμετέρας ὠφελείας,  τῆς οἰκείας αἰσθήσονται ζημίας, καὶ δραμοῦνται  ταχέως,  ὥστε τῶν  αὐτῶν ἀπολαῦσαι.  Τὸ γὰρ κάλλος  ὑμῶν  τῆς  ψυχῆς  διὰ  τῶν  αἰσθήσεων  αὐτῶν  ἀπολάμπον ὁρῶντες,  κἂν  ἁπάντων  ὦσι νωθρότεροι,  εἰς ἔρωτα  τῆς  εὐπρεπείας  ἐμπεσοῦνται  τῆς ὑμετέρας. Εἰ γὰρ σώματος κάλλος  ἀναπτεροῖ  τοὺς ὁρῶντας, πολλῷ  μᾶλλον  εὐμορφία ψυχῆς διεγείραι δύναιτ' ἂν τὸν θεατὴν, καὶ πρὸς τὸν ἴσον παρακαλέσαι ζῆλον. Καλλωπίσωμεν  τοίνυν  ἡμῶν  τὸν  ἔσω ἄνθρωπον,  καὶ  τῶν  ἐνταῦθα  λεγομένων  ἔξω μνημονεύωμεν· ἐκεῖ  γὰρ  αὐτῶν  μάλιστα  τῆς  μνήμης  ὁ καιρός· καὶ  καθάπερ   ἀθλητὴς,  ἅπερ ἂν ἐπὶ τῆς παλαίστρας μανθάνῃ,  ταῦτα ἐπὶ τῶν  ἀγώνων  ἐπιδείκνυται· οὕτω  δὴ καὶ  ἡμᾶς,  ἅπερ ἂν  ἐνταῦθα  ἀκούωμεν,  ταῦτα  ἐπὶ  τῶν  ἔξωθεν  πραγμάτων ἐπιδείκνυσθαι χρή.

εʹ.  Μνημόνευσον   τοίνυν   τῶν   ἐνταῦθα   λεγομένων,   ἵν',   ὅτε  ἐξέλθῃς,   καὶ ἐπιλάβηταί  σου ὁ διάβολος, ἢ δι' ὀργῆς, ἢ διὰ κενοδοξίας,  ἢ δι' ἄλλου  τινὸς  πάθους, ἀναμνησθεὶς  τῆς ἐνταῦθα  διδασκαλίας, δυνηθῇς  ῥᾳδίως ἀποδύσασθαι τὰ ἅμματα τοῦ πονηροῦ.  Οὐχ ὁρᾶτε  ἐν  τοῖς  σκάμμασι τοὺς  παιδοτρίβας,  οἳ  μετὰ  μυρίους  ἄθλους ἀτέλειαν  λοιπὸν  τῶν  παλαισμάτων  ἀπὸ τῆς ἡλικίας  λαβόντες,  ἔξω τῶν  σκαμμάτων καθήμενοι παρὰ τὴν κόνιν αὐτὴν, τοῖς ἔνδον οὖσι καὶ παλαίουσιν ὑποφωνοῦσιν,  ὥστε χεῖρα κατασχεῖν,  ὥστε σκέλος ἑλκύσαι, ὥστε λαβεῖν  μετὰ τὰ νῶτα,  καὶ ἕτερα πολλὰ τοιαῦτα  λέγοντες,  ὅτι ἂν  τὸ καὶ τὸ ποιήσῃς, ἐκτενεῖς  ῥᾳδίως  τὸν  ἀνταγωνιστὴν, τὰ μέγιστα συντελοῦσι τοῖς μαθηταῖς; Καὶ σὺ τὸν παιδοτρίβην  τὸν σὸν ὅρα, τὸν μακάριον Παῦλον, ὃς μετὰ μυρίους στεφάνους ἔξω τοῦ σκάμματος καθήμενος νῦν, τῆς παρούσης λέγω  ζωῆς, τοῖς  παλαίουσιν  ἡμῖν  ὑποφωνεῖ,  καὶ βοᾷ διὰ τῶν  Ἐπιστολῶν,  ὅταν  ἴδῃ κατασχεθέντας  ὑπὸ ὀργῆς καὶ ὑπὸ μνησικακίας, καὶ ἀποπνιγομένους ὑπὸ τοῦ πάθους, Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν. Καὶ καθάπερ ὁ παιδοτρίβης λέγει, ὅτι ἂν τὸ καὶ τὸ ποιήσῃς, περιέσῃ τοῦ ἀνταγωνιστοῦ,  οὕτω καὶ οὗτος προστίθησι· Τοῦτο γὰρ ποιῶν, ἄνθρακας  πυρὸς  σωρεύσεις ἐπὶ  τὴν  κεφαλὴν  αὐτοῦ.  Ἀλλὰ  γὰρ  μεταξὺ  τούτου  τοῦ ἀναγινώσκειν  με τὸν νόμον, ἐπῆλθε τὸ δοκοῦν φύεσθαι ζήτημα ἐξ αὐτοῦ, καὶ πολλοῖς παρέχειν κατὰ τοῦ Παύλου λαβὴν, ὅπερ προθεῖναι τήμερον εἰς μέσον ὑμῖν. Τί ποτ' οὖν ἐστι τὸ ὑφορμοῦν ταῖς διανοίαις τῶν μὴ μετὰ ἀκριβείας ἅπαντα ἐξετάζειν βουλομένων; Ἀπάγων  ὀργῆς ὁ Παῦλος, φησὶ, καὶ πείθων  ἐπιεικεῖς  εἶναι  καὶ μετρίους  τοῖς  πέλας, μᾶλλον  αὐτοὺς  ἐξεθηρίωσε, καὶ πρὸς θυμὸν  ἐπῆρε. Τὸ μὲν γὰρ εἰπεῖν,  Ἐὰν πεινᾷ  ὁ ἐχθρός σου, ψώμιζε  αὐτὸν,  ἐὰν διψᾷ, πότιζε αὐτὸν,  καλὸν  ἐπίταγμα  καὶ φιλοσοφίας γέμον, καὶ τῷ ποιοῦντι  καὶ τῷ πάσχοντι χρήσιμον· τὸ δὲ ἐντεῦθεν  λοιπὸν πολλὴν  ἔχει τὴν ἀπορίαν, καὶ δοκεῖ μὴ συμβαίνειν  τῇ γνώμῃ  τοῦ τὰ πρότερα εἰρηκότος. Ποῖον δὲ τοῦτο; Τὸ λέγειν, ὅτι Ποιῶν τοῦτο, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν  αὐτοῦ. ∆ιὰ γὰρ τούτων τῶν ῥημάτων καὶ τὸν ποιοῦντα καὶ τὸν πάσχοντα ἠδίκησε· τοῦ μὲν τὴν κεφαλὴν ἀνάψας, καὶ πυρὸς ἄνθρακας ἐπιθείς. Τί γὰρ τοσοῦτον ἀπὸ τοῦ ψωμίζεσθαι καὶ ποτίζεσθαι γένοιτ' ἂν ἀγαθὸν, ὅσον κακὸν ἀπὸ τῆς τῶν ἀνθράκων σωρείας; Τὸν μὲν οὖν εὖ  πάσχοντα,  φησὶν,  οὕτως  ἠδίκησεν,  εἰς  μείζονα  ἐμβαλὼν   τιμωρίαν,  τὸν  δὲ  εὖ ποιοῦντα  πάλιν  ἑτέρως κατέβλαψε.  Τί γὰρ καὶ οὗτος τῆς ἀπὸ τῶν ἐχθρῶν  εὐεργεσίας κερδᾶναι δύναται,  ὅταν ἐλπίδι  τῆς τιμωρίας  αὐτὸ ποιῇ; Ὁ γὰρ διὰ τοῦτο τρέφων  καὶ ποτίζων  τὸν  ἐχθρὸν,  ἵνα  ἄνθρακας  σωρεύσῃ πυρὸς  ἐπὶ  τὴν  κεφαλὴν   αὐτοῦ,  οὐχὶ φιλάνθρωπος καὶ χρηστὸς, ἀλλ'  ὠμὸς  καὶ ἀπηνὴς  γένοιτ'  ἂν, διὰ μικρᾶς εὐεργεσίας ἄφατον  ἐμβαλὼν  κόλασιν. Τί γὰρ ἂν γένοιτο  χαλεπώτερον  τοῦ διὰ τοῦτο τρέφοντος, ἵνα σωρεύσῃ πυρὸς ἄνθρακας ἐπὶ τὴν τοῦ  τρεφομένου κεφαλήν;Ἡ μὲν οὖν ἀντίθεσις  αὕτη· δεῖ δὲ λοιπὸν  τὴν λύσιν ἐπαγαγεῖν,  ἵνα δι' αὐτῶν τούτων  τῶν δοκούντων  ἐπιλαμβάνεσθαι  τῶν τοῦ νόμου γραμμάτων  ἴδῃς ἀκριβῶς τοῦ νομοθέτου τὴν σοφίαν ἅπασαν. Τίς οὖν ἐστιν ἡ λύσις; Συνεῖδε τοῦτο καλῶς ὁ μέγας καὶ γενναῖος  ἀνὴρ ἐκεῖνος, ὅτι βαρὺ καὶ χαλεπὸν  πρᾶγμα, ἐχθρῷ  καταλλαγῆναι ταχέως· βαρὺ  δὲ  καὶ  χαλεπὸν,  οὐ  παρὰ  τὴν  οἰκείαν  φύσιν,  ἀλλὰ  παρὰ  τὴν  ῥᾳθυμίαν  τὴν ἡμετέραν. Αὐτὸς δὲ οὐχὶ καταλλαγῆναι μόνον ἐκέλευσεν, ἀλλὰ καὶ θρέψαι, ὃ πολὺ τοῦ προτέρου βαρύτερον ἦν. Εἰ γὰρ βλέποντες μόνον τοὺς λελυπηκότας τινὲς ἐκθηριοῦνται, πῶς ἂν εἵλοντο θρέψαι πεινῶντας;  Καὶ τί λέγω, βλέποντες; Ἂν μνησθῇ τις αὐτῶν, καὶ τὴν προσηγορίαν εἰς μέσον ἐνέγκῃ μόνον, ἀνανεοῖ τὴν πληγὴν  τῆς διανοίας ἡμῖν, καὶ μείζω ποιεῖ τὴν φλεγμονήν.  Ταῦτ' οὖν ἅπαντα συνιδὼν  ὁ Παῦλος, καὶ βουλόμενος τὸ δυσκατόρθωτον  τοῦτο καὶ χαλεπὸν  εὔκολον  ποιῆσαι καὶ ῥᾴδιον, καὶ πεῖσαι τὸν μηδὲ ἰδεῖν  ἀνεχόμενον  τὸν  ἐχθρὸν  εἰς  εὐεργεσίαν  τὴν  ἐκείνου  γενέσθαι,  τοὺς  ἄνθρακας ἔθηκε τοῦ πυρὸς, ἵν' ἐλπίδι  τῆς τιμωρίας  προτραπεὶς, ἐπιδράμῃ τῇ τοῦ λελυπηκότος εὐεργεσίᾳ. Καὶ καθάπερ  ὁ ἁλιεὺς  πάντοθεν  τὸ  ἄγκιστρον  περιστέλλων  τῷ  δελέατι, προστίθησι  τοῖς  ἰχθύσιν,  ἵνα  προσδραμὼν  τῇ  συνήθει  τροφῇ,  δι' ἐκείνης  ἁλῷ  καὶ κατασχεθῇ ῥᾳδίως·  οὕτω δὴ καὶ ὁ Παῦλος, βουλόμενος  εἰς τὴν εὐεργεσίαν ἐμβιβάσαι τοῦ ἠδικηκότος  τὸν ἠδικημένον,  οὐ γυμνὸν  προστίθησι τὸ τῆς φιλοσοφίας  ἄγκιστρον, ἀλλ'  ὥσπερ  τινὶ   δελέατι,   τοῖς   ἄνθραξι   τοῦ   πυρὸς   περιστείλας,   καλεῖ   μὲν   τὸν ἐπηρεασθέντα τῇ τῆς κολάσεως ἐλπίδι πρὸς τὴν εὐεργεσίαν τοῦ λελυπηκότος· ἐλθόντα δὲ  αὐτὸν  κατέχει  λοιπὸν  καὶ  οὐκ  ἀφίησιν  ἀποπηδῆσαι,  αὐτῆς  τοῦ  πράγματος  τῆς φύσεως προσηλούσης αὐτὸν τῷ ἐχθρῷ· καὶ μονονουχὶ  λέγει πρὸς αὐτόν· Οὐ βούλει δι' εὐλάβειαν τρέφειν τὸν ἠδικηκότα; διὰ γοῦν τὴν ἐλπίδα τῆς κολάσεως θρέψον. Οἶδε γὰρ, ὅτι ἐὰν ἅψηται τῆς εἰς αὐτὸν εὐεργεσίας, ἀρχὴ λοιπὸν αὐτῷ καὶ ὁδὸς γίνεται τῆς καταλλαγῆς.  Οὐδεὶς γὰρ, οὐδεὶς τὸν ψωμιζόμενον  ὑπ' αὐτοῦ καὶ ποτιζόμενον διηνεκῶς ἀνάσχοιτο  ἔχειν  ἐχθρὸν,  εἰ καὶ παρὰ τὴν  ἀρχὴν  ἐλπίδι  τιμωρίας  τοῦτο  ποιεῖ. Ὁ γὰρ χρόνος  προϊὼν  χαλᾷ  καὶ  τῆς  ὀργῆς  τὸν  τόνον.  Ὥσπερ οὖν  ὁ ἁλιεὺς,  εἰ  γυμνὸν  τὸ θήρατρον προσέθηκεν, οὐκ ἂν ἐπεσπάσατο τὸν ἰχθὺν, νυνὶ δὲ περιστείλας αὐτὸ, λανθανόντως ἐνίησι τῷ στόματι τοῦ προσιόντος ζώου τὸ ἄγκιστρον· οὕτω καὶ ὁ Παῦλος, εἰ  μὴ  προέτεινε  τὴν  προσδοκίαν  τῆς  κολάσεως,  οὐκ  ἂν  ἔπεισε  τοὺς  ἠδικημένους ἅψασθαι τῆς τῶν λελυπηκότων εὐεργεσίας. Βουλόμενος οὖν ἀποπηδῶντας  αὐτοὺς, καὶ δυσχεραίνοντας,  καὶ  ναρκῶντας  καὶ  πρὸς  αὐτὴν  τὴν  τῶν  ἐχθρῶν  ὄψιν,  πεῖσαι  τὰ μέγιστα αὐτοὺς εὐεργετεῖν, τοὺς ἄνθρακας ἔθηκε τοῦ πυρὸς, οὐχ ἵνα ἐκείνους ἐμβάλλῃ εἰς  ἀπαραίτητον  κόλασιν,  ἀλλ'  ἵνα  τοὺς  ἠδικημένους  πείσας  ἐν  τῇ  προσδοκίᾳ  τῆς κολάσεως εὐεργετεῖν  τοὺς ἐχθροὺς, τῷ χρόνῳ λοιπὸν πείσῃ καὶ πᾶσαν αὐτοῖς ἀφεῖναι τὴν ὀργήν.


ςʹ. Καὶ τὸν μὲν ἠδικημένον  οὕτω παρεμυθήσατο· ὅρα δὲ καὶ τὸν ἠδικηκότα πῶς συνάπτει τῷ παρωργισμένῳ πάλιν. Πρῶτον μὲν τῷ τῆς εὐεργεσίας τρόπῳ· οὐδεὶς γάρ ἐστιν οὕτως ἄθλιος καὶ ἀναίσθητος, ὃς ποτιζόμενος, καὶ ψωμιζόμενος, μὴ γενέσθαι βούλοιτο  δοῦλος  καὶ φίλος  τῷ  ταῦτα  αὐτῷ  ἐργαζομένῳ· δεύτερον  δὲ τῷ  φόβῳ  τῆς τιμωρίας. ∆οκεῖ μὲν γὰρ πρὸς τὸν ψωμίζοντα  ἀποτείνεσθαι, λέγων· Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· μάλιστα δὲ τοῦ λελυπηκότος καθάπτεται,  ἵνα τῷ φόβῳ  τῆς κολάσεως ταύτης  μὴ μένῃ διαπαντὸς  ἐχθρὸς ὢν, ἀλλ'  εἰδὼς, ὅτι τὰ μέγιστα αὐτὸν καταβλάψαι  δύναιτ' ἂν τὸ ψωμίζεσθαι καὶ ποτίζεσθαι, εἰ μένοι διηνεκῶς  ἐπὶ τῆς ἀπεχθείας, καταλύσῃ τὴν ὀργήν. Οὕτω γὰρ τοὺς ἄνθρακας τοῦ πυρὸς σβέσαι δυνήσεται. Ὥστε καὶ ἡ κόλασις καὶ ἡ τιμωρία κειμένη τόν τε ἠδικημένον ἐπισπᾶται εἰς εὐεργεσίαν τοῦ λελυπηκότος,  τόν τε παροξύναντα  φοβεῖ καὶ διανίστησι, καὶ πρὸς καταλλαγὴν  ὠθεῖ τοῦ τρέφοντος καὶ ποτίζοντος. ∆ιπλῷ   τοίνυν   ἀμφοτέρους   συνέδησε  δεσμῷ  πρὸς  ἀλλήλους,   καὶ  τῷ   τῆς εὐεργεσίας,  καὶ  τῷ  τῆς  τιμωρίας.  Τὸ γὰρ  δυσχερὲς,  ἄρχειν  καὶ  εἴσοδον  εὑρεῖν  τῇ καταλλαγῇ·  ταύτης δὲ ἀνοιγείσης οἱῳδήποτε τρόπῳ, τὰ μετὰ ταῦτα πάντα ῥᾴδια ἔσται καὶ   εὔκολα.   Κἂν  γὰρ  παρὰ  τὴν   ἀρχὴν   ἐλπίδι   κολάσεως   τρέφῃ   τὸν   ἐχθρὸν   ὁ λελυπημένος,   ἀλλ'  αὐτῷ   τῷ   τρέφειν   γινόμενος   φίλος,   ἐκβαλεῖν   τὴν   ἐπιθυμίαν δυνήσεται  τῆς τιμωρίας.  Φίλος γὰρ γενόμενος,  οὐκέτι ἂν τοιαύτῃ  θρέψειε προσδοκίᾳ τὸν καταλλαγέντα αὐτῷ. Πάλιν ὁ παροξύνας, ἰδὼν τὸν ἠδικημένον  τρέφειν  αὐτὸν καὶ ποτίζειν προαιρούμενον, διά γε τοῦτο αὐτὸ, καὶ τὸν φόβον τῆς ἀποκειμένης αὐτῷ κολάσεως, πᾶσαν ἐκβάλλει  τὴν ἀπέχθειαν,  κἂν μυριάκις σιδηροῦς ᾖ, καὶ ἀπηνὴς,  καὶ ἀδάμας,  τήν  τε  φιλοφροσύνην   τοῦ  τρέφοντος  δυσωπούμενος,  καὶ  τὴν  ἀποκειμένην αὐτῷ  κόλασιν  δεδοικὼς,  εἰ μένοι  μετὰ  τὴν  τροφὴν  ἐχθρὸς  ὤν.  ∆ιά τοι  τοῦτο  οὐδὲ ἐνταῦθα  ἔστη τῆς παραινέσεως, ἀλλ' ὅτε ἐκένωσεν  ἑκατέρου τὴν ὀργὴν, τότε καὶ τὴν γνώμην  αὐτῶν  διορθοῦται  λέγων,  Μὴ νικῶ  ὑπὸ  τοῦ  κακοῦ.  Ἂν  γὰρ  μένῃς,  φησὶ, μνησικακῶν  καὶ ἀμυνόμενος, δοκεῖς μὲν τὸν ἐχθρὸν νικᾷν, νικᾶσαι δὲ ὑπὸ τοῦ κακοῦ, τουτέστιν, ὑπὸ τῆς ὀργῆς· ὥστε, εἰ βούλει νικῆσαι, καταλλάγηθι, καὶ μὴ ἐπεξέλθῃς.Αὕτη γάρ ἐστιν  ἡ λαμπρὰ  νίκη,  ὅταν  ἐν  τῷ  ἀγαθῷ,  τουτέστι,  τῇ  ἀνεξικακίᾳ νικήσῃς τὸ κακὸν, τὴν ὀργὴν καὶ τὴν μνησικακίαν ἐκβαλών. Ἀλλὰ τούτων ἐξ ἀρχῆς οὐκ ἂν ἠνέσχετο  τῶν  ῥημάτων  ὁ ἠδικημένος  καὶ φλεγμαίνων. ∆ιὰ τοῦτο, ὅτε αὐτοῦ τὸν θυμὸν ἐκόρεσε, τότε καὶ ἐπὶ τὴν ἀρίστην αὐτὸν ἤγαγε τῆς καταλλαγῆς  αἰτίαν, καὶ οὐκ ἀφῆκεν  ἐναπομεῖναι  τῇ πονηρᾷ τῆς τιμωρίας ἐλπίδι. Εἶδες νομοθέτου σοφίαν; Καὶ ἵνα μάθῃς ὅτι διὰ τὴν ἀσθένειαν τῶν οὐκ ἀνεχομένων ἄλλως ἑαυτοῖς συνάπτεσθαι, τοῦτον εἰσήγαγε  τὸν  νόμον,  ἄκουσον πῶς  ὁ Χριστὸς τὸ αὐτὸ τοῦτο  νομοθετῶν,  οὐ τὸ αὐτὸ τέθεικεν  ἔπαθλον·  ἀλλ' εἰπὼν,  ὅτι Ἀγαπᾶτε τοὺς ἐχθροὺς  ὑμῶν,  καλῶς  ποιεῖτε  τοῖς μισοῦσιν ὑμᾶς, ὅπερ ἐστὶ τρέφειν καὶ ποτίζειν, οὐκ ἐπήγαγεν, ὅτι Τοῦτο γὰρ ποιοῦντες ἄνθρακας πυρὸς σωρεύσετε ἐπὶ τὰς κεφαλὰς αὐτῶν, ἀλλὰ τί; Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ  ἐν τοῖς οὐρανοῖς. Εἰκότως· Πέτρῳ γὰρ, Ἰακώβῳ  καὶ Ἰωάννῃ διελέγετο, καὶ τῷ λοιπῷ τῶν ἀποστόλων χορῷ· διὰ τοῦτο αὐτὸ τέθεικεν ἔπαθλον. Εἰ δὲ λέγεις,  ὅτι καὶ οὕτω  φορτικὸν  τὸ ἐπίταγμα,  μειζόνως  μὲν  ὑπὲρ Παύλου πάλιν  ἡμῖν ἀπολογῇ, σαυτὸν δὲ πάσης συγγνώμης ἀποστερεῖς. Τί δήποτε; Ὅτι τοῦτο τὸ δοκοῦν εἶναι φορτικὸν,  ἐν τῇ Παλαιᾷ σοι δείκνυμι  κατορθούμενον,  ὅτε οὔπω τοσαύτης φιλοσοφίας ἐπίδειξις  ἦν. ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Παῦλος οὐχὶ οἰκείοις ῥήμασι τὸν νόμον  εἰσήγαγεν, ἀλλ' αὐταῖς χρησάμενος ταῖς ῥήσεσιν, αἷς ὁ παρὰ τὴν ἀρχὴν αὐτὸν εἰσαγαγὼν ἔθηκεν, ἵνα  μηδεμίαν  συγγνώμην  καταλείπῃ  τοῖς  μὴ τηροῦσιν  αὐτόν.  Τὸ γὰρ, Ἐὰν πεινᾷ  ὁ ἐχθρός σου, ψώμιζε  αὐτὸν,  ἐὰν διψᾷ, πότιζε αὐτὸν,  οὐχὶ  Παύλου ἐστὶ πρῶτον  ῥῆμα, ἀλλὰ τοῦ Σολομῶντος.
∆ιὰ τοῦτο τὰ ῥήματα τέθεικεν, ἵνα πείσῃ τὸν ἀκροατὴν, ὅτι τῶν αἰσχίστων ἐστὶ, παλαιὸν νόμον, καὶ ὑπὸ τῶν ἀρχαίων κατορθωθέντα πολλάκις, νῦν εἰς τοσαύτην ἐπιδοθέντα   φιλοσοφίαν   φορτικὸν   εἶναι  νομίζειν   καὶ  ἐπαχθῆ.  Καὶ τίς  αὐτὸν  τῶν ἀρχαίων κατώρθωσε, φησί; Πολλοὶ μὲν καὶ ἄλλοι, μάλιστα δὲ ὁ ∆αυῒδ μετὰ πλείονος τῆς περιουσίας. Οὐ μὲν ἐψώμισε τὸν ἐχθρὸν, οὐδὲ ἐπότισε μόνον, ἀλλὰ καὶ κινδυνεύοντα  πολλάκις ἐξήρπασε τοῦ θανάτου, καὶ γενόμενος κύριος αὐτοῦ τῆς σφαγῆς, ἐφείσατο καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις. Καὶ ὁ μὲν Σαοὺλ οὕτως αὐτὸν ἐμίσει καὶ ἀπεστρέφετο μετὰ τὰς μυρίας εὐεργεσίας, μετὰ τὰ λαμπρὰ τρόπαια, καὶ τὴν ἐπὶ τοῦ Γολιὰθ σωτηρίαν, ὡς μηδὲ τῆς προσηγορίας ἀνασχέσθαι τῆς ἐκείνου μνησθῆναι, ἀλλ' ἀπὸ τοῦ πατρὸς αὐτὸν καλεῖν.  Ἑορτῆς γάρ  ποτε  ἐπιστάσης, ἐπειδὴ  δόλον  αὐτῷ  πλέξας  τινὰ,  καὶ  χαλεπὴν ἐπιβουλὴν ῥάψας, οὐκ εἶδε παραγινόμενον.  Ποῦ ἐστι, φησὶν, ὁ υἱὸς Ἰεσσαί; Ἐκάλει μὲν αὐτὸν  ἀπὸ τοῦ  πατρὸς, ὁμοῦ μὲν  διὰ τὴν  ἔχθραν  οὐχ  ὑπομένων  ἀναμνησθῆναι  τῆς προσηγορίας,  ὁμοῦ  δὲ  νομίζων   ἀπὸ  τῆς  τοῦ  πατρὸς  δυσγενείας   τῇ  τοῦ  δικαίου λυμαίνεσθαι  περιφανείᾳ,  ἀθλίως  καὶ ταλαιπώρως  νομίζων· μάλιστα  μὲν  γὰρ, εἰ καὶ κατηγορεῖν εἶχε τοῦ πατρὸς, οὐδὲν τοῦτο κατέβλαπτε τὸν ∆αυΐδ. Τῶν γὰρ αὐτῷ πεπραγμένων  ὑπεύθυνός ἐστιν ἕκαστος, καὶ ἀπὸ τούτων ἐπαινεῖσθαι καὶ κατηγορεῖσθαι δύναται. Νυνὶ δὲ πονηρίαν οὐδεμίαν ἔχων εἰπεῖν, τὴν τοῦ γένους δυσγένειαν εἰς μέσον ἔφερε, ταύτῃ προσδοκῶν ἐπισκοτίζειν  αὐτοῦ τὴν λαμπρότητα,  ὅπερ καὶ αὐτὸ ἐσχάτης ἀνοίας ἦν. Ποῖον γὰρ ἔγκλημα τὸ ἐξ εὐτελῶν  εἶναι καὶ ταπεινῶν;  Ἀλλ' οὐκ ᾔδει ταῦτα ἐκεῖνος  φιλοσοφεῖν.  Ὁ μὲν οὖν Σαοὺλ υἱὸν  Ἰεσσαὶ ἐκάλει· ὁ δὲ ∆αυῒδ εὑρὼν  αὐτὸν ἔνδον  ἐν τῷ σπηλαίῳ καθεύδοντα,  οὐκ ἐκάλεσεν αὐτὸν υἱὸν Κεῖς, ἀλλὰ τῷ τῆς τιμῆς ὀνόματι· Οὐ γὰρ μὴ ἐπαγάγω τὴν χεῖρά μου, φησὶν, ἐπὶ χριστὸν Κυρίου. Οὕτω καθαρὸς ἦν ὀργῆς καὶ μνησικακίας ἁπάσης· χριστὸν Κυρίου καλεῖ τὸν τοσαῦτα ἠδικηκότα, τὸν τοῦ αἵματος αὐτοῦ διψῶντα, τὸν μετὰ μυρίας εὐεργεσίας πολλάκις αὐτὸν ἐπιχειρήσαντα ἀνελεῖν.  Οὐ γὰρ ἐσκόπει τί παθεῖν  ἐκεῖνος  ἄξιος ἦν, ἀλλ' ἐσκόπει τί καὶ ποιῆσαι καὶ εἰπεῖν  αὐτῷ  πρέπον  ἦν,  ὅπερ  μέγιστος  ὅρος  φιλοσοφίας   ἐστί.  Τί τοῦτο;  ὥσπερ  ἐν δεσμωτηρίῳ λαβὼν τὸν ἐχθρὸν, διπλῷ κατεχόμενον  δεσμῷ, μᾶλλον  δὲ τριπλῷ, καὶ τῇ τοῦ  τόπου  στενοχωρίᾳ,  καὶ  τῇ  τῶν βοηθησάντων  ἐρημίᾳ,  καὶ  τῇ  τοῦ  ὕπνου ἀνάγκῃ, οὐκ ἀπαιτεῖς δίκην οὐδὲ τιμωρίαν αὐτόν; Οὐχὶ, φησίν· οὐ γὰρ τί παθεῖν δίκαιος οὗτός ἐστιν, ὁρῶ νῦν, ἀλλὰ τί ποιῆσαι ἐμοὶ προσῆκεν. Οὐκ εἶδε πρὸς τὴν εὐκολίαν τῆς σφαγῆς, ἀλλ' εἶδε πρὸς τὴν ἀκρίβειαν τῆς αὐτῷ πρεπούσης φιλοσοφίας.  Καίτοι τί τῶν τότε  οὐκ  ἦν  ἱκανὸν   διαναστῆσαι  αὐτὸν   πρὸς  τὴν   σφαγήν;  Τὸ  δεδεμένον   αὐτῷ παραδοθῆναι   τὸν  ἐχθρόν;  Ἴστε  γὰρ  δήπου  τοῦτο,  ὡς  μειζόνως   ἐπιτρέχομεν   τοῖς εὐκολίας  γέμουσι πράγμασι, καὶ ἡ τοῦ κατορθῶσαι  ἐλπὶς  μείζονα  τῆς  πράξεως  ἡμῖν ἐπιθυμίαν   ἐντίθησιν,   ὥσπερ  καὶ   ἐπ'  ἐκείνου   τότε   ἦν.   Ἀλλ'    στρατηγὸς   τότε συμβουλεύων  καὶ  διεγείρων;  ἀλλ'    μνήμη  τῶν  παρελθόντων;   Ἀλλ'  οὐδὲν  αὐτὸν ἐκίνησε  πρὸς τὸν  φόνον·  αὐτὸ  μὲν  οὖν  αὐτὸν  τὸ τῆς  σφαγῆς  εὔκολον  ἀπέστρεψεν· ἐνενόησε γὰρ, ὅτι διὰ τοῦτο παρέδωκεν  αὐτὸν ὁ Θεὸς, ἵνα αὐτῷ πλείονα  φιλοσοφίας ὑπόθεσιν  παράσχῃ καὶ ἀφορμήν.  Ὑμεῖς μὲν οὖν  αὐτὸν  ἴσως θαυμάζετε,  ὅτι οὐδενὸς ἐμνήσθη τῶν παρελθόντων κακῶν· ἐγὼ δὲ δι' ἕτερον πολλῷ μεῖζον αὐτὸν ἐκπλήττομαι. Ποῖον δὴ τοῦτο; Ὅτι οὐδὲ ὁ φόβος αὐτὸν τῶν μελλόντων ὤθησε πρὸς τὸ διαχειρίσασθαι τὸν  ἐχθρόν.  Ἤδει  γὰρ  σαφῶς,  ὅτι  διαφυγὼν   αὐτοῦ  τὰς  χεῖρας,  πάλιν  κατ'  αὐτοῦ στήσεται· ἀλλ' εἵλετο μᾶλλον  αὐτὸς κινδυνεύειν  ἀπολύσας τὸν ἠδικηκότα, ἢ τῆς καθ' ἑαυτὸν ἀσφαλείας  προνοῶν  διαχειρίσασθαι τὸν πολέμιον.  Τί γένοιτ' ἂν οὖν ἴσον τῆς μεγάλης καὶ γενναίας  ἐκείνης ψυχῆς, ὃς, τοῦ νόμου κελεύοντος  ἐξορύττειν ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ τοῖς ἴσοις ἀμύνεσθαι, οὐ μόνον τοῦτο οὐκ εἰργάσατο, ἀλλὰ καὶ πολλῷ πλείονα φιλοσοφίαν  ἐπεδείξατο; Καίτοι γε εἰ ἀνῃρήκει τότε τὸν Σαοὺλ, καὶ οὕτως αὐτῷ φιλοσοφίας  ἐγκώμιον  ἀκέραιον ἔμενεν  ἂν, οὐ μόνον  ὅτι ἠμύνατο,  οὐκ αὐτὸς ἄρχων  χειρῶν  ἀδίκων,  ἀλλ' ὅτι καὶ, Ὀφθαλμὸν  ἀντὶ  ὀφθαλμοῦ, μετὰ πολλῆς  ἐνίκα  τῆς ἐπιεικείας.  Οὐ γὰρ ἀντὶ  μιᾶς σφαγῆς  μίαν  ἐπῆρεν,  ἀλλ'  ἀντὶ πολλῶν   θανάτων,  ὧν  ἐκεῖνος  ἐπήγαγεν,  οὐχ  ἅπαξ,  οὐ  δὶς,  ἀλλὰ  πολλάκις  αὐτὸν ἐπιχειρήσας ἀνελεῖν, ἕνα ἔμελλεν ἐπαγαγεῖν θάνατον· μᾶλλον δὲ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ  δεδοικότα  τὸ  μέλλον   οὕτως  ἐπὶ  τὴν  ἄμυναν   ἔρχεσθαι,  καὶ  τοῦτο  μετὰ  τῶν εἰρημένων  ὁλόκληρον  αὐτῷ τὸν τῆς ἀνεξικακίας  διεγείρει στέφανον. Ὁ μὲν γὰρ ὑπὲρ τῶν  γεγενημένων εἰς αὐτὸν ὀργιζόμενος  καὶ τιμωρίαν  ἀπαιτῶν,  οὐκ ἂν δύναιτο  τῶν τῆς ἀνεξικακίας ἐπιτυχεῖν  ἐγκωμίων· τὸν δὲ τὰ μὲν παρελθόντα πάντα πολλὰ ὄντα καὶ χαλεπὰ ἀφέντα, ὑπὲρ δὲ τοῦ μέλλοντος  δεδοικότα καὶ προκατασκευάζοντα ἀσφάλειαν ἑαυτῷ, καὶ διὰ τοῦτο ἀναγκαζόμενον  ἐπὶ τὴν ἄμυναν  ἀνέρχεσθαι, οὐδεὶς ἂν τῶν  τῆς ἐπιεικείας ἀποστερήσειε στεφάνων.


ζʹ. Ἀλλ' ὅμως ὁ ∆αυῒδ οὐδὲ τοῦτο ἐποίησεν, ἀλλὰ καινόν  τινα καὶ παράδοξον εὗρε  φιλοσοφίας  τρόπον·  καὶ  οὔτε    μνήμη  τῶν  παρελθόντων,   οὐχ    φόβος  τῶν μελλόντων, οὐχ ἡ προτροπὴ τοῦ στρατηγοῦ, οὐχ ἡ ἐρημία τοῦ τόπου, οὐ τὸ τῆς σφαγῆς εὔκολον, οὐκ ἄλλο οὐδὲν διήγειρεν αὐτὸν πρὸς τὸν φόνον· ἀλλ' ὥσπερ εὐεργέτου τινὸς, καὶ  μεγάλα  αὐτὸν  πεποιηκότος  ἀγαθὰ,   οὕτω  τοῦ  ἐχθροῦ  καὶ  λελυπηκότος ἐφείσατο. Ποίαν οὖν ἕξομεν ἡμεῖς συγγνώμην, ἁμαρτημάτων παρελθόντων μνημονεύοντες,  καὶ τοὺς λελυπηκότας  ἀμυνόμενοι,  ὅταν ὁ ἀναίτιος  ἐκεῖνος, τοσαῦτα μὲν πεπονθὼς, πλείονα δὲ καὶ χαλεπώτερα προσδοκῶν αὐτῷ συμβήσεσθαι κακὰ ἀπὸ τῆς τοῦ ἐχθροῦ  σωτηρίας, φαίνηται  φειδόμενος  οὕτως,  ὡς  ἑλέσθαι  κινδυνεῦσαι  μᾶλλον αὐτὸς, καὶ μετὰ φόβου καὶ τρόμου ζῇν, ἢ τὸν μέλλοντα μυρία πράγματα αὐτῷ παρέχειν ἀποσφάξαι δικαίως; Τὴν μὲν οὖν φιλοσοφίαν  ἐκ τούτων  ἔστιν ἰδεῖν, ὅτι οὐ μόνον οὐκ ἔσφαξε, τοσαύτης οὔσης ἀνάγκης, ἀλλ' οὐδὲ ῥῆμα βλάσφημον εἰς αὐτὸν ἐξήνεγκε, καὶ ταῦτα μὴ μέλλοντος  αὐτοῦ ἀκούσασθαι τοῦ ὑβριζομένου. Καίτοι γε ἡμεῖς καὶ φίλους λέγομεν πολλάκις κακῶς ἀπόντας, ἐκεῖνος δὲ οὐδὲ τὸν ἐχθρὸν καὶ τοσαῦτα ἠδικηκότα. Τὴν μὲν οὖν φιλοσοφίαν  ἐκ τούτων  ἔστιν ἰδεῖν· τὴν δὲ φιλανθρωπίαν, καὶ τὴν ἄλλην κηδεμονίαν, ἐξ ὧν μετὰ ταῦτα ἐποίησε. Τὸ γὰρ κράσπεδον κόψας τοῦ ἱματίου, καὶ τὸν φακὸν τοῦ ὕδατος ὑφελόμενος, ἀπελθὼν πόῤῥωθεν, καὶ στὰς ἐβόησε, καὶ τῷ διασωθέντι ταῦτα ὑπέδειξεν, οὐχὶ πρὸς ἐπίδειξιν καὶ φιλοτιμίαν τοῦτο ποιῶν, ἀλλὰ διὰ τῶν ἔργων αὐτὸν  πεῖσαι βουλόμενος,  ὅτι εἰκῆ καὶ μάτην  αὐτὸν  ὑπώπτευεν  ὡς ἐχθρὸν,  καὶ διὰ τοῦτο αὐτὸν πρὸς φιλίαν ἐπισπάσασθαι σπεύδων. Ἀλλ'  ὅμως  οὐδὲ  οὕτως  αὐτὸν  πείσας,  καὶ  δυνάμενος  διαχειρίσασθαι,  πάλιν εἵλετο  μᾶλλον  ἐκπεσεῖν  τῆς πατρίδος  καὶ ἐν  ἀλλοτρίᾳ  διατρίβειν,  καὶ καθ' ἑκάστην ταλαιπωρούμενος  ἡμέραν, τὴν ἀναγκαίαν αὐτῷ πορίζειν τροφὴν, ἢ μένων οἴκοι λυπεῖν τὸν ἐπίβουλον.  Τί γένοιτ' ἂν ἡμερώτερον  τῆς ἐκείνου  ψυχῆς; Ὄντως  δικαίως  ἔλεγε, Μνήσθητι,  Κύριε, τοῦ  ∆αυῒδ,  καὶ  πάσης  τῆς  πραότητος  αὐτοῦ.  Τοῦτον  καὶ  ἡμεῖς μιμησώμεθα,   καὶ  μήτε  λέγωμεν,   μήτε  ποιῶμεν   κακῶς   τοὺς   ἐχθροὺς,   ἀλλὰ   καὶ εὐεργετῶμεν  κατὰ δύναμιν·  ἡμεῖς γὰρ ἑαυτοὺς εὖ ποιήσομεν μᾶλλον,  ἢ ἐκείνους. Ἂν γὰρ ἀφῆτε, φησὶ, τοῖς ἐχθροῖς ὑμῶν, ἀφεθήσεται ὑμῖν. Ἄφες δουλικὰ ἁμαρτήματα, ἵνα λάβῃς  συγχώρησιν  δεσποτικὴν  ἁμαρτημάτων·   εἰ  δὲ  μεγάλα  ἠδίκησεν,  ὅσῳπερ  ἂν μείζονα  ἀφῇς,  τοσούτῳ  μείζονα  λήψῃ  τὴν  συγχώρησιν.  ∆ιὰ γὰρ τοῦτο  ἐδιδάχθημεν λέγειν, Ἄφες ἡμῖν, καθὼς ἀφίεμεν, ἵνα μάθωμεν, ὅτι τὸ μέτρον τῆς ἀφέσεως παρ' ἡμῶν πρῶτον λαμβάνει τὴν ἀρχήν. Ὥστε, ὅσῳπερ ἂν χαλεπώτερα  ὁ ἐχθρὸς ἐργάσηται κακὰ, τοσούτῳ μειζόνως εὐεργετεῖ. Σπεύδωμεν τοίνυν  καὶ ἐπειγώμεθα  καταλλάττεσθαι  πρὸς τοὺς λελυπηκότας, ἄν τε δικαίως, ἄν τε ἀδίκως ὀργίζωνται. Ἂν μὲν γὰρ ἐνταῦθα καταλλαγῇς, ἀπηλλάγης τῆς ἐκεῖ κρίσεως· ἐὰν δὲ, μεταξὺ μενούσης τῆς ἔχθρας, θάνατος ἐπιστὰς  ἀπαγάγῃ  τὴν  ἀπέχθειαν   μεσολαβήσας,  ἐκεῖ  λοιπὸν   εἰσαχθῆναι  τὴν  δίκην ἀνάγκη.Καθάπερ οὖν πολλοὶ τῶν ἀνθρώπων  πρὸς ἀλλήλους ἀμφισβητοῦντες, ἂν μὲν ἔξω φιλικώτερον διαλύσωνται  πρὸς ἀλλήλους, καὶ ζημίας καὶ φόβου καὶ κινδύνων πολλῶν   ἑαυτοὺς   ἀπαλλάττουσι,   κατὰ   γνώμην   ἑκατέροις   τοῦ   τέλους   τῆς   δίκης ἐκβαίνοντος·  ἂν  δὲ τῷ  δικαστῇ  καθ' ἑαυτοὺς  ἐπιτρέψωσι,  καὶ  χρημάτων  ζημία  καὶ τιμωρία  πολλάκις,  καὶ τὸ τὴν ἔχθραν  μένειν  ἀκίνητον  αὐτοῖς περιέσται· οὕτω δὴ καὶ ἐνταῦθα,  ἂν  μὲν  κατὰ  τὴν  παροῦσαν  ζωὴν  διαλυσώμεθα,  πάσης ἑαυτοὺς  κολάσεως ἀπαλλάξομεν· ἂν δὲ ἐχθροὶ μένοντες εἰς τὸ δικαστήριον ἀπέλθωμεν ἐκεῖνο τὸ φοβερὸν, τὴν ἐσχάτην δώσομεν δίκην ἐπὶ τῇ ψήφῳ τοῦ δικαστοῦ πάντως ἐκείνου, καὶ ἀμφότεροι τιμωρίαν ὑποστησόμεθα ἀπαραίτητον, ὁ μὲν ἀδίκως ὀργιζόμενος, διὰ τοῦτο ὅτι ἀδίκως, ὁ δὲ δικαίως, διὰ τοῦτο ὅτι δικαίως ἐμνησικάκησε. Κἂν γὰρ ἀδίκως ὦμέν τι πεπονθότες κακῶς,  συγχώρησιν  δεῖ  προσνέμειν  τοῖς  ἠδικηκόσι.  Καὶ σκόπει  πῶς  τοὺς  ἀδίκως λυπήσαντας   ὠθεῖ   καὶ   κατεπείγει   πρὸς  τὴν   καταλλαγὴν    τῶν   ἠδικημένων.   Ἐὰν προσφέρῃς τὸ δῶρόν  σου, φησὶν,  ἔμπροσθεν τοῦ θυσιαστηρίου, κἀκεῖ μνησθῇς  ὅτι ὁ ἀδελφός  σου ἔχει τι κατὰ σοῦ, ὕπαγε, πρῶτον  διαλλάγηθι  τῷ ἀδελφῷ  σου. Οὐκ εἶπε, Συνάγαγε,  προσένεγκε  τὴν  θυσίαν,  ἀλλὰ,  ∆ιαλλάγηθι,  καὶ  τότε  προσένεγκε.  Ἄφες αὐτὴν κεῖσθαι, φησὶν, ἵνα ἡ ἀνάγκη τῆς προσφορᾶς καὶ ἄκοντα καταναγκάσῃ πρὸς τὴν καταλλαγὴν  ἐλθεῖν  τὸν  δικαίως  ὀργιζόμενον.  Ὅρα πῶς  προ-τρέπει  πάλιν  πρὸς τὸν παροξύναντα  ἐλθεῖν,  εἰπὼν,  Ἄφετε  τοῖς  ὀφειλέταις  ὑμῶν,  ὅπως  καὶ ὁ Πατὴρ ὑμῶν ἀφήσῃ  ὑμῶν  τὰ  παραπτώματα.  Οὐ γὰρ  μικρὸν  τέθεικε  μισθὸν,  ἀλλὰ  καὶ  σφόδρα ὑπερβαίνοντα τὸ τοῦ κατορθώματος μέγεθος. Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες,  καὶ τὴν ἀμοιβὴν τὴν ἐπὶ τούτῳ γινομένην λογιζόμενοι,  καὶ ὡς  οὐ πολλοῦ  καμάτου  καὶ σπουδῆς ἐστιν  ἁμαρτήματα  ἀπαλεῖψαι, συγχωρῶμεν  τοῖς ἡμᾶς ἠδικηκόσιν. Ὃ γὰρ διὰ νηστείας, καὶ ὀδυρμῶν, καὶ εὐχῶν, καὶ σάκκου, καὶ σποδοῦ, καὶ μυρίας ἐξομολογήσεως μόλις ἕτεροι κατορθοῦσι, τὸ τὰ ἁμαρτήματα  ἐξαλείφειν  λέγω  τὰ  ἑαυτῶν,  τοῦτο  ἔξεστιν  ἡμῖν  ῥᾳ-δίως  ποιεῖν  χωρὶς σάκκου καὶ σποδοῦ καὶ νηστείας, ἂν μόνον ἀπὸ τῆς διανοίας ἐξαλείψωμεν  τὴν ὀργὴν, καὶ μετὰ εἰλικρινείας  ἀφῶμεν τοῖς ἠδικηκόσιν ἡμᾶς. Ὁ δὲ τῆς εἰρήνης καὶ ἀγάπης Θεὸς πάντα θυμὸν καὶ πικρίαν καὶ ὀργὴν τῆς ψυχῆς ἐξορίσας τῆς ἡμετέρας, καταξιώσαι κατὰ τὴν τῶν μελῶν  ἀκολουθίαν  μετὰ ἀκριβείας συνδεδεμένους  ἀλλήλοις,  ὁμοθυμαδὸν, ἐν ἑνὶ  στόματι καὶ μιᾷ ψυχῇ,  διηνεκῶς  ἀναπέμπειν  τοὺς  ὀφειλομένους  εὐχαριστηρίους ὕμνους αὐτῷ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |