ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 45.Περι προνοίας και ειμαρμένης. Λόγος βʹ

Πέμπτη 16 Ιουνίου 2016

45.Περι προνοίας και ειμαρμένης. Λόγος βʹ


Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
45.Περι προνοίας και ειμαρμένης. Λόγος βʹ.
Ὁ κακολογῶν  πατέρα, ἢ μητέρα, θανάτῳ  τελευτάτω,  φησίν· ἐπὶ τῆς Παλαιᾶς ὁ νόμος ἔκειτο, ὅτε οὐ πολλὴ ἀρίστης πολιτείας  ἡ ἀκρίβεια, ὅτε εἰσαγωγὴ τοῦ θείου ἦν, ὅτε παιδικὰ τὰ παραγγέλματα, ὅτε τὸ γάλα, ὅτε ὁ παιδαγωγὸς, ὅτε ὁ λύχνος, ὅτε ὁ τύπος καὶ ἡ σκιά. Τί οὖν  ἂν  εἴποιμεν  περὶ  τῶν  νῦν  ἐν  τῇ χάριτι,  καὶ τῇ τῶν  πραγμάτων ἀληθείᾳ, καὶ τῇ τοσαύτῃ γνώσει, οὐχὶ πατέρα καὶ μητέρα κακολογούντων, ἀλλ' αὐτὸν τὸν τῶν  ὅλων  Θεόν; τίς τοὺς τοιούτους  δέξεται τιμωρία;  ποία τῷ μέτρῳ τῆς κακίας διαρκέσει κόλασις; ποῖος δὲ πυρὸς ποταμὸς, ποῖος σκώληξ ἀτελεύτητος,  ποῖον σκότος ἐξώτερον, ποῖα δεσμὰ, ποῖος βρυγμὸς, ποῖος κλαυθμός; Πάντα ἐλάττω τὰ βασανιστήρια, καὶ τὰ ὄντα καὶ τὰ μέλλοντα  τῆς οὕτω διακειμένης  ψυχῆς, τῆς πρὸς τοσοῦτον κακίας κατενεχθείσης.  Βλασφημίας δὲ τρόποι πολλοὶ  καὶ διάφοροι· διόπερ ἀναγκαῖον  αὐτοὺς ἐκθέσθαι τήμερον, ὥστε μήτε ἑκόντας τινὶ  τοιούτῳ  περιπεσεῖν, μήτε τινὰ τῶν φίλων, μήτε ἐχθρὸν περιπίπτοντα παριδεῖν. Οὐ γάρ ἐστιν, οὐκ ἔστι ταύτης ἁμαρτία χείρων, ἀλλ' οὐδὲ ἴση. ἀλλὰ καὶ προσθήκη κακῶν τοῦτό ἐστι, καὶ ὃ πάντα συγχεῖ, καὶ ἀσύγγνωστον ἔχει κόλασιν καὶ ἀφόρητον τιμωρίαν.Τίνες εἰσὶν οἱ τὸν Θεὸν κακῶς λέγοντες; 


Οἱ τῇ σοφίᾳ τῆς προνοίας αὐτοῦ τὴν ἐκ τῆς εἱμαρμένης ἀταξίαν καὶ ἀνάγκην ἐπιτειχίζοντες. Καὶ τὸ μὲν τοὺς ἀπίστους, καὶ πρὸς ξύλα καὶ λίθους  κεχηνότας,  καὶ θεραπεύοντας,  ταύτην  νοσεῖν τὴν νόσον, θαυμαστὸν οὐδέν·   τὸ   δὲ   τοὺς   ταύτης   μὲν   ἀπαλλαγέντας   τῆς   πλάνης   καὶ   τῆς   δουλείας, καταξιωθέντας  δὲ τὸν ἐπὶ πάντων  εἰδέναι Θεὸν, τὸν ἀληθῆ καὶ ὄντως Θεὸν, ὥσπερ ἔκ τινος παλιῤῥοίας, πρὸς ἐκείνην  ὑποσύρεσθαι τὴν ζάλην, τὸν λογισμὸν καὶ τὴν μανίαν, τοῦτό ἐστι τὸ δεινότατον,  καὶ πολλῶν  ὄντως δακρύων καὶ θρήνων  ἄξιον· ὅταν οἱ τὸν Χριστὸν λέγοντες  προσκυνεῖν, καὶ τοσούτων καταξιωθέντες  μυστηρίων, καὶ τῶν ἀποῤῥήτων  μετασχόντες  δογμάτων,  καὶ τῆς  σοφίας  τῆς  ἐξ οὐρανῶν  ἡμῖν κατενηνεγμένης, μετὰ τὴν τοσαύτην  τιμὴν  ἧς ἀπολελαύκασι  παρὰ τοῦ Θεοῦ, ἑκόντες ἑαυτοὺς κατακρημνίζωσι, τῆς μὲν ἐλευθερίας, ἣν αὐτοῖς ὁ Θεὸς ἐχαρίσατο, μετὰ πολλῆς ἀλογίας ἑαυτοὺς ἐκβαλόντες, δουλείᾳ δὲ χαλεπωτάτῃ ὑποβαλόντες ἑαυτοὺς, καὶ τυραννικωτάτην  τυραννίδα  τὴν  οὐκ  οὖσαν  ἀναπλάττοντες  διὰ  τῶν  λογισμῶν,  καὶ πᾶσαν  ἐλπίδα  χρηστὴν  ἐκκόπτοντες,  καὶ  τὰ  νεῦρα  τῶν  ὑπὲρ ἀρετῆς  ἐσπουδακότων ἐκτεμεῖν  ἐπιχειροῦντες.  Καθάπερ ἐν  πολέμῳ  στρατιώτας  γενναίους,  καὶ  τὴν  ψυχὴν αὐτὴν  ὑπὲρ  τῆς  πατρίδος  ἑτοίμους  ὄντας  ἐπιδοῦναι,  τῶν  ἐχθρῶν  τις  ἰδὼν,  καὶ  μὴ δυνηθεὶς   ἑτέρῳ  καταβλάψαι  τρόπῳ,  μηδὲ  ἀποστῆσαι τῆς  ὑπὲρ τοῦ  βασιλέως προθυμίας, μηδὲ ποιῆσαι δειλοὺς, μηδὲ μηχανήμασι  περιγενέσθαι,  ἑτέρως λυμήναιτο, πείθειν  ἐπιχειρῶν  ὡς εἰκῆ καὶ μάτην  καὶ ἐπ'  οὐδενὶ  τοσοῦτον  ἐπιδείκνυνται πόνον, ὥστε αὐτῶν ἐκλῦσαι τὰς χεῖρας, ὥστε αὐτῶν καταβαλεῖν  τὴν ῥώμην, ὥστε σβέσαι τὴν προθυμίαν,  ὥστε διὰ πάντων  τούτων  ἀποστῆσαι μὲν τῆς περὶ τὸν πόλεμον  σπουδῆς, γυμνοὺς δὲ καὶ ἀόπλους νομίσας, δεδεμένους αἰχμαλώτους  λαβεῖν· οὕτω καὶ ὁ διάβολος πεποίηκεν.  Ἐπειδὴ ἑώρα τῇ χάριτι  τοῦ Θεοῦ τὸ πλέον  τῆς οἰκουμένης  καταγελῶντας μὲν  τῆς  Ἑλληνικῆς  πλάνης,  παντὶ  δὲ θυμῷ  καὶ πάσῃ ψυχῇ  τὸν  ὑπὲρ τῆς  εὐσεβείας πρεσβεύοντας λόγον, εἶτα ἐκ τούτου πολλὴν  μὲν ἀρετῆς γιγνομένην σπουδὴν, πολλὴν δὲ ὑπεροψίαν κακίας, προελθεῖν μὲν καὶ φανερῶς εἰπεῖν, ἀπόστητε τοῦ Χριστοῦ, καταγελάσατε τῶν παρ' αὐτοῦ δογμάτων, μῦθός ἐστι τὰ ἐκείνου καὶ πλάνη, πονηρός τίς ἐστι καὶ ἀπάνθρωπος,  οὐ τολμᾷ· οἶδε γὰρ ταύτῃ  μᾶλλον  ἀποπηδήσοντας  αὐτοῦ  τῆς τυραννίδος,  καὶ μισήσοντας αὐτὸν μειζόνως. ∆ιὰ τοῦτο μὲν ἐξ εὐθείας οὐκ εἰσάγει τὴν κατηγορίαν, κύκλῳ δὲ περιιὼν, ὑποσπείρει λάθρα τὸν ἰὸν τῶν δυσσεβῶν δογμάτων, τὸ μὲν δοκεῖν ἀφεὶς  μένειν  ἐν τῇ πίστει, τῇ δὲ ἀληθείᾳ, πρόῤῥιζον αὐτὴν  ἀνασπῶν,  καὶ πάντα καταλύων  τῆς ἀληθείας τὰ δόγματα, καὶ πολλὴν  τοῦ Θεοῦ καταχέων  διαβολὴν παρὰ τοῖς πειθομένοις.  ∆ιὰ τοῦτο αὐτῷ τὸ δηλητήριον  τοῦτο, καὶ τὰ θανατηφόρα  τῆς εἱμαρμένης κατεσκεύασται φάρμακα, ἵνα πάντα ἅπερ εἶπον λάθρα εἰσαγάγῃ, ἵνα κενὸν ἡμῶν δείξῃ τὸ φρόνημα καὶ τὴν πίστιν κενὴν, ἵνα πονηρὰν περὶ τοῦ Θεοῦ πείσῃ τοὺς ἀνθρώπους  ψῆφον  ἔχειν· ὅπερ οὖν  καὶ  ἐν  ἀρχῇ  πεποίηκεν  ἐπὶ  τοῦ  Ἀδὰμ, καθάπερ βάσκανόν τινα καὶ φθονερὸν διαβαλὼν τὸν Θεόν. Μόνον γὰρ οὐχὶ οὕτως ἔλεγεν δι' ὧν παρῄνει· ᾔδει, φησὶν, ὁ Θεὸς ὅτι ἀνοιγήσονται  ὑμῶν οἱ ὀφθαλμοὶ,  ᾔδει ὅτι ἔσεσθε ὡς θεοὶ, ἐφθόνησεν ὑμῖν, ἐβάσκανεν ὑμῖν μείζονος τιμῆς . Εἰ γὰρ  καὶ  μὴ  προσετίθει  ταῦτα  τὰ  ῥήματα,  ταῦτα  αὐτοῖς  ἀφ'  ὧν  ἔλεγεν ὑποπτεύειν  ἐδίδου.  Καὶ ὅρα τὴν  κακουργίαν.  Ἀνατρέψας  τοῦ  Θεοῦ τὴν  ψῆφον,  καὶ εἰπὼν ὅτι μεγάλα αὐτοῖς ἀγαθὰ ἔσται μὴ πειθομένοις αὐτῷ, οἷον, ἄνοιξις ὀφθαλμῶν καὶ ἰσοθεΐα, καὶ γνῶσις ἠρτημένη, οὐκέτι προσέθηκεν ὅτι πονηρὸς ὁ τούτων ἀπείργων, ἵνα μὴ  δόξῃ  καθάπερ  ἐχθρός  τις  καὶ  πολέμιος  λέγων   ἀπολογεῖσθαι,  ἀλλὰ  πρόσωπον συμβούλου καὶ κηδεμόνος  ὑποδὺς, εὐπαράδεκτον  ποιήσῃ τὴν κακὴν παραίνεσιν· ὃ δὴ καὶ γέγονεν.  Οὐ  δὲν γὰρ ἕτερον ἤθελε κατασκευάσαι δι' ὧν ἔλεγεν, ἀλλ' ἢ ὅτι ἀπόστητε  τοῦ  Θεοῦ  τοῦ  πεποιηκότος·  βάσκανός  ἐστι  καὶ  φθονερὸς,   φθονεῖ   τῶν μειζόνων  ὑμῖν  ἀγαθῶν.  Ἀλλὰ  ταῦτα  φανερῶς  μὲν  οὐκ ἔθηκε  τὰ ῥήματα· ἦ γὰρ ἂν, ὑποπτεύσαντες   αὐτὸν   εἶναι   ἐχθρὸν,   ἔφυγον·  ἀφεὶς   δὲ  εἰπεῖν   αὐτοῖς   ταῦτα   καὶ περιστείλας, τὴν ὀλεθρίαν ταύτην εἰσήγαγε συμβουλήν. Οὕτω δὴ καὶ νῦν οὐ λέγει μὲν, ἀπόστητε τοῦ Χριστοῦ, ὡς κατεγνωσμένων τῶν θείων δογμάτων· οἶδε γὰρ ὅτι ἐψεύδετο καὶ οὐκ ἐπιστεύετο· κακούργως δὲ δοκεῖ μὲν ἡμᾶς ἀφεῖναι  ἐν τούτοις, καὶ συγχωρεῖν πρὸς  τὴν  ἀλήθειαν,   ἑτέρως  δὲ  οὐκ  εἰδότας  αὐτοὺς  ἐξαιρεῖ  τῆς  αἰωνίου   ταύτης κληρονομίας· ὥσπερ ἂν εἴ τις παῖδα γνήσιον καὶ ἐλεύθερον, ἁπλοῦν τινα καὶ ἀπόνηρον, τῇ δεξιᾷ μὲν κατέχων  μὴ ἐκβάλοι τῆς πατρικῆς οἰκίας, παραινοῖ δὲ αὐτῷ ποιεῖν δι' ὧν καὶ ἑκὼν  καὶ ἄκων  ἐκπεσεῖται  τῶν  πατρικῶν  ἁπάντων.  Οὐ γάρ ἐστιν, οὐκ ἔστι τὸν εἱμαρμένῃ   προσέχοντα,  δυνηθῆναι   τῶν   οὐρανῶν   ἐπιτυχεῖν,   μᾶλλον   δὲ  οὐκ  ἔστι δυνηθῆναι  τὴν  γέενναν  καὶ  τὴν  κόλασιν  ἐκφυγεῖν·  ἀπεναντίας  γὰρ  τοῖς  τοῦ  Θεοῦ δόγμασιν ἅπαντας πείθεσθαι ἐπιτάττει. Ὁ Θεὸς λέγει, Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ  τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε,  μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Εἶδες πῶς ὁ Θεὸς φθέγγεται  καὶ ποίους τίθησι νόμους; Ἄκουσον καὶ τῆς εἱμαρμένης, πῶς φθέγγεται, καὶ πῶς ἐναντίους  εἰσάγει θεσμοὺς, καὶ μάθε, πῶς  ἐκεῖνα  μὲν ὑπὸ θείου  Πνεύματος  εἴρηται,  τὰ δὲ ταύτης  ὑπὸ πονηροῦ δαίμονος  καὶ θηρός τινος  ἀνημέρου. Εἶπεν ὁ Θεὸς, Ἐὰν θέλητε,  καὶ ἐὰν μὴ θέλητε, κυρίους ἡμᾶς ποιῶν  ἀρετῆς καὶ κακίας, καὶ ἐπὶ τῇ γνώμῃ  τῇ ἡμετέρᾳ τιθείς. Ἐκεῖνος δὲ τί φησιν; Ὅτι τὸ εἱμαρμένον  οὐ δυνατὸν  ἐκφυγεῖν,  κἂν θέλωμεν,  κἂν μὴ θέλωμεν.  Ὁ Θεὸς λέγει·  Ἐὰν  θέλητε,  τὰ  ἀγαθὰ  τῆς  γῆς  φάγεσθε·  αὐτὴ  λέγει,  κἂν θέλωμεν,  μὴ ᾖ δὲ ἡμῖν δεδομένον, οὐδὲν ὄφελος τοῦτο θέλειν. Ὁ Θεὸς λέγει, Ἐὰν μὴ θέλητε προσέχειν τοῖς λόγοις μου, μάχαιρα ὑμᾶς κατέδεται· αὐτὴ λέγει, ἂν μὴ θέλωμεν, ᾖ δὲ ἡμῖν δεδομένον, πάντως σωζόμεθα. Οὐ ταῦτα ἡ εἱμαρμένη φησί; Τί γένοιτο ἂν οὖν τῆς μάχης ταύτης σαφέστερον; τί τοῦ πολέμου φανερώτερον  τούτου, ὃν ἀναισχύντως οὕτω πρὸς τὰ θεῖα λόγια εἵλοντο οἱ τῆς πονηρίας διδάσκαλοι δαίμονες; Ἀλλ' ὅπερ ἔφην, τὸ  μὲν  δαίμονας   καὶ  ἀνθρώπους   ἄλλους   δαίμονας,   τοὺς  Ἕλληνας   λέγω,   ταῦτα πείθεσθαι, θαυμαστὸν οὐδέν· τὸ δὲ ὑμᾶς οὕτω θείας καὶ σωτηρίου διδασκαλίας ἀπολαύοντας,  ἀτιμάζειν  μὲν  ταῦτα,  προστρέχειν  δὲ  ἐκείνοις  τοῖς  ἀλογωτάτοις,  καὶ ψυχῆς ἀπώλειαν  ἔχουσι, τοῦτό ἐστι τὸ πάντων  χαλεπώτερον.  Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν;  Ἐμοὶ τέως  πρὸς  ὑμᾶς  ἐστιν    λόγος,  τὰ  μέλη  τοῦ  Χριστοῦ, τὰ  τέκνα  τῆς Ἐκκλησίας, τοὺς  ἐν  τῷ  πατρικῷ  οἴκῳ  παιδευομένους,  τοὺς  οὐρανίων  ἀπολαύοντας διδαγμάτων, τοὺς τοσαύτῃ τιμηθέντας τιμῇ. ∆ιὰ τοῦτο στένω, διὰ τοῦτο δακρύω καὶ θρηνῶ· θρήνων γὰρ ὄντως ἄξια, ὅταν τις μηδὲ συγγνώμης ἄξια πίπτῃ πτώματα. Ποία γὰρ, εἰπέ μοι, συγγνώμη, ὅταν ἀποφαίνηται Θεὸς καὶ δαίμονες ἀντιφθέγγωνται, καὶ ἀξιοπιστότερα δόξῃ παρὰ τῶν οἰκείων τοῦ Θεοῦ τὰ παρ' ἐκείνων  λεγόμενα; Μὴ γὰρ λογισμοὺς κινοῦμεν  νῦν, ἀλλὰ τέως τὴν ἰταμότητα  τῶν  ἐκείνοις  πειθομένων  δείξομεν.  Ὁ Θεὸς λέγει,  Παρέθηκά σοι πῦρ καὶ ὕδωρ, τὴν ζωὴν καὶ τὸν θάνατον, οὗ ἐὰν θέλῃς ἔκτεινόν σου τὴν χεῖρα· ὁ δαίμων λέγει, ὅτι οὐκ ἔστιν ἐν σοὶ τὸ ἐκτείνειν τὴν χεῖρα, ἀλλ' ἀνάγκῃ τινὶ καὶ βίᾳ. Καὶ ἀξιοπιστότερα εἶναί  σοι δοκεῖ, καὶ οὐ τὸ μέσον τῶν  συμβουλευόντων  νοεῖς,  ὅτι  ὁ μὲν  Θεὸς, ὁ δὲ δαίμων· οὐ τῆς συμβουλῆς τὸ διάφορον ἐξετάζεις, ὅτι τὸ μὲν σωτήριον καὶ πρὸς ἀρετὴν καλεῖ, τὸ δὲ ὄντως καὶ δαιμονικὸν  καὶ πρὸς κακίαν καὶ πονηρίαν· οὐ τὰ παρὰ τοῦ Θεοῦ σοι γεγενημένα, καὶ τὰ παρὰ τοῦ δαίμονος σκοπεῖς, ὅτι ὁ μὲν οὕτω σε ἐφίλησεν, ὡς καὶ τὸν Μονογενῆ δοῦναι ὑπὲρ σοῦ, οὗ τιμιώτερον οὐδὲν ἦν τῷ Πατρὶ, καὶ ἔτι φιλεῖ, ὡς καὶ παρακαλεῖν σε διὰ τῶν ἀποστόλων ὑπὲρ τῆς σῆς σωτηρίας, καὶ πάντα ποιεῖ· ὁ δὲ οὕτως ἐμίσησε καὶ μισεῖ, ὡς διὰ πάντων  σοι πολεμεῖν  καὶ μὴ μόνον οὐδὲν διδόναι  χρηστὸν, ἀλλὰ καὶ ὧν ἔλαβες παρὰ τοῦ Θεοῦ, καὶ τούτων πειρᾶσθαι ἐκβάλλειν· ὁ μὲν ἀγγέλοις σε ἴσον  ποιῆσαι  ἐσπούδασεν,    δὲ  τῶν  χαμαὶ  βαδιζόντων   ἀτιμότερόν  σε κατέστησεν, αὐτούς τε σὲ προσκυνεῖν ἀντέπεισεν· ὁ μὲν εἰς βασιλείαν οὐρανῶν ἕλκει καὶ τὰς ἄλλας τιμὰς,  ὁ δὲ καὶ  τῆς  ἐνταῦθά  σοι δοθείσης  ἐφθόνησε,  καὶ  οὐ πρότερον  ἀπέστη, ἕως ἐξέβαλεν. Εἰ γὰρ καὶ τὰ δόγματα οὐ δύνασθε αὐτοῦ συνορᾷν, καίτοι ἡλίου σαφέστερα τοῖς μὴ νωθεστέροις ἐστίν· οὕτω καὶ ταῦτα τὰ τοῦ Θεοῦ πρόδηλον ἔχει τὴν ἀρετὴν καὶ τὴν σωτηρίαν, κἀκεῖνα τὴν κακίαν· ἀλλ' ὅμως εἰ πρὸς αὐτὰ μὴ δύνασθε συνιδεῖν, κἂν ἀπὸ τῶν συμβουλευόντων  μάθετε τὸ σωτήριον καὶ τὸ βλαβερόν. Πῶς γὰρ οὐκ ἄτοπον ἐπὶ μὲν τῶν ἄλλων  πραγμάτων  ταύτῃ κεχρῆσθαι τῇ γνώμῃ, κἂν μὲν ἰατρὸς δώσῃ τινὶ σιτίον, μὴ περιεργάζεσθαι, ἀλλ'  ὡς ὑγιείας  ποιητικὸν  δέχεσθαι, ἂν δὲ φαρμακὸς  καὶ γόης, μὴ πολυπραγμονεῖν,  ἀλλ' ὡς δηλητήριον καὶ βλαβερὸν ἀποστρέφεσθαι· ἐπὶ δὲ τοῦ Θεοῦ μηδὲ  τούτῳ  κεχρῆσθαι  τῷ  μέσῳ;  καίτοι  τοσούτῳ  πλέον  τὸ  μέσον  Θεοῦ καὶ δαίμονος, ἢ ἰατροῦ καὶ φαρμακοῦ, ὅσον οὐδὲ ἔξεστιν εἰπεῖν, οὐδὲ νῷ παραστῆσαι καὶ λόγῳ. Πῶς οὖν οὐκ ἐσχάτης ἀτοπίας, ἔνθα μὲν ἐλάχιστον τὸ διάφορον τῶν παρεχόντων τὰ σιτία, μὴ πολυπραγμονεῖν,  ἀλλὰ τῇ ποιότητι  τῶν προσώπων ἀντὶ πάσης κεχρῆσθαι διδασκαλίας·  ἔνθα  δὲ τοσοῦτον  τὸ μέσον τῶν  συμβουλευόντων,  λόγου  χρείαν  ἔχειν πρὸς τὸ μαθεῖν, ὅτι τὸ μὲν σωτήριον, τὸ δὲ βλαβερόν; Μὴ, παρακαλῶ, μὴ τῶν ἀλόγων ὦμεν ἀλογώτεροι,  ἀλλ' ἀποπηδῶμεν,  καὶ μὴ ἐπικλίνωμεν τὰς ἀκοάς· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι  κακαί· καὶ συγγνώμης  οὐκ ἔστι τυχεῖν  τοὺς ἀπατηθέντας.  Τίνος γὰρ ἕνεκεν,  ἂν μὲν λοιμικὸν  χωρίον  ἴδῃς καὶ ἐπίνοσον,  φεύγεις  τὴν  ἐκεῖ διατριβὴν,  κἂν μυρία σε ἕλκῃ πρὸς τὴν οἴκησιν ἐκείνην,  πάντων  τὴν τοῦ σώματος ὑγίειαν  προτιθείς· ὅταν  δὲ λόγου  τοῦ λοιμώδους  τινὲς  ὦσιν ἐμπεπλησμένοι,  καὶ νοσήματος, οὐχὶ σῶμα  διαφθείροντος μόνον, ἀλλὰ καὶ ψυχὴν ἀπολλύντος, καὶ χείρω καὶ φαυλοτέραν ἐργαζομένου, οὐκ ἀποπηδᾷς; Ἄκουσον, φησί τις σοφὸς ἀνὴρ, μὴ στήσῃς, ἀλλ' ἀποπήδησον,  μὴ  ἐγχρονίσῃς,  καὶ  τὴν  βραχυτάτην   ἐν  τούτοις  δεδοικὼς  διατριβήν.Ταῦτα δὲ λέγομεν, οὐ τὴν ἰσχὺν τῶν παρ' ἐκείνοις δογμάτων  δεδοικότες, ἀλλὰ τὴν ὑμετέραν  ἀσθένειαν  φοβούμενοι.  Ἡμῖν γὰρ τῇ τοῦ Θεοῦ χάριτι  ἀραχνίων ἀσθενέστερα τὰ ἐκείνων  φαίνεται,  τοῖς τεθεμελιωμένοις τῇ πίστει, κἂν μυριάκις ἡμῶν ἐπᾴδωσι τὰς ἀκοὰς, τοσούτῳ πλείω  τὸν γέλωτα  ὀφλισκάνουσι  παρ' ἡμῶν, καθάπερ οἱ μεμηνότες   καὶ   τῶν   οἰκείων   φρενῶν   ἐξεστηκότες·   τὴν   δὲ   ὑμετέραν   ἀσθένειαν δεδοίκαμεν.  Οὐ κατὰ  πάντων   λέγω  τὰ  εἰρημένα,  ἀλλὰ  κατὰ  τῶν  ὑπευθύνων   τοῖς λεγομένοις  ὄντων. Ἐπεὶ καὶ Παῦλος, ὁ πάντων  κρατῶν, οὐχὶ διδασκαλίαν μόνον, ἀλλὰ καὶ  κατὰ  τῶν   ἀλλοτρίων   ἐπιδεικνὺς   τῷ   μαθητῇ   Τιμοθέῳ   τὰς  λογομαχίας,   τὰς κενοφωνίας περιίστασθαι παραινεῖ. Ὀλίγος ἐστὶν ὁ τῆς ζωῆς ἡμῶν χρόνος, βραχὺ τὸ τῆς σωτηρίας ἐφόδιον. Ἂν οὖν αὐτὸν τὸν βραχὺν χρόνον τὸν δοθέντα ἡμῖν πρὸς τὸ μαθεῖν τι τῶν  χρησίμων,  εἰς περιττὰς  καὶ ἀνονήτους  καὶ βλαβερὰς ἀναλώσωμεν  ἀκροάσεις, πότε  λοιπὸν  εὐπορήσομεν  ἑτέρου  πρὸς  τὸ  μαθεῖν  τὰ  ἀναγκαῖα  καὶ  κατεπείγοντα; Μάλιστα μὲν γὰρ, εἰ καὶ μακρὸς ἦν, πάντα αὐτὸν εἰς τὰ χρήσιμα ἀναλίσκειν  ἔδει· ὅταν δὲ καὶ  ὀλίγος  ᾖ καὶ  βραχὺς,  πῶς  οὐκ  ἐσχάτης  ἀνοίας  τὴν  ὀλιγότητα  αὐτοῦ  εἰς  τὰ διαφθείροντα  δόγματα τὴν ψυχὴν  τὴν ἡμετέραν δαπανᾷν; Τί σοι χρεία φαρμάκου; μὴ δέξῃ πληγὴν,  μὴ τὸν χρόνον  ἀναλώσῃς  εἰς τὸ θεραπεύειν,  ἃ λαμβάνεις  παρ' ἑτέρων, καὶ ἔχεις· ἀπὸ τῶν θείων Γραφῶν τὸ ὑγιὲς συγκρότει, κἂν προσέλθῃ τις ἕτερόν τι  λέγων,   ἀπόφραξον  τὰ  ὦτα,  ἀποπήδησον  εὐθέως,  μὴ  ἐγχρονίσῃς.  Καὶ εἰ,  κατὰ βασιλέων  συλλόγου  γενομένου,  οὐκ  ἂν  ἠνέσχου  μετασχεῖν  τοῦ  συνεδρίου,  ὡς  τῇ κοινωνίᾳ  τῆς ἀκροάσεως, εἰ καὶ μὴ συγκατάθεσις γένοιτο, κινδυνεύσων  πάντως· ὅταν κατὰ  Θεοῦ  λέγηταί   τι,  καὶ  δόγμα  τῆς  αὐτοῦ  γέμον  κατηγορίας  γυμνάζηται,   οὐκ ἀποφεύξῃ, οὐ μισήσεις τὴν βλάσφημον γλῶτταν,  οὐκ ἐμφράξεις τὰ ἄθεα στόματα; Καὶ πῶς  δυνήσῃ  μετὰ  παῤῥησίας  εὔχεσθαι  τὸν  Θεὸν,  ταῖς  διαβολαῖς  ταῖς  κατ'  αὐτοῦ κοινωνῶν;  Μὴ, παρακαλῶ. Ταῦτά μοι οὐ πρὸς τοὺς παρόντας  εἴρηται, μᾶλλον  δὲ καὶ πρὸς τοὺς παρόντας. Εἰ γὰρ καὶ ὑμεῖς ἀνεύθυνοι, ἀλλ' οὕστινας ἴστε ταύτην νοσοῦντας τὴν νόσον, τούτοις καὶ ἑτέροις πλείοσιν ἐπαντλᾶτε ῥήμασιν, ὥστε πρόῤῥιζον ἀνασπάσαι τὸ κακόν. Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων καὶ φίλων  τοῦ Θεοῦ οὐ γὰρ δὴ τοσοῦτον ἡμῶν ἰσχύει τὰ ῥήματα, ὅσον τῆς ἐκείνων  εὐχῆς ἡ παῤῥησία, γένοιτο  πάντας ἡμᾶς, καὶ ὅσοι πρὸς τὸ πλήρωμα τῆς Ἐκκλησίας συντελοῦσι, τούτων  ἀπαλλαγέντας  τῶν κακῶν, μετὰ παῤῥησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ᾧ ἡ δόξα. Ἀμήν.



46.Περι ειμαρμένης και προνοίας  λόγος γʹ.

Οἶδα πρῴην  περὶ  εἱμαρμένης  εἰπὼν  πρὸς  τὴν  ὑμετέραν  ἀγάπην,  ἀλλ' οὐδὲν κωλύει  καὶ τήμερον  περὶ τῆς  αὐτῆς  ὑποθέσεως  γυμνάσαι  τὸν  λόγον·  οὐκ ἐπειδὴ  τὸ πάθος ἐστὶν ἰσχυρὸν, ἀλλ' ἐπειδὴ ἡ ῥᾳθυμία ἡμῶν ἐστιν ἄφατος, ἡ καὶ τὰ μικρὰ μεγάλα ποιοῦσα τῶν νοσημάτων. Ἐπεὶ καὶ τυφλῷ δῆλόν ἐστι φύσει, ὅτι τὸν πιστὸν οὐδὲ λόγων οὐδὲ διδασκαλίας  δεῖσθαι χρὴ πρὸς τὴν  τοῦ κακοῦ τούτου  φυγήν.  Καθάπερ γὰρ τὸν οἰκοῦντα  τὴν  καθ' ἡμᾶς οἰκουμένην,  καὶ νόμοις  πολιτευόμενον τοῖς  παρ' ἡμῖν,  καὶ βασιλεῦσιν ὑποτεταγμένον τοῖς αὐτοῖς, οὐ δεῖ πείθειν, ὅτι τὴν Περσικὴν πολιτείαν ἐν τῇ ἡμετέρᾳ  εἰσάγειν  οὐ χρὴ, ἀλλ'  ἀπαγορεύειν  μόνον·  οὕτω  δὴ καὶ  ἐνταῦθα.  Τῶν  γὰρ ἁμαρτημάτων τὰ μέν ἐστι λόγου δεόμενα καὶ διδασκαλίας, τὰ δὲ οὕτω φανερὰ καὶ δῆλα, ὡς φόβῳ καὶ τιμωρίᾳ μόνῃ κωλύεσθαι· οἷον τὸ φονεύειν,  τὸ μοιχεύειν, τὸ κλέπτειν, οὐ δεῖται  λόγων·  δι' ὅπερ καὶ  ὁ νομοθέτης  οὐχὶ  διδασκαλίαν  ὑπὲρ  τούτων  συντέθεικε περιηχοῦσαν ἡμᾶς, ὅτι τὸ πρᾶγμα πονηρόν· προκατειλήφει  γὰρ ἡμᾶς τῷ λογισμῷ· ἀλλὰ μόνον ἀπηγόρευσεν, οὐ μοιχεύσεις, οὐ φονεύσεις.Ὅταν   δὲ   περὶ   χηρῶν   ὑπεροψίας   καὶ   παρακαταθηκῶν    κακουργίας   ἡμῖν διαλέγηται, καὶ λογισμοὺς τίθησιν, Ἐλέησον τὴν χήραν, φησὶ, καὶ τὸν προσήλυτον· καὶ γὰρ καὶ σὺ προσήλυτος ἦσθα ἐν γῇ Αἰγύπτῳ. Τὸ σάββατον ἀργίᾳ τίμα, φησίν· εἶτα καὶ λογισμὸν  τίθησιν.  Τὸ τοίνυν  εἱμαρμένης  ἀπέχεσθαι,  οὐ τούτων  ἐστὶ τῶν  δεομένων λογισμοῦ, ἀλλ' ἐκείνων τῶν δήλων. Ὥσπερ γὰρ δῆλον ὅτι πονηρὸν τὸ φονεύειν  καὶ τὸ μοιχεύειν  φαῦλον,  οὕτω  δῆλον  ὅτι  τὸ προσέχειν  εἱμαρμένῃ  πονηρὸν  καὶ ἀπηγορευμένον.  Μὴ γὰρ  ἀπὸ τῶν  πειθομένων   νομίζετε  αὐτὸ  εἶναι  τῶν  μὴ κεκωλυμένων·   ἐπεὶ  καὶ  φόνος  τολμᾶται,  καὶ  κεκώλυται  παρὰ  τοῖς  νόμοις,  καὶ  αἱ μοιχεῖαι καὶ αἱ ἁρπαγαὶ τῶν ἀπηγορευμένων  εἰσὶ, καίτοι δρωμένων  παρὰ τῶν πολλῶν. Ἐπεὶ ὅτι γε τῶν κεκωλυμένων ἐστὶν, ὥσπερ ὁ φόνος, παρὰ τοῖς νόμοις αὐτοῖς τοῖς τῶν Ἑλλήνων,  τὸ τῇ γενέσει πείθεσθαι, παρελθών  τις τῶν  μοιχευσάντων  τὴν  τοῦ δεῖνος γυναῖκα, κατηγορούμενος  ἐν δικαστηρίῳ λεγέτω, ὅτι οὐκ ἐγὼ, ἀλλ' ἡ γένεσις· ἐγὼ μὲν γὰρ  σωφρονεῖν   ἐβουλόμην,   ἐκείνη   δέ  με  ὦσε  καὶ  ἐνέβαλεν·   ἆρα  οὐ  διὰ  τοῦτο χαλεπωτέραν  δώσει δίκην, ὡς καταγέλαστα ἀπολογούμενος; ἆρα συγγνώμης  τεύξεταί τινος; Οὐδαμῶς. Καὶ μὴν ἐχρῆν κατ' ἐκείνους. Εἰ γὰρ γενέσει πάντα καὶ οὐ προαιρέσει γίνεται, ταύτης μείζων οὐκ ἔστιν ἀπολογία. Εἰ μὲν γὰρ κυρία καὶ δυνατωτέρα  ἐστὶ τῆς γενέσεως ἡ προαίρεσις, οὐκ ἂν εἴη γένεσις· εἰ κἂν μυρία μηχανήσηταί  τις, ἀνάγκη  τὰ ἐπιτάγματα τὰ ἐκείνης πληροῦσθαι, μάτην οὗτος κολάζεται, καὶ οὐ τεύξεται συγγνώμης· ἀλλ' οὐδεὶς αὐτοῦ οὔτε ἀπολογουμένου,  οὔτε τυχόντος  συγγνώμης  ἀκούσεται· οὕτω παρὰ πᾶσι τὸ πρᾶγμα διαβέβληται,  καὶ μῦθος εἶναι  καὶ λῆρος δοκεῖ. Πολλοί τε τῶν ἀρχόντων  καίτοι γε εἰ παρὰ ἀνθρώπου  πάθοι βίαν, ἀρκεῖ πρὸς ἀπολογίαν  αὐτὸ τοῦτο ἐγκαλουμένῳ,  μᾶλλον  οὐδὲ ἔγκλημα λοιπὸν  εἶναι δοκεῖ, πολλοὶ γοῦν τῶν ἀρχόντων, ἐπὶ  φόνοις  ἀδίκοις  κατηγορηθέντες,  δίκην  ἔδοσαν, τοὺς  δὲ δημίους  τοὺς διακονουμένους   τῷ   φόνῳ,   καὶ   αὐτόχειρας   γεγενημένους   τῆς   σφαγῆς,   οὐδὲ  εἰς δικαστήριον ἑλκύσαι τις, ἀλλ' οὐδὲ ζητῆσαι, τὴν ἀρχὴν, τῆς ἀνάγκης ὑπὲρ αὐτῶν ἀπολογουμένης,  καὶ  τοῦ  τῆς  ἀρχῆς  ἀξιώματος,  καὶ  τοῦ  τῆς  ὑποταγῆς  φόβου.  Εἶτα ἀνθρώπῳ μὲν ἴσασι συγγινώσκειν, ὑπ' ἀνθρώπου τοῦ ὁμοφύλου καὶ ὁμογενοῦς καταναγκαζομένου· τῷ δὲ ὑπὸ εἱμαρμένης οὐχὶ πολλῷ μᾶλλον συγγινώσκειν ἐχρῆν; Καὶ γὰρ διαδρᾶναι ἔδει. Ἐκείνης δὲ, ὥς φασιν, οὕτως ἀμήχανος ἡ ἀρχὴ, ὡς κἂν εἰς ἔρημον, κἂν εἰς θάλασσαν, κἂν ὅπου τις ἀφίκηται,  τὰ νοήματα αὐτῆς οὐ διαφεύξεται. Πῶς οὖν οὐκ ἄτοπον τὸν μὲν ὑπὸ βαρβάρων βίας ἀγχόμενον, πλείστης συγγνώμης ἀπολαύειν, ὡς μηδὲ ἐγκαλεῖσθαι τὴν ἀρχὴν, τὸν δὲ ὑπὸ δυνατωτέρας, ὥς φασι, δυνάμεως καταναγκαζόμενον,  δίκην διδόναι, καὶ μηδὲ λόγου μεταδιδόναι  πρὸς ἀπολογίαν  αὐτῷ τοιαύτην; Οὐδεὶς γάρ  ποτε  προβαλλόμενος  εἱμαρμένην  ἀπέφυγεν,  οὐκ  ἐν  δικαστηρίοις κακοῦργος,  οὐκ ἐν  οἰκίᾳ  οἰκέτης,  οὐκ εἰς διδασκαλεῖον  παῖδες,  οὐκ ἐν  ταῖς  τέχναις μαθηταὶ, ἐν οἷς ἂν διαμάρτωσι. Πῶς οὖν τινες  εἱμαρμένην  πρεσβεύουσιν ἀτιμάζοντες αὐτὴν,  καὶ  τῇ  ὑπ'  αὐτῆς  ἀνάγκῃ  οὐδεμιᾶς  μεταδιδόντες  συγγνώμης;  Οὕτω τῇ  μὲν ἀληθείᾳ,  καὶ  τῷ  συνειδότι  σφόδρα πεπείκασιν  ἑαυτοὺς,  ὅτι  μῦθος  τὸ πρᾶγμά  ἐστιν. Ὅταν δὲ εἰς ἁμαρτήματα ἐμπέσωσι χαλεπὰ, ἕτερον αὐτοῖς προστιθέασι πάλιν, ὡς ταύτῃ διαφευξόμενοι  τὴν ἀποκειμένην  αὐτοῖς δίκην, ἀλλ' οὐ χαλεπώτερον  αὐτὴν δώσοντες. Οὐ γὰρ οὕτω τὸ ἁμαρτάνειν  χαλεπὸν, ὡς τὸ μετὰ τὴν ἁμαρτίαν ἀναισχυντεῖν,  καὶ τὸν Θεὸν διαβάλλειν  ὑπὲρ τῶν οἰκείων κακῶν. Τοῦτο πάσης ἁμαρτίας χεῖρον· ὅπερ οὖν καὶ ὁ  διάβολος  ἐσπούδασεν,  ὡς  μὴ  μόνον  ῥᾳθύμους  ἡμᾶς  γενέσθαι  πρὸς  ἀρετὴν  καὶ προχείρους  εἰς κακίαν,  ἁπάντων  τὴν  αἰτίαν  ἀνατιθέναι  τῷ  Θεῷ, ἀλλὰ  καὶ μετὰ τοῦ βλάσφημον ἡμῶν καὶ τὴν ψυχὴν καὶ τὴν γλῶτταν  ἐργάσασθαι, ἀπολογίας προσχήματι, σοῦ Θεοῦ κατηγοροῦντας,  καὶ τῶν  μὲν ἐργαζομένων  ἡμῶν  αὐτῶν  ἀποσκευαζομένους τὴν διαβολὴν, εἰς δὲ τὸν οὐκ ὄντα αἴτιον μετατιθέντας  τὴν κατηγορίαν. Καίτοι κἂν ἐπ' ἀνθρώπων τις τοιοῦτόν τι φανῇ τολμήσας, ἀρκεῖ τοῦτο μόνον εἰς κατηγορίαν αὐτοῦ καὶ ἀπώλειαν. Ὅταν γὰρ ἕτερον συκοφαντῇ ὁ μηδὲν ἐργασάμενος δεινὸν, τῶν δεδρακότων τὸ τόλμημα  τιμωρίᾳ  ἐνέχεται.  Ὅρα οὖν  πόσα κακὰ συνέστησεν ὁ διάβολος  ἀπὸ τῆς εἱμαρμένης· ὑπεροψίαν  ἀρετῆς· ἐκλύει γὰρ ψυχὴν  κἂν σφόδρα πρόθυμος ᾖ πρὸς τοὺς ὑπὲρ αὐτῆς ἱδρῶτας, ὅταν πείσῃ, ὅτι τῶν γενομένων  οὐδέν ἐστιν ἐφ' ἡμῖν εὐέμπτωτον πρὸς πονηρίαν  ἔργον. Ὅταν γὰρ μάθῃ τις ὅτι μοιχεύων  ἢ φονεύων,  καὶ τοίχους διορύττων,  οὐκ ἔστιν ἐγκλήματος  ἄξιος, οὐ παύσεται, καθάπερ ἐπὶ κατάντους  χωρίου, μετὰ προθυμίας φερόμενος τῆς προνοίας ποιεῖν συκοφάντας, καὶ συκοφάντης γενέσθαι κατὰ τοῦ Θεοῦ· οὗ τί γένοιτο ἂν χεῖρον, εἰπέ μοι, κακόν; Φεύγωμεν τοίνυν,  ἀγαπητοὶ, τὴν  εἰδωλολατρείαν  ταύτην·  ὄντως   θάνατός  ἐστιν  ἐν  τῷ  λέβητι,  καὶ  πάντα  τὸν ἀρυσάμενον  ἐντεῦθεν  κἂν  μικρόν  τι  τῶν  διεφθαρμένων δογμάτων  ἀνάγκη  πάντως ἀποθανεῖν, εἰ μὴ παλινδρομήσειε, καὶ τῆς ὑγιείας ἀπολαύσειε τῆς καθαρᾶς. Ἵν' οὖν μὴ μετὰ  ταῦτα  ἀνόνητα   θρηνῶμεν,   ὅταν  τῆς  μετανοίας  ἡμῖν    προθεσμία  μετὰ  τὴν ἐντεῦθεν ἀποδημίαν ἐκκοπῇ, ἕως ἐσμὲν κύριοι, ὅσοι μὲν ἑάλωμεν τῷ νοσήματι, μετανοήσωμεν καὶ ἀνακτησώμεθα ἑαυτούς· ὅσοι δὲ ὑγιαίνομεν, τήν τε ὑγίειαν καθαρὰν διατηρῶμεν,  καὶ  τοῖς  προκατειλημμένοις  χεῖρα  ὀρέγωμεν.  Εἰ γὰρ  τοῖς  τὰ  σώματα νοσοῦσι τοσαύτην ἐπιδεικνύμεθα σπουδὴν καὶ κηδεμονίαν, ὅταν ψυχῆς ἀῤῥωστία προκέηται, τί τῶν πάντων οὐ πρακτέον ἡμῖν; τί δὲ οὐχ ὑπομενοῦμεν, ὥστε τὸν ἀδελφὸν, εἰς συνάφειαν μέλους ἡμῖν συντελοῦντα, ἀνακτήσασθαι, τὸν καὶ ἐν τῷ πληρώματι τοῦ σώματος  τοῦ  ἐκκλησιαστικοῦ  τελοῦντα;  Πάντα οὖν  ὑπὲρ τούτου  πραγματευσώμεθα, πάντα  ὑπὲρ τούτου πράττωμεν,  τοὺς κύνας, τοὺς λύκους  ἀπελαύνοντες,  μηδὲ ἀρκεῖν ἡγώμεθα  ἡμῖν  τὴν  ἡμετέραν  αὐτῶν  σωτηρίαν.  Ὥσπερ γὰρ  εἴρηται  ὅτι,  Εἰ ἐθεώρεις κλέπτην,  συνέτρεχες, καὶ μετὰ μοιχῶν  τὴν  μερίδα σου ἐτίθης· οὕτω  δὴ καὶ ἐνταῦθα ἀκουσόμεθα· ὅταν ἴδωμέν τινα τῶν ἀδελφῶν τῶν ἡμετέρων κλέπτοντα λόγοις καὶ ψιθυρισμοῖς, τὰ αὐτὰ ἀκουσόμεθα. Οἶκός ἐστι δεσποτικὸς ἡ Ἐκκλησία, σκεύη τίμιά εἰσιν οἱ πιστοί. Ὅταν οὖν ἴδῃς τινὰ τῶν ἔξωθεν βουλόμενον ὑφελέσθαι τι τῶν σκευῶν, κἂν αὐτὸς ἀνάλωτος ᾖς, ὡς μέλλων κινδυνεύειν,  εἰ παρίδοις, καὶ μὴ προσελθὼν εἴποις τοῖς διορθῶσαι   κυρίοις,   ἔνοχος   γέγονας   τῆς   ἐκείνου   ψυχῆς,      τὸν   κλέπτην   ὁρῶν διορύττοντα, καὶ μὴ κωλύων ἢ διὰ σαυτοῦ ἢ δι' ἑτέρου. Οὐχ ὥς σοι τὸν κίνδυνον  ἁπλῶς ἐπικρέμασθαι  ταῦτα  λέγω,  ἀλλ'  ὥστε  ἀσφαλίσασθαι,  ὥστε  ποιῆσαι  ἴσως  ὑπὲρ  τῆς ἑαυτῶν καὶ τῆς τῶν ἄλλων σωτηρίας μεριμνᾷν. Οὕτω γὰρ δυνησόμεθα καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |