ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Λόγος Ἕκτος Εἰς τὸν μακάριον Φιλογόνιον γενόμενον ἀπὸ δικολόγου ἐπίσκοπον,

Τετάρτη 1 Ιουνίου 2016

Λόγος Ἕκτος Εἰς τὸν μακάριον Φιλογόνιον γενόμενον ἀπὸ δικολόγου ἐπίσκοπον,



Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος Ἕκτος
 Εἰς τὸν μακάριον Φιλογόνιον γενόμενον ἀπὸ δικολόγου ἐπίσκοπον, καὶ ὅτι τοῦ προνοεῖν τῶν κοινῇ συμφερόντων οὐδὲν ἴσον εἰς εὐδοκίμησιν παρὰ τῷ Θεῷ, καὶ ὅτι τὸ ῥαθύμως προσιέναι τοῖς θείοις μυστηρίοις κόλασιν ἀφόρητον ἔχει, κἂν ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο τολμήσωμεν. Ἐλέχθη δὲ πρὸ πέντε ἡμερῶν τῆς Χριστοῦ γεννήσεως
.
α’. Ἐγὼ μὲν καὶ τήμερον παρεσκευαζόμην πρὸς τὰ τῶν αἱρετικῶν παλαίσματα ἀποδύσασθαι, καὶ τὸ λειπόμενον ὑμῖν ἀποδοῦναι τοῦ χρέους· ἀλλ’, ἡ τοῦ μακαρίου Φιλογονίου ἡμέρα, οὗ τὴν ἑορτὴν ἄγομεν νῦν, πρὸς τὴν τῶν ἐκείνου κατορθωμάτων διήγησιν τὴν γλῶτταν ἡμῶν ἐκάλεσε. Καὶ δεῖ πείθεσθαι πάντως. Εἰ γὰρ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτᾷν, εὔδηλον ὅτι ὁ εὐλογῶν ζωῆς ἀπολαύσεται πάντως, καὶ εἰ τοὺς φυσικοὺς γονεῖς τοσαύτης παρ’ ἡμῶν ἀπολαύειν εὐνοίας χρή, πολλῷ μᾶλλον τοὺς πνευματικούς, καὶ μάλιστα ὅταν τοὺς μὲν κατοιχομένους ὁ ἔπαινος μηδὲν ποιῇ λαμπροτέρους, τοὺς δὲ συνιόντας ὑμᾶς καὶ τοὺς λέγοντας καὶ τοὺς ἀκούοντας βελτίους ἐργάζηται. Ὁ μὲν γὰρ εἰς τὸν οὐρανὸν ἀναβάς,


 οὐδὲν ἂν δέοιτο τῆς ἀνθρωπίνης εὐφημίας πρὸς μείζονα καὶ μακαριωτέραν λῆξιν ἀπελθών· ἡμεῖς δὲ οἱ τέως ἐνταῦθα στρεφόμενοι, καὶ πολλῆς πανταχόθεν παρακλήσεως χρῄζοντες, τῶν ἐγκωμίων δεόμεθα τῶν ἐκείνου, ἵνα εἰς τὸν αὐτὸν ζῆλον διαναστῶμεν. Διὰ τοῦτο καὶ τις σοφὸς παραινεῖ λέγω· «Μνήμη δικαίου μετ’ ἐγκωμίων»· οὐχ ὡς τῶν ἀπελθόντων, ἀλλ’ ὡς τῶν ἐγκωμιαζόντων ταῦτα τὰ μέγιστα ὠφελουμένων. Ἐπεὶ οὖν τοσοῦτον τὸ κέρδος ἡμῖν ἐκ τοῦ πράγματος, πειθώμεθα καὶ μὴ ἀντιλέγωμεν· καὶ γὰρ ὁ καιρὸς πρὸς τὴν τοιαύτην διήγησιν ἐπιτήδειος. Σήμερον γὰρ ὁ μακάριος πρὸς τὴν ἀτάραχον μετετάξατο ζωήν, καὶ τὸ σκάφος ὥρμισεν ἔνθα ναυάγιον ὑποπτεύσαι οὐκ ἔνι λοιπόν, οὐδὲ ἀθυμίαν τινὰ καὶ ὀδύνην. Καὶ τὶ θαυμαστὸν εἰ καθαρὸν ἐκεῖνο τὸ χωρίον ἀθυμίας ἐστὶν ὅπου γὲ ἀνθρώποις τοῖς ἔτι ζῶσι διαλεγόμενος ὁ Παῦλός φησι· «Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε».
Εἰ δὲ ἐνταῦθα ὅπου νόσου, καὶ ἐπήρειαι, καὶ ἄωροι θανατοῖ, καὶ συκοφαντίαι, καὶ φθόνοι, καὶ ἀθυμίαι, καὶ ὀργαί, καὶ ἐπιθυμίαι πονηραί, καὶ μυρίαι ἐπιβουλαί, καὶ καθημεριναὶ φροντίδες, καὶ συνεχῆ καὶ ἐπάλληλα τὰ κακὰ μυριὰς πάντοθεν ἐπάγοντα λύπας, ἔφησεν ὁ Παῦλος δυνατὸν εἶναι πάντοτε χαίρειν, εἲ τις μικρὸν ἐκ τοῦ κλυδωνίου τῶν βιωτικῶν πραγμάτων ἀνακύψας, τὸν ἑαυτοῦ καλῶς ῥυθμίσειε βίον, πολλῷ μᾶλλον μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν τούτου ῥᾴδιον ἐπιτυχεῖν τοῦ καλοῦ, ὅτε ταῦτα πάντα ἀνῄρηται, καὶ ἀῤῥωστίαι καὶ πάθη καὶ ἁμαρτημάτων ὑπόθεσις, ὅτε τὸ ἐμὸν καὶ τὸ σὸν οὐκ ἔστι, τὸ ψυχρὸν τοῦτο ῥῆμα, καὶ πάντα εἰς τὴν ζωὴν ἡμῶν εἰσάγον τὰ δεῖνα, καὶ τοὺς μυρίους γεννῆσαν πολέμους. Διὸ μάλιστα μακαρίζω τὸν ἅγιον τοῦτον, ὅτι εἰ καὶ μετετάξατο καὶ πόλιν ἀφῆκε τὴν παρ’ ἡμῖν, ἀλλ’ εἰς ἑτέραν ἀνέβη πόλιν τὴν τοῦ Θεοῦ, καὶ καταλιπὼν τὴν ἐκκλησίαν ταύτην, εἰς ἐκείνην τέλει τὴν τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ τὰς ἑορτὰς ταύτας ἀφείς, πρὸς τὴν τῶν ἀγγέλων μετέστη πανήγυριν. Ὅτι γὰρ καὶ πόλις ἄνω καὶ ἐκκλησία καὶ πανήγυρίς ἐστιν, ἄκουσον τοῦ Παύλου λέγοντος· «Προσεληλύθατε πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ μυριάσιν ἀγγέλων πανηγύρει». Οὐ διὰ τὸ πλῆθος δὲ τῶν ἄνω δυνάμεων μόνον, ἀλλὰ καὶ διὰ τὴν τῶν ἀγαθῶν ἀφθονίαν, καὶ τὴν διηνεκῆ χαράν, καὶ εὐφροσύνην, πανήγυριν τὰ ἐκεῖ πάντα καλεῖ· πανήγυριν γὰρ οὐδὲν ἕτερον ποιεῖν εἴωθεν, ἀλλ’ ἢ τὸ πλῆθος τῶν συνειλεγμένων, καὶ ἡ δαψίλεια τῶν ὠνίων, ὅταν πυροὶ καὶ κριθαὶ καὶ παντοδαπὰ γεννημάτων εἴδη, καὶ προβάτων ποίμνια, καὶ βοῶν ἀγέλαι καὶ ἱμάτια, καὶ ἕτερα τοιαῦτα εἰσάγηται, τῶν μὲν πωλούντων, τῶν δὲ ἀγοραζόντων. Καὶ τὶ τούτων ἐστὶν ἐν τοῖς οὐρανοῖς, φησί; Τούτων μὲν οὐδέν, τὰ δὲ τούτων πολλῷ σεμνότερα. Οὐ γὰρ πυροὶ καὶ κριθαὶ καὶ γεννημάτων εἴδη, ἀλλ’ ὁ καρπὸς ἐκεῖ πανταχοῦ τοῦ Πνεύματος, ἀγάπη καὶ χαρὰ καὶ εὐφροσύνη καὶ εἰρήνη καὶ ἀγαθωσύνη καὶ πραότης μετὰ πολλῆς τῆς δαψιλείας· οὐ προβάτων ποίμνια καὶ βοῶν ἀγέλαι, ἀλλὰ πνεύματα δικαίων τετελειωμένων, καὶ ψυχῶν ἀρεταί, καὶ τρόπων κατορθώματα πανταχοῦ τῶν οὐρανῶν ἐστιν ἰδεῖν· οὐχ ἱμάτια καὶ ἐπιβλήματα, ἀλλὰ στεφάνους χρυσοῦ παντὸς τιμιωτέρους καὶ βραβεία καὶ ἔπαθλα καὶ τὰ μυρία τοῖς κατορθοῦσιν ἀποκείμενα ἀγαθά. Καὶ τὸ πλῆθος τῶν συνιόντων πολλῶν σεμνότερόν τε καὶ πλέον· οὐ γὰρ ἐξ ἀστικῶν τε καὶ ἐπιχωρίων ἐστὶν ἀνδρῶν, ἀλλ’ ἔνθα μυριάδες ἀγγέλων, ἐκεῖ χιλιάδες ἀρχαγγέλων, ἀλλαχοῦ συμμορία προφητῶν, ἑτέρωθι μαρτύρων χοροί, ἀποστόλων τάγματα, σύλλογοι δικαίων, τῶν εὐηρεστηκότων ἁπάντων δῆμοι διάφοροι. Ὄντως θαυμαστὴ τὶς ἐστιν ἡ πανηγύρις, καὶ τὸ δὴ πάντων μεῖζον, ὅτι ἐν μέσῃ τῇ πανηγύρει στρέφεται τούτων ἁπάντων ὁ βασιλεύς· εἰπὼν γάρ, «Μυριάσιν ἀγγέλων πανηγύρει», ἐπήγαγε, «Καὶ κριτῇ Θεῷ πάντων». Τὶς ποτε εἶδε ἐν πανηγύρει βασιλέα παραγινόμενον; Ἐνταῦθα μὲν οὐδεὶς εἶδέ ποτε, ἐκεῖ δὲ διηνεκῶς οἱ παρόντες ὁρῶσιν ὡς αὐτοῖς ἰδεῖν δυνατόν, καὶ παρόντα καὶ τῇ τῆς ἰδίας δόξης λαμπρότητι κοσμοῦντα τοὺς συνιόντας ἅπαντας. Καὶ αὗται μὲν αἱ πανηγύρεις τῆς ἡμέρας μεσούσης πολλάκις καταλύονται, ἐκείνη δὲ οὐχ οὕτως. Οὐ γὰρ περιόδους μηνῶν, οὐδὲ κύκλους ἐνιαυτῶν, οὐδὲ ἡμερῶν ἀριθμὸν ἀναμένει, ἀλλ’ ἕστηκε διηνεκῶς, καὶ τὰ ἐν αὐτῇ πάντα ἀγαθὰ πέρας οὐκ ἔχει, τέλος οὐκ οἶδεν, οὐ γηρᾷν οὐδὲ μαραίνεσθαι δύναται· ἀλλ’ ἐστιν ἀγήρω καὶ ἀθάνατα. Οὐδεὶς ἐκεῖ θόρυβος καθάπερ ἐνταῦθα, οὐδεμία ταραχή, ἀλλὰ πολὺς ὁ κόσμος πάντων μετὰ τῆς προσηκούσης εὐταξίας, ὥσπερ ἐν κιθάρᾳ τινί, μετὰ ῥυθμοῦ τὴν παναρμόνιον μελῳδίαν καὶ πάσης ἡδίω μουσικῆς τῷ Δεσποτῶ τῆς κτίσεως ἑκατέρας ἀναπεμπόντων, καὶ τῆς ψυχῆς ἐκεῖ καθάπερ ἐν ἱεροῖς ἀδύτοις καὶ θείοις τισὶ μυστηρίοις τὴν θείαν τελουμένης μυσταγωγίαν.


β’. Πρὸς ταύτην οὖν τὴν μακαρίαν καὶ ἀγήρω λῆξιν μετέστη σήμερον ὁ μακάριος Φιλογόνιος. Τὶς οὖν ἂν γένοιτο λόγος ἐφάμιλλος ἀνθρώπῳ τῷ τοσαύτης εὐκληρίας ἀξιωθέντι; Οὐκ ἔστιν οὐδείς. Τὶ οὖν, εἰπὲ μοι, σιγήσομεν διὰ τοῦτο; Καὶ τίνος ἕνεκεν συνεληλύθαμεν; Ἀλλ’ ἐροῦμεν ὅτι οὐ δυνησόμεθα τοῦ μεγέθους ἐφικέσθαι τῶν ἔργων; Δι’ αὐτοῦ μὲν οὖν τοῦτο ἀναγκαῖον εἰπεῖν, ἐπεὶ καὶ τοῦτο μέγιστον ἐγκωμίου μέρος, ὅταν μὴ δυνηθῇ τοῖς ἔργοις παρισωθῆναι τὰ ῥήματα· ὧν γὰρ ὑπὲρ φύσιν θνητὴν τὰ κατορθώματα, εὔδηλον ὅτι καὶ ὑπὲρ ἀνθρωπίνην γλῶτταν τὰ ἐγκώμια. Οὐ μὴν διὰ τοῦτο διακρούσεται τῇ ἡμέτερα, ἀλλὰ τὸν αὐτὸν μιμήσεται Δεσπότην· καὶ γὰρ ἐκεῖνος τῇ χήρᾳ δύο μόνους ὀβολοὺς καταβαλούσῃ, οὐ δύο μόνων ὀβολῶν μισθὸν ἔδωκεν. Τὶ δήποτε; Ὅτι οὐ τῇ ποσότητι τῶν χρημάτων, ἀλλὰ τῷ πλούτῳ τῆς διανοίας προσεῖχεν. Ἂν μὲν γὰρ τὰ χρήματα ἐξετάσῃς, πολλὴ ἡ πενία· ἂν δὲ τὴν προαίρεσιν ἀναπτύξῃς, ἄφατον τῆς μεγαλοψυχίας ὄψει τὸν θησαυρόν. Ὥστε εἰ καὶ μικρὰ τὰ ἡμέτερα καὶ εὐτελῆ, ἀλλ’ ἅπερ ἔχομεν· καὶ εἰ μεγαλοψυχίας ἀποδέει τοῦ γενναίου καὶ δικαίου Φιλογονίου, ἀλλ’ ὅμως καὶ τοῦτο τῆς μεγαλοψυχίας αὐτοῦ μέγιστον δεῖγμα ἂν εἴη, τὸ μηδὲ τὰ μικρὰ διωθεῖσθαι, ἀλλὰ ταὐτὸ τοῖς πλουτοῦσι ποιεῖν. Καὶ γὰρ ἐκεῖνοι παρὰ τῶν πενήτων μικρὰ λαβόντες ὧν οὐδὲν δέονται, τὰ παρ’ ἑαυτῶν προστιθέασιν, ἀντιδωρούμενοι τοὺς ἅπερ εἶχον εἰσενεγκόντας. Οὕτω δὴ καὶ οὗτος λαβὼν παρ’ ἡμῶν εὐφημίαν ῥημάτων, ἧς οὐδὲν δεῖται, ἀντιδώσει τὴν διὰ τῶν ἔργων εὐλογίαν ἡμῖν, ἧς ἀεὶ χρῄζομεν. Πόθεν οὖν ἡμῖν ἀρκτέον τῶν ἐγκωμίων; Πόθεν ἄλλοθεν ἢ ἀπὸ τῆς ἀρχῆς, ἣν ἡ τοῦ Πνεύματος ἐνεχείρισεν αὐτῷ χάρις. Αἱ μὲν γὰρ ἔξωθεν ἀρχαὶ οὐκ ἂν γένοιντο πάντως τῆς τῶν πιστευομένων αὐτὰς ἀρετῆς ἀπόδειξις, ἀλλὰ πολλάκις καὶ κακίας εἰσὶ κατήγοροι. Τινὸς ἕνεκεν; Ὅτι καὶ προστασίαι φιαλῶν καὶ περιδρομαὶ καὶ κολακείαι, καὶ πολλὰ ἕτερα τούτων αἰσχροτέρα τὰς τοιαύτας ἀρχὰς προξενεῖν εἴωθεν· ὅταν δὲ ὁ Θεὸς χειροτονῇ καὶ ψηφίζηται, καὶ ἡ χεὶρ ἐκείνη τῆς ἁγίας ἅπτηται κεφαλῆς, ἀδέκαστος ἡ ψῆφος, ἀνύποπτος ἡ κρίσις, ἀναμφισβήτητος τοῦ χειροτονουμένου γένοιτ’ ἂν ἡ ἀπόδειξις τὸ τοῦ χειροτονοῦντος ἀξίωμα.
Ὅτι δὲ ἐκεῖνον ὁ Θεὸς ἐχειροτόνησε, καὶ ἀπ’ αὐτοῦ τοῦ τρόπου δῆλον. Ἐκ μέσης γὰρ τῆς ἀγορὰς ἁρπασθείς, ἐπὶ τὸν θρόνον ἤγετο τοῦτον οὕτω σεμνὸν καὶ λαμπρὸν τὸν πρότερον ἐπεδείξατο βίον, καὶ γυναῖκα ἔχων καὶ θυγατέρα, καὶ ἐν δικαστηρίῳ στρεφόμενος οὕτως ὑπὲρ τὸν ἥλιον ἔλαμψεν, ὡς εὐθέως ἐκεῖθεν ταύτης ἄξιος φανῆναι τῆς ἀρχῆς, καὶ ἀπὸ βήματος δικαστικοῦ ἐπὶ βῆμα ἤγετο ἱερόν. Καὶ τότε μὲν ἀνθρώποις συνηγόρει κατὰ ἀνθρώπων ἐπιβουλευόντων, τοὺς ἀδικουμένους τῶν ἀδικούντων ἰσχυροτέρους ποιῶν· ἐνταῦθα δὲ ἐλθών, ἀνθρώποις συνηγόρει κατὰ δαιμόνων τῶν ἐπηρεαζόντων. Ἡλίκον δὲ ἐστι δεῖγμα ἀρετῆς τὸ παρὰ τῆς τοῦ Θεοῦ χάριτος τοσαύτης ἀξιωθῆναι τῆς ἀρχῆς, ἄκουσον ἀναστὰς ὁ Χριστὸς τῷ Πέτρῳ τὶ φησιν; Ἐπειδὴ γὰρ αὐτὸν ἠρώτησε· «Πέτρε, φιλεῖς με»; Εἰπόντος δὲ ἐκείνου, «Σύ, Κύριε, οἶδας ὅτι φιλῶ σε», οὐκ εἶπεν ὁ Χριστὸς ῥῖψον τὰ χρήματα, νηστείαν ἄσκησον, σκληραγωγίαν, νεκροὺς ἀνάστησον, δαίμονας ἀπέλασον, οὐδὲν οὔτε τούτων, οὔτε τῶν σημείων τῶν ἄλλων, οὔτε τῶν κατορθωμάτων εἰς μέσον ἤγαγεν· ἀλλὰ πάντα ἐκεῖνα παραδραμών, «Εἰ φιλεῖς με, φησί, ποίμαινε τὰ πρόβατά μου». Τοῦτο δὲ ἔλεγεν, οὐ μόνον τῆς εἰς αὐτὸν ἀγάπης τὸ μέγιστον ἡμῖν σημεῖον ἐπιδεῖξαι βουλόμενος, ἀλλὰ καὶ τῆς φιλίας, ἢν περὶ τὰ πρόβατα ἐπιδεικνύντα, ἤδη τοῦτο τῆς εἰς αὐτὸν εὐνοίας μέγιστον δεῖγμα πεποίηται, μονονουχὶ λέγων, ὁ τὰ πρόβατά μου φίλων, ἐμὲ φιλεῖ. Ἴδε γοῦν ὅσα ὑπέμεινε διὰ τὴν ποίμνην ταύτην ὁ Χριστός· ἄνθρωπος ἐγένετο, δούλου μορφὴν ἀνέλαβεν, ἐνεπτύσθη, ἐῤῥαπίσθη· τελευταῖον οὐδὲ θάνατον παρῃτήσατο, καὶ θάνατον τὸν ἐπονείδιστον· ἐν σταυρῷ γὰρ τὸ αἷμα ἐξέχεεν. Ὥστε εἲ τις εὐδοκιμεῖν βούλοιτο παρ’ αὐτῷ, τούτων ἐπιμελείσθω τῶν προβάτων, τὸ κοινῇ συμφέρον ζητείτω, τῶν ἀδελφῶν κηδέσθω τῶν ἑαυτοῦ· οὐδὲν γὰρ τούτου τῷ Θεῷ προτιμότερον κατόρθωμα· διὰ τοῦτο καὶ ἀλλαχοῦ φησι· «Σίμων, Σίμων, ᾔτησεν ὁ σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου». Τίνα οὖν ταύτης τῆς κηδεμονίας καὶ τῆς προνοίας ἀποδίδως μοι τὴν ἀμοιβήν; Ἄρα ποίαν ἀμοιβὴν ζητεῖ; Τὴν αὐτὴν ταύτην πάλιν· «Καὶ σὺ γάρ, φησί, ποτὲ ἐπιστρέψας στήριξον τοὺς ἀδελφοὺς σου»· οὕτω καὶ ὁ Παῦλός φησι· «Μιμηταὶ μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ». Πῶς ἐγένου Χριστοῦ μιμητής; «Πάντα πᾶσιν ἀρέσκων, καὶ μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι». Καὶ ἀλλαχοῦ φησι· «Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσκεν», ἀλλὰ τοῖς πολλοῖς. Καὶ οὐδὲν οὕτω γνώρισμα καὶ χαρακτὴρ γένοιτ’ ἂν τοῦ πιστοῦ καὶ τὸν Χριστὸν φιλοῦντος, ὡς τὸ τῶν ἀδελφῶν κήδεσθαι, καὶ τῆς σωτηρίας ἐπιμελεῖσθαι τῆς ἐκείνων.


γ’. Ταῦτα καὶ μοναχοὶ πάντες ἀκουέτωσαν, καὶ οἱ τὰς τῶν ὁρῶν κατειληφότες κορυφάς, καὶ οἱ διὰ πάντων σταυρώσαντες ἑαυτοὺς τῷ κόσμῳ, ἵνα κατὰ δύναμιν τὴν ἑαυτῶν τοὺς τῶν ἐκκλησιῶν προεστῶτας συγκροτῶσιν, ἀλείφωσιν εὐχαῖς, ὁμόνοια, ἀγάπη· εἰδότες ὡς εἰ μὴ τοὺς προσβεβλημένους παρὰ τῆς τοῦ Θεοῦ χάριτος, καὶ τοσούτων φροντίδας ἀναδεδεγμένους συγκροτοῖεν παντὶ τρόπῳ καὶ πόῤῥωθεν καθήμενοι, τὸ κεφάλαιον αὐτοῖς ἀπόλωλε τοῦ βίου, καὶ ἡ πᾶσα ἠκρωτηριάσθη σοφία. Ἀλλ’ ὅτι μὲν τῆς περὶ τὸν Χριστὸν φιλίας μέγιστον τοῦτο δεῖγμα, ἐντεῦθεν δῆλον· ἴδωμεν δὲ καὶ πῶς τὴν ἐπισκοπὴν ταύτην διῴκησε· μᾶλλον δὲ οὐ δεῖ λόγου λοιπὸν ἐνταῦθα, οὐδὲ τῆς ἡμετέρας φωνῆς, τῆς ὑμετέρας σπουδῆς αὐτὸ τοῦτο δηλούσης. Ὥσπερ γὰρ εἰς ἀμπελῶνά τις εἰσελθών, καὶ τὰς ἀμπέλους ἰδὼν κομώσας τοῖς φύλλοις, τῷ καρπῷ βριθόμενα, θριγκοῖς καὶ φραγμοῖς πάντοθεν τετειχισμένας, οὐδὲν δεήσεται λόγου τινὸς καὶ ἀποδείξεως ἑτέρας, ὥστε μαθεῖν τοῦ ἀμπελουργοῦ καὶ τοῦ γηπόνου τὴν ἀρετήν· οὕτω δὴ καὶ ἐνταῦθα, εἰσελθὼν τις καὶ τὰς πνευματικὰς ταύτας ἀμπέλους ἰδών, καὶ τὸν καρπὸν τὸν ὑμέτερον, οὐδενὸς δεήσεται λόγου καὶ διδασκαλίας, ὥστε μαθεῖν τὸν ὑμῶν προεστῶτα· καθάπερ οὖν καὶ ὁ Παῦλός φησιν· «Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη καὶ ἀναγινωσκομένη». Δείκνυσι γὰρ τὴν πηγὴν ὁ ποταμός, καὶ ὁ καρπὸς τὴν ῥίζαν. Ἐχρῆν μὲν οὖν εἰπεῖν καὶ τὸν καιρόν, καθ’ ὅνπερ τὴν ἀρχὴν ἐνεχειρίσθη ταύτην· οὐδὲ γὰρ τοῦτο μικρὸν εἰς ἐγκωμίου μέρος, ἀλλὰ καὶ σφόδρα ἱκανὸν δεῖξαι τοῦ ἀνδρὸς τὴν ἀρετήν. Πολλὴ γὰρ ἡ δυσκολίας τότε ἦν, ἄρτι τοῦ διωγμοῦ παυσαμένου, καὶ τῶν λειψάνων ἔτι μενόντων τῆς χαλεπωτάτης ζάλης ἐκείνης, καὶ πολλῆς τῶν πραγμάτων διορθώσεως δεομένων. Καὶ τούτοις ἐχρῆν προσθεῖναι πάλιν, ὡς ἡ τῶν αἱρετικῶν αἵρεσις ἐπ’ αὐτοῦ πάντα προορώσης· ἀλλ’ ὅμως ἐφ’ ἑτέραν ἀναγκαίαν ὑπόθεσιν ὁ λόγος ἡμῖν ἐπείγεται. Διὰ τοῦτο τῷ κοινῷ πατρὶ καὶ ζηλωτῇ τοῦ μακαρίου Φιλογονίου ταῦτα καταλιπόντες εἰπεῖν, ἅτε ἀκριβέστερον ἡμῶν εἰδότι τὰ ἀρχαὶ πάντα, πρὸς ἑτέραν δημηγορίας ὁδὸν βαδιούμεθα. Καὶ γὰρ ἑορτὴ μέλλει προσελαύνειν, ἡ πασῶν τῶν ἑορτῶν σεμνοτάτη καὶ φρικωδεστάτη, ἦν οὐκ ἂν τις ἁμάρτοι μητρόπολιν πασῶν τῶν ἑορτῶν προσειπών. Τὶς δὲ ἐστιν αὕτη; Ἡ κατὰ σάρκα τοῦ Χριστοῦ γέννησις.


δ’. Ἀπὸ γὰρ ταύτης τὰ Θεοφάνεια, καὶ τὸ Πάσχα τὸ ἱερόν, καὶ ἡ Ἀνάληψις, καὶ ἡ Πεντηκοστὴ τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν ἔλαβον. Εἰ γὰρ μὴ ἐτέχθη κατὰ σάρκα ὁ Χριστός, οὐκ ἂν ἐβαπτίσθη, ὅπερ ἐστὶ τὰ Θεοφάνεια· οὐκ ἂν ἐσταυρώθη, ὅπερ ἐστὶ τὸ Πάσχα· οὐκ ἂν τὸ Πνεῦμα κατέπεμψεν, ὅπερ ἐστὶν ἡ Πεντηκοστή. Ὥστε ἐντεῦθεν, ὥσπερ ἀπὸ τινος πηγῆς, ποταμοὶ διάφοροι ῥυέντες, αὗται ἐτέχθησαν ἡμῖν αἱ ἑορταί. Οὐ κατὰ τοῦτο δὲ μόνον δίκαια ταύτης ἂν εἴη τῆς προεδρίας ἀπολαύειν ἡ ἡμέρα, ἀλλ’ ὅτι καὶ τὸ ἐν αὐτῇ γενόμενον τῶν ἄλλων ἁπάντων πολὺ φρικωδέστερόν ἐστι. Τὸ μὲν γὰρ ἄνθρωπον γενόμενον τὸν Χριστὸν ἀποθανεῖν, τῆς ἀκολουθίας λοιπὸν ἦν· εἰ γὰρ καὶ ἁμαρτίαν οὐκ ἐποίησεν, ἀλλὰ θνητὸν σῶμα ἀνέλαβε· καὶ ἦν μὲν καὶ τοῦτο θαυμαστόν· τὸ δὲ Θεὸν ὄντα, ἄνθρωπον θελῆσαι γενέσθαι καὶ ἀνασχέσθαι καταβῆναι τοσοῦτον, ὅσον οὐδὲ διάνοια δέξασθαι δύναται, τοῦτό ἐστι τὸ φρικωδέστατον καὶ ἐκπλήξεως γέμον. Ὃ δὴ καὶ Παῦλος θαυμάζων ἔλεγεν· «Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον». Ποῖον μέγα; «Θεὸς ἐφανερώθη ἐν σαρκί». Καὶ πάλιν ἀλλαχοῦ· «Οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται ὁ Θεός, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι». Διὰ τοῦτο μάλιστα ἀσπάζομαι τὴν ἡμέραν ταύτην καὶ φιλῶ, καὶ τὸν ἔρωτα εἰς μέσον προτίθημι, ἵνα κοινωνοὺς ὑμᾶς ποιήσω τοῦ φίλτρου· διὰ τοῦτο δέομαι πάντων ὑμῶν καὶ ἀντιβολῶ μετὰ πάσης σπουδῆς καὶ προθυμίας παραγενέσθαι, τὴν οἰκίαν ἕκαστον κενώσαντα τὴν ἑαυτοῦ, ἵνα ἴδωμεν τὸν Δεσπότην ἡμῶν ἐπὶ τῆς φάτνης κείμενον, ἐσπαργανωμένον, τὸ φρικτὸν ἐκεῖνο καὶ παράδοξον θέαμα. Ποία γὰρ ἡμῖν ἀπολογίᾳ, ποία δὲ συγγνώμη, ὅταν αὐτὸς μὲν ἐκ τῶν οὐρανῶν δι’ ἡμᾶς καταβαίνῃ, ἡμεῖς δὲ μηδὲ ἐκ τῆς οἰκίας πρὸς αὐτὸν ἐρχώμεθα; Ὅταν μάγοι μέν, ἄνθρωποι βάρβαροι καὶ ἀλλόφυλοι, ἐκ Περσίδος τρέχωσιν, ὥστε αὐτὸν ἰδεῖν ἐπὶ τῆς φάτνης κείμενον· σὺ δὲ ὁ Χριστιανὸς μηδὲ μικρὸν διάστημα ὑπομενῆς, ὥστε τῆς μακαρίας ταύτης ἀπολαῦσαι θεωρίας; Καὶ γάρ, ἂν μετὰ πίστεως παραγενώμεθα, πάντως αὐτὸν ὀψόμεθα ἐπὶ τῆς φάτνης κείμενον· ἡ γὰρ τράπεζα αὕτη τάξιν τῆς φάτνης πληροῖ.
Καὶ γὰρ καὶ ἐνταῦθα κείσεται τὸ σῶμα τὸ δεσποτικόν, οὐχὶ ἐσπαργανωμένον, καθάπερ τότε, ἀλλὰ Πνεύματι πανταχόθεν ἁγίῳ περιστελλόμενον. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα. Οἱ μὲν οὖν μάγοι προσεκύνησαν μόνον· σὺ δέ, ἂν μετὰ καθαροῦ προσέλθῃς συνειδότος, καὶ λαβεῖν σοι αὐτὸ συγχωρήσομεν καὶ ἀπελθεῖν οἴκαδε. Πρόσιθι τοίνυν καὶ σὺ δῶρα προσάγων, μὴ τοιαῦτα οἷα ἐκεῖνοι, ἀλλὰ πολλῷ σεμνότερα. Προσήνεγκαν ἐκεῖνοι χρυσόν· προσένεγκε σὺ σωφροσύνην καὶ ἀρετήν· προσήνεγκαν ἐκεῖνοι λιβανωτόν· προσένεγκε σὺ εὐχὰς καθαρᾶς, τὰ θυμιάματα τὰ πνευματικά· προσήνεγκαν ἐκεῖνοι σμύρναν· προσένεγκε σὺ ταπεινοφροσύνην καὶ τεταπεινωμένην καρδίαν καὶ ἐλεημοσύνην. Ἂν μετὰ τοῦτον προσέλθῃς τῶν δώρων, μετὰ ἀδείας ἀπολαύσῃ πολλῆς τῆς ἱερᾶς ταύτης τραπέζης. Καὶ γὰρ ἐγὼ διὰ τούτου τούτους κιὼν τοὺς λόγους νῦν, ἐπειδὴ οἶδα ὅτι πάντως πολλοὶ κατ’ ἐκείνην προσελεύσονται τὴν ἡμέραν, καὶ ἐπιπεσοῦνται τῇ πνευματικῇ ταύτῃ θυσία. Ἵνα οὖν μηδὲ ἐπὶ κακῷ, μηδὲ ἐπὶ κρίματι τῆς ἡμετέρας ψυχῆς τοῦτο ποιῶμεν, ἀλλὰ ἐπὶ σωτηρία, ἐντεῦθεν ἤδη προδιαμαρτύρομαι καὶ παρακαλῶ, παντὶ τρόπῳ καθάραντας ἑαυτοὺς οὕτω προσιέναι τοῖς ἱεροῖς μυστηρίοις.

δ’. Καὶ μὴ μοι λεγέτω τις, αἰσχύνης γέμω, ἁμαρτημάτων ἔχω τὸ συνειδὸς πεπληρωμένον, φορτίον ἐπιφέρομαι βαρύτατον· ἱκανὴ γὰρ τῶν πέντε ἡμερῶν τούτων ἡ προθεσμία, ἐὰν νήφῃς καὶ προσεύχῃ καὶ ἀγρυπνῇς, τὸ πολὺ τῶν ἁμαρτημάτων ὑποτέμνεσθαι. Μὴ γὰρ ὅτι βραχὺς ὁ χρόνος ἴδῃς, ἀλλ’ ἐκεῖνο σκόπησον, ὅτι φιλάνθρωπος ὁ Δεσπότης· ἐπειδὴ καὶ Νινευΐται ἐν τρισὶν ἡμέραις τοσαύτην ὀργὴν ἀπεκρούσαντο, καὶ οὐδὲν ἐνεπόδισεν, ἡ τοῦ καιροῦ στενοχωρία, ἀλλ’ ἴσχυσεν ἡ τῆς ψυχῆς προθυμίᾳ τῆς φιλανθρωπίας ἐπιλαβομένη τοῦ Δεσπότου τὸ πᾶν ἐργάσασθαι. Καὶ ἡ πόρνη δὲ ἐν βραχεῖα καιροῦ ῥοπῇ προσελθοῦσα τῷ Χριστῷ, τὰ ὀνείδη πάντα ἀπενίψατο, καὶ τῶν Ἰουδαίων ἐγκαλούντων, ὅτι προσήκατο καὶ μετέδωκεν αὐτῇ παῤῥησίας τοσαύτης ὁ Χριστός, τοὺς μὲν ἐπεστόμισεν, ἐκείνην δὲ πάντων ἀπαλλάξας τῶν κακῶν, καὶ τῆς σπουδῆς ἀποδεξάμενος, οὕτως ἀπέπεμψε. Τὶ δήποτε; Ὅτι μετὰ θέρμης διανοίας καὶ πεπυρωμένης ψυχῆς καὶ ζεούσης προσῆλθε πίστεως, καὶ τῶν ἁγίων καὶ ἱερῶν ἐκείνων ἥψατο ποδῶν, τοὺς βοστρύχους λύσασα, πηγὰς δακρύων ἐκ τῶν ὀφθαλμῶν ἀφεῖσα, τὸ μύρον κένωσα. Δι’ ὧν γὰρ ἐγοήτευσε τοὺς ἀνθρώπους, διὰ τούτων τὰ φάρμακα τῆς μετανοίας κατεσκεύασε· δι’ ὧν ἀνεπτέρωσε τὰς τῶν ἀκολάστων ὄψεις, διὰ τούτων ἐδάκρυσε· διὰ τῶν προκαμών, δι’ ὧν ὑπεσκέλισεν εἰς ἁμαρτίαν πολλούς, διὰ τούτων τοὺς πόδας ἀπέμαξε τοῦ Χριστοῦ· διὰ τοῦ μύρου, δι’ οὗ πολλοὺς ἐδελέασε, διὰ τούτου τοὺς πόδας ἐκείνου ἤλειψε. Καὶ σὺ τοίνυν δι’ ὧν παρώξυνας τὸν Θεόν, διὰ τούτων ἵλεων ποίησον πάλιν. Παρώξυνας αὐτὸν διὰ χρημάτων ἁρπαγῆς; Διὰ τούτων αὐτὸν κατάλλαξον, καὶ τὰ ἁρπαγέντα ἀποδοὺς τοῖς ἠδικημένοις, καὶ ἕτερα τούτοις προσεπιδούς, εἰπὲ κατὰ τὸν Ζακχαῖον· ἀποδίδωμι τετραπλασίονα ὧν ἥρπασα πάντων. Παρώξυνας διὰ γλώττης καὶ λοιδορίας ὑβρίσας πολλούς; Ἐξιλεῶσαι διὰ γλώττης πάλιν, εὐχὰς καθαρᾶς ἀναπέμπων, εὐλογῶν τοὺς λοιδοροῦντας, ἐγκωμιάζων τοὺς κακῶς λέγοντας, χάριν ὁμολογῶν τοῖς ἀδικοῦσι. Ταῦτα οὐχ ἡμερῶν δεῖται, οὐδὲ ἐνιαυτῶν πολλῶν, ἀλλὰ προαιρέσεως μόνης, καὶ ἐν μιᾷ κατορθοῦται ἡμέρα. Ἀπόστηθι τῆς πονηρίας, ἐπιλαβοῦ τῆς ἀρετῆς, παῦσαι τῆς κακίας, καὶ ὑπόσχου μηκέτι ταῦτα ποιεῖν, καὶ ἀρκεῖ σοι τοῦτο εἰς ἀπολογίαν. Ἐγὼ διαμαρτύρομαι καὶ ἐγγυῶμαι, ὅτι τῶν ἁμαρτανόντων ἡμῶν ἕκαστος, ἂν ἀποστὰς τῶν προτέρων κακῶν ὑπόσχηται τῷ Θεῷ μετὰ ἀληθείας μηκέτι αὐτῶν ἅψασθαι, οὐδὲν ἕτερον ὁ Θεὸς ζητήσει πρὸς ἀπολογίαν μείζονα. Φιλάνθρωπος γὰρ ἐστι καὶ ἐλεήμων, καὶ καθάπερ ἡ ὠδίνουσα ἐπιθυμεῖ τεκεῖν, οὕτω καὶ αὐτὸς ἐπιθυμεῖ τὸν ἔλεον ἐκχεῖν τὸν ἑαυτοῦ· ἀλλ’ αἱ ἁμαρτία αἱ ἡμετέραι τοῦτο διακόπτουσιν. Ἀνέλωμεν τοίνυν τὸ τειχίον, καὶ ἐντεῦθεν ἤδη τῆς ἑορτῆς ἀρξώμεθα, τὰς πέντε ἡμέρας ταύτας πᾶσιν ἀποταξάμενοι· ἐῤῥέτω δικαστήρια, ἐῤῥέτω βουλευτήρια, οἰμωζέτω βιωτικὰ πράγματα καὶ συμβόλαια καὶ συναλλάγματα· τὴν ψυχὴν μου βούλομαι σῶσαι. «Τὶ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ». Ἐξῆλθον ἀπὸ Περσίδος οἱ μάγοι· ἔξελθε σὺ τῶν βιωτικῶν πραγμάτων, καὶ πρὸς τὸν Ἰησοῦν ὅδευσον· οὐκ ἔστι πολὺ τὸ μέσον, ἂν ἐθέλωμεν. Οὐ γὰρ πέλαγος ἀνάγκη διαπερᾶσαι, οὐδὲ ὁρῶν ὑπερβῆναι κορυφάς, ἀλλ’ οἴκοι καθήμενον, εὐλάβειαν ἐπιδεικνύμενον καὶ πολλὴν τὴν κατάνυξιν, ἔστιν ἰδεῖν ἅπαν καταλῦσαι τὸ τειχίον, ἀνελεῖν τὸ κώλυμα, συστεῖλαι τῆς ὁδοῦ τὸ μῆκος· «Θεὸς γὰρ ἐγγίζων ἐγὼ εἰμι, φησί, καὶ οὐ Θεὸς πόῤῥωθεν»· καί, «Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀλήθεια». Νῦν δὲ εἰς τοσοῦτο ἀνοίας καὶ καταφρονήσεως πολλοὶ τῶν πιστῶν ἐληλάκασιν, ὡς καὶ μυρίων γέμοντες κακῶν, καὶ μηδεμίαν ὅλως ἑαυτῶν ἐπιμέλειαν ποιούμενοι, ἁπλῶς καὶ ὡς ἔτυχεν, ἐν ταῖς ἑορταῖς τῇ τραπέζῃ ταύτῃ προσέρχονται, οὐκ εἰδότες ὅτι καιρὸς κοινωνίας οὐχ ἑορτὴ καὶ πανηγύρις, ἀλλὰ συνειδὸς καθαρὸν καὶ βίος ἐγκλημάτων ἀπηλλαγμένος. Καὶ καθάπερ τὸν οὐδὲν ἑαυτῷ συνειδότα φαῦλον καθ’ ἑκάστην δεῖ προσιέναι τὴν ἡμέραν, οὕτω τὸν ἐν ἁμαρτήμασι προκατειλημμένον, καὶ μὴ μετανοοῦντα οὐδὲ ἐν ἑορτῇ προσιέναι ἀσφαλές. Οὐ γὰρ δὴ τὸ ἅπαξ τοῦ ἐνιαυτοῦ προσελθεῖν ἀπαλλάττει τῶν ἐγκλημάτων ἡμᾶς, ἂν ἀναξίως προσίωμεν, ἀλλ’ αὐτὸ δὴ τοῦτο μειζόνως καταδικάζει, ὅτι ἅπαξ προσιόντες, οὐδὲ τότε καθαρῶς προσίεμεν. Διὰ τοῦτο παρακαλῶ πάντας ὑμᾶς μὴ ἁπλῶς διὰ τὴν τῆς ἑορτῆς ἀνάγκην τῶν θείων ἅπτεσθαι μυστηρίων· ἀλλ’ εἲ ποτε μέλλοιτε τῆς ἁγίας ταύτης μεθέξειν προσφοράς, πρὸ πολλῶν ἡμερῶν ἑαυτοὺς διακαθαίρειν διὰ μετανοίας καὶ εὐχῆς καὶ ἐλεημοσύνης καὶ τῆς περὶ τὰ πνευματικὰ σχολῆς, καὶ μὴ πάλιν ἐπιστρέφεσθαι καθάπερ κύων ἐπὶ τὸν ἴδιον ἔμετον. Πῶς γὰρ οὐκ ἄτοπον τῶν μὲν σωματικῶν τοσαύτην ποιεῖσθαι τὴν ἐπιμέλειαν, ὥστε ἑορτῆς παραγούσης, πρὸ πολλῶν ἡμερῶν καὶ ἱμάτιον ἐκ τῶν κιβωτίων τὸ κάλλιστον ἀνελομένους προευτρεπίζειν, καὶ ὑποδήματα ὠνεῖσθαι, καὶ τραπέζῃ δαψιλεστέρᾳ κεχρῆσθαι, καὶ πολλοὺς πάντοθεν προσεπινοεῖν πόρους, καὶ παντὶ τρόπῳ φαιδρύνειν ἑαυτὸν καὶ καλλωπίζειν· τῆς δὲ ψυχῆς ἠμελημένης, ῥυπώσῃς, αὐχμώσης, λιμῷ διαφθειρομένης, ἀκαθάρτου μενούσης μηδένα ποιεῖσθαι λόγον, ἀλλὰ τὸ μὲν σῶμα καλλωπίζοντα εἰσάγειν ἐνταῦθα, ἐκείνην δὲ γυμνὴν καὶ ἀσχημονοῦσαν περιορᾶν; Καίτοι τοῦτο μὲν ὁ σύνδουλος ὁρᾷ, καὶ βλάβος οὐδὲν κἂν ὁπωσοῦν διακείμενον ᾗ, ἐκείνην δὲ ὁ Δεσπότης, καὶ μεγίστην ἐπάγει κόλασιν τῆς ἀμελείας. Οὐκ ἴστε ὅτι πυρὸς αὕτη γέμει ἡ τράπεζα πνευματικοῦ, καὶ καθάπερ αἱ πηγαὶ φύσιν ὕδατος ἀναβλύζουσιν, οὕτω καὶ αὕτη φλόγα τινὰ ἔχει ἄῤῥητον; Μὴ τοίνυν προσέλθῃς καλάμην ἔχων, μὴ ξύλα καὶ χόρτον, ἵνα μὴ πλείονα τὸν ἐμπρησμὸν ἐργάσῃ, καὶ κατακαύσῃς τὴν μεταλαμβάνουσαν ψυχήν· ἀλλ’ ἔχων λίθους τιμίους, χρυσόν, ἄργυρον, ἵνα καθαρωτέραν ποιήσῃς τὴν ὕλην, ἵνα πολλὴν λαβὼν τὴν ἐμπορίαν, ἀπέλθῃς. Εἲ τι πονηρόν, ἐξόρισον, φυγάδευσον ἀπὸ τῆς ψυχῆς σου. Ἔχει τις ἐχθρόν, καὶ τὰ μεγάλα ἠδίκηται; Καταλυέτω τὴν ἔχθραν, καταστελλέτω τὴν διάνοιαν φλεγμαίνουσαν, οἰδοῦσαν, ἵνα μηδεὶς ἔνδον θόρυβος ᾗ μηδὲ ταραχή. Βασιλέα γὰρ ὑποδέχεσθαι μέλλεις διὰ τῆς κοινωνίας· βασιλέως δὲ ἐπιβαίνοντος τῇ ψυχῇ, πολλὴν εἶναι δεῖ τὴν γαλήνην, πολλὴν τὴν ἡσυχίαν, βαθεῖαν τῶν λογισμῶν τὴν εἰρήνην. Ἀλλὰ μεγάλα ἠδίκησαι καὶ οὐ φέρεις ἀφεῖναι τὴν ὀργήν; Τὶ τοίνυν σαυτὸν πολλῷ μείζονα ἀδικεῖς καὶ χαλεπωτέρα; Οὐ γὰρ τοιαῦτά σε διαθήσεται ὁ ἐχθρὸς ὅσαπερ ἂν ποιῇ, οἷα σὺ σαυτὸν μὴ καταλλαττόμενος πρὸς ἐκεῖνον, ἀλλὰ τοὺς τοῦ Θεοῦ καταπατῶν νόμους. Ὕβρισέ σε ἐκεῖνος; Διὰ τοῦτο οὖν σὺ τὸν Θεὸν ὑβρίζεις, εἰπὲ μοι; Τὸ γὰρ μὴ καταλλάττεσθαι τῷ λελυπηκότι, οὐκ ἐκεῖνόν ἐστιν ἀμυνομένου τοσοῦτον, ὅσον τὸν Θεὸν ὑβρίζοντός τὸν ταῦτα νομοθετήσαντα. Μὴ τοίνυν πρὸς τὸν σύνδουλον ἴδῃς, μηδὲ πρὸς τὸ μέγεθος τῶν ἀδικημάτων ἐκείνου· ἀλλὰ τὸν Θεὸν καὶ τὸν ἐκείνου φόβον εἰς νοῦν βαλλόμενος, ἐκεῖνο σκόπησον, ὅτι ὅσῳ ἂν μείζονα πάσχῃς βίαν κατὰ ψυχὴν καὶ μυρία κακὰ ἀναγκαζόμενος καταλλάττεσθαι τῷ λελυπηκότι, τοσούτῳ πλείονος ἀπολαύσῃ τῆς τιμῆς παρὰ τοῦ ταῦτα κελεύσαντος Θεοῦ· καὶ καθάπερ αὐτὸν μετὰ πολλῆς ὑποδέχῃ τῆς τιμῆς ἐνταῦθα, οὕτω καὶ αὐτὸς μετὰ πολλῆς ὑποδέξεταί σε τῆς ὑποκοῆς ταύτης τὰς ἀμοιβάς· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, τιμή, κράτος καὶ προσκύνησις, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Λόγος Ἕβδομος  Πρὸς τοὺς ἀπολειφθέντας τῆς συνάξεως, καὶ τοῦ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ ἀπόδειξις, καὶ ὅτι ταπεινῶς εἰρημένα καὶ γεγενημένα παρ’ αὐτοῦ, οὐ δι’ ἀσθένειαν δυνάμεως, οὐδὲ δι’ ἐλάττωσιν ἐγίνετο καὶ ἐλέγετο, ἀλλὰ δι’ οἰκονομίας διαφόρους. Ἀπὸ τοῦ πὲρ ἀκαταλήπτου καὶ ἀκολούθως


α’. Πάλιν ἱπποδρομίαι, καὶ πάλιν ὁ σύλλογος ἡμῖν ἐλάττων γέγονε· μᾶλλον δὲ ἕως ἂν ὑμεῖς παρῆτε, οὐκ ἂν γένοιτο ἐλάττων. Ὥσπερ γὰρ γεωργός, εἰ τὸν σῖτον ἀκμάζοντα καὶ ἀπηρτισμένον ἴδοι, οὐ πολὺν ποιεῖται λόγον τῶν φύλλων καταπιπτόντων· οὕτω δὴ καὶ ἕω νῦν, τοῦ καρποῦ παρόντος ἡμῖν, οὐ τοσαύτην ποιοῦμαι τὴν ὀδύνην, τὰ φύλλα ἀναρπαζόμενα βλέπων. Ἀλγῶ μὲν γὰρ καὶ διὰ τὴν ῥαθυμίαν ἐκείνων, παραμυθεῖται δὲ ὅμως τὴν ἐπ’ ἐκείνοις ἀλγηδόνα τῆς ὑμετέρας ἀγάπης ἡ προθυμίᾳ. Ἐκεῖνοι μὲν γὰρ κἂν παραγένωνταί ποτε, οὐδὲ τότε πάρεισιν, ἀλλὰ τὸ μὲν σῶμα αὐτοῖς ἐνταῦθα ἵδρυται, ἡ διάνοια δὲ ἔξω πλανᾶται· ὑμεῖς δὲ κἂν ἀπολειφθῆτέ ποτε, καὶ τότε πάρεστε· τὸ μὲν γὰρ σῶμα ὑμῖν ἔξω, ἡ διάνοιαν δὲ ἐνταῦθα. Ἐβουλόμην μὲν οὖν μακρὸν κατ’ ἐκείνων ἀποτεῖναι λόγον, ἀλλ’ ἵνα μὴ δόξω σκιαμαχεῖν, ἐπιτιμῶν τοῖς μὴ παροῦσι μηδὲ ἀκούουσι, τούτους εἰς τὴν ἐκείνων παρουσίαν τηρήσας τοὺς λόγους, τὴν ὑμετέραν ἀγάπην ἐπὶ τὸν συνήθη λειμῶνα καὶ τὸ πέλαγος τῶν Θείων Γραφῶν κατὰ τὴν θείαν χάριν ὁδηγῆσαι πειράσομαι. Ἀλλὰ διαναστῆτε, καὶ γρηγορεῖτε· ἐπὶ
μὲν γὰρ τῶν πλεόντων κἂν ἅπαντες καθεύδωσιν, ὁ δὲ κυβερνήτης ἐγρηγορὼς ᾗ μόνος, οὐδεὶς ἐστι κίνδυνος, τῆς νήψεως τῆς ἐκείνου καὶ τῆς τέχνης ἀντὶ πάντων ἀρκούσης τῷ πλοίῳ ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ κἂν μυριάκις ὁ λέγων νήφῃ, οἱ δὲ ἀκούοντες μὴ τὴν αὐτὴν ἀγρυπνίαν ἐπιδείκνυνται, καταποντισθεὶς ἡμῖν ὁ λόγος οἰχήσεται, οὐχ εὑρὼν διάνοιαν τὴν ὑποδεξαμένην αὐτόν. Διὸ χρὴ νήφειν καὶ ἐγρηγορέναι· καὶ γὰρ ὑπὲρ μειζόνων ἡμῖν ἡ ἐμπορία· οὐδὲ γὰρ ὑπὲρ χρυσίου καὶ ἀργυρίου καὶ τῶν ἀπολλυμένων πραγμάτων πλέομεν, ἀλλ’ ὑπὲρ τῆς μελλούσης ζωῆς, καὶ τῶν ἐν οὐρανοῖς θησαυρῶν, καὶ πλείους ἐνταῦθα αἱ ὁδοὶ τῶν ἐν τῇ θαλάσσῃ καὶ τῶν ἐν τῇ γῇ· κἂν μὴ μετὰ ἀκριβείας τις αὐτὰς εἴδη τεμεῖν, ναυάγιον ὑποστήσεται χαλεπώτατον. Πάντες τοίνυν ὑμεῖς οἱ μεθ’ ἡμῶν πλέοντες, μὴ τὴν τῶν ἐπιβατῶν ἄδειαν, ἀλλὰ τὴν τῶν κυβερνητῶν ἀγρυπνίαν ἐπιδείκνυσθε καὶ φροντίδα· καὶ γὰρ ἐκεῖνοι τῶν λοιπῶν καθευδόντων ἁπάντων ἐπὶ τῶν οἰάκων καθήμενοι, οὐ μόνον τὰς ἐν τοῖς περισκοποῦσιν ὁδούς, ἀλλὰ καὶ πρὸς τὸν οὐρανὸν ἐκ τοσούτου βλέποντες τοῦ διαστήματος, ὥσπερ τινὸς χειρὸς τῆς τῶν ἄστρων πορείας χειραγωγούσης αὐτούς, μετὰ ἀσφαλείας τὸ σκάφος ἰθύνουσι, καὶ οὐδεὶς ἰδιώτης τὸ πέλαγος οὕτως ἀδεῶς ἐν ἡμέρα δύναιτ’ ἂν πλεῦσαι ὡς ἐκεῖνοι μεθ’ ἡσυχίας ἁπάσης ἐν μέσῃ νυκτί, ὅτε φοβερώτερα ἡ θάλασσα φαίνεται, ἐγρηγορότες ἀταράχως τὴν ἑαυτῶν ἐπιδείκνυνται τέχνην, καὶ οὐχὶ τὰς ἐν τοῖς ὕδασιν ἀτραποὺς μόνον, οὐδὲ τῶν ἄστρων τοὺς δρόμους, ἀλλὰ καὶ ἀνέμων ἐξόδους περισκοποῦσι, καὶ τοσαύτην τῶν ἀνδρῶν ἐκείνων ἐστὶν ἡ σοφία, ὡς πολλάκις πνεύματος ῥύμην σφοδρότερον ἐμπεσοῦσαν, καὶ μέλλουσαν περιτρέπειν τὸ πλοῖον, ταῖς πυκναῖς τῶν ἱστίων μεταβολαῖς δεχομένους εὐστόχως ἅπαντα λῦσαι τὸν κίνδυνον, καὶ ταῖς βιαίοις τῶν ἀνέμων ἐμβολαῖς τὴν αὐτῶν ἀντιστήσαντας τέχνην, ἐξαρπάσαι τοῦ κλυδωνίου τὸ σκάφος. Εἰ δὲ ὑπὲρ βιωτικῶν ἐκεῖνοι πραγμάτων αἰσθητὴν πλέοντες θάλασσαν, οὕτως ἐγρηγορυῖαν διηνεκῶς ἔχουσι τὴν ψυχήν, πολλῷ μᾶλλον ἡμᾶς οὕτω παρεσκευάσθαι χρή· καὶ γὰρ καὶ μείζων ὁ κίνδυνος ῥᾳθυμοῦσι, καὶ πλείων ἡ ἀσφάλεια νήφουσιν. Οὔτε γὰρ ἀπὸ σανίδων ἡμῖν τὸ σκάφος τοῦτο κατεσκεύασται, ἀλλ’ ἀπὸ τῶν θείων κεκόλληται Γραφῶν, οὔτε ἀστέρες αὐτὸ χειραγωγοῦσιν ἄνωθεν, ἀλλ’ ὁ τῆς δικαιοσύνης ἥλιος τοῦτον ἡμῖν κατευθύνει τὸν πλοῦν, καὶ καθήμεθα ἐπὶ τῶν οἰάκων, οὐ ζεφύρου πνοὰς ἀναμένοντες, ἀλλὰ τὴν πραεῖαν αὔραν τοῦ Πνεύματος.
β’. Νήφωμεν τοίνυν καὶ τὰς ὁδοὺς μετὰ ἀκριβείας περισκοπῶμεν· περὶ γὰρ τῆς τοῦ Μονογενοῦς δόξης ὁ λόγος ἡμῖν ἐστι πάλιν. Πρώην μὲν οὖν ἐδείκνυμεν, ὅτι καὶ ἀνθρώπων, καὶ ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ ἁπλῶς πάσης τῆς κτίσεως τὴν σοφίαν, ἡ κατάληψις τῆς οὐσίας τοῦ Θεοῦ, μετὰ πολλῆς ὑπερβαίνει τῆς περιουσίας, καὶ τῷ Μονογενεῖ μόνῳ καὶ τῷ ἁγίῳ Πνεύματι γνώριμός ἐστι καὶ σαφής· νυνὶ δὲ πρὸς ἕτερον παλαισμάτων ἡμῖν μέρος ὁ λόγος μεθίσταται. Ζητοῦμεν γὰρ εἰ τῆς αὐτῆς δυνάμεως, εἰ τῆς αὐτῆς ἐξουσίας ἐστιν, εἰ τῆς αὐτῆς οὐσίας ὁ Υἱὸς τῷ Πατρί· μᾶλλον δὲ ἡμεῖς οὐ ζητοῦμεν, ἀλλ’ εὑρήκαμεν τοῦτο διὰ τὴν τοῦ Χριστοῦ χάριν, καὶ κατέχομεν μετὰ ἀσφαλείας· τοῖς δὲ ἀναισχυντοῦσιν ὑπὲρ τούτων αὐτὸ τοῦτο ἀποδεῖξαι παρασκευαζόμεθα νῦν. Αἰσχύνομαι μὲν οὖν καὶ ἐρυθριῶ, μέλλων εἰς τούτους ἐμβάλλειν τοὺς λόγους. Τὶς γὰρ ἡμᾶς οὐ γελάσεται τὰ οὕτω φανερὰ κατασκευάζειν καὶ ἀποδεικνύναι πειρωμένους; Ποία δὲ οὐκ ἐν εἴη κατάγνωσις ζητεῖν, εἰ ὁμοούσιός ἐστιν ὁ Υἱὸς τῷ Πατρί; Τοῦτο γὰρ οὐχὶ ταῖς Γραφιὰς μόνον, ἀλλὰ καὶ τῇ κοινὴ πάντων τῶν ἀνθρώπων δόξῃ, καὶ τῇ τῶν πραγμάτων φύσει μαχόμενόν ἐστιν. Ὅτι γὰρ ὁμοούσιος ὁ γεννηθεὶς τῷ γεννήσαντι, οὐκ ἐπ’ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπὶ ζῴων ἁπάντων, καὶ ἐπὶ δένδρων τοῦτο ἴδοι τις ἄν.
Πῶς οὖν οὐκ ἄτοπον ἐπὶ μὲν φυτῶν καὶ ἀνθρώπων καὶ ζῴων ἀκίνητον τοῦτον μένειν τὸν νόμον, ἐπὶ Θεοῦ δὲ μόνον κινεῖν αὐτὸν καὶ ἀνατρέπειν; Πλὴν ἀλλ’ ἵνα μὴ δοκῶμεν ἀπὸ τῶν παρ’ ἡμῖν πραγμάτων ταῦτα διισχυρίζεσθαι, φέρε ἀπὸ τῶν Γραφῶν αὐτῶν τοῦτο ἀποδείξωμεν, καὶ κινήσωμεν τοὺς περὶ τούτων λόγους. Οὐ γὰρ ἡμεῖς οἱ πεπεισμένοι, ἀλλ’ ἐκεῖνοι οἱ ἀπιστοῦντες τὸν γέλωτα ὀφλήσουσιν, οἱ πρὸς τὰ οὕτω φανερὰ ἀνθιστάμενοι, καὶ πρὸς τὴν ἀλήθειαν ἀντιβλέποντες. Ποία φανερά, φησίν; Εἰ γάρ, ἐπειδὴ Υἱὸς λέγεται, ὁμοούσιος ἐστι τῷ Πατρί, δυνησόμεθα καὶ ἡμεῖς ὁμοούσιοι ἕναι· καὶ γὰρ καὶ ἡμεῖς υἱοὶ λεγόμεθα· Ἐγὼ γὰρ εἶπον, φησί, «θεοὶ ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες». Ὢ τῆς ἀναισχυντίας! Ὢ τῆς ἐσχάτης ἀνοίας! Πῶς διὰ πάντων τὴν αὐτῶν μανίαν ἐνδείκνυνται! Ὅτε τὸν περὶ ἀκαταλήπτου λόγον ἐκινοῦμεν, ἐφιλονείκουν ἑαυτοῖς διεκδικεῖν τοῦτο, ὃ τοῦ Μονογενοῦς ἦν μόνου, τὸ τὸν Θεὸν οὕτως εἰδέναι ἀκριβῶς, ὡς αὐτὸς ἑαυτὸν οἶδε· νῦν δὲ ἐπειδὴ περὶ τῆς τοῦ Μονογενοῦς δόξης ἡμῖν ἐστιν ὁ λόγος, φιλονεικοῦσιν αὐτὸν εἰς τὴν οἰκείαν εὐτέλειαν καταγαγεῖν λέγοντες, ὅτι καὶ ἡμεῖς υἱοὶ λεγόμεθα. Καὶ οὐ πάντως τοῦτο ὁμοουσίους ἡμᾶς ποιεῖ τῷ Θεῷ. Υἱὸς λέγῃ σύ, ἀλλ’ ἐκεῖνος ἔστιν· ἐνταῦθα ῥῆμα, ἐκεῖ πρᾶγμα. Υἱὸς λέγῃ σύ, ἀλλὰ Μονογενὴς οὐ λέγῃ καθάπερ καὶ ἐκεῖνος, ἀλλ’ ἐν τοῖς κόλποις τοῦ Πατρὸς οὐ διατρίβεις ἀλλ’ ἀπαύγασμα τῆς δόξης οὐκ εἶ, οὐδὲ χαρακτὴρ τῆς ὑποστάσεως, οὐδὲ μορφὴ τοῦ Θεοῦ ὑπάρχεις. Εἰ τοίνυν οὐ πείθει σε τὸ πρότερον, ταῦτα πειθέτω, καὶ πολλὰ ἕτερα πλείονα τούτων, τὴν εὐγένειαν αὐτῷ μαρτυροῦντα ἐκείνην. Ὅταν μὲν γὰρ τὸ ἀπαράλλακτον τῆς οὐσίας αὐτοῦ δεῖξαι βούληται τὸ πρὸς τὸν γεγεννηκότα, «Ὁ ἑωρακὼς ἐμέ, φησίν, ἑώρακε τὸν Πατέρα». Ὅταν δὲ τὸ ἰδιάζον τῆς δυνάμεως, «Ἐγώ, φησί, καὶ ὁ Πατὴρ ἓν εσμεν»· ὅταν δὲ τὸ ἐφάμιλλον ἐξουσίας, «Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱός, οὓς θέλει ζωοποιεῖ»· ὅταν δὲ τὴν ταυτότητα τῆς λατρείας, «Ἵνα πάντες τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα»· ὅταν δὲ τὴν αὐθεντίαν τὴν ἐν ταῖς τῶν νόμων μετασκευαῖς, «Ὁ πατὴρ μου, φησίν, ἐργάζεται, κἀγὼ ἐργάζομαι». Ἀλλ’ οὗτοι πάντα ταῦτα παραδραμόντες, καὶ τὸ Υἱὸς ὄνομα οὐ κυρίως ἐκλαβόντες, ἐπειδὴ καὶ αὐτοὶ τετίμηνται τῇ τῶν υἱῶν προσηγορία, εἰς τὴν αὐτὴν εὐτέλειαν τὸν Υἱὸν κατάγουσι λέγοντες, «Ἐγὼ εἶπα, θεοὶ ἐστε,καὶ υἱοὶ Ὑψίστου πάντες». Οὐκοῦν ἐπειδὴ διὰ τὴν τοῦ υἱοῦ προσηγορίαν φής, μηδὲν ἔχειν σου πλέον τὸν Υἱόν, καὶ κατὰ τοῦτο μηδὲ εἶναι ἀληθινὸν υἱόν, καὶ διὰ τὴν τοῦ Θεοῦ προσηγορίαν, ἐπειδὴ σοι μετέδωκε τοῦ ὀνόματος, φιλονεικήσεις ἴσως μηδὲν ἔχειν σου πλέο τὸν Πατέρα· ὥσπερ γὰρ υἱὸς ἐκλήθης, οὕτω καὶ θεὸς ἐκλήθης· ἀλλ’ ὥσπερ θεὸς κληθεὶς οὐ τολμᾶς εἰπεῖν ὅτι ψιλὸν ἐκεῖ τὸ ὄνομα, ἀλλ’ ὁμολογεῖς ἀληθῆ Θεὸν εἶναι τὸν Πατέρα· οὕτω μηδὲ ἐπὶ τοῦ Υἱοῦ τολμᾷ σαυτὸν εἰς μέσον ἄγειν, καὶ λέγειν, ὅτι κἀγὼ υἱὸς κέκλημαι· καὶ ἐπειδὴ τῆς αὐτῆς οὐσίας οὐκ εἰμι, οὐδὲ ἐκεῖνος ὀφείλει τῆς αὐτῆς εἶναι· τὰ γὰρ ἀπηριθμημένα ἅπαντα δείκνυσιν ἀληθινὸν ὄντα Υἱὸν καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότι. Ὄτα γὰρ εἴπῃ, ὅτι τῆς αὐτῆς ἐστιν αὐτῷ μορφῆς, καὶ τοῦ αὐτοῦ χαρακτῆρος, τὶ ἄλλο δηλοῖ, ἢ τὸ ἀπαράλλακτον τῆς οὐσίας; Οὐ γὰρ δὴ μορφὴ περὶ Θεόν, οὐδὲ πρόσωπον· ἀλλ’ ὡς ταῦτα, φησί, λέγει, εἰπὲ καὶ τὰ ἐναντία. Ποία ἐναντία; Οἷον ὅτι εὔχεται τῷ Πατρί· εἰ γὰρ τῆς αὐτῆς ἐστι δυνάμεως, καὶ τῆς αὐτῆς οὐσίας, καὶ ἀπὸ ἐξουσίας πάντα ποιεῖ, τινὸς ἕνεκεν εὔχεται;


γ’. Ἐγὼ δὲ οὐ ταῦτα ἐρῶ μόνον, ἀλλὰ καὶ ὅσα ἕτερα ταπεινὰ περὶ αὐτοῦ εἴρηται, πάντα παραθήσομαι μετὰ ἀκριβείας, πρότερον ἐκεῖνο εἰπών, ὅτι ἐγὼ μὲν τῶν ταπεινῶς εἰρημένων περὶ αὐτοῦ πολλὰς ἔχω καὶ δικαίας αἰτίας εἰπεῖν, σὺ δὲ τῶν ὑψηλῶν καὶ ἐνδόξων οὐδεμίαν ἑτέραν ἔχοις ἂν εἰπεῖν πρόφασιν, ἀλλ’ ἢ τὸ βούλεσθαι τὴν εὐγένειαν ἡμῖν αὐτὸν ἐνδείκνυσθαι τὴν αὐτοῦ. Ἐπεὶ εἰ μὴ τοῦτο οὕτως ἔχοι, μάχη καὶ πόλεμος ἐν ταῖς Γραφαῖς· τὸ γὰρ λέγειν ὅτι «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει, ζωοποιεῖ», καὶ ὅσα ἕτερα εἶπον, καὶ τὸ πάλιν εὔχεσθαι, ἡνίκα ἂν δέῃ τοῦτο ποιεῖν, ἐναντίον ἀλλ’ ἐὰν τὰς αἰτίας εἴπω, πᾶσα ἀνῄρηται λοιπὸν ἀμφισβήτησις.
Τινὲς οὖν εἰσιν αἱ αἰτίαι τοῦ ταπεινὰ πολλὰ καὶ αὐτὸν καὶ τοὺς ἀποστόλους εἰρηκέναι περὶ αὐτοῦ; Πρώτη μὲν οὖν αἰτία καὶ μεγίστη, τὸ σάρκα αὐτὸν περιβεβλῆσθαι, καὶ βούλεσθαι καὶ τοὺς τότε καὶ τοὺς μετὰ ταῦτα πιστώσασθαι πάντας, ὅτι οὐ σκιὰ τὶς ἐστιν, οὐδὲν σχῆμα ἁπλῶς τὸ ὁρώμενον, ἀλλ’ ἀλήθεια φύσεως. Εἰ γὰρ τοσαῦτα ταπεινὰ καὶ ἀνθρώπινα περὶ αὐτοῦ καὶ τῶν ἀποστόλων εἰρηκότων, καὶ αὐτοῦ περὶ ἑαυτοῦ, ὅμως ἴσχυσεν ὁ διάβολος πεῖσαί τινας τῶν ἀθλίων καὶ ταλαιπώρων ἀνθρώπων ἀρνήσασθαι τῆς οἰκονομίας τὸν λόγον καὶ τολμῆσαι εἰπεῖν, ὅτι σάρκα οὐκ ἔλαβε, καὶ τὴν πᾶσαν τῆς φιλανθρωπίας ὑπόθεσιν ἀνελεῖν· εἰ μηδὲν τούτων εἶπε, πόσοι οὐκ ἂν εἰς τὸ βάραθρον τοῦτο κατέπεσον;
Οὐκ ἀκούεις ἔτι καὶ νῦν Μαρκίωνος ἀρνουμένου τὴν οἰκονομίαν, καὶ Μανιχαίου, καὶ Οὐαλεντίνου, καὶ πολλῶν ἑτέρων; Διὰ τοῦτο πολλὰ ἀνθρώπινα καὶ ταπεινὰ φθέγγεται, καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀποῤῥήτου ἀποδέοντας, ἵνα πιστώσηται τῆς οἰκονομίας τὸν λόγον. Καὶ γὰρ σφόδρα ἐσπούδακεν ὁ διάβολος ταύτην ἐκ τῶν ἀνθρώπων τὴν πίστιν ἀνελεῖν, εἰδὼς ὅτι τῆς οἰκονομίας ἐὰν ἀνέλῃ τὴν πίστιν, τὸ πλέον τῶν καθ’ ἡμᾶς οἰχήσεται πραγμάτων. Ἔστι καὶ ἑτέρα μετὰ ταύτην αἰτία, ἡ ἀσθένεια τῶν ἀκουόντων, καὶ τὸ μὴ δύνασθαι τότε πρῶτον αὐτὸν ἰδόντας, καὶ τότε πρῶτον ἀκούοντας, τοὺς ὑψηλοτέρους τῶν δογμάτων δέξασθαι λόγους. Καὶ ὅτι οὐ στοχασμὸς τὸ λεγόμενον, ἀπ’ αὐτῶν σοι παραστῆσαι τοῦτο πειράσομαι τῶν Γραφῶν καὶ δεῖξαι, ὅτι εἲ ποτὲ τι μέγα καὶ ὑψηλὸν καὶ τῆς αὐτοῦ δόξης ἄξιον ἐφθέγξατο· τὶ λέγω μέγα καὶ ὑψηλόν, καὶ τῆς αὐτοῦ δόξης ἄξιον; Εἲ ποτὲ τι τῆς ἀνθρωπίνης φύσεως εἶπε πλέον, ἐθορυβοῦντο καὶ ἐσκανδαλίζοντο. Εἰ δὲ ποτὲ τι ταπεινὸν καὶ ἀνθρώπινον, προσέτρεχον καὶ τὸν λόγον ἐδέχοντο. Καὶ ποῦ τοῦτο ἔστιν ἰδεῖν; φησί. Παρὰ τῷ Ἰωάννῃ μάλιστα εἰπόντος γὰρ αὐτοῦ, «Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη», λέγουσι· «Τεσσαράκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας»; Ὁρᾷς ὅτι ὡς περὶ ἀνθρώπου ψιλοῦ διέκειντο; Τὶ οὖν αὐτός; «Πρὸ τοῦ τὸν Ἀβραὰμ γενέσθαι, φησίν, ἐγὼ εἰμι. Καὶ ἦραν λίθους, ἵνα βάλλωσιν ἐπ’ αὐτόν». Καὶ ὅτε περὶ τῶν μυστηρίων μακροὺς ἐπέτεινε λόγους, λέγων, «Καὶ ὁ ἄρτος δέ, ὃν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, ἡ σὰρξ μου ἐστίν», ἔλεγον, «Σκληρὸς ἐστιν ὁ λόγος οὗτος· τὶς δύναται αὐτοῦ ἀκούειν; Καὶ ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν». Τὶ οὖν ἔδει ποιεῖν; εἰπὲ μοι. Τοῖς ὑψηλοτέροις ἐνδιατρίβειν ῥήμασι διηνεκῶς, ὥστε ἀποσοβῆσαι τὴν θήραν, καὶ πάντας ἀποκρούσασθαι τῆς διδασκαλίας; Ἀλλ’ οὐκ ἦν τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Καὶ γὰρ πάλιν ἐπειδὴ εἶπεν, «Ὁ τὸν λόγον μου ἀκούων, θανάτου οὐ μὴ γεύσηται εἰς τὸν αἰῶνα», ἔλεγον, «Οὐ καλῶς ἐλέγομεν, ὅτι δαιμόνιον ἔχεις; Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις, ὅτι Ὁ τὸν λόγον μου ἀκούων οὐ μὴ γεύσηται θανάτου»; Καὶ τὶ θαυμαστὸν εἰ τὸ πλῆθος οὕτω διέκειτο, ὅπου γὲ καὶ αὐτοὶ οἱ ἄρχοντες ταύτην εἶχον τὴν γνώμην; Ὁ γοῦν Νικόδημος ἄρχων αὐτὸς ὥν, καὶ μετὰ πολλῆς τῆς εὐνοίας πρὸς αὐτὸν ἐλθὼν καὶ εἰπών, «Οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος, τὸν περὶ τοῦ βαπτίζοντος οὐκ ἠδυνήθη δέξασθαι λόγον, πολλῷ μείζονα τῆς ἀσθενείας ὄντα τῆς ἐκείνου»· εἰπόντος γὰρ τοῦ Χριστοῦ, ὅτι «Ἂν μὴ τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ»· οὕτως εἰς ἀνθρωπίνας κατέπεσεν ὑπονοίας, καὶ φησι, «Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὥν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν, καὶ γεννηθῆναι ἄνωθεν»; Τὶ οὖν ὁ Χριστός; «Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐκ ἐπιστεύσατε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε»; Μονονουχὶ ἀπολογούμενος καὶ λέγων, τίνος ἕνεκεν οὐ συνεχῶς αὐτοῖς περὶ τῆς ἄνω γεννήσεως διελέγετο. Πάλιν παρ’ αὐτὸν τοῦ σταυροῦ τὸν καιρὸν μετὰ τὰ μυρία σημεῖα, μετὰ πολλὴν ἐκείνην ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως, ἵνα εἴπῃ, ὅτι «Ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐπὶ τῶν νεφελῶν ἐρχόμενον», οὐκ ἐνεγκὼν τὸ λεχθὲν ὁ ἀρχιερεύς, διέῤῥηξεν αὐτοῦ τὰ ἱμάτια. Πῶς οὖν τούτοις διαλέγεσθαι ἔδει, τοῖς οὐδὲν τῶν ὑψηλῶν φέρουσιν; Ὅτι γὰρ ὅλως οὐκ εἰπὲ τι μέγα καὶ ὑψηλὸν περὶ ἑαυτοῦ, οὐ θαυμαστὸν ἀνθρώποις χαμαὶ συρομένοις, καὶ οὕτως ἀσθενῶς ἔχουσιν.


δ’. Ἤρκει μὲν οὖν καὶ τὰ εἰρημένα δεῖξαι, ὅτι αὕτη ἡ αἰτία καὶ ἡ πρόφασις ἦν τῆς τῶν τότε λεγομένων εὐτελείας· ἐγὼ δὲ καὶ ἀπὸ θατέρου μέρους τοῦτο πειράσομαι ποιῆσαι φανερόν. Ὥσπερ γὰρ αὐτοὺς εἴδεται σκανδαλιζομένους, θορυβουμένους, ἀποπηδῶντας, λοιδορουμένους, φεύγοντας, εἲ ποτὲ τι μέγα καὶ ὑψηλὸν ἐφθέγξατο ὁ Χριστός, οὕτως ὑμῖν αὐτοὺς δεῖξαι πειράσομαι προστρέχοντας καὶ καταδεχομένους τὴν διδασκαλίαν, εἲ ποτὲ τι ταπεινὸν καὶ εὐτελὲς εἶπεν. Αὐτοὶ γάρ, αὐτοὶ ἀοῖ ἀποπηδῶντες, εἰπόντος αὐτοῦ πάλιν, ὅτι «Ἂπ’ ἐμαυτοῦ οὐ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατὴρ μου λαλῶ, εὐθέως προσέδραμον». Καὶ βουλόμενος ἡμῖν ἐνδείξασθαι ὁ Εὐαγγελιστής, ὅτι διὰ τὴν ταπεινότητα τὴν ῥημάτων ἐπίστευσαν, ἐπισημαίνεται λεγεών· «Ταῦτα αὐτοῦ λαλήσαντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν». Καὶ ἀλλαχοῦ πολλαχοῦ τοῦτο εὕροι τὶς ἂν οὕτω συμβαῖνον. Διὰ τοῦτο πολλὰ καὶ πολλάκις ἀνθρωπίνως, ἀλλὰ θεοπρεπῶς, καὶ τῆς εὐγενείας ἀξία τῆς ἑαυτοῦ, τὸ μὲν τῇ τῶν δογμάτων προνοῶν ὀρθότητος. Ἵνα γὰρ μὴ ἡ συγκατάβασις διαπαντὸς γινομένη εἰς τὴν περὶ τῆς ἀξίας αὐτοῦ δόξαν παραβλάψειε τοὺς μετὰ ταῦτα, οὐδὲ ἐκείνου τοῦ μέρους ἠμέλησεν· ἀλλὰ καίτοι προειδώς, ὅτι οὐκ ἀκούσονται, ἀλλὰ καὶ λοιδορήσονται αὐτῷ, καὶ ἀποπηδήσουσιν, ὅμως εἶπεν, αὐτὸ τε τοῦτο ὅπερ εἶπον κατασκευάζων, καὶ δεικνὺς τὴν αἰτίαν, δι’ ἢν καὶ τὰ ταπεινὰ αὐτοῖς ἀνέμιξε ῥήματα. Αὕτη δὲ ἦν, τὸ μηδέπω δύνασθαι δέξασθαι τὸ μέγεθος τῶν λεγομένων. Καὶ εἰ μὴ τοῦτο κατασκευάσαι ἐβούλετο, περιττὴ τῶν ὑψηλῶν δογμάτων ἦν ἡ διδασκαλία τοῖς οὐκ ἀκουσομένοις, οὐδὲ προσέξουσιν· νῦν δὲ εἰ καὶ ἐκείνους μηδὲν ὠφελεῖ, ἀλλ’ ἡμᾶς ἐπαίδευε, καὶ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν ἔχειν παρεσκεύαζε, καὶ ἔπειθεν ὅτι διὰ τὸ μὴ δύνασθαι μηδέπω τὸ μέγεθος τῶν λεγομένων δέχεσθαι ἐκείνους, ἐπὶ τὸ ταπεινότερον τὸν λόγον μετήγαγεν. Ὅταν οὖν ἴδῃς αὐτὸν ταπεινὰ λέγοντα, μὴ τῆς εὐτελείας τῆς κατὰ τὴν οὐσίαν, ἀλλὰ τῆς ἀσθενείας τῆς κατὰ τὴν διάνοιαν τῶν ἀκροατῶν εἶναι νόμιζε τὴν συγκατάβασιν. Βούλεσθε εἴπω καὶ τρίτην αἰτίαν; Οὐ γὰρ δὴ μόνον διὰ τὴν τῆς σαρκὸς περιβολήν, οὐδὲ διὰ τὴν ἀσθένειαν τῶν ἀκροατῶν, ἀλλὰ καὶ διὰ τὸ βούλεσθαι διδάσκειν ταπεινοφρονεῖν τοὺς ἀκούοντας, πολλὰ ταπεινὰ καὶ ἐποίει καὶ ἔλεγε· καὶ ἔστι καὶ αὕτη τρίτη πάλιν αἰτία. Ὁ γὰρ ταπεινοφρονεῖν διδάσκων, οὐχὶ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων τοῦτο παιδεύει, καὶ λόγῳ καὶ ἔργῳ μετριάζων· «Μάθετε γάρ, φησίν, ἀπ’ ἐμοῦ ὅτι πρᾶός καἰ ταπεινὸς εἰμι τῇ καρδίᾳ»· καὶ πάλιν ἀλλαχοῦ· «Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι». Ὁ τοίνυν ταπεινοὺς διδάσκων γίνεσθαι, καὶ μηδαμοῦ τοῖς πρωτείοις ἐπιτρέχειν, ἀλλὰ καταδέχεσθαι τὸ ἐλαττοῦσθαι πανταχοῦ, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων εἰς τοῦτο ἐνάγων, πολλὰς εἶχε προφάσεις τοῦ ταπεινὰ φθέγγεσθαι. Ἔστι καὶ τετάρτην αἰτίαν εἰπεῖν, οὐκ ἐλάττω τῶν εἰρημένων. Τὶς δὲ ἐστιν αὕτη; Τὸ μὴ διὰ τὴν πολλὴν ἐγγύτητα καὶ ἄφατον τῶν ὑποστάσεων εἰς ἑνὸς προσώπου ποτὲ ὑπόνοιαν ἡμᾶς ἐμπεσεῖν, ὅπου γε καὶ νῦν ὀλιγάκις αὐτοῦ τι τοιοῦτον εἰπόντος, πρὸς τὴν ἀσέβειαν ταύτην ἤδη τινὲς ἐξώλισθον. Σαβέλλιος γοῦν ὁ Λίβυς ἀκούσας αὐτοῦ λέγοντος· «Ἐγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμεν», καί, «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα», τὴν ἀπὸ τὴν ῥημάτων τούτων ἐγγύτητα πρὸς τὸν γεγεννηκότα ἐμφαινομένην εἰς ἀσεβείας ὑπόθεσιν, καὶ ἑνὸς προσώπου καὶ μιᾶς ὑποστάσεως ὑπόνοιαν ἥρπασεν. Οὐχ αὗται δὲ μόνον εἰσιν αἱ προφάσεις, ἀλλὰ καὶ τὸ μηδένα νομίσαι αὐτὸν εἶναι τὴν πρώτην καὶ ἀγέννητον οὐσίαν, καὶ μείζονα τοῦ γεγεννηκότος αὐτὸν ὑπολαβεῖν. Καὶ γὰρ καὶ ὁ Παῦλος αὐτὸ τοῦτο φαίνεται δεδοικώς, μὴ τις ὑποπτεύσῃ ποτὲ τὸ ἀσεβὲς τοῦτο δόγμα καὶ πονηρόν. Εἰπὼν γοῦν, «Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ», καὶ προσθείς, ὅτι, «Πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ», ἐπήγαγεν· «Ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα»· οὐκ ἂν ἐπαγαγών, εἰ μὴ ἔδεισε, μὴ ποῦ διαβολικὴ τοιαύτη τις ἔννοιαν γένηται. Πολλαχοῦ δὲ καὶ τὸν τῶν ῥημάτων ὕψους, καὶ πρὸς τὴν ὑπόνοιαν δὲ τῶν διαλεγομένων αὐτῷ πολλάκις ἀποκρινόμενος, ὡς ὅταν λέγῃ· «Ἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής». Πρὸς τὴν ἐκείνων γὰρ ὑπόνοιαν ἀποτεινόμενος οὕτως εἶπεν· οὐ γὰρ δὴ τοῦτο ἠθέλησε δεῖξαι, ὅτι οὐκ ἐστιν ἀληθής, ἀλλ’ ὡς ὑμεῖς νομίζετε καὶ ὑποπτεύετε, φησί, μὴ βουλόμενοί με παραδέξασθαι αὐτὸν περὶ ἑαυτοῦ λέγοντα.



ε’. Καὶ ἄλλας δὲ πλείους αἰτίας ἐστὶν εὑρεῖν. Τῆς ἐν οὖν ταπεινότητος τῶν ῥημάτων πολλὰς ἂν ἔχοιμεν εἰπεῖν προφάσεις· σὺ δὲ εἰπὲ τῶν ὑψηλῶν δογμάτων μίαν πρόφασιν ἑτέραν, πλὴν ἧς ἡμεῖς εἰρήκαμεν· αὕτη δὲ ἦν τὸ βούλεσθαι αὐτὸν τὴν οἰκείαν εὐγένειαν ἡμῖν ἐνδείκνυσθαι· ἀλλ’ οὐκ ἂν ἔχοις ἑτέραν εἰπεῖν. Ὁ μὲν γὰρ μέγας δύναιτ’ ἂν καὶ μικρὸν τι περὶ ἑαυτοῦ λέγειν, καὶ οὐκ ἔστιν ἔγκλημα ἐπιεικείας γὰρ τοῦτό ἐστιν· ὁ δὲ μικρός, εἰ μέγα τι ἔρι ἑαυτοῦ εἴποι ποτέ, οὐ διαφεύξεται κατηγορίαν ἀλαζονεία γὰρ ἐστι. Διὰ τοῦτο τὸν μὲν ὑψηλὸν ἅπαντες ἐπαινοῦμεν ὅταν περὶ ἑαυτοῦ ταπεινὰ λέγῃ· τὸν δὲ ταπεινὸν οὐδεὶς ἐπαινέσεται, εἲ ποτὲ τι μέγα περὶ ἑαυτοῦ εἴποι. Ὥστε εἰ πολλῷ καταδεέστερος ἦν τοῦ Πατρὸς ὁ Υἱός, ὡς ὑμεῖς φατε, οὐκ ἔδει ῥήματα αὐτὸν λέγειν, δι’ ὧν ἐδείκνυ τῷ γεγεννηκότι ἴσον ὄντα ἑαυτόν· ἀλαζονεία γὰρ τοῦτο ἦν· τὸ μέντοι ἴσον ὄντα τοῦ γεγεννηκότος λέγειν τινὰ ταπεινὰ καὶ εὐτελῆ, οὐδεμία μέμψις, οὐδὲ αἰτία· ἔπαινος γὰρ τοῦτό ἐστι καὶ θαῦμα μέγιστον. Καὶ ἵνα σαφέστερα γένηται τὰ εἰρημένα, καὶ μάθητε πάντες ὑμεῖς, ὅτι οὐ καταστοχαζόμεθα τῶν θείων Γραφῶν, φέρε τῇ τῶν εἰρημένων αἰτιῶν τούτων τὴν πρώτην μεταχειρισώμεθα νῦν, καὶ δείξωμεν ποῦ διὰ τὴν τῆς σαρκὸς περιβολὴν φανερῶς καταδεέστερα τῆς οὐσίας τῆς ἑαυτοῦ ῥήματα φθέγγεται· καί, εἰ δοκεῖ, τὴν εὐχὴν αὐτὴν εἰς μέσον ἀγάγωμεν, ἢν ηὔξατο τῷ Πατρί. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας ἡμῖν· μικρὸν γὰρ ἄνωθεν ὑμῖν τὸ πᾶν διηγήσασθαι βούλομαι. Δεῖπνον ἐγένετό ποτε κατὰ τὴν ἱερὰν νύκτα ἐκείνην, καθ’ ἢν παραδίδοσθαι ἔμελλεν· ἱερὰν γὰρ αὐτὴν ἐγὼ καλῷ, ἐπειδὴ τὰ μυρία ἀγαθά, ἃ κατὰ τὴν οἰκουμένην ἐγένετο, τὴν ἀρχὴν ἐκεῖθεν ἐλάμβανε. Τότε τοίνυν καὶ ὁ προδότης μετὰ τῶν ἕνδεκα ἀνέκειτο μαθητῶν, καὶ δειπνούντων αὐτῶν, φησὶν ὁ Χριστός, «Εἷς ἐξ ὑμῶν παραδώσει με». Τούτων μνημονεύετέ μοι τῶν ῥημάτων, ἵνα ὅταν ἐπὶ τὴν εὐχὴν ἔλθωμεν, ἴδωμεν τίνος ἕνεκεν οὕτως εὔχεται. Καὶ σκόπει μοι κηδεμονίαν Δεσπότου· οὐκ εἶπεν, ὅτι ὁ Ἰούδας παραδώσει με, ὥστε μὴ τῇ περιφανείᾳ τῶν ἐλέγχων ἀναισχυντότερον αὐτὸν ἐργάσασθαι· ὡς δὲ ἐκεῖνος ὑπὸ τοῦ συνειδότος κεντούμενός φησι, «Μὴ τι ἐγὼ εἰμι, Κύριε»; Λέγει αὐτῷ, «Σὺ εἶπας». Καὶ οὐδὲ τότε αὐτοῦ κατηγορῆσαι ἠνέσχετο, ἀλλ’ αὐτὸν ἑαυτοῦ κατέστησεν ἔλεγχον· ἀλλ’ ὅμως οὐδὲ οὕτως ἐγένετο βελτίων, ἀλλὰ λαβὼν τὸ ψωμίον ἐξῆλθεν. Ἐπειδὴ τοίνυν ἐξῆλθε, λαβὼν ὁ Ἰησοῦς τοὺς μαθητὰς φησι· «Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοί»· τοῦ Πέτρου δὲ ἀντιλέγοντος καὶ λέγοντος, «Κἂν πάντες σκανδαλισθήσωνται, ἀλλ’ ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι», πάλιν ὁ Ἰησοῦς φησιν, «Ἀμὴν λέγω σοι, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με». Ὡς δὲ πάλιν ἀντέλεγεν, εἴασεν αὐτὸν λοιπόν. Οὐ πείθῃ, φησί, διὰ τῶν ῥημάτων, ἀλλ’ ἀντιλέγεις· πεισθήσῃ διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι Δεσπότῃ ἀντιλέγειν οὐ χρή. Καὶ τούτων μοι μέμνησθε τῶν ῥημάτων πάλιν· χρήσιμος γὰρ αὐτῶν ἡμῖν ἡ μνήμη τὴν εὐχὴν ἐξετάζουσιν ἔσται. Εἶπε τὸν προδότην, προεῖπε τὴν πάντων φυγήν, καὶ τὸν αὐτοῦ θάνατον· «Πατάξω, φησί, τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα»· προεῖπε τὸν μέλλοντα αὐτὸν ἀρνήσασθαι, καὶ πότε καὶ ποσάκις, καὶ μετὰ ἀκριβείας ἅπαντα. Καὶ μετὰ ταῦτα πάντα ἱκανὴν αὐτοῦ τῆς προγνώσεως τῶν μελλόντων ἀπόδειξιν δούς, ἐλθὼν ἐπὶ τὶ χωρίον εὔχεται· καὶ ἐκεῖνοι μὲν λέγουσιν, ὅτι τῆς θεότητος ἐστιν ἡ εὐχή, ἡμεῖς δὲ λέγομεν, ὅτι τῆς οἰκονομίας. Δικάσατε τοίνυν, καὶ πρὸς αὐτῆς τῆς τοῦ Μονογενοῦς δόξης μηδενὶ κεχαρισμένην τὴν ψῆφον ἐνέγκητε. Εἰ γὰρ καὶ ἐν φίλοις δικάζομαι νῦν, ἀλλ’ ἀντιβολῶ καὶ δέομαι, ἀδέκαστον γενέσθαι τὴν κρίσιν, καὶ μήτε πρὸς ἐμὴν χάριν, μήτε πρὸς ἐκείνων ἀπέχθειαν. Μάλιστα μὲν γὰρ καὶ αὐτόθεν δῆλον, ὅτι οὐκ ἔστι τῆς θεότητος ἡ εὐχή· Θεὸς γὰρ οὐκ εὔχεται, Θεοῦ γὰρ τὸ προσκυνεῖσθαί ἐστι· Θεοῦ τὸ εὐχὴν δέχεσθαι, οὐ τὸ εὐχὴν ἀναφέρειν· ἀλλ’ ὅμως ἐπειδὴ ἀναισχυντοῦσιν, ἀπ’ αὐτῶν τῶν ῥημάτων τῆς εὐχῆς ὑμῖν ποιῆσαι πειράσομαι φανερόν, ὅτι τὸ ὅλον τῆς οἰκονομίας ἐστί, καὶ τῆς κατὰ τὴν σάρκα ἀσθενείας. Ὅταν γὰρ φθέγγηταί τι ταπεινὸν ὁ Χριστός, οὕτω φθέγγεται ταπεινὸν καὶ εὐτελές, ὡς τὴν ὑπερβολὴν τῆς ταπεινότητος τῶν λεγομένων καὶ τοὺς σφόδρα φιλονεικοῦντας δυνηθῆναι πεῖσαι, ὅτι πολὺ τῆς ἀποῤῥήτου καὶ ἀφράστου οὐσίας ἐκείνης ἀποδεῖ τὰ ῥήματα. Ἴωμεν τοίνυν ἐπ’ αὐτὰ τὰ ῥήματα τῆς εὐχῆς· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ». Ἐρωτήσωμεν τοίνυν αὐτοὺς ἐνταῦθα· ἀγνοεῖ, εἴτε δυνατόν, εἴτε οὐ δυνατόν, ὁ πρὸ μικροῦ λέγων ἐν τῷ δείπνῳ. «Εἷς ἐξ ὑμῶν παραδώσει με»; Ὁ πρὸ μικροῦ λέγων, «Γέγραπται, Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα», καί, «Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοί»· ὁ τῷ Πέτρῳ εἰπών, ὅτι, «Ἀρνήσῃ με», καὶ «Ἀρνήσῃ με τρις»· οὗτος ἀγνοεῖ νῦν, εἰπὲ μοί; Καὶ τὶς ἂν τοῦτο εἴποι καὶ τῶν ὁπωσοῦν καθεστηκότων; Καὶ γὰρ ὅταν μὲν ᾗ τὸ ἀγνοούμενον μηδενὶ δῆλον μήτε προφητῶν, μήτε ἀγγέλων, μήτε ἀρχαγγέλων, ἴσως παρέξει τινὰ τοῖς φιλονεικοῦσι λαβήν· ὅταν μέντοι τὸ ἀγνοούμενον οὕτως ᾗ φανερὸν καὶ γνώριμον ἅπασιν, ὡς καὶ ἀνθρώπους αὐτὸ εἰδέναι μετὰ ἀκριβείας, ποία ἀπολογίᾳ καὶ ποία συγγνώμη τοῖς λέγουσιν, ὅτι αὐτὸς ἀγνοῶν ταῦτα ἔλεγε; Τοῦτον τοίνυν τὸν περὶ οὗ λέγω λόγον καὶ δοῦλοι αὐτοῦ φαίνονται μετὰ ἀκριβείας εἰδότες, καὶ ὅτι ἀποθανεῖν, καὶ ὅτι διὰ σταυροῦ τοῦτο παθεῖν αὐτὸν ἔδει, καὶ πρὸ τοσούτων ἐτῶν ἀμφότερα ταῦτα δηλῶν ὁ Δαυῒδ ἔλεγεν ἐκ προσώπου τοῦ Χριστοῦ· «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου»· καὶ τὸ μέλλον ὡς γεγενημένον ἀπήγγειλε, δεικνὺς ὅτι, καθάπερ τὰ συμβάντα ἀμήχανον μὴ γενέσθαι, οὕτω καὶ τοῦτο ἀμήχανον μὴ γεγενῆσθαι. Πάλιν ὁ Ἠσαΐας αὐτοῦ τοῦτο προαναφωνῶν ἔλεγεν· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος». Τοῦτον πάλιν ὁ Ἰωάννης τὸν ἀμνὸν ἰδὼν ἔλεγεν, «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ἐκεῖνος ὁ προῤῥηθείς, φησί. Καὶ ὅρα, οὐχ ἁπλῶς εἴρηται ὁ ἀμνός, ἀλλὰ πρόσκειται τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ καὶ ἕτερος ἦν ἀμνὸς ὁ Ἰουδαϊκός, δηλῶν ὅτι οὗτος τοῦ Θεοῦ ἐστι, διὰ τοῦτο οὕτως εἶπεν. Ἐκεῖνος ὑπὲρ τοῦ ἔθνους προσεφέρετο μόνον, οὗτος ὑπὲρ τῆς οἰκουμένης προσηνέχθη πάσης· κἀκείνου μὲν τὸ αἷμα πληγὴν σωματικὴν ἐκώλυσεν ἐξ Ἰουδαίων μόνον, τοῦτο δὲ τὸ αἷμα τῆς οἰκουμένης ἁπάσης κοινὸς γέγονε καθαρμός. Καὶ τοῦτο δὲ τὸ αἷμα τὸ τοῦ Ἰουδαϊκοῦ ἀμνοῦ ἴσχυσεν ὅπερ ἴσχυσεν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλ’ ἐπειδὴ τούτου τύπος ἦν, τὴν δύναμιν ἔσχεν ἐκείνην.


ς’. Ποῦ τοίνυν εἰσιν οἱ λέγοντες, ὅτι καὶ αὐτὸς Υἱὸς λέγεται, καὶ ἡμεῖς υἱοί, καὶ ἀπὸ τῆς κατὰ τὴν προσηγορίαν κοινωνίας εἰς εὐτέλειαν αὐτὸν ἄγειν ἡμετέραν ἐπιχειροῦντες; Ἰδοὺ γὰρ καὶ ἀμνός, καὶ ἀμνὸς καὶ ἓν μὲν τὸ ὄνομα, τὸ δὲ μέσον τῆς φύσεως ἑκατέρας ἄπειρον. Ὥσπερ οὖν ἀκούων ἐνταῦθα προσηγορίας κοινωνίαν, οὐδὲν ἴσον φαντάζῃ, οὕτω δὴ καὶ ἐνταῦθα ἀκούων υἱὸν καὶ υἱόν, μὴ πρὸς τὴν σὴν εὐτέλειαν κάταγε τὸν Μονογενῆ. Ἀλλὰ τὶ χρὴ λέγειν περὶ τῶν δηλῶν; Εἰ γὰρ τῆς Θεότητός ἐστιν ἡ εὐχή, εὑρεθήσεται καὶ αὐτὸς ἑαυτῷ περιπίπτων καὶ ἐναντιολογῶν καὶ μαχόμενος. Οὗτος γὰρ ὁ ἐνταῦθα εἰπών, «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο», καὶ ὀκνῶν καὶ ἀναδυόμενος πρὸς τὸ πάθος, ἀλλαχοῦ εἰπών, ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι καὶ μαστιγωθῆναι, ἐπειδὴ Πέτρου ἤκουσε λέγοντος, «Ἵλεως σοι, οὐ μὴ ἔσται σοι τοῦτο», οὕτω σφόδρα ἐπετίμησεν, ὡς εἰπεῖν, «Ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων». Καίτοι γε πρὸ βραχέος ἦν αὐτὸν ἐπαινέσας καὶ μακαρίσας, ἀλλ’ ὅμως σατανᾶν αὐτὸν ἐκάλεσεν, οὐχὶ τὸν ἀπόστολον ὑβρίσαι βουλόμενος, ἀλλὰ διὰ τῆς ὕβρεως δεῖξαι θέλων, ὡς οὐ κατὰ γνώμην αὐτῷ τὸ εἰρημένον ἦν, ἀλλ’ οὕτως ἀλλότριον, ὡς τὸν ταῦτα εἰρηκότα, καίτοι Πέτρον ὄντα, μὴ ὀκνῆσαι σατανᾶν ὀνομάσαι. Πάλιν ἀλλαχοῦ φησιν· «Ἐπιθυμίᾳ ἐπεθύμησα τὸ Πάσχα τοῦτο φαγεῖν μεθ’ ὑμῶν». Τίνος οὖν ἕνεκεν τὸ Πάσχα τοῦτό φησι; Καίτοι καὶ ἄλλοτε τὴν ἑορτὴν ταύτην ἐπετέλεσε μετ’ αὐτῶν· τινὸς οὖν ἕνεκεν; Ἐπειδὴ μετ’ αὐτὸ ὁ σταυρὸς ἦν. Καὶ πάλιν, «Πάτερ δόξασόν σου τὸν Υἱόν, ἵνα καὶ ὁ Υἱὸς σου δοξάσῃ σε». Καὶ πολλαχοῦ καὶ προλέγοντα τὸ πάθος, καὶ ἐπιθυμοῦντα γενέσθαι αὐτὸ εὑρίσκομεν, καὶ διὰ τοῦτο παραγενόμενον. Πῶς οὖν ἐνταῦθά φησιν, «Εἰ δυνατόν»; Τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν ἡμῖν ἐνδείκνυται, οὐχ αἱρουμένης ἁπλῶς ἀποῤῥαγῆναι τῆς παρούσης ζωῆς, ἀλλ’ ἀναδυομένης καὶ ὀκνούσης διὰ τὴν ἐξ ἀρχῆς ἐντεθεῖσαν αὐτῇ φιλίαν παρὰ τοῦ Θεοῦ πρὸς τὸν παρόντα βίον. Εἰ γὰρ τοσαῦτα καὶ τηλικαῦτα εἰπόντος αὐτοῦ, ἐτόλμησαν εἰπεῖν τινες, ὅτι σάρκα οὐκ ἀνέλαβεν, εἰ μηδὲν τούτων εἴρητο,κ τὶ οὐκ ἂν εἶπον; Διὰ τοῦτο προλέγει μὲν ὡς Θεὸς ἐκεῖ, καὶ ἐπιθυμεῖ γενέσθαι τὸ πάθος· φεύγει δὲ καὶ παραιτεῖται ἐνταῦθα, ὡς ἄνθρωπος. Ὅτι γὰρ ἑκὼν ἐπὶ τὸ πάθος ἤρχετο, φησίν, «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχὴν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Οὐδὲ αὐτὴν αἴρει ἂπ ἐμοῦ, ἐγὼ ἀπ’ ἐμαυτοῦ τίθημι αὐτήν». Πῶς οὖν λέγει, «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ»; Καὶ τὶ θαυμάζεις, εἰ πρὸ τοῦ σταυροῦ τοσαύτην ἐποίησεν σπουδήν, πιστώσασθαι τῆς σαρκὸς τὴν ἀλήθειαν, ὅπου γὲ κεῖ μετὰ τὴν ἀνάστασιν τὸν μαθητὴν ἰδὼν ἀπιστοῦντα οὐ παρῃτήσατο αὐτῷ καὶ τραύματα καὶ τύπους ἥλων ἐπιδεῖξαι, καὶ χειρὸς ἁφὴ τὰς ὠτειλὰς ὑποβαλεῖν, καὶ εἰπεῖν, «Ἐρεύνησον καὶ ἴδε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει»; Διὰ τοῦτο οὐδὲ ἐξ ἀρχῆς τελείας ἡλικίας τὸν ἄνθρωπον ἀνέλαβεν, ἀλλ’ ἠνέσχετο καὶ συλληφθῆναι, καὶ τεχθῆναι, καὶ γαλακτοτροφηθῆναι, καὶ χρόνον τοσοῦτον ἐπὶ τῆς γῆς διατρίψαι, ἵνα καὶ τῷ μήκει τοῦ χρόνου, καὶ τοῖς ἄλλοις ἅπασιν αὐτὸ τοῦτο πιστώσηται. Ἐπειδὴ γὰρ ἀγγέλοις πολλάκις ἐπὶ τῆς γῆν ἐφάνησαν ἐν ἀνθρώπῳ τύπῳ, καὶ αὐτὸς δὲ ὁ Θεός, τὸ δὲ φαινόμενον οὐκ ἦν σαρκὸς ἀλήθεια, ἀλλὰ συγκατάβασις· ἵνα μὴ νομίσῃς καὶ ταύτην τὴν παρουσίαν τοιαύτην εἶναι, οἷαι ἐκεῖναι ἐγένοντο, ἀλλὰ πιστωθῇς ἀληθῶς, ὅτι σὰρξ ἦν ἀληθινή, καὶ συνελήφθη, καὶ ἐτέχθη, καὶ ἐτράφη, καὶ ἐπὶ φάτνης ἐτέθη, οὐκ ἐν οἰκίσκῳ τινί, ἀλλ’ ἐν καταλύματι, πλήθους ἀπείρου παρόντος, ἵνα δημοσιεύηται αὐτοῦ ἡ γέννησις. Διὰ τοῦτο καὶ σπάργανα, καὶ προφητεῖαι ἄνωθεν αὐτὸ τοῦτο λέγουσαι, οὐχ ὅτι ἄνθρωπος ἔσται μόνον, ἀλλ’ ὅτι καὶ συλληφθήσεται, καὶ τεχθήσεται, καὶ τῷ τῶν παιδίων νόμῳ τραφήσεται. Καὶ τοῦτο ὁ Ἠσαΐας βοᾷ λέγων· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγηται»· καὶ πάλιν, «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν». Ὁρᾷς πῶς καὶ τὴν προτέραν αὐτοῦ ἡλικίαν προανεφώνησαν; Ἐρώτησον τοίνυν τὸν αἱρετικόν· Θεὸς δειλιᾷ, καὶ ἀναδύεται, καὶ ὀκνεῖ, καὶ λυπεῖται; Κἂν εἴπῃ, ὅτι ναί, ἀπόστηθι λοιπόν, καὶ στῆσον αὐτὸν κάτω μετὰ τοῦ διαβόλου, μᾶλλον δὲ καὶ ἐκείνου κατώτερον· οὐδὲ γὰρ ἐκεῖνος τολμήσει τοῦτο εἰπεῖν· ἂν δὲ εἴπῃ, ὅτι οὐδὲν τούτῳ ἄξιον Θεοῦ, εἶπε, οὐκοῦν οὐδὲ εὔχεται Θεός· χωρὶς γὰρ τοῦτον καὶ ἕτερον ἄτοπον ἔσται, ἂν τοῦ Θεοῦ τὰ ῥήματα ᾗ.
Οὔτε γὰρ ἀγωνίαν μόνον ἐμφαίνει τὰ ῥήματα, ἀλλὰ καὶ δύο θελήματα, ἓν μὲν Υἱοῦ, ἓν δὲ Πατρός, ἐναντία ἀλλήλοις· τὸ γὰρ εἰπεῖν, «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ», τοῦτό ἐστιν ἐμφαίνοντος. Τοῦτο δὲ οὐδὲ ἐκεῖνοί ποτε συνεχώρησαν, ἀλλ’ ἡμῶν ἀεὶ λεγόντων τὸ «Ἐγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμεν», ἐπὶ τῆς δυνάμεως, ἐκεῖνοι ἐπὶ τῆς θελήσεως τοῦτο εἰρῆσθαί φασι, λέγοντες Πατρὸς καὶ Υἱοῦ μίαν εἶναι βούλησιν. Εἰ τοίνυν Πατρὸς καὶ Υἱοῦ μία βούλησις ἐστι, πῶς φησιν ἐνταῦθα, «Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ»; Ἂν μὲν γὰρ ἐπὶ τῆς θεότητος τὸ εἰρημένον ᾗ τοῦτο, ἐναντιολογία τις γίνεται, καὶ πολλὰ ἄτοπα ἐκ τούτου τίκτεται· ἂν δὲ ἐπὶ τῆς σαρκός, ἔχει λόγον τὰ εἰρημένα, καὶ οὐδὲν γένοιτ’ ἂν ἔγκλημα. Οὐ γὰρ τὸ μὴ θέλειν ἀποθανεῖν τὴν σάρκα, ἐστὶ κατάγνωσις· φύσεως γὰρ ἐστι τοῦτο· αὐτοὺς δὲ τὰ τῆς φύσεως ἅπαντα χωρὶς ἁμαρτίας ἐπιδείκνυται, καὶ μετὰ πολλῆς τῆς περιουσίας, ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράξαι στόματα. Ὅταν οὖν λέγῃ, «Εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο», καί, «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ», οὐδὲν ἕτερον δείκνυσιν ἀλλ’ ἢ ὅτι σάρκα ἀληθῶς περιβέβληται φοβουμένην θάνατον· τὸ γὰρ φοβεῖσθαι θάνατον καὶ ἀναδύεσθαι καὶ ἀγωνιᾷν ἐκείνης ἐστι. Νῦν μὲν οὖν ἐρήμην αὐτὴν ἀφίησι, καὶ γυμνὴν τῆς οἰκείας ἐνεργείας, ἵνα αὐτῆς δείξας τὴν ἀσθένειαν, πιστώσηται αὐτῆς καὶ τὴν φύσιν· νῦν δὲ αὐτὴν ἀποκρύπτει, ἵνα μάθῃς ὅτι οὐ ψιλὸς ἄνθρωπος ἦν. Ὥσπερ γάρ, εἰ διὰ παντὸς τὰ ἀνθρώπινα ἐνεδείκνυτο, τοῦτο ἂν ἐνομίσθη οὕτως, εἰ διὰ παντὸς τὰ τῆς θεότητος ἐπετέλει, ἠπιστήθη ἂν ὁ τῆς οἰκονομίας λόγος. Διὰ τοῦτο ποικίλλει, καὶ ἀναμίγνυσι καὶ τὰ ῥήματα καὶ τὰ πράγματα, ἵνα μήτε τῇ Παύλου τοῦ Σαμοσατέως, μήτε τῇ Μαρκίωνος καὶ Μανιχαίου νόσῳ καὶ μανίᾳ παράσχῃ πρόφασιν· διὰ τοῦτο καὶ προλέγει τὸ ἐσόμενον ὡς Θεός, καὶ ἀναδύεται πάλιν ὡς ἄνθρωπος.


ζ’. Ἐβουλόμην καὶ ταῖς λοιπαῖς αἰτίαις ἐπεξελθεῖν, καὶ δεῖξαι ἐπ’ αὐτῶν τῶν πραγμάτων, ὅτι ὥσπερ ἐνταῦθα τὴν ἀσθένειαν τῆς σαρκὸς ἐλέγχων ηὔξατο, οὕτω καὶ ἀλλαχοῦ πάλιν τὴν ἀσθένειαν τῶν ἀκουόντων διορθούμενος· οὐ γὰρ δὴ πάντα τὰ ταπεινῶς εἰρημένα διὰ τὴν τῆς σαρκὸς περιβολὴν εἰρῆσθαι χρὴ νομίζειν μόνον, ἀλλὰ καὶ διὰ τὰς ἄλλας ἃς εἶπον αἰτίας· ἵνα δὲ μὴ τῶν εἰρημένων ἐπικλύσω τὸ πλῆθος τῇ περιουσίᾳ τῶν ῥηθήσεσθαι μελλόντων, ἐνταῦθα τὸν πρὸς ἐκείνους στήσας λόγον, καὶ τὰ λειπομένα εἰς ἑτέραν ἀναβαλλόμενος ἡμέραν, πρὸς παραίνεσιν εὐχῆς τρέψομαι πάλιν. Εἰ γὰρ καὶ πολλάκις ἡμῖν περὶ τῆς ὑποθέσεως ταύτης εἴρηται, ἀλλὰ καὶ νῦν ἀναγκαῖον εἰπεῖν. Καὶ γὰρ καὶ τῶν ἱματίων τὰ μὲν ἅπαξ βαφέντα ἐξίτηλον ἔχει τὴν βαφήν, ἃ δὲ πολλάκις καὶ συνεχῶς καθέντες ἀνασπῶσιν οἱ δευσοποιοί, ἀκίνητον διατηρεῖ τὸ τοῦ χρώματος ἄνθος· τοῦτο δὴ καὶ ἐπὶ τῶν ψυχῶν συμβαίνει τῶν ἡμετέρων. Ὅταν γὰρ πολλάκις τῶν αὐτῶν ἀκούσωμεν ῥημάτων, καθάπερ τινὰ βαφὴν τὴν διδασκαλίαν ὑποδεξάμενοι, οὐκ ἂν ῥᾳδίως αὐτὴν ἀποπτύσαιμεν. Μὴ τοίνυν παρέργως ἀκούωμεν· οὐ γὰρ ἐστιν, οὐκ ἔστιν οὐδὲν εὐχῆς δυνατώτερον, οὐδὲ ἴσον. Οὐχ οὕτως ἐστὶ βασιλεὺς λαμπρὸς ἁλουργίδα περιβεβλημένος, ὡς ὁ εὐχόμενος τῇ πρὸς τὸν Θεὸν ὁμιλίᾳ κοσμούμενος. Ὥσπερ γὰρ εἰ στρατοπέδου παρόντος, στρατηγῶν, ἀρχόντων, ὑπάτων πολλῶν, προσελθὼν τις κατ’ ἰδίαν διαλεχθείη τῷ βασιλεῖ, τὰς πάντων ὄψεις ἐπιστρέφει πρὸς ἑαυτόν, καὶ ταύτῃ σεμνότερος γίνεται· οὕτω δὴ καὶ ἐπὶ τῶν εὐχομένων γένοιτ’ ἄν. Ἐννόησον γὰρ πηλίκον ἔσται ἀγγέλων παρόντων, ἀρχαγγέλων παρεστώτων, τῶν Σεραφίμ, τῶν Χερουβίμ, τῶν ἄλλων ἁπασῶν δυνάμεων, αὐτὸν ἄνθρωπον ὄντα μετὰ πολλῆς δύνασθαι προσεῖναι τῆς παῤῥησίας, καὶ τῷ βασιλεῖ τῶν δυνάμεων ἐκείνων διαλέγεσθαι· πόσης τοῦτο οὐκ ἂν ἀντάξιον εἴη τιμῆς; Οὐ τιμὴ δὲ μόνον, ἀλλὰ καὶ ὠφέλεια μεγίστη γένοιτ’ ἂν ἡμῖν ἀπὸ τῆς εὐχῆς, καὶ πρὶν ἢ λαβεῖν ὅπερ αἰτοῦμεν. Ὁμοῦ τε γὰρ τις ἀνέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανόν, καὶ τὸν Θεὸν ἐκάλεσε, καὶ πάντων εὐθέως ἀπέστη τῶν ἀνθρωπίνων πραγμάτων, καὶ μετέστη τῇ διανοίᾳ πρὸς τὴν μέλλουσαν ζωήν, καὶ τὰ ἐν τοῖς οὐρανοῖς φαντάζεται λοιπόν, καὶ οὐδὲν πρὸς τὴν παροῦσαν ἔχει ζωήν, κατὰ τὸν καιρὸν τῆς εὐχῆς, ἐὰν μετὰ ἀκριβείας εὔχηται· ἀλλὰ κἂν θυμὸς ἀνεζέῃ, κοιμίζεται ῥᾳδίως, κἂν ἐπιθυμία φλέγῃ, σβέννυται, κἂν φθόνος τήκῃ, μετὰ πολλῆς τῆς εὐκολίας ἀπελαύνεται· καὶ τοῦτο γίνεται, ὅπερ ὁ προφήτης λέγει, ἀνίσχοντος τοῦ ἡλίου. Τὶ δὲ ἐκεῖνός φησιν; «Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσεται πάντα τὰ θηρία τοῦ δρυμοῦ, σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς· ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται». Ὥσπερ οὖν τῆς ἀκτῖνος ἀνισχούσης πάντα φυγαδεύεται τὰ θηρία, καὶ πρὸς τοὺς φωλεοὺς τοὺς ἑαυτῶν καταδύεται· οὕτω δὴ τῆς εὐχῆς, ὥσπερ τινὸς ἀκτῖνος ἀπὸ τοῦ στόματος τοῦ ἡμετέρου καὶ τῆς γλώττης ἀναφανείσης, φωτίζεται μὲν ἡ διάνοια, πάντα δὲ τὰ ἄλογα καὶ θηριώδη πάθη δραπετεύει καὶ φυγαδεύεται, ,αἱ πρὸς τοὺς οἰκείους καταδύεται φωλεούς, μόνον ἂν μετὰ ἀκριβείας εὐχώμεθα, ἂν μετὰ ψυχῆς διεγηγερμένης καὶ διανοίας νηφούσης. Τότε κἂν διάβολος παρῇ φυγαδεύεται, κἂν δαίμων, ἀναχώρει. Εἰ γὰρ οἰκέτῃ δεσπότου διαλεγομένου, οὐδεὶς ἂν τῶν συνδούλων, οὔτε τις τῶν παῤῥησίαν ἐχόντων προσελθεῖν τολμήσειε καὶ διενοχλῆσαι, πολλῷ μᾶλλον οὗτοι, τῶν προσκεκρουκότων ὄντες καὶ ἀπαῤῥησιάστων, οὐκ ἂν δυνηθεῖεν ἡμῖν ἐνοχλῆσαι τῷ Θεῷ διαλεγομένου, οὐδεὶς ἂν τῶν συνδούλων, οὔτε τις τῶν παῤῥησίαν ἐχόντων προσελθεῖν τολμήσειε καὶ διενοχλῆσαι, πολλῷ μᾶλλον οὗτοι, τῶν προσκεκρουκότων ὄντες καὶ ἀπαῤῥησιάστων, οὐκ ἂν δυνηθεῖεν ἡμῖν ἐνοχλῆσαι τῷ Θεῷ διαλεγομένοις μετὰ τῆς προσηκούσης σπουδῆς. Εὐχὴ χειμαζομένων λιμήν, κλυδωνιζομένων ἀγκύρα, σαλευομένων βακτηρία, πενήτων θησαυρός, πλουτούντων ἀσφάλεια, νοσημάτων ἀναίρεσις, ὑγιείας φυλακή· εὐχὴ καὶ τὰ ἀγαθὰ ὑμῖν ἀκίνητα διατηρεῖ, καὶ τὰ κακὰ μεταβάλλει ταχέως· κἂν πειρασμὸς ἐπέλθῃ, ῥᾳδίως ἀποκρούεται, κἂν ζημία χρημάτων, κἂν ὁτιοῦν ἕτερον τῶν λυπουμένων ἡμῶν τὴν ψυχήν, ἅπαντα ἀπελαύνει ταχέως· εὐχὴ λύπης ἁπάσης φυγαδευτήριον, εὐθυμίας ὑπόθεσις, διηνεκοῦς ἡδονῆς ἀφορμή, φιλοσοφίας μήτηρ. Ὁ δυνάμενος εὔχεσθαι μετὰ ἀκριβείας, κἂν ἁπάντων πενέστερος ᾗ, πάντων ἐστὶ πλουσιώτερος· ὥσπερ ὁ τῆς εὐχῆς πάλιν ἐστερημένος, κἂν ἐν αὐτῷ καθέζηται τῷ θρόνῳ τῷ βασιλικῷ, πάντων ἐστὶ πενέστερος. Οὐχ ὁ Ἀχαὰβ βασιλεὺς ἦν, καὶ χρυσίον εἶχεν ἄφατον καὶ ἀργύριον; Ἀλλ’ ἐπειδὴ εὐχὴν οὐκ εἶχε, περιῄει Ἡλίαν ζητῶν, ἄνθρωπον οὐδὲ καταγώγιον ἔχοντα, οὐδὲ ἱμάτιον, ἀλλ’ ἢ μηλωτὴν μόνην. Τὶ τοῦτο; Εἰπὲ μοι· ὁ τοσαύτας ἔχων ἀποθήκας τὸν οὐδὲν ἔχοντα ζητεῖς; Ναί, φησί. Τὶ γὰρ μοι τῶν ταμείων ὄφελος, τούτου τὸν οὐρανὸν ἀποκλείσαντος, καὶ πάντα ἄχρηστα ἐργασαμένου; Εἶδες πῶς οὗτος εὐπορώτερος ἦν ἐκείνου; Ἕως γὰρ οὗτος ἐφθέγξατο, ὁ βασιλεὺς ἦν ἐν πενίᾳ πολλῇ μετὰ τοῦ στρατοπέδου παντός. Ὢ τοῦ θαύματος, οὐδὲ ἱμάτιον εἶχε, καὶ τὸν οὐρανὸν ἀπέκλεισε. Δι’ αὐτὸ μὲν οὖν τοῦτο ἀπέκλεισε τὸν οὐρανόν, ἐπειδὴ ἱμάτιον, οὐκ εἶχεν· ἐπειδὴ οὐδὲν ἐνταῦθα ἐκέκτητο, διὰ τοῦτο πολλὴν τὴν δύναμιν ἐπεδείξατο· ἀνοίξας γὰρ τὰ χείλη μόνον, μυρίους ἐποίησεν ἄνωθεν κατενεχθῆναι θησαυροὺς ἀγαθῶν. Ὣ στόματος πηγὰς ὄμβρων ἔχοντος· ὢ γλώσσης νιφάδας ὑετῶν ἀφιείσης· ὢ φωνῆς μυρία ἀγαθὰ βρυούσης. Πρὸς δὴ τοῦτον ἀεὶ βλέποντες τὸν πένητα καὶ πλούσιον, τὸν διὰ τοῦτο πλούσιον, ἐπειδὴ πένῃ ἥν, ὑπερορῶμεν τῶν παρόντων, ἐπιθυμῶμεν τῶν μελλόντων. Οὕτω γὰρ καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ πάντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |