ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Πρὸς τε Ἰουδαίους καὶ Ἕλληνας ἀπόδειξις, ὅτι ἐστὶ Θεός, ὁ Χριστός

Τετάρτη 1 Ιουνίου 2016

Πρὸς τε Ἰουδαίους καὶ Ἕλληνας ἀπόδειξις, ὅτι ἐστὶ Θεός, ὁ Χριστός



Ιωάννης Χρυσόστομος
Τόμος 48

Πρὸς τε Ἰουδαίους καὶ Ἕλληνας ἀπόδειξις, ὅτι ἐστὶ Θεός, ὁ Χριστός, ἐκ τῶν παρὰ τοῖς προφήταις πολλαχοῦ περὶ αὐτοῦ εἰρημένων.

α’. Ἐπειδὴ πολλοὶ τῶν ἀνθρώπων, οἱ μὲν οἴκοθεν ὄντες ῥᾴθυμοι, οἱ δὲ τοῖς βιωτικοῖς ἑαυτοὺς μετὰ πολλῆς ἐκδεδωκότες τῆς σπουδῆς, ἕτεροι δὲ καὶ ὑπὸ ἀμαθίας πολλῆς κατεχόμενοι, οὐκ ἂν ῥᾳδίως μακρῶν ἀνασχοῖντο λόγων, ἀναγκαῖον εἶναι ἐνόμισα τὸν ἐκ τῆς μακρηγορίας ὑποτεμέσθαι πόνον· ὥστε καὶ τὸν ὄκνον ἀνελεῖν τῇ βραχυλογίᾳ τῶν ῥαθυμῶν, καὶ τοὺς σφόδρα αὐτῶν ἀναπεπτωκότας πρὸς τὴν ἀνάγνωσιν, πεῖσαι τῆς προκειμένης ἡμῖν πραγματείας μετὰ πολλῆς ἀκροάσασθαι τῆς προθυμίας. Διὰ τοι τοῦτο οὐδὲ καλλωπίζων ῥήμασί τε καὶ ὀνόμασι καὶ τὴν ἑρμηνείαν, ἀλλ’ αὐτὰ τιθεὶς τὰ ὀνόματα οὕτως, ὡς καὶ οἰκέτῃ, καὶ θεραπαινίδι, καὶ χήρᾳ γυναικί, καὶ καπήλῳ, καὶ ναύτῃ, καὶ γηπόνῳ ῥᾳδία εἶναι καὶ εὔληπτα, πανταχοῦ πειράσομαι συστεῖλαι τὸ μῆκος,


ὡς ἐν ἐγχωρῇ, καὶ δι’ ὀλίγων τὴν διδασκαλίαν ποιῆσαι, ἑκατέροις τούτοις τῶν ὑπτίων ἀκροατῶν διεγείρων τὴν ὄρεξιν εἰς τὰ ῥᾳδίως καὶ χωρὶς καμάτου τινὸς τὰ ἐγκείμενα ἐπελθεῖν, καὶ κατασχόντας ἐπὶ μνήμης ταῦτα κερδάναι. Ποιήσομαι δὲ τὸν ἀγῶνα πρὸς Ἕλληνας πρῶτον. Εἰ γὰρ δὴ λέγοι ὁ ἑλλήν, Πόθεν δῆλον ὅτι Θεὸς ἐστιν ὁ Χριστός; (τοῦτο γὰρ δεῖ προϋποθέσθαι πρῶτον, ὡς τὰ ἀλλὰ πάντα τούτῳ ἑπόμενα) οὐκ ἀπ’ οὐρανοῦ ποιησόμεθα τὴν ἀπόδειξιν, οὐδὲ ἀπ’ ἄλλων τοιούτων. Ἐὰν γὰρ εἴπω πρὸς αὐτόν, ὅτι οὐρανὸν ἔκτισεν, ὅτι γῆν, ὅτι θάλασσαν, οὐκ ἀνέξεται· ἂν εἴπω, ὅτι νεκροὺς ἤγειρε, τυφλοὺς ἐθεράπευσε, δαίμονας ἤλασεν, οὐδὲ τοῦτο καταδέξεται· ἂν εἴπω, ὅτι βασιλείαν ἐπηγγείλατο καὶ τὰ ἀπόῤῥητα ἀγαθά, ἂν περὶ ἀναστάσεως διαλεχθῶ, οὐ μόνον οὐκ ἀνέξεται, ἀλλὰ καὶ γελάσεται. Πόθεν οὖν αὐτὸν ἐνάξομεν, καὶ μάλιστα ἐὰν ἰδιώτης ᾗ; Πόθεν ἄλλοθεν, ἀλλ’ ἢ ἀπὸ τῶν παρ’ ἐμοῦ καὶ αὐτοῦ κοινῶς καὶ ἀναντιῤῥήτως ὁμολογουμένων, καὶ πρὸς ἃ ἀμφιβόλως οὐκ ἔχει; Ὅτι μὲν γὰρ οὐρανὸν ἐποίησε καὶ τὰ ἀλλά, ἅπερ εἶπον, ἐὰν ὑποθῶμαι, οὐκ ἂν ἀνάσχοιτο πεισθῆναι ῥᾳδίως. Τίνα οὖν ἐστιν ἃ καὶ ἐκεῖνος ὁμολογεῖ αὐτὸν πεποιηκέναι, καὶ οὐδαμῶς ἂν ἀντείποι; Ὅτι τὸ Χριστιανῶν γένος αὐτὸς ἐφύτευσεν· οὐ γὰρ δὴ καὶ πρὸς τοῦτο ἀντερεῖ, ὅτι τὰς πανταχοῦ τῆς οἰκουμένης ἐκκλησίας αὐτὸς ἐπήξατο. Ἀπὸ τούτων παρεξόμεθα τῆς δυνάμεως αὐτοῦ τὴν ἀπόδειξιν, καὶ δείξομεν αὐτὸν ὄντα Θεόν, καὶ ἐροῦμεν ὅτι οὐκ ἔστιν ἀνθρώπου ψιλοῦ τοσαύτην ἐν βραχεῖ καιρῷ καιρῷ περιελθεῖν οἰκουμένην, καὶ τήν, καὶ θάλατταν, καὶ ἐπὶ τούτοις καλεῖν πράγμασιν οὕτω, καὶ ταῦτα ὑπὸ ἀτόπου συνηθείας προκατειλημμένους ἀνθρώπους, μᾶλλον δὲ ὑπὸ τοσαύτης κακίας κατεχομένους. Καὶ ὅμως ἴσχυσε τούτων πάντων τὸ τῶν ἀνθρώπων γένος ἐλευθερῶσαι, οὐχὶ Ῥωμαίους μόνον, ἀλλὰ καὶ Πέρσας, καὶ ἁπλῶς τὰ τῶν βαρβάρων γένη. Καὶ ταῦτα κατώρθωσεν, οὐχ ὅπλοις χρώμενος, οὐ χρήματα δαπανῶν, οὐ στρατόπεδα κινῶν, οὐ πολέμους ἀναῤῥιπίζων, ἀλλὰ δι’ ἕνδεκα ἀνθρώπων τὴν ἀρχήν, ἀσήμων, εὐτελῶν, ἀμαθῶν, ἰδιωτῶν, πενήτων, γυμνῶν, ἀόπλων, ἀνυποδήτων, μονοχιτώνων. Τὶ λέγω, κατώρθωσε; Πεῖσαι ἠδυνήθη τοσαῦτα φῦλα ἀνθρώπων, οὐ περὶ τῶν παρόντων μόνον, ἀλλὰ καὶ περὶ τῶν μελλόντων φιλοσοφεῖν, καὶ νόμους πατρῴους ἀνασπάσαι, καὶ παλαιὰ ἔθη τοσούτῳ ῥιζωθέντα χρόνῳ ἐκ ῥιζῶν ἀνελεῖν, καὶ ἕτερα ἀντιφυτεῦσαι, καὶ τῶν εὐκόλων ἀπαγαγόντα εἰς τὰ δύσκολα ἐμβαλεῖν τὰ αὐτοῦ, ἀκὶ ταῦτα ποιῆσαι πολεμούμενον παρὰ πάντων, καὶ σταυρὸν ὑπομεμενηκέναι χλευαζόμενον καὶ θάνατον ἐπονείδιστον. Οὐ γὰρ δὴ καὶ πρὸς ταῦτα ἀντεροῦσιν, ὅτι οὐκ ἐσταυρώθη ὑπὸ τῶν Ἰουδαίων, καὶ τὰ μυρία ἔπαθε παρ’ αὐτῶν, καὶ ὅτι καθ’ ἑκάστην ἡμέραν ἐπιδίδωσιν τὸ κήρυγμα. Καὶ τὸ παράδοξον οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ παρὰ Πέρσαις ἄνθει, ἔτι καὶ νῦν παρ’ αὐτοῖς πολεμούμενον.
Καὶ γὰρ παρ’ ἐκείνοις ἄρτι μαρτύρων δῆμοι πολλοί, καὶ ὅμως οἱ καὶ λύκων αὐτῶν ἀγριώτεροι δεξάμενοι τὸ κήρυγμα, προβάτων ἡμερώτεροι γεγόνασι, καὶ περὶ ἀθανασίας, καὶ περὶ ἀναστάσεως φιλοσοφοῦσι καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν.


β’. Οὐκ ἐν ταῖς πόλεσι δὲ μόνον, ἀλλὰ καὶ εἰς τὴν ἔρημον ταῦτα ἐξῆλθε τὰ κατορθώματα, καὶ εἰς κώμας, καὶ εἰς χώρας, καὶ εἰς νήσους καὶ ὅρμους καὶ ἐπίνεια· καὶ οὐκ ἰδιῶται, οὐδὲ ἄρχοντες ἁπλῶς, ἀλλὰ καὶ αὐτοὶ οἱ τὰ διαδήματα περικείμενοι, μετὰ πολλῆς εἰσιν ὑποτεταγμένοι τῆς πίστεως τῷ σταυρωθέντι. Καὶ ὅτι ταῦτα πάντα οὐχ ἁπλῶς γέγονεν, ἀλλὰ μετὰ προῤῥήσεως πρὸ πολλοῦ γεγενημένης χρόνου, ἐπὶ τοῦ παρόντος ἀποδεῖξαι πειράσομαι· μᾶλλον δὲ ἡμῶν μηδὲ ὕποπτον γενέσθαι τὸν λόγον, ἀναγκαῖον τὰ βιβλία τῶν σταυρωσάντων αὐτὸν Ἰουδαίων εἰς μέσον προθεῖναι, καὶ τὰς περὶ αὐτοῦ μαρτυρίας ἐκ τῶν παρ’ αὐτοῖς φυλαττομένων Γραφῶν ἔτι καὶ νῦν ὑπ’ ὄψεσι τῶν ἀπειθούντων διεξελθεῖν. Ὅτι τοίνυν ὁ Θεὸς ἄνθρωπος ἔσται, Θεὸς ὤν, πρῶτος Ἱερεμίας λέγει· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογίσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη». Εἶδες πῶς ἅπαντα ἐν βραχέσι ῥήμασι παρεδήλωσε, καὶ ὅτι Θεὸς ὢν ἄνθρωπος ἐγένετο, καὶ ἀνθρώποις συνανεστράφη, καὶ ὅτι καὶ τὴν Παλαιὰν αὐτὸς ἐνομοθέτησεν; «Ἐξεῦρε γάρ, φησί, πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκε αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ». Δείκνυσι γὰρ ἐνταῦθα ὅτι καὶ πρὸ τῆς παρουσίας τῆς ἐνσάρκου πάντα αὐτὸς ᾠκονόμει, καὶ πάντα αὐτὸς ἔπραττε, νομοθετῶν, προνοῶν, κηδόμενος, εὐεργετῶν. Ἕτερος πάλιν προφήτης, ὅτι οὐκ ἄνθρωπος μόνον ἔσται, ἀλλ’ ὅτι καὶ ἀπὸ παρθένος τεχθήσεται, ἄκουσον πῶς φησιν· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ»· τοῦτο δὲ ἐστι μεθερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός. Εἶτα δεικνὺς ὅτι οὐ φαντασία τὸ φαινόμενον ἦν, ἀλλ’ ἀληθῶς ἄνθρωπος, ἐπήγαγε λέγων· «Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρία τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν». Ὅτι δὲ αὐτὸς οὗτος οὐκ ἄνθρωπος μόνον, οὐδ’ ὅτι ἐκ παρθένου μόνον, ἀλλ’ ὅτι καὶ ἐξ οἴκου Δαβίδ, ἄκουσον πῶς καὶ τοῦτο ἄνωθεν προλέγει ὁ Ἠσαΐας, τροπικῶς μὲν κεχρημένος τοῖς λέξεσι καὶ μεταφορᾷ πολλῇ, προλέγει δ’ οὖν ὅμως· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν». Ὁ γὰρ Ἰεσσαὶ οὗτος πατὴρ τοῦ Δαβὶδ ἦν. Δῆλον ἐκ τοῦτο ὅτι καὶ ἀπὸ τῆς φυλῆς ἐκείνης ἦν. Οὐ μόνον δὲ ὅτι ἀπὸ τῆς φυλῆς, ἀλλ’ ὅτι καὶ ἀπὸ τῆς οἰκίας Ἰεσσαὶ προελεύσεται, καὶ τοῦτο προανεφώνησεν, εἰπών· «Ἐξελεύσεται γάρ, φησί, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί»· οὐ περὶ ῥάβδου λέγων ἁπλῶς, ἀλλὰ περὶ αὐτοῦ καὶ τῆς βασιλείας αὐτοῦ. Καὶ ὅτι οὐ περὶ ῥάβδου τοῦτο εἶπεν, ἐδήλωσε διὰ τῶν ἑξῆς· εἰπὼν γάρ, «Ἐξελεύσεται ῥάβδος», ἐπήγαγε· «Καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα σοφίας καὶ συνέσεως». Οὐδεὶς δέ, κἂν σφόδρα ἀνόητος ᾗ, τοῦτο ἐρεῖ, ὅτι ἐπὶ τοῦ ξύλου ἤρχετο ἡ τοῦ πνεύματος χάρις, ἀλλ’ εὔδηλον ὅτι ἐπὶ τὸν ναὸν ἐκεῖνον τὸν ἄμωμον. Διὰ τοῦτο οὐδὲ ἥξει, εἶπεν, ἀλλ’ «ἐπαναπαύσεται»· ἐπειδὴ ἐλθὼν παρέμεινε, καὶ οὐκ ἀπέστη. Ὃ δὲ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης δηλῶν ἔλεγε· «Ἐγὼ τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστεράν, καὶ μένον ἐπ’ αὐτόν». Οὐ παρεσιώπησαν δὲ οὐδὲ τὴν γνώμην τὴν Ἰουδαϊκήν, ἢν ἐπεδείξαντο ἅμα τεχθέντος αὐτοῦ· ὁ μὲν γὰρ Ματθαῖός φησιν· «Ἀκούσας δὲ Ἡρῴδης ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ»· ὁ δὲ Ἠσαΐας ἄκουσον πῶς καὶ τοῦτο ἄνωθεν προανεφώνει λέγων· «Θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι· ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος». Ὅτι δὲ περὶ ἀνθρώπου οὐκ ἂν τις εἴποι τοῦτο ψιλοῦ, εὔδηλον καὶ τοῖς σφόδρα φιλονεικεῖν ἐθέλουσι. Θεὸς γὰρ ἰσχυρὸς οὐδεὶς ἀνθρώπων ἐλέχθη ἀπὸ τοῦ αἰῶνος, οὐδὲ ἄρχων εἰρήνης τοιαύτης. «Τῆς γὰρ εἰρήνης αὐτοῦ, φησίν, οὐκ ἐστιν ὅριον». Καὶ δηλοῖ τῶν πραγμάτων ἡ φύσις, ὅτι πᾶσαν ἐπῆλθε τὴν γῆν, πᾶσαν θάλατταν, πᾶσαν οἰκουμένην, πᾶσαν ἀοίκητον, καὶ ὄρη καὶ νάπας καὶ βουνοὺς ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἀφ’ ἧς ἀνέρχεσθαι μέλλων, πρὸς τοὺς μαθητὰς εἶπεν· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, οὐ καθὼς ὁ κόσμος δίδωσι, δίδωμι ὑμῖν». Τὶ δήποτε δὲ οὕτως εἶπεν ὁ Χριστός; Ἡ μὲν γὰρ τῶν ἀνθρώπων εὐκατάλυτός ἐστι, καὶ πολλὰς ἔχει τὰς μεταβολάς· ἡ δὲ παρ’ αὐτοῦ βεβαία, ἀκίνητος, παγία, μόνιμος, ἀθάνατος, τέλος οὐκ ἔχουσα, καὶ ταῦτα μυρίων πολέμων πανταχόθεν ἀναῤῥιπισθέντων, καὶ καθ’ ἑκάστην ἡμέραν μυρίων ἐπιβούλων γινομένων. Ἀλλ’ ὁ πάντα ἀνύων αὐτοῦ λόγος καὶ τοῦτο ἤνυσε μετὰ τῶν ἄλλων.


γ’. Οὐ μόνον δὲ ὅτι ἄνθρωπος ἔσται, ἀλλὰ καὶ τῆς παρουσίας αὐτοῦ τὸν τρόπον προεφήτευσαν. Ἐπειδὴ γὰρ ἔμελλε παραγίνεσθαι, οὐκ ἀστραπὰς ἀφιείς, οὐ κεραυνοὺς ἄνωθεν, οὐ σείων τὴν γῆν, οὐ κλονῶν τὸν οὐρανόν, οὐκ ἐκπλήξεις τινὰς ἐργαζόμενος, ἀλλ’ ἀψοφητὶ καὶ μηδενὸς εἰδότος ἐν οἰκίᾳ τέκτονος ἐτέχθη, ἐν οἰκία ἀσήμῳ καὶ εὐτελεῖ, ἄκουσον πῶς οὐδὲ τοῦτο παρεσιώπησεν ὁ Δαυῒδ εἰπών· «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον», τὸ ἀτάραχον, τὸ ἥσυχον διὰ τούτου δηλῶν. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τῆς τότε μετὰ πάντων αὐτοῦ διαγωγῆς τὸ πρᾶον καὶ ἐπιεικὲς ἐμφαίνων ἄλλος προφήτης ὅρα τὶ φησιν. Ἐπειδὴ γὰρ ὑβριζόμενος, ἐμπτυόμενος, λοιδορούμενος, ἀτιμαζόμενος, μαστιζόμενος, τελευταῖον καὶ σταυρωθεὶς οὐδὲν τῶν ταῦτα πεποιηκότων ἠμύνατο, ἀλλ’ ἔφερεν ἅπαντα μακροθύμως καὶ πράως, οἷον τὰς ἀτιμίας, τὰς ἐπιβουλάς, τὴν μανίαν τὸν θυμὸν τὸν ἄκαιρον ἐκείνου τοῦ δήμου, τὰς ἐφόδους, ταῦτα πάντα δηλῶν ἔλεγε· «Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν, καὶ ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν». Ἕτερος δὲ πάλιν καὶ τὸν τόπον, ἐν ᾧ ἔμελλε τίκτεσθαι, δηλοῖ οὕτω λέγων· «Καὶ σύ, Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμάνει τὸν λαὸν μου τὸν Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος». Οὗτος καὶ τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα δείκνυσι· τῷ μὲν γὰρ εἰπεῖν, «Αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος», τὴν προαιώνιον ἐδήλωσε ὕπαρξιν· τῷ δὲ εἰπεῖν, «Ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμάνει τὸν λαὸν μου τὸν Ἰσραήλ», τὴν κατὰ σάρκα γέννησιν. Καὶ ὅρα πάλιν καὶ ἑτέραν ἐνταῦθα προφητείαν διαλάμπουσαν. Οὐ γὰρ μόνον ὅτι τεχθήσεται εἶπεν, ἀλλ’ ὅτι καὶ ἐπίσημον ἔσται τὸ χωρίον, καίτοι εὐτελὲς ὃν καὶ μικρόν· «Οὐδαμῶς γὰρ ἐλαχίστη εἰ ἐν τοῖς ἡγεμόσιν Ἰούδα», φησί.
Πᾶσα τοίνυν ἡ οἰκουμένη συντρέχει νῦν ἰδεῖν τὴν Βηθλεέμ, ἔνθα τεχθεὶς ἐτέθη, οὐδαμόθεν ἄλλοθεν ἀλλ’ ἢ ἐντεῦθεν μόνον. Ἄλλος πάλιν καὶ τὸν καιρόν, ἐν ᾧ ἔμελλε παραγίνεσθαι, ἐδήλωσεν οὕτως εἰπών· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μερῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται». Καὶ αὐτὸς προσδοκία ἐθνῶν, δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ· πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ· χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. Ὅρα καὶ ταύτην τὴν προφητείαν διαπρέπουσαν. Τότε γὰρ παραγίνεται, ὅτε λοιπὸν ἐπέλιπον ἄρχοντες οἱ Ἰουδαϊκοί, καὶ ὑπὸ τὰ σκῆπτρα τῶν Ῥωμαίων ἐγένοντο· καὶ οὕτως ἐπληροῦτο καὶ ἡ προφητεία ἡ λέγουσα, ὅτι «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται», τὸν Χριστὸν λέγουσα. Ὁμοῦ τε γὰρ ἐτέχθη, καὶ ἀπογραφὴ ἐγένετο ἐκείνη πρώτη, κρατησάντων Ῥωμαίων τοῦ Ἰουδαίων ἔθνους, καὶ ὑπὸ ζυγὸν τῆς οἰκείας βασιλείας ἀγαγόντων αὐτούς. Εἶτα καὶ ἄλλο παρασημαίνεται τῷ λέγειν· «Καὶ αὐτοὺς προσδοκία ἐθνῶν»· παραγενόμενος γὰρ τὰ ἔθνη πάντα ἐπεσπάσατο. Ἔμελλεν ὁ Ἡρῴδης, ἐπιζητῶν αὐτὸν τεχθέντα, ἀναιρεῖν τὰ αὐτόθι παιδία. Καὶ οὐδὲ τοῦτο ἐσίγησαν οἱ προφῆται, ἀλλὰ πρὸ πολλῶν προανεφώνησαν τῶν χρόνων εἰπόντες, «Φωνὴ ἐν Ῥαμᾶ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσιν». Ἔμελλεν ἐξ Αἰγύπτου ἀνιέναι· καὶ τοῦτο ἐδήλωσαν εἰπόντες· «Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱὸν μου». Ἀλλὰ καὶ ἐν τόποις φανεροῖς παραγενόμενος ἔμελλεν εὐθέως σημεῖα ποιεῖν καὶ διδάσκειν· καὶ τοῦτο προανεφωνήθη. Ἄκουε γὰρ Ἠσαΐου λέγοντος· «Χώρα Ζαβουλῶν, γῆ Νεφθαλείμ, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε ὡς μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς»· τὴν παρουσίαν αὐτοῦ ἐντεῦθεν δηλῶν τὴν ἐκεῖσε, τὴν ἀπὸ τῶν θαυμάτων γενομένην αὐτοῖς ἐπίγνωσιν. Εἶτα πάλιν ἕτερα θαύματα διηγούμενος, καὶ δεικνὺς πῶς χωλοὺς ἐθεράπευσε, πῶς τυφλοὺς ἰάσατο, πῶς ἀλάλους παρεσκεύασε λαλεῖν. «Τότε ἀνοιχθήσονται, φησίν, ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται». Καὶ μεθ’ ἕτερα· «Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων»· ὅπερ οὐδέποτε γέγονεν, ἢ ἐπὶ τῆς παρουσίας αὐτοῦ. Ἐνίων δὲ σημείων καὶ ἰδικῶς ἐμνημόνευσαν. Εἰσῆλθε γοῦν ποτε εἰς τὸ ἱερόν, καὶ τὰ παιδία ἔτι ὑπομάζια καὶ ἀδιάρθρωτον τὴν φωνὴν ἔχοντα ἦδον εἰς αὐτὸν ὕμνους ἱερούς, οὕτω λέγοντα· «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου». Τοῦτο ἄνωθεν προεῖπεν ὁ προφήτης οὕτω λέγων· «Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν». Ὁρᾷς πῶς καθ’ ἑαυτὴν ἡ φύσις ἀγωνιζομένη καὶ τὸν δημιουργὸν ἀνακηρύττουσα ἡ ἀπειρόκακος ἡλικία καὶ μήπω διαρθροῦν φωνὴν δυναμένη ἀποστολικὸν ἀνεδέξατο κήρυγμα;


δ’. Ἐπειδὴ δὲ διαλεγόμενος ἀλλαχοῦ τοῖς Ἰουδαίοις διὰ τὴν ἀγνωμοσύνην αὐτῶν συνεσκιασμένως τὰ πολλὰ διελέγετο, ὡς ἐν αἰνίγματι καὶ παραβολαῖς, καὶ τοῦτο ἄνωθεν προελέχθη· «Φθέγξομαι προβλήματα ἀπὸ καταβολῆς κόσμου, ἐρεύξομαι κεκρυμμένα ἀπ’ ἀρχῆς». Ἀλλὰ καὶ τὴν σοφίαν τὴν ἐν τῷ δημηγορεῖν ἄνωθεν προανακηρύττων ὁ προφήτης ἔλεγεν· «Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου»· καὶ ἕτερος προφήτης πάλιν· «Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται σφόδρα». Καὶ τῆς παρουσίας αὐτῆς τὰ κατορθώματα τὰ μετὰ τῶν σημείων γινόμενα ὡς ἐν βραχεῖ διηγούμενος, πάλιν αὐτὸς οὕτως ἔλεγε· «Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν». Ἐπειδὴ καὶ τὸν τοσαῦτα εὐεργετοῦντα αὐτοὺς ἔμελλον ἀποστρέφεσθαι εἰκῆ καὶ μάτην, οὐ μικρόν, οὐ μέγα ἔχοντες ἐγκαλεῖν, καὶ τοῦτο προανεκηρύχθη. Ἄκουε γὰρ τοῦ Δαυῒδ τοῦτο αὐτὸ προθεσπίζοντος οὕτω καὶ λέγοντος. «Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν». Ἔμελλε καὶ ἐπὶ ὄνου ὀχούμενος οὕτως εἰς τὴν πόλιν εἰσιέναι· καὶ τοῦτο ἄνωθεν προανεκηρύχθη ὑπὸ Ζαχαρίου λέγοντος οὕτω· «Χαῖρε σφόδρα, θύγατερ Σιῶν, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεὺς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον». Ἐξέβαλε τοῦ πωλοῦντας τὰς περιστερὰς καὶ τοὺς κολλυβιστάς. Ἐποίει δὲ τοῦτο αὐτὸ ζήλῳ τῷ ὑπὲρ τοῦ οἴκου, καὶ ἅμα δεικνὺς ὅτι οὐκ ἀντίθεός τὶς ἐστιν, ἀλλὰ καὶ σύμφωνος τῷ Πατρί· διὸ καὶ ἐξεδίκει τὸν οἶκον ὡς ἐν αὐτῷ καπηλείας τοσαύτης γινομένης. Οὐδὲ τοῦτο κατελείφθη ἀνεπισήματον, ἀλλὰ καὶ αὐτὸ ὁ προφήτης Δαυῒδ προαγορεύων, καὶ τὴν γνώμην, μεθ’ ἧς τὴν ἐκδίκησιν ἔπραττε, προαναφωνῶν λέγει· «Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με». Τὶ τούτου γένοιτ’ ἂν ἐναργέστερον; Ἔμελλε παραδίδοσθαι, καὶ ὁ κοινωνῶν αὐτῷ τῆς τραπέζης τῆς προδοσίαν ἐργάζεσθαι. Ὅρα πῶς καὶ τοῦτο προηγόρευσεν ὁ αὐτὸς οὗτος προφήτης λέγων· «Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν». Σκόπει δὲ καὶ τοῦ εὐαγγελιστοῦ τὴν συμφωνίαν· «Ὁ ἐμβάψας, φησί, μετ’ ἐμοῦ τὴν χεῖρα αὐτοῦ ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει». Ἔμελλεν ὁ παραδιδοὺς αὐτὸν οὐχ ἁπλῶς παραδιδόναι, ἀλλὰ πωλῶν τὸ αἷμα τὸ τίμιον, καὶ χρήματα ὑπὲρ τούτου λαμβάνων. Οὐδὲ τοῦτο ἐσίγησεν ὁ προφήτης, ἀλλὰ καὶ τὰ ἀναίσχυντα συμβόλαια, καὶ τοὺς λόγους, οὓς πρὸς ἀλλήλους ἐποιοῦντο, ἐμφαίνων, «Ὁ Θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ἔλεγεν, ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη». Ὁ αὐτὸς προδότης μεταγνοὺς ὕστερον ὑπὲρ ὧν ἐτόλμησε, τὰ τε ἀργύρια ἔῤῥιψε, καὶ δραμὼν ἐπὶ βρόχον οὕτω τὸν βίον κατέλυσε, χηρείᾳ τὴν γυναῖκα καὶ ὀρφανίᾳ τὰ τέκνα παραδούς, καὶ ἐρημίᾳ τὴν οἰκίαν. Ὅρα πῶς καὶ ταύτην ἐκτραγῳδεῖ τὴν συμφορὰν ὁ προφήτης οὕτω λέγων· «Γεννηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί, καὶ ἡ γυνὴ αὐτοῦ χήρα, σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν». Ἀλλὰ καὶ ἀντ’ ἐκείνου μετ’ ἐκεῖνον γέγονέ τις ἀπόστολος ὁ Ματθίας. Καὶ τοῦτο πάλιν ὁ αὐτὸς προαναφωνεῖ λέγων· «Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος». Προδοθέντος αὐτοῦ καὶ συλληφθέντος ἐκόντος, συνίσταται δικαστήριον πολλῆς γέμον παρανομίας. Ἰουδαίων τε καὶ τῶν ἐξ ἐθνῶν. Ὅρα πῶς καὶ αὐτὸ προθεσπίζει ὁ Προφήτης λέγων·. «Ἰνάτι ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά»; Οὐ ταῦτα δὲ μόνον προανεφώνησαν· ἀλλὰ καὶ τὴν σιγήν, ἤν πολλῶν μεταξὺ λόγων γενομένων καὶ κατηγοριῶν εἱστήκει σιγῶν, δηλῶν ὁ Ἠσαΐας ἔφη· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ». Εἶτα δεικνὺς τὸ διεφθαρμένον τῆς ψήφου ἐπήγαγεν· «Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη», τουτέστιν, Οὐδεὶς αὐτῷ τὰ δίκαια ἐδίκασεν. Εἶτα καὶ τὴν αἴτιον λέγειν τῆς σφαγῆς. Ἐπειδὴ γὰρ ἁμαρτημάτων ἕνεκεν οὐκ ἔπασχεν ἅπερ ἔπασχεν, ἄμωμος καὶ ἄληπτος ὥν, ὑπὲρ δὲ τῶν τῆς οἰκουμένης κακῶν παρεδίδοτο, σκόπει πῶς ἀμφότερα καὶ ταῦτα ἠνίξατο εἰπών· «Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ». Διὰ γὰρ τούτου ἐδήλωσε, τινὸς ἕνεκα ἀνῃρέθη. Εἶτα καὶ ἄλλη αἰτία· «Ἐκ τῶν ἁμαρτιῶν, φησί, τοῦ λαοῦ μου ἥκει εἰς θάνατον». Οὐ μόνον δὲ τὴν αἰτίαν τῆς σφαγῆς, ἀλλὰ καὶ τὶ κέρδος ἀπὸ τοῦ σταυροῦ καὶ τῆς σφαγῆς ἐκείνης γέγονε θέλων δεῖξαι, ὁρᾷ πῶς προαναφωνεῖ τοῦτο λέγων· «Πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη. Παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτῷ· τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν». Εἶτα ἐπεὶ καὶ δίκας ἔμελλον διδόναι ὑπὲρ τῶν τολμημάτων τούτων οἱ Ἰουδαῖοι, καὶ τοῦτο δηλοῖ ὁ αὐτὸς προφήτης ἐν οἷς λέγει· «Δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ». Καὶ ὁ Δαυῒδ πάλιν εἰπών, «Ἀποῤῥίψωμεν τὸν ζυγὸν αὐτοῦ ἀφ’ ἡμῶν», ἐπήγαγεν· «Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς· τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς»· τὴν πανταχοῦ τῆς οἰκουμένης διασπορὰν λέγων αὐτῶν. Ὃ καὶ αὐτὸς ὁ Χριστὸς ἐν τοῖς Εὐαγγελίοις δηλῶν ἔλεγε· «Τοὺς δὲ μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτῶν ἀγάγετε ὧδε, καὶ κατασφάξατε αὐτούς». Εἶτα ἐπειδὴ τὴν σφαγὴν εἶπον, οὐδὲ τὸν τρόπον τῆς σφαγῆς παρεσιώπησαν, ἀλλὰ καὶ αὐτὴν παρεδήλωσεν ὁ Δαυῒδ οὕτως εἰπών, «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μού»· οὐδὲ τὴν μετὰ τὸν σταυρὸν παρανομίαν ἐσίγησε πάλιν εἰπών, «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τῶν ἱματισμὸν μου ἔβαλον κλῆρον».
Εἶτα καὶ ὅτι θάπτεσθαι ἔμελλε, καὶ τοῦτο ἐδήλωσεν εἰπών, «Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου». Καὶ ὅτι ἀνίστασθαι ἔμελλεν, ὅρα πῶς καὶ τοῦτο προανεφώνησε λέγων· «Οὐκ ἐγκαταλείψεις τὴν ψυχὴν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιον σου ἰδεῖν διαφθοράν». Ἑτέρως δὲ ὁ Ἠσαΐας τὸ αὐτὸ τοῦτο πάλιν ἐμφαίνει λέγων· «Καὶ Κύριος αὐτὸν βούλεται καθαρίσαι ἀπὸ τῆς πληγῆς, δεῖξαι αὐτῷ φῶς, δικαιῶσαι δίκαιον εὖ δουλεύσαντα πολλοῖς». Ὅτι τῶν ἁμαρτημάτων τῶν ἀνθρωπίνων λύσις γέγονεν αὐτοῦ ἡ σφαγή, καὶ τοῦτο παρέστησε τῷ εἰπεῖν· «Καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν». Ὅτι τῶν δαιμόνων ἀπήλλαξε τοὺς ἀνθρώπους, καὶ τοῦ, «Καὶ τοῦ ἰσχυροῦ, φησί, μεριεῖται σκῦλα». Ὅτι διὰ τοῦ θανάτου τοῦτο ἐποίησεν, οὐδὲ αὐτὸ ἐσίγησεν, ἀλλὰ λέγει· «Ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ». Ὅτι προστήσεσθαι ἔμελλε τῆς οἰκουμένης, καὶ τοῦτο ἐδήλωσε δι’ ὧν ἔφη· «Καὶ αὐτὸς κληρονομήσει πολλούς». Εἶτα ἐπεὶ καταβὰς εἰς τὸν ᾅδην ἅπαντα διετάραξε, καὶ θορύβου καὶ ταραχῆς ἐνέπλησε, καὶ τὴν ἀκρόπολιν κατέλυσεν, οὐδὲ τοῦτο σιγῶσιν, ἀλλὰ νῦν μὲν ὁ Δαυῒδ οὕτω βοᾷ λέγων, «Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης»· νῦν δὲ ἑτέρως ὁ Ἠσαΐας, «Πύλας χαλκᾶς συνθλάσω, καὶ μοχλοὺς σιδηροῦς συντρίψω, καὶ ἀνοίξω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους ἀναδείξω σοί», τὸν ᾅδην οὕτω καλῶν. Εἰ γὰρ καὶ ᾅδης ἥν, ἀλλὰ ψυχὰς ἐκράτει ἁγίας καὶ σκεύη τίμια, τὸν Ἀβραάμ, τὸν Ἰσαάκ, τὸν Ἰακώβ. Διὸ καὶ θησαυροὺς ἐκάλεσε, σκοτεινοὺς δέ, ἐπειδὴ οὐδέπω ὁ τῆς δικαιοσύνης ἥλιος ἦν καταλάμψας αὐτόθι, οὐδὲ τοὺς περὶ ἀναστάσεως κηρύξας λόγους. Ὅτι δὲ ἀναστὰς ἔμελλεν οὐ μετὰ ἀγγέλων στήσεσθαι, οὐδὲ μετὰ ἀρχαγγέλων, οὐδὲ μετὰ ἄλλας τινὸς λειτουργικῆς δυναμένως, ἀλλ’ ἐπὶ τὸν θρόνον καθιεῖσθαι τὸν βασιλικόν, ἄκουσον τὶ φησι πάλιν ὁ Δαυΐδ· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Καθοῦ ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθροὺς σου ὑποπόδιον τῶν ποδῶν σοῦ».
Μετὰ ταῦτα ἔμελλεν ἀποστόλους πέμπειν· καὶ τοῦτο προανεφώνησεν Ἠσαΐας εἰπών· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά». Καὶ ὅρα ποῖον ἐπαίνει τοῦ σώματος μέρος, τοὺς πόδας, τοὺς πανταχοῦ αὐτοὺς διακομίζοντας. Εἶτα καὶ τὸν τρόπον τῆς κρατήσεως αὐτῶν ἐμφαίνων ὁ Δαυῒδ λέγει· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ». Οὐ γὰρ δὴ ὅπλα κινήσαντες, οὐ χρήματα δαπανήσαντες, οὐδὲ ῥώμῃ σώματος, οὐδὲ στρατοπέδων πλήθει, οὐδὲ ἄλλῳ τινὶ τοιούτῳ περιεγένετο, ἀλλὰ ῥήματι ψιλῷ, ῥήματι πολλὴν ἔχοντι δύναμιν, τὴν τῶν σημείων ἐπίδειξιν. Τὸν γὰρ ἐσταυρωμένον κηρύσσοντες, καὶ σημεῖα ἐργαζόμενοι, οὕτω τῆς οἰκουμένης ἐκράτησαν. Διὰ τοῦτό φησι, «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ», τὰ σημεῖα ταύτῃ καλῶν. Καὶ γὰρ ἄφατος δύναμις ἦν, τὸν ἁλιέα καὶ τὸν τελώνην, καὶ τὸν σκηνοποιὸν ἀπὸ ψιλῶν ἐπιταγμάτων νεκροῦ ἐγείρειν, δαίμονας ἀπελαύνειν, τὸν θάνατον ἀπωθεῖν, φιλοσόφων ἐπιστομίζειν γλῶσσαν, ῥητόρων ἀποῤῥάπτειν στόματα, βασιλέων καὶ ἀρχόντων περιγίνεσθαι, βαρβάρων, Ἑλλήνων, παντὸς γένους κρατεῖν. Καὶ καλῶς οὕτως εἶπε. Πάντα γὰρ ταῦτα ἤνυον ἐκείνῳ τῷ ῥήματι, καὶ τῇ πολλῇ δυνάμει μετετίθεσαν νεκροὺς εἰς ζῶντας, ἁμαρτωλοὺς εἰς δικαίους, πηροὺς εἰς βλέποντας, τὰ νοσήματα τῆς φύσεως καὶ τὴν κακίαν τῆς ψυχῆς παρεγένετο; Ὅτι ἀπὸ Πνεύματος ἁγίου, καὶ τοῦτο ἐντεῦθεν δηλοῦται· «Πνεύματος γὰρ ἦσαν πεπληρωμένοι, φησί, ἐν εἴδει γλῶσσαι φανεῖσαι ἐκάθισαν ἐφ’ ἕνα ἕκαστον αὐτῶν». Καὶ τοῦτο Ἰωὴλ ἄνωθεν προανεφώνησεν οὕτω λέγων· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ νεανίσκοι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται. Καὶ γε ἐπὶ τοὺς δούλους μου, καὶ ἐπὶ τὰς δούλας μου ἐκχεῶ, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ»· μεγάλην ἡμέραν καὶ ἐπιφανῆ καὶ ταύτην οὕτω δηλῶν τὴν τοῦ Πνεύματος καὶ τὴν μέλλουσαν ἐπὶ συντέλεια φανήσεσθαι. Ὁ αὐτὸς δὲ οὗτος προφήτης καὶ τὴν διὰ πίστεως σωτηρίαν προαναφωνῶν (οὐδὲ γὰρ τοῦτο ἐσιγήθη), «Καὶ ἔσται, φησίν, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται».



ς’. Πανταχοῦ τῆς οἰκουμένης κήρυκας ἀποστελεῖ, καὶ οὐδεὶς ἀνήκοος ἔσται τοῦ κηρύγματος· καὶ τοῦτο προαναπεφώνηται. Ἄκουε γὰρ τοῦ Δαυῒδ λέγοντος τοῦτο καὶ προφητεύοντος· «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν». Εἶτα δεικνὺς καὶ ὅτι μετὰ ἐξουσίας ἐκήρυττον, καὶ τῶν τὰ διαδήματα περιβεβλημένων δυνατώτεροι ἦσαν, ἀλλαχοῦ πάλιν ὁ αὐτὸς λέγει· «Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν». Ὅτι δὲ καὶ βασιλέων μᾶλλον καὶ ἀρχόντων κρείττους ὑπῆρχον Πέτρος καὶ Παῦλος, δηλοῖ τὰ πράγματα. Οὐ γοῦν τῶν βασιλέων νόμοι καὶ ζώντων αὐτῶν καταλύονται, οἱ δὲ τῶν ἁλιέων ἐκείνων καὶ ἀποθανόντων πεπήγασι καὶ μένουσιν ἀκίνητοι, καὶ ταῦτα καὶ δαιμόνων καὶ συνηθείας χρονίου, καὶ κακίας καὶ ἡδονῆς καὶ μυρίων ἑτέρων ἐπιχειρησάντων αὐτοὺς ἀναμοχλεῦσαι. Δηλῶν δὲ πάλιν ὅτι καταστάντες ἄρχοντες αὐτοὶ δὴ οὗτοι ἐπέραστοι πᾶσι καὶ ποθεινοὶ ἔσονται, ἀπήγαγε λέγων, «Διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα», τουτέστιν, εὐχαριστήσουσί σοι, καὶ χάριν εἴσονται πολλήν, ὅτι τοιούτους ἄρχοντας ἔδωκας. Ὅτι δὲ καὶ τὸ κήρυγμα πανταχοῦ κρατήσει προαναπεφώνηται. Ὅρα τὸν Δαυῒδ τοῦτό σοι παριστῶντα δι’ ὧν λέγει· «Αἰτῆσαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». Καὶ πάλιν ἀλλαχοῦ ἕτερος προφήτης φησὶ τὸ αὐτὸ δηλῶν· «Πλησθήσεται ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας». Σκόπει καὶ τὸ εὔκολον τῆς ὑπακοῆς· «Οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν». Τὸ ἀῤῥαγὲς τῆς ἐκκλησίας· «Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ἐπ’ ἄκρον τῶν ὀρέων ὁ οἶκος Κυρίου, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ λαοὶ πολλοὶ καὶ ἔθνη πολλά». Καὶ ὅτι οὐ παγία ἔσται μόνον καὶ ἀκίνητος καὶ ἀῤῥαγής, ἀλλὰ καὶ πολλὴν πρυτανεύσει τῇ οἰκουμένῃ εἰρήνην, καὶ ἅι μὲν κατὰ πόλεις πολυαρχίαι καταλυθήσονται καὶ αἱ μοναρχίαι, μία δὲ τις ἔσται βασιλεία εἰς πάντας ἀρθεῖσα, καὶ τὸ πλέον αὐτῆς ἐν εἰρήνη ἔσται, οὐ καθάπερ ἔμπροσθεν· τὸ μὲν γὰρ παλαιὸν χειροτέχναι πάντες καὶ ῥήτορες ὅπλα ἐτίθεντο, καὶ ἐπὶ παρατάξεως εἱστήκεσαν· τοῦ Χριστοῦ δὲ παραγενομένου πάντα ἐκεῖνα διελύθη, καὶ εἰς μέρος διωρισμένον τὰ τῶν πολέμων περιέστη· καὶ τοῦτο δὴ προφήτης δηλῶν τις ἔλεγε· «Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰ ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν». Πρότερον μὲν γὰρ ἐν τούτοις ἔζων ἅπαντες, νυνὶ δὲ καὶ τῆς τέχνης αὐτῆς ἐπελάθοντο, μᾶλλον δὲ οἱ πλείους οὐδὲ ἐγεύσαντο τὴν ἀρχήν· εἰ δὲ τινες καὶ εἶεν, ὀλίγοι καὶ οὐ συνεχεῖς οὐδὲ πολλοί, ὥσπερ ἐν ἀρχῇ κατὰ πᾶν ἔθνος μυρίων ἐπαναστάσεων γινομένων. Εἶτα δεικνὺς καὶ πόθεν συστήσεται ἡ ἐκκλησία, προλέγει. Ἐπειδὴ γὰρ οὐκ ἐπιεικεῖς ἄνθρωποι μόνον, οὐδὲ ἥμεροι καὶ χρηστοί, ἀλλὰ καὶ ἄγριοι καὶ ἀπάνθρωποι, καὶ οἶόν τινες λύκοι καὶ λέοντες καὶ ταῦροι κατὰ τὸν τρόπον ἔμελλον συναγελάζεσθαι αὐτοῖς, καὶ πάντες ἐκκλησία γίνεσθαι μία, ἄκουσον πῶς τὸ ποικίλον τῆς ἀγέλης ταύτης ὁ προφήτης ἐδήλωσεν εἰπών· «Τότε συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, τὸ λιτὸν διὰ τούτου τῆς διαίτης τῶν βασιλέων ἐμφαίνων». Ὅτι δὲ οὐ περὶ θηρίων ἐστὶ ταῦτα, εἰπάτω Ἰουδαῖος πότε τοῦτο γέγονεν· οὐδέποτε γὰρ λύκος μετὰ ἀρνὸς ἐβοσκήθη· εἰ δὲ κεῖ ἔμελλε βόσκεσθαι, τὸ τοῦτο τὸ τῶν ἀνθρώπων ὠφείλει γένος; Ἀλλὰ περὶ τῶν ἀγρίων τὸν τρόπον ἀνθρώπων λέγει, περὶ Σκυθῶν, περὶ Θρακῶν, περὶ Μαύρων, περὶ Ἰνδῶν, περὶ Σαυρομάτων, περὶ Περσῶν. Ὅτι δὲ ταῦτα πάντα τὰ ἔθνη ὑπὸ ἕνα ἄγεται ζυγόν, καὶ ἄλλος προφήτης δηλῶν ἔλεγε· «Καὶ δουλεύσουσιν αὐτῷ ὑπὸ ζυγὸν ἕνα, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ». Οὐκέτι, φησὶν ἐν Ἰεροσολύμοις μόνον, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης· οὐκέτι γὰρ εἰς Ἱεροσόλυμα κελεύονται ἄνθρωποι ἀπιέναι, ἀλλ’ ἕκαστος οἶκοι μένων, τὴν λατρείαν ταύτην ἐπιτελεῖ.


ζ’. Ὅτι ἔμελλον Ἰουδαῖοι ἐκβάλλεσθαι, οὐδὲ τοῦτο σεσίγηται· καὶ ὅρα πῶς καὶ τοῦτο προεῖπεν ὁ προφήτης· «Ἰδοὺ ἐν ὑμῖν συγκλεισθήσονται θύραι, καὶ οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεάν». Καὶ τινὲς μέλλουσι θεραπεύειν, καὶ αὐτὸ προαναπεφώνηται. «Ἀπὸ ἀνατολῶν ἡλίου, φησί, μέχρι δυσμῶν τὸ ὄνομά μου δεδοξάσθαι ἐν τοῖς ἔθνεσι»· καὶ πάλιν, «Ἐν παντὶ τόπῳ θυμίαμα προσάγεταί μοι καὶ θυσία καθαρά». Εἶδες πῶς τῆς λατρείας τὴν εὐγένειαν παρεδήλωσε; Πῶς τὸ ἐξαίρετον καὶ παρηλλαγμένον; Καὶ ὅτι οὐκ ἐν τόπῳ, ἀλλ’ ἐν τρόπῳ, οὐδὲ ἐν κνίσση καὶ καπνῷ, ἀλλ’ ἐν ἕτερα λατρεία ἔσται τὰ τῆς θεραπείας; Καὶ πῶς τούτους, φησὶν ἅπαντας ἐπεσπάσαντο οἱ ἀπόστολοι; Ὁ μίαν γλῶτταν ἔχων τὴν Ἰουδαϊκήν, πῶς τὸν Σκύθην καὶ τὸν Ἰνδὸν καὶ τὸν Σαυρομάτην καὶ τὸν Θρᾶκα ἔπεισε; Λαβὼν παρὰ τῆς τοῦ Πνεύματος δωρεᾶς τὴν χάριν τῆς πολυφωνίας ταύτης. Καὶ τοῦτο μὲν περὶ τῶν ἐθνῶν· περὶ δὲ τοῦ Ἰσραήλ, τὸ τῶν γλωσσῶν χάρισμα. Καὶ ὅτι οὐδὲ τοῦτο ἐπεσπάσατο τοὺς Ἰουδαίους, ἄκουε πῶς δείκνυσιν ὁ προφήτης λέγων· «Ἐν ἑτερογλώσσοις γὰρ καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ,καὶ οὐδ’ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος». Τὶ τούτου σαφέστερον ἴδοι τις ἄν; Ἔμελλον Ἰουδαῖοι ἀπιστεῖν, τὰ δὲ ἔθνη προστρέχειν· καὶ τοῦτο προεκηρύχθη. Ἄκουε τοῦ Ἠσαΐου τοῦτο δηλοῦντος καὶ λέγοντος· «Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπον, Ἰδοὺ εἰμι, τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσαν τὸ ὄνομά μου». Περὶ δὲ τοῦ Ἰσραήλ, «Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖρας μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα»· καὶ πάλιν, «Ἀνηγγείλαμεν αὐτῷ ὡς παιδί, ὡς ῥίζα ἐν τῇ διψώσῃ»· καὶ πάλιν, «Κύριε, τὶς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη»; Οὐκ εἶπε, τῇ διδασκαλίᾳ ἡμῶν, ἐνταῦθα δεικνύς, ὅτι οὐκ οἴκοθέν τι ἐφθέγγοντο, αλλ’ ἅπερ ἤκουσαν παρὰ τοῦ Θεοῦ, ταῦτα ἀπήγγειλαν. Ὅτι προτιμᾶσθαι δεῖ πάλιν τὰ ἡμέτερα τῶν ἐκείνων, καὶ πολλῷ τιμιώτερα γίνεσθαι, καὶ τοῦτο παρεδήλωσε Μωϋσὴς τιμιώτερα γίνεσθαι, καὶ τοῦτο παρεδήλωσε Μωϋσης εἰπών· «Παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς», τὴν προτέραν εὐτέλειαν τοῦ λαοῦ λέγων διὰ τοῦ, «Ἐπ’ οὐκ ἔθνει εἰπεῖν»· οὐδὲ γὰρ ἔθνος εἶναι ἐνομίζετο διὰ τὴν πολλὴν εὐτέλειαν, διὰ τὴν μωρίαν, διὰ τὴν ἄνοιαν, ἀλλ’ ἀπὸ τῆς πίστεως τοσαύτη γέγονεν ἡ μεταβολή, ὡς ἐκείνων τῶν τιμωμένων πολλῷ τιμιωτέρους φανῆναι. Ὅτι ἔμελλε δάκνειν Ἰουδαίους τοῦτο αὐτὸ καὶ ἐκ τούτου βελτίους γίνεσθαι, καὶ τοῦτο ἐντεῦθεν δηλοῦται. Οὐ γὰρ ἁπλῶς εἶπε, Προτιμήσω ἀλλ’ ὁμοῦ καὶ τοῦτο δηλῶν, καὶ τὴν ἐκ παραζηλώσεως γενησομένην αὐτοῖς ὁπωσδήποτε διόρθωσιν, «Παραζηλώσω ὑμᾶς, φησίν, ἐπ’ οὐκ ἔθνει»· ὡσεὶ ἔλεγε, Τοσαῦτα δώσω αὐτοῖς ἀγαθά, ὡς ὑμᾶς ζηλοτυπῆσαι ὡς ὑμᾶς δεχθῆναι. Τοῦτο γοῦν αὐτοὺς καὶ βελτίους ἐποίησεν. Οἱ γὰρ θάλατταν σχιζομένην, πέτρας ῥηγνυμένας, ἀέρα μεταβαλλόμενον, καὶ τοσαῦτα τεράστια θεωροῦντες, μᾶλλον δὲ οἱ τὰ ἑαυτῶν τέκνα θύοντες, καὶ τῷ Βεελφεγὼρ τελούμενοι, καὶ μαγγανείαις πολλαῖς προσσχόντες, οὗτοι, ἐπειδὴ προσήλθομεν ἡμεῖς, καὶ πολλῷ προτιμοτέρα τὰ ἡμέτερα ἐκείνων γέγονεν, οὕτως ἀπὸ τῆς ζηλοτυπίας ἐδήχθησαν καὶ βελτίους ἐγένοντο καὶ συνεστάλησαν, ὥστε ὅσα μὴ κατώρθωσαν προφητῶν ἀκούοντες καὶ τεράστια βλέποντες, ταῦτα ἐκ τῆς πρὸς ἡμᾶς ζηλοτυπίας κατορθῶσαι. Οὐδεὶς γοῦν αὐτῶν οὐ τέκνα σφάζει νῦν, οὐκ εἰδώλοις προστρέχει, οὐ μόσχον προσκυνεῖ. Τὸ τῆς παρθενίας σεμνὸν ἐπὶ μὲν τῆς Παλαιᾶς οὐδὲ μέχρις ὀνόματος ἦν· ἐπὶ δὲ τῆς Καινῆς ἐπεὶ ἔμελλε διαλάμπειν, ὅρα πῶς καὶ τοῦτο προλέγει ὁ Δαυῒδ οὕτω λέγων· «Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, ἀχθήσονται εἰς ναὸν βασιλέως». Ἀλλ’ οὐδὲ αὐτὸ τὸ τῶν ἱερέων ὄνομα ἀπεσιώπησε, τὸ τῶν ἐπισκόπων λέγω. «Καταστήσω γὰρ τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, φησί, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ».
η’. Ἔμελλε παραγίνεσθαι καὶ εὐθύνας ἀπαιτεῖν τὸ τῶν ἀνθρώπων γένος, καὶ μετὰ τῶν ἄλλων καὶ Ἰουδαίους. Ὅρα πῶς καὶ αὐτὸ προλέγει ὃ τε Δαυΐδ, ὃ τὲ Μαλαχίας· ὁ μὲν οὕτω λέγων· «Καὶ εἰσῆλθεν ὡς χωνευτήριον, ὡς πόα πλυνόντων, καὶ διακαθαριεῖ τὸ ἀργύριον καὶ τὸ χρυσίον», συγγενῆ τοῖς Παύλου εἰπὼν γράφοντος οὕτως· «Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται»· ὁ δὲ Δαυΐδ, «Ὁ Θεὸς ἐμφανῶς ἥξει», πάλιν τὴν δευτέραν αὐτοῦ παρουσίαν ἀνακηρύττων. Ἡ μὲν γὰρ προτέρα πολλὴν εἶχε τὴν συγκατάβασιν· ἡ δὲ δευτέρα οὐχ οὕτως, ἀλλὰ φρίκης γέμουσα καὶ καταπλήξεως, ἐκ τῶν προτρεχόντων ἀγγέλων, τῆς παρουσίας αὐτοῦ δίκην ἀστραπῆς πάντα καταλαμβανούσης. «Ὥσπερ γὰρ ἡ ἀστραπή, φησίν, ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου»· τὸ περιφανὲς ταύτῃ δηλῶν, τὸ αὐτοάγγελτον· οὐ γὰρ δεῖται τὸ κηρύξοντος, ἀλλ’ αὐτὴ ἑαυτὴν δείκνυσι. Τοῦτο τοίνυν καὶ ὁ Δαυῒδ ἐμφαίνων ἔλεγεν· «Ὁ Θεὸς ἐμφανῶς ἥξει». Εἶτα τὸ δικαστήριον ὑπογράφων τὸ μέλλον, ἐπάγει καὶ λέγει· «Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα». Εἶπε τῆς τιμωρίας, λέγει καὶ τὸ λαμπρόν· «Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ», γῆν ἐνταῦθα τὸ γένος τῶν ἀνθρώπων λέγων. Εἶτα μετὰ τοῦ παντὸς γένους καὶ τὸ Ἰουδαϊκὸν ἀριθμῶν (πρὸς γὰρ αὐτοὺς καὶ ἀποτείνεται), πάλιν ἐπάγει λέγων· «Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις· καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ Θεὸς κριτὴς ἐστιν». Ἔμελλε παραγενόμενος τὴν διὰ θυσιῶν λατρείαν ἐκβάλλειν, καὶ μὴ προσίεσθαι, ταύτην δὲ τὴν ἡμετέραν δέχεσθαι. Ἄκουσον πῶς καὶ περὶ τούτων προανεφωνήθη· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι». Ὃ καὶ ἀλλαχοῦ δηλῶν ἔλεγε· «Λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου»· τουτέστιν, οὐ θάλατταν ὁρῶν σχιζομένην, οὐ πέτρας ῥηγνυμένας, ἀλλ’ ἀκούσας τῶν ἀποστόλων τῶν ἐμῶν. Καὶ ἐνταῦθα πάλιν, «Σῶμα δὲ κατηρτίσω μοι». Εἰπὼν δὲ τοῦτο, ἔτι προστίθησι καὶ λέγει· «Τότε εἶπον, Ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ». Δύο γὰρ δὴ ταῦτα ἐντεῦθεν δηλοῦται, καὶ ὅτι παρέσται, καὶ ὅτι τότε, ὅταν ἐκβληθῶσιν αἱ θυσίαι· ὃ καὶ γέγονε τῆς ἀρχῆς μεταπεσούσης τῆς Ἰουδαΐκης ἐπὶ τὴν Ῥωμαϊκήν. Εὕρομεν δὲ καὶ τοῦ Βαροὺχ περὶ τῆς παρουσίας αὐτοῦ λέγοντα οὕτως· «Ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη». Λέγει δὲ καὶ ὁ Μωϋσῆς, «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα. Καὶ ἔσται, πᾶσα ψυχή, ἥτις οὐκ ἀκούει τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς». Ὁρᾷς τοῦτο ἐπ’ οὐδενὸς συμβάν, ἢ ἐπ’ αὐτοῦ μόνου; Καὶ γὰρ πολλοὶ προφῆται ἀνέστησαν, καὶ πάντων παρήκουσαν, ἀλλ’ οὐδὲν ἔπαθον· τούτου δὲ παρακούσαντες οἱ Ἰουδαῖοι, ἀλῆται καὶ πλανῆτες, φυγάδες καὶ μετανάσται περιέρχονται πανταχοῦ. Ὅρα γὰρ πολιτείας ἠλλοτριώθησαν, ἐθῶν πατρῴων καὶ νόμων, ἐν ἀτιμία καὶ αἰσχύνη καὶ κολάσει καὶ τιμωρίᾳ. Ἃ δὲ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου πεπόνθασιν, οὐδὲ εἰπεῖν ἔνι· οὕτω πᾶσαν συμφορὰν ὑπερέβη ἡ τραγῳδία ἐκείνῃ, καὶ τὸ προφητικὸν ἐπληροῦτο· ὅτι «Πᾶς, ὃς ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται». Διὰ τοι τοῦτο τὰ ἐκείνων ἠρήμωται, ἐπειδὴ τοῦ προφήτου παρήκουσαν ἐκείνου. Ὅτι ἀναστήσει πάντας, καὶ τοῦτο ἐδήλωσεν Ἠσαΐας εἰπών· «Ἀναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις. Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν». Οὐ μόνον δὲ ταῦτα, ἀλλ’ ὅτι καὶ μετὰ τὸν σταυρόν, μετὰ τὴν σφαγὴν λαμπροτέρα ἔσται τὰ κατ’ αὐτόν, ὅτι μετὰ τὴν ἀνάστασιν μᾶλλον ἐπιδώσει τὸ κήρυγμα. Ἐπειδὴ γὰρ ἐδέθη, προεδόθη ὑπὸ μαθητοῦ, ἐνεπτύσθη, ἐλοιδορήθη, ἐμαστιγώθη, ἀνεσκολοπίσθη, οὐδ’ εἰς τάφον, τὸ γε εἰς ἐκείνους ἧκον, ἠξιώθη τεθῆναι, τὰ ἱμάτια αὐτοῦ διεμερίσαντο οἱ στρατιῶται, ἐπὶ ὑποψίᾳ τυραννίδος τὸν βίον κατέλυσεν, ὡς βλάσφημος, ὡς τύραννος· «Πᾶς γὰρ ὁ ποιῶν ἑαυτόν, φησί, βασιλέα, ἀντιλέγει τὸ Καίσαρι»· καὶ πάλιν, «Ἴδε, ὑμεῖς ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ»· ἐπεὶ τοίνυν πάντα ἔμελλε συμβαίνειν, διεγείρων τὸν ἀκροατὴν καὶ θαῤῥεῖν παρασκευάζων, μὴ φοβηθῇς, φησί, τούτων ἕνεκα· τοῦ γὰρ σταυρωθέντος, τοῦ μαστιγωθέντος, τοῦ ὑπὸ λῃστῶν λοιδορηθέντος, τοῦ ἐπὶ ὑπολήψει βλασφημίας ἀναιρεθέντος τοιαῦτα ἔσται τὰ πράγματα μετὰ τὴν τελευτήν, μετὰ τὴν ἀνάστασιν, ὡς μηδὲν ἀντειπεῖν, ὅτι οὐ πολλῆς ἐμπέπλησται τῆς τιμῆς. Τοῦτο γοῦν καὶ ἐγένετο. Ὅπερ δὴ καὶ πόῤῥωθεν προαναφωνῶν ὁ προφήτης ἔλεγεν· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή». Ὡσεὶ ἔλεγεν· Αὐτὸ τὸ εἶδος τῆς τελευτῆς διαδήματός ἐστι τιμιώτερον. Οἱ γοῦν βασιλεῖς διαδήματα ἀποτιθέμενοι, τὸν σταυρὸν ἀναλαμβάνουσι, τὸ σύμβολον αὐτοῦ τῆς τελευτῆς· ἐν πορφυρίσι σταυρός, ἐν διαδήμασι σταυρός, ἐπὶ εὐχῶν σταυρός, ἐπὶ ὅπλων σταυρός, ἐπὶ τῆς τραπέζης τῆς ἱερᾶς σταυρός, καὶ πανταχοῦ τῆς οἰκουμένης ὁ σταυρὸς ὑπὲρ τὸν ἥλιον διαλάμπει. «Καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή».


θ’. Ἀλλ’ οὐ τὰ ἀνθρώπινα τοιαῦτα, ἀλλ’ ἀπεναντίας εἴωθε γίνεσθαι. Ζώντων μὲν γὰρ τῶν εὐδοκιμούντων, καὶ τὰ ἐκείνων ἄνθει· τελευτησάντων δέ, συγκαταλύεται καὶ τὰ ἐκείνων. Καὶ τοῦτο οὐκ ἐπὶ πλουσίου, οὐκ ἐπὶ ἄρχοντος, ἀλλ’ ἐπ’ αὐτοῦ τοῦ βασιλέως ἴδοι τις ἄν. Καὶ γὰρ καὶ οἱ νόμοι αὐτῶν καταλύονται, καὶ αἱ εἰκόνες ἀμαυροῦνται, καὶ ἡ μνήμη αὐτῶν σβέννυται, καὶ τὸ ὄνομα αὐτῶν ἐν λήθη, καὶ οἱ προσήκοντες ἐν καταφρονήσει, ἐκείνων τῶν ὅπλα κινούντων, τῶν τῷ νεύματι μετατιθεμένων δήμων καὶ πόλεων καὶ πραγμάτων καταστάσεις, τῶν ἀναιρεῖν κυρίων, τῶν ἀπαγομένους ἀνακαλεῖσθαι δυναμένων. Ἀλλ’ ὅμως ἅπαντα καταλύεται, εἰ καὶ πρὸ τούτου εὐδοκιμεῖ. Ἐπὶ δὲ τοῦ Χριστοῦ πᾶν τοὐναντίον. Πρὸ μὲν γὰρ σταυροῦ ἐν κατήφεια τὰ πράγματα ἦν. Ἰούδας προέδωκε, Πέτρος ἠρνήσατο, οἱ λοιποὶ φυγάδες ἐγένοντο, μόνος μεταξὺ τῶν ἐχθρῶν ἀπελαμβάνετο, πολλοὶ πιστεύσαντες ἀπῆλθον εἰς τὰ ὀπίσω. Ἐπειδὴ δὲ ἐσφάγη καὶ ἐτελεύτησεν, ἵνα μάθῃς ὅτι οὐ ψιλὸς ἄνθρωπός τις ἦν ὁ σταυρωθείς, καὶ λαμπροτέρα καὶ φαιδροτέρα γέγονε καὶ ὑψηλοτέρα πολλῷ. Ὁ μὲν οὖν κορυφαῖος τῶν ἀποστόλων πρὸ τοῦ σταυροῦ οὐδὲ θυρωροῦ ἀπειλὴν ἤνεγκεν, ἀλλὰ μετὰ τοσαύτην μυσταγωγίαν ἔφησεν αὐτὸν μὴ εἰδέναι· μετὰ δὲ τὸν σταυρὸν τὴν οἰκουμένην περιέδραμεν· ἐντεῦθεν μύριοι δῆμοι μαρτύρων ἐσφάγησαν, ἑλόμενοι μᾶλλον ἀποθανεῖν, ἢ φθέγξασθαι ἅπερ ἐφθέγξατο ὁ κορυφαῖος τῶν ἀποστόλων, μιᾶς θυρωροῦ δείσας ἀπειλήν. Οὕτως ἐξ ἐκείνου πᾶσαι χῶραι καὶ πᾶσαι πόλεις, καὶ ἔρημος καὶ οἰκουμένη καὶ ἀοίκητος τὸν ἐσταυρωμένον ἀνακηρύττομεν· καὶ βασιλεῖς καὶ στρατηγοὶ καὶ ἄρχοντες καὶ ὕπατοι, καὶ δοῦλοι καὶ ἐλεύθεροι, καὶ ἰδιῶται καὶ σοφοὶ καὶ ἄσοφοι, καὶ βάρβαροι καὶ τὰ ποικίλα τῶν ἀνθρώπων γένη, καὶ λοιπὸν ὅσην ἥλιος ἐφορᾷ γῆν, ταύτην δὴ τὴν τοσαύτην ἐπέδραμε, τὸ ὄνομα καὶ ἡ προσκύνησις, ἵνα μάθῃς τὶ ἐστιν, «Ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή». Ὁ δὲ τὸ σῶμα δεξάμενος ἐκεῖνο τὸ σφαγὲν τόπος, σμικρὸς ὣν καὶ σφόδρα βραχύς, μυρίων αὐλῶν βασιλικῶν ἐστι σεμνότερος, καὶ αὐτοῖς τοῖς βασιλεῦσι τιμιώτερος. «Καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή». Τὸ δὲ παράδοξον, οὐκ ἐπ’ αὐτοῦ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν μαθητῶν αὐτοῦ τὸ αὐτοῦ τοῦτο δὴ γέγονεν. Οἱ γὰρ ἀγόμενοι καὶ περιαγόμενοι, οἱ καταφρονούμενοι, κεῖ δεσμούμενοι, οἱ τὰ μυρία πάσχοντες δεινά, τελευτήσαντες αὐτῶν εἰσι τῶν βασιλέων τιμιώτεροι· καὶ πῶς, σκόπει ἐντεῦθεν. Ἐν τῇ βασιλικωτάτῃ πόλει Ῥώμῃ, πάντα ἀφιέντες, ἐπὶ τοὺς τάφους τοῦ ἁλίως καὶ τοῦ σκηνοποιοῦ τρέουσι καὶ βασιλεῖς καὶ ὕπατοι καὶ στρατηγοί· καὶ ἐν τῇ Κωνσταντινουπόλει δὲ οὐδὲ πρὸς τοὺς ἀποστόλους ἐγγύς, ἀλλὰ παρ’ αὐτὰ τὰ πρόθυρα ἔξω ἀγαπητὸν εἶναι ἐνόμισαν οἱ τὰ διαδήματα περικείμενοι τὰ σώματα αὐτῶν κατορύττεσθαι, καὶ γεγόνασι θυρωροὶ λοιπὸν τῶν ἁλιέων οἱ βασιλεῖς, καὶ ἐν τῇ τελευτῇ οὐκ αἰσχύνονται, ἀλλὰ καὶ ἐγκαλλωπίζονται, οὐ μόνον αὐτοί, ἀλλὰ καὶ οἱ ἔκγονοι ἐκείνων. «Καὶ ἔσται, φησίν, ἡ ἀνάπαυσις αὐτοῦ τιμή». Τότε τῆς τιμῆς τὸ μέγεθος ὄψει, ὅταν καταμάθῃς αὐτοῦ τοῦ θανάτου τὸ σύμβολον, τοῦ θανάτου τοῦ ἐπαράτου, τοῦ θανάτου τοῦ πάντων θανάτων αἰσχίστου· τοῦτο γὰρ μόνον τῆς τελευτῆς τὸ εἶδος ὑπὸ ἀρὰν ἐκεῖνο. Οἶόν τι λέγω· τῶν ἁμαρτανόντων τὸ παλαιὸν οἱ μὲν ἐκαίοντο, οἱ δὲ ἐλιθάζοντο, οἱ δὲ ἑτέρῳ τρόπῳ τιμωρίας τὸν βίον κατέλυον· ὁ δὲ ἀνεσκολοπισμένος καὶ ἐπὶ ξύλου κρεμάμενος, οὐ τοῦτο μόνον ὑπόμεινε τὸ χαλεπόν, ὅτι τοιαύτη ἐκολάζετο καταδίκῃ, ἀλλ’ ὅτι καὶ ἐπάρατος ὁ τοιοῦτος ἦν. «Ἐπικατάρατος γάρ, φησί, πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου». Ἀλλ’ ὅμως τὸ ἐπάρατον τοῦτο, τὸ ἀπευκτόν, τὸ τῆς ἐσχάτης τιμωρίας σύμβολον, νῦν γέγονε ποθεινὸν καὶ ἐπέραστον. Οὐδὲ γὰρ οὕτω στέφανος βασιλικὸς καλλωπίζει κεφαλήν, ὡς σταυρὸς παντὸς κόσμου τιμιώτερος ὤν· καὶ ὃ ἅπαντες ἐπεφρίκεσαν πρώην, τούτου νῦν τὸ σχῆμα οὕτως ἐστὶν ἅπασι περιμάχητον, ὡς πανταχοῦ τοῦτο εὑρίσκεσθαι παρὰ ἄρχουσι, παρὰ ἀρχομένοις, παρὰ γυναιξί, παρὰ ἀνδράσι, παρὰ παρθένοις, παρὰ γεγαμημέναις, παρὰ δούλοις, παρὰ ἐλευθέροις. Καὶ γὰρ συνεχῶς αὐτὸ ἅπαντες ἐγχαράττουσιν ἐπὶ τοῦ τῶν μελῶν ἡμῶν ἐπισημοτέρου μέρους, καὶ ὥσπερ ἐν στήλη ἐπὶ τοῦ μετώπου καθ’ ἑκάστην ἡμέραν διατυπούμενον περιφέρουσιν. Οὗτος ἐν τῇ ἱερᾷ τραπέζῃ, οὗτος ἐν τάσι τῶν ἱερέων χειροτονίαις, οὗτος πάλιν μετὰ τοῦ σώματος τοῦ Χριστοῦ ἐπὶ τὸ μυστικὸν δεῖπνον διαλάμπει· τοῦτον πανταχοῦ χορεύοντα ἴδοι τις ἄν, ἐν οἰκίαις, ἐν ἀγοραῖς, ἐν ἐρημίαις, ἐν ὁδοῖς, ἐν ὄρεσιν, ἐν νάπαις, ἐν βουνοῖς, ἐν θαλάττῃ καὶ πλοίοις καὶ νήσοις, ἐν κλίναις, ἐν ἱματίοις, ἐν ὅπλοις, καὶ ἐν παστάσιν, ἐν συμποσίοις, ἐν σκεύεσιν ἀργυροῖς, ἐν χρυσέοις, ἐν μαργαρίταις, ἐν τοίχων γραφαῖς, ἐν σώμασιν ἀλόγων πολλὰ πεπονηκότων, ἐν σώμασιν ὑπὸ δαιμόνων πολιορκουμένων, ἐν πολέμοις, ἐν εἰρήνῃ, ἐν ἡμέραις, ἐν νυξίν, ἐν τρυφώντων χορείαις, ἐν σκληραγωγουμένων φρατρίαις· οὕτω περιμάχητον ἅπασι γέγονε τὸ θαυμαστὸν τοῦτο δῶρον, ἡ ἄφατος αὕτη χάρις. Οὐδεὶς αἰσχύνεται, οὐκ ἐγκαλύπτεται ἐννοῶν, ὅτι θανάτου τοῦ ἐπαράτου τοῦτο σύμβολον, ἀλλὰ πάντες τούτῳ καλλωπιζόμεθα μᾶλλον ἢ στεφάνοις καὶ διαδήμασι καὶ μυρίαις μαργαριτῶν περιβολαῖς· οὕτως οὐ μόνον οὐκ ἔστι φευκτός, ἀλλὰ καὶ ποθεινὸς καὶ ἐπέραστος καὶ περισπούδαστος ἅπασι, καὶ πανταχοῦ διαλάμπων καὶ διεσπαρμένος ἐν τοίχοις οἴκων, ἐν ὀροφῇ, ἐν βίβλοις, ἐν πόλεσιν, ἐν κώμαις, ἂν ταῖς ἀοικήτοις, ἐν ταῖς οἰκουμέναις. Ἡδέως ἂν οὖν ἐροίμην τὸν Ἕλληνα λοιπόν, πόθεν τῆς καταδίκης ταύτης, τοῦ θανάτου τοῦ ἐπαράτου τούτου τὸ σύμβολον ἅπασι ποθεινόν, περισπούδαστον, εἰ μὴ μεγάλη τοῦ σταυροθέντος ἡ δύναμις;


ι’. Εἰ γὰρ μηδὲν εἶναι τοῦτο σὺ νομίζεις καὶ ἀναισχυντεῖς ἔτι, καὶ πρὸς τὴν ἀλήθειν ἀντιβλέπεις, καὶ πρὸς τὸ φῶς τυφλώττεις, φέρε σοι δείξωμεν καὶ ἐξ ἄλλης ὑποθέσεως ἡλίκον τοῦτό ἐστι. Ποίας δὴ ταύτης; Ἔστι τοῖς δικάζουσι πολλὰ βασανιστηρίων εἴδη, ξύλον, ἱμάντες, ὄνυχες, μολιβδίδες, δι’ ὧν ξέουσι τὰ σώματα καὶ διασχίζουσι τὰ μέλη καὶ ἐξαρτῶσι. Τὶς γοῦν ἂν ἕλοιτο ταῦτα εἰς οἰκίαν ἀγαγεῖν; Τὶς δ’ ἂν καταδέξαιτο χερὸς ἅψασθαι τῶν ταῦτα ἐργαζομένων δημίων, ἢ πλησίον γενέσθαι ἰδεῖν; Οὐχὶ μυσάττονται οἱ πλείους, ἔνιοι δὲ καὶ οἰωνίζονται, καὶ οὐδὲ τῆς ἁφῆς, οὐδὲ τῆς ὄψεως ἀνέχονται; Οὐ πόῤῥω φεύγουσιν; Οὐκ ἀποστρέφουσι τὸ ὄμμα; Τοιοῦτον δὴ τι καὶ ὁ σταυρὸν ἦν τὸ παλαιόν, μᾶλλον δὲ τούτων πολὺ χαλεπώτερος· ὅπερ γὰρ ἔφθην εἰπών, οὐχ ἁπλῶς θανάτου, ἀλλὰ θανάτου τοῦ ἐπαράτου τοῦτο σύμβουλον ἦν. Πόθεν οὖν, εἰπὲ μοι, πᾶσιν οὕτω νῦν περισπούδαστος, πᾶσιν οὕτω ποθεινὸς γέγονε, πάντων προτιμότερος;
Αὐτὸ δὲ τὸ ξύλον ἐκεῖνο, ἔνθα τὸ ἅγιον ἐτάθη σὠμα καὶ ἀνεσκολοπίσθη, πῶς ἐστι περιμάχητον ἅπασι; Καὶ μικρὸν τι λαμβάνοντες ἐξ ἐκείνου πολλοί, καὶ χρυσῷ κατακλείοντες, καὶ ἄνδρες καὶ γυναῖκες τῶν τραχήλων ἐξαρτῶσι τῶν ἑαυτῶν καλλωπιζόμενοι, καίτοι καταδίκης σύμβολον τὸ ξύλον ἦν, καίτοι τιμωρίας; Ἀλλ’ ὁ πάντα ποιῶν καὶ μετασκευάζων αὐτά, ὁ τὴν οἰκουμένην ἐκ τοσαύτης κακίας μεταθείς, καὶ τὴν γῆν οὐρανὸν ἐργασάμενος, οὗτος καὶ τὸ πρᾶγμα τοῦτο ἐπονείδιστον ὃν καὶ πάντων θανάτων αἴσχιστον ὑπὲρ τῶν οὐρανῶν ἀνήγαγε. Ταῦτ’ οὖν ἅπαντα προορῶν ὁ προφήτης ἔλεγε· «Καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή». Τοῦτο γὰρ τὸ τοῦ θανάτου σύμβολον (οὐ γὰρ παύσωμαι συνεχῶς τοῦτο λέγων) ἐγένετο εὐλογίας ὑπόθεσις πολλῆς, καὶ παντοδαπὴς ἀσφαλείας τεῖχος, διαβόλου καιρία πληγή, δαιμόνων χαλινός, κημὸς τῆς τῶν ἀντικειμένων δυνάμεως· τοῦτο θάνατον ἀνεῖλε, τοῦτο τοῦ ᾅδου τὰς χαλκᾶς πύλας συνέκλασε, τοὺς σιδηροῦς μοχλοὺς συνέθλασε, τοῦ διαβόλου τὴν ἀκρόπολιν κατέλυσε, τῆς ἁμαρτίας τὰ νεῦρα ἐξέκοψεν, ὑπὸ καταδίκην κειμένην τὴν οἰκουμένην ἅπασαν ἐξήρπασε, θεήλατον φερομένην κατὰ τῆς φύσεως τῆς ἡμετέρας πληγὴν ἀνέστειλε. Τὶ λέγω; Ἅπερ οὐκ ἴσχυσε θάλασσα σχιζομένη, πέτραι ῥηγνύμεναι, ἀὴρ μεταβαλλόμενος, καὶ μάννα ἐπὶ τεσσαράκοντα ἔτεσι τοσαύταις χιλιάσι διαδιδόμενον, καὶ νόμος, καὶ ἕτερα σημεῖα καὶ ἐν ἐρήμῳ καὶ ἐν Παλαιστίνῃ γενόμενα, ταῦτα ἴσχυσεν ὁ σταυρός, οὐκ ἐν ἑνὶ ἔθνει, ἀλλ’ ἐν πάσῃ τῇ οἰκουμένῃ, σταυρὸς τὸ ἐπάρατον σύμβολον, τὸ πᾶσι φευκτόν, τὸ πᾶσιν ἀπευκτόν, τὸ ἐπονείδιστον, ἴσχυσε, μετὰ τὸ τελευτῆσαι τὸν σταυρωθέντα, πάντα εὐκόλως ἐργάσασθαι. Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα δείκνυσιν αὐτοῦ τὴν ἰσχύν. Τὴν γὰρ οἰκουμένην ἄγονον οὖσαν κατὰ τὸν τῆς ἀρετῆς λόγον, καὶ ἐρήμου γῆς οὐδὲν ἄμεινον διακειμένην, οὐδὲ εἰς τὸ τεκεῖν τι χρηστὸν προσδοκῶσαν, ἀθρόον παράδεισον καὶ μητέρα πολύπαιδα πεποίηκε. Καὶ τοῦτο ἄνωθεν προεδήλωσεν ὁ προφήτης οὕτω λέγων· «Ἐὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα». Ὅτι τοιαύτην ἐργασάμενος, νόμον ἔδωκεν αὐτῇ πολλῷ τοῦ προτέρου βελτίονα, οὐδὲ τοῦτο ἐσίγησαν οἱ προφῆται· καὶ ὅρα τὶ προαναφωνοῦντες εἰρήκασι· «Διαθήσομαι αὐτοῖς διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἦν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρα ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι αὕτη ἡ διαθήκη, ἦν διαθήσομαι αὐτοῖς, διδοὺς νόμους μου εἰς τῆς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς». Εἶτα καὶ τὴν ἀθρόαν μεταβολήν, καὶ τὴν μετ’ εὐκολίας διδασκαλίαν παραδηλῶν ἔλεγε· «Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν». Ὅτι ἁμαρτημάτων ἔμελλε διδόναι συγχώρησιν ἅπασι παραγενόμενος, καὶ τοῦτο πάλιν προανεφώνησεν ὁ προφήτης οὕτως εἰπών· «Αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, ὄαν ἀφέλωμαι τὰς ἀνομίας αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν, οὐ μὴ μνησθῶ ἔτι». Τὶ τούτου σαφέστερον γένοιτ’ ἄν; Τὴν κλῆσιν γὰρ τῶν ἐθνῶν, τὴν ὑπεροχὴν τοῦ καινοῦ πρὸς τὸν παλαιὸν νόμον, τὴν εὐκολίαν τῆς προσαγωγῆς, τῶν πιστευσάντων τὴν χάριν, καὶ τὴν δωρεὰν τὴν διὰ τοῦ βαπτίσματος γενομένην, ἴδα τούτων ἐνέφηνε τῶν προῤῥήσεων.



ια’. Ὅτι αὐτὸς οὗτος ὁ ταῦτα ἐργασάμενος, αὐτὸς παρέσται καὶ κριτὴς μετὰ ταῦτα ὅρα πῶς καὶ αὐτὸ προαναφωνοῦσι· καὶ γὰρ οὐδὲ τοῦτο παρέδραμον οἱ μὲν ὁρῶντες αὐτὸν ἐν αὐτῷ τῷ σχήματι, ᾧ μέλλει παραγίνεσθαι, οἱ δὲ διὰ ῥημάτων αὐτῶν προαναφωνοῦντες. Ὁ μὲν γὰρ Δανιήλ, καὶ ταῦτα ἐν μέσῳ βαρβάρων τῶν Βαβυλώνιων, ὁρᾷ αὐτὸν ἐπὶ τῶν νεφελῶν ἐρχόμενον· καὶ ἄκουε τὴν ῥημάτων αὐτῶν τοῦ προφήτου· «Ἐθεώρουν, φησί, καὶ ἰδοὺ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν, καὶ ἔφθασεν ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη, καὶ ἀυτῶ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσι». Καὶ τὸ κριτήριον δὲ αὐτοῦ ὑπογράφων φησίν· «Ἐθεώρουν ἕως ὅτου θρόνου ἐτέθησαν, καὶ βίβλοι ἀνεῴχθησαν· καὶ ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μυρίαι μυριάδες παρειστήκεισαν αὐτῷ». Οὐ μόνον δέ, ἀλλὰ καὶ τὴν τιμὴν δείκνυσιν, ἦν μέλλουσιν ἔχειν οἱ δίκαιοι, λέγων. «Καὶ τὸ κρίμα ἔδωκεν ἁγίοις Ὑψίστου, καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι». Ὁ δὲ Μαλαχίας, καὶ ὅτι διὰ πυρὸς ἔσται τὸ δικαστήριον ἐκεῖνο, παρίστησι λέγων· «Ἰδοὺ αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων». Εἶδες ἀκρίβειαν προφητῶν, πῶς ἅπαντα προλαβόντες ἀνεκήρυξαν τὰ συμβήσεσθαι μέλλοντα; Πῶς οὖν ἔτι τολμᾷς ἀπιστεῖν, τοιαύτας λαβὼν αὐτοῦ ἀποδείξεις τῆς δυνάμεως, ῥήματα πρὸ τοσούτου χρόνου ἀναφωνηθέντα, καὶ πράγματα τοῖς ῥήμασι συμβαίνοντα βλέπων, καὶ οὐδὲν ὅλως διαπεσόν; Καὶ ὅτι οὐ πλάσματα ἡμέτερα καὶ νῦν κατέχοντες, ἐχθροὶ τε ὄντες, καὶ τῶν ἐσταυρωκότων ἔκγονοι, καὶ νῦν αὐτὰ κατέχοντες καὶ διατηροῦντες. Καὶ πῶς οὐ πιστεύουσι, φησίν, ἔχοντες τὰ βιβλία; Ὅτι καὶ τότε θαυματουργοῦντα βλέποντες οὐκ ἐπίστευον. Ἀλλὰ τοῦτο οὐ τοῦ ἀπιστουμένου ἔγκλημα, ἀλλὰ τῶν ἐν μεσημβρία μέση τυφλωττόντων· ἐπεὶ καὶ τὸν κόσμον τοῦτο εἰς μέσον προέθηκε, παναρμόνιον ὄργανον, φωνὰς πανταχόθεν ἀφιέντα, καὶ τὸν δημιουργὸν ἀνακηρύττοντα· καὶ ὅμως τινὲς τῶν ἀνθρώπων εἰσὶν οἱ μὲν αὐτόματα πάντα λέγοντες, οἱ δὲ ἀγέννητα τὰ ὁρώμενα, οἱ δὲ δαίμοσιν ἐπιγράφοντες τὴν τούτων δημιουργίαν καὶ πρόνοιαν, ἄλλοι τύχῃ καὶ εἱμαρμένῃ, καὶ γενέσει, καὶ ἄστρων περιφοραῖς. Ἀλλ’ οὐδέπω τοῦτο τοῦ δημιουργοῦ ἔγκλημα, ἀλλ’ ἡ κατηγορίᾳ τῶν μετὰ τοσαῦτα φάρμακα ἐν ἐσχάταις κειμένων νόσοις. Ὥσπερ γὰρ ὅταν εὐγνώμων ᾗ ψυχή, τὸ δέον συνορᾷ, οὐ πολλῶν δεομένη βοηθημάτων εἰς τοῦτο· οὕτω δὴ καὶ ὅταν ἀγνώμων καὶ ἀναίσθητος, κἂν μυρίους ἔχῃ τοῦ χειραγωγοῦντας, προκατειλημμένη πάθεσι, μένει τυφλώττουσα. Ὅρα γοῦν τοῦτο πανταχοῦ συμβαῖνον, οὐκ ἐπὶ τῆς προθέσεως ταύτης, ἀλλὰ καὶ ἀλλαχοῦ. Πόσοι γοῦν νόμων οὐκ ἀκούσαντες, ἐννομώτατον διετέλεσαν ἐπιδεικνύμενοι βίον; Ἀλλὰ δὲ ἐκ πρώτης ἡλικίας αὐτοῖς συντραφέντες εἰς ἔσχατον γῆρας τοῖς νόμοις, οὐκ ἐπαύσαντο αὐτοὺς παραβαίνοντες. Ταῦτα καὶ ἐπὶ τῶν παλαιῶν συνέβαινε. Καὶ γὰρ οἱ μὲν Ἰουδαῖοι, καὶ σημείων καὶ θαυμάτων μυρίων ἀπολαύσαντες, οὐκ ἐγένοντο βελτίους· Νινευῖται δὲ μιᾶς μόνης φωνῆς ἀκούσαντες μετεβάλλοντο, καὶ τῆς κακίας ἀπηλλάγησαν. Τοῦτο καὶ ἐπ’ ἀνδρῶν ἴδοι τις ἂν συμβαῖνον εὐτελῶν, οὐκ ἐπισήμων μόνον. Πόσης διδασκαλίας οὐκ ἀπέλαυσεν Ἰούδας, καὶ ὅμως προδότης ἐγένετο! Ποίας δὲ παραινέσεως ἀπέλαυσεν ὁ λῃστής, ἀλλ’ ἐν σταυρῷ αὐτὸν ὡμολόγησε, καὶ τὴν βασιλείαν ἀνεκήρυξε τὴν ἐκείνου! Μὴ τοίνυν ἀπὸ τῶν διεφθαρμένων τὰς γνώμας τὰς κρίσεις ποίου τῶν πραγμάτων, ἀλλ’ ἀπὸ τῆς τῶν πραγμάτων ἀληθείας τῆς προσήκουσαν ψῆφον ἔκφερε περὶ τῶν ὀρθῶς βουλευσαμένων. Οὐκ ἐπίστευσαν οἱ Ἰούδαι, οἱ ἐξ ἐθνῶν ἐπίστευσαν. Καὶ οὐδὲ τοῦτο σεσίγηται, ἀλλ’ ἔνθεν μὲν ὁ Δαυῒδ προφητεύων βοᾷ· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό με, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν»· ἔνθεν δὲ ὁ Ἠσαΐας λέγων, «Κύριε, τὶς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη»; Καὶ πάλιν, «Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι». Καὶ ἐν αὐτῇ δὲ τῇ παρουσίᾳ αὐτοῦ Χαναναία καὶ Σαμαρεῖτις γυνὴ ἐπίστευσαν· ἱερεῖς δὲ καὶ ἄρχοντες ἐπολέμουν καὶ ἐπεβούλευον, καὶ τοὺς ἄλλους ἀπεῖργον καὶ ἀποσυναγώγους ἐποίουν πιστεύοντας εἰς αὐτόν. Μηδὲν τοίνυν ξενιζέτω σε ταῦτα. Πολλῶν ἐμπέπλησται τοιούτων ὑποδειγμάτων ὁ βίος ἡμῶν καὶ ἐν τῷ καθ’ ἡμᾶς χροῶν, καὶ ἐν τοῖς ἔμπροσθεν οὖσιν· ἄλλως δέ, εἰ καὶ μὴ πάντες, ἀλλὰ πολλοὶ καὶ ἐξ Ἰουδαίων καὶ τότε καὶ νῦν ἐπίστευσαν· εἰ δὲ μὴ πάντες, οὐδὲν καινὸν οὐδὲ παράδοξον. Τοιοῦτον γὰρ ἡ ἀγνωμοσύνη, τοιοῦτον ἡ ἀλόγιστος διάνοια, τοιοῦτον ἡ ὑπὸ παθῶν κρατουμένη ψυχή.
Ἀλλ’ ἐπειδὴ τὰς περὶ αὐτοῦ προφητείας παρὰ τῶν προφητῶν εἰρημένας, καὶ πρὸ τοσούτων χρόνων ἀνακηρυχθείσας εἰρήκαμεν, φέρε καὶ τὰς ὑπ’ αὐτοῦ, ἡνίκα περιεπόλει τὴν γῆν καὶ τοῖς ἀνθρώποις συνανεστρέφετο, περὶ μελλόντων εἰρημένας εἰς μέσον ἀγάγωμεν, ἵνα κἀντεῦθεν αὐτοῦ μάθῃς τὴν ἰσχύν. Παραγενόμενος γὰρ τότε, καὶ τὴν τῶν ἀνθρώπων πραγματευόμενος σωτηρίαν, τῶν τὲ κατ’ ἐκείνους ὄντων τοὺς χρόνους, τῶν τὲ ὕστερον ἐσομένων, ποικίλως αὐτὴν μεταχειρίζει. Καὶ ὅρα τὶ ποιεῖ. Θαύματα ἐργάζεται, καὶ προλέγει τινὰ τῶν μακροῖς ὕστερον χρόνοις ἐκβησομένων, διὰ μὲν τῶν τότε γινομένων τὴν ἀλήθειαν τῶν μετὰ πολὺν χρόνον ἐκβησομένων ἐγγυώμενος παρὰ τοῖς τότε ἀκροαταῖς, τοῖς τε μετὰ ταῦτα ἐσομένοις ἐκ τῶν εἰρημένων ἐκβάσεως ἀξιόπιστα δεικνὺς καὶ τὰ ἐν ἐκείνῳ τῷ χρόνῳ γεγενημένα θαύματα, καὶ ἀπὸ τῆς διπλῆς ταύτης ἀποδείξεως καὶ τὰ περὶ τῆς βασιλείας πιστούμενος.


ιβ’. Καὶ γὰρ διπλαῖ αὐτοῦ αἱ προῤῥήσεις ἦσαν, αἱ μὲν κατὰ τὸν παρόντα ἐκβήσεται μέλλουσαι βίον, αἱ δὲ μετὰ τὴν συντέλειαν αὐτήν· καὶ θατέρα τὴν θατέραν συνίστη καὶ ἐδείκνυ μετὰ πολλῆς τῆς περιουσίας ἀληθεύουσαν. Οἶόν τι λέγω· καὶ γὰρ ἀσαφὴς ὁ λόγος, διὸ καὶ σαφέστερον αὐτὸν ποιῆσαι πειράσομαι· δώδεκα ἦσαν ἑπόμενοι αὐτῷ μαθηταί· Ἐκκλησίας δὲ πρᾶγμα οὐδὲ εἰς νοῦν τις ἐλάμβανε τότε, ἀλλ’ οὐδὲ ὄνομα· ἡ γὰρ συναγωγὴ ἦν ἀνθοῦσαν ἔτι. Τὶ οὖν εἶπε καὶ προεφώνησε τοῖς οἰκουμένης σχεδὸν ἁπάσης ὑπὸ ἀσεβείας κατεχομένης; «Ἐπὶ ταῦτα τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». Ὡς βούλει τοῦτο βασάνιζε τὸ ῥῆμα, καὶ ὄψει διαλάμπουσαν αὐτοῦ τὴν ἀλήθειαν. Οὐ γὰρ δὴ τοῦτο θαυμαστὸν ἐστι μόνον, ὅτι ᾠκοδόμησεν αὐτὴν κατὰ τὴν οἰκουμένην ἅπασαν, ἀλλ’ ὅτι καὶ ἀχείρωτον εἰργάσατο, καὶ ἀχείρωτον ὑπὸ τοσούτων ἐνοχλουμένην πολέμων· τὸ γάρ, «Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῇ», κίνδυνοί ἐστιν εἰς ᾅδην κατάγοντες. Εἶδες προῤῥήσεως ἀλήθειαν; Εἶδες ἐκβάσεως ἰσχύν; Εἶδες ῥήματα ἐπὶ τῶν πραγμάτων διαλάμποντα, καὶ δύναμιν ἄμαχον πάντα ποιοῦσαν εὐκόλως; Μὴ γὰρ ἐπειδὴ ῥῆμά ἐστι βραχύ, τό, «Οἰκοδομήσω μου τὴν Ἐκκλησίαν», παραδράμῃς ἁπλῶς, ἀλλ’ ἀνάπτυξον τῇ διανοίᾳ, καὶ ἐννόησον ἡλίκον ἐστὶ τὴν ὑφ’ ἡλίῳ κειμένην ἅπασαν ἐκκλησιῶν ἐν χροῶν βραχεῖ τοσούτων ἐμπλῆσαι, ἔθνη μεταθεῖναι τοσαῦτα, μεταπείσαι δήμους, ἔθη καταλῦσαι πατρῷα, συνήθειαν ἐῤῥιζωμένην ἀνασπάσαι, ἡδονῆς τυραννίδα, κακίας ἰσχὺν ὥσπερ κόνιν ἀπελάσαι, καὶ βωμοὺς καὶ ναοὺς καὶ ξόανα καὶ τελετάς, καὶ τὰς ἐναγεῖς ἑορτάς, καὶ τὴν ἀκάθαρτον κνίσσαν ὥσπερ καπνὸν τινα ἀφανίσαι, καὶ πανταχοῦ θυσιαστήρια ἀναστῆσαι, ἓν τῇ Μαύρων, ἐν τῇ Ἰνδῶν· τὶ λέγω; Ὑπὲρ τὴν οἰκουμένην τὴν καθ’ ἡμᾶς. Καὶ γὰρ αἱ Βρετανικαὶ νῆσοι, αἱ τῆς θαλάττης ἐκτὸς κείμεναι ταύτης, καὶ ἐν αὐτῷ οὖσαι τῷ ὠκεανῶ, τῆς δυνάμεως τοῦ ῥήματος ᾔσθοντο· καὶ γὰρ κἀκεῖ Ἐκκλησίαι καὶ θυσιαστήρια πεπήγασιν. Ἐκεῖνο τὸ ῥῆμα, ὅπερ ἐφθέγξατο τότε, τοῦτο ἐν ταῖς ἁπάντων πεφύτευται ψυχαῖς, ἐν τοῖς ἁπάντων στόμασι κεῖται. Καὶ πᾶσα, ὡς εἰπεῖν, ἡ γῆ ἐξεκαθάρθη ἀκανθῶν πεπληρωμένη, καὶ καθαρὰ γέγονεν ἄρουρα, καὶ τὰ σπέρματα τῆς εὐσεβείας ἐδέξατο. Μέγα μὲν οὖν, ὄντως μέγα, μᾶλλον δὲ μεγέθους ὑπερβολὴν καὶ θείας δυνάμεως ἀπόδειξιν ἔχον, τὸ καὶ μηδενὸς ἐνοχλοῦντος, ἀλλ’ εἰρήνης οὔσης, καὶ πολλῶν τῶν συμπραττόντων κειμένων, ἐναντιουμένου δὲ μηδενός, δυνηθῆναι τοσαύτην οἰκουμένην ἀθρόον ἀπαλλάξαι μὲν τῆς ἐν τοσούτῳ χρόνῳ προκατειληφυίας αὐτὴν πονηρᾶς συνηθείας, μεταθεῖναι δὲ εἰς ἑτέραν πολὺ δυσκολωτέραν. Οὐ γὰρ συνήθεια μόνον ἠναντιοῦτο, ἀλλὰ καὶ ἡδονὴν κατέχει, δύο τυραννικὰ πράγματα. Ἃ γὰρ ἀπὸ πολλῶν ἐτῶν παρὰ πατέρων καὶ πάππων καὶ ἐπιπάππων καὶ τῶν ἀνωτέρω προγόνων, καὶ φιλοσόφων καὶ ῥητόρων ἦσαν παρειληφότες, ταῦτα ἐπείθοντο ἀποπτύειν· καίπερ ἦν δυσκολώτατον, καὶ ἑτέραν δέχεσθαι συνήθειαν καινὴν ἐπεισελθοῦσαν, καὶ τὸ δὴ χαλεπώτερον, πολὺ τὸ ἐπίπονον ἔχουσαν. Ἀπῆγε γὰρ τρυφῆς, καὶ ἐνῆγεν εἰς νηστείαν· ἀπῆγε φιλοχρηματίας, καὶ ἐνῆγε εἰς ἀκτημοσύνην· ἀπῆγεν ἀσελγείας, καὶ ἐνῆγεν εἰς σωφροσύνην· ἀπῆγε θυμοῦ, καὶ ἐνῆγεν εἰς πραότητα· ἀπῆγε φθόνου, καὶ ἐνῆγεν εἰς φιλοφροσύνην· ἀπῆγε τῆς πλατείας ὁδοῦ καὶ εὐρυχώρου, καὶ ἐνῆγεν εἰς τὴν στενὴν ὡς τραφέντας τῇ πλατείᾳ. Οὐ γὰρ δὴ ἄλλους ἀνθρώπους λαβὼν ἔξω τῆς οἰκουμένης καὶ τῆς συνηθείας ταύτης, ἀλλ’ αὐτοὺς ἐκείνους τοὺς ἐν τούτοις κατασαπέντας καὶ πηλοῦ γενομένους μαλακωτέρους, τούτους ἐκέλευσε τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύειν ὁδόν, τὴν τραχεῖαν καὶ σκληράν, καὶ ἔπειθε. Καὶ πόσους ἔπειθεν; Οὐ δύο καὶ δέκα καὶ εἴκοσιν καὶ ἑκατόν, ἀλλὰ πάντας σχεδὸν τοὺς τὴν ὑφ’ ἥλιον οἰκοῦντας. Καὶ διὰ τίνων ἔπειθε; Διὰ ἀνθρώπων ἕνδεκα, ἀγραμμάτων, ἰδιωτῶν, ἀγλώττων, ἀσήμων, πενήτων, οὐ πατρίδας ἐχόντων, οὐ περιουσίας χρημάτων, οὐ σώματος δύναμιν, οὐ δόξης περιφάνειαν, οὐ προγόνων λαμπρότητα, οὐ λόγων ἰσχύν, οὐ ρητορείας δεινότητα, οὐ τὴν ἀπὸ γνώσεως προστασίαν, ἀλλὰ ἁλιέων, σκηνοποιῶν, ἑτερογλώσσων. Οὐδὲ γὰρ ὁμόφωνοι τοῖς πειθομένοις ἦσαν, ἀλλὰ ξένην τινὰ καὶ παρηλλαγμένην παρὰ πάσας τὰς γλώττας κεκτημένη φωνήν, τὴν Ἐβραΐδα λέγω, καὶ δι’ αὐτῶν ᾠκοδόμησε τὴν Ἐκκλησίαν ταύτην, τὴν ἀπὸ περάτων εἰς πέρατα τεταγμένην.


ιγ’. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστόν, ἀλλ’ ὅτι οἱ ἰδιῶται δὴ οὗτοι καὶ πένητες καὶ ὀλίγοι καὶ ἄσημοι καὶ ἀγράμματοι καὶ εὐτελεῖς καὶ ἐτερόφωνοι κεῖ εὐκαταφρόνητοι, τῆς οἰκουμένης ἁπάσης τὴν διόρθωσιν ἐγχειρισθέντες, καὶ ἐπὶ τὰ πολλῷ δυσκολώτερα πράγματα ἄγειν αὐτὴν κελευσθέντες, οὐδὲ ἐν εἰρήνῃ ταῦτα ἔπραττον, ἀλλὰ μυρίων πανταχόθεν πολέμων αὐτοῖς ἐγειρομένων. Κατὰ γὰρ ἔθνος ἕκαστον, καὶ κατὰ πόλιν· τὶ λέγω κατὰ ἔθνος καὶ κατὰ πόλιν; Κατὰ οἰκίαν ἑκάστην πόλεμος αὐτοῖς ἀνεῤῥιπίζετο. Εἰσιοῦσα γὰρ ἡ διδασκαλία, καὶ ἀποσχίζουσα παῖδα πολλάκις πατρός, καὶ νύμφην πενθερᾶς, καὶ ἀδελφὸν ἀδελφοῦ, καὶ δοῦλον δεσπότου, καὶ ἀρχόμενον ἄρχοντος, καὶ ἄνδρα γυναικός, καὶ γυναῖκα ἀνδρός, καὶ πατέρα παίδων, οὐ γὰρ ἀθρόον πάντες ἐπείθοντο, καθημερινὰς ἀπεχθείας, συνεχεῖς πολέμους, μυρίους αὐτοῖς ἐπῆγε θανάτους, καὶ ὡς κοινοὺς ἐχθροὺς καὶ πολεμίους ἀποστρέφεσθαι παρεσκεύασε. Καὶ γὰρ πάντες αὐτοὺς ἤλαυνον, βασιλεῖς, ἄρχοντες, ἰδιῶται, ἐλεύθεροι, δοῦλοι, δῆμοι, πόλεις· καὶ οὐκ αὐτοὺς μόνον, ἀλλὰ τὸ δὴ χαλεπώτερον, τοὺς ἔτι νεοπαγεῖς ἐν τῇ πίστει, τοὺς ὑπ’ αὐτῶν κατηχουμένους. Κοινοῖς γὰρ πόλεμος καὶ τοῖς μαθηταῖς καὶ τοῖς διδασκάλοις ἐγένετο, ἅτε τῆς διδασκαλίας ἀπεναντίας καὶ διατάγμασι βασιλικοῖς καὶ συνήθεια καὶ ἔθεσι πατρῴοις φαινομένῃ. Παρῄνουν γὰρ εἰδώλων ἀπέχεσθαι, καταφρονεῖν βωμῶν, οὓς οἱ πατέρες αὐτῶν καὶ οἱ πρόγονοι πάντες ἐθεράπευσαν, ἀφίστασθαι τῶν μυσαρῶν δογμάτων, καταγελᾶν ἑορτῶν, διαπτύειν τὰς τελετάς· ἃ φρικωδέστατα ἐδόκει καὶ τὴν ψυχὴν προήκαντο, ἢ αἱρεῖσθαι τὰ παρ’ αὐτῶν λεγόμενα, καὶ πιστεύειν εἰς τὸν ἀπὸ Μάριας τεχθέντα, τὸν ἐν ἡγεμονικῷ δικαστηρίῳ παραστάντα, τὸν ἐμπτυσθέντα, τὸν μυρία παρόντα δεινά, τὸν θάνατον ἐπάρατον ὑπομείναντα, τὸν ταφέντα, τὸν ἀναστάντα. Καὶ τὸ παράδοξον, ὅτι τὰ μὲν τῶν παθῶν δῆλα πᾶσιν ἦν, αἱ μάστιγες, αἱ ἐπὶ κόῤῥης πληγαί, αἱ εἰς πρόσωπον ὕβρεις διὰ τῶν ἐμπτυσμάτων γινόμεναι, τὰ ῥαπίσματα, ὁ σταυρός, ἡ πολλὴ χλευασία, ἡ παρὰ πάντων κωμῳδία, ὁ τάφος ὁ ἐν μέρει χάριτος γενόμενος· τὰ δὲ τῆς ἀναστάσεως οὐκέτι· αὐτοῖς γὰρ μόνοις ἀναστὰς ἐφάνη· ἀλλ’ ὅμως καὶ ταῦτα λέγοντες ἔπειθον, καὶ οὕτω τὴν Ἐκκλησίαν ᾠκοδόμουν. Πῶς καὶ τινι τρόπῳ; Τῇ δυνάμει τοῦ ταῦτα κελεύσαντος· αὐτοὺς γὰρ προοδοποιῶν ἦν, αὐτὸς πάντα καὶ τὰ δύσκολα ῥᾳδία ποιῶν. Εἰ γὰρ μὴ θεῖα τις δύναμις ἦν ἡ ταῦτα κατορθοῦσα, οὐδ’ ἂν προοίμιον, οὐδ’ ἂν ἀρχὴν ταῦτα ἔλαβε· πῶς γάρ; Ἀλλ’ ἐκεῖνος ὁ εἰπών, Γενηθήτω οὐρανός, δείξας τὸ ἔργον· καί, Θεμελιωθήτω ἡ γῆ, καὶ παραγαγὼν τὴν οὐσίαν, καί, Λαμπέτω ἥλιος, καὶ δείξας τὸ ἄστρον, καὶ πάντα ἐργασάμενος λόγῳ οὕτως καὶ τὰς ἐκκλησίας ταύτας ἐφύτευσε· καὶ τὸ ῥῆμα ἐκεῖνο, τό, «Οἰκοδομήσω μου τὴν Ἐκκλησίαν», τοῦτο πάντα εἰργάσατο. Τοιοῦτοι γὰρ οἱ τοῦ Θεοῦ λόγοι, ἔργων δημιουργοί, ἔργων θαυμαστῶν καὶ παραδόξων. Ὥσπερ γὰρ εἶπε, «Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου», καὶ πάντα ἀθρόον παράδεισος ἦν, καὶ πάντα λειμῶνες, καὶ μυρίοις ἐκόμα φυτοῖς ἡ δεξαμένη τὸ ἐπίταγμα γῆ· οὕτω καὶ νῦν εἶπεν· «Οἰκοδομήσω μου τὴν ἐκκλησίαν», καὶ μετὰ πολλῆς εὐκολίας τοῦτο ἐγίνετο· καὶ τυράννων κατ’ αὐτῆς ὁπλιζομένων, καὶ στρατιωτῶν ὅπλα κινούντων, καὶ δήμων πυρὸς σφοδρότερον μαινομένων, καὶ συνηθείας ἀντιπαραταττομένης, καὶ ῥητόρων, καὶ σοφιστῶν, καὶ πλουτούντων, καὶ ἰδιωτῶν, καὶ ἀρχόντων ἀνισταμένων, πυρὸς σφοδρότερον ἐπιὼν ὁ λόγος τὰς ἀκάνθας ἀνήλωσε, τὰς ἀρούρας ἐξεκάθηρεν, ἔσπειρε τοῦ κηρύγματος τὸν λόγον· καὶ τῶν πιστευσάντων τῶν μὲν δεσμωτήριον οἰκούντων, τῶν δὲ εἰς τὴν ὑπερορίαν μεθισταμένων, τῶν δὲ τὰ χρήματα ἀφαιρουμένων, τῶν δὲ ἀναιρουμένων καὶ κατακοπτομένων, τῶν δὲ πυρὶ παραδιδομένων, τῶν δὲ καταποντιζομένων καὶ πᾶν εἶδος τιμωρίας ὑπομενόντων, ἀτιμουμένων, ἐλαυνομένων, ὡς κοινῶν ἐχθρῶν διωκομένων πάντοθεν, ἕτεροι πλείους προσήεσαν, οὐ μόνον οὐδέν, ἀφ’ ὧν ἔπασχον ἕτεροι, εἰς τὸ πεισθῆναι ὀκνηρότεροι γινόμενοι, ἀλλὰ καὶ προθυμότεροι, καὶ μᾶλλον ἐπιπηδῶντες τῇ καλῇ ταύτῃ θήρᾳ· καὶ οὕτως ἡλιεύοντο, οὐκ ἀναγκαζόμενοι, οὐ βιαζόμενοι, ἀλλὰ προστρέχοντες, χάριν εἰδότες τοῖς ἐπὶ τοῦτο ἄγουσι· καὶ χειμάῤῥους αἱμάτων ὁρῶντες ἀπὸ τῶν ἤδη πεπιστευκότων ἀποῤῥέοντας, θερμοτεροι περὶ τὴν πιστὴν ἐγίνοντο καὶ θαρσαλεώτεροι· καὶ οὐχὶ τῶν μαθητῶν μόνον, ἀλλὰ καὶ τῶν διδασκάλων, τῶν μὲν δεδεμένων τῶν δὲ ἐλαυνομένων, τῷ δὲ μαστιζομένων, τῶν δὲ ἕτερα μυρία πασχόντων κακά, πλείους οἱ μαθητευόμενοι καὶ σπουδαιότεροι μᾶλλον ἐγίνοντο. Καὶ βοᾷ ὁ Παῦλος λέγων· «Ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν». Καὶ ἀλλαχοῦ πάλιν, «Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων, καὶ ἡμᾶς κωλυόντων τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσιν». Ἑτέροις δὲ πάλιν γραφῶν οὕτως ἔλεγεν· «Ἀναμιμιμνήσκεσθε τὰς προτέρας ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, γινώσκοντες ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς, καὶ μένουσαν». Εἶδες δυνάμεως ὑπερβολὴν τοῦ ταῦτα ἐργασαμένου; Οὐ γὰρ μόνον οὐκ ἠθύμουν, οὐδὲ μόνον οὐκ ἐθλίβοντο ταῦτα πάσχοντες, ἀλλὰ καὶ ἔχαιρον, ἐσκίρτων, ἐπήδων. Καὶ περὶ μὲν τούτων οὗτος ταῦτα λέγει, ὅτι τὴν δήμευσιν τῆς οὐσίας μεθ’ ἡδονῆς ἐδέξαντο· περὶ δὲ τῶν διδασκάλων ὁ Λουκᾶς ἐν τῇ τῷ Πράξεων βίβλῳ, ὅτι ὑπέστρεφον ἐκ προσώπου τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Περὶ δὲ ἑαυτοῦ πάλιν ὁ Παῦλος· «Χαίρω ἐν τοῖς παθήμασί μου, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ μου». Καὶ τὶ θαυμάζεις, εἰ καὶ ἐπὶ παθήμασιν ἔχαιρεν ὅπου γε καὶ θάνατον μέλλων ὑπομένειν οὐ μόνον ἔχαιρεν, ἀλλὰ καὶ τοὺς μαθητὰς εἰς κοινωνίαν τῆς εὐφροσύνης ἐκάλει, ὅπερ ἦν ὑπερβαλλόντως εὐφραινομένης ψυχῆς, οὕτω λέγων· «Χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν, τὸ δὲ αὐτοῦ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι». Τὶ γέγονεν, εἰπέ, ὅτι τοσαύτης ἐνεπλήσθης χαρᾶς; «Ἐγώ, φησίν, ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν».



ιδ’. Οὕτω τοίνυν ᾠκοδόμουν τὴν πανταχοῦ Ἐκκλησίαν. Καίτοι γὲ τοῖχον ἕνα οὐδεὶς ἂν δυνηθείη οἰκοδομῆσαι, διὰ λίθου καὶ ἀσβέστου συντιθεὶς τὴν οἰκοδομήν, ἐλαυνόμενος, κωλυόμενος· οὗτοι δὲ ἐκκλησίας τοσαύτας πανταχοῦ τῆς οἰκουμένης ᾠκοδόμησαν, κατακοπτόμενοι, δεσμούμενοι, διωκόμενοι, φυγαδευόμενοι, δημευόμενοι, μαστιγούμενοι, σφαττόμενοι, καιόμενοι, καταποντιζόμενοι μετὰ τῶν μαθητῶν· καὶ ᾠκοδόμησαν οὐ διὰ λίθων, ἀλλὰ διὰ ψυχῶν καὶ προαιρέσεων· ὅπερ δυσκολώτερον πολλῷ τοῦ διὰ λίθων οἰκοδομῆσαι. Οὐ γὰρ ἐστιν ἴσον συνθεῖναι τοῖχον, καὶ ψυχὴν ἐπὶ τοσούτοις χρόνοις ὑπὸ δαιμόνων ἐκβακχευθείσαν πεῖσαι μεταστῆναι, καὶ τῆς μανίας ἀποστῆναι ἐκείνης, καὶ πρὸς τοσαύτην ἐλθεῖν σωφροσύνην. Ἀλλ’ ὅμως ἴσχυσαν γυμνοὶ καὶ ἀνυπόδετοι, μονοχίτωνες τὴν οἰκουμένην περιιόντες ἅπασαν· εἶχον γὰρ σύμμαχον καὶ βοηθὸν τὴν ἄμαχον δύναμιν τοῦ εἰρηκότος, «Ἐπὶ τῇ πέτρᾳ ταύτῃ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». Ἀρίθμησον γοῦν πόσοι τύραννοι ἐξ ἐκείνου παρετάξαντο πρὸς αὐτήν, πόσοι διωγμοὺς ἐκίνησαν χαλεπωτάτους, πῶς τὸν ἔμπροσθεν ἅπαντα διέκειτο χρόνον ὅτε νεόφυτος ἦν ἡ πίστις, ὅτε ἁπαλώτεραι αἱ διάνοιαι τῶν ἀνθρώπων.
ιε’. Ἕλληνες ἦσαν βασιλεῖς, Αὔγουστος, Τιβέριος, Γάϊος, Νερῶν, Οὐεσπασιανός, Τίτος, καὶ μετ’ ἐκεῖνον ἅπαντες ἕως τῶν τοῦ μακαρίου Κωνσταντίνου χρόνων τοῦ βασιλέως· καὶ πάντες οὗτοι οἱ μὲν ἔλαττον, οἱ δὲ σφοδρότερον ἐπολέμουν τὴν ἐκκλησίαν, ἐπολέμουν δ’ οὖν ὅμως ἅπαντες. Εἰ δὲ τινες αὐτῶν καὶ ἡσυχάζειν ἔδοξαν, αὐτὸ τοῦτο τὸ τοὺς βασιλεύοντας καταδήλους εἶναι ἐπὶ ἀσεβείᾳ, ὑπόθεσις πολέμων ἐγίνετο, τῶν ἄλλων κολακευόντων αὐτούς, θεραπευόντων ἐν τῷ τῆς ἐκκλησίας πολέμῳ. Ἀλλ’ ὅμως πᾶσαι αὗται αἱ ἐπιβουλαὶ καὶ ἔφοδοι ἀράχνης εὐκολώτερον διεσπάσθησαν, καπνοῦ θᾶττον διελύθησαν, κονιορτοῦ ταχύτερον παρῆλθον. Δι’ ὧν γὰρ ἐπεβούλευσαν, πολὺν μαρτύρων χορὸν ἐργασάμενοι, καὶ τοὺς ἀθανάτους ἐκείνους τῆς ἐκκλησίας ἀφέντες θησαυρούς, τοὺς στύλους, τοὺς πύργους, οὐχὶ ζῶντες μόνον, ἀλλὰ καὶ τελευτήσαντες μεγάλης ὠφελείας τοῖς ὕστερον ὑπόθεσις ἐγένοντο. Εἶδες προῤῥήσεως ἰσχύν, «Καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς»; Ἀπὸ τούτων πίστευε περὶ τῶν μελλόντων, καὶ ὅτι οὐδεὶς αὐτῶν περιέσται. Εἰ γὰρ ὅτε ἐξ ὀλίγων συνεστήκει, ὅτε καινοτομίας ἐδόκει εἶναι τὸ πρᾶγμα, ὅτε νεοπαγὴς ἡ διδασκαλία, ὅτε τοιοῦτοι οἱ πόλεμοι, καὶ τοσαῦται αἱ πανταχόθεν ἀναῤῥιπιζόμεναι μάχαι, οὐκ ἴσχυσαν, οὐ περιεγένοντο, πολλῷ μᾶλλον τὴν οἰκουμένην ἅπασαν καταλαβούσης αὐτῆς καὶ τόπον ἅπαντα, καὶ ὄρη, καὶ νάπας, καὶ βουνούς. Καὶ γὰρ καὶ θάλατταν, καὶ τὰ ὑφ’ ἡλίῳ κείμενα ἔθνη πάντα κατέλαβε, καὶ τῆς ἀσεβείας εἰς ὀλίγους προβάσης λοιπόν, καὶ βωμῶν, καὶ ναῶν, καὶ εἰδώλων, καὶ πάντων ἀνῃρημένων, καὶ ἑορτῶν, καὶ τελετῶν, καὶ καπνοῦ καὶ κνίσσης, καὶ πανηγύρεων ἐνάγων. Πῶς οὖν τοσοῦτον καὶ τηλικοῦτον πρᾶγμα, μετὰ τοσούτων κωλυμάτων καὶ πέρας ἔσχεν οὕτω λαμπρόν, καὶ ἔκβασιν μαρτυροῦσαν τῇ ἀληθείᾳ, εἰ μὴ θεῖα τις καὶ ἄμαχος δύναμις ἦν τοῦ ταῦτα προειπόντος καὶ τελέσαντος; Οὐδεὶς ἂν πρὸς ταῦτα ἀντείποι, εἰ μὴ σφόδρα τις τῶν μαινομένων καὶ ἐξεστηκότων εἴη, καὶ τῶν κατὰ φύσιν ἀπεστερημένος φρενῶν. Οὐχ αὗται δὲ μόνον, ἀλλὰ καὶ ἕτεραι προῤῥήσεις ἀνακηρύττουσιν αὐτοῦ τὴν ἄμαχον δύναμιν. Καὶ γὰρ προεῖπε τὰ μέλλοντα μετὰ ἀληθείας ἁπάσης καὶ εἰς τέλος ἤγαγε· καὶ ἀμήχανόν τι διαπεσεῖν τῶν παρ’ ἐκείνου λεχθέντων, ἀλλ’ εὐκολώτερον τὴν γῆν ἀφανισθῆναι καὶ τὸν οὐρανόν, ἢ τῶν ῥημάτων τι τῶν ἐκείνου καὶ τῶν προῤῥήσεως ἐλεγχθῆναι ψευδῶς εἰρημένον. Διὸ καὶ αὐτὸς καὶ πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως τοῦτο αὐτὸ δηλῶν, οὕτω σαφῶς ἀπεφήνατο περὶ τῶν εἰρημένων παρ’ αὐτοῦ, λέγων· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι». Καὶ μάλα εἰκότως. Οὐ γὰρ λόγοι εἰσιν, ἀλλὰ Θεοῦ λόγοι, ἔργων δημιουργοί· οὕτω τὸν οὐρανὸν ἐποίησεν, οὕτω τὴν γῆν, οὕτω τὴν θάλασσαν, οὕτω τὸν ἥλιον, οὕτω τοὺς τῶν ἀγγέλων δήμους, οὕτω τὰς ἄλλας ἀοράτους δυνάμεις. Καὶ τοῦτο σαφὲς ποιῶν ὁ προφήτης ἔλεγεν· «Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν», περὶ πάσης ὁμοῦ τῆς κτίσεως, τῆς ἄνω, τῆς κάτω, τῆς αἰσθητῆς, τῆς νοερᾶς, τῆς ἐν σώματι, τῆς ἀσωμάτου ταῦτα λέγων. Ἔδειξε οὖν, ὅπερ ἔφθην εἰπών, καὶ ἡ περὶ τῆς ἐκκλησίας προαναφώνησις τῆς ἀληθείας αὐτοῦ, τῆς προνοίας, τῆς ἀγαθότητος, τῆς κηδεμονίας τὸ μέγεθος, τὸν ὄγκον, τὴν ὑπερβολήν.


ις’. Φέρε οὖν καὶ ἑτέραν πρόῤῥησιν μεταχειρισώμεθα τοῦ ἡλίου μᾶλλον διαλάμπουσαν, καὶ τῆς ἀκτῖνος φανερωτέραν οὖσαν, καὶ πρὸ τῆς ἁπάντων κειμένην ὄψεως, καὶ πάσαις ταῖς μετὰ ταῦτα γενεαῖς παρεκτεινομένην, ὥσπερ καὶ τὴν προτέραν. Τοιαῦται γὰρ αὐτοῦ αἱ προῤῥήσεις αἱ πλείους. Οὐ χρόνῳ γὰρ περατοῦνται βραχεῖ, οὐδὲ εἰς μίαν συντελοῦνται γενεάν, ἀλλὰ πᾶσι τοῖς ἀνθρώποις τοῖς τε οὖσι, τοῖς τε ἐσομένοις αὖθις, τοῖς μετ’ ἐκείνους, καὶ τοῖς μετὰ τούτους πάλιν καὶ ἕως τῆς συντελείας παρεκτεινομένοις πᾶσι παρέχουσι καταμανθάνειν τῆς οἰκείας ἀληθείας τὴν ἰσχύν, ὥσπερ οὖν καὶ ἡ προτέρα. Καὶ γὰρ ἀπὸ τῆς ἡμέρας ἧς ἐῤῥήθη, μέχρι τῆς συντελείας τοῦ αἰῶνος, καθ’ ἑκάστην ἀκμάζουσα τὴν ἡμέραν, αὐξανομένη, πρὸς μείζονα ἐπιδιδοῦσα δύναμιν, πᾶσι παρέχουσα τοῖς ἐξ ἐκείνου μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας ἐσομένοις τὰ μέγιστα καρποῦσθαι ἐξ αὐτῆς ἀγαθά, καὶ ἄφατον δρέπεσθαι τὴν ὠφέλειαν. Καὶ γὰρ καὶ οἱ πρὸ ἡμῶν, καὶ οἱ πρὸ ἐκείνων, καὶ οἱ πρὸ τούτων ἀνωτέρω, ἐπέγνωσαν αὐτῆς τὴν δύναμιν, τοὺς μὲν πολέμους ὁρῶντες ἐπιόντας αὐτῇ, καὶ τοὺς κινδύνους καὶ τὰς ταραχάς, τοὺς θορύβους καὶ τὰ κύματα καὶ τοὺς χειμῶνας· αὐτὴν δὲ ὁρῶντες οὐ καταποντιζομένην, οὐ νικωμένην, οὐ κρατουμένην, οὐ σβεννυμένην, ἀλλὰ ἀνθοῦσαν, αὐξανομένην, πρὸς μεῖζον ὕψος ἐγειρομένην. Καὶ αὕτη δέ, ἢν μέλλω νῦν ἐρεῖν, τοιαύτη τὶς ἐστιν εἰς τὸ δεῖξαι αὐτοῦ τὴν ἰσχὺν καὶ τὴν ἀλήθειαν τὴν εἰρημένων. Τὶς δὲ ἐστιν αὕτη; Εἰσελθὼν ποτε εἰς τὸν ναὸν τὸν Ἰουδαϊκὸν, ἀνθοῦντα τότε καὶ πολλῷ πάντοθεν καταλαμπομένων τῷ χρυσίῳ καὶ κάλλει καὶ μεγέθει οἰκοδομῶν, ἔχοντα καὶ τὴν ἄλλην ἅπασαν πολυτέλειαν, τὴν ἀπὸ τῆς τέχνης, τὴν ἀπὸ τῆς ὕλης, καὶ τῶν μαθητῶν ἐκπληττομένων, τὶ φησιν; «Οὐχ ὁρᾶτε ταῦτα πάντα; Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ μείνῃ ὧδε λίθος ἐπὶ λίθον»· τὴν μετὰ ταῦτα αὐτοῦ κατασκαφὴν δηλῶν, τὴν πανωλεθρίαν, τὴν ἐρημίαν, τὸ ἐρείπιον τὸ νῦν ἐν Ἰεροσολύμοις· καὶ γὰρ ἐρείπιον ἐκεῖνα τὰ λαμπρὰ καὶ περιφανῆ γέγονεν οἰκοδομήματα ἅπαντα. Εἶδες ἐν ἑκατέρῳ μεγάλην αὐτοῦ καὶ ἄφατον τὴν ἰσχύν, ἐν τῷ τοὺς θεραπεύοντας αὐτὸν οἰκοδομεῖν, καὶ αὔξειν, ἐν τῷ τοὺς προσκεκρουκότας εἰς αὐτοῦ ταπεινοῦν καὶ ὀλλύειν καὶ προῤῥίζους ἀνασπᾶν; Οὐδὲ γὰρ ἦν οὐδαμῶς ὁ ναὸς τοιοῦτος, οὐδὲ οὕτως ἀοίδιμος, καὶ τοσαύτης ἀπολαύων θεραπείας. Οἱ γὰρ πανταχοῦ τῆς οἰκοῦντες Ἰουδαῖοι, καὶ πρὸς αὐτὰ τῆς γῆς τὰ πέρατα, ἐκεῖσε ἀφικνοῦντο τὸ παλαιόν, δῶρα καὶ θυσίας καὶ προσφορὰς καὶ ἀπαρχὰς καὶ πολλὰ ἕτερα φέροντες, καὶ τῷ τῆς οἰκουμένης πλούτῳ καλλωπίζοντες τὸν ναόν· καὶ πάντες ἐκεῖ συνέῤῥεον οἱ πανταχόθεν Ἰουδαῖοι προσήλυτοι, καὶ πολὺ ἦν τὸ ὄνομα τοῦ τόπου, πρὸς αὐτὰς τῆς οἰκουμένης τὰς ἐσχατιὰς φθάνον. Ἀλλ’ ἓν ῥῆμα τοῦ Χριστοῦ πάντα ἐκεῖνα ἠφάνισε καὶ ἀπώλεσε, καὶ ὥσπερ κονιορτὸν ἐκ μέσου γενέσθαι ἐποίησε· καὶ ἔνθα οὐδὲ Ἰουδαίοις ἅπασι, μᾶλλον δὲ οὐδὲ τοῖς ἱερεῦσι πᾶσιν, ἀλλ’ ἑνὶ μόνῳ τῷ τὴν ἀρχιερωσύνην λαχόντι εἰσιέναι ἐξῆν, καὶ τοῦτο ἅπαξ τοῦ ἐνιαυτοῦ μόνον μετὰ στολῆς καὶ στεφάνων καὶ μίτρας, καὶ ἑτέρας τινὸς ἐσθῆτος ἱερᾶς, νῦν καὶ πόρνοις καὶ μαλακοῖς καὶ ἡταιρηκόσι καὶ μοιχοῖς ἔξεστιν ἐπιβαίνειν, καὶ ὁ κωλύων οὐδείς· τὸ γὰρ ῥῆμα ἐκεῖνο ἐπελθὸν πάντα ἠφάνισε καὶ κατέλυσε· καὶ τοσοῦτον μένει τοῦ ναοῦ, ὅσον δεῖξαι ἔνθα ἦν ὁ ναὸς τὸ παλαιόν.
Ἐννόησον τοίνυν πόσης καὶ τοῦτο δυνάμεως. Οἱ γὰρ τοσαῦτα δυνηθέντες, καὶ ἐθνῶν καὶ βασιλέων περιγενόμενοι, καὶ ἀναιμωτὶ πολλαχοῦ πολέμων κρατήσαντες, καὶ τρόπαια μυρία στήσαντες καινὰ καὶ παράδοξα, οὗτοι ναὸν ἕνα ἐξ ἐκείνου μέχρι τῆς σήμερον οἰκοδομῆσαι οὐκ ἴσχυσαν· καὶ ταῦτα τοσούτων βασιλέων γενομένων καὶ συμπραττόντων αὐτοῖς, καὶ πλήθους τοσούτου κατὰ τὴν οἰκουμένην κεχυμένου, καὶ χρημάτων τοσούτων αὐτοῖς παρόντων. Εἶδες πῶς ἅπερ ᾠκοδόμησεν, οὐδεὶς καθεῖλε, καὶ ἅπερ καθεῖλε, οὐδεὶς ᾠκοδόμησεν; ᾨκοδόμησε τὴν ἐκκλησίαν, καὶ οὐδεὶς αὐτὴν καθελεῖν δύναιτ’ ἄν· κατέλυσε τὸν ναόν, καὶ οὐδεὶς αὐτὸν ἀναστῆσαι δύναται, καὶ ταῦτα ἐν χρόνῳ οὕτω μακρῷ· καίτοι καὶ ταύτην καθελεῖν ἐπεχείρησαν, ἀλλ’ οὐκ ἴσχυσαν· κἀκεῖνον ἀναστῆσαι ἐσπούδασαν, ἀλλ’ οὐκ ἐδυνήθησαν.
Συνεχωρήθη δὲ καὶ τοῦτο, ἵνα μηδεὶς ἔχῃ λέγειν, ὅτι εἰ ἐπεχείρησαν, ἴσχυσαν ἄν. Ἰδοὺ γοῦν καὶ ἐπεχείρησαν, καὶ οὐδὲν ἠδυνήθησαν. Καὶ γὰρ ἐπὶ τῆς γενεὰς τῆς ἡμετέρας ὁ πάντας εἰς ἀσέβειαν νικήσας βασιλεὺς καὶ ἔδωκεν ἐξουσίαν τότε καὶ συνέπραξε, καὶ τοῦ ἔργου ἥψαντο, καὶ οὐδὲ μικρὸν προσελθεῖν ἠδυνήθησαν, ἀλλὰ πῦρ ἀπὸ τῶν θεμελίων ἐκπηδῆσαν πάντας αὐτοὺς ἀπήλασεν. Ὅτι δὲ ἠβουλήθησαν, καὶ τοῦτο δεῖγμά ἐστιν ἕως τοῦ νῦν τὰ θεμέλια γυμνωθέντα, ἵνα εἰδῇς, ὅτι ἐπεχείρησαν μὲν διασκάπτειν, οἰκοδομῆσαι δὲ οὐκ ἴσχυσαν, τῆς ἀποφάσεως ταύτης ἀντιπραττούσης αὐτοῖς. Καίτοι γε καὶ ἤδη κατελύθη ὁ ναὸς οὗτος, καὶ μετὰ ἑβδομήκοντα ἔτη ἐπανελθόντων, εὐθέως ἀνέστη, καὶ λαμπρότερος τοῦ προτέρου γέγονε· καὶ λέγουσι τοῦτο, καὶ προαναφωνοῦσι πρὶν γενέσθαι οἱ προφῆται. Νῦν δὲ τετρακοσιοστὸν ἔτος ὑπερέβη, καὶ οὐδὲ ἔννοιά τις, οὐδὲ προσδοκία, οὐδὲ ἐλπὶς τοῦ φανεῖσθαι πάλιν αὐτόν. Καίτοι τὶ τὸ κωλῦον ἦν, εἰ μὴ θεῖα δύναμις ἦν ἡ ἀντιπίπτουσα; Οὐ χρημάτων περιουσίᾳ πολλὴ παρ’ αὖτις; Οὐ τοὺς ἁπάντων πανταχόθεν φόρους συνάγων ὁ πατριάρχης, ἀπείρους κέκτηται θησαυρούς; Οὐκ ἰταμὸν τὸ ἔθνος, οὐκ ἀναίσχυντον, οὐ φιλόνεικον, οὐ προπετές, οὐ πολεμομοιόν; Οὐ πολλοὶ κατὰ τὴν Παλαιστίνην; Οὐ πολλοὶ κατὰ τὴν Φοινίκην; Οὐ πολλοῦ πανταχοῦ; Πῶς οὖν οὐκ ἴσχυσαν ἕνα ἀναστῆσαι ναόν, καὶ ταῦτα ὁρῶντες τὴν λατρείαν αὐτοῖς ἐντεῦθεν πανταχοῦ πεπεδημένην, καὶ τὰ Ἰουδαϊκὰ ἔθη ἠφανισμένα, καὶ τὰ τῶν θυσιῶν, καὶ τὰ τῶν προσφορῶν, καὶ τὰ τῶν ἄλλων τῶν τοιούτων νομίμων ἀνηρημένα, πεπαυμένα; Οὔτε γὰρ στῆσαι βωμόν, οὔτε θυσίαν ἀνενεγκεῖν, οὐ σπεῖσαι, οὐ πρόβατον ἐπιθεῖναι, οὐ θυμίαμα, οὐκ ἀναγνῶναι νόμον, οὐχ ἑορτὴν ἐπιτελέσαι, οὐκ ἄλλο τι τῶν τοιούτων αὐτοῖς ἐκτὸς τῶν προθύρων ἐκείνων ἐξῆν.


ιζ’. Ἀλλὰ καὶ ἐν Βαβυλῶνί ποτε γενόμενοι, καὶ ἀναγκαζόμενοι παρὰ τῶν πολεμίων ψάλλειν, οὐκ εἶξαν, οὐδὲ ὑπήκουσαν, αἰχμάλωτοι καὶ δοῦλοι ὄντες τοῖς δεσπόταις κακοποιοῦσιν αὐτούς· ἀλλὰ καὶ πατρίδος ἐκπεσόντες καὶ ἐλευθερίας, καὶ περὶ τὸ ζῆν αὐτὸ κινδυνεύοντες, καὶ ὡς ἐν μέσῃ παγίδι ταῖς χερσὶ τῶν λαβόντων ἀπειλημμένοι, κελευόμενοι τὴν ᾠδὴν ᾄδειν ἐκείνην τὴν διὰ τῶν ὀργάνων, οὕτως ἔλεγον· «Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν, ὅτι ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν. Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ τῆς ἀλλοτρίας»; Καὶ οὐδὲ ἔχει τις εἰπεῖν, ὅτι διὰ τὴν ἀπορίαν τῶν ὀργάνων τοῦτο ἐποίουν· καὶ γὰρ αὐτοὶ τεθείκασι τὴν αἰτίαν εἰπόντες· «Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας»; Καὶ τὰ ὄργανα δὲ μετ’ αὐτῶν ἦν. «Ἐν γὰρ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῶν ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν», φησίν. Ἀλλ’ οὐδὲ νηστείαν νηστεύειν ἐξῆν. Καὶ τοῦτο δηλῶν αὐτοῖς ὁ προφήτης ἔλεγε· «Μὴ νηστείαν νενηστεύκατέ μοι ἔτη ἑβδομήκοντα, λέγει Κύριος»; Ὅτι δὲ οὐδὲ θύειν, οὐδὲ σπένδειν ἐξῆν, ἄκουσον τῶν τριῶν παίδων λεγόντων, «Οὐκ ἐστιν ἄρχων, οὐδὲ προφήτης, οὐδὲ ἡγούμενος, οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος». Οὐκ εἶπεν, Οὐκ ἔστιν ἱερεύς, παρῆσαν γὰρ ἱερεῖς· ἀλλ’ ἵνα μάθῃς ὅτι τὸ πᾶν τοῦ τόπου ἦν, καὶ ἡ νομοθεσία πᾶσα ἐκεῖ συνεδέδετο, εἶπεν, «Οὐκ ἔστι τόπος». Καὶ τὶ λέγω θύειν καὶ σπένδειν; Οὐδὲ ἁπλῶς ἀναγνῶναι τὸν νόμον ἐξῆν αὐτοῖς· καὶ τοῦτό ποτε ἐγκαλῶν ἕτερος προφήτης ἔλεγε· «Καὶ ἀνέγνωσαν ἔξω νόμον, καὶ ἀπεκαλέσαντο ὁμολογίαν»· οὐ πάσχα, οὐ πεντηκοστήν, οὐ σκηνοπηγίαν, οὐκ ἀλλὰ τῶν τοιούτων ἐπιτελέσαι οὐδέν. Ἀλλ’ ὅμως εἰδότες, ὅτι ταῦτα πάντα ἀπέκλεισεν αὐτοῖς ἡ τοῦ τόπου ἐρήμωσις, κἂν ἐπιχειρῶσί τισι, παρανομοῦντες ἐπιχειροῦσι, καὶ δίκην τούτου διδόασιν, οὐκ ἴσχυσαν τὸν τόπον, ἐν ᾧ ταῦτα πάντα ἐξῆν κατὰ νόμον πράττεσθαι, ἀναστῆσαι καὶ στῆσαι. Ἡ γὰρ δύναμις τοῦ Χριστοῦ ἡ τὴν ἐκκλησίαν οἰκοδομήσασα, αὕτη καὶ τοῦτον καθεῖλε. Καὶ προεῖπε καὶ τοῦτο ὁ προφήτης, ὅτι καὶ παρέσται ὁ Χριστὸς καὶ ταῦτα ἐργάσεται, καίτοι μετὰ τὴν αἰχμαλωσίαν γενόμενος. Ἄκουε δὲ καὶ τὶ φησι· «Καὶ ἐν ὑμῖν συγκλεισθήσονται θύραι, καὶ οὐκ ἀνάψεται τὸ θυσιαστήριόν μου δωρεάν. Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα μοὶ προσάγεται καὶ θυσία καθαρά». Εἶδες πῶς σαφῶς καὶ τὸν ἰουδαϊσμὸν ἐξέβαλε, καὶ τὸν χριστιανισμὸν ἔδειξε διαλάμποντα, καὶ πανταχοῦ τῆς γῆς ἐκτεταμένον; Καὶ τὸν τρόπον δὲ τῆς λατρείας ἐδήλωσεν ἕτερος πάλιν· «Καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, καὶ δουλεύσουσιν αὐτῷ ὑπὸ ζυγὸν ἕνα»· καὶ ἕτερος πάλιν· «Παρθένος τοῦ Ἰσραὴλ ἔσφαλλεν· οὐ μὴ ἀναστῇ ἔτι». Καὶ ὁ Δανιὴλ δὲ σαφῶς ἅπαντα ταῦτα διηγεῖται, ὅτι πάντα ἀρθήσεται, καὶ θυσία καὶ σπονδή, καὶ χρῖσμα καὶ κρίμα. Ἀλλὰ ταῦτα μέν, ἡνίκα ἂν πρὸς Ἰουδαίους λέγωμεν, σαφέστερον καὶ εὐρύτερον ἀναπτύξομεν· τέως δὲ τῆς προκειμένης ἐχώμεθα ὁδοῦ, τῶν ἀνοήτων Ἑλλήνων τὴν φιλονεικίαν διορθοῦντες. Οὔτε σοὶ νεκροὺς εἶπον ἐγερθέντας, οὔτε λεπροὺς καθαρισθέντας, ἵνα μὴ λέγῃς, Ψευδῆ ταῦτα, κομπός, μῦθος, τὶς εἶδε; Τὶς ἤκουσεν; Οἱ εἰπόντες ὅτι ἐσταυρώθη, καὶ ἐπὶ κόῤῥης πληγὰς ἔλαβεν, οὗτοι ταῦτα εἰρήκασι· Πῶς οὖν ἐν ἐκείνοις ἀξιοπίστους εἶναι νομίζων, ἐν τούτοις ἐπιλαμβάνῃ τῶν εἰρημένων, ὡς οὐ γεγενημένων; Καίτοι γε εἰ πρὸς χάριν τοῦ διδασκάλου ταῦτα ἔγραφον εἰκῆ καὶ μάτην κομπάζοντες, τὰ σκυθρωπὰ ἂν ἐσιώπησαν καὶ τὰ πολλοῖς δοκοῦντα ἐπονείδιστα εἶναι· νῦν δὲ δεικνύντες αὐτῶν τὴν ἀλήθειαν, ἂν ἐκείνοις μάλιστα ἐνδιέτριψαν, καὶ πάντα μετὰ ἀκριβείας καὶ πολλῆς εἶπον τῆς δαψιλείας, οὐ μικρόν, οὐ μέγα παραδραμόντες, ἀλλ’ ἐν μὲν τοῖς σημείοις καὶ τοῖς θαύμασι τὰ πλεῖστα παρῆκαν, ἐν δὲ τοῖς παθήμασι καὶ τοῖς δοκοῦσιν ἐπονειδίστοις, τούτοις ἐνδιατρίβοντες, πάντα πάντες μετὰ ἀκριβείας εἰρήκασιν. Ἀλλ’ ἐγὼ τούτων πρὸς σὲ οὐδὲν εἰρηκὼς τῶν θαυμάτων λέγω καὶ τῶν σημείων, ἵνα ἐκ περιουσίας πᾶσαν ἀναίσχυντον ἐμφράξω γλῶσσαν, τὰ νῦν φαινόμενα, τὰ νῦν πρὸ ὀφθαλμῶν κείμενα, τὰ τοῦ ἡλίου φανερωτέρα, τὰ πανταχοῦ τῆς οἰκουμένης διεσπαρμένα, τὰ πᾶσαν καταλαβόντα τὴν οἰκουμένην καὶ ἀνθρωπίνην ὑπερβαίνοντα φύσιν κατορθούμενα, καὶ ἃ Θεοῦ μόνον ἦν, ταῦτα εἰς μέσον ἤγαγον. Τὶ λέγεις; Οὐκ ἀνέστησε νεκρούς; Μὴ καὶ τοῦτο ἔχεις εἰπεῖν, ὅτι αἱ ἐκκλησίαι οὐκ εἰσὶ κατὰ τὴν οἰκουμένην; Οὐδ’ ὅτι οὐκ ἐπεβουλεύθησαν; Οὐδ’ ὅτι κρατοῦσι καὶ περιγίνονται; Ἀλλ’ ὥσπερ οὐκ ἔστιν εἰπεῖν ὅτι οὐκ ἔστιν ἥλιος, οὕτως οὐδὲ ταῦτα. Τὶ δέ; Τὴν κατασκαφὴν τοῦ Ἰουδαϊκοῦ ναοῦ οὐχ ὁρᾷς πρὸ ὀφθαλμῶν κειμένην τῆς οἰκουμένης ἁπάσης; Διὰ τὶ μὴ λογίζῃ πρὸς σεαυτόν· Εἰ μὴ Θεὸς ἦν, καὶ Θεὸς ἰσχυρός, πόθεν ἂν οἱ μὲν θεραπεύοντες αὐτὸν οὕτως ηὔξαντο καὶ ἐνοχλούμενοι, οἱ δὲ ἐσταυρωκότες αὐτὸν καὶ προσκεκρουκότες οὕτως ἐταπεινώθησαν, ὡς καὶ πολιτείας ἐκπεσεῖν ἁπάσης, καὶ ἀλῆται καὶ πλάνοι καὶ φυγάδες περιέρχονται, καὶ χρόνος οὐδεὶς οὐδέτερον ἔλυσε; Καίτοι γε πρὸς τὴν Ῥωμαίων ἀρχὴν οὗτοι δή, οὗτοι οἱ Ἰουδαῖοι καὶ πόλεμον εἵλοντο, καὶ ὅπλα ἐκίνησαν, καὶ μακρῷ χρόνῳ παραταττόμενοι διετέλεσαν, καὶ που καὶ ἐκράτησαν, καὶ πράγματα παρέσχον τοῖς τότε Αὐγούστοις οὐ τὰ τυχόντα. Τοσαύτη ἦν αὐτῶν ἡ δύναμις. Ἀλλ’ ὅμως οἱ καὶ πολεμήσαντες τοσούτοις βασιλεῦσι καὶ παραταξάμενοι, καὶ χρημάτων ἰσχὺν τοσαύτην καὶ ὅπλων καὶ στρατιωτῶν ἔχοντες, καὶ στρατηγοὺς καὶ μυρίους ἐλάσαντες, ἐν οὐκ ἴσχυσαν ἀναστῆσαι ναόν· ἀλλὰ συναγωγὰς μὲν πολλαχοῦ τῶν πόλεων ᾠκοδόμησαν, τὸν δὲ τόπον τὸν παρεσχηκότα αὐτοῖς τῆς οἰκείας πολιτείας τὸ κῦρος, καὶ ἔνθα πάντα τελεῖν εἰώθασι, καὶ ὅθεν ὁ ἰουδαϊσμὸς συγκεκρότητο, τοῦτον μόνον οὐκ ἴσχυσαν ἀναστῆσαι.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |