ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 53.Ἐγκώμιον εἰς τὴν σύλληψιν τού προφήτου Προδρόμου καὶ Βαπτιστού

Πέμπτη 16 Ιουνίου 2016

53.Ἐγκώμιον εἰς τὴν σύλληψιν τού προφήτου Προδρόμου καὶ Βαπτιστού



ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
53.Ἐγκώμιον εἰς τὴν σύλληψιν τοῦ ἁγίου Ἰωάννου τοῦ προφήτου Προδρόμου καὶ Βαπτιστοῦ.

αʹ. Μωϋσῆς ὁ μέγας, ὁ τοῦ Θεοῦ θεράπων, τὸ κεφάλαιον  τῶν προφητῶν, ὁ τῆς θαλάσσης ὁδοιπόρος, ὁ τοῦ ἀέρος ἡνίοχος, ὁ τοῦ μάννα τραπεζοποιὸς, ὁ τοῦ Θεοῦ νομοθέτης,      τὰς   πλάκας   τὰς   ἱερὰς   δεξάμενος,      πρῶτος   εἰσηγητὴς   τῶν συμφερόντων  τῷ βίῳ, οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος  σκηνὴν τῷ λαῷ Ἰσραὴλ κατεσκεύασε, καθ' ὃν ἐν τῷ ὄρει παρὰ Θεοῦ ἐδιδάχθη τύπον. Καὶ πάντα μὲν ἅγιά τε καὶ ἱερὰ τὰ καθ' ἕκαστον ἐποίησεν, ὅσα τῷ περισχοινίσματι κατὰ τὸ ἐντὸς περιείληπτο· τὸ δὲ ἐνδότατον  τούτοις ἄδυτόν τε καὶ ἀνεπίβατον  ἦν, Ἅγιον ἁγίων  λεγόμενον.Τούτῳ τῷ παραδείγματι τῆς σκηνῆς καὶ Σολομὼν ᾠκοδόμησε ναὸν, οὐχὶ τῇ πολυτελείᾳ τῆς ὕλης μόνον, οὐδὲ τῇ ποικιλίᾳ τῆς τέχνης, ἀλλὰ καὶ τῷ σχήματι τῆς οἰκοδομῆς πάντας  τοὺς ἐπὶ γῆς ναοὺς  ἀποκρύπτοντα·  ὥστε αὐτοὺς μηδέποτε εἰς ἐπιθυμίαν  ἐλθεῖν  τῶν  παρὰ Αἰγυπτίοις. Καὶ ποιεῖ τὸν  ναὸν  πρὸς τὴν  εἰκόνα  τοῦ κόσμου παντὸς, τοῦ τε αἰσθητοῦ καὶ τοῦ νοητοῦ. Καθάπερ γάρ ἐστι γῆ καὶ οὐρανὸς, καὶ μέσον διάφραγμα τὸ στερέωμα τοῦτο· οὕτω κἀκεῖνον ἐκέλευσε γενέσθαι ὁ Θεὸς, καὶ εἰς δύο διατεμὼν  τὸν ναὸν τοῦτον, καὶ καταπέτασμα ἀφεὶς μέσον, τὸ μὲν ἔξω τοῦ καταπετάσματος πᾶσι συνεχώρησεν εἶναι βατὸν, τὸ δὲ ἔνδον, ἄβατον πᾶσι καὶ ἀθέατον, πλὴν τοῦ ἀρχιερέως μόνου, ὡς ὁ ἄγγελος ἐνετείλατο, λαλήσας τῷ Μωϋσῇ, εἰπεῖν  τοῖς  υἱοῖς  Ἰσραήλ· Ἐν  τῷ  μηνὶ  τῷ  ἑβδόμῳ  δεκάτῃ  τοῦ  μηνὸς, ταπεινώσατε  τὰς ψυχὰς  ὑμῶν· τοῦτ' ἔστι, περὶ τῆς σκηνοπηγίας· τότε γὰρ ἐν τῇ σκηνοπηγίᾳ ἅπαξ τοῦ ἐνιαυτοῦ  μόνος ὁ ἀρχιερεὺς εἰσῄει εἰς τὰ Ἅγια τῶν  ἁγίων θυμιᾷν. Ἐν ταύτῃ οὖν τῇ ἑορτῇ τῆς σκηνοπηγίας εἰσῆλθε καὶ ὁ Ζαχαρίας θυμιᾶσαι κατὰ   τὴν   ἐφημερίαν   αὐτοῦ,   καὶ   εἶδε   τὸν   ἄγγελον   ἑστῶτα   ἐκ  δεξιῶν   τοῦ θυσιαστηρίου τοῦ θυμιάματος· Καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν· εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· 

Μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή  σου Ἐλισάβετ γεννήσει  υἱόν  σοι, καὶ καλέσεις τὸ ὄνομα  αὐτοῦ Ἰωάννην·  καὶ ἔσται σοι χαρὰ καὶ ἀγαλλίασις· καὶ πολλοὶ  ἐπὶ τῇ γεννήσει  αὐτοῦ χαρήσονται. Ἔσται γὰρ μέγας ἐναντίον  Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ πίεται, καὶ Πνεύματος ἁγίου   πλησθήσεται   ἔτι   ἐκ   κοιλίας   μητρὸς   αὐτοῦ.   Καὶ   αὐτὸς προπορεύσεται ἐν πνεύματι  καὶ δυνάμει  Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων  ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. Εἶδες ἐπαγγελίαν,  προφητικὴν  ὑπερβαίνουσαν δύναμιν;  Αὕτη ἡ προφητεία τοῦ Ζαχαρίου ἔδησε καὶ ἔλυσε τὴν γλῶτταν·  ἔδησε γὰρ, ἀπιστηθέντος  τοῦ τόκου·ἔλυσε  δὲ  αὐτὴν,  γενομένου  τοῦ  τόκου.  Ὢ τοῦ  θαύματος!  Ἰωάννης  ἐκ  κοιλίας εὐαγγελιστὴς, ἐκ γαστρὸς θαυματουργὸς, τῆς ἐρημίας σύντροφος, καὶ τῶν ἀγγέλων ὁμοδίαιτος,  ὁ μετὰ  τὸν  νόμον  ἐν  προφήταις,  δεύτερος  Ἠλίας,  καὶ  ἀληθέστατος κήρυξ, τῷ ζήλῳ τοῦ Πνεύματος τὴν πλάνην ἐξελαύνων, ὁ πρόδρομος καὶ βαπτιστὴς, ὁ λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· ὁ τοῦ Ζαχαρίου υἱὸς, καὶ τῆς  στείρας τὸ βλάστημα, καὶ τῶν  εὐχῶν  τοῦ  λαοῦ  τέλειον  αὐτούργημα· ὁ τῆς μετανοίας  γνήσιος  εἰσηγητὴς,  καὶ  πιστῶν  συνήγορος  ἐξομολογουμένων·    τοῦ νόμου πλήρωμα, καὶ τῆς χάριτος ἀρχηγὸς, καὶ τῆς ἀσεβείας τῶν Ἰουδαίων ἔλεγχος· ὁ τῶν ἐπουρανίων δογμάτων βεβαιωτὴς, καὶ κριτὴς ἀδέκαστος τῶν τοῦ λαοῦ πταισμάτων· ὁ ἐκ στείρας ἀγόνου παρ' ἐλπίδα τεχθεὶς, καὶ χάριτι τοῦ ἐκ τῆς πέτρας ὕδωρ ἐξαγαγόντος Χριστοῦ νυμφαγωγός· ὁ τῶν Ἰορδανείων ῥείθρων χαλιναγωγὸς, καὶ τῆς  τῶν  ἁμαρτωλῶν  καθάρσεως πρεσβευτής· ὁ τοῦ ἀκαταλήπτου  μυστηρίου προγνώστης, καὶ τῆς τοῦ ἀοράτου παρουσίας προφήτης· οὗτός ἐστιν Ἰωάννης ὁ κατ' ἐπαγγελίαν  τεχθεὶς τῷ Ζαχαρίᾳ ἐν γήρᾳ βαθυτάτῳ. Ὢ τοῦ θαύματος! ἰδοὺ γὰρ ἐπὶ τῶν  ἔργων  ἐδείχθη  τὰ ἐν γαστρὶ τοῦ Ἰωάννου  σκιρτήματα, ἃ ἐμήνυσεν. Εἶδεν ὁ κόσμος τὴν ἀγαλλίασιν, ἣν ἐν τῇ νηδύϊ ὁ πρόδρομος τοῖς ποσὶν ἐζωγράφησεν. Ἀλλὰ ποίαν ἡμεῖς τῷ δικαίῳ τὴν τιμὴν ἀποτίσωμεν, κυκλούμενοι πανταχόθεν τοῖς αὐτοῦ κατορθώμασιν; Εὐαγγελίζεται γὰρ κυοφορούμενος, θαυματουργεῖ τικτόμενος, προκόπτει  ἐν  ταῖς  ἐρήμοις  ἀσκούμενος,  τρέφεται   τῷ  Πνεύματι  προαγόμενος, μεσιτεύει νόμῳ  καὶ χάριτι,  κηρύττει  μετανοίας  βάπτισμα, βαπτίζει τὸν  ∆εσπότην παραγενόμενον, θεωρεῖ βαπτίζων τῆς Τριάδος τὴν δόξαν, καὶ τὴν χάριν μαρτυρεῖ τῇ ἀληθείᾳ,  βοῶν  ὑποδείκνυσι  τὸν  προφητευθέντα,  ∆εσπότην ὁμολογῶν,  καὶ αὐτοῦ ἰσχυρότερον· ὁδηγεῖ πρὸς αὐτὸν τοὺς πιστεύοντας, ἐκδιδάσκων τὸ συμφέρον τοῖς ὄχλοις·  νουθετεῖ  καὶ βαπτιζομένους  τελώνας,  ἐλέγχει  καὶ τὸν  Ἡρώδην παρανομοῦντα, δέχεται καὶ μακαριζόμενον τέλος. Ποίοις τοίνυν θαυμάσομεν λόγοις; ποίαν ἐν τούτοις κινήσομεν γλῶσσαν; τί τούτων   παραλείπομεν,  καὶ  τί  εἰπεῖν   περὶ  τούτων   ἰσχύσομεν;  Μέγα  γὰρ  τῶν ἐγκωμίων  τὸ πέλαγος,  μέγα  καὶ τῶν  κατορθωμάτων  τὸ πλάτος· ἐκπλήττει  τοὺς λέγοντας  καὶ μόνη τῶν  πραγμάτων  ἡ πεῖρα. Ἀλλ'  ἔλθοι καὶ νῦν  Ζαχαρίας ὁ τοῦ δικαίου πατὴρ, ὁ καὶ τῇ σιωπῇ κατακριθεὶς, καὶ πάλιν φθεγξάμενος· ἐκεῖνος ἡμῖν τὰ ἑαυτοῦ  τρανότατα  διηγήσεται,  πῶς  ἐφθέγξατο  κατασχεθείσης τῆς  γλώσσης, πῶς Ἰωάννης γεννᾶται, καὶ ἡ τοῦ ἀγγέλου ἀπόφασις λύεται, πῶς ἡ τιμωρία ἀπάγεται, καὶ ἡ θεραπεία ἔρχεται. Ὁ γὰρ εὐαγγελιστὴς σύντομον τοῦ Ζαχαρίου καὶ Ἐλισάβετ τῆς γυναικὸς αὐτοῦ εἰσάγων τὸ κήρυγμα,  πρότερον τὰς προσηγορίας αὐτῶν καὶ τὴν  φύσιν  καὶ  τὴν  ἀξίαν  σημαίνει·  ἔπειτα  δὲ  πολιτείας  ἔπαινον  καὶ  εὐποιίας τρόπαιον ἐπάγει, ἐν ᾧ καὶ τῆς σιωπῆς κατάκρισιν δείκνυσι, καὶ τῆς εὐγλωττίας  τὴν λύσιν γνωρίζει. Καὶ ἄκουε τῶν εὐαγγελικῶν  ἐντεῦθεν ῥημάτων· Καὶ οὐκ ἦν, φησὶν, αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν στείρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν  ἦσαν. Καὶ νῦν οὐ μόνον τὴν τούτων  ἀτεκνίαν  ὁρῶ, ἀλλὰ καὶ τὴν ἀρχαίαν εἰκόνα τῶν  δικαίων  ἐννοῶ,  Ἀβραὰμ λέγω  καὶ Σάῤῥας· καὶ μανθάνω  καὶ στείρωσιν   τίκτουσαν   ἑτέραν,   καὶ   παιδοποιίαν    χάριτος   καὶ   φύσεως,   ξένον τεκνογονίας  μυστήριον· οὗτος γὰρ καὶ τῆς ἐπαγγελίας  ὁ τρόπος ταύτης. Ὤφθη δὲ αὐτῷ  ἄγγελος  Κυρίου ἑστὼς  ἐκ  δεξιῶν  τοῦ  θυσιαστηρίου  τοῦ  θυμιάματος·  καὶ ἐταράχθη  Ζαχαρίας ἰδὼν,  καὶ  φόβος  ἐπέπεσεν  ἐπ'  αὐτόν.  Εἶπε δὲ πρὸς αὐτὸν  ὁ ἄγγελος·  Μὴ φοβοῦ,  Ζαχαρία· διότι  εἰσηκούσθη ἡ  δέησίς σου, καὶ    γυνή  σου Ἐλισάβετ γεννήσει  υἱόν  σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην.  Καλὸν τῆς ἐπαγγελίας τὸ κτῆμα, μέγα τῆς ὀπτασίας τὸ δῶρον, ἀληθῶς Ἀβραμιαῖον τὸ καύχημα· ὡς  γὰρ  ἐκείνῳ    σύλληψις  τῆς  Σάῤῥας, οὕτω  καὶ  τούτῳ  προκατήγγελται   τῆς Ἐλισάβετ ἡ κύησις. Ἀλλ' ἡ μὲν πρόῤῥησις ἴση· οὐκ ἴση δὲ τῶν  πραγμάτων  ἡ τάξις. Τοῦ γὰρ Ἀβραὰμ   μηδὲν   ἐκ   τῆς   ἐπαγγελίας    πεπονθότος   δεινὸν,   ἄφωνος    μετὰ   τὸν εὐαγγελισμὸν  Ζαχαρίας εὑρίσκεται, πιστῷ  ἀγγέλῳ  μὴ πιστεύσας, καὶ  σιωπῇ  τὴν τιμωρίαν δεξάμενος. Εἶπε δὲ, φησὶ, Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Τί  τοῦτο,  ∆έσποτα; ἐγὼ  τὰς  ἱκεσίας  προσάγω  τῷ  Θεῷ ὑπὲρ  παντὸς  τοῦ  λαοῦ ἐξιλασκόμενος, καὶ αὐτὸς υἱόν μοι τέξειν εὐαγγελίζῃ; Τοῦτο ἀδύνατόν ἐστι. Τὸ γὰρ γῆρας ἀσθενὲς, καὶ ἡ φύσις ἄτονος, καὶ ἡ ἐμὴ σύζυγος πέτρα ἐστὶν ἄγονος· καὶ πῶς ἔσται μοι τοῦτο; Ὅμως εἰ καὶ ὡς εἴρηκας, γενήσεταί μοι υἱὸς, τίς ἔσται ὠφέλεια ἐξ αὐτοῦ τῷ λαῷ; Ὁ δὲ ἄγγελος· Μεγάλη ἔσται σωτηρία δι' ἐκείνου τῷ λαῷ, καὶ πᾶσι τοῖς ἔθνεσιν· αὐτὸς γὰρ ἐπιστρέψει πάντας ἀπὸ τῆς πλάνης, καὶ ὑποδείξει αὐτοῖς τὴν ὁδὸν τῆς σωτηρίας, μεσίτης γενόμενος Θεοῦ καὶ ἀνθρώπων· Καὶ γὰρ προπορεύσεται ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, καὶ προφήτης Ὑψίστου κληθήσεται. Οὗτος προπορεύσεται πρὸ προσώπου Κυρίου, λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

 βʹ. Ὁ δὲ Ζαχαρίας ἀνταποκριθεὶς εἶπε πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Εἶπε δὲ ὁ ἄγγελος· Ἐπειδὴ σημεῖον ἐπιζητεῖς τοῦ τόκου, καὶ τοῖς ἐμοῖς ἀπιστεῖς λόγοις,  λάβε ἐνέχυρον  ἀσφαλές· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον  τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος  λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται  ταῦτα, ἀνθ' ὧν  οὐκ ἐπίστευσας τοῖς λόγοις  μου, οἵτινες  πληρωθήσονται  εἰς τὸν  καιρὸν αὐτῶν.Ἀνένδοτος ἡ δίκη τῷ πλημμελήσαντι, καὶ ἀνυπέρθετος ἡ τῆς τιμωρίας ὀργή. Οὐκ ἔδει  γὰρ  ἀληθῶς  ἀπιστηθῆναι  τὸν  ἄγγελον,  οὐ  τὸ  θυσιαστήριον εὐκαταφρόνητον σχεῖν, οὐ τὸν καιρὸν τοῦ θυμιάματος καιρὸν ἀπάτης λογίσασθαι· ὁ γὰρ ἄγγελος θυμιῶντι αὐτῷ ὤφθη. Οὐ τῆς Ἀβραὰμ ἱστορίας ὑπεμνήσθη· καὶ τότε γὰρ στείρα καὶ γῆρας παιδοποιεῖ, καὶ εὔπιστα πανταχοῦ  τὰ λεγόμενα ἐδείχθη· εἶχε γὰρ τῆς τοιαύτης τεκνογονίας τὸ θαῦμα· ὅθεν ὁ ἄγγελος πρὸς αὐτὸν, Ἔσῃ, φησὶ, σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς ἐμοῖς λόγοις. Ὢ τῆς φιλανθρώπου  τιμωρίας, διόρθωσιν μᾶλλον ἐργασαμένης! αὐτὴν γὰρ ὁ ἄγγελος τὴν σφαλεῖσαν φωνὴν σωφρονίζει. Ἐξελθὼν γὰρ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς· καὶ ἐπέγνωσαν  ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων  αὐτοῖς,  καὶ διέμενε  κωφός.  Καλῶς γὰρ καὶ τὸ ἔμενεν  ὁ εὐαγγελιστὴς συνεγράψατο· περιέμενε γὰρ ἡ σιωπὴ τικτομένην τὴν φωνὴν, ὁ Ζαχαρίας τὸν Ἰωάννην,  ὁ πρεσβύτης τὸν παῖδα. Ὢ τοῦ θαύματος  λόγος ἐπιδημεῖ, καὶ ἡ φωνὴ  προκηρύττει· ∆εσπότης ἔρχεται, καὶ δοῦλος προαποστέλλεται. Ἀλλὰ τί νῦν προλαβὼν τὸ τῆς ἐρήμου κήρυγμα λέγω, ἔχων ἑτέραν ξένην τινὰ καὶ μεγάλην τῶν προοιμίων φωνήν; Ἔργα γάρ ἐστι πρῶτα, τούτων τῶν ῥημάτων ἀνώτερα. Ἔτι γὰρ ὁ Βαπτιστὴς οἰκῶν ἐν τῇ γαστρὶ τῆς μητρὸς, ἔτι τοῖς τῆς φύσεως δεσμοῖς κατεχόμενος, ἔτι  τοῖς  μητρικοῖς  σπαργάνοις ἐνειλη[μμένος],  κηρύγματι  τὴν  τοῦ ∆εσπότου βοᾷ παρουσίαν· Ἐγένετο γὰρ, φησὶν, ὡς ἤκουσε τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησε τὸ  βρέφος  ἐν  τῇ  κοιλίᾳ  αὐτῆς.  Οὔπω γεννᾶται,  καὶ  τοῖς  σκιρτήμασι φθέγγεται·  οὔπω βοᾷν συγχωρεῖται,  καὶ δι' ἔργων  ἀκούεται· οὔπω μανθάνει  τὸν βίον, καὶ τὸν Θεὸν προκηρύττει . Ὄντως ἄλλοι κεκοπιάκασι, καὶ ἡμεῖς εἰς τοὺς κόπους αὐτῶν εἰσεληλύθαμεν· προεβόων οἱ προφῆται, καὶ οὐκ ἐσίγων τυπτόμενοι· πατριαρχῶν κατάλογος ἐκινδύνευεν·  ἀντιπαρετάττοντο  τύραννοι· βασιλεῖς ἐπολέμουν· ὠργίζετο δῆμος· ὁ κόσμος ὅλος ἀντηγωνίζετο  τοῖς τῶν  δικαίων  ἀγῶσιν· ἔνθεν  προσήγοντο βήμασι, κἀκεῖθεν κατεξαίοντο ταῖς μάστιξι· πανταχόθεν  κολαστήρια καὶ στρεβλώσεις. Ἀλλ' ἐν τοιαύτῃ κατηφείᾳ βίου τυγχάνοντας λύσιν τοῦ χειμῶνος εὐαγγελιζόμενος ὁ Ἰωάννης,  δεδεμένος ἔτι τοῖς σπαργάνοις τῆς φύσεως, τὸ σωτήριον ἔαρ ὑπέδειξεν ἡμῖν· καὶ σπεύδων κηρῦξαι τῇ φωνῇ  ὃν ἐμήνυσε τοῖς ποσὶν αὐτοῦ, ἐβιάζετο τοὺς ὅρους  τῆς  φύσεως·  βραδυτοκοῦσαν  γὰρ  τὴν  Ἐλισάβετ  ἐσόβει· ἐσκίρτα  ὁμοῦ  τε χορεύων  καὶ δυσχεραίνων  ἐφ' οἷς ἐπὶ  τῆς  νηδύος  κεκράτητο· τῆς  περιόδου τῶν μηνῶν κατεβόα· ὡς ἄδικον φυλακὴν τὴν μήτραν ἐτίνασσε, καὶ ἐβόα τοῖς σκιρτήμασι, τοιαῦτα  πρὸς τὴν  Ἐλισάβετ φθεγγόμενος· Ἀδικεῖς, ὦ  μῆτερ, βραδυτοκοῦσα, τῆς οἰκουμένης τὴν χαρὰν συνέχουσα, καὶ τὸν πρόδρομον κωλύουσα· προφήτην ἐγγάστριον φέρεις, βασιλικὸν στρατιώτην κατέχεις· συμποδίζεις τὸν ταχυδρόμον τῆς εὐσεβείας· ἀδικεῖς, ὦ μῆτερ· οὐκ οἶδας  τὸ μέλλον,  ἀγνοεῖς  τὰ ἐσόμενα. Τὸ φῶς παραγίνεται, τὸν ὄρθρον ἀπόλυσον· ἀνατελεῖ  ὁ ἥλιος, ὁ ἑωσφόρος προλάμψῃ· ἐπὶ θύραις ὁ λόγος, καὶ χρεία τῆς φωνῆς, ἐγγὺς ὁ νυμφίος, καὶ δίκαιον ἁπλωθῆναι τὸν θάλαμον  ἐν  τῷ  Ἰορδάνῃ· αἵματος  χρεία  ἐξαγοράζοντος  τὸν  κόσμον, καὶ χρή  με πόῤῥωθεν  τὸν  ἀμνὸν  ὑποδεῖξαι. Σπαργανοῦται  τὸ γένος  ταῖς ἁμαρτίαις, ἦλθεν  ὁ λύων  τοὺς πεπεδημένους.  Χρεία κλήτορος, ἵνα  πάντες  μαθόντες  ἀπαντήσωσι  τῷ ∆εσπότῃ· καὶ ἰδοὺ κρατεῖς ἐν μήτρᾳ τὸν πρόδρομον. Οὐκοῦν ἐννόησον, μῆτερ, τὸν Ἀδὰμ κρατούμενον ἐν τῷ ᾅδῃ, τῆς Εὔας τοὺς αἰωνίους στεναγμούς· ἔτι γὰρ κράζει τὸ αἷμα τοῦ Ἄβελ τὴν κατὰ τοῦ Κάϊν ἐντυγχάνον  ἀναίρεσιν· συστενάζει αὐτῷ καὶ αὐτὰ τὰ στοιχεῖα. ∆ιὰ τοῦτο πάντως ἀπηλλάγης τοῦ πάθους τῆς ἀτεκνίας, ἵνα μηνύσῃ ὁ ἐκ στείρας  τὸν  ἐκ  παρθένου·  διὰ  τοῦτο  ἐγὼ  ἐν  τῇ  μήτρᾳ  ἐσκίρτησα, ἵνα  μηκέτι ὀρχήσηται ὁ διάβολος ἐν τῷ κόσμῳ.Τοιαῦτα  μὲν  οὖν  μήπω  τεχθεὶς    Ἰωάννης  πρὸς  τὴν  Ἐλισάβετ διὰ  τῶν σκιρτημάτων ἐσήμανε· Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτὴν,καὶ ἐγέννησεν υἱὸν, καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ' αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. Καὶ ἐγένετο, ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ  Ζαχαρίαν.  Καὶ ἀποκριθεῖσα    μήτηρ  αὐτοῦ  εἶπεν·  Ἰωάννης  κληθήσεται. Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό· καὶ αἰτήσας πινακίδιον, ἔγραψε, λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ. Καὶ ἐθαύμασαν πάντες. Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει  εὐλογῶν  τὸν Θεόν. Ἀμέλει τὸ βρέφος τίκτεται, καὶ ἡ φωνὴ τοῦ πατρὸς ἐπανέρχεται· οὕτω γὰρ δείκνυται βοῶσα ἡ Ἰωάννου φωνὴ, ὅτι καὶ αὐτὸ τὸ ὄνομα φωνῆς ἐνέργεια πέφηνεν. Ἐγὼ γὰρ, φησὶ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. ∆εξάμενος γὰρ τὴν ἔλλαμψιν  τοῦ ἁγίου Πνεύματος, ὑπεδείκνυε τὸν ποιητὴν τοῖς ποιήμασι, καὶ τὸν πλάστην ἐδακτυλοδείκτει  τοῖς πᾶσι μεγαλοφώνως βοῶν· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων  τὴν  ἁμαρτίαν τοῦ κόσμου. Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.  Ἀλλὰ   τί   τῷ   θερμῷ   ζήλῳ   τοῦ   βρέφους   καὶ      ἡμέτερος   σήμερον συνεκτείνεται λόγος; Ἐπίσχωμεν, εἰ δοκεῖ, νῦν τέως τὴν γλῶσσαν, ἀρκούντως μετὰ τοῦ βρέφους σκιρτήσασαν. Καλὸν γὰρ  συμμετρεῖν  τῷ  καιρῷ  τὴν  ἐξήγησιν,  καὶ  ἐντρυφᾷν  μὲν  τοῖς εἰρημένοις, περιμένειν δὲ καὶ τὴν τῶν καθεξῆς θεωρίαν. Οὔτε γὰρ τοὺς ὅρους τῆς φύσεως ὁ Βαπτιστὴς ἐβιάσατο τῷ σκιρτήματι, ἀλλ' ἔμενε καὶ αὐτὸς τὸν προσήκοντα χρόνον,  εἰδὼς  ὅτι  καὶ  τοῦτο  δι'  ἡμᾶς  μετ'  αὐτὸν  πληρώσει    ∆εσπότης, βοῶν· Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι  τὸν Κύριον, ὡς ὕδωρ πολὺ, κατακαλύψαι θαλάσσας καὶ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασταί μου τὸ ὄνομα, καὶ ἐν παντὶ τόπῳ προσφέρεται τῷ ὀνόματί μου θυσία καθαρά. Οὐκ ἔτι γὰρ κατὰ τὸν νόμον εἷς ναός ἐστιν ὁ δεχόμενος τὰς θυσίας, ὁ σεμνυνόμενος ἐπὶ ταύταις· ἀλλὰ κατὰ πᾶσαν τὴν οἰκουμένην Ἐκκλησίαι εἰλικρινῶς  τῷ Θεῷ δόξαν ἀναπέμπουσιν. Ἐκεῖ ἱερεὺς ἦν εἷς τοῦ ἐνιαυτοῦ, θνητὸς, καὶ πάσης ἁμαρτίας πεπληρωμένος· νῦν ἐλάβομεν τῶν ἡμετέρων  ψυχῶν  ἀρχιερέα Ἰησοῦν Χριστὸν, Ὃς ἁμαρτίαν  οὐκ ἐποίησε, καὶ οὐχ εὑρέθη   δόλος   ἐν   τῷ   στόματι   αὐτοῦ.   Ἔχομεν   γὰρ,  φησὶν,   ἀρχιερέα   μέγαν διεληλυθότα τοὺς οὐρανοὺς, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 
 

54. Είς τον Ευαγγελισμόν τῆς ὑπερενδόξου ∆εσποίνης ἡμῶν Θεοτόκου.

Πάλιν  χαρᾶς  εὐαγγέλια,  πάλιν  ἐλευθερίας  μηνύματα,  πάλιν  ἀνάκλησις, πάλιν  ἐπάνοδος,  πάλιν  εὐφροσύνης  φωνὴ,  πάλιν  δουλείας  ἀπαλλαγή· ἄγγελος μετὰ παρθένου λαλεῖ, ἐπειδὴ καὶ γυναικὶ ὡμίλησεν ὁ ὄφις. Τῷ μηνὶ τῷ  ἕκτῳ,  φησὶν,  ἀπεστάλη    ἄγγελος  Γαβριὴλ  ὑπὸ  τοῦ  Θεοῦ πρὸς  παρθένον μεμνηστευμένην  ἀνδρί.  Ἀπεστάλη  Γαβριὴλ τὴν  παγκόσμιον  μηνῦσαι  σωτηρίαν· ἀπεστάλη Γαβριὴλ, φέρων  τῷ  Ἀδὰμ ὑπογραφὴν  ἀνακλήσεως·  ἀπεστάλη Γαβριὴλ πρὸς παρθένον, ἵνα τὴν ἀτιμίαν τοῦ θήλεος εἰς τιμὴν μεταβάλλῃ· ἀπεστάλη Γαβριὴλ, ἄξιον  εὐτρεπίσαι τῷ  καθαρῷ  νυμφίῳ  τὸν  θάλαμον·  ἀπεστάλη  Γαβριὴλ νυμφεύσασθαι τὸ πλάσμα τῷ πλάσαντι· ἀπεστάλη Γαβριὴλ πρὸς τὸ ἔμψυχον  τοῦ βασιλέως  τῶν  ἀγγέλων   παλάτιον·  ἀπεστάλη  Γαβριὴλ  πρὸς  παρθένον μεμνηστευμένην μὲν τῷ Ἰωσὴφ, τηρουμένην δὲ τῷ Υἱῷ· ἀπεστάλη δοῦλος ἀσώματος πρὸς παρθένον ἀμόλυντον· ἀπεστάλη ὁ ἁμαρτίας ἐλεύθερος πρὸς τὴν φθορᾶ, ἀνεπίδεκτον·  ἀπεστάλη  λύχνος  μηνῦσαι  τὸν  ἥλιον  τῆς  δικαιοσύνης·  ἀπεστάλη ὄρθρος προτρέχων τοῦ φωτὸς τῆς ἡμέρας· ἀπεστάλη Γαβριὴλ δηλῶν τὸν ἐν κόλποις τοῦ Πατρὸς, καὶ ἐν ἀγκάλαις τῆς μητρός· ἀπεστάλη Γαβριὴλ, δεικνὺς τὸν ἐν θρόνῳ καὶ ἐν σπηλαίῳ· ἀπεστάλη στρατιώτης, βοῶν τὸ τοῦ βασιλέως μυστήριον· μυστήριον γνωριζόμενον πίστει, οὐκ ἐρευνώμενον πολυπραγμοσύνῃ· μυστήριον προσκυνούμενον,  οὐ  ζυγοστατούμενον·  μυστήριον  θεολογούμενον,  οὐκ ἐρευνώμενον· μυστήριον ὁμολογούμενον, οὐ μετρούμενον. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη Γαβριὴλ πρὸς παρθένον. Ποῖον ἕκτον μῆνα λέγει; ποῖον; Ἀφ' οὗ ἐδέξατο Ἐλισάβετ τὰ εὐαγγέλια, ἀφ'οὗ τὸν Ἰωάννην  συνέλαβε. Πόθεν τοῦτο δῆλον; Ἑρμηνευέτω αὐτὸς ὁ ἀρχάγγελος, πρὸς  τὴν  παρθένον  λέγων·  Ἰδοὺ,  φησὶν,  Ἐλισάβετ    συγγενής  σου, καὶ  αὐτὴ συνειληφυῖα υἱόν· καὶ οὗτος μὴν ἕκτος αὐτῇ τῇ καλουμένῃ στείρᾳ. Τῷ μηνὶ τῷ ἕκτῳ. Ἕκτος μὴν τῆς συλλήψεως τοῦ Ἰωάννου. Ἔδει γὰρπροφθάσαι τὸν στρατιώτην, ἔδει προλαβεῖν τὸν δορυφόρον, ἔδει προοδοποιῆσαι τὸν μηνυτὴν τῆς ∆εσποτικῆς παρουσίας. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, οὐ συνημμένην· μεμνηστευμένην μὲν, τηρουμένην δέ. ∆ιὰ τί μεμνηστευμένην;  Ἵνα μὴ τάχιον  μάθῃ ὁ Λῃστὴς τὸ μυστήριον. Ὅτι μὲν γὰρ διὰ παρθένου ἥξει ὁ Βασιλεὺς, ᾔδει ὁ Πονηρός· τῶν  γὰρ Ἡσαΐου καὶ αὐτὸς ἠκούσατο φωνῶν,  τὸ, Ἰδοὺ ἡ παρθένος  ἐν  γαστρὶ ἕξει· καὶ ἕκαστα εἰκότως  παρετήρει τῆς παρθένου  τὰ προφθέγματα,  ἵν',  ὅπου νοήσει ὅτι πληροῦται  τὸ μυστήριον τοῦτο, ἐξαρτύσῃ τὸν ψόγον. ∆ιὰ τοῦτο ὁ ∆εσπότης διὰ μεμνηστευμένης  ἐλήλυθεν· ἡ γὰρ μνηστευθεῖσα λοιπὸν κατηγγυᾶτο. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσήφ.Ἄκουσον τί περὶ τοῦ ἀνδρὸς τούτου καὶ τῆς παρθένου  ὁ προφήτης  φησί.∆οθήσεται τὸ ἐσφραγισμένον βιβλίον ἀνδρὶ εἰδότι γράμματα. Τί τὸ ἐσφραγισμένον βιβλίον, ἢ πάντως ἡ ἀμόλυντος παρθένος; Παρὰ τίνων δοθήσεται; Παρὰ τῶν ἱερέων δηλονότι. Τίνι τοῦτο; Τῷ τέκτονι Ἰωσήφ. Οὗτος ὁ Ἰωσὴφ σεμνοῖς γάμοις προσομιλήσας πρότερον, καὶ γεννήσας υἱοὺς, ἀπεβάλλετο τὴν γαμετὴν, καὶ λοιπὸν διῆγεν  ἐν  σωφροσύνῃ, ἐκτρέφων  τοὺς  παῖδας  ἐν  παιδείᾳ  καὶ  νουθεσίᾳ  Κυρίου. Ἀμέλει γοῦν παρελθὼν  εἰς τὸ κήρυγμα ὁ ἀπόστολος Παῦλος, καὶ ἕνα τῶν τούτου εὑρηκὼς υἱῶν, γράφει λέγων· Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν  ἀδελφὸν  τοῦ Κυρίου·  οὐχ ὡς  ἐκ τῆς  παρθένου  Μαρίας, ἀλλ' ἐκ τοῦ Ἰωσὴφ γεννηθέντα.  Ἐπεὶ οὖνοἱ ἱερεῖς ὡς σώφρονι τῷ Ἰωσὴφ ἡρμόσαντο τὴν Μαρίαν, καὶ παρέθεντο  αὐτὴν  αὐτῷ,  γάμου καιρὸν  ἀναμένοντες· ἔμελλε  δὲ οὗτος  λαμβάνων τηρεῖν  ἐν ἀφθαρσίᾳ τὴν  παρθένον.  Τοῦτο πόῤῥωθεν ὁ προφήτης  προανεφώνησε· ∆οθήσεται, φησὶ, τὸ βιβλίον  τὸ ἐσφραγισμένον  ἀνδρὶ  εἰδότι  γράμματα, τουτέστι,γάμοις  προσομιλήσαντι,  καὶ ἐρεῖ· Οὐ δύναμαι  ἀναγνῶναι.  ∆ιὰ τί  οὐ δύνασαι, ὦ Ἰωσήφ;   Οὐ  δύναμαι,   φησὶν,   ἀναγνῶναι·   τὸ   γὰρ   βιβλίον   ἐσφράγισται.   Τίνι τηρούμενον; Τῷ δημιουργῷ τῶν  ὅλων  κατοικητήριον  φυλαττόμενον.  Ἀλλ' ἐπὶ τὸ προκείμενον  ἐπανέλθωμεν.   Τῷ  μηνὶ  τῷ  ἕκτῳ  ἀπεστάλη  Γαβριὴλ  πρὸς παρθένον· πάντως που τοιαύτας ἐντολὰς δεξάμενος· ∆εῦρο, φησὶν, ὦ ἄγγελε, ὑπουργὸς γενοῦ φοβεροῦ μυστηρίου· ἀποκεκρυμμένῳ διακόνησον θαύματι, εἰς ἀναζήτησιν τοῦ πλανηθέντος  Ἀδὰμ κατελθεῖν ὑπὸ τῶν ἐμῶν οἰκτιρμῶν ἐπείγομαι. Ἁμαρτία τὸν  κατ' εἰκόνα  τὴν  ἐμὴν  πλασθέντα  ἐπαλαίωσε, τὸ τῶν  ἐμῶν  χειρῶν ἐσάθρωσε δημιούργημα, ἠμαύρωσεν ὅπερ ἔπλασα κάλλος· ὁ λύκος τὸ ἐμὸν θρέμμα κατανέμεται· ἔρημόν ἐστι τοῦ παραδείσου τὸ οἰκητήριον. Τὸ ξύλον τῆς ζωῆς ὑπὸ τῆς φλογίνης  ῥομφαίας φυλάττεται,  καὶ κέκλεισται τῆς τρυφῆς τὸ χωρίον.  Ἐλεῶ τὸν πολεμηθέντα, καὶ συλλαβέσθαι τὸν πολέμιον βούλομαι. Λαθεῖν θέλω πάσας τὰς ἐν οὐρανῷ  δυνάμεις,  σοὶ μόνῳ  θαῤῥῶ  τὸ  μυστήριον·  πρὸς  τὴν  παρθένον  Μαρίαν πορεύθητι,   ἄπελθε   πρὸς   τὴν   ἔμψυχον   πύλην,   περὶ   ἧς      προφήτης   ἔλεγε·∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, πόλις Θεοῦ.Ἄπελθε  πρὸς τὸν  λογικόν  μου παράδεισον· ἄπελθε  πρὸς τὴν  ἀνατολικὴν πόλιν·  ἄπελθε  πρὸς τὸ  ἄξιον  ἐμοῦ  τοῦ  Λόγου κατοικητήριον·  ἄπελθε  πρὸς τὸν δεύτερον ἐπὶ γῆς οὐρανόν·  ἄπελθε πρὸς τὴν κούφην  νεφέλην·  μήνυσον αὐτῇ τῆς ἐμῆς παρουσίας τὸν ὄμβρον· ἄπελθε πρὸς τὸ ἐμοὶ ἡτοιμασμένον ἁγίασμα· ἄπελθε πρὸς τὴν παστάδα τῆς ἐμῆς ἐνανθρωπήσεως· ἄπελθε πρὸς τὸν καθαρὸν νυμφῶνα τῆς κατὰ σάρκα μου γεννήσεως· λάλησον εἰς τὰ ὦτα τῆς λογικῆς κιβωτοῦ, ἑτοίμασαί μοι  τῆς  ἀκοῆς  τὰς  εἰσόδους· ἀλλὰ  μὴ  θορυβήσῃς, μὴ  ταράξῃς  τὴν  ψυχὴν  τῆς παρθένου· ἐπιεικῶς τῷ ἁγιάσματι φάνηθι· πρώτην αὐτῇ φωνὴν  χαρᾶς ἀναβόησον· σὺ εἰπὲ τῇ Μαριὰμ, Χαῖρε, κεχαριτωμένη, ἵνα ἐλεήσω ἐγὼ Εὔαν τὴν κεκακωμένην. Ἤκουσεν ὁ ἄγγελος ταῦτα, καὶ καθ' ἑαυτὸν, ὡς εἰκὸς, ἐλογίζετο· Ξένον τὸ πρᾶγμα, ὑπερβαῖνον  ἔννοιαν  τὸ  λαλούμενον·  ὁ τοῖς  χερουβὶμ  φοβερὸς, ὁ τοῖς  σεραφεὶμ ἀθεώρητος, ὁ πάσαις ταῖς ἀγγελικαῖς  δυνάμεσιν  ἀκατανόητος,  ἡλίκην  συντυχίαν ἐπαγγέλλεται! Κόρῃ αὐτοπρόσωπον παρουσίαν μηνύει, μᾶλλον δὲ εἴσοδον δι' ἀκοῆς ὑπισχνεῖται  αὐτῇ!  καὶ    τὴν  Εὔαν καταδικάσας,  τὴν  αὐτῆς  θυγατέρα  δοξάζειν τοσοῦτον ἐπείγεται, καὶ λέγει. Ἑτοίμασαί μοι τῆς ἀκοῆς τὰς εἰσόδους! καὶ δύναται γαστὴρ χωρεῖν τὸν ἀχώρητον; Ὄντως φοβερὸν τὸ μυστήριον. Τοιαῦτα τοῦ ἀγγέλλου ἐνθυμουμένου, ὁ ∆εσπότης φησὶ πρὸς αὐτόν· Τί ταράττῃ καὶ ξενίζῃ. ὦ Γαβριήλ; οὐ πρώην  ἀπεστάλης  ἀπ'  ἐμοῦ  πρὸς  Ζαχαρίαν  τὸν  ἱερέα;  οὐκ  ἔδωκας  αὐτῷ  τῆς γεννήσεως Ἰωάννου τὰ εὐαγγέλια; οὐκ ἀπιστοῦντι τῷ ἱερεῖ τὸ τῆς σιωπῆς ἐπήγαγες πρόστιμον; οὐ κατεδίκασας τὸν πρεσβύτην τῇ ἀφωνίᾳ;  οὐχὶ σὺ ἀπεφήνω,  ἐγὼ δὲ ἐκύρωσα; οὐ τῷ εὐαγγελισμῷ σου τὸ ἔργον ἐπηκολούθησεν; οὐ συνέλαβεν ἡ στείρα; οὐχ ὑπέκαυσεν ἡ μήτρα; οὐκ ἀνεχώρησε τῆς ἀκαρπίας ἡ νόσος; οὐκ ἔφυγεν ἡ ἀργία τῆς φύσεως; οὐ νῦν ἐστι σταχυοφοροῦσα ἡ πρώην μὴ καρποφοροῦσα; Μὴ ἀδυνατεῖ παρ' ἐμοὶ τῷ κτίσαντι πᾶν ῥῆμα; πῶς οὖν ἀμφιβολίᾳ περιεβλήθης;  Τί οὖν  πάλιν    ἄγγελος;  ∆έσποτα, τὸ  θεραπεῦσαι  τὰ  τῆς  φύσεωςσφάλματα, τὸ διαλῦσαι τῶν παθῶν τὸν χειμῶνα, τὸ νέκρωσιν μελῶν πρὸς ζωτικὴν ἀνακαλέσασθαι δύναμιν, τὸ ἐπιτάξαι τῇ φύσει παιδοποιίας ἐνέργειαν, τὸ λῦσαι στείρωσιν ἐν ὑπερορίοις τοῖς μέλεσι, τὸ γεγηρακυῖαν καλάμην μετασχηματίσαι πρὸς χλοηφόρον σχῆμα, τὸ τὴν ἄγονον ἄρουραν δραγμάτων ἐξαίφνης ἀναδεῖξαι μητέρα, ἔργον τῆς σῆς ὑπάρχει δυνάμεως ἐκ συνηθείας τελούμενον· καὶ μαρτυρεῖ Σάῤῥα, καὶ μετὰ ταύτην  Ῥεβέκκα, καὶ πάλιν  Ἄννα, τῷ χαλεπῷ  τῆς στειρώσεως δουλεύσασαι πάθει, εἶτα παρὰ σοῦ τὴν ἐλευθερίαν δεξάμεναι. Τὸ δὲ παρθένον τεκεῖν μὴ συντυχοῦσαν  ἀνδρὶ  ἀνώτερόν  ἐστιν τῶν  νόμων  τῆς  φύσεως. Ἀλλὰ καὶ τὴν  σὴν ἐπαγγέλλῃ τῇ παιδὶ παρουσίαν. Οὐρανοῦ καὶ γῆς οὐ χωρεῖ σε τὰ πέρατα· καὶ πῶς σε μήτρα χωρήσει παρθενική; Καὶ ὁ ∆εσπότης φησί· Πῶς με ἐχώρησεν ἡ σκηνὴ τοῦ Ἀβραάμ; Ὁ ἄγγελός φησιν· Ἐπειδὴ εἶχε τῆς φιλοξενίας  τὸ πέλαγος. Εἶτα νόμισον, ∆έσποτα, ἐκεῖ ὤφθης  τῷ  πατριάρχῃ  ἐν  τῇ παροδίῳ  σκηνῇ, καὶ παρέδραμες ὁ τὰ πάντα πληρῶν. Πῶς ἐνέγκῃ ἡ Μαρία τὸ πῦρ τῆς θεότητος; Ὁ θρόνος σου φλέγεται τῇ αἴγλῃ περιλαμπόμενος, καὶ σὲ δύναται φέρειν ἀκαταπλήκτως ἡ παρθένος;  Ναὶ μὴν, εἰ ἔβλαψε  τὸ πῦρ ἐν  ἐρήμῳ τὴν  βάτον, βλάψει  πάντως  καὶ Μαρίαν ἡ ἐμὴ παρουσία· εἰ δὲ ἐκεῖνο τὸ πῦρ, τὸ σκιογραφῆσαν τὴν τοῦ θεϊκοῦ πυρὸς ἐξ οὐρανοῦ που παρουσίαν, ἤρδευσε μέντοι τὴν βότον, οὐ κατέφλεξε δέ· τί ἂν εἴποις περὶ τῆς ἀληθείας, οὐκ ἐν πυρὶ φλογὸς, ἀλλ' ἐν σχήματι ὑετοῦ καταβαινούσης; Τότε λοιπὸν ὁ ἄγγελος  ἐξεπλήρου τὸ προσταχθὲν αὐτῷ· καὶ πρὸς τὴν  παρθένον  πορευθεὶς, καὶ εἰσελθὼν, πρὸς αὐτὴν ἐβόησε, λέγων· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Οὐκ ἔτι ὁ διάβολος κατὰ σοῦ· ὅπου γὰρ τὸ πρῶτον ἔτρωσεν ὁ πολέμιος, ἐκεῖ τὴν ἔμπλαστρον  ὁ ἰατρὸς  ἐπιτίθησιν·  ὅθεν  τὴν  ἀρχὴν  τῆς  ἐξόδου ὁ θάνατος  ἔσχεν, ἐκεῖθεν ἡ ζωὴ τὴν εἴσοδον τῆς ζωῆς ἐτεκτήνατο.∆ιὰ γυναικὸς ἐρύει [φ. βρύει] τὰ φαῦλα, διὰ γυναικὸς πηγάζει τὰ κρείττονα. Χαῖρε, κεχαριτωμένη· μὴ αἰσχύνου ὡς αἰτία καταδίκης· μήτηρ γὰρ τοῦ καταδικάσαντος γίνῃ. Χαῖρε, κεχαριτωμένη· χαῖρε, τοῦ χηρεύσαντος κόσμου νυμφοτόκε ἀμίαντε· Χαῖρε, κεχαριτωμένη, ἡ ἐν μήτρᾳ τὸν τῆς μητρὸς βυθίσασα θάνατον· χαῖρε, ὁ ἔμψυχος  ναὸς τοῦ Θεοῦ· χαῖρε, οὐρανοῦ καὶ γῆς ἰσόῤῥοπον οἴκημα· χαῖρε, τῆς ἀχωρήτου φύσεως χωρίον εὐρύχωρον.Ἀλλὰ  τούτων  οὕτως  ἐχόντων,  ἐπέστη τοῖς  ἀσθενοῦσιν ὁ ἰατρὸς, τοῖς  ἐν σκότει καθημένοις ὁ τῆς δικαιοσύνης ἥλιος ἐπεφάνη, τοῖς χειμαζομένοις ἡ ἄγκυρα καὶ ὁ ἀκύμαντος λιμὴν, τοῖς ἀδιάλλακτα μισουμένοις δούλοις ὁ πρέσβυς ἐτέχθη, καὶ τῆς εἰρήνης ὁ σύνδεσμος, τοῖς αἰχμαλώτοις  ὁ λυτρωτὴς ἐπεδήμησε, τοῖς πολεμουμένοις  ἡ κραταιὰ τῆς ἀνεκλαλήτου  χαρᾶς καὶ ἀγάπης  σκέπη. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὥς φησιν ὁ θεῖος Ἀπόστολος, ἧς γένοιτο διαπαντὸς ἀπολαύεινἡμᾶς, χάριτι  αὐτοῦ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν.


Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |