ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 17. Εις Ακυλαν και Πρισκιλλαν καὶ εἰς τὸ μὴ κακῶς λέγειν τοὺς ἱερεῖς τοῦ Θεοῦ

Τρίτη 14 Ιουνίου 2016

17. Εις Ακυλαν και Πρισκιλλαν καὶ εἰς τὸ μὴ κακῶς λέγειν τοὺς ἱερεῖς τοῦ Θεοῦ



patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51

17. Εις Ακυλαν και Πρισκιλλαν καὶ εἰς τὸ μὴ κακῶς λέγειν τοὺς ἱερεῖς τοῦ Θεοῦ.Λόγος βʹ.


αʹ. Ἆρα ἐπαιδεύθητε  μηδὲν  εἶναι  νομίζειν  πάρεργον  τῶν  ἐν  τῇ  θείᾳ  Γραφῇ κειμένων;   ἆρα  ἐμάθετε   καὶ   ἐπιγραφὰς   καὶ   ὀνόματα   καὶ   ψιλὰς   περιεργάζεσθαι προσρήσεις, τὰς ἐν τοῖς θείοις Λογίοις γεγραμμένας; Ἐγὼ μὲν γὰρ οὐδένα οἶμαι λοιπὸν τῶν  φιλοπόνων  τὸν  ἀνεξόμενον   παραδραμεῖν  τι  τῶν  ἐν  ταῖς  Γραφαῖς  κειμένων ῥημάτων, κἂν ὀνομάτων ᾖ κατάλογος, κἂν χρόνων ἀριθμὸς, κἂν ψιλὴ πρός τινας πρόσρησις. Πλὴν  ἵνα  ἀσφαλεστέρα αὕτη  ἡ διόρθωσις  γένηται.  φέρε  καὶ  τήμερον  τὰ λειπόμενα  τῆς προσηγορίας τῆς πρὸς Πρίσκιλλαν καὶ Ἀκύλαν ἐπέλθωμεν· καίτοι γε οὐ μικρὰ τὸ προοίμιον  αὐτῆς ἡμᾶς ὠφέλησε. Καὶ γὰρ ἐδίδαξεν ἡμᾶς, πόσον μὲν ἀγαθὸν, ἔργον,   πόσον   δὲ   κακὸν,   ἀργία,   καὶ   τίς      Παύλου   ψυχὴ,   πῶς   ἄγρυπνος   καὶ μεμεριμνημένη,  οὐ κατὰ πόλεις καὶ δήμους καὶ ἔθνη, ἀλλὰ καὶ καθ' ἕνα ἕκαστον τῶν πιστῶν  πολλὴν  ποιουμένη  τὴν  πρόνοιαν.  Ἔδειξε πῶς  οὐδὲν  εἰς φιλοξενίαν ἡ πενία γίνεται  κώλυμα, καὶ ὅτι οὐ πλούτου  καὶ χρημάτων,  ἀλλὰ ἀρετῆς πανταχοῦ  χρεία καὶ προαιρέσεως  εὐλάβειαν  ἐχούσης, καὶ ὅτι  πάντων  εἰσὶ λαμπρότεροι  οἱ τὸν  τοῦ  Θεοῦ φόβον ἔχοντες, κἂν εἰς πενίαν ἐσχάτην κατενεχθῶσι. Τὴν γοῦν Πρίσκιλλαν καὶ Ἀκύλαν, σκηνοποιοὺς  ὄντας  καὶ χειροτέχνας,  καὶ ἐν  πτωχείᾳ  ζῶντας,  τῶν  βασιλέων  πάντων μᾶλλον  ἐμακαρίζομεν  νῦν· καὶ οἱ μὲν ἐν ἀξιώμασι καὶ δυναστείαις  σεσίγηνται, ὁ δὲ σκηνοποιὸς  μετὰ  51.196.30 τῆς  γυναικὸς  ᾄδονται  πανταχοῦ  τῆς  οἰκουμένης.  Εἰ δὲ ἐνταῦθα τοσαύτης ἀπολαύουσι δόξης, ἐννόησον ὅσον κατὰ τὴν ἡμέραν ἐκείνην ἀξιωθήσονται  τῶν ἀντιδόσεων  καὶ τῶν στεφάνων·  καὶ πρὸ τῆς ἡμέρας δὲ ἐκείνης, οὐ μικρὰν καὶ ἡδονὴν καὶ ὠφέλειαν καὶ δόξαν ἐκαρπώσαντο νῦν, Παύλῳ τοσοῦτον συζήσαντες χρόνον. Καὶ γὰρ, ὅπερ ἔμπροσθεν ἔλεγον, τοῦτο καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, ὅτι οὐχ ἡ διδασκαλία μόνον, οὐδὲ ἡ παραίνεσις καὶ συμβουλὴ, ἀλλὰ καὶ αὕτη ἡ ὄψις τῶν  ἁγίων  πολλὴν  εἶχεν  ἡδονὴν  καὶ ὠφέλειαν,  καὶ αὐτὸς δὲ τῶν  ἱματίων  ὁ στολισμὸς, καὶ αὐτὸς τῶν  ὑποδημάτων  ὁ τρόπος. Καὶ γὰρ ἐντεῦθεν  πολλή  τις εἰς τὸν ἡμέτερον  εἰσενήνεκται  βίον ὠφέλεια,  τὸ μαθεῖν  μέχρι ποῦ τοῖς ἀναγκαίοις  ἐχρῶντο. Οὐδὲ γὰρ μόνον τὸ μέτρον οὐχ ὑπερέβαινον τῆς χρείας, ἀλλ' ἔστιν ὅπου οὔτε τῆς χρείας αὐτῆς ἀπέλαυον ἁπάσης· ἀλλὰ καὶ ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι διετέλεσαν. Καὶ τοῖς μὲν μαθηταῖς  ἐπιτάττων  ὁ Παῦλος ἔλεγεν·  Ἔχοντες τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· περὶ δὲ ἑαυτοῦ φαίνεται  λέγων, ὅτι Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν,  καὶ γυμνητεύομεν,  καὶ κολαφιζόμεθα.  Ἀλλὰ γὰρ ἃ μεταξὺ ἔλεγον,  καὶ μετὰ ταῦτα εἰσῆλθεν, ἀναγκαῖον  εἰς μέσον παραθεῖναι πολλὴν  ἔχοντα τὴν ζήτησιν. Τί δὲ τοῦτό ἐστιν; Ἔλεγον, ὅτι καὶ  ὁ τῶν ἀποστολικῶν ἱματίων  στολισμὸς παρέχει πολλὴν ἡμῖν τὴν ὠφέλειαν· μεταξὺ δέ με ταῦτα λέγοντα εἰσῆλθεν ὁ νόμος τοῦ Χριστοῦ, ὃν ἔθηκεν αὐτοῖς, οὕτω λέγων·  Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν  εἰς τὰς  ζώνας  ὑμῶν,  μηδὲ  ὑποδήματα,  μηδὲ  ῥάβδον  εἰς  τὴν  ὁδόν· φαίνεται  δὲ  Πέτρος σανδάλια  ἔχων.  Ὅτε γοῦν  ὁ ἄγγελος  καθεύδοντα  αὐτὸν  ἐξύπνισε,  καὶ  ἐξήγαγε  τοῦ δεσμωτηρίου, φησίν· Ὑπόδησαι τὰ σανδάλιά  σου, καὶ περιβαλοῦ  τὸ ἱμάτιόν  σου, καὶ ἀκολούθει  μοι. Καὶ Παῦλος δὲ Τιμοθέῳ γράφων  λέγει· Τὸν φελόνην,  ὃν ἀπέλιπον  ἐν Τρωάδι παρὰ Κάρπῳ, φέρε ἐρχόμενος, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. Τί λέγεις; ὁ Χριστὸς οὐδὲ ὑποδήματα ἐκέλευσεν ἔχειν, καὶ σὺ φελόνην  ἔχεις, καὶ ἕτερος σανδάλια πάλιν;  Καὶ εἰ  μὲν  τῶν  εὐτελῶν   τινες  ἦσαν,  καὶ  τῶν  οὐ  πάντοτε  τῷ  ∆ιδασκάλῳ πειθομένων,   οὐκ  ἦν  ζήτημα  τὸ  λεγόμενον·  ἐπειδὴ  δὲ  οἱ  καὶ  τὰς  ψυχὰς  ἑαυτῶν ἐπιδιδόντες,  καὶ κορυφαῖοι καὶ πρῶτοι τῶν μαθητῶν  εἰσιν οὗτοι, καὶ πάντα ἐπείθοντο τῷ Χριστῷ, ὁ δὲ Παῦλος οὐ μόνον τὰ ἐπιταττόμενα  ἐποίει, ἀλλὰ καὶ ὑπὲρ τὰ σκάμματα ἐπεπήδα, κἀκείνου κελεύοντος ἐκ τοῦ Εὐαγγελίου ζῇν, οὗτος ἐκ τῶν χειρῶν αὐτοῦ ἔζη, πλέον τι τῶν ἐπιτεταγμένων ποιήσας, ἄξιον ὄντως ζητῆσαι, τίνος ἕνεκεν, πάντα αὐτῷ πειθόμενοι,  ἐνταῦθα  δοκοῦσι παραβαίνειν  αὐτοῦ τὸν νόμον.  Ἀλλ' οὐ παραβαίνουσιν. Οὐδὲ γὰρ εἰς τοῦτο χρήσιμος ἡμῖν οὗτος ἔσται μόνον ὁ λόγος, εἰς τὴν ὑπὲρ τῶν ἁγίων ἐκείνων  ζήτησιν, ἀλλὰ καὶ εἰς τὸ τὰ τῶν Ἑλλήνων  ἐμφράξαι στόματα. Καὶ γὰρ πολλοὶ χηρῶν οἰκίας ἀνατρέποντες, ὀρφανοὺς γυμνοῦντες, τὰ πάντων  περιβαλλόμενοι, λύκων οὐδὲν ἄμεινον διακείμενοι, ἐκ τῶν ἀλλοτρίων  ζῶντες πόνων, ὁρῶντες πολλάκις τινὰς τῶν πιστῶν δι' ἀῤῥωστίαν σώματος πλείονα περιβεβλημένους ἱμάτια, τὸν νόμον εὐθέως ἡμῖν τοῦ Χριστοῦ προβάλλονται,  καὶ ταῦτα λέγουσι τὰ ῥήματα· Οὐκ ἐκέλευσεν ὑμῖν ὁ Χριστὸς μὴ ἔχειν δύο χιτῶνας,  μηδὲ ὑποδήματα; πῶς οὖν ὑμεῖς παραβαίνετε τὸν νόμον τὸν περὶ τούτων κείμενον; Εἶτα δαψιλὲς γελάσαντες καὶ ἀνακαγχάσαντες,  καὶ καταισχύναντες  τὸν ἀδελφὸν,  ἀποπηδῶσιν.  Ἵν' οὖν μὴ ταῦτα γένηται,  φέρε καὶ τὴν ἐκείνων ἀναισχυντίαν ἐπιστομίσωμεν. Ἐξῆν μὲν οὖν τοῦτο πρὸς αὐτοὺς μόνον εἰπόντας ἀπαλλαγῆναι.  Ποῖον δὲ τοῦτο; Ὅτι εἰ μὲν ἀξιόπιστόν τινα νομίζεις εἶναι τὸν Χριστὸν, εἰκότως  ταῦτα  προβάλλῃ,  καὶ  ζητεῖς  πρὸς  ἡμᾶς·  εἰ  δὲ  ἀπιστεῖς  αὐτῷ,  τίνος  ἕνεκεν προβάλλῃ   τὰς  νομοθεσίας;  Ἀλλ'  ὅταν   μὲν  ἡμῶν   κατηγορεῖν   ἐθέλῃς,   ἀξιόπιστος νομοθέτης  ὁ Χριστὸς εἶναί  σοι δοκεῖ· ὅταν  δὲ αὐτὸν  προσκυνεῖν  δέῃ καὶ θαυμάζειν, οὐδεὶς οὐκέτι σοι λόγος τοῦ κοινοῦ τῆς οἰκουμένης ∆εσπότου.



βʹ. Πλὴν ἀλλ' ἵνα μὴ δι' ἀπορίαν ἀπολογίας  τοῦτο λέγειν  ἡμᾶς νομίζωσιν,  ἐπ' αὐτὴν  ἴωμεν  λοιπὸν  τῶν  ζητουμένων  τὴν λύσιν. Τίς οὖν ἡ λύσις ἔσται; Ἐὰν ἴδωμεν, τίσι, καὶ πότε, καὶ διὰ τί ταῦτα ἐπέταττεν  ὁ Χριστός. Οὐ γὰρ ἁπλῶς αὐτὰ καθ' ἑαυτὰ τὰ λεγόμενα  ἐξετάζειν χρὴ, ἀλλὰ καὶ πρόσωπον, καὶ καιρὸν, καὶ αἰτίαν, καὶ πάντα ταῦτα μετὰ ἀκριβείας δεῖ ἐρευνᾶσθαι. Εὑρήσομεν γὰρ ἀκριβῶς σκοποῦντες, ὅτι οὐ πᾶσι ταῦτα ἐπετέτακτο, ἀλλὰ τοῖς ἀποστόλοις μόνοις, καὶ ἐκείνοις δὲ οὐ μέχρι παντὸς, ἀλλὰ μέχρι τινὸς  διωρισμένου  καιροῦ.   Πόθεν  τοῦτο  δῆλον;  Ἐξ αὐτῶν  τῶν  εἰρημένων· καλέσας γὰρ τοὺς δώδεκα μαθητὰς, εἶπεν αὐτοῖς· Εἰς ὁδὸν ἐθνῶν  μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου  Ἰσραήλ·  ἀσθενοῦντας   θεραπεύετε,  λεπροὺς  καθαίρετε,  δαιμόνια   ἐκβάλλετε· δωρεὰν ἐλάβετε· δωρεὰν δότε· μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν. Ὅρα ∆ιδασκάλου σοφίαν, πῶς κοῦφον ἐποίησε τὸ ἐπίταγμα. Πρότερον γὰρ εἰπὼν, Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαίρετε, δαιμόνια ἐκβάλλετε, καὶ τὴν παρ' αὐτοῦ χάριν δαψιλῆ δοὺς αὐτοῖς, τότε ταῦτα ἐπέταξε, τῇ τῶν σημείων περιουσίᾳ ῥᾳδίαν καὶ κούφην ποιῶν τὴν πενίαν ἐκείνην. Οὐκ ἐντεῦθεν δὲ μόνον δῆλον, ὅτι αὐτοῖς μόνοις ταῦτα  ἐπετέτακτο,  ἀλλὰ  καὶ ἐξ ἑτέρων  πολλῶν.  Καὶ γὰρ τὰς παρθένους  ἐκείνας  διὰ τοῦτο ἐκόλασεν, ἐπειδὴ ἔλαιον οὐκ εἶχον ἐν ταῖς λαμπάσιν αὐτῶν· καὶ ἑτέροις ἐγκαλεῖ, ὅτι πεινῶντα αὐτὸν εἶδον, καὶ οὐκ ἔθρεψαν, διψῶντα, καὶ οὐκ ἐπότισαν. Τὸν τοίνυν οὐκ ἔχοντα  χαλκὸν,  οὐδὲ  ὑποδήματα,  ἀλλ'  ἓν  ἱμάτιον  μόνον,  πῶς  δυνατὸν  ἦν  ἕτερον διαθρέψαι, πῶς γυμνὸν  περιβαλεῖν,  πῶς ἄστεγον εἰς τὴν οἰκίαν  εἰσαγαγεῖν; Χωρὶς δὲ τούτων, καὶ ἑτέρωθεν αὐτὸ τοῦτο δῆλον ἔσται καὶ καταφανές. Προσελθόντος γάρ τινος καὶ εἰπόντος, ∆ιδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον  κληρονομήσω; ἐπειδὴ τὰ τοῦ νόμου κατέλεξεν ἅπαντα, ὁ δὲ περιεργαζόμενος, ἔλεγε· Ταῦτα πάντα ἐφυλαξάμην  ἐκ νεότητός μου· τί ἔτι μοι ὑστερεῖ; λέγει πρὸς αὐτόν· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς,  καὶ δεῦρο, ἀκολούθει μοι. Καίτοι εἰ νόμος καὶ πρόσταγμα ἦν, τοῦτο  πρῶτον  ἐξαρχῆς  εἰπεῖν  ἔδει, καὶ νομοθετῆσαι,  καὶ ἐν  προστάγματος  τάξει θεῖναι, ἀλλὰ μὴ ἐν συμβουλῇ καὶ παραινέσει αὐτὸ εἰσηγήσασθαι. Ὅταν μὲν γὰρ λέγῃ, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, ἐπιτάττων  λέγει· ὅταν δὲ λέγῃ, Εἰ ἐθέλεις τέλειος εἶναι,  συμβουλεύων   καὶ  παραινῶν   λέγει.  Οὐκ  ἔστι  δὲ  ταὐτὸν   συμβουλεύειν   καὶ νομοθετεῖν.    μὲν  γὰρ  νομοθετῶν,   ἐκ  παντὸς  τρόπου  βούλεται  τὸ  ἐπιταττόμενον γίνεσθαι· ὁ δὲ συμβουλεύων καὶ παραινῶν καὶ τῇ γνώμῃ τοῦ ἀκούοντος ἐπιτρέπων τὴν αἵρεσιν τῶν λεγομένων,  κύριον ποιεῖ τοῦ δέξασθαι καὶ μὴ τὸν ἀκροατήν. ∆ιὰ δὴ τοῦτο οὐχ ἁπλῶς εἶπεν, Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, ἵνα μὴ νόμον εἶναι νομίσῃς τὸ λεγόμενον,  ἀλλὰ πῶς; Εἰ ἐθέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα· ἵνα μάθῃς ὅτι ἐν τῇ γνώμῃ τῶν ἀκουόντων  τὸ πρᾶγμα κεῖται. Ὅτι μὲν οὖν τοῖς ἀποστόλοις ταῦτα ἐπετέτακτο  μόνοις, δῆλον  ἐντεῦθεν· ἀλλ' οὐδέπω τὴν λύσιν εὑρήκαμεν. Εἰ γὰρ καὶ  αὐτοῖς  τοῦτο  νενομοθέτηται   μόνοις,  τίνος  ἕνεκεν  ἐπιταγέντες  μηδὲ  ὑποδήματα ἔχειν,  μηδὲ  διπλοῦν   ἱμάτιον,  εὑρίσκονται,    μὲν  σανδάλια  κεκτημένος,    δὲ  καὶ φελόνην  ἔχων; Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; Ὅτι οὔτε αὐτοὺς μέχρι παντὸς ἀφῆκεν ὑπὸ  ταύτην  εἶναι  τῶν  νόμων  τὴν  ἀνάγκην,  ἀλλ'  ἐπὶ  τὸν  σωτήριον  ἰέναι  μέλλων θάνατον, ἀπέλυσεν αὐτοὺς τῆς νομοθεσίας ταύτης. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτῶν τῶν τοῦ  Σωτῆρος  ῥημάτων.  Ἐπειδὴ γὰρ ἔμελλεν  ἐπὶ  τὸ  πάθος  ὁδεύειν,  καλέσας  αὐτούς φησιν·  Ὅτε ἀπέστειλα  ὑμᾶς  ἄτερ βαλαντίου  καὶ  πήρας, μή τινος  ὑστερήσατε; Οἱ δὲ ἀποκριθέντες  εἶπον· Οὐδενός. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον,  ἀράτω, καὶ πήραν· καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγοράσει μάχαιραν. Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι Τοὺς μὲν ἀποστόλους διὰ τῶν εἰρημένων  ἀπήλλαξας  τῶν ἐγκλημάτων·   τὸ   δὲ   ζητούμενόν   ἐστιν   εἰπεῖν,   τίνος   ἕνεκεν   ἐναντία     Χριστὸς  ἐνομοθέτησε, ποτὲ μὲν λέγων, Μὴ κτήσησθε πήραν, ποτὲ δὲ λέγων, Ὁ ἔχων βαλάντιον, ἀράτω, καὶ πήραν.  Τίνος οὖν  ἕνεκεν  τοῦτο  πεποίηκεν; Ἀξίως τῆς αὐτοῦ  σοφίας καὶ προνοίας τῆς ὑπὲρ τῶν μαθητῶν. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ταῦτα ἐπέταξεν, ἵνα ἔργῳ καὶ πείρᾳ τὴν ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως  λάβωσι, καὶ λαβόντες θαῤῥήσωσι λοιπὸν εἰς τὴν  οἰκουμένην   ἐξελθεῖν   ἅπασαν.  Ἐπειδὴ  δὲ  λοιπὸν  ἱκανῶς   ἔγνωσαν  αὐτοῦ  τὴν δύναμιν,  ἐβούλετο καὶ αὐτοὺς οἴκοθεν  τὴν αὐτῶν  ἀρετὴν ἐπιδείξασθαι, καὶ μὴ μέχρι τέλους   αὐτοὺς   διαβαστάζεσθαι,   ἀλλ'   ἐνδιδόναι    πολλαχοῦ    καὶ   συγχωρεῖν,   καὶ πειρασμοὺς  αὐτοὺς  ὑπομένειν,   ἵνα  μὴ  διὰ  τέλους  ἀργοὶ  μένωσι.  Καὶ καθάπερ  οἱ νήχεσθαι διδάσκοντες, παρὰ μὲν τὰς ἀρχὰς τὰς αὐτῶν ὑποτιθέντες  χεῖρας μετὰ πολλῆς τῆς ἀκριβείας τοὺς μαθητὰς τοὺς ἑαυτῶν διαβαστάζουσι, μετὰ δὲ πρώτην καὶ δευτέραν καὶ  τρίτην  ἡμέραν  πολλαχοῦ  τὴν  δεξιὰν  αὐτῶν  ὑποσύραντες  ἐκείνοις,  κελεύουσιν ἑαυτοῖς βοηθεῖν, καί που καὶ μικρὸν βαπτίζεσθαι ἐπιτρέπουσι, καὶ πολλὴν  τῷ στόματι δέχεσθαι τὴν ἅλμην· οὕτω δὴ καὶ ὁ Χριστὸς ἐποίησεν ἐπὶ τῶν μαθητῶν. Ἐν ἀρχῇ καὶ ἐν προοιμίοις οὐ μικρὸν, οὐ μέγα αὐτοὺς ἀφῆκε παθεῖν, ἀλλὰ πανταχοῦ  παρῆν τειχίζων αὐτοὺς, περιφράττων,  πάντα μετὰ ἀφθονίας  αὐτοῖς ἐπιῤῥεῖν παρασκευάζων· ἐπειδὴ δὲ ἔδει καὶ τὴν ἀνδρείαν  αὐτοὺς ἐπιδείξασθαι τὴν αὐτῶν,  συνέστειλεν  ὀλίγῳ  τὴν χάριν, ἐγκελευσάμενος αὐτοῖς πολλὰ καὶ δι' ἑαυτῶν ἀνύειν. ∆ιά τοι τοῦτο, ὅτε μὲν οὐκ εἶχον ὑποδήματα, οὐδὲ ζώνην,  οὐδὲ ῥάβδον, οὐδὲ χαλκὸν,  οὐδενὸς ὑστερήθησαν· Μή τινος γὰρ, φησὶν, ὑστερήσατε; Οἱ δὲ ἀποκριθέντες εἶπον· Οὐδενός. Ἐπειδὴ δὲ αὐτοὺς ἐκέλευσε καὶ  βαλάντιον   ἔχειν,  καὶ  πήραν,  καὶ  ὑποδήματα,  εὑρίσκονται  καὶ  πεινῶντες   καὶ διψῶντες   καὶ  γυμνητεύοντες.  Ὅθεν  δῆλον,  ὅτι  πολλαχοῦ  συνεχώρει  καὶ παρακινδυνεύειν αὐτοὺς καὶ στενοχωρεῖσθαι, ἵνα τινὰ μισθὸν ἔχωσιν Οὕτω που καὶ οἱ ὄρνιθες  τοῖς νεοττοῖς  ποιοῦσι τοῖς ἑαυτῶν·  καὶ γὰρ ἐκεῖνοι, ἕως μὲν τὰ πτερὰ ἁπαλὰ ἔχουσιν, ἐπὶ τῆς καλιᾶς καθήμενοι  θάλπουσιν· ἐπειδὰν  δὲ ἴδωσι πτεροφυήσαντας,  καὶ δυναμένους τὸν ἀέρα τέμνειν, πρῶτον μὲν περὶ αὐτὴν τὴν καλιὰν ἵπτασθαι παρασκευάζουσιν, ἔπειτα δὲ καὶ ποῤῥωτέρω περιάγουσι, παρὰ μὲν τὴν ἀρχὴν ἑπόμεναι καὶ  διαβαστάζουσαι,  μετὰ  δὲ  ταῦτα  αὐτοὺς  ἑαυτοῖς  ἀφιεῖσαι  βοηθεῖν.  Οὕτω  καὶ  ὁ Χριστὸς ἐποίησε, καθάπερ ἐν καλιᾷ, τῇ Παλαιστίνῃ  τρέφων  τοὺς μαθητάς· ἐπειδὴ  δὲ πέτεσθαι ἐδίδαξε παρὼν  καὶ διαβαστάζων  αὐτοὺς, τέλος  ἀφῆκεν  εἰς τὴν  οἰκουμένην πτῆναι, κελεύσας καὶ ἑαυτοῖς πολλαχοῦ  βοηθεῖν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ ἵνα τὴν δύναμιν αὐτοῦ μάθωσι, πάντων  αὐτοὺς ἐγύμνωσε, καὶ μονοχίτωνας ἀπέστειλε, καὶ χωρὶς  ὑποδημάτων   ἐκέλευσε  βαδίζειν,  αὐτῆς  οὖν  τῆς  ῥήσεως  ἀκούσαντες  σαφῶς εἰσόμεθα.Οὐ γὰρ  ἁπλῶς  εἶπεν  αὐτοῖς·  Ἄρατε  βαλάντιον   καὶ  πήραν,  ἀλλ'  ἀνέμνησεναὐτοὺς τῶν προτέρων, οὕτως εἰπών· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας, μή τινος  ὑστερήσατε;  τουτέστιν,  Οὐ πάντα  μετὰ  ἀφθονίας   ὑμῖν  ἐπέῤῥει,  καὶ  πολλῆς ἀπελαύσατε δαψιλείας; ἀλλὰ νῦν βούλομαι ὑμᾶς καὶ δι' ἑαυτῶν ἀγωνίζεσθαι· βούλομαι ὑμᾶς  καὶ  πενίας  πεῖραν  λαβεῖν·  διὰ  τοῦτο  λοιπὸν  ἐπὶ  τὴν  ἀνάγκην  οὐκ  ἄγω  τοῦ προτέρου νόμου, ἀλλ'  ἐπιτρέπω  καὶ βαλάντιον  ἔχειν  καὶ πήραν, ἵνα μὴ, καθάπερ δι'51.200 ἀψύχων ὀργάνων, ἐνεργεῖν τὰ καθ' ὑμᾶς νομίζωμαι, ἀλλὰ καὶ ὑμεῖς τὴν οἰκείαν ἔχητε ἐπιδείκνυσθαι φιλοσοφίαν.


γʹ. Καὶ τί, φησὶν, οὐκ ἂν μείζων  ἐφάνη  ἡ χάρις, εἰ διαπαντὸς  οὕτως ἐτέλεσαν ὄντες; Ἀλλ' αὐτοὶ οὐκ ἐγένοντο οὕτω δόκιμοι· εἰ γὰρ μηδεμιᾶς ἔλαβον θλίψεως πεῖραν, μὴ πενίας, μὴ διωγμοῦ, μὴ στενοχωρίας, ἔμειναν ἂν ἀργοὶ καὶ νωθεῖς· νῦν δὲ οὐχὶ τὴν χάριν   διαλάμψαι   μόνον,   ἀλλὰ   καὶ   τὴν   τῶν   ὑπακουόντων    δοκιμὴν   ἠθέλησεν  ἐπιδειχθῆναι,  ἵνα μὴ μετὰ ταῦτά τινες ἔχωσι λέγειν, ὅτι Οὐδὲν παρ' ἑαυτῶν εἰσήνεγκαν ἐκεῖνοι,  ἀλλὰ  τὸ πᾶν τῆς τοῦ Θεοῦ ῥοπῆς ἐγένετο.  Ἠδύνατο  μὲν γὰρ αὐτοὺς ὁ Θεὸς μέχρι  τέλους  ἐν  ἀφθονίᾳ  καταστῆσαι  τοσαύτῃ,  ἀλλ'  οὐκ  ἠθέλησε  διὰ  πολλὰς  καὶ ἀναγκαίας προφάσεις, ἃς πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην εἰρήκαμεν· μίαν μὲν δὴ ταύτην,  ἑτέραν δὲ οὐκ ἐλάττονα  ταύτης, ἵνα καὶ μετριάζειν  εἰδῶσι· τρίτην  δὲ, ἵνα μὴ μείζονα ἢ κατὰ ἄνθρωπον  λάβωσι δόξαν. ∆ιὰ δὴ ταῦτα, καὶ πολλῷ  πλείονα  τούτων, ἀφεὶς αὐτοὺς πολλοῖς τῶν ἀδοκήτων περιπίπτειν, οὐκ ἠβουλήθη ὑπὸ τὴν ἀκρίβειαν τῆς νομοθεσίας τῆς προτέρας ἀφεῖναι,  ἀλλ' ἐχάλασε καὶ ἀνῆκε τῆς φιλοσοφίας  τὸν τόνον ἐκείνης, ὥστε μὴ βαρύν τινα καὶ ἀφόρητον αὐτοῖς γενέσθαι τὸν βίον, πολλαχοῦ ἐγκαταλιμπανομένοις, καὶ τὸν ἀκριβῆ νόμον ἐκεῖνον ἀναγκαζομένοις τηρεῖν. Ἐπειδὴ δὲ χρὴ καὶ τὸ προκείμενον  ἀσαφὲς ὂν ποιῆσαι καταφανὲς,  ἀναγκαῖον  καὶ τοῦτο  εἰπεῖν. Εἰπὼν γὰρ, Ὁ ἔχων βαλάντιον,  ἀράτω, καὶ πήραν, ἐπήγαγε· Καὶ ὁ μὴ ἔχων, πωλήσει τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγοράσει μάχαιραν. Τί ποτε τοῦτό ἐστι; καθοπλίζει τοὺς μαθητὰς ὁ λέγων,  Ἐάν τίς  σε ῥαπίσῃ εἰς τὴν  δεξιὰν  σιαγόνα, στρέψον  αὐτῷ  καὶ τὴν  ἄλλην;  ὁ κελεύων  εὐλογεῖν  τοὺς λοιδορουμένους, ἀνέχεσθαι τῶν ἐπηρεαζόντων,  εὔχεσθαι ὑπὲρ τῶν  διωκόντων,  εἶτα  καθοπλίζει,  καὶ διὰ μαχαίρας  μόνης;  Καὶ ποῖον  ἂν  ἔχοι  τοῦτο λόγον;  Εἰ γὰρ ὅλως  ἔδει  καθοπλίσαι,  οὐ μαχαίρας  ἔδει  κτήσασθαι μόνον,  ἀλλὰ  καὶ ἀσπίδα καὶ κράνος καὶ κνημῖδας. Ὅλως δὲ, εἴ γε ἀνθρωπίνως τὰ τοιαῦτα ἔμελλεν  οἰκονομεῖν,  πόσοις οὐκ ἦν τὸ ἐπίταγμα  γέλως; Εἰ γὰρ μυρία  τοιαῦτα  ὅπλα  ἐκτήσαντο  πρὸς  τοσαύτην  ἔφοδον  καὶ ἐπιβουλὴν  δήμων,  τυράννων,  πόλεων,  ἐθνῶν,  τίνες  ἔμελλον  οἱ  ἕνδεκα  φανεῖσθαι; Φωνῆς γὰρ ἀκοῦσαι χρεμετίζοντος  ἵππου δυνατὸν  ἦν αὐτοῖς; πρὸς δὲ τὴν ὄψιν μόνην οὐκ  ἂν  κατεπλάγησαν   τῶν   στρατοπέδων,   ἐν  λίμναις   καὶ  ποταμοῖς  καὶ  ἀκατίοις τραφέντες   μικροῖς;  Τίνος   οὖν   ἕνεκεν   τοῦτο   λέγει;   Τὴν  ἔφοδον   τῶν   Ἰουδαίων ἐνδείξασθαι βουλόμενος, καὶ ὅτι μέλλουσιν  αὐτὸν συλλαμβάνειν.  Καὶ τοῦτο φανερῶς μὲν οὐκ ἠθέλησεν εἰπεῖν, δι' αἰνιγμάτων δὲ, ὥστε μὴ θορυβῆσαι πάλιν αὐτούς. Ὥσπερ οὖν  ὅταν  ἀκούσῃς αὐτοῦ  λέγοντος,  ὅτι  Ὃ ἠκούσατε  εἰς  τὸ  οὖς, κηρύξατε  ἐπὶ  τῶν δωμάτων,  καὶ ὃ ἠκούσατε ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτὶ,  οὐ τοῦτο ὑποπτεύεις,  ὅτι κελεύει τοὺς στενωποὺς καὶ τὴν ἀγορὰν ἀφέντας ἐπὶ τῶν δωμάτων κηρύττειν· οὐδὲ γὰρ φαίνονται  τοῦτο ποιήσαντες  οἱ μαθηταί· ἀλλὰ  τὸ, Ἐπὶ τῶν  δωμάτων,  καὶ τὸ, Ἐν τῷ φωτὶ, τὸ μετὰ παῤῥησίας αἰνίττεται· τὸ δὲ, Εἰς τὸ οὖς, καὶ τὸ, Ἐν τῇ σκοτίᾳ, τοῦτο δηλοῖ, ὅτι Ὅπερ ἐν μικρῷ μέρει τῆς οἰκουμένης, καὶ ἐν ἑνὶ χωρίῳ τῆς Παλαιστίνης ἠκούσατε, τοῦτο  πανταχοῦ  τῆς  γῆς  ἐξηχήσατε.  Οὐ γὰρ δὴ ἐν  σκοτίᾳ, οὐδὲ  εἰς  τὸ  οὖς διελέγετο αὐτοῖς, ἀλλ' ἐφ' ὑψηλῶν τῶν ὀρέων, καὶ ἐν ταῖς συναγωγαῖς πολλάκις. Οὕτω καὶ ἐνταῦθα ὑποληπτέον. Ὥσπερ οὖν ἐκεῖ δώματα ἀκούοντες, ἑτέρως ἐνοήσαμεν, οὕτω καὶ   ἐνταῦθα   μαχαίρας   ἀκούοντες,   μὴ   τοῦτο   νομίσωμεν,   ὅτι   ἐπέταξε   μαχαίρας κεκτῆσθαι, ἀλλ' ὅτι διὰ τῶν  μαχαιρῶν  τὴν  ἐνεστῶσαν  αἰνίττεται  ἐπιβουλὴν,  καὶ ὅτι μέλλει πάσχειν παρὰ τῶν Ἰουδαίων, ἅπερ ἔπαθε. Καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Εἰπὼν γὰρ, Ἀγοράσει μάχαιραν, ἐπήγαγε· ∆εῖ γὰρ τὰ γεγραμμένα περὶ ἐμοῦ τελεσθῆναι, ὅτι ἐν τοῖς  ἀνόμοις  ἐλογίσθην.  Εἰπόντων  δὲ  ἐκείνων,  ὅτι  Εἰσὶν ὧδε  δύο  μάχαιραι,  καὶ  τὸ λεχθὲν   μὴ  συνιέντων,   φησὶν,  Ἱκανόν   ἐστι  Καίτοι  γε  οὐκ  ἦν  ἱκανόν·  εἰ  μὲν  γὰρ ἀνθρωπίνῃ  βοηθείᾳ  κεχρῆσθαι  αὐτοὺς  ἐβούλετο,  οὐ μόνον  δύο καὶ τρεῖς, ἀλλ' οὐδὲ ἑκατὸν   ἦσαν  ἱκαναὶ   μάχαιραι·  εἰ  δὲ  οὐκ  ἐβούλετο   ἀνθρωπίνῃ   βοηθείᾳ   αὐτοὺς κεχρῆσθαι, καὶ αἱ δύο περιτταί. Ἀλλ' ὅμως οὐκ ἐξεκάλυψε τὸ αἴνιγμα· καὶ γὰρ πολλαχοῦ φαίνεται  τοῦτο ποιῶν· ἐπειδὰν μὴ νοήσωσι τὸ λεχθὲν,  παρατρέχει καὶ ἀφίησι, τῇ τῶν  πραγμάτων ἐκβάσει τῶν μετὰ ταῦτα τὴν κατανόησιν τῶν εἰρημένων ἐπιτρέπων λοιπόν· ὅπερ οὖν καὶ ἀλλαχοῦ ἐποίησε. Καὶ γὰρ περὶ τῆς ἀναστάσεως αὐτοῦ διαλεγόμενος, οὕτω πως ἔλεγε· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ ὅμως οὐκ ᾔδεισαν οἱ μαθηταὶ τὸ λεγόμενον·  καὶ ὅτι οὐκ ᾔδεισαν, ὁ εὐαγγελιστὴς  ἐπεσημήνατο, λέγων·  Ὅτε δὲ ἀνέστη ὁ Ἰησοῦς, τότε ἐπίστευσαν τῷ λόγῳ  αὐτοῦ, καὶ τῇ Γραφῆ. Καὶ πάλιν ἀλλαχοῦ· Οὐδὲ γὰρ ᾔδεισαν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.δʹ. Ἀλλὰ τὸ μὲν ζήτημα ἱκανὴν  ἔχει τὴν λύσιν· ἡμεῖς δὲ ἐπὶ τὸ λειπόμενον  τῆς προσρήσεως μέρος τὸν λόγον ἀγάγωμεν.  Τί ποτ' οὖν ἐστι τὸ λεγόμενον,  καὶ πόθεν εἰς ταῦτα  ἐξέβημεν;  Ἐμακαρίζομεν  τὴν  Πρίσκιλλαν  καὶ  τὸν  Ἀκύλαν,  ὅτι  συνῴκουν  τῷ Παύλῳ, ὅτι καὶ τὸν τρόπον τῆς στολῆς, καὶ τὸν τρόπον τῶν ὑποδημάτων,  καὶ τὰ ἄλλα ἅπαντα μετὰ ἀκριβείας αὐτοῦ κατεμάνθανον.  Ἐντεῦθεν τὸ ζήτημα ἡμῖν ἐτέχθη τοῦτο. Ἐζητοῦμεν  γὰρ, τίνος  ἕνεκεν,  τοῦ Χριστοῦ ἀπαγορεύοντος  μηδὲν  ὅλως  ἔχειν,  εἰ μὴ μόνον ἱμάτιον, ἐφαίνοντο  καὶ ὑποδήματα καὶ φελόνην  ἔχοντες. Εἶτα ὁ λόγος ἀπέδειξεν, ὅτι οὐ παραβαίνοντες  τὸν νόμον, ἀλλὰ καὶ σφόδρα τηροῦντες τούτοις ἐχρῶντο. Ταῦτα δὲ  ἐλέγομεν,  οὐκ  εἰς  περιουσίαν  χρημάτων  ὑμᾶς  ἀλείφοντες,   οὐδὲ  παρακαλοῦντες πλείω τῆς χρείας κεκτῆσθαι, ἀλλ' ἵνα ἔχητε πρὸς τοὺς ἀπίστους ἀντιλέγειν τοὺς διαχλευάζοντας τὰ ἡμέτερα. Καὶ γὰρ ὁ Χριστὸς λύσας τὸν πρότερον νόμον, οὐχὶ οἰκίας, οὐδὲ  ἀνδράποδα,  οὐδὲ  κλίνας,   οὐδὲ  ἀργυρώματα,   οὐδὲ  ἄλλο  τι  τοιοῦτον   οὐδὲν ἐκέλευσεν  ἔχειν,  ἀλλὰ  τῆς  ἀνάγκης  ἀπηλλάχθαι   τῶν  πρότερον  εἰρημένων.  Καὶ ὁ Παῦλος δὲ οὕτω παρῄνει λέγων· Ἔχοντες τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Τὸ γὰρ  περιττὸν  τῆς  χρείας  εἰς  τοὺς  δεομένους  ἀναλίσκεσθαι  δεῖ· καθάπερ  οὖν  καὶ  οὗτοι  ἐποίουν,  Πρίσκιλλα καὶ  Ἀκύλας. ∆ιόπερ αὐτοὺς  ἐπαινεῖ  καὶ θαυμάζει, καὶ μέγιστον αὐτῶν συντίθησιν ἐγκώμιον. Εἰπὼν γὰρ, Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Κυρίῳ, καὶ τὴν αἰτίαν τίθησι τῆς τοιαύτης ἀγάπης. Ποίαν δὴ ταύτην; Οἵτινες ὑπὲρ τῆς ψυχῆς μου, φησὶ, τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν.Οὐκοῦν διὰ τοῦτο αὐτοὺς ἀγαπᾷς καὶ φιλεῖς, ἴσως εἴποι τις; Μάλιστα μὲν οὖν· εἰ καὶ  τοῦτο  μόνον   ἦν,  ἀρκοῦν  ἐγκώμιον   ἦν.    γὰρ  τὸν  στρατηγὸν   σώσας,  τοὺς στρατιώτας διέσωσεν ἄν· ὁ τὸν ἰατρὸν ἀπαλλάξας  τῶν κινδύνων,  τοὺς κάμνοντας  εἰς ὑγείαν ἐπανήγαγεν· ὁ τὸν κυβερνήτην ἐξαρπάσας τοῦ κλύδωνος, τὸ πλοῖον ὅλον 51.202 τῶν κυμάτων ἀπήλλαξεν· οὕτω καὶ οἱ τὸν διδάσκαλον τῆς οἰκουμένης διασώσαντες, καὶ τὸ αἷμα τὸ ἑαυτῶν ἐκχέαντες  ὑπὲρ τῆς ἐκείνου σωτηρίας, κοινοὶ τῆς οἰκουμένης ἦσαν εὐεργέται, ἐν τῇ περὶ τὸν διδάσκαλον προνοίᾳ τοὺς μαθητὰς ἅπαντας διασώσαντες. Ἵνα δὲ μάθῃς, ὅτι οὐ περὶ τὸν διδάσκαλον ἦσαν τοιοῦτοι μόνον, ἀλλὰ καὶ περὶ τῶν ἀδελφῶν τὴν  αὐτὴν  ἐπεδείκνυντο  πρόνοιαν,  ἄκουσον τῶν  ἑξῆς. Εἰπὼν γὰρ, Οἵτινες ὑπὲρ τῆς ψυχῆς  μου  τὸν  ἑαυτῶν  τράχηλον  ὑπέθηκαν,  ἐπήγαγε  λέγων·  Οἷς οὐκ  ἐγὼ  μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ Ἐκκλησίαι τῶν ἐθνῶν.  Τί λέγεις; σκηνοποιοῖς, πτωχοῖς χειροτέχναις,   οὐδὲν  πλέον  τῆς  ἀναγκαίας  ἔχουσι  τροφῆς,  πᾶσαι  αἱ  Ἐκκλησίαι  τῶν ἐθνῶν εὐχαριστοῦσι; καὶ τί τοσοῦτον οἱ δύο οὗτοι Ἐκκλησίας τοσαύτας ὠφελῆσαι ἴσχυσαν;  ποίαν  χρημάτων   εἶχον  περιουσίαν;  ποῖον  δυναστείας  μέγεθος;  τίνα  παρὰ ἄρχουσι παῤῥησίαν; Χρημάτων μὲν περιουσίαν καὶ δυναστείαν παρὰ τοῖς κρατοῦσιν οὐκ ἐκέκτηντο· ὃ δὲ  τούτων  ἁπάντων  μεῖζον  ἦν,  προθυμίαν  γενναίαν   καὶ  ψυχὴν  πρὸς κινδύνους   παρατεταγμένην   μετὰ  πολλῆς  τῆς  περιουσίας  εἶχον.  ∆ιὰ  τοῦτο  πολλῶν εὐεργέται ἐγένοντο  καὶ σωτῆρες. Οὐ γὰρ οὕτως  οἱ πλουτοῦντες  καὶ ψοφοδεεῖς  ὡς οἱ πενίᾳ  συζῶντες  καὶ  μεγαλόψυχοι   τὰς  Ἐκκλησίας  ὠφελεῖν   δύναιντ'  ἄν.  Καὶ μηδεὶς παράδοξον εἶναι νομιζέτω τὸ λεγόμενον· ἀληθὲς γάρ ἐστι, καὶ ἀπ' αὐτῶν δείκνυται τῶν  πραγμάτων. Ὁ μὲν γὰρ πλούσιος πολλὰς ἔχει τοῦ παραβλάπτεσθαι τὰς λαβάς. ∆έδοικεν ὑπὲρ  οἰκίας,  ὑπὲρ  οἰκετῶν,  ὑπὲρ  ἀγρῶν,  ὑπὲρ  χρημάτων,  μή  τις  αὐτόν  τι  τούτων ἀφέληται.  Καὶ τὸ πολλῶν  εἶναι  κύριον, πολλῶν  εἶναι  δοῦλον  ποιεῖ. Ὁ μέντοι  πένης, εὔζωνός  τις ὢν  καὶ πάσας ταύτας  ἀποθέμενος  τὰς λαβὰς, λέων  ἐστὶ πῦρ πνέων,  καὶ ψυχὴν  ἔχει γενναίαν,  καὶ πάντων  ἐξανιστάμενος  ῥᾳδίως ἅπαντα πράττει τὰ δυνάμενα τὰς Ἐκκλησίας ὠφελεῖν,  κἂν ἐλέγξαι δέῃ, κἂν ἐπιτιμῆσαι, κἂν μυρίας διὰ τὸν Χριστὸν ἀναδέξασθαι ἐπαχθείας· καὶ ἐπειδὴ ἅπαξ τῆς ζωῆς ὑπερεῖδε τῆς παρούσης, πάντα ῥᾳδίως καὶ μετὰ πολλῆς  ποιεῖ τῆς εὐκολίας.  Τί γὰρ καὶ δέδοικεν,  εἰπέ μοι; Μή τις αὐτοῦ τὰ χρήματα ἀφέληται;  Ἀλλ'  οὐκ ἔστι τοῦτο εἰπεῖν.  Ἀλλὰ μὴ τῆς πατρίδος ἐκπέσῃ; Ἀλλὰ πᾶσα ἡ ὑπ' οὐρανὸν πόλις αὐτῷ ἐστιν. Ἀλλὰ μὴ τῆς τρυφῆς αὐτόν τις περικόψῃ καὶ τῆς δορυφορίας; Ἀλλὰ καὶ τούτοις ἅπασι χαίρειν  εἰπὼν, ἐν οὐρανῷ πολιτεύεται,  καὶ πρὸς τὴν  μέλλουσαν  ἐπείγεται  ζωήν.  Κἂν αὐτὴν  ἐπιδοῦναι  δέῃ  τὴν  ψυχὴν,  καὶ  τὸ  αἷμα εἰσενεγκεῖν,  οὐ παραιτήσεται. Ἐντεῦθεν  ὁ τοιοῦτος  καὶ τυράννων,  καὶ βασιλέων,  καὶ δήμων, καὶ πάντων ἐστὶ δυνατώτερός τε καὶ εὐπορώτερος.Καὶ ἵνα μάθῃς ὅτι οὐ κολακεία τὸ λεγόμενον, ἀλλ' ἀληθῶς, οἱ μηδὲν κεκτημένοι, οὗτοι μάλιστα πάντων  ἐλευθεροστομεῖν  δύναιντ' ἂν, πόσοι πλούσιοι κατὰ τὸν καιρὸν ἦσαν Ἡρώδου; πόσοι δυνάσται; τίς παρῆλθεν εἰς μέσον; τίς ἐπετίμησε τῷ τυράννῳ; τίς ἤμυνεν  ἀδικουμένοις  τοῖς τοῦ Θεοῦ νόμοις; Τῶν μὲν εὐπόρων  οὐδείς· ὁ δὲ πένης καὶ πτωχὸς, ὁ μὴ κλίνην, μήτε τράπεζαν, μήτε στέγην ἔχων, ὁ τῆς ἐρήμου πολίτης Ἰωάννης, οὗτος  μόνος  καὶ  πρῶτος  μετὰ  παῤῥησίας  ἁπάσης  τὸν  τύραννον   ἤλεγχε,  καὶ  τοὺς μοιχαλίους ἐξεκάλυπτε γάμους, καὶ παρόντων ἁπάντων καὶ ἀκουόντων, τὴν καταδικάζουσαν  αὐτὸν ἐξέφερε ψῆφον.  Καὶ πρὸ τούτου δὲ πάλιν  ὁ μέγας Ἠλίας, τῆς μηλωτῆς  μηδὲν  κεκτημένος  πλέον,  τὸν  ἀσεβῆ καὶ παράνομον  Ἀχαὰβ ἐκεῖνον μόνος ἤλεγξε μετὰ πολλῆς ἀνδρείας, Οὐδὲν γὰρ οὕτως ἐλευθεροστομεῖν παρασκευάζει, καὶ θαῤῥεῖν ἐν ἅπασι πείθει τοῖς δεινοῖς, καὶ ἀναλώτους  ἐργάζεται καὶ ἰσχυροὺς, ὡς τὸ μηδὲν κεκτῆσθαι, μηδὲ περιβολήν τινα πραγμάτων  ἔχειν. Ὥστε εἴ τις βούλοιτο πολλὴν κεκτῆσθαι δύναμιν ἀσπασάσθω πενίαν, καταφρονείτω  τῆς παρούσης ζωῆς, μηδὲν εἶναι νομιζέτω  θάνατον.  Οὗτος οὐχὶ  τῶν  εὐπόρων  μόνον,  οὐδὲ τῶν  ἀρχόντων,  ἀλλὰ  καὶ αὐτῶν  τῶν  βασιλευόντων  πλείονα  τὰς Ἐκκλησίας ὠφελῆσαι  δυνήσεται.  Οἱ μὲν  γὰρ βασιλεύοντες καὶ οἱ εὔποροι, ὅσα ἂν ποιήσωσιν, ἀπὸ χρημάτων ποιοῦσιν· ὁ δὲ τοιοῦτος πολλάκις καὶ ἀπὸ κινδύνων καὶ ἀπὸ θανάτων  πολλὰ καὶ μεγάλα συνετέλεσεν. Ὅσῳ δὲ χρυσίου παντὸς τιμιώτερον αἷμα, τοσούτῳ βελτίων ἐκείνης αὕτη ἡ εἰσφορά.


εʹ. Τοιοῦτοί  τινες  ἦσαν  καὶ  οὗτοι  οἱ  Παύλου  ξενοδόχοι,    Πρίσκιλλα  καὶ  ὁ Ἀκύλας, οἳ χρημάτων μὲν περιουσίαν οὐκ εἶχον, πλούτου δὲ παντὸς εὐπορωτέραν ἐκέκτηντο γνώμην,  καθ' ἑκάστην ἀποθανεῖσθαι προσδοκῶντες ἡμέραν, καὶ ἐν σφαγαῖς καὶ  αἵμασι  ζῶντες,  καὶ  διὰ  παντὸς  μαρτυροῦντες  τοῦ  χρόνου.  ∆ιὰ  τοῦτο  ἤνθει  τὰ ἡμέτερα κατὰ τοὺς καιροὺς ἐκείνους, ὅτι οὕτω μὲν οἱ μαθηταὶ τοῖς διδασκάλοις, οὕτω δὲ οἱ  διδάσκαλοι  συνεδέδεντο  τοῖς  μαθηταῖς.  Οὐ γὰρ  δὴ  περὶ  τούτων  μόνον  φησὶν  ὁ Παῦλος, ἀλλὰ καὶ περὶ ἑτέρων πολλῶν.  Καὶ γὰρ Ἑβραίοις καὶ Θεσσαλονικεῦσι γράφων καὶ Γαλάταις, πολλὴν ἅπασι μαρτυρεῖ πειρασμῶν ἐπαγωγὴν,  καὶ δείκνυσι δι' ὧν ἐπέστελλεν, ὅτι καὶ ἠλαύνοντο  καὶ τῆς πατρίδος ἐξέπιπτον, καὶ τὰς οὐσίας ἀπώλλυον, καὶ μέχρις αὐτοῦ τοῦ αἵματος ἐκινδύνευον·  καὶ ἅπας ἐναγώνιος  αὐτοῖς ὁ βίος ἦν, καὶ αὐτὰ δὲ ἀκρωτηριασθῆναι  τὰ μέλη οὐκ ἂν ὑπὲρ τῶν  διδασκάλων  παρῃτήσαντο.  Τοῖς γοῦν Γαλάταις ἐπιστέλλων  ἔλεγε· Μαρτυρῶ γὰρ ὑμῖν, ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν  ἐξορύξαντες  ἂν ἐδώκατέ  μοι. Καὶ τὸν  Ἐπαφρᾶν  δὲ τὸν  ἐν Κολοσσαῖς ἐπὶ τοῖς αὐτοῖς  ἀποδέχεται  πάλιν,  εἰπὼν,  ὅτι  Ἠσθένησε παραπλήσιον  θανάτου,  καὶ  ἠλέησεν αὐτὸν ὁ Θεὸς, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῶ. Οὕτω δὲ εἶπε δεικνὺς, ὅτι δικαίως ἔμελλεν ἀλγεῖν  ἐπὶ τῇ τελευτῇ τοῦ μαθητοῦ. Καὶ τὴν ἀρετὴν δὲ αὐτοῦ πάλιν ἐκκαλύπτει πᾶσιν, οὑτωσὶ λέγων, ὅτι Ἤγγισε μέχρι θανάτου παραβουλευσάμενος   τῇ  ψυχῇ,  ἵνα  ἀναπληρώσῃ   τὸ  ὑμῶν   ὑστέρημα  τῆς  πρός  με λειτουργίας. Τί γένοιτ' ἂν ἐκείνων μακαριώτερον, τί δὲ ἡμῶν ἀθλιώτερον; εἴ γε ἐκεῖνοι μὲν καὶ τὸ αἷμα, καὶ τὴν ψυχὴν  ὑπὲρ τῶν  διδασκάλων  προΐεντο, ἡμεῖς δὲ οὐδὲ ῥῆμα ψιλὸν   πολλάκις   προέσθαι  τολμῶμεν   ὑπὲρ  τῶν  κοινῶν   πατέρων,  ἀλλὰ  ἀκούοντες αὐτοὺς βλασφημουμένους, λοιδορουμένους κακῶς καὶ παρὰ τῶν οἰκείων καὶ παρὰ τῶν ἀλλοτρίων,  οὐκ ἐπιστομίζομεν  τοὺς λέγοντας,  οὐ κωλύομεν,  οὐκ ἐλέγχομεν.  Εἴθε μὲν οὖν μὴ αὐτοὶ τῆς κακηγορίας ἤρχομεν ταύτης. Νυνὶ δὲ οὐ τοσαῦτα παρὰ τῶν ἀπίστων σκώμματα καὶ ὀνείδη, ὅσα παρὰ τῶν δοκούντων  εἶναι πιστῶν καὶ μεθ' ἡμῶν τετάχθαι γινόμενα εἰς τοὺς ἄρχοντας ἴδοι τις ἄν. Ἔτι οὖν ζητήσομεν πόθεν ῥᾳθυμία τοσαύτη καὶ εὐλαβείας ὑπεροψία γέγονεν, ὅταν οὕτως ὦμεν ἀπεχθῶς πρὸς τοὺς πατέρας διακείμενοι τοὺς ἡμετέρους; Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν, ὃ καταλῦσαι καὶ διαφθεῖραι Ἐκκλησίαν δύναιτ' ἂν, μᾶλλον δὲ οὐκ ἔστιν οὕτω γενέσθαι τοῦτο ἀλλαχόθεν ῥᾳδίως, ἀλλ' ἢ ὅταν οἱ μαθηταὶ τοῖς διδασκάλοις, καὶ τοῖς πατράσιν οἱ παῖδες, καὶ τοῖς ἄρχουσιν οἱ ἀρχόμενοι μὴ μετὰ πολλῆς  ὦσι συνδεδεμένοι  τῆς ἀκριβείας. Εἶτα ἂν μὲν τὸν ἀδελφόν  τις  εἴπῃ   κακῶς,   καὶ  τῆς   ἀναγνώσεως   τῶν   θείων   ἀπείργεται   Γραφῶν.  Ἵνα   τί   γὰρ ἀναλαμβάνεις  τὴν διαθήκην μου διὰ στόματός σου; φησὶν ὁ Θεός· εἶτα τὴν αἰτίαν τιθεὶς, ἐπήγαγε· Καθήμενος κατὰ τοῦ ἀδελφοῦ  σου κατελάλεις.  Τὸν πνευματικὸν  δὲ πατέρα κατηγορῶν, ἄξιον εἶναι νομίζεις σαυτὸν ἐπιβῆναι τῶν ἱερῶν προθύρων; Καὶ πῶς ἂν ἔχοι λόγον; Εἰ γὰρ οἱ κακολογοῦντες  πατέρα ἢ μητέρα θανάτῳ τελευτῶσι, ποίας ἄξιος ἔσται δίκης ὁ τὸν πολλῷ τῶν γονέων ἐκείνων ἀναγκαιότερον ὄντα καὶ βελτίω τολμῶν λέγειν κακῶς; Καὶ οὐ δέδοικε, μήποτε  διαστᾶσα ἡ γῆ παντελῶς  αὐτὸν  ἀφανίσῃ,  ἢ σκηπτὸς ἄνωθεν κατενεχθεὶς καταφλέξῃ τὴν κατήγορον γλῶτταν;Οὐκ ἤκουσας τί πέπονθεν  ἡ Μωϋσέως ἀδελφὴ  κατειποῦσα τοῦ ἄρχοντος; πῶς ἀκάθαρτος γέγονε, καὶ εἰς λέπραν ἐνέπεσε, καὶ τὴν ἐσχάτην ὑπέμεινεν ἀτιμίαν, καὶ τοῦ ἀδελφοῦ παρακαλοῦντος καὶ τῷ Θεῷ προσπίπτοντος, οὐδεμιᾶς ἔτυχε συγγνώμης, ἀλλὰ καὶ ἐκθεμένη τὸν ἅγιον ἐκεῖνον, καὶ πρὸς τὴν ἀνατροφὴν αὐτοῦ συντελέσασα, καὶ ὅπως ἡ  μήτηρ  γένοιτο   τροφὸς,  καὶ  μὴ  ἐν  βαρβαρικῇ  χειρὶ  τραφῇ  τὸ  παιδίον   ἐξαρχῆς συμπράξασα, καὶ μετὰ ταῦτα στρατηγήσασα τοῦ γυναικείου  γένους, καθάπερ Μωϋσῆς τοῦ  τῶν  ἀνδρῶν,  καὶ πάντα  συνδιενεγκοῦσα  τὰ δεινὰ,  καὶ  ἀδελφὴ  Μωϋσέως οὖσα, οὐδὲν ὅμως ἀπὸ τούτων  ἁπάντων  ἐκέρδανεν εἰς τὸ διαφυγεῖν  τὴν ὀργὴν τοῦ Θεοῦ ἐπὶ τῇ  κακηγορίᾳ;  ἀλλ'    Μωϋσῆς, ὁ  τοσοῦτον  λαὸν  ἐξαιτησάμενος  μετὰ  τὴν  ἄφατον ἀσέβειαν  ἐκείνην,  οὗτος  ὑπὲρ τῆς  ἀδελφῆς  προσπίπτων  καὶ  συγγνώμην  αἰτῶν,  οὐκ ἴσχυσεν ἵλεω ποιῆσαι τὸν Θεὸν, ἀλλὰ καὶ ἐπετιμᾶτο σφοδρῶς· ἵνα μάθωμεν ἡμεῖς ὅσον κακόν ἐστι, τὸ τοὺς ἄρχοντας λέγειν κακῶς, καὶ τοὺς ἑτέρων κρίνειν βίους. Καὶ γὰρ ἐπὶ τῆς ἡμέρας ἐκείνης, οὐκ ἀφ' ὧν ἁμαρτάνομεν μόνον, ἀλλὰ καὶ ἀφ' ὧν ἑτέροις ἐψηφισάμεθα,  κρινεῖ  πάντως  ἡμῖν    Θεός· καὶ  πολλάκις  ὃ τῇ  φύσει  κοῦφόν  ἐστιν ἁμάρτημα, τοῦτο χαλεπὸν καὶ ἀσύγγνωστον γίγνεται  τῇ τοῦ ἁμαρτάνοντος  περὶ ἑτέρου κρίσει. Τάχα ἀσαφὲς τὸ εἰρημένον· οὐκοῦν αὐτὸ σαφὲς ποιῆσαι πειράσομαι. Ἥμαρτέ τις· ἕτερον ἁμαρτάνοντα τὴν αὐτὴν ἁμαρτίαν κατεδίκασε σφοδρῶς. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ τοσαύτην ἐπισπᾶται κόλασιν, ὅσην ἡ φύσις τῆς ἁμαρτίας ἀπαιτεῖ, ἀλλὰ καὶ διπλασίονα πολλῷ   καὶ  τριπλασίονα·   οὐ  γὰρ  ἀφ'   ὧν   αὐτὸς   ἥμαρτεν,   ἀλλ'   ἀφ'   ὧν   ἕτερον ἁμαρτάνοντα  τὰ αὐτὰ χαλεπῶς ἐκόλασε, ψηφιεῖται  αὐτῷ τὴν τιμωρίαν ὁ Θεός. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀπὸ τῶν γεγενημένων καὶ ἐκβάντων,  μειζόνως, ὅπερ ὑπεσχόμην ὑμῖν, αὐτὸ ποιήσω καταφανές. Ὁ Φαρισαῖος, καίτοι γε αὐτὸς οὐδὲν ἁμαρτὼν, ἀλλὰ καὶ ἐν δικαιοσύνῃ  ζήσας, καὶ πολλὰ  ἔχων  κατορθώματα  εἰπεῖν,  ἐπειδὴ τὸν τελώνην,  τὸν ἅρπαγα καὶ πλεονέκτην  καὶ παρανομώτατον  κατεδίκασε, τοσαύτην  ἔδωκε  δίκην,  ὡς ἐκείνου μείζονι τηρεῖσθαι κολάσει. Εἰ δὲ ὁ μηδὲν μὲν ἁμαρτὼν αὐτὸς, ἁμαρτάνοντα  δὲ ἕτερον καὶ περιφανῆ  πᾶσιν ἐπὶ παρανομίαις ὄντα, ῥήματι ψιλῷ καταδικάσας τοσαύτην ἐπεσπάσατο κόλασιν, οἱ πολλὰ μὲν καθ' ἑκάστην ἡμέραν ἁμαρτάνοντες, ἑτέρων δὲ βίους καταδικάζοντες,  οὐδὲ ἐμφανεῖς ὄντας τινὶ, οὐδὲ δήλους, ἐννόησον ὅσην ὑποστησόμεθα κόλασιν,  πῶς  ἐκπεσούμεθα πάσης συγγνώμης.  Ἐν ᾧ γὰρ κρίματι,  φησὶ, κρίνετε,  καὶ ὑμεῖς κριθήσεσθε.ςʹ. ∆ιὰ δὴ  ταῦτα  ἀντιβολῶ,  καὶ  παραινῶ,  καὶ  δέομαι,  ταύτης  ἀποστῆναι  τῆς πονηρᾶς  συνηθείας.  Τοὺς  μὲν  γὰρ  ἱερέας  κακῶς  ἀκούοντας  οὐδὲν  παραβλάψομεν, οὐ μόνον ἂν ψευδῆ τὰ λεγόμενα  ᾖ, ἀλλὰ κἂν ἀληθῆ· ἐπεὶ καὶ ὁ Φαρισαῖος τὸν τελώνην  οὐδὲν κατέβλαψεν,  ἀλλὰ  καὶ ὠφέλησε, καίτοι  γε ἀληθῆ  περὶ αὐτοῦ λέγων· ἡμεῖς δὲ ἑαυτοὺς τοῖς ἐσχάτοις περιβαλοῦμεν κακοῖς· ἐπεὶ καὶ ὁ Φαρισαῖος καθ' ἑαυτοῦ τὸ ξίφος ὤθησε, καὶ καιρίαν πληγὴν  λαβὼν  ἀπῆλθεν.  Ἵνα οὖν μὴ καὶ ἡμεῖς τὰ αὐτὰ πάθωμεν,   κρατῶμεν   ἀκολάστου  γλώττης.   Εἰ  γὰρ  τὸν  τελώνην   εἰπὼν   κακῶς,  οὐ διέφυγεν  ἐκεῖνος, οἱ τοὺς πατέρας ἡμῶν κακῶς λέγοντες,  ποίαν ἕξομεν ἀπολογίαν;  εἰ τὸν ἀδελφὸν  βλασφημήσασα Μαρία ἅπαξ, τοσαύτην ἔδωκε δίκην, ποίας σωτηρίας ἡμῖν ἐλπὶς, ὅταν μυρίαις καθ' ἑκάστην ἡμέραν τοὺς ἄρχοντας πλύνωμεν  λοιδορίαις; Μὴ γάρ μοι  τοῦτο  λεγέτω  τις,  ὅτι  ἐκεῖνος  Μωϋσῆς ἦν·  δυνήσομαι  γὰρ  εἰπεῖν  καὶ  ἐγὼ,  ὅτι κἀκείνη Μαρία ἦν. Ἄλλως δὲ, ἵνα καὶ τοῦτο αὐτὸ μάθῃς σαφῶς, ὅτι εἰ καὶ ἐγκλημάτων ὑπεύθυνοι  ὦσιν οἱ ἱερεῖς, οὐδὲ οὕτω σοι θέμις τὸν ἐκείνων  βίον κρίνειν,  ἄκουσον τί φησι  περὶ  τῶν  ἀρχόντων   τῶν  Ἰουδαϊκῶν     Χριστός· Ἐπὶ  τῆς  Μωϋσέως  καθέδρας ἐκάθισαν  οἱ  γραμματεῖς  καὶ  οἱ  Φαρισαῖοι· πάντα  οὖν,  ὅσα ἂν  λέγωσιν  ὑμῖν  ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Καὶ τί γένοιτ' ἂν χεῖρον ἐκείνων, ὧν ὁ ζῆλος ἔφθειρε  τοὺς  μαθητευομένους;  Ἀλλ' ὅμως  οὐδὲ  οὕτω  κατεβίβασεν  αὐτοὺς  ἀπὸ  τῆς ἀξίας, οὐδὲ εὐκαταφρονήτους ἐποίησεν εἶναι τοῖς ἀρχομένοις· καὶ μάλα εἰκότως. Εἰ γὰρ  ταύτης  ἐπιλάβοιντο   τῆς  ἐξουσίας  οἱ  ἀρχόμενοι,  ὀφθήσονται  πάντας ἀποχειροτονοῦντες, καὶ ἐκ τοῦ  βήματος  καταβιβάζοντες.  ∆ιὰ τοῦτο  καὶ Παῦλος τὸν ἀρχιερέα   τῶν   Ἰουδαίων   ὑβρίσας,  καὶ   εἰπὼν,   Τύπτειν   σε  μέλλει     Θεὸς,  τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με; ἐπειδή τινων ἤκουσεν ἐπιστομιζόντων  αὐτὸν, καὶ λεγόντων,  Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς;  δεῖξαι βουλόμενος,  ὅσην ἀπονέμειν  δεῖ τοῖς ἄρχουσι τὴν αἰδῶ καὶ τὴν τιμὴν, τί φησιν; Οὐκ ᾔδειν ὅτι ἀρχιερεὺς τοῦ Θεοῦ ἦν. ∆ιὰ τοῦτο καὶ ∆αυῒδ παρανομοῦντα λαβὼν τὸν Σαοὺλ, καὶ φόνου πνέοντα, καὶ μυρίας ὄντα κολάσεως  ἄξιον,  οὐ μόνον  αὐτοῦ  τῆς  ζωῆς  ἐφείσατο,  ἀλλ' οὔτε  ῥῆμα φορτικὸν  εἰς αὐτὸν ἐκβαλεῖν ὑπέμεινε· καὶ τὴν αἰτίαν  τίθησι λέγων,  ὅτι Χριστὸς Κυρίου ἐστίν. Οὐκ ἐντεῦθεν  δὲ μόνον,  ἀλλὰ  καὶ  ἑτέρωθεν  ἐκ πολλῆς  τῆς  περιουσίας  ἔστιν  ἰδεῖν,  πῶς πόῤῥω που τὰ τῶν  ἱερέων  διορθοῦν  τὸν ἀρχόμενον  ἑστηκέναι χρή. Τῆς γὰρ κιβωτοῦ ποτε  ἀναγομένης,   ἐπειδή  τινες   τῶν   ἀρχομένων   περιτρεπομένην   καὶ  καταπίπτειν μέλλουσαν  ἰδόντες  ἀνώρθωσαν,  ἐν  αὐτῷ  τῷ  χωρίῳ  δίκην  ἔδοσαν, ὑπὸ  τοῦ  Κυρίου πληγέντες  καὶ νεκροὶ μείναντες.  Καίτοι γε οὐδὲν ἄτοπον ἐποίουν· οὐδὲ γὰρ ἀνέτρεπον τὴν  κιβωτὸν,  ἀλλ' ἀνατρέπεσθαι  μέλλουσαν  καὶ καταπίπτειν  ἀνώρθουν.  Ἀλλ' ἵνα ἐκ πολλῆς περιουσίας μάθῃς τῶν ἱερέων τὸ ἀξίωμα, καὶ πῶς οὐ θέμις τὸν ὑποτεταγμένον  καὶ ἐν τάξει λαϊκῶν  ὄντα τοιαῦτα ἐπανορθοῦν, ἀπέκτεινεν  αὐτοὺς ἐν μέσῳ τῷ πλήθει, τοὺς ἄλλους  πάντας  ἐκ πολλῆς  φοβῶν  τῆς ὑπερβολῆς, καὶ πείθων  μηδέποτε τοῖς τῆς ἱερωσύνης προσιέναι ἀδύτοις. Εἰ γὰρ δὴ μέλλοιεν  ἕκαστοι ἐπὶ προφάσει τοῦ τὰ κακῶς γινόμενα  διορθοῦν  εἰς  τὸ  τῆς  ἱερωσύνης  εἰσάγειν  ἑαυτοὺς  ἀξίωμα,  οὔτε  πρόφασις ἐπιλείψει  διορθώσεώς  ποτε,  οὔτε  ἄρχοντα,  οὔτε  ἀρχόμενον  διαγνωσόμεθα, ἀναμεμιγμένων  πάντων  ἀλλήλοις.  Καὶ μή  μέ τις  νομίσῃ  τῶν  ἱερέων  κατεγνωκότα ταῦτα λέγειν (διὰ γὰρ τὴν τοῦ Θεοῦ χάριν, πολλὴν, ὡς καὶ ὑμεῖς ἴστε, τὴν ἐπιείκειαν ἐν ἅπασιν ἐπιδείκνυνται, καὶ  οὐδεμίαν οὐδενί ποτε παρεσχήκασι λαβὴν), ἀλλ' ἵνα ὑμεῖς μάθητε, ὅτι εἰ καὶ μοχθηροὺς  εἴχετε  πατέρας καὶ φορτικοὺς  διδασκάλους, οὐδὲ οὕτως ἀκίνδυνον  ὑμῖν ἦν, οὐδὲ ἀσφαλὲς βλασφημεῖν  αὐτοὺς καὶ λοιδορεῖσθαι. Εἰ γὰρ ἐπὶ τῶν σωματικῶν  γονέων  σοφός τίς φησι, Κἂν ἀπολίπῃ σύνεσιν, συγγνώμην  ἔχε· τί γὰρ αὐτοῖς ἀποδώσεις, καθὼς αὐτοί σοι; πολλῷ  μᾶλλον  ἐπὶ τῶν πνευματικῶν τοῦτον φυλάττεσθαι  χρὴ τὸν νόμον, καὶ τὸν ἑκάστου βίον ἑαυτὸν ἕκαστον περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, ἵνα μὴ ἀκούσωμεν κατ' ἐκείνην τὴν ἡμέραν, Ὑποκριτὰ, τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ  τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ  οὐ κατανοεῖς δοκόν; Καὶ γὰρ ὑποκριτῶν  ἔργον,  τὸ δημοσίᾳ μὲν  καὶ πάντων  ὁρώντων  τὰς χεῖρας φιλεῖν  τῶν ἱερέων, καὶ γονάτων  ἅπτεσθαι, καὶ παρακαλεῖν  ὑπὲρ αὐτῶν  εὔχεσθαι, καὶ δεομένους  βαπτίσματος  ἐπὶ τὰς ἐκείνων  τρέχειν  θύρας, οἴκοι δὲ καὶ ἐν ἀγοραῖς τοὺς τοσούτων  ἀγαθῶν  αἰτίους  ἡμῖν  καὶ διακόνους  μυρίοις  πλύνειν  ὀνείδεσιν,  ἢ ἑτέρων ὀνειδιζόντων ἀνέχεσθαι.Εἰ  μὲν  γὰρ  ἀληθῶς   κακὸς    πατὴρ,  πῶς  αὐτὸν  ἀξιόπιστον  εἶναι  νομίζεις διάκονον  τῆς τῶν φρικτῶν  ἐκείνων  μυσταγωγίας;  Εἰ δὲ ἀξιόπιστος ἐκείνων  εἶναί  σοι δοκεῖ   διάκονος,   τίνος   ἕνεκεν   ἀνέχῃ   κακῶς   ἑτέρων   λεγόντων    αὐτὸν,   καὶ   οὐκ ἐπιστομίζεις, οὐδὲ ἀγανακτεῖς, οὐδὲ δυσχεραίνεις, ἵνα παρὰ τοῦ Θεοῦ πολὺν τὸν μισθὸν ἀπολάβῃς, καὶ παρ' αὐτῶν ἐκείνων τῶν κατηγορούντων τὸν ἔπαινον; Κἂν γὰρ μυριάκις ὦσιν  ὑβρισταὶ,  πάντως   ἐπαινέσονταί   σε  καὶ  ἀποδέξονται   τῆς  περὶ  τοὺς  πατέρας κηδεμονίας· ὥσπερ, ἂν μὴ τοῦτο ποιῶμεν, ἅπαντες ἡμῶν καταγνώσονται,  καὶ αὐτοὶ οἱ κακῶς  λέγοντες.  Καὶ οὐ τοῦτο  μόνον  ἐστὶ τὸ δεινὸν,  ἀλλ' ὅτι καὶ ἐκεῖ τὴν  ἐσχάτην δώσομεν δίκην. Οὐδὲν γὰρ οὕτω τὰς Ἐκκλησίας λυμαίνεται,  ὡς τοῦτο τὸ νόσημα· καὶ καθάπερ  σῶμα μὴ  μετὰ  ἀκριβείας  συνδεδεμένον  τῇ  τῶν  νευρῶν  περιβολῇ,  πολλὰς τίκτει τὰς ἀῤῥωστίας, καὶ ἀβίωτον ποιεῖ τὸν βίον· οὕτω καὶ Ἐκκλησία, μὴ σφοδρᾷ καὶ ἀῤῥαγεῖ τῇ τῆς ἀγάπης ἁλύσει περιβεβλημένη, μυρίους τίκτει πολέμους, καὶ τὴν ὀργὴν τοῦ Θεοῦ αὔξει, καὶ πολλῶν  πειρασμῶν γίνεται ὑπόθεσις. Ἵνα οὖν μὴ ταῦτα συμβαίνῃ, μηδὲ τὸν  Θεὸν παροξύνωμεν,  καὶ  τὰ  ἡμέτερα  ἐπαυξήσωμεν  κακὰ, καὶ  τὴν  κόλασιν ἀπαραίτητον  παρασκευάζωμεν, καὶ πολλῆς  ἀηδίας πληρῶμεν  τὴν ζωὴν τὴν ἡμετέραν, πρὸς εὐφημίαν  τὴν γλῶτταν  μεταθέντες, τὸν ἑαυτῶν  καθ' ἑκάστην ἡμέραν περιεργαζώμεθα  βίον,  καὶ  τὴν  ἑτέρων  ζωὴν  τῷ  τὰ  ἀπόῤῥητα  μετὰ  ἀκριβείας  εἰδότι κρίνειν  ἐπιτρέψαντες,  αὐτοὶ τὰ ἑαυτῶν  ἁμαρτήματα  κρίνωμεν.  Οὕτω γὰρ καὶ τὸ τῆς γεέννης  δυνησόμεθα  διαφυγεῖν  πῦρ. Ὥσπερ γὰρ οἱ τὰ ἀλλότρια  πολυπραγμονοῦντες κακὰ,  τῶν  οἰκείων  οὐδένα  ποιοῦνται  λόγον·  οὕτως  οἱ  δεδοικότες  εἰς  τὸν  ἑτέρων παρακύψαι βίον, πολλὴν  ἑαυτοῖς τῶν πεπλημμελημένων ποιήσονται τὴν φροντίδα· οἱ δὲ τὰ ἑαυτῶν ἀναλογιζόμενοι κακὰ, καὶ ταῦτα καθ' ἑκάστην κρίνοντες τὴν ἡμέραν, καὶ δίκας ἑαυτοὺς ἀπαιτοῦντες, ἥμερον ἕξουσι τότε τὸν δικαστήν.Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα ὑπὸ  Κυρίου, Ἵν'  οὖν  διαφύγωμεν   τὴν  ψῆφον   ἐκείνην,   πάντα  τὰ  ἄλλα  ἀφέντες,περιεργαζώμεθα τὴν ἑαυτῶν ζωὴν, καὶ κολάζωμεν τὸν λογισμὸν τὸν ἁμαρτάνειν ἀναπείθοντα, καὶ κατανύττωμεν τὸ συνειδὸς, καὶ λόγον ἑαυτοὺς ἀπαιτῶμεν τῶν πεπραγμένων  ἡμῖν. Οὕτω γὰρ δυνησόμεθα  κοῦφον  τῶν  ἁμαρτημάτων  ποιήσαντες  τὸ φορτίον, συγγνώμης ἀπολαῦσαι πολλῆς, καὶ τὸν παρόντα βίον μεθ' ἡδονῆς διάγειν, καὶ τῶν  μελλόντων  ἐπιτυχεῖν  ἀγαθῶν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ  τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |