ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 55. Ομιλια εις το, Εξήλθε δόγμα παρὰ καίσαρος Αυγούστου

Πέμπτη 16 Ιουνίου 2016

55. Ομιλια εις το, Εξήλθε δόγμα παρὰ καίσαρος Αυγούστου



ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
55. Ομιλια εις το, "Ἐξῆλθε δόγμα παρὰ καίσαρος αὐγούστου·" καὶ εἰς τὴν ἀπογραφὴν τῆς ἁγίας θεοτόκου.

αʹ.  Μέλλοντος,   ἀγαπητοὶ,   τοῦ   κοινοῦ   Σωτῆρος  ἡμῶν   Ἰησοῦ  Χριστοῦ τίκτεσθαι,  δόγμα παρὰ Καίσαρος Αὐγούστου ἐξέρχεται  καθολικὸν  εἰς πᾶσαν τὴν οἰκουμένην.  Ἐπειδὴ γὰρ καθολικὴ  χάρις ἐκλάμπειν  ἔμελλεν  εἰς πᾶσαν τὴν  γῆν, συνάπτεται τρόπον τινὰ τὰ δημόσια τῇ εὐσεβείᾳ· καὶ γίνεται ἓν πρόσταγμα καθ' ὅλης τῆς οἰκουμένης, τικτομένου τοῦ Σωτῆρος. Ἐξῆλθεν οὖν δόγμα παρὰ Καίσαρος Αὐγούστου, ὥστε ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην εἰς παρασκευὴν συμφωνίας τῆς εὐσεβείας, εἰς πάροδον τοῦ κηρύγματος, εἰς ὁδοποίησιν τῆς διδασκαλίας. Πρότερον μὲν γὰρ αἱ τοπαρχίαι πυκναὶ ἐτύγχανον,  ἐπειδὴ Καίσαρος οὐκ ἦν δόγμα τοῦ καθολικοῦ κηρύγματος· ἐπειδὴ δὲ ἔμελλε κήρυγμα καθ' ὅλης τῆς οἰκουμένης τῆς εὐσεβείας ἡ πίστις διαδίδοσθαι, συνάπτεται ἡ οἰκουμένη ὑφ' ἑνὶ συνθήματι· καὶ ο ὐ μόνον ἡ οἰκουμένη, ἀλλὰ καὶ τὰ κάτω τοῖς ἄνω, καὶ δημοσιεύεται ἡ εὐσέβεια συμφερόντως  ἀνθρώποις,  ἵνα μηδένα διαλάθῃ  ἡ κατὰ τὸν Θεὸν ἀλήθεια. Καῖσαρ Αὔγουστος  κελεύει,  καὶ  πείθεται   Ἰωσὴφ,  καὶ  λαμβάνει   τὴν  παρθένον. 


 Ὅταν ἐρωτήσῃς Ἕλληνα ἢ καὶ αὐτὸν τὸν Ἰουδαῖον, διὰ τί Αὔγουστος πολλῷ χρόνῳ τῆς βασιλείας τετίμηται (ἐβασίλευσε γὰρ ἔτη πεντήκοντα  ἓξ καὶ μῆνας τέσσαρας); ἀποκρίνονται   μὲν  οὐδὲν,  νομίζουσι  δὲ  κατὰ  ἀποκλήρωσιν   αὐτῷ  τὸν  χρόνον γεγονέναι μακρότατον, οὐκ εἰδότες τὰς αἰτίας τῶν πραγμάτων, οὐδὲ πιστεύοντες τῇ τοῦ Θεοῦ χάριτι.Ἐπ'  αὐτοῦ  γὰρ  ἐτέχθη  Ἰησοῦς    Χριστός. Εἰ τοίνυν  βασιλεὺς  Ῥωμαίων Αὔγουστος καὶ πρῶτος, εἰκότως  τῇ καταβολῇ  τῆς  Ῥωμαίων  βασιλείας τὴν  κατὰ σάρκα οἰκονομίαν ἀνεδέξατο ὁ Χριστός. Ἔμελλε γὰρ ἡ ῥάβδος εἰσάγεσθαι ἡ σιδηρᾶ, ἡ ῥάβδος περὶ ἧς ἔλεγεν ὁ ∆αυΐδ· Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ, Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν  σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· ὡσανεὶ  τοῦ Πατρὸς πρὸς τὸν  Υἱὸν διαλεγομένου,  καὶ λέγοντος· Ἰουδαῖοι  παρῃτήσαντο  τὴν  σὴν  βασιλείαν,  καὶ  τὴν  ἀρχὴν  ἠτίμασαν· εὐκαταφρόνητον  τὸ ἔθνος, ὀλίγοι εἰσὶν οἱ ἀποστραφέντες· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, οὐ τὴν  γωνίαν  τῆς Παλαιστίνης, οὐδὲ τὸ ἔθνος  τὸ περιτετμημένον,  τὸ μάταιον  καὶ ἀκάρδιον τῇ ψυχῇ· ἀλλὰ, ∆ώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ποιμανεῖς δὲ αὐτοὺς ἐπειδὴ οὐκ ἠβουλήθησαν τῷ Εὐαγγελίῳ ὑπακοῦσαι· ἐπειδὴ οὐκ ἠβουλήθησαν εἶξαι τοῖς θαύμασι, ποιμανεῖς αὐτοὺς, οὐ λόγῳ, ἀλλ' ἔργῳ καὶ ῥάβδῳ σιδηρᾷ, τῇ Ῥωμαίων ἀρχῇ· διὰ τοῦτο ὑπόκεινται τῇ ἀρχῇ τῆς ῥάβδου. Ἰησοῦς γὰρ ὅτε ἦλθεν εἰς Ἱεροσόλυμα, καὶ εἶδεν ἐν τῷ ἱερῷ ἐμπορίαν καὶ πραγματείαν   αἰσχροκερδῆ·  ἐπίπρασκον  γὰρ  ἔσω,  καὶ  ἠγόραζον,  προφάσει  τῶν θυσιῶν  ἔνδον  ἐμπορευόμενοι· ποιήσας οὖν ῥάβδον καὶ φραγέλλιον  ἐκ σχοινίων, ἐξέβαλεν αὐτοὺς ἐκ τοῦ ἱεροῦ, λέγων· Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου.Καὶ εἰ ἦσαν ἀνασχόμενοι ἐκείνης τῆς ῥάβδου, οὐκ ἂν ἐποιμάνθησαν ῥάβδῳ σιδηρᾷ·  ἐπειδὴ   δὲ   τὴν   σωτήριον   ῥάβδον   ἠτίμασαν,   γεγόνασιν   οὐχ   ὑπὸ   τὸ φραγέλλιον,  οὐδὲ ὑπὸ τὸν λόγον, τὸν μαστίζοντα τοὺς εὐαισθήτους, ἀλλ' ὑπὸ τὴν ῥάβδον τὴν σιδηρᾶν· καὶ πολλάκις ἠθέλησαν παρακινῆσαι, καὶ κατέλαβεν αὐτοὺς ἡ σιδηρᾶ ῥάβδος, οὐχ ἁπλῶς τύπτουσα, ἀλλ' ἀναιροῦσα. Ὅτε τοίνυν ἡ σιδηρᾶ ῥάβδος ἀρχὴν  ἔλαβε  τοῦ  κρατεῖν  ἐπὶ  Αὐγούστου, τότε  δὴ  καὶ    Χριστὸς ἐτέχθη.  Ἀρχὴ Ῥωμαίων  ἀρχὴ  κηρύγματος,    τετάρτη  τῶν  χρόνων  βασιλεία.  Ἔστι γὰρ  ἰδεῖν μυστικῶς ταῦτα παρὰ τοῖς προφήταις τεταμιευμένα· οὐδὲν γὰρ ἄγραφον κεῖται οὔτε ἐν  τῇ  Καινῇ, οὔτε  ἐν  τῇ  Παλαιᾷ·  ἀλλὰ  προέλαβε  τὴν  Καινὴν    Παλαιὰ,  καὶ ἡρμήνευσε τὴν Παλαιὰν ἡ Καινή. Καὶ πολλάκις  εἶπον, ὅτι δύο ∆ιαθῆκαι, καὶ δύο παιδίσκαι, καὶ δύο ἀδελφαὶ, τὸν ἕνα ∆εσπότην δορυφοροῦσι. Κύριος παρὰ προφήταις καταγγέλλεται·  Χριστὸς ἐν Καινῇ κηρύσσεται· οὐ καινὰ τὰ καινά· προέλαβε γὰρ τὰ παλαιά· οὐκ ἐσβέσθη τὰ παλαιά· ἡρμηνεύθη  γὰρ ἐν τῇ Καινῇ. Ἴδοις γὰρ ἂν τὸν ∆ανιὴλ ἐκεῖνον τὸν νεώτερον τῇ ἡλικίᾳ, πολιὸν δὲ τῇ προφητείᾳ, ἐν τῇ Βαβυλῶνι προφητεύοντα. ∆ιὰ  τί   ἐν   Βαβυλῶνι,   Ἠχμαλώτιστο   γὰρ     λαὸς   εἰς   Βαβυλῶνα,  καὶ ἑβδομήκοντα ἔτη ἐν γῇ Ἀσσυρίων ἐπεποιήκει. Ἐκεῖ οὖν γεννᾶται  ὁ ∆ανιὴλ, ἐκεῖ ἀνατρέφεται,  οὐδὲν  βλαβεὶς  ἐκ  τῆς  ἀλλοφύλου  γῆς.  Εἶχε  γὰρ  τὸ  φρόνημα  τὸ πατρικόν· καὶ γίνεται ἐκ νεότητος προφήτης, καὶ κατέλαβεν αὐτοῦ τὸ ἅγιον Πνεῦμα τὴν ψυχὴν, καὶ ὀκτωκαιδεκαέτης γενόμενος, τῆς προφητείας ἀπήρξατο. Καὶ πολλὰ μέν ἐστιν ἃ προφητεύει, ἑρμηνεύει δὲ καὶ τέσσαρας βασιλείας. Εἶδε γὰρ ὁ Ναβουχοδονόσορ ὁ τῶν  Ἀσσυρίων βασιλεὺς ἐν εἰκόνι τέσσαρας διαφορὰς, ἓν μὲν σῶμα, τέσσαρα δὲ χρώματα. Ἡ γὰρ εἰκὼν εἶχε μὲν τὴν κεφαλὴν χρυσῆν, εἶχε δὲ τὸ στῆθος ἀργύρεον, εἶχε δὲ τὴν κοιλίαν χαλκῆν, εἶχε δὲ τοὺς πόδας σιδηροῦς, καὶ ἀπὸ τεσσάρων ὑλῶν συνέκειτο ἡ εἰκών. Καὶ εἶδε μὲν ὁ βασιλεύς· οὐκ ἦν δὲ ὁ ἑρμηνεύων. Ἦλθον οἱ μάγοι, ἦλθον οἱ Χαλδαῖοι, οἱ μάντεις προεβλήθησαν, οἱ πλανῶντες ἀεὶ τὸν βασιλέα ἐκλήθησαν· καὶ τί φασιν; Εἰπὲ ἡμῖν τὸ ὄναρ, καὶ ἑρμηνεύομεν. Ὁ Θεὸς οὖν οἰκονομῶν, ἵνα μὴ συνήθως αὐτὸν ἀπατήσωσιν, ὑπεξαιρεῖ ἐκ τῆς μνήμης τοῦ βασιλέως τοῦ ὀνείρατος τὴν εἰκόνα· καὶ ἔλεγεν ὁ βασιλεύς· Εἴπατέ μοι τὸ ἐμὸν ὄναρ. Ἐκείνων δὲ σαφῶς ὁμολογούντων, ὄναρ ἄλλου διηγήσασθαι ἀδυνάτως ἔχειν, ἑρμηνεῦσαι δὲ μόνον ἐὰν ἀκούσωσιν, παρακαλεῖται ∆ανιὴλ μηνυθεὶς ὅτι δυνατὸς εἴη πρὸς ταῦτα, καὶ εἰσέρχεται πρὸς τὸν βασιλέα Ναβουχοδονόσορ, ἔχων  διὰ τοῦ ἁγίου Πνεύματος τοῦ ὀνείρατος τὴν ἀποκάλυψιν, καὶ λέγει πρὸς τὸν βασιλέα· Βασιλεῦ, τάδε καὶ τάδε εἶδες. Καὶ ἅμα τοῖς λόγοις τοῦ προφήτου ἀνελάμβανε  τὴν μνήμην   τοῦ  ὀνείρατος    ἀκούων·  καὶ  γέγονεν     ἀκοὴ  ἀνάμνησις  τῆς  θέας. Ἑρμηνεύει τοίνυν  αὐτὸ ὁ προφήτης· ἦν γὰρ λοιπὸν ἀξιόπιστος ὁ ἑρμηνεύων μετὰ τὴν ἐπαγγελίαν  αὐτοῦ τοῦ ὀνείρατος, καὶ λέγει· Ἡ εἰκὼν  ἣν εἶδες, τέσσαρές εἰσι βασιλεῖαι· τέσσαρες γὰρ βασιλεῖαι ἀναστήσονται ἐπὶ τῆς γῆς. Ἐκείνη μέντοι ἡ εἰκὼν ὁλόκληρος  ἦν· καὶ ἓν  σῶμα εἱστήκει. Εἶδες δὲ, βασιλεῦ, ὅτι  λίθος  ἐτμήθη  ἄνευ χειρῶν, καὶ συνέτριψε τὴν εἰκόνα, καὶ ὁ λίθος κατέσχε καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν. Τοῦτ' ἔστιν ὃ εἶδες· τέσσαρας βασιλείας εἶδες· Σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ. Πρῶτοι γὰρ Ἀσσύριοι ἐβασίλευσαν, πλουσιώτατοι λίαν καὶ λαμπρότατοι καὶ τρυφερώτατοι. Καὶ λέγει αὐτῷ· Σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ· καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἥττων σου. Μετὰ  γὰρ  τοὺς  Ἀσσυρίους βασιλεύουσι  Πέρσαι καὶ  Μῆδοι· γεγόνασι  δὲ φαιδρότατοι  καὶ  οὗτοι.  Τρίτη βασιλεία  ἀναστήσεται    χαλκῆ,    τῶν  Ἑλλήνων βασιλεία καὶ Μακεδόνων· ὅπου Ἀλέξανδρος ὢν ἐν τῇ Ἑλλάδι, ζεύξας ἐπέδραμε τῇ  Περσίδι, καὶ κατέλυσε μὲν τὸν ∆αρεῖον, ὑπὸ δὲ τὴν ἰδίαν ἐξουσίαν ἤγαγε τὴν ἀρχήν. Χαλκῷ τοίνυν παρεβλήθη, διὰ τὸ εὔηχον τῆς ὁμιλίας καὶ τῆς γλώττης. Ἕλληνες γὰρ οἱ σὺν Ἀλεξάνδρῳ, καὶ αὐτὸς ὁ Ἀλέξανδρος, ὑπάρχοντες  εὔγλωττοι  τὴν ὁμιλίαν, χαλκῷ παρεβλήθησαν· χρυσὸς γὰρ λαμπρὸς μέν ἐστιν, οὐ μὴν εὔηχος· ὁμοίως δὲ καὶ ὁ ἄργυρος χαλκὸς δὲ τῇ μὲν ὕλῃ ἐλάττων,  εὔηχος δέ ἐστι κατὰ τὴν ἠχήν.  Λέγει τοίνυν·  Τρίτη βασιλεία    διὰ  τοῦ  χαλκοῦ  σημαινομένη·  τετάρτη  δὲ  βασιλεία  ἡ τελευταία σιδηρᾶ. Ποιμανεῖς τοίνυν αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ. Ὅρα συμφωνίαν τῆς προφητείας· εἶδε μέντοι, ὅτι ὁ λίθος ἐτμήθη ἐξ ὄρους ἄνευ χειρῶν. Πῶς ἐτμήθη; Οὐ σιδήρῳ, ἀλλ' ἄνευ χειρῶν· αὐτομάτως γὰρ τίκτει ἡ Παρθένος· ὁ δὲ λίθος ἐπάταξε τὴν εἰκόνα, καὶ ἐγένετο εἰς ὄρος μέγα καὶ ἐπλήρωσε πᾶσαν τὴν οἰκουμένην. Εἷς λίθος πληροῖ πᾶσαν τὴν γῆν· Ἐκεῖνος μὲν ὁ λίθος ἐτμήθη ἄνευ χειρῶν, καὶ ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν οἰκουμένην.

βʹ. Ποῖος οὗτος ὁ λίθος; Ἄκουε Ἡσαΐου λέγοντος· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων εἰς αὐτὸν οὐ μὴ καταισχυνθῇ.  Οὐχ Ἡσαΐας  δὲ  λέγει  μόνος  τοῦτον  τὸν  λίθον,  ἀλλὰ  καὶ  ∆αυῒδ προφητεύει· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.Ποία ἐγένετο ἡ γωνία; Πᾶσα γωνία συνάπτει ἑαυτῇ δύο τοίχους· συνῆψε δὲ ὁ λίθος Καινὴν καὶ Παλαιὰν, δύο λαοὺς ἐξ ἐθνῶν καὶ ἐξ Ἰουδαίων· διὸ Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· οὐκ ἐν τοῖς πάντων ὀφθαλμοῖς, ἀλλ' ἐν ὀφθαλμοῖς  ἡμῶν  τῶν  πιστευόντων.  Ὅταν τοίνυν  ἴδῃς τὴν Ἐκκλησίαν διὰ τοῦ ἑνὸς λίθου κατεχομένην ἐξ Ἰουδαίων καὶ ἐξ Ἑλλήνων, νόει μάλιστα τὸ λεγόμενον. Ἀλλὰ πάντως  εἴποι τις ἄν· Καὶ ποῦ ἐν ἡμῖν οἱ ἐξ Ἰουδαίων; ἐξ Ἑλλήνων  μὲν γὰρ ὁρῶμεν. οἱ δὲ ἐξ Ἰουδαίων ποῦ τυγχάνουσι; Πόθεν ἦν ὁ Παῦλος; πόθεν ἦν ὁ Πέτρος; πόθεν δὲ ὁ Ἀνδρέας; πόθεν δὲ ὁ Ἰωάννης; πόθεν δὲ ἡ μυρίανδρος ἐν τῇ Ἱερουσαλὴμ Ἐκκλησία; Πρῶτον ἀπὸ Ἰουδαίων, εἶτα ἐξ Ἑλλήνων.Ὅτε γὰρ ἐπίστευσαν οἱ παρ' αὐτοῖς τὴν ἐλπίδα ἔχοντες τῆς εὐσεβείας, τότε ἦλθεν ἡ ῥάβδος ἡ σιδηρᾶ, καὶ διεσκόρπισε τοὺς παραμείναντας τῇ ἀπιστίᾳ. Ποιμανεῖς γὰρ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς. ∆ιὰ τί, Ὡς σκεῦος κεραμέως; Ἐὰν μὲν  ὁ πηλὸς  πέσῃ ἔτι  ὑγρὸς ὢν,  ἀναλαμβάνεται·  ἐὰν  δὲ γένηται  σκεῦος, καὶ  ἅπαξ  πυρὶ  προσομιλήσῃ, καὶ  γένηται  ξηρότατον  ὄστρακον, ἐπειδὰν  δὲ συντριβῇ, οὐκ ἔτι  ἀνάληψιν  ἐπιδέχεται.  Ποιμανεῖς αὐτοὺς  ἐν  ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Ἐν μέντοι τῇ βασιλείᾳ τῇ σιδηρᾷ Χριστὸς γεννᾶται·  ἐτμήθη λίθος  ἄνευ χειρῶν.  Βλέπε σύμφωνα  τὰ πράγματα, καὶ ὅμοια τὰ ῥήματα· καὶ ἐπάταξε τὴν εἰκόνα, καὶ κατέπαυσε τὰς ἐπὶ γῆς βασιλείας· καὶ ἐγένετο  εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν  γῆν.  Τοῦτο Ναβουχοδονόσορ ὁ βασιλεὺς ἑωράκει τὸ ὄναρ· ἐπλήσθη δὲ τὸ ἐνύπνιον, ἵνα μὴ διηγήσηται τοῖς μάγοις, καὶ συνήθως ἀπατηθῇ ὑπ' αὐτῶν,  ἕτερα ἀνθ' ἑτέρων  ἀκούσας. Μετὰ χρόνον  οὖν ὀλίγον  αὐτὸς ὁ ∆ανιὴλ καθ' ἕτερον τρόπον βλέπει τὸ ὄναρ· οὐκ ἦν δὲ ὄναρ, ἀλλ' ἀποκάλυψις ὀπτασίας· ἐδόκει εἶναι παρὰ τὴν θάλασσαν· καὶ λέγει ∆ανιήλ· Τέσσαρα θηρία μεγάλα ἀνέβαινεν  ἐκ τῆς θαλάσσης. Ἠρέμα δὲ καὶ κατὰ μικρὸν ἀκολουθήσωμεν τῷ τύπῳ τῆς προφητείας· Ἀνέβαινε, φησὶ, τέσσαρα θηρία μεγάλα ἐκ τῆς  θαλάσσης, διαφέροντα  ἀλλήλων,  καὶ, φησὶ, πλείστη  ἐν  αὐτοῖς  διαφορά.  Τὸ πρῶτον, ὡσεὶ λέαινα· καὶ πτερὰ αὐτῆς ὡς ἀετοῦ. Ἔχεις ἐκεῖ χρυσὸν, ὧδε λέαιναν· διὰ τί  λέαιναν  ὧδε  κἀκεῖ χρυσόν; Ἐκεῖ χρυσὸν διὰ τὸ τρυφηλὸν  καὶ πλούσιον· ἐνταῦθα λέαιναν διὰ τὸ θηλυκὸν καὶ γυναικῶδες, ὅμως δὲ θηρίον. Τὸ πρῶτον, ὡσεὶ λέαινα. ∆εύτερον εἶδε θηρίον ὡσεὶ ἄρκτον, καὶ εἰς μέρος ἓν ἐστάθη· ἐκεῖ ἄργυρος, ἐνταῦθα ἄρκτος, διὰ τὸ βαρύ. Τρίτον, φησὶ, θηρίον εἶδον ὡσεὶ πάρδαλιν, ὀξύτατον τὸ θηρίον. Ἐπειδὴ Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς ὀξύτατα ἐπῆλθε τὴν Ἀνατολὴν, παρδάλει παρεβλήθη. Ἐκεῖ χαλκὸς διὰ τὸ εὔηχον τῆς Ἑλλάδος γλώσσης, ἐνταῦθα πάρδαλις διὰ τὸ ὀξύτατον τῆς ἐφόδου. Τὸ δὲ τέταρτον θηρίον μὲν ὀνομάζει, οὐ λέγει δὲ ὄνομα, ἀλλά φησι φοβερόν· φοβερώτατον περισσῶς· οἱ ὀδόντες αὐτοῦ μεγάλοι· περισσῶς ἐσθίον, καὶ λεπτύνον,  καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶ κατεπάτει· καὶ αὐτὸ δὲ διέφερε περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ· καὶ ἦν φοβερὸν τὸ θηρίον· καὶ οὐκ εἶπεν αὐτοῦ τὸ ὄνομα. Ἐπειδὴ γὰρ ἔμελλε σαφὲς γίνεσθαι τὸ τῆς προφητείας  χωρίον,  ἐπὶ  Ῥωμαίων  αὐτὸ  προφέρων,  ἵνα  μὴ  ὑβρισθῇ ἡ  βασιλεία,ἀνώνυμον αὐτὸ θηρίον καταλιμπάνει.Ὅτε μέντοι, φησὶν, εἶδον τὸ τέταρτον θηρίον, ἐφοβήθην καὶ ἐτρόμαξα. Ἦν γὰρ λίαν φοβερώτατον· πάντα κατεπάτει, πάντα συνέτριβε, πάντα κατήσθιε· πάντων ἐδέσποζεν, ὅπου ἀπήρχετο, ὑπέταττε. Καὶ τί φησιν; Ἀθρόως εἶδον ποταμὸν πυρός· θρόνος  ἐτέθη, παλαιὸς  ἡμερῶν  ἐκάθισε, χίλιαι  χιλιάδες  ἐλειτούργουν  αὐτῷ,  καὶ μύριαι  μυριάδες  παρειστήκεισαν  αὐτῷ,  τῷ  παλαιῷ τῶν  ἡμερῶν.  Βίβλοι ἀνεῴχθησαν, καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν  τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. Καὶ τί εὐθέως ἐγένετο; Οὐκ ἔτι τὰ θηρία, οὐκ ἔτι ἡ θάλασσα, οὐκ ἔτι τοῦ θηρίου ὁ φόβος· ἀλλ' ἔλαβε τὴν ἀρχὴν, καὶ αὐτὸς ἐδέσποζεν· Ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος,  ἥτις οὐ διαλυθήσεται· καὶ γὰρ ἡ ἀρχὴ αὐτοῦ ἕως γενεᾶς  γενεῶν.  Ἕως ὧδε, φησὶ, τὸ πέρας τοῦ λόγου· καὶ ὁ μὲν προφήτης οὕτω βλέπει τέσσαρας τὰς βασιλείας· ἔπρεπε γὰρ αὐτῷ ἐπειδὴ ἀπείχετο τῶν βιωτικῶν  πραγμάτων· ὁ δὲ βασιλεὺς, ὡς ἥρμοττεν αὐτῷ, βλέπει ὡς ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ καὶ σιδήρῳ τέσσαρας βασιλείας. Εἰ γὰρ εἶδεν ὁ βασιλεὺς ὡς θηρία τὰς βασιλείας, εἶτα ἡρμήνευσεν αὐτῷ ∆ανιὴλ, ἄτοπον ἂν ἦν λέγειν αὐτῷ· Σὺ εἶ τὸ πρῶτον θηρίον· ἔδοξε γὰρ ἂν ὑβρίζειν τὸν ἀκούοντα· ἀλλὰ βλέπει βασιλεὺς ὡς βασιλεὺς, καὶ βλέπει προφήτης ὡς ἐν ἄλλῳ τύπῳ παραπλήσια. Ταῦτα ἡμῖν εἴρηται, ἀγαπητοὶ, οὐ μάτην, οὐδὲ εἰκῆ ἀνειληφόσι  τὴν παλαιὰν  ἱστορίαν, ἀλλ' ἵνα ὑμεῖς πληροφορηθῆτε,  ὅτι  ἡ Αὐγούστου βασιλεία ἐδοξάσθη, ἐτιμήθη,  ἐπῃνέθη, πολυχρόνιος  ὑπῆρξεν, ἐπειδὴ ἐπ' αὐτοῦ Χριστὸς ἐτέχθη, καὶ τοσοῦτον ἐτιμήθη  ὁ ἀνὴρ, ὡς καὶ τὸ ὄνομα αὐτοῦ γενέσθαι προσηγορίαν τοῦ ἀξιώματος. ∆εῖ γὰρ ὑμᾶς εἰδέναι, ὅτι ἐβασίλευσεν ἔτι πεντήκοντα ἕξ· τελέσαντος δὲ αὐτοῦ τεσσαράκοντα δύο ἔτη,    Χριστὸς τίκτεται·  τὰ  δεκαπέντε  τοίνυν  ἔτη  αὐτοῦ  βασιλεύοντος  Χριστὸς ἀνατρέφεται. ∆ιαδέχεται δὲ Τιβέριος τὸν Αὔγουστον, καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει Τιβερίου βασιλεύοντος,  ἔρχεται  εἰς  τὸν  σταυρὸν, καὶ  πάσχει, καὶ  ἀνίσταται,  καὶ ἀναλαμβάνεται.Ὥστε εἶναι  μὲν  Αὐγούστου ἔτη  πεντεκαίδεκα,  Τιβερίου δὲ  ὀκτωκαίδεκα· Ἰησοῦς   δὲ   ἐπὶ   Τιβερίου   Καίσαρος  βασιλεύοντος   τριακονταέτης    γενόμενος,ἀπεκάλυψε  τὴν  ἑαυτοῦ  θεότητα  ἐπὶ  τοὺς  μαθητὰς,  καὶ  ἐπὶ  τούτοις  τρία  ἔτη ἐπεκήρυξε· πανταχοῦ  γὰρ τιμία ἡ Τριάς· διὸ τρία κηρύξας ἔτη, τῷ ὀκτωκαιδεκάτῳ ἔτει Τιβερίου ἀπαντᾷ εἰς τὸ πάθος, τελέσας τῆς σαρκὸς τὴν οἰκονομίαν.

γʹ. Ἐγένετο τοίνυν ἐν ταῖς ἡμέραις ἐκείναις, ἵνα τὸ ἀνάγνωσμα ἀναλάβωμεν, ἐξῆλθε  δόγμα  παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι  πᾶσαν τὴν  οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ  σαφήνεια  πραγμάτων,  πρώτη  γύμνωσις  τῆς  ἀληθείας,  ἵνα  μὴ ῥέμβηται  τὸ  γένος  τῶν   ἀνθρώπων·   αὕτη  πρώτη  ἀπογραφή.  Ἆρα  καὶ  αὐτοῖς σεσιώπηται  τοῖς   προφήταις;   Ἀναδράμωμεν   εἰς  τὴν   Παλαιὰν,  ἐξετάσωμεν   τὰ Ἰουδαϊκὰ καὶ τὰ τῆς τῶν Ἰουδαίων ἀπιστίας. Καλῶ τὸν ∆αυῒδ εἰς μαρτυρίαν, ἄνδρα ἀξιόπιστον, Ἰουδαίοις μὲν τίμιον, ἕως ψιλῆς τῆς μνήμης, τῇ δὲ Ἐκκλησίᾳ πιστόν. Τί τοίνυν λέγει ∆αυΐδ; Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων. Ταῦτα τὰ ῥήματα τοῦ προφήτου, ταῦτα τὰ πράγματα τοῦ Εὐαγγελίου. Αὕτη πρώτη ἀπογραφή· ἀνέβη δὲ, φησὶ, καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν ∆αυῒδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς ∆αυῒδ, ὥστε ἀπογράφεσθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ  αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ. Ἐπὶ γὰρ μόνοις τοῖς μνήστροις ἡ σύλληψις  ἐγένετο. Ἐν δὲ τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἔθηκεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Οὐδὲν εὐτελέστερον τούτου τοῦ πράγματος, οὐδὲν πτωχότερον  τῆς Ἰησοῦ γενέσεως. Ἰησοῦς ἐπτώχευε  δι' ἡμᾶς, πλούσιος ὤν· ἔθηκεν ἐν φάτνῃ  Μαριὰμ τὸν Σωτῆρα· οὐδὲν ἦν ὑποκείμενον, οὐδὲν ἐπικείμενον· οὐδὲ γὰρ χρείαν εἶχεν ὁ Σωτὴρ τῆς τοιαύτης θεραπείας, οὐδὲ ἐπιμελείας τῆς ἔξωθεν ἐπεδέετο, ὥσπερ οὐδὲ νόμῳ φύσεως συλλαμβάνεται. Ἤρκει γὰρ ἡ πρόσχρησις ἡ τῆς Παρθένου· τὰ δὲ πάντα αὐτὸς ἦν ὁ οἰκονομῶν. Οὕτω, φησὶν, ἔθηκεν αὐτὸν ἐν φάτνῃ, καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες. Ὁ μὲν Ματθαῖος ἱστορεῖ, ὅτι μάγοι παρεγένοντο· ὁ δὲ Λουκᾶς, ὅτι καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ ἀγραυλοῦντες· ἐκεῖ μάγοι, ἐνταῦθα ποιμένες. Καὶ ἦλθεν ἄγγελος πρὸς αὐτοὺς μεγάλα φωνῶν πράγματα· Χαρὰν μεγάλην ὑμῖν εὐαγγελίζομαι  σήμερον, ὅτι Σωτὴρ ἐτέχθη τῷ κόσμῳ ἐν πόλει ∆αυΐδ· καὶ τοῦ ἑνὸς  λαλοῦντος   ἀγγέλου,  ἠνεῴχθησαν   οἱ  οὐρανοὶ,  καὶ  ὤφθη   μία  συμφωνία ὑμνούντων  καὶ λεγόντων· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.Πάντα γὰρ μέλλει συνάπτεσθαι, ὁ οὐρανὸς καὶ ἡ γῆ εἰς ἑνότητα ἔρχεσθαι, ἵνα τὰ κάτω  γένηται  ἄνω,  ἵνα  ὑπάρξῃ εἰρήνη  τοῖς  μακρὰν καὶ τοῖς  ἐγγύς.  Ποιμένες τοίνυν   εὐαγγελίζονται·   διὰ   τί   ποιμένες;   Ἐπειδὴ   ἦμεν   πεπλανημένοι    δίκην προβάτων, ἦλθε τῷ κόσμῳ ποιμὴν Χριστὸς Ἰησοῦς, ὁ Σωτὴρ τῆς οἰκουμένης, καὶ ποιμένες εὐαγγελίζονται  διὰ τὸν ποιμένα, καὶ ∆όξα ἐν ὑψίστοις Θεῷ. Ἔμελλον γὰρ ἄνθρωποι δοξάζειν, καὶ εὐχαριστεῖν τῷ πέμψαντι  ἐπὶ γῆς εἰρήνην· ἀπηλλάττοντο γὰρ οἱ ἄνθρωποι τῆς πρὸς τὸν Θεὸν ἔχθρας. Ἐν ἀνθρώποις εὐδοκία· ἔμελλε γὰρ καλὰ δοκεῖν τοῖς ἀνθρώποις τὰ πρὸς εὐσέβειαν. Οἱ μὲν οὖν ποιμένες, εὐαγγελισθέντες καὶ ἀκούσαντες τὸν λόγον, εἶδον τὰ πράγματα· ἦλθον εἰς τὸ σπήλαιον· οὐκ εἶδον στρωμνὴν,  οὐκ εἶδον  κλίνην,  οὐκ εἶδον  τραπέζης παρασκευὴν, ἀλλὰ  καθημένην Μαριὰμ καὶ Ἰωσὴφ, καὶ τὸν παῖδα ἀνακεκλιμένον.  Οὐ λέγει τοίνυν ὁ εὐαγγελιστὴς πρῶτον πατέρα, ἀλλὰ λέγει πρῶτον Μαριάμ· ἐκείνη γὰρ μήτηρ ἀληθῶς· μᾶλλον δὲ οὐδὲ αὐτὴ μήτηρ, ἐπειδὴ οὐδὲ ἔτεκε φυσικῶς, ἀλλὰ συνέλαβεν ὑπερφυῶς. Οὐ γὰρ ᾔδει τὸ γινόμενον,  ἀλλ' ἐργαλεῖον ἦν τοῦ τεχνίτου.  Εἶδον μέντοι τὴν Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸν παῖδα ἀκούσαντες τὸν λόγον  εἶδον τὰ πράγματα, ἐθαύμασαν, ἀνεσώθησαν. Ἔκειτο μέντοι τὸ παιδίον ἀνεχόμενον  τῆς τέως ἀτελοῦς κατασκευῆς τοῦ σώματος, καὶ φέρον  τὴν  αὔξησιν τούτου· καὶ ὥσπερ τεχνίτης  ἐξεδέχετο καὶ κατεσκεύαζε τὸ ἐργαλεῖον, ἵνα ὥσπερ ὁ κιθαρῳδὸς χρήσηται τῇ κιθάρᾳ, καὶ ὥσπερ ὁ τοξότης χρήσηται τῷ τόξῳ καὶ τῷ βέλει εἰς δέον· οὕτω καὶ Ἰησοῦς, κοινωνῶν  τοῖς πᾶσι,  κατ'  ὀλίγον  αὐξάνεται.  ∆ιὰ  τί  οὖν  μὴ  ἀθρόως;  διὰ  τί  μὴ  τέλειος  ἅμα παρεγένετο;  Ἦλθε μιμήσασθαι τὴν  φύσιν  ἡμῶν,  ἵνα  ἁγιάσῃ τὸ  φύραμα  διὰ  τῆς ἀπαρχῆς. Εἰ μέντοι τέλειος ἐπεδήμησε καθ' ἡλικίαν, ἔμελλον οἱ αἱρετικοὶ φάσκειν· Οὐκ ἔτεκεν αὐτὸν παρθένος, οὐκ ἔλαβεν ἐκ τοῦ ἡμετέρου γένους τὸ φύραμα. Ἐτέχθη τοίνυν  ἐκ παρθένου, ἐκ τοῦ κοινοῦ  φυράματος  λαβὼν,  ἵνα  ἁγιάσῃ τὸν  Ἀδὰμ τὸ ἑαυτοῦ πλάσμα· καὶ διὰ τοῦτο  κατ' ὀλίγον  αὐξάνεται,  καὶ ἀνθρώποις συναναστρέφεται  μὲν  ὡς  ἄνθρωπος,  ἀλλὰ  Κύριος ὢν  τῆς  φύσεως, ἀναμαρτήτως ἐπολιτεύσατο.Ὅταν τοίνυν ἀκούσῃς αὐτὸν παιδίον, ἀναλάμβανε ἐκείνην τὴν προφητείαν Ἡσαΐου, ἣν ἔλεγεν· Παιδίον ἐγεννήθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγεννήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ· Θεὸς ἰσχυρὸς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὅταν ἀκούσῃς παιδίον, μὴ καταφρόνει  τοῦ ὀνόματος, ἀλλὰ  θαύμασον τοῦ Θεοῦ τὴν  φιλανθρωπίαν,  καὶ θαύμασον τῆς οἰκονομίας τὴν σωτηρίαν, ἵνα γένῃ ἄξιος ἀκούειν τῶν εὐαγγελικῶν λόγων, διὰ πίστεως παρακολουθῶν, διὰ καρτερίας γυμναζόμενος, δι' εὐλαβείας ἀγωνιζόμενος,  δι'  ἀγάπης  τελειούμενος,  διὰ  πάντων   ὁλόκληρος  γινόμενος   ἐν Χριστῷ Ἰησοῦ τῷ  Κυρίῳ ἡμῶν·  μεθ' οὗ τῷ  Πατρὶ σὺν τῷ  ἁγίῳ  Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


56 .Εις τον Αγιον Ιωάνννην τὸν Πρόδρομον.

αʹ.  Ἰωάννου   τοῦ  Βαπτιστοῦ  πανήγυριν   ἄγωμεν·  πόθῳ  στεφανώσωμεν τοῦτον, οὗ μείζων ἐν γεννητοῖς  γυ ναικῶν  οὐκ ἐγήγερται, κατὰ τὴν τοῦ ∆εσπότου φω  νήν.  Οὐδὲν γὰρ οὕτω τὸν  προφήτην  ἐσέμνυνεν,  ὡς τὸ βαπτίσαι τὸν  Κύριον. Ἴωμεν τοίνυν ἐπὶ τὸ ∆εσποτι κὸν βάπτισμα, τὸ μάλιστα λαμπρῦναν τὸν πρόδρομον τοῦ βασιλέως τῶν οὐρανῶν· καὶ διαγενώμεθα πόθῳ τῶν τῆς Ἰουδαίας τόπων ἐντὸς, ἐξ ὧν ἐκαρπωσάμεθα τὴν πρόσοδον τῶν ἀγαθῶν· μᾶλλον δὲ γράψωμεν τῷ λόγῳ τὰ πράγματα, καὶ τῶν ἀνεγνωσμένων  ἐνταῦθα τρυγήσωμεν τὸν καρπόν. Ὑποθώμεθα τὸν Ἰορδάνην ἐκεῖνον, τὸν ὑποδεξάμενον τὸν ἑαυτοῦ δημιουργὸν παραγενόμενον ἐν σαρκὶ, ῥέειν διὰ μέσου ἡμῶν· καὶ νομίσωμεν Ἰωάννην  τὸν Βαπτιστὴν ἐφιστάναι τοῖς χείλεσι τοῦ ποταμοῦ, καὶ θεασώμεθα τὸν ∆εσπότην Χριστὸν προσερχόμενον τῷ οἰκείῳ θεράποντι, καὶ βαπτιζόμενον ὑπ' αὐτοῦ, καὶ δακτυλοδεικτούμενον  ὑπ' αὐτοῦ οὐρανόθεν τῇ τοῦ Πνεύματος ἐπιπτήσει· καὶ προσκυνήσωμεν οἱ τῆς ὁμοουσίου Τριάδος προσ κυνηταὶ  τὸν  μαρτυρήσαντα Πατέρα, καὶ  μαρτυρη θέντα  Υἱὸν, καὶ μαρτυρῆσαν Πνεῦμα ἅγιον.Ἀκολουθήσωμεν τῇ βίβλῳ τῶν Εὐαγγελίων ὁδηγούσῃ ἡμᾶς πρὸς τὰ ποθούμενα, καὶ ταῖς θείαις λέξεσιν ὡς ἴχνεσιν ἐπιβαίνοντες, ἐπιδράμωμεν ἐπὶ τὸ παν ηγυριζόμενον  τῆς οἰκουμένης μυστήριον. Τότε παρα γίνεται, φησὶν, ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην  πρὸς τὸν Ἰωάννην,  τοῦ βαπτισθῆναι  ὑπ' αὐτοῦ. Πρὸς τὸν Ἰορδάνην ὁ ∆εσπότης ἀφ ίκετο· οὐδὲν γὰρ ἀκαίρως οὐδὲ ἀλόγως εἰργάσατο ὁ τῆς σοφίας θησαυρὸς, ἀλλ' ἕκαστον, ὧν δι' ἡμᾶς ᾠκο νόμησεν, εὐκαίρῳ καιρῷ διεπράξατο. Θεὸς γὰρ ὢν καὶ δημιουργὸς παντὸς χρόνου καὶ παντὸς διαστήμα τος, ἔπραξε τὸν χρόνον, καὶ ταῖς ἐκεῖ τότε συγκατα βάσεσιν ὡς ἄνθεσι κατέβαλε τῶν παρ' αὐτοῦ  γεγενη  μένων  τὰς ἀφορμάς. Τότε παραγίνεται  ὁ Ἰησοῦς. Τότε·  πότε; Ὅτε πάντας  τῆς  ἡλικίας  ἀνέδραμε  τοὺς  βαθμούς· ὅτε  πᾶσαν τῆς  φύσεως  ἀνέβη  τὴν κλίμακα·  ὅτε  τοῦ  σώματος  αὐτοῦ  καὶ  τῆς  ψυχῆς    τελειότης  διέλαμψεν·  ὅτε τριάκοντα  περιόδοις ἐνιαυτῶν  ἄνθρω  πος τέλειος  γενόμενος,  ἀψευδῶς  τότε  τὸν Ἰορδάνην   κατέλαβε,   καὶ   μετὰ   τῶν   ἁμαρτωλῶν   ἀναμάρτητος   προσῆλθε   τῷ βαπτίσματι, καὶ τὴν ἑαυτοῦ κεφαλὴν ὑποκλίνας τῇ τούτου χειρὶ, τὸ βάπτισμα λαμβάνειν ἠπείγετο. Ὁ δὲ  Βαπτιστὴς Ἰωάννης  καταμαθὼν  ἀκριβῶς,  ὃν  ἐμεμαθήκει  παρὰ τοῦ πατρὸς ἐκ τῆς μήτρας τῆς ἰδίας μητρὸς, εἶτα σὺν φόβῳ καὶ τρόμῳ πολλῷ τὴν αὑτοῦ δεξιὰν  συστείλας  ἀπὸ  τῆς  κεφαλῆς,  Τί  τοῦτο,  φησὶν,    ∆έσποτα; τί  τοῦτο  τὸ παράδοξον θαυματούργημα βούλεται; τί τῆς προόδου ταύτης τὸ ταπεινὸν τοῦτο καὶ πρᾶον θεώρημα; Ἐμοὶ τὴν κεφα λὴν ὑποκλίνεις, τῆς Ἐκκλησίας ἡ κεφαλή; ἐμοὶ τὴν κεφαλὴν  ὑποκλίνεις,  ὁ κλίνας  τοὺς οὐρανοὺς, καὶ κατελ  θὼν  ἐπὶ  γῆς, ἐμοὶ τὴν κεφαλὴν   ὑποκλίνεις,     κεκτη  μένος  κεφαλὴν   τὸν  Θεόν;  ἐμοὶ  τὴν  κεφαλὴν ὑποκλίνεις,  ἣν  τὰ  Χερουβεὶμ προσκυνεῖ; ἐμοὶ  τὴν  κεφαλὴν  ὑπο  κλίνεις,  ἣν  τὰ Σεραφεὶμ σέβει καὶ τρέμει; ἐμοὶ τὴν κεφαλὴν ὑποκλίνεις, ὁ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐν τῷ παραδείσῳ, καθάπερ ἐν θαλάμῳ, νυμφοστολήσας, καὶ ταῖς ἐκείνων κεφαλαῖς τῇ φωνῇ τὸν στέφανον ἐπι θεὶς, καὶ τῆς εὐπαιδίας τὴν εὐλογίαν προσθεὶς, καὶ εἰπὼν πρὸς  αὐτούς·  Αὐξάνεσθε,  καὶ  πληθύνεσθε,  καὶ  πληρώσατε  τὴν  γῆν;    λόγῳ μεθοδεύων ἐξ ἐκεί νου τὴν φύσιν, τῆς φύσεως τὴν συγκρότησιν, ὁ στρα τεύσας κατὰ τοῦ θανάτου τὸν τόκον, ἵνα φυτεύῃ πλείο νας οὗτος, ὡς ἐκεῖνος κλαδεύῃ· ὁ τοῦ βίου τὸν  τροχὸν  κυλίων  ὡς  βούλει· ὁ παντὸς  ἁγιασμοῦ πληρῶν  τὰς  κλινομένας  σοι κεφαλάς·  ὁ μὴ χωρούμενος  μηδαμοῦ· ὁ βλύζων  ποταμοὺς οἰκτιρμῶν,  εἰς τοῦτον θέλεις συγ καταδῦναι τὸν ποταμόν; καὶ τῶν ναμάτων ὁ ποιη τὴς, τούτοις προσομιλῆσαι προῄρησαι; καὶ  τὸ  βά πτισμα αἰτεῖς,  ὅπερ σύ μοι  δέδωκας  εἰς  τὸ διδόναι τοῖς δεομένοις; Καὶ ποῦ χρείαν ἔχεις βαπτίσματος μετανοίας, αὐτὸς μετανοοῦντας ἐλεῶν; ποῦ χρείαν  ἔχεις τοῦ τοιούτου φαρμάκου, προστάγματι μόνῳ θεραπεύων  τὰς τῶν  ἄλλων  πληγάς; ποῦ σοι δεῖ με τανοίας, εὐφημίας  ἄξια πράττοντι;  οὐ συγκατέβης τοῖς  ἀνθρώποις,  ὡς  μόνος  φιλάνθρωπος; Σὺ τὴν  τοῦ δούλου μορφὴν φορεῖς, ἣν ἔπλασας σεαυτῷ· καὶ διὰ ταύτης ἡγίασάς σου τὴν εἰκόνα, ἣν συνέτριψεν ὁ διάβολος, ἀνακαινίσας ὡς ἠθέλησας· σὺ γεννήτωρ γέγονας πάντων ἡμῶν.  Οὐκ ἐν σοὶ ὁ ἐξόριστος Ἀδὰμ ἀνακέκληται;  οὐκ ἐν σοὶ βασιλεύει τό ποτε κατάκρι τον φῦλον; οὐ διὰ τῆς Μαρίας τὴν πεσοῦσαν Εὔαν ἀνέστησας; οὐ περιέρχῃ, τοὺς ἀνθρώπους ἰσαγγέλους ποιῆσαι βουλόμενος; οὐ τὴν ἀνομίαν ὡς ἐπίβουλον τοῦ γένους ἐκδιώκεις τῆς γῆς; οὐ τὴν εὐνομίαν ὡς τροφὸν τῆς ἀνθρωπότητος ἐπεισάγεις τῷ βίῳ; οὐ τὴν ζοφερὰν νύκτα τῆς ἀπάτης ἀποσοβεῖς; οὐ τὴν ἡμέραν τῆς θεογνωσίας ἀνατέλλεις  τοῖς βουλομένοις τὸ ταύτης κάλλος ὁρᾷν; οὐ τὸ φῶς τῆς ἀληθείας ἐφ απλοῖς ταῖς πάντων ψυχαῖς; οὐ τὰ νέφη τῆς δυσσεβείας ὡς καπνὸν διαλύεις; οὐχ ὡς ἥλιος  δικαιοσύ  νης  περιβεβλημένος   τὸ  λευκὸν   νέφος   τοῦ  σώματος,  σπείρεις πανταχοῦ τῆς θεότητος τὰς ἀκτῖνας; οὐ παρθένος εἶ τὸ βλέμμα, καὶ τὸ βῆμα, καὶ τὸ σχῆμα, καὶ τὸν λογισμὸν, καὶ τὸν νοῦν, καὶ τὴν ψυχήν; οὐκ ἐκ παρθένου παρθένον σῶμα σαυτῷ κατεσκεύασας; Μὴ ταῦτα διανοίας δεῖται καὶ κατανύξεως; Τίνος οὖν ἕνεκα βαπτίσω σε νῦν, τοῦ ποταμοῦ δημιουργὲ, καὶ τοῦ βαπτίσματος χορηγὲ, καὶ διὰ φιλανθρωπίαν   ἄνθρωπε;  Ἀνομίας  ἴχνος  οὐκ  ἔστιν  ἐν  σοὶ, οὔτε  κηλὶς  ἁμαρτίας ἔχρανέ σου τὴν ἄχραντον σάρκα, οὔτε τῷ στόματί σού ποτε δόλος παρήδρευσεν. Ἰὸς ἀσπίδων τοῖς Ἰουδαϊκοῖς ἐπικρύπτεται χείλεσι· γεννήματα  γάρ εἰσιν ἐχιδνῶν,  καὶ τούτων αἱ γλῶσσαι τυγχάνουσι δόλιαι· σοῦ δὲ ἐν τῷ στόματι ζωῆς ἀεννάου βρύουσι πηγαί·  ζωὴ  γὰρ  ὑπάρχων,  ζωὴν  φθέγγῃ  καὶ  χορηγεῖς.  Πῶς οὖν    χορηγὸς  τῆς παρούσης καὶ τῆς μελλούσης ζωῆς, τῶν  πτωχῶν  ἐπιβαίνεις  ῥευμάτων; Οἱ ἄλλοι πάντες ὑπ' ἐμοῦ βαπτιζόμενοι ταῦτα ἀκούουσι παρ' ἐμοῦ· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐ ρανῶν· καὶ πιστεύσατε εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν  μονογενῆ.  Ἐπὶ σοῦ δὲ  βαπτιζομένου  τί  λαλήσω;  τί  φθέγξομαι;  εἴπω, Μετανόη σον; ἵνα τίς σου τὴν μετάνοιαν  δέξηται; τίς γὰρ ἄλλος ἐστί σου μείζων Θεός; Εἴπω, Μετανόησον· Ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν; καὶ τῇ βασι λείᾳ τὴν βασιλείαν εὐαγγελίσομαι; καὶ σοὶ διαλεχθῶ  περὶ σοῦ; ἀγνοεῖς γὰρ ὃ πέφυκας; οὐκ ἐπίστασαι τὴν  βασιλείαν  τῶν  οὐρανῶν,  ἣν  φέρων  τοῖς  ἀνθρώ  ποις  οὐρανόθεν ἐλήλυθας; Εἴπω πρὸς σέ· Πίστευσον εἰς τὸν Κύριον Ἰησοῦν Χριστόν; σὲ σοὶ πιστεῦσαι παρεγγυήσω; καὶ τίς ποτε νενουθέτηται  αὐτὸς ἑαυτῷ πιστεῦσαι; Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον, ὅτι ἔστι Θεός· σὺ δὲ Θεὸς εἶ, καὶ Υἱὸς τοῦ Θεοῦ, εἰ καὶ ἄνθρωπος εἶ τὸ φαινόμενον,  καὶ πιστεύεσθαι δίκαιος εἶ παρὰ πάντων.  Ἀλλ' εἴπω πρὸς σέ· Πί στευσον εἰς τὸν Πατέρα τὸν σόν; Πότε γὰρ ὤφθης ἄπιστος καὶ πολέμιος τῷ Πατρί; πότε δὲ τῆς τοῦ Θεοῦ γεγεννηκότος ἐχωρίσθης θεότητος; Τί οὖν εἴπω πρὸς σέ; Πίστευσον εἰς τὸ Πνεῦμα τὸ ἅγιον; Ἀλλ' ἐν σοὶ, καὶ σὺν σοὶ τοῦτο καθέστηκεν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ; ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ πρὸς τὸν υἱὸν τοῦ Ζαχαρίου; ὁ ἐκ τῆς παρθένου πρὸς τὸν ἐκ τῆς  στεί ρας; ὁ μὴ λύσας τὴν  παρθενίαν  τῆς  μητρὸς, πρὸς τὸν  λύσαντα  τῆς τεκούσης τὴν στείρωσιν; ὁ ἐκ γαστρὸς προσκυνηθεὶς πρὸς τὸν ἐκ κοιλίας ἐπιγνόντα τὴν  σὴν δεσποτείαν; ὁ ἐνανθρωπήσας  πρὸς τὴν  τῆς ἐρή μου φωνήν;  ὁ τοσοῦτος ὑψηλὸς πρὸς τὸν τοσοῦτον εὐτελῆ; ὁ Κύριος πάσης τῆς κτίσεως πρὸς τὸν ἀνάξιον τῆς σῆς ἀγαθότητος ὑπηρέτην; ὁ πλούσιος κατὰ φύσιν πρὸς τὸν πένητα κατὰ φύσιν, διὰ μό νην δὲ τὴν σὴν χάριν εὔπορον; ὁ οὐράνιος καὶ ἐπί γειος πρὸς τὸν ἐπίγειον μόνον; ὁ ἄνωθεν ἔχων τὴν θεότητα, κάτωθεν δὲ τὴν ἀνθρωπότητα, πρὸς τὸν κάτωθεν  μόνον βλαστήσαντα; ὁ τοσοῦτος ∆εσπότης πρὸς ἐμὲ τὸν μικρὸν οἰκέτην; Ἀλλὰ  δοῦλος  δεσπό  την  οὐκ  ἐλευθεροῖ,  λύχνος  ἥλιον  οὐ  φωτίζει,  πη  λὸς  οὐ διορθοῦται  κεραμέα,  πρόβατον  οὐ  ποιμαίνει   ποιμένα,  πρόδρομος  οὐ  σεμνύνει βασιλέα. Ποταμὸς τὴν σὴν οὐ βαστάζει θεότητα· ποταμὸς οὐ μετρεῖ, ὃν οὐρανὸς οὐ χωρεῖ· ὁ Ἰορδάνης οὐ λούει τὸν ἑαυτοῦ ποιητήν· τὸ ὕδωρ ἐπιγινώσκει τὸν πλάσαντα· τὰ ῥεύματα ταῦτα οὐκ οἶδε τὸ φῶς, κἀγὼ τολμήσω πρὸς τὴν λειτουργίαν; Ἡ ψυχή μου ἰλιγγιᾷ,  ἡ χεΐρ μου τρέμουσα φοβεῖται πλησιάσαι τῷ παναγίῳ  σου σώματι. Τί ποιήσω; τί διαπράξομαι; Καὶ τρέμω σε, ∆έ σποτα, καὶ ποθῶ· καὶ φεύγειν  οὐ τολμῶ, καὶ προσελ θεῖν οὐ θαῤῥῶ· καὶ δοῦναι τὸ βάπτισμα φρίττω,  καὶ λαβεῖν ἁγιασμὸν ἐπιποθῶ. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι· ἐγώ σε προσκυνεῖν, οὐ βαπτίζειν δεδίδαγμαι· ἐγὼ μᾶλλον ὑποκλίνω τὸν ἐμὸν αὐχένα τῇ σῇ δεξιᾷ. Εὐλόγησόν με. ὁ εὐλογῶν ἔτη δικαίων· ποίησόν με τοῖς Ἰορδανείοις ῥείθροις ἐγχορεῦσαι σή μερον, ὡς ἐποίησάς με πρώην ἐνσκιρτῆσαι τοῖς μη τρῴοις ἐμβρύοις. Ναὶ, φησὶν ὁ ∆εσπότης, ὦ βαπτι στὰ, θαυμάζω σου τὴν εὐλάβειαν, ἀλλὰ τὴν εὐπεί θειαν ἐπιζητῶ. Γέγονας τῆς ἐμῆς βασιλείας συνήγο ρος, ἀλλ' ὀφείλεις γενέσθαι καὶ τῆς ἐμῆς οἰκονομίας διάκονος· Ἦλθον ἐγὼ πρὸς σὲ, ἐπειδὴ τοῦτο συμφέ ρει σοί τε καὶ τοῖς κατὰ σέ· ἦλθον ἐγὼ πρὸς σὲ, ἵνα πάντες οἱ ἄνθρωποι παραγένωνται  πρὸς ἐμέ· κατῆλ θον ἐκ τῶν  οὐρανῶν,  καὶ ὅλος ἐν τοῖς κόλποις  εἰμὶ τοῦ Πατρὸς, ἵνα συνάψω τῷ πλάστῃ τὸ ποίημα· ἦλθον ὁ παρὼν, ἵνα ζωγρήσω τοὺς φεύγοντας· ἦλθον ὡς ἄνθρωπος, ὅπου παρήμην ὡς Θεὸς, ἵνα τοὺς ἀνθρώ πους θεοὺς ἀπεργάσωμαι· ἔλαβον  ἐξ ὑμῶν  μητέρα πενιχρὰν,  ἵνα δυνηθῆτε  μετὰ παῤῥησίας ὑμεῖς τὸν  ἐμὸν Πατέρα καλεῖν· ἐτράφην ὡς βρέφος τῇ τοῦ γάλακτος τροφῇ, ἵνα τοῖς πιστοῖς τροφὴν ἐμαυτὸν  παραθήσω· περιεβλήθην  σπαργάνοις  παιδικοῖς,  ἵνα  διαῤῥήξω  τοὺς  τῆς ἀνομίας δεσμούς· ἀνεκλίθην  οὐκ ἐπὶ κλίνης  βασιλικῆς, ἀλλ'  ἐπὶ φάτνης  εὐτελοῦς ἵνα μετὰ τὴν ἐμὴν ἐπὶ τῆς φάτνης ἀνάκλισιν μηκέτι μηδεὶς τῶν λογικῶν ὡς ἄλογος ἀλογίαν νοσῇ· ἐδεξάμην ἐν τῇ σαρκί μου περιτομὴν, ἣν ἐγὼ πρώην ἐνομοθέτησα, ἵνα τὴν  ἀχειροποίητον  ἐπεισάγω  περιτομήν·  ἀνήνεγκα  τὴν  νενομισμένην  θυσίαν ὡς πρωτότοκος ὁ Μονογενὴς, ἵνα μεταποιήσω τὴν τοιαύτην θυσίαν, καὶ ξένην θυσίαν ἐμαυτὸν ἀπεργάσωμαι. Ἔφυγον εἰς Αἴγυπτον, ἀλλ' οὐκ ἀπέστην τοῦ εἶναι πάντων κα ταφυγή·  ἐγενόμην  βρέφος  νέον,  τέλειος  ἀνὴρ, ὡς  ὁρᾷς, ἵνα  τὸ τέλειον  τοῖς ἀτελέσι χαρίσωμαι· ἦλθον  διὰ πάσης ἡλικίας, ἵνα πᾶσαν ἡλικίαν  τειχίσω τῇ κατὰ μικρὸν  προκοπῇ. Ἐπέβην καὶ ποταμῷ,  ἵνα  ποιήσω τοὺς γηγενεῖς  ἐπιβαίνειν  τοῦ οὐρανοῦ· καὶ δέχομαι  τὸ βάπτισμα τοῦτο, ἵνα  παράσχω τοῖς  ἐμοῖς μαθηταῖς  τῆς παλιγγενεσίας  τὸ βάπτισμα. Ἀνέχομαι καταδύσεως, ὡς ἠνεσχόμην τῆς κατὰ σάρκα γεννήσεως. Ὡς νομοθέτης τιμῶ τοῦ νόμου τὰ δίκαια, ἵνα καινουργήσω τῆς χάριτος τὰ σύμβολα· ὡς ἰατρὸς ὑγιαίνων  μεταλαμβάνω τοῦ φαρμάκου τῶν νοσούντων, μὴ δεόμενος  τούτου,  ἵνα  καινότερον  βοή θημα τὸ τῆς  κολυμβήθρας  ἐπινοήσω  τοῖς κάμνουσι. Σταυρὸν διὰ τοὺς  ἁμαρτωλοὺς  καταδέχομαι,  καὶ λου  τρὸν  ἀκίνδυνον παραιτήσομαι; νέκρωσιν  ὑπομένειν  μέλλω  τριήμερον, καὶ  κατάδυσιν  ἄλυπον  οὐ ποιήσο  μαι; εἰς  αὐτὸν  καταβῆναι  ἐπείγομαι  τὸν  τοῦ  ᾄδου  βυθὸν,  καὶ  ποταμοῦ ῥεῖθρον οὐ περιπτύξομαι; Βάπτισον οὖν με, τὸν μέλλοντα βαπτίζειν καὶ σώζειν τοὺς θέλοντας· βάπτισόν με τὸν μέλλοντα βεβαπτισμένην ταῖς ἁμαρτίαις τῶν ἀνθρώπων τὴν φύσιν εἰς ὕψος ἐπαίρειν οὐράνιον· βάπτισόν με ὡς ἄνθρωπον  κάτω, τὸν ἄνω παρὰ τῶν  ἀγγέλων  ὑμνούμενον  ὡς Θεόν. Γενοῦ τῶν  ἐμῶν  μυστηρίων  ὑπηρέτης ὀξύς· μετάθες τὴν παραίτησιν εἰς πρᾶξιν ἀγαθήν· στῆσον τὴν γλῶτταν, καὶ κίνησον πρὸς τὸ ἔργον τὴν δεξιάν· ἐπίθες θαῤῥῶν τὴν χεῖρα τῇ ἐμῇ κορυφῇ, τῇ ληφθείσῃ ἀπὸ τοῦ σοῦ φυράματος διὰ σέ· κέρδανον ἐκ τοῦ βα πτίσματός μου καὶ σὺ τὸ Βαπτιστὴς ὀνομάζεσθαι.Ἄφες ἄρτι· τέως βάπτισον, καὶ τότε θεολόγησον· τέως βάπτισον, καὶ τότε προσκύνησον· Οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. 4Οὐδὲν οὕτω σεμνύνει τὸν ὑψηλὸν, ὡς ἡ ἐθελούσιος συγκατάβασις· ὕψος γὰρ ἀληθὲς οὐ σεμνύνει πράξεις ἐπιεικεῖς. Τότε ἀφίησιν αὐτὸν ὁ Ἰωάννης,  βοῶν πρὸς αὐτόν· Ἰδοὺ διακονῶ τῷ σῷ προστάγματι, ∆έσποτα· ἃ γὰρ ἀγνοῶν  ἔμαθον, ταῦτα χαίρων ἐπιτελῶ.   Ἰδοὺ  προσάγω  τὴν   ἐμὴν  δεξιάν  σου  τῇ  κεφαλῇ,   ἐπειδὴ  σὺ  τοῦτο προσέταξας· κἀγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου· καὶ ἡ χείρ μου δημιούργημα σὸν, καὶ ὁ ποταμὸς οὗτος τῆς σῆς δεσποτείας ἀπόῤῥοια, καὶ τὰ νάματα ταῦτα ποιήματα σὰ, καὶ τὸ βάπτισμα τοῦτο δῶρον σόν· καὶ σὺ μόνος ἐπίστασαι ὃ κατεργάζῃ μυ στήριον. Βαπτίσθητι, βαπτίσθητι, δέομαι· καὶ σῶσον, ὡς θέλεις, οὓς ἔπλασας. Μακάριος ἐγὼ, διὰ σὲ πα ραδόξως τεχθεὶς, καὶ ξένως ἐν ἐρήμῳ τραφεὶς, καὶ νῦν τῆς διακονίας ταύτης ἀξιωθείς· μακάριος ἐγὼ παρὰ σοῦ δοκιμασθεὶς τηλικούτῳ ὑπουργῆσαι  μυστη  ρίῳ.  Ὦ δεξιὰ,  πόσον  ὑψώθης!    πήλινον   ὄργανον,  πόσον τετίμησαι! Φιλάνθρωπε  καὶ μεγαλόδωρε  Κύ ριε, μετὰ τὸ κεράσαι τὴν  χάριν  τοῖς ὕδασι, καὶ δοῦ ναι τούτοις ὥσπερ τινὰ ζύμην ἁγιασμοῦ τὴν κατάδυ σιν, ἀνελθὼν τῶν ὑδάτων   (γονυπετῶ,   ∆έσποτα),  ἀνά   δραμε   καὶ   κατάλαβε   τὴν   ἀνθρωπότητα ψυχοῤῥαγοῦ σαν καὶ κάμνουσαν, ἐπίσκεψαι τὴν ἑκουσίως πυρέτ τουσαν, ἀνάστησον τὴν ἐπὶ τῆς γῆς ὡς ἐπὶ κλίνης ἐξηπλωμένην, καὶ νοσοῦσαν πάθει διαφόρῳ· ὡς ἰατρὸς τὰς νόσους ἀπέλασον.Σὲ περιμένουσιν οἱ χωλοὶ, ἵνα σοῦ λαλήσαντος δράμωσι· σὲ περιμένουσιν οἱ τυφλοὶ,  πρὸς ἀνάβλεψιν·  τὴν  σὴν προσδέχονται  φωνὴν  οἱ νε κροὶ πάντες,  πρὸς ἀνάστασιν· τὴν σὴν παρουσίαν δι ψῶσιν οἱ φλεγόμενοι τῷ καύσωνι τῶν συμφορῶν· ἐπίστηθι πᾶσιν ὡς δρόσος ἰάσεως. Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἠνεῴ χθησαν αὐτῷ οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον, ὡσεὶ περιστερὰν, καὶ ἐρχόμε νον ἐπ' αὐτόν. Ὢ ξένων καὶ παραδόξων μυστηρίων! ὁ οὐρανὸς ἄνωθεν προσκυνεῖ, ὃν ὁ ποταμὸς πρὸ βρα χέων ἐπέκλυσε· καὶ τὸ Πνεῦμα τὸ ἅγιον  θεολογεῖ, ὃν ὁ δοῦλος ἐβάπτισε. Καὶ ἰδοὺ φωνὴ  ἐκ τῶν  οὐρανῶν  λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. Οὗτός ἐστιν ὁ βαπτισθεὶς, οὐ διὰ χρείαν ἰδίαν, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν,  ὁ παρὰ τοῦ ἁγίου Πνεύματος μαρτυρούμενος, ὁ παρ' ἐμοῦ τοῦ σαφῶς ἰδόντος αὐτὸν κηρυττόμενος· ὁ πρὸ τῶν αἰώ νων ἐξ ἐμοῦ γεννηθεὶς, καὶ νῦν ἐκ Μαρίας σαρκὶ τε χθεὶς, ὁ ὁμοούσιος ἐμοὶ καὶ ὑμῖν· ὁ συναΐδιος ἐμοὶ, καὶ σύμμορφος τῆς ὑμετέρας μορφῆς· ὁ ποιητὴς  τοῦ Ἀδὰμ, καὶ ἀπόγονος  τοῦ  ∆αυΐδ· ὁ  δημιουργὸς  τῆς  Παρ θένου,  καὶ  υἱὸς  τῆς  Παρθένου· ὁ νοούμενος καὶ φαινό μενος· ὁ πίστει καὶ ὄψει κατοπτευόμενος· ὁ τέλειος ἐν θεότητι, καὶ  τέλειος  ἐν  ἀνθρωπότητι.  Οὗτός ἐστιν    Υἱός μου    ἀγαπητός.  Οὗτος, καὶ θαυματουργῶν ὡς Θεὸς, καὶ πάσχων ὡς ἄνθρωπος, Υἱός ἐστιν ἐμός· σταυ ρὸς γὰρ οὐ χωρίζει  μου τὸν κατὰ φύσιν ἀχώριστον. Οὗτος καὶ τοῖς ἥλοις  κεντούμενος,  Υἱός ἐστιν ἐμός· ἧλοι γὰρ τούτου τὴν θείαν οὐσίαν οὐ βλάπτουσιν. Οὗτος καὶ πάσχων Υἱός ἐστιν ἐμός· τὴν γὰρ τούτου θεότητα πάθος οὐκ ἰσχύει καταλαβεῖν. Οὗτος καὶ νεκρούμενος ἑκουσίως, κατὰ τὸ νεκροῦσθαι πεφυκὸς Υἱός ἐστιν ἐμός· ἀποθανεῖν γὰρ εἰς θεότητα οὐ πέφυκεν, οὔτε βούλεται, οὔτε δύναται· ζωὴν γὰρ νέκρωσις οὐ νικᾷ, καὶ θάνατος ἀθανασίας οὐ περιγίνεται. Οὗτος καὶ ἀνιστάμενος ἐκ νεκρῶν Υἱός ἐστιν ἐμός· ὡς γὰρ δημιουργὸς τοῦ παντὸς ἀναστήσει τοῦ σώματος αὐτοῦ τὸν ναὸν, ὃν λυθῆναι  παρὰ τῶν  ἐχθρῶν  αὐτοῦ συν εχώρησεν. Οὗτος μετὰ τῆς σαρκὸς ταύτης ἀνιὼν εἰς τοὺς οὐρανοὺς, ὧν οὐκ ἀπέστη, Υἱός ἐστιν ἐμός.Τοῦτον    δεχόμενος,  ἐμὲ  δέχεται  σὺν  αὐτῷ·  τοῦτον    προσκυνῶν,  ἐμὲ προσκυνεῖ·  εἰς  τοῦτον    πιστεύων,  εἰς  ἐμὲ  πιστεύει·  τοῦτον    σμικρύνων,  ἐμὲ σμικρύνει· ὕβρις γὰρ παιδὸς ζημία πατρός· τοῦτον ὁ δεχόμενος, καὶ μὴ πολυπραγμονῶν,  ἀλλὰ  σέβων  ἀπεριέργως,  μακάριος. Οὗτός ἐστιν  ὁ Υἱός μου  ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. Οἱ ἁμαρτωλοὶ, δράμετε πρὸς τὸν αἴ ροντα τὴν ἁμαρτίαν τοῦ   κόσμου·   οἱ   κατάκριτοι,   κα   ταλάβετε   τὸν   φιλάνθρωπον    δικαστήν·   οἱ νενεκρωμένοι  ταῖς ἁμαρτίαις, σπεύσατε πρὸς τὴν πηγὴν  τῆς ζωῆς. Ταῦτα τῆς τοῦ Βαπτιστοῦ πανηγύρεως κάλλιστα δῶρα· ταῦτα πάντα παρέσχεν ἡμῖν ὁ δι' ἡμᾶς ἐπι φανεὶς ∆εσπότης Χριστὸς ὁ Θεὸς ἡμῶν· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος ἅμα σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |