ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Λόγος Ὄγδοος Εἰς τὰ ὑπόλοιπα κατὰ αἱρετικῶν

Τετάρτη 1 Ιουνίου 2016

Λόγος Ὄγδοος Εἰς τὰ ὑπόλοιπα κατὰ αἱρετικῶν



Ιωάννης Χρυσόστομος
Τόμος 48

Λόγος Ὄγδοος  Εἰς τὰ ὑπόλοιπα κατὰ αἱρετικῶν, καὶ περὶ κρίσεως καὶ ἐλεημοσύνης, καὶ εἰς τὴν αἴτησιν τῆς μητρὸς τῶν υἱῶν Ζεβεδαιου

α’. Ἐκ πολέμου χθὲς ἐπανήλθομεν, ἐκ πολέμου καὶ μάχης αἱρετικῆς, ᾑμαγμένα τὰ ὅπλα ἔχοντες, τὸ ξίφος τοῦ λόγου πεφοινιγμένον, οὐ σώματα καταβαλόντες, ἀλλὰ λογισμοὺς ἀνελόντες καὶ «Πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ». Τοιοῦτον γὰρ τῆς μάχης ταύτης τὸ εἶδος· διὸ καὶ τοιαύτη τῶν ὅπλων ἡ φύσις· ἅπερ ἀμφότερα διδάσκων ὁ μακάριος Παῦλος ἔλεγε· «Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντα καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ». Ἔδει μὲν οὖν τοῖς ἀπολειφθεῖσιν εἰπεῖν τὰ πτώματα τὰ χθὲς γενόμενα, καὶ διηγήσασθαι τὴν παράταξιν, τὴν συμβολήν, τὴν νίκην, τὰ τρόπαια· ἀλλ’ ἵνα μὴ ῥᾳθυμοτέρους ὑμᾶς ποιήσωμεν, ταῦτα παραδραμόντες, ὥστε τῇ ζημία τοὺς ἀπολειφθέντας ὑμᾶς δηχθέντας σπουδαιοτέρους γενέσθαι, πάλιν τῶν ἑξῆς ἁψόμεθα σήμερον· εἰ δὲ τις σπουδαῖος καὶ διεγηγερμένος ᾗ παρὰ τῶν παραγενομένων εἴσεται τὰ λεχθέντα ἡμῖν τῇ χθὲς ἡμέρᾳ.


Καὶ γὰρ τοσαύτην ἡμῖν οἱ ἀκροαταὶ τὴν προθυμίαν ἐπεδείξαντο, ὡς πάντα λαβόντες οἴκαδε ἀναχωρῆσαι, καὶ μηδὲν ἀφεῖναι διαῤῥυῆναι τῶν εἰρημένων. Ἐκεῖνα μὲν οὖν παρ’ ἐκείνων εἴσεσθε· ἃ δὲ σήμερον ἀναγκαῖον εἰπεῖν, ταῦτα ἡμεῖς ἐροῦμεν ὑμῖν, τὴν ἀντίθεσιν, ἢ οἱ τῶν αἱρετικῶν παῖδες ἀντεπήγαγον, εἰς μέσον προθέντες. Τὶς οὖν ἐστιν αὕτη; Ἐπειδὴ πρώην περὶ τῆς τοῦ Μονογενοῦς ἐξουσίας διελεγόμεθα, δεικνύντες ἴσην οὖσαν τὴν ἐξουσίαν τοῦ γεγεννηκότος αὐτὸν Πατρός, καὶ πολὺν ὑπὲρ τούτων ἀναλώσαμεν λόγον, πληγέντες τοῖς εἰρημένοις ἐκεῖνοι, φωνὴν τινα εὐαγγελικὴν, ἑτέρως μὲν εἰρημένην, ἑτέρως δὲ παρ’ αὐτῶν ὑποπτευθεῖσαν εἰρῆσθαι, ταύτην ἀντεπήγαγον λέγοντες καὶ μὴν γέγραπται· «Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρὸς μου».
Ἐγὼ δὲ ὅπερ ἀεὶ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην, τοῦτο καὶ σήμερον παραινῶ καὶ συμβουλεύω, μὴ ἁπλῶς ἐπιέναι τὰ γράμματα, ἀλλὰ διερευνᾶσθαι τὰ νοήματα· εἰ γὰρ τις ἁπλῶς ταῖς λέξεσι παρακάθοιτο, καὶ μηδὲν πλέον τῶν γεγραμμένων ἐπιζητοίη, πολλὰ ἁμαρτήσεται. Καὶ γὰρ καὶ πτέρυγας τὰ γράμματα ἔχειν φησὶ τὸν Θεόν, τοῦ προφήτου λέγοντος, ὅτι «Ἐν σκέπῃ τῶν πτερύγων σοῦ σκεπάσεις με», ἀλλ’ οὐ παρὰ τοῦτο πτερωτὴν φήσομεν εἶναι τὴν νοερὰν ἐκείνην καὶ ἀνώλεθρον οὐσίαν. Εἰ γὰρ ἐπ’ ἀνθρώπων οὐκ ἑνὶ τοῦτο εἰπεῖν, πολλῷ μᾶλλον ἐπὶ τῆς ἀκηράτου καὶ ἀοράτου καὶ ἀκαταλήπτου φύσεως ἐκείνης. Τὶ οὖν ἐστιν ἀπὸ τῶν πτερύγων νοητέον ἡμῖν; Τὴν βοήθειαν, τὴν ἀσφάλειαν, τὴν σκέπην, τὴν συμμαχίαν, τὸ ἀχείρωτον τῆς βοηθείας. Πάλιν ὑπνοῦν αὐτὸν φασιν αἱ Γραφαὶ οὕτω λέγουσαι· «Ἀνάστηθι, ἰνάτι ὕπνοις Κύριε»; Οὐχ ἵνα τὸν Θεὸν καθεύδειν ὑποπτεύωμεν· τοῦτο γὰρ ἐσχάτης ἀνοίας· ἀλλὰ τῷ ὀνόματι τοῦ ὕπνου τὴν μακροθυμίαν καὶ τὴν ἀνεξικακίαν ἡμῖν ἐμφαίνουσαι. Ἕτερος δὲ προφήτης φησί· «Μὴ ἔσῃ σῷ ἀνθρώπως ὑπνῶν»; Ὁρᾷς ὅτι πολλῆς ἡμῖν τῆς συνέσεως χρεία τὸν θησαυρὸν διερευνωμένοις τῶν θείων Γραφῶν; Ὡς ἐὰν ἁπλῶς καὶ εἰκῆ καὶ ὡς ἔτυχεν ἀκούωμεν τῶν λεγομένων, οὐ μόνον τὰ ἄτοπα ἐκεῖνα ἕψεται, ἀλλὰ καὶ πολλὴ μάχη ἐν τοῖς εἰρημένοις φανεῖται. Ὁ μὲν γὰρ ὑπνοῦν αὐτὸν φησιν, ὁ δὲ μὴ ὑπνοῦν· ἀλλ’ ἀμφότερα ἀληθῆ, ἂν τὴν προσήκουσαν ἔννοιαν ἐκλάβῃς. Ὁ μὲν γὰρ λέγων αὐτὸν ὑπνοῦν τὴν ἐπίτασιν τῆς μακροθυμίας ἐνδείκνυται, ὁ δὲ λέγων μὴ ὑπνοῦν, τὸ ἀκήρατον τῆς φύσεως ἡμῖν ἐμφαίνει. Ἐπεὶ οὖν πολλῆς συνέσεως ἡμῖν χρεία, μηδὲ τοῦτο ἁπλῶς ἐκλάβωμεν τὸ εἰρημένον, τὸ «Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρὸς μου». Οὐ γὰρ ἐξουσίας ἀναίρεσις τοῦτο, οὐδὲ αὐθεντίας καὶ σοφίας καὶ προνοίας τῆς ὑπὲρ τοῦ γένους τοῦ ἡμετέρου. Ὅτι γὰρ κύριός ἐστι καὶ κολάζειν καὶ τιμᾷν, ἄκουσον τὶ φησιν αὐτὸν ὁ ταῦτα λέγων· «Ὅταν ἔλθῃ, φησίν, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, στήσει τὰ πρόβατα ἐκ δεξιῶν, καὶ τὰ ἐρίφια ἐξ εὐωνύμων, καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν αὐτοῦ. Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρὸς μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα καὶ ἐποτίσατέ με. Τοῖς δὲ ἐξ εὐωνύμων ἐρεῖ. Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἄγγελος αὐτοῦ. Ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατε μέ· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με». Εἶδες κρίσιν ἀπηρτισμένην, καὶ πῶς καὶ τιμᾷ καὶ κολάζει, καὶ στεφανοῖ καὶ τιμωρεῖται, καὶ τοὺς μὲν εἰς τὴν βασιλείαν εἰσάγει, τοὺς δὲ εἰς τὴν γέενναν ἀποπέμπει;


β’. Σκόπει δὲ καὶ ἐνταῦθα τὴν πολλὴν περὶ ἡμᾶς αὐτοῦ κηδεμονίαν. Τοῖς μὲν γὰρ στεφανουμένοις ὅτε διελέγετο, «Δεῦτε, φησίν, οἱ εὐλογημένοι τοῦ Πατρὸς μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου»· τοῖς δὲ κολαζομένοις οὐκ εἶπε· Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον ὑμῖν, ἀλλὰ «Τὸ ἡτοιμασμένον τῷ διαβόλῳ». Τὴν μὲν γὰρ βασιλείαν ἀνθρώποις ἡτοίμασα, τὴν δὲ γέενναν οὐκ ἀνθρώποις, φησίν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις τοῖς ἐκείνου παρεσκεύασα. Εἰ δὲ ὑμεῖς τοιοῦτον ἐπεδείξασθε βίον, ὡς ἄξιοι γενέσθαι τῆς κολάσεως καὶ τῆς τιμωρίας, ἑαυτοῖς ἂν εἴητε τοῦτο λογίζεσθαι δίκαιοι. Καὶ σκόπει τὸ πρὸς φιλανθρωπίαν ἐπιῤῥεπές· οὔπω γὰρ τῶν ἀγωνιστῶν γενομένων, οἱ στέφανοι προητοιμάσθησαν, καὶ τὰ βραβεία προπαρεσκευάσθησαν. «Κληρονομήσατε γάρ, φησί, τὴν βασιλείαν τὴν ἡτοιμασμένην ὑμῖν πρὸ καταβολῆς κόσμου». Καὶ ἐπὶ τῆς παραβολῆς δὲ τῶν δέκα παρθένων τὸ τοιοῦτον ἴδοι τις ἄν· ἐπειδὴ γὰρ ἔμελλε παραγίνεσθαι ὁ νυμφίος, λέγουσιν αἱ μωραὶ τάσι φρονίμοις. «Δότε ἡμῖν ἀπὸ τοῦ ἐλαίου ὑμῶν. Αἱ δὲ πρὸς αὐτάς· Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν»· οὐ περὶ ἐλαίου ἐνταῦθα καὶ πυρὸς διαλεγομένη ἡ Γραφή, ἀλλὰ περὶ παρθενίας καὶ φιλανθρωπίας, καὶ τὴν μὲν παρθενίαν ἐν τάξει πυρός, τὴν δὲ ἐλεημοσύνην ἐν τάξει ἐλᾶι τίθησι, δεικνῦσα ὅτι σφόδρα δεῖται φιλανθρωπίας ἡ παρθένια, καὶ ἄνευ ταύτης σωθῆναι οὐκ ἔνι. Τινὲς δὲ οἱ τὸ ἔλαιον τοῦτο πωλοῦντες; Τινὲς ἄλλοι ἀλλ’ ἢ οἱ πένητες; Οὐ γὰρ λαμβάνουσι μᾶλλον ἢ διδόασι. Μὴ δὴ νόμιζε τὴν ἐλεημοσύνην ἀνάλωμα εἶναι, ἀλλὰ πρόσοδον, μηδὲ δαπάνην, ἀλλὰ πραγματείαν· μείζονα γὰρ λαμβάνεις ἢ δίδως. Δίδως ἄρτον, καὶ λαμβάνεις ζωὴν αἰώνιον· δίδως ἱμάτιον, καὶ λαμβάνεις ἀφθαρσίας περιβόλαιον· δίδως κοινωνίαν στέγης, καὶ λαμβάνεις βασιλείαν οὐρανῶν· παρέχεις τὰ ἀπολλύμενα, καὶ δέχῃ τὰ διηνεκῶς μένοντα. Καὶ πῶς ἂν δύναμαι ἐλεεῖν, πένης, φησίν, ὤν;
Μάλιστα ὅταν πένης ἧς, τότε δύνασαι ἐλεεῖν. Ὁ μὲν γὰρ πλουτῶν μεθύων τῇ περιουσίᾳ τῶν χρημάτων, καὶ πυρετὸν χαλεπώτατον πυρέττων, καὶ ἀκόρεστον ἔχων ἔρωτα, πλείονα ποιεῖν τὰ ὄντα βούλεται· ὁ δὲ πένης ταύτης ἀπηλλαγμένος τῆς νόσου, καὶ τῆς ἀῤῥωστίας καθαρεύων, εὐκολώτερον ἐκ τῶν ὄντων προήσεται. Οὐ γὰρ τὰ μέτρα τῆς οὐσίας, ἀλλὰ τὰ μέτρα τῆς γνώμης τὴν ἐλεημοσύνην ἐργάζεσθαι πέφυκεν· ἐπεὶ καὶ ἡ χήρα ἐκείνη τότε δύο κατέβαλεν ὀβολούς, καὶ τοὺς τῷ πλούτῳ κομῶντας ὑπερηκόντισε, καὶ ἡ ἕτερα χήρα ἐν δρακὶ ἀλεύρου καὶ ὀλίγῳ ἐλαίῳ τὴν οὐρανομήκη ψυχὴν ἐκείνην ἐξενοδόχησε, καὶ οὐδεμιᾷ τούτων γέγονεν ἡ πενία κώλυμα. Μὴ δὲ προφασίζου περιττὰ καὶ ἀνόνητα· οὐ γὰρ περιουσίαν εἰσφορᾶς ἀπαιτεῖ, ἀλλὰ πλοῦτον προαιρέσεως· ὃς οὐκ ἀπὸ τοῦ μέτρου τῶν δεδομένων, ἀλλὰ ἀπὸ τῆς προθυμίας τῶν παρεχόντων δείκνυται. Πένης εἶ, καὶ πάντων ἀνθρώπων πενέστερος; Ἀλλ’ οὐκ εἶ τῆς χήρας ἐκείνης πτωχότερος, ἢ τοὺς πλουτοῦντας ἐκ πολλοῦ τοῦ περιόντος ὑπερηκόντισεν. Ἀλλὰ καὶ αὐτῆς ἀπορεῖς τῆς ἀναγκαίας τροφῆς; Ἀλλ’ οὐκ εἶ τῆς Σιδωνίας ἀπορώτερος, ἢ πρὸς αὐτὸν ἐλθοῦσα τοῦ λιμοῦ τὸν πυθμένα, τοῦ θανάτου προσδοκωμένου λοιπόν, καὶ χοροῦ παίδων περιεστῶτος, οὐδὲ οὕτως ἐφείσατο τῶν ὄντων, ἀλλὰ διὰ τῆς ἐπιτεταμένης πενίας πλοῦτον ἄφατον ἐπρίατο, ἅλωνα τὴν χεῖρα καὶ ληνὸν τὴν ὑδρίαν ἐργασαμένη, ἐξ ὀλίγων πολλὰ πηγάζειν παρασκευάσασα. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἴωμεν, ἵνα μὴ συνεχεῖς τὰς παρεκτροπὰς ποιώμεθα. Ἐπειδὴ οὖν ἔμελλεν ὁ νυμφίος ἔρχεσθαι, ταῦτα πρὸς ἀλλήλας αἱ παρθένοι διελέγοντο. Ἐκεῖναι δὲ πρὸς τοὺς πωλοῦντας ἔπεμπον αὐτάς· ἀλλ’ οὐκ ἦν καιρὸς οὐκέτι λοιπὸν ἀγοράζειν ἔλαιον· εἰκότως. Οἱ γὰρ πωλοῦντες ἐν τῷ παρόντι βίῳ μόνον εἰσί· μετὰ δὲ τὴν ἐντεῦθεν ἀποδημίαν τοῖς γεγενημένοις εὑρεῖν, οὐδὲ συγγνώμην καὶ ἀπολογίαν, ἀλλ’ ἀνάγκη λοιπὸν κολάζεσθαι· ὅπερ καὶ τότε γέγονεν. Ἐπειδὴ γὰρ ἦλθεν ὁ νυμφίος, αἱ μὲν εἰσῆλθον λαμπρὰς ἔχουσαι τὰς λαμπάδας, αἱ δέ, ὑστερήσασαι τῆς εἰσόδου, τὰς θύρας ἐπάτασσον τοῦ νυμφῶνος, καὶ τὸ φοβερὸν ῥῆμα ἐκεῖνο ἤκουον· Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς. Εἶδες αὐτὸν πάλιν καὶ τιμῶντα καὶ κολάζοντα, καὶ στεφανοῦντα καὶ τιμωροῦντα, καὶ δεχόμενον καὶ ἀποπέμποντα, καὶ ἑκατέρου τοῦ μέρους τῆς κρίσεως ὄντα κύριον; Τοῦτο καὶ ἐπὶ τοῦ ἀμπελῶνος, τοῦτο καὶ ἐπὶ τῶν πέντε καὶ δύο ταλάντων,καὶ τοῦ ἑνὸς ἴδοι τις ἄν· τοὺς μὲν γὰρ ἀπεδέξατο, καὶ εἰσήγαγεν ἐπὶ πλείοσι, τὸν δὲ ἐκέλευσε δεθέντα ἔξω βάλλεσθαι εἰς τὸ σκότος τὸ ἐξώτερον.


γ’. Ἀλλὰ τὶς αὐτῶν ὁ δριμὺς λόγος, μᾶλλον δὲ πολλῆς ἀνοίας γέμων; Ἔχειν μὲν ἐξουσίαν καὶ κολάζειν καὶ στεφανοῦν, καὶ τιμωρεῖσθαι καὶ ἀμοιβὰς διδόναι, ἀλλὰ τὴν ἀνωτάτω προεδρίαν, φησί, καὶ τὴν ὑψηλοτάτην τιμήν, ταύτην ἔφησεν οὐκ εἶναι αὐτοῦ δοῦναι· τὶ οὖν ἐὰν μάθῃς ὅτι οὐδὲν ἐστιν ὑπεξῃρημένον αὐτοῦ τῆς ψήφου, ἀποθήσῃ ποτὲ τὴν ἄκαιρον ταύτην φιλονεικίαν; Οὐκοῦν αὐτοῦ πάλιν ἄκουε λέγοντος· «Ὁ πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ». Εἰ τοίνυν πᾶσαν ἔχει τὴν κρίσιν, οὐδὲν ὑπεξῄρηται τῆς ψήφου· ὁ γὰρ πᾶσαν ἔχων τὴν κρίσιν, κύριός ἐστι πάντας καὶ τιμωρεῖσθαι καὶ στεφανοῦν. Τὸ δέ, ἔδωκεν, ἐνταῦθα μὴ ἀνθρωπίνως ἀκούσῃς ἀγαπητέ· οὐ γὰρ οὐκ ἔχοντι ἔδωκεν, οὐδὲ ἀτελῆ ἐγέννησεν, οὐδὲ ὕστερον αὐτῷ προσεγένετο, ἀλλὰ τό, «ἔδωκε», τοιοῦτόν ἐστι, τοιοῦτον αὐτὸν ἐγέννησε, τέλειον, ἀπηρτισμένον. Ταύτῃ δὲ κέχρηται τῇ λέξει, ἵνα μὴ δύο γεννητοὺς νομίσῃς θεούς, ἀλλ’ ἵνα εἰδῇς καὶ τὴν ῥίζαν καὶ τὸν καρπόν· οὐχ ἵνα ὕστερον αὐτῷ προσγεγενῆσθαι νομίσῃς τοῦτο. Καὶ γὰρ ἐρωτώμενος ἀλλαχοῦ, «Οὐκοῦν βασιλεὺς εἶ σύ»; Οὐκ εἶπεν, ὅτι Ἔλαβον τὴν βασιλείαν· οὐκ εἶπεν, ὅτι προσεγένετο αὐτῷ ὕστερον ἡ βασιλεία· ἀλλ’ ὅτι «Ἐγὼ εἰς τοῦτο γεγέννημαι». Εἰ βασίλευες ἀπηρτισμένος ἐγεννήθη, εὔδηλον ὅτι καὶ κριτὴς καὶ δικαστής· βασιλέως γὰρ μάλιστα τὸ κρίνειν, καὶ δικάζειν, καὶ τιμᾷν, καὶ τιμωρεῖσθαι. Καὶ ἑτέρωθεν δὲ τοῦτο ἴδοι τις ἄν, ὅτι καὶ τὰς ἄνω τιμὰς κύριος αὐτὸς ἐστι διδόναι. Ὅταν γὰρ παραγάγωμεν εἰς τὸ μέσον τὸν πάντων ἀνθρώπων ἀμείνω, καὶ δείξωμεν τοῦτον ὑπ’ αὐτοῦ στεφανούμενον, ποία λοιπὸν ὑπολειφθήσεται πρόφασις ὑμῖν;
Τὶς οὖν ἁπάντων ἀνθρώπων ἀμείνων; Τὶς δὲ ἕτερος ἀλλ’ ἢ ὁ σκηνοποιὸς ἐκεῖνος, ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ γῆν καὶ θάλασσαν καθάπερ ὑπόπτερος περιδραμών, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ νυμφαγωγὸς τοῦ Χριστοῦ, ὁ τῆς ἐκκλησίας φυτουργός, ὁ σοφὸς ἀρχιτέκτων, οἱ κῆρυξ, ὁ δρομεύς, ὁ ἀγωνιστής, ὁ στρατιώτης, ὁ παιδοτριβῆς, ὁ πανταχοῦ τῆς οἰκουμένης ὑπομνήματα τῆς οἰκείας ἀρετῆς καταλιπών, ὁ πρὸ τῆς ἀναστάσεως εἰς τρίτον ἁρπαγεὶς οὐρανόν, ὁ εἰς παράδεισον ἀπενεχθείς, ὁ ἀποῤῥήτων κοινωνήσας τῷ Θεῷ μυστηρίων, ὁ τοιαῦτα ἀκούσας καὶ λαλήσας, ἃ ἀνθρωπίνη φύσει λαλῆσαι οὐκ ἔνι, ὁ καὶ χάριτος πλείονος ἀπολαύσας, καὶ μείζονα κόπον ἐπιδειξάμενος; Ὅτι δὲ πλεῖον ἁπάντων ἔκαμεν, ἄκουσον αὐτοῦ λέγοντος, ὅτι «Περισσότερον αὐτῶν πάντων ἐκοπίασα». Εἰ δὲ περισσότερον πάντων ἔκαμε, περισσότερον καὶ στεφανοῦται· «Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον». Εἰ τοίνυν μείζονα τῶν ἀποστόλων λαμβάνει στέφανον (τῶν δὲ ἀποστόλων ἴσο οὐδεὶς γέγονεν, οὗτος δὲ κἀκείνων μείζων), εὔδηλον ὅτι τῆς ἀνωτάτω ἀπολαύσεται τιμῆς καὶ προεδρίας. Τὶς οὖν ἐστιν ὁ αὐτὸν στεφάνων; Ἄκουσον αὐτοῦ λέγοντος· «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀποκεῖταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνη τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής. Ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ». Οὐκ ἐντεῦθεν δὲ τοῦτο μόνον δῆλον, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς. «Οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ». Τινὸς δὲ ἐστιν ἡ ἐπιφανείᾳ; Ἄκουσον αὐτοῦ λέγοντος, «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ».


δ’. Ἀλλ’ ἡ μὲν πρὸς τοὺς αἱρετικοὺς ἡμῖν μάχη τέλος ἔχει, καὶ τὸ τρόπαιον ἐστήσαμεν, καὶ τὴν νίκην λαμπρὰν ἠράμεθα, ἐκ τῶν εἰρημένων ἁπάντων ἀποδείξαντες, ὅτι κύριος καὶ τιμᾷν καὶ κολάζειν ἐστί, πασᾶν τὲ τὴν κρίσιν ἔχων, καὶ τὸν ἁπάντων ἀμείνω στεφάνων καὶ ἀνακηρύττων, καὶ ἐν ταῖς παραβολαῖς ἐκείναις ἑκάτερα αὐτὸς ἐργαζόμενος. Δεῖ δὲ λοιπὸν καὶ τὸν θόρυβον τῶν ἀδελφῶν ἐκβαλεῖν, καὶ διδάξαι τινὸς ἕνεκεν οὕτως εἴρηκεν, ὅτι «Οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι»· καὶ γὰρ οἶμαι πολλοὺς ἐπαπορεῖν τοῖς εἰρημένοις. Ἳν’ οὖν καὶ τὴν ἀπορίαν λύσωμεν, καὶ τὸν θόρυβον τῆς ψυχῆς κατευνάσωμεν, συντείνατέ μοι τὴν διάνοιαν, παρασκευάσατέ μοι τὴν γνώμην· καὶ γὰρ πλείονός μοι πόνου δεῖ νῦν. Οὐ γὰρ ἐστιν ἴσον πολεμεῖν καὶ διδάσκειν, βάλλειν τὸν ἐχθρόν, καὶ διορθοῦσθαι τὸν οἰκεῖον, ἀλλὰ πλείονός μοι χρεία ἐνταῦθα τῆς σπουδῆς, ὥστε μὴ παριδεῖν τὸ μέρος χωλεῦον, μηδὲ τινα θορυβούμενον παραδραμεῖν. Λέγω γάρ, ἀλλὰ μὴ θορυβεῖσθε πρὸς τὰ λεγόμενα, μηδὲ ταράττεσθε· οὐ μόνον γὰρ τοῦ Υἱοῦ φημι μὴ εἶναι, ἀλλ’ οὐδὲ τοῦ Πατρός· καὶ μεγάλη ταῦτα βοῶ τῇ φωνῇ, καὶ σάλπιγγος λαμπρότερον, ὅτι οὐκ ἔστιν αὐτοῦ δοῦναι, οὔτε αὐτοῦ, οὔτε τοῦ Πατρός. Εἰ γὰρ αὐτοῦ ἦν, καὶ τοῦ Πατρὸς ἦν· εἰ τοῦ Πατρὸς ἦν, καὶ αὐτοῦ ἦν. Διὰ τοῦτο καὶ αὐτὸς οὐκ εἶπεν ἁπλῶς, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλὰ τί; «Οὐκ ἐστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται». Δείκνυσιν ὅτι οὔτε αὐτοῦ, οὔτε τοῦ Πατρός, ἀλλ’ ἑτέρων τινῶν. Τὶ οὖν ἐστι τὸ εἰρημένον; Οἶμαι γὰρ ὑμῖν ηὐξῆσθαι τὸν θόρυβον, καὶ πλείονα γενέσθαι τὴν ἀπορίαν, καὶ ἐναγωνίους εἶναι· ἀλλὰ μὴ δείσητε· οὐ γὰρ ἀποστήσομαι, ἕως ἂν ἐπαγάγω τὴν λύσιν. Μικρὸν δὲ ἀνάσχεσθε ἀνωτέρω τὸν λόγον ἀνάγοντος· οὐ γὰρ ἑτέρως μετὰ σαφηνείας ἅπαντα ὑμῶν παρακαταθέσθαι τῇ γνώμῃ δυνατόν. Τὶ ποτ’ οὖν ἐστι τὸ εἰρημένον; Ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου, Ἰακώβου καὶ Ἰωάννου, ἀναχωροῦντι πρὸς τὰ Ἱεροσόλυμα τῷ Ἰησοῦ προσῆλθε μετὰ τῶν παίδων λέγουσα, «Εἰπὲ ἵνα οἱ δύο υἱοὶ μου καθίσωσιν εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου». Ἕτερος δὲ εὐαγγελιστὴς φησίν, ὅτι οἱ παῖδες ταῦτα ᾐτοῦντο παρὰ τοῦ Χριστοῦ. Ἀλλ’ οὐκ ἔστι διαφωνία (οὐδὲ γὰρ ταῦτα δεῖ τὰ μικρὰ παρατρέχειν)· ἀλλὰ τὴν μητέρα προβαλλόμενοι, ἐπειδὴ εἶπεν ἐκείνη καὶ θύραν ἤνοιξε, καὶ αὐτοὶ τὴν ἱκετηρίαν προσήγαγον, οὐκ εἰδότες μὲν ἅπερ ἔλεγον, λέγοντες δὲ ὅμως. Εἰ γὰρ καὶ ἀπόστολοι ἦσαν, ἀλλ’ ἀτελέστερον ἔτι διέκειντο, καθάπερ νεοττοὶ ὡς ἐν καλιᾷ πλανώμενοι, οὐδέπω τοῦ πτεροῦ παγέντος αὐτοῖς. Καὶ τοῦτο μάλιστα ὑμᾶς ἀναγκαῖον εἰδέναι, ὅτι πρὸ τοῦ σταυροῦ ἐν πολλῇ ἦσαν ἄγνοια· διὸ καὶ ἐπιτιμῶν αὐτοῖς ἔλεγεν· «Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὔπω νοεῖτε οὐδὲ συνίετε, ὅτι οὐ περὶ τῶν ἄρτων εἶπον ὑμῖν προσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων»; Καὶ πάλιν, «Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι». Οὐ μόνον δὲ ἠγνόουν τὰ ὑψηλοτέρα, ἀλλὰ καὶ ἃ ἤκουον ἀπέβαλλον ἀπὸ φόβου καὶ δειλίας πολλάκις· ὅπερ ὀνειδίζων αὐτοῖς ἔλεγεν· «Οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; Ἀλλ’ ὅτι ταῦτα εἶπον ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν». Καὶ πάλιν, «Ἐκεῖνος ὑμᾶς ἀναμνήσει πάντα, καὶ διδάξει ὑμᾶς», περὶ τοῦ Παρακλήτου λέγων. Οὐκ ἂν δὲ εἶπεν, ἀναμνήσει, εἰ μὴ πολλὰ τῶν εἰρημένων ἐξέβαλον. Ταῦτα δὲ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ἐπειδὴ φαίνεται Πέτρος, νῦν μὲν ἀπηρτισμένην ὁμολογίαν ὁμολογῶν, νῦν δὲ πάντων ἐπιλελησμένος. Ὁ γὰρ εἰπών, «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος», καὶ μακαρισθεὶς ἐπὶ τούτοις, τοιοῦτον ἥμαρτε μετὰ μικρόν, ὡς σατανᾶς προσαγορευθῆναι· λέγει γάρ, «Ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλον μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων». Τὶ γένοιτ’ ἂν ἀτελέστερον τοῦ τὰ αὐτοῦ μὴ φρονοῦντος, ἀλλὰ τὰ τῶν ἀνθρώπων; Ἐπειδὴ γὰρ περὶ σταυροῦ αὐτῷ διελέγετο καὶ ἀναστάσεως, οὐκ εἰδὼς τῶν λεγομένων τὸ βάθος, οὐδὲ τῶν δογμάτων τὸ ἀπόῤῥητον, οὐδὲ τὴν μέλλουσαν τῇ οἰκουμένῃ σωτηρίαν καταλαμβάνειν, λαβὼν αὐτὸν κατ’ ἰδίαν ἔλεγεν· «Ἵλεώς σοι γίνου, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο». Ὁρᾷς πῶς οὐδὲ περὶ ἀναστάσεως οὐδὲν ᾔδεισαν σαφές; Καὶ τοῦτο αὐτὸ ὁ εὐαγγελιστὴς ἐπισημαινόμενος ἔλεγεν· «Οὐδέπω γὰρ ᾔδεισαν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι». Οἱ δέ, ταῦτα οὐκ ἐπιστάμενοι, πολλῷ μᾶλλον τὰ ἀλλὰ ἠγνόουν· οἷον τὰ περὶ βασιλείας τῆς ἀῶν, καὶ τῆς ἀπαρχῆς τῆς ἡμετέρας, καὶ τῆς ἀναλήψεως τῆς εἰς τὸν οὐρανὸν καὶ χθαμαλοὶ τινες ἦσαν ἔτι, οὐδέπω δυνάμενοι ὑψηλὰ πέτεσθαι.



ε’. Ἅτε οὖν τοιαύτην ἔχοντες ἔννοιαν, καὶ προσδοκῶντες ὅτι εὐθέως ἀπαντήσει αὐτῷ ἡ βασιλεία ἐν Ἰεροσολὺμοις (ταύτης γὰρ οὐδὲν πλέον ᾔδεισαν· ὅπερ οὖν καὶ ἕτερος ἐπισημαίνεται εὐαγγελιστὴς λέγων, ὅτι ἐνόμιζον ἤδη παραγίνεσθαι αὐτοῦ τὴν βασιλείαν, ἀνθρωπίνην τινὰ αὐτὴν ὑποπτεύοντες, καὶ προσδοκῶντες, ἐπὶ τοῦτο αὐτὸν χωρεῖν, ἀλλ’ οὐκ ἐπὶ σταυρὸν καὶ θάνατον· καὶ γὰρ μυριάκις ἀκούοντες, σαφῶς εἰδέναι οὐκ εἶχον)· ἐπεὶ οὖν τετρανωμένην μὲν τῶν δογμάτων οὐδέπω ἀκρίβειαν ἐκέκτηντο, ἐνόμιζον δὲ αὐτὸν ἐπὶ βασιλείαν χωρεῖν τὴν αἰσθητὴν ταύτην, καὶ βασιλεύειν ἐν Ἰεροσολύμοις, ἀπολαβόντες αὐτὸν ἐπὶ τῆς ὁδοῦ, ὡς καιρὸν ἐπιτήδειον ἔχειν νομίσαντες, ταύτην αἰτοῦσι τὴν αἴτησιν. Ἀποῤῥήξαντες γὰρ ἑαυτοὺς τοῦ χοροῦ τῶν μαθητῶν, καὶ εἰς ἑαυτοὺς τὸ πὰρ περιστήσαντες, ἀξιοῦσιν ὑπὲρ προεδρίας καὶ τοῦ πρῶτοι γενέσθαι τῶν ἄλλων, νομίζοντες ἤδη τὰ πράγματα εἰληφέναι τέλος, καὶ τὸ πᾶν κατωρθῶσθαι, καὶ στεφάνων εἶναι λοιπὸν καὶ ἀμοιβῶν καιρόν· ὅπερ καὶ αὐτὸ τῆς ἐσχάτης ἀγνοίας ἦν. Καὶ ὅτι οὐ στοχασμὸς ταῦτά ἐστιν, οὐδὲ λόγων πιθανότητες, παρ’ αὐτοῦ τοῦ Ἰησοῦ, τοῦ τὰ ἀπόῤῥητα ἐπισταμένου, τὴν ἀπόδειξιν ὑμῖν ἐπαγάγω. Ἐπειδὴ γὰρ ταῦτα ᾔτησα, ἄκουσον τὶ φησι πρὸς αὐτούς· «Οὐκ οἴδατε τὶ αἰτεῖσθε». Τὶ ταύτης σαφέστερον τῆς ἀποδείξεως; Ὁρᾷς ὅτι οὐκ ᾔδεισαν ὅπερ ᾐτοῦντο, περὶ στεφάνων καὶ ἀμοιβῶν καὶ προεδρίας καὶ τιμῆς αὐτῷ διαλεγόμενοι, οὐδέπω τῶν ἀγώνων οὐδὲ ἀρχὴν εἰληφότων; Δύο τοίνυν αἰνίττεται διὰ τοῦ λέγειν· «Οὐκ οἴδατε τὶ αἰτεῖσθε», ἓν μὲν ὅτι περὶ βασιλείας διαλέγονται, ἧς οὐδεὶς ἦν τῷ Χριστῷ λόγος· οὐ γὰρ δὴ περὶ ταύτης ἐπήγγελτο τῆς κάτω καὶ τῆς αἰσθητῆς· ἕτερον δὲ ὅτι προεδρίαν ζητοῦντες ἤδη καὶ τιμὰς τὰς ἀνωτάτω, καὶ τῶν ἑτέρων βουλόμενοι λαμπρότεροι φανῆναι καὶ περιφανέστεροι, οὐδὲν ἐν καιρῷ ταῦτα ζητοῦσιν, ἀλλὰ καὶ σφόδρα ἀκαίρως. Ὁ γὰρ καιρὸς ἐκεῖνος οὐχὶ στεφάνων, οὐδὲ ἐπάθλων, ἀλλ’ ἀγωνισμάτων καὶ παλαισμάτων καὶ πόνων καὶ ἱδρώτων καὶ σκαμμάτων καὶ πολέμων. Ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν· «Οὐκ οἴδατε τὶ αἰτεῖσθε», περὶ τούτων μοι διαλεγόμενοι, οὐδέπω καμόντες, οὐδὲ ἀποδυσάμενοι πρὸς τοὺς ἀγῶνας, ἔτι τῆς οἰκουμένης ἀδιορθώτου μενούσης, τῆς ἀσεβείας ἐπικρατούσης, τῶν ἀνθρώπων ἁπάντων ἀπολωλότων· οὐδέπω τῆς βαλβῖδος ἐξεπηδήσατε· οὐδέπω πρὸς τὰ παλαίσματα ἀπεδύσασθε. «Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλων πίνειν, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι»; Ποτήριον ἐνταῦθα καὶ βάπτισμα καλῶν τὸν σταυρὸν τὸν ἑαυτοῦ καὶ τὸν θάνατον· ποτήριον μέν, ἐπειδὴ μεθ’ ἡδονῆς αὐτὸν ἐπῄει, βάπτισμα δέ, ὅτι δι’ αὐτοῦ τὴν οἰκουμένην ἐκάθηρεν· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ διὰ τὴν εὐκολίαν τῆς ἀναστάσεως. Ὥσπερ γὰρ ὁ βαπτιζόμενος ὕδατι, μετὰ πολλῆς ἀνίσταται τῆς εὐκολίας, οὐδὲν ὑπὸ τῆς φύσεως τῶν ὑδάτων κωλυόμενος· οὕτω καὶ αὐτὸς εἰς θάνατον καταβάς, μετὰ πλείονος ἀνέβη τῆς εὐκολίας· διὰ τοῦτο βάπτισμα αὐτὸ καλεῖ. Ὁ δὲ λέγει, τοιοῦτόν ἐστι· δύνασθε σφαγῆναι καὶ ἀποθανεῖν; Τοῦτο γὰρ ὁ καιρὸς νῦν, θανάτων καὶ κινδύνων καὶ πόνων. Λέγουσιν ἐκεῖνοι, Δυνάμεθα, οὐδὲ εἰδότες τὶ ποτε ἦν τὸ λεγόμενον, ἀλλὰ τῇ ἐλπίδι τῆς ἀπολήψεως ὑπισχνούμενοι. Λέγει πρὸς αὐτούς· «Τὸ μὲν ποτήριον πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε»· τὸν θάνατον οὕτω λέγων· καὶ γὰρ Ἰάκωβος ἀπετμήθη μάχαιρᾳ, καὶ Ἰωάννης πολλάκις ἀπέθανε. «Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μοι, καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλὰ οἷς ἠτίμασται». Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν.
Ἀποθανεῖσθε μέν, καὶ σφαγήσεσθε, καὶ μαρτυρίῳ τιμηθήσεσθε· τὸ μέντοι πρώτους γενέσθαι, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλὰ τῶν ἀγωνιζομένων λαβεῖν, διὰ πλείονος τῆς σπουδῆς, διὰ μείζονος τῆς προθυμίας. Ἵνα δὲ ὃ λέγω γένηται σαφέστερον, ὑποθώμεθα εἶναί τινα ἀγωνοθέτην· εἶτα μητέρα ἀθλητὰς ἔχουσαν δύο παῖδας, προσελθεῖν μετὰ τῶν παίδων αὐτῆς τῷ ἀγωνοθέτη, καὶ λέγειν· εἰπὲ ἵνα οὗτοι οἱ δύο υἱοὶ μου τὸν στέφανον λάβωσι· τὶ τοίνυν αὐτοῖς ἀποκρινεῖται; Τὸ αὐτὸ δὴ τοῦτο, ὅτι οὐκ ἔστιν ἐμὸν δοῦναι· ἀγωνοθέτης εἰμί, οὐ χάριτι βραβεύων, οὐδὲ ἱκετηρίᾳ καὶ δεήσει τῶν προσιόντων, ἀλλὰ τῷ τέλει τῶν πραγμάτων. Τοῦτο γὰρ μάλιστα ἀγωνοθέτου. Τὸ μὴ ἁπλῶς καὶ ὡς ἔτυχε διδόναι τὰ βραβεία, ἀλλ’ ἀνδρείαν τιμῶντα. Τοῦτο δὴ καὶ ὁ Χριστὸς ποιεῖ· οὐκ ἐξαίρων τὰ τῆς οὐσίας, οὕτως εἶπεν, ἀλλὰ τοῦτο δηλῶν, ὅτι οὐκ αὐτοῦ μόνου ἐστὶ δοῦναι, ἀλλὰ καὶ τῶν ἀγωνιζομένων λαβεῖν. Εἰ γὰρ αὐτοῦ μόνου ἦν, πάντες ἄνθρωποι ἂν ἐσώθησαν, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἦλθον· εἰ αὐτοῦ μόνου ἦν, οὐκ ἂν ἐγένοντο διάφοροι τιμαί· πάντας γὰρ αὐτὸς ἐποίησε, καὶ πάντων ὁμοίως κήδεται. Ὅτι δὲ εἰσι διάφοροι τιμαί, ἄκουε Παύλου τοῦτο δηλοῦντος καὶ λέγοντος· «Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ». Καὶ πάλιν, «Εἲ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους». Τὸ ποικίλον γὰρ τῆς ἀρετῆς ἐμφαίνων ὁ Παῦλος, οὕτω τὸν λόγον διεσκεύασε. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐκ ἔστι καθεύδοντας καὶ ῥέγχοντας εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλὰ διὰ πολλῶν θλίψεων δεῖ λαβεῖν τὰ βραβεία ἐκεῖνα. Ἐπειδὴ γὰρ διὰ τὸ πολλῆς ἀπολαύειν φιλίας καὶ παῤῥησίας ἐνόμιζον ὅτι καὶ τῶν ἑτέρων προτιμηθήσονται, ἵνα μὴ ταῦτα ὑποπτεύοντες ῥᾳθυμότεροι γένωνται, ταύτης ἀπάγων αὐτοὺς τῆς ὑπονοίας, φησίν· «Οὐκ ἔστιν ἐμὸν δοῦναι», ἀλλ’ ὑμῶν, εἰ βουληθείητε, λαβεῖν· ἵνα πλείονα ἐπιδείξησθε προθυμίαν, ἵνα μείζονα πόνον, ἵνα πολλὴν τὴν σπουδήν· τοῖς γὰρ ἔργοις τίθημι τοὺς στεφάνους, καὶ τοῖς πόνοις τὰς τιμάς, καὶ τῷ ἱδρῶτι τὰ βραβεία· αὕτη παρ’ ἐμοὶ σύστασις ἀρίστη, ἡ ἀπὸ τῶν ἔργων ἀπόδειξις.



ς’. Ὁρᾷς πῶς οὐ μάτην ἔλεγον, ὅτι οὔτε αὐτοῦ ἐστιν, οὔτε τοῦ Πατρός, ἀλλὰ τῶν ἀγωνισαμένων καὶ πονούντων καὶ ταλαιπωρουμένων; Διὰ δὴ τοῦτο καὶ τῇ Ἱερουσαλὴμ ἔλεγε· «Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, ὃν τρόπον ὄρνις τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος». Ὁρᾷς ὅτι τῶν ῥαθυμούντων καὶ ἀναπεπτωκότων καὶ ὑπτίων κειμένων οὐκ ἔνι τινὰ σωθῆναι ποτε; Ἐκ τούτου καὶ ἕτερόν τι μανθάνομεν ἀπόῤῥητον, ὅτι οὐκ ἀρκεῖ οὐδὲ μαρτύριον τὴν ἀνωτάτω δοῦναι τιμὴν καὶ τὴν ὑψηλοτάτην προεδρίαν. Ἰδοὺ γοῦν τούτοις προεῖπεν, ὅτι μαρτυρήσουσι μέν, οὐ πάντως δὲ τῶν πρωτείων τεύξονται· εἰσὶ γὰρ τινες οἱ καὶ μείζονα δυνάμενοι ἐπιδείξασθαι. Καὶ τοῦτο δηλῶν ἔλεγε· «Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ ἐκ δεξιῶν καθίσαι, καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι»· οὐχ ὅτι καθίζει, ἀλλὰ τὸ μείζονος ἀπολαῦσαι τιμῆς, τὸ τῶν πρωτείων ἐπιτυχεῖν, τὸ ἀνωτέρω πάντων γενέσθαι τοῦτό ἐστι, φησίν· τὸ τοίνυν καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, συγκαταβαίνων αὐτοῖς ἐπὶ τὴν ὑπονοίᾳ φησίν. Ἐκεῖνοι γὰρ τὰ πρῶτα ἐζήτουν, καὶ τὸ τῶν ἄλλων ἁπάντων μείζους φανῆναι. Τοῦτο οὖν αὐτό, φησί, τὸ τῶν ἄλλων ὑμᾶς μείζους φανῆναι, καὶ πάντων ἀνωτέρους, οὐκ ἔστιν ἀπὸ τούτου μόνου λαβεῖν· ἀποθανεῖσθαι μὲν γάρ· τὸ δὲ τῆς ἀνωτάτω τιμῆς ἀπολαῦσαι οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ ἐκείνοις οἷς ἠτίμασται. Καὶ τίσιν ἡτοίμασται; Εἰπὲ μοι. Ἴδωμεν τίνες οὗτοι οἱ μακάριοι καὶ τρισμακάριοι, καὶ τῶν λαμπρῶν ἐκείνων ἀπολαύοντες στεφάνων. Τίνες οὖν εἰσιν οὗτοι, καὶ τὶ ποιήσαντες οὕτω φανοῦνται λαμπροί; Ἄκουσον αὐτοῦ λέγοντος ἐπειδὴ γὰρ ἠγανάκτησαν οἱ δέκα περὶ τῶν δύο, ὅτι δὴ ἀποῤῥαγέντες τοῦ χοροῦ, τὴν ἀνωτάτω τιμὴν εἰς ἑαυτοὺς περιστῆσαι ἐβούλοντο, ὅρα πῶς καὶ ἐκείνων διορθοῦται τὸ πάθος καὶ τούτων. Καλέσας γὰρ αὐτοὺς φησιν· «Οἱ ἄρχοντες τῶν ἐνθὼν κατακυριεύσουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν· παρὰ δὲ ὑμῖν οὐκ ἔσται οὕτως, ἀλλ’ ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, γενέσθω πάντων ἔσχατος». Ὁρᾷς ὅτι τοῦτο ἐβούλοντο, οἱ πρῶτοι γενέσθαι καὶ μείζους καὶ ἀνώτεροι, καί, ὡς ἂν εἴποι τις, ἄρχοντες αὐτῶν; Διὰ δὴ τοῦτο πρὸς τοῦτο ἱστάμενος, καὶ τὰ ἀπόῤῥητα αὐτῶν εἰς μέσον ἐξάγων ἔλεγεν· «Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων διάκονος». Εἰ προεδρίας ἐρᾶτε, φησί, καὶ τῆς ἀνωτάτω τιμῆς, τὰ ἔσχατα διώκετε, τὸ πάντων εὐτελέστεροι εἶναι τὸ πάντων ταπεινότεροι, τὸ πάντων μικρότεροι, τὸ μετὰ τοὺς ἄλλους ἑαυτοῦ τάττειν. Αὕτη γὰρ ἡ ἀρετὴ ἐκείνην δίδωσι τὴν τιμήν. Καὶ τὸ παράδειγμα ἐγγύθεν, καὶ μετὰ πολλῆς τῆς περιουσίας. «Οὐ γὰρ ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου διακονηθῆναι ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν». Ὅτι γὰρ τοῦτο ποιεῖ λαμπροὺς καὶ ἐπισήμους, ὁρᾶτε ἐπ’ ἐμοῦ, φησί, τὸ πρᾶγμα συμβαῖνον, τῷ μὴ δεομένῳ τιμῆς μηδὲ δόξης· ἀλλ’ ὅμως καὶ ἐγὼ τὰ μυρία ἀγαθὰ διὰ τούτου κατορθῶ. Πρὶν ἢ μὲν γὰρ λαβεῖν αὐτὸν τὴν σάρκα, καὶ ταπεινῶσαι ἑαυτὸν πάντα ἀπολώλει καὶ διέφθαρτο· ἐπειδὴ δὲ καὶ ἐταπείνωσεν ἑαυτόν, πάντα εἰς ὕψος ἀνήγαγε, κατάραν ἠφάνισε, θάνατον ἔσβεσε, παράδεισον ἤνοιξεν, ἁμαρτίαν ἐνέκρωσεν, οὐρανοῦ ἀψῖδας ἀνεπέτασε, τὴν ἀπαρχὴν ἡμῶν εἰς οὐρανὸν ἀνήγαγε, τὴν οἰκουμένην εὐσεβείας ἐπλήρωσε, τὴν πλάνην ἀπήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν ἀπαρχὴν ἡμῶν εἰς θρόνον ἀνεβίβασε βασιλικόν, τὰ μυρία ἀγαθὰ εἰργάσατο, ἃ μήτε ἐγώ, μήτε πάντες ἄνθρωποι δύναιτ’ ἂν τῷ λόγῳ παραστῆσαι. Καὶ πρὶν ἢ μὲν ταπεινῶσαι ἑαυτόν, ἄγγελοι μόνον αὐτὸν ἐγίνωσκον· ἐπειδὴ δὲ ἐταπείνωσεν ἑαυτόν, ἅπασα ἡ ἀνθρώπων φύσις ἐπέγνω αὐτόν. Ὅρα πῶς ἡ ταπείνωσις οὐκ ἐλάττωσιν εἰργάσατο, ἀλλὰ μυρία κέρδη, μυρία κατορθώματα, καὶ μεῖζον αὐτοῦ τὴν δόξαν διαλάμψαι ἐποίησεν. Εἰ δ’ ἐπὶ τοῦ Θεοῦ τοῦ ἀνενδεοῦς καὶ μηδενὸς προσδεομένου τὸ ταπεινωθῆναι τοσοῦτον ἀγαθόν, καὶ πλείους αὐτῷ τοὺς οἰκέτας προσήγαγε, καὶ τὴν βασιλείαν ἐπέτεινε, τὶ δέδοικας αὐτός, μὴ ἀπὸ τοῦ ταπεινωθῆναι ἐλαττωθῇς; Τότε ὑψηλότερος ἔσῃ, τότε μέγας, τότε λαμπρός, τότε περιφανής, ὅταν σεαυτὸν ἐξευτελίσῃς ὅταν μὴ τῶν πρωτείων ἐρᾶς, ὅταν ἐλαττωθῆναι καταδέξῃ καὶ σφαγῆναι καὶ κινδυνεύσαι· ὅταν τὴν διακονίαν τῶν πολλῶν μεταδιώξῃς καὶ τὴν θεραπείαν καὶ τὴν κηδεμονίαν, καὶ ὑπὲρ τούτου πάντα ποιῆσαι καὶ παθεῖν ἧς παρεσκευασμένος. Ταῦτα οὖν ἐννοῦντες, ἀγαπητοί, διώκωμεν ταπεινοφροσύνην μετὰ πολλῆς τῆς προθυμίας, καὶ ὅταν ὑβριζώμεθα καὶ καταπτυώμεθα, καὶ τὰ ἔσχατα πάντα ὑπομένωμεν, καὶ ἀτιμαζώμεθα καὶ καταφρονώμεθα, πάντα μεθ’ ἡδονῆς φέρωμεν. Οὐδὲν γὰρ οὕτω ποιεῖν ὕψος εἴωθε καὶ δόξαν καὶ τιμήν, καὶ μέγαν δεικνύναι, ὡς ἡ τῆς ταπεινοφροσύνης ἀρετή· ἦν γένοιτο μετὰ ἀκριβείας κατορθοῦντας ἡμᾶς τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὐ δόξα καὶ τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Λόγος Ἔνατος  Εἰς τὸν τετραήμερον Λάζαρον


α’. Σήμερον ἐκ νεκρῶν ἐγειρόμενος ὁ Λάζαρος πολλῶν καὶ διαφόρων σκανδάλων τὴν λύσιν ἡμῖν χαρίζεται. Καὶ γὰρ οὐκ οἱδ’ ὅπως τὸ ἀνάγνωσμα τοῦτο καὶ τοῖς αἱρετικοῖς δέδωκε λαβήν, καὶ τοῖς Ἰουδαίοις ἀντιλογίας ἀφορμήν, οὐκ ἐξ ἀληθείας, μὴ γένοιτο, ἀλλ’ ἐκ τῆς ἐκείνων κακοτέχνου ψυχῆς. Πολλοὶ μὲν γὰρ τῶν αἱρετικῶν λέγουσιν, ὅτι οὐχ ὅμοιος ὁ Υἱὸς τῷ Πατρί. Διὰ τί; Ὅτι ἐδεήθη, φησί, προσευχῆς ὁ Χριστὸς εἰς τὸ ἐγεῖραι τὸν Λάζαρον· εἰ μὴ γὰρ προσηύξατο, οὐκ ἂν ἤγειρε τὸν Λάζαρον. Καὶ πῶς ἔσται, φησίν, ὅμοιος ὁ προσευξάμενος τῷ δεξαμένῳ τὴν ἱκεσίαν; Ὁ μὲν γὰρ προσεύχεται, ὁ δὲ τὴν προσευχὴν παρὰ τοῦ ἱκετεύοντος ἐδέξατο. Βλασφημοῦσι δὲ μὴ νοοῦντες ὅπως συγκαταβάσεως ἦν καὶ τῆς τῶν παρόντων ἕνεκα ἀσθενείας ἡ προσευχή. Ἐπεί, εἰπὲ μοι, τὶς μείζων, ὁ νίπτων τοὺς πόδας, ἢ ἐκεῖνος, οὐ νίπτει τοὺς πόδας; Πάντως ὅτι ἐκεῖνος μείζων οὗ ἔνιψε τοὺς πόδας ὁ νίπτων.

Ἀλλ’ ὁ Σωτὴρ ἔνιψε τοὺς πόδας τοῦ προδότου Ἰούδα· μετὰ γὰρ τῶν μαθητῶν ἦν. Τὶς ἄρα μείζων, ὁ προδότης Ἰούδας τοῦ Δεσπότου Χριστοῦ, ἐπείπερ ὁ Χριστὸς ἔνιψε τοὺς πόδας αὐτοῦ; Μὴ γένοιτο. Τὶ δὲ ταπεινότερόν ἐστι, τὸ νίψαι τοὺς πόδας ἢ τὸ προσεύξασθαι; Πάντως ὅτι τὸ νίψαι τοὺς πόδας. Ὁ οὖν ταπεινότερον μὴ παραιτησάμενος ποιῆσαι, πῶς τὸ ὑψηλότερον παρῃτήσατο ἂν ποιῆσαι; Ἀλλὰ πᾶν διὰ τὴν τῶν παρόντων ἀσθένειαν ἐγένετο Ἰουδαίων, ὡς προϊὼν ὁ λόγος ἀποδείξει. Ἀλλὰ καὶ Ἰουδαῖοι λαβόντες ἐντεῦθεν ἀντιλογίας ἀφορμήν, λέγουσι· πῶς τοῦτον οἱ Χριστιανοὶ Θεὸν ἔχουσι, τὸν καὶ τὸν τόπον ἀγνοήσαντα, ἔνθα τεθνηκὼς κατέκειτο Λάζαρος; Ἐπειδήπερ ἔλεγεν ὁ Σωτὴρ ταῖς περὶ Μάρθαν καὶ Μαρίαν ἀδελφαῖς Λαζάρου, «Ποῦ τεθείκατε αὐτόν»; Εἶδες, φησίν, ἄγνοιαν; Εἶδες ἀσθένειαν; Ὁ καὶ τὸν τόπον ἀγνοήσας, οὗτος Θεός; Ἀλλ’ ἐρῶ πρὸς αὐτούς, οὐχ οὕτως ἔχων, ἀλλὰ τὴν ἀντίθεσιν αὐτῶν καταισχύναι βουλόμενος.
Ἠγνόησε, λέγεις, ὁ Χριστός, ᾧ Ἰουδαῖε, διὰ τὸ εἰπεῖν, «Ποῦ τεθείκατε αὐτόν»; Οὐκοῦν καὶ ὁ Πατὴρ ἠγνόησεν ἐν τῷ παραδείσῳ, ποῦ κέκρυπτο ὁ Ἀδάμ· περιήρχετο γὰρ ὡς ἐπιζητῶν αὐτὸν ἐν τῷ παραδείσῳ, λέγων· «Ἀδάμ, ποῦ εἶ»; Ἀντὶ τοῦ, ποῦ ἐκρύβης; Διὰ τὶ τὸ πρότερον οὐκ εἶπε τὸν τόπον, ὅθεν μετὰ παῤῥησίας ὡμίλει τῷ Θεῷ ὁ ᾌδαμ; «Ἀδάμ, ποῦ εἶ»; Κἀκεῖνος τί; «Τῆς φωνῆς σου ἤκουσαν περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνὸς εἰμι, καὶ ἐκρύβην». Εἰ ταύτῃ, ᾧ Ἰουδαῖε, ἄγνοιαν καλεῖς, κἀκείνην κάλεσον ἄγνοιαν· ἔλεγε γὰρ ὁ Χριστὸς ταῖς περὶ Μάρθαν καὶ Μαρίαν, «Ποῦ τεθείκατε αὐτόν»; Ταύτην οὖν ἄγνοιαν καλεῖς; Τὶ οὖν λέγεις, ὅταν ἀκούσῃς τοῦ Θεοῦ, λέγοντος τῷ Κάϊν, «Ποῦ Ἄβελ ὁ ἀδελφὸς σοῦ»; Τὶ λέγεις; Εἰ ταύτην ἄγνοιαν καλεῖς, κἀκείνην ἄγνοιαν κάλεσον. Λάβε καὶ ἑτέραν ἀπόδειξιν ἀπὸ τῆς θείας Γραφῆς. Εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ, «Κραυγὴ Σομόδων καὶ Γομόῤῥας ἥκει πρὸς με. Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς με συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ». Ὁ εἰδῶ τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός, ὁ εἰδὼς τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων μονώτατος, ἔλεγε· «Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς με συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ». Εἰ ἐκεῖνο ἀγνοίας, καὶ τοῦτο ἀγνοῆσαί ἐστιν. Ἀλλ’ οὔτε ὁ Πατὴρ κατὰ τὴν παλαιὰν Διαθήκην ἠγνόησεν, οὔτε ὁ Υἱὸς κατὰ τὴν καινὴν Διαθήκην. Τὶ οὖν ἐστι, «Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς με συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ»;
Ἀκοή, φησίν, ἦλθε πρὸς με. Ἀλλὰ θέλω πάλιν ἀκριβέστερον δι’ αὐτῶν τῶν πραγμάτων τὴν πεῖραν λαβεῖν, οὐχ ὅτι ἐγὼ ἀγνοῶ, ἀλλ’ ὅτι διδάξαι βούλομαι τοὺς ἀνθρώπους, μὴ ἁπλῶς τοῖς λόγοις προσέχειν, μηδέ, ἐὰν εἴπῃ τὶς τι κατὰ τοῦ ἑτέρου, πιστεύειν εὐχερῶς· ἀλλὰ πρότερον αὐτοὺς ψηλαφήσαντας ἀκριβῶς καὶ δι’ αὐτῶν τῶν πραγμάτων τὴν πεῖραν καταμαθόντας, οὕτω πιστεύειν χρή. Καὶ διὰ τοῦτο ἐν Γραφῇ ἑτέρᾳ ἔλεγε· «Μὴ πιστεύετε παντὶ λόγῳ». Οὐδὲ γὰρ οὕτως ἀνατρέπει τὴν ζωὴν τῶν ἀνθρώπων, ὡς τὸ ταχέως πιστεύειν τινὰ τοῖς λογισμοῖς. Τοῦτο καὶ ὁ προφήτης Δαυῒδ προφητεύων ἔλεγε, «Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον».


β’. Εἶδες πῶς οὐκ ἐγένετο ἄγνοια τῷ Σωτῆρι ἐν τῷ εἰπεῖν· «Ποῦ τεθείκατε αὐτόν», ὡς οὐδὲ τῷ Πατρὶ ἐν τῷ εἰπεῖν τῷ Ἀδάμ, «Ποῦ εἶ», ἢ τῷ Κάϊν, «Ποῦ ὁ ἀδελφὸς σου Ἄβελ», ἤ, «Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς με συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ». Οὐκοῦν ὥρα δὴ λοιπὸν πρὸς ἐκείνους παρατάξασθαι τοὺς λέγοντας, ὅτι δι’ ἀσθένειαν ὁ Χριστὸς προσευξάμενος ἤγειρε τὸν Λάζαρον. Προσέχετε δή, ἀγαπητοί, μετὰ πάσης ἀκριβείας παρακαλῶ. Ἐτελεύτησε τοίνυν ὁ Λάζαρος, καὶ οὐκ ἦν ἐν τοῖς τόποις ἐκείνοις ὁ Ἰησοῦς, ἀλλ’ ἐν τῇ Γαλιλαία, καὶ ἔλεγε τοῖς μαθηταῖς αὐτοῦ· «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται». Ἐκεῖνοι δὲ νομίζοντες ὅτι περὶ τοῦ ὕπνου τούτου διαλέγεται, λέγουσιν αὐτῷ· «Κύριε, εἰ κεκοίμηται, σωθήσεται». Λέγει αὐτοῖς φανερῶς ὁ Ἰησοῦς, «Λάζαρος ἀπέθανεν». Ἔρχεται λοιπὸν ὁ Σωτὴρ ἐν τοῖς Ἰεροσολύμοις εἰς τὸν τόπον ὅπου ὁ Λάζαρος ἔκειτο, καὶ ἅπαντα αὐτῷ ἡ ἀδελφὴ τοῦ Λαζάρου, καὶ λέγει αὐτῷ· «Κύριε, εἰ ἧς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός». Εἰ ἧς ὧδε ἀσθενεῖς, ᾧ γύναι. Οὐκ ἐπίσταται νῦν ἡ γυνὴ ὅτι καὶ μὴ παρὼν ὁ Χριστὸς σωματικῶς, παρῆν τῇ τῆς θεότητος ἐξουσία· ἀλλὰ τῇ τοῦ σώματος παρουσίᾳ ἐπιμετρεῖται τοῦ διδασκάλου τὴν δύναμιν.
Λέγει αὐτῷ ἡ Μάρθα, «Κύριε, εἰ ἧς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. Καὶ νῦν, φησίν, οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δίδωσί σοι». Ὁ Σωτὴρ οὖν πρὸς τὴν αἴτησιν αὐτῆς ποιεῖ τὴν προσευχήν. Οὐ γὰρ προσευχῆς ἐδέετο ὁ Θεός, ἵνα τὸν νεκρὸν ἐγείρῃ. Μὴ γὰρ καὶ ἄλλους νεκροὺς οὐκ ἤγειρεν; Ὅτε ὑπήντησέ τινα ἐκφερόμενον ἐν τῇ πύλῃ νεκρόν, μόνον ἥψατο τῆς σοροῦ, καὶ ἀνέστησε τὸν νεκρόν. Μὴ προσευχῆς ἐδεήθη τότε εἰς τὸ ἐγεῖραι τὸν τεθνεῶτα; Καὶ πάλιν ἄλλοτε μόνον λόγῳ εἶπεν ἐπὶ τῆς κόρης, «Ταλιθὰ κοῦμι», καὶ εὐθέως παρέδωκεν αὐτὴν τοῖς γονεῦσιν αὐτῆς ὑγιῆ. Μὴ προσευχῆς ἐδεήθη τότε; Καὶ τὶ λέγω περὶ τοῦ διδασκάλου; Οἱ μαθηταὶ αὐτοῦ λόγῳ μόνῳ τοὺς νεκροὺς ἤγειραν. Πέτρος τὴν Ταβιθὰν οὐ λόγῳ διήγειρε; Παῦλος οὐ διὰ τῶν ἱματίων αὐτοῦ πολλὰ σημεῖα πεποιήκει; Μάθε δὲ καὶ τὸ παραδοξότερον τούτων. Ἡ σκιὰ τῶν ἀποστόλων νεκροὺς ἤγειρεν. «Ἔφερον γάρ, φησίν, ἐπὶ κραββάτων τοὺς κακῶς ἔχοντας, ἵνα κἂν ἡ σκιὰ Πέτρου ἐπισκιάζῃ τινὶ αὐτῶν, καὶ εὐθέως διηγείροντο». Τὶ οὖν; Ἡ σκιὰ τῶν μαθητῶν διήγειρε τοὺς νεκρούς, καὶ ὁ διδάσκαλος προσευχῆς ἐδέετο, ἵνα τὸν νεκρὸν ἐγείρῃ; Ἀλλὰ διὰ τὴν ἀσθένειαν τῆς γυναικὸς ποιεῖ τὴν προσευχήν, ὁ Σωτήρ· λέγει γὰρ αὐτῷ· «Κύριε εἰ ἧς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός· καὶ νῦν οἶδα, ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δίδωσι ὁ Θεός». Προσευχὴν ᾔτησας, προσευχὴν δίδωμι. Κεῖται ἡ πηγή· οἷον, ἐὰν τις προσενέγκῃ ἀγγεῖον, γεμίζει αὐτό· ἐὰν ᾗ μέγα, μέγα λαμβάνει· ἐὰν ᾗ μικρόν, μικρὸν λαμβάνει. Αὕτη τοίνυν προσευχὴν ᾔτησε, καὶ δίδωσι προσευχὴν ὁ Σωτήρ. Ἄλλος εἶπεν, «Οὐκ εἰμὶ ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον γενηθήτω σοι, εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου»· καὶ εἶπεν αὐτῷ ὁ Σωτήρ· «Κατὰ τὴν πιστὴν σου γενηθήτω σοι». Ἄλλως εἶπε, «Δεῦρο, θεραπεῦσόν μου τὴν θυγατέρα· καὶ εἶπεν αὐτῷ, Ἀκολουθήσω σοι». Πρὸς ἃς προαιρέσεις τοίνυν τῶν ἀνθρώπων καὶ ἡ θεραπεία τοῦ ἰατροῦ προσάγεται. Ἀλλὰ πάλιν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ λάθρα, καὶ λάθρα τὴν θεραπείαν ἐκαρπώσατο· ἕκαστος ὡς ἐπίστευε καὶ τὴν θεραπείαν ἐλάμβανε. Αὕτη λέγε, «Οἶδα ὅτι ὅσαν ἂν αἰτήσῃ τὸν Πατέρα, διδῶσί σοι ὁ Πατήρ»· καὶ ἐπειδὴ προσευχὴν ᾔτησεν ἡ Μάρθα, προσευχὴν δίδωσιν ὁ Σωτήρ, οὐκ αὐτὸς τῆς προσευχῆς ἐπιδεόμενος, ἀλλὰ τὴν τῆς γυναικὸς ἀσθένειαν συμπεριφερόμενος, καὶ ἵνα δείξῃ, ὅτι οὐκ ἔστιν ἀντίθεος, ἀλλ’ ὅτι καὶ ὃ ἂν αὐτὸς ποιῇ, τοῦτο καὶ ὁ Πατὴρ ποιεῖ. Ἔπλασεν ὁ Θεὸς ἐξ ἀρχῆς τὸν ἄνθρωπον· ἀμφοτέρων ἐγένετο τὸ πλάσμα· «Ποιήσωμεν γάρ, φησίν, ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν». Πάλιν ἠθέλησε τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσενεγκεῖν, καὶ εὐθέως λόγον εἶπε, καὶ τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσήγαγε, καὶ οὐκ ἐδεήθη προσευχῆς, καίτοι γε πάντας τοὺς μετὰ τὸν Ἀδὰμ κωλύσας ἦν ὁ Χριστὸς ἐξ ἐκείνης τῆς εἰσόδου· ἔθηκε γὰρ τὴν φλογίνην ῥομφαίαν φυλάττειν τὸν παράδεισον. Ἀλλ’ αὐθεντίᾳ Χριστὸς τὸν παράδεισον ἠνέῳξε, καὶ τὸν λῃστὴν εἰσήγαγε. Λῃστήν, Δέσποτα, εἰσήγαγες εἰς τὸν παράδεισον; Ὁ Πατὴρ ὁ σὸς διὰ μόνην ἁμαρτίαν τὸν Ἀδὰμ ἐξήγαγεν ἐκ τοῦ παραδείσου, καὶ σὺ τὸν λῃστὴν εἰσάγει, τὸν μυρίοις κακοῖς καὶ μυρίαις παρανομίαις ὑπεύθυνον; Καὶ ἁπλῶς οὕτω διὰ μίαν φωνὴν εἰς τὸν παράδεισον αὐτὸν εἰσάγεις; Ναί· οὔτε γὰρ ἐκεῖνο χωρὶς ἐμοῦ γέγονεν, οὔτε τοῦτο χωρὶς τοῦ Πατρὸς μου· ἀλλὰ καὶ τοῦτο ἐμόν, κἀκεῖνο τοῦ Πατρὸς μου. «Ἐγὼ γὰρ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί».
γ’. Καὶ ἵνα ἴδῃς, ὅτι οὐκ ἐγένετο προσευχῆς ἔργον τὸ ἀναστῆναι τὸν νεκρόν, ἄκουσον τῆς προσευχῆς. Τὶ γὰρ φησίν; «Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου». Τὶ οὖν; Τοῦτο προσευχῆς εἶδὸς ἐστι, τοῦτο τύπος ἱκεσίας; «Εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ γέ, φησίν, ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις». Εἰ οὖν οἶδας, ᾧ Κύριε, ὅτι πάντοτέ σου ἀκούει ὁ Πατήρ, τὶ λοιπὸν περὶ ὧν οἶδας παρενοχλεῖς; Ἐγὼ μέν, φησίν, οἶδα ὅτι πάντοτέ μου ἀκούει ὁ Πατήρ, «Ἀλλὰ διὰ τὸν περιεστῶτα ὄχλον εἶπον, ἵνα γνῶσι πάντες, ὅτι σὺ μὲ ἀπέστειλας». Μὴ τι διὰ τὸν νεκρὸν προσηύξατο; Μὴ ἱκέτευσεν ἵνα ἀναστῇ ὁ Λάζαρος; Μὴ εἶπε· Πάτερ, κέλευσον τὸν θάνατον ὑπακοῦσαι; Μὴ εἶπε, Πάτερ, κέλευσον τῷ ᾅδῃ, μὴ τὰς πύλας ἀποκλείσῃ, ἀλλὰ προθύμως τὸν νεκρὸν ἀποδοῦναι; «Ἀλλὰ διὰ τὸν περιεστῶτα τοῦτον ὄχλον εἶπον, φησίν, ἵνα γνῶσι πάντες, ὅτι σὺ μὲ ἀπέστειλας». Οὐκοῦν οὐκ ἔστι τὸ γινόμενον σημεῖον, ἀλλὰ κατήχησις τῶν παρόντων.
Εἶδες πῶς οὐκ ἐγένετο ἡ προσευχὴ διὰ τὸν νεκρόν, ἀλλὰ διὰ τοὺς παρόντας ἀπίστους, «ἵνα γνῶσιν, φησίν, ὅτι σὺ μὲ ἀπέστειλας». Καὶ πῶς ἔχομεν γνῶναι, φησίν, ὅτι αὐτὸς σε ἀπέστειλε; Πρόσεχε, παρακαλῶ, μετὰ πάσης ἀκριβείας. Ἰδού, φησί, μετὰ τῆς ἐμῆς αὐθεντίας καλῷ τὸν νεκρόν· ἰδοὺ τῇ οἰκείᾳ ἐξουσίᾳ ἐπιτάττω τῷ θανάτῳ· καλῷ τὸν Πατέρα πατέρα· καλῶ καὶ τὸν Λάζαρον ἐκ τοῦ τάφου. Εἰ οὐκ ἔστι τὸ πρῶτο ἀληθές, μηδὲ τοῦτο γενέσθω· εἰ δὲ ἀληθῶς ὁ Πατὴρ πατήρ, ὑπακουέτω καὶ ὁ νεκρὸς πρὸς διδασκαλίαν τῶν παρόντων. Τὶ γὰρ ὁ Χριστὸς ἔλεγε; «Λάζαρε, δεῦρο ἔξω». Ὅτε γέγονεν ἡ προσευχή, οὐκ ἀνέστη ὁ νεκρός· ἀλλ’ ὅτε εἶπε, «Λάζαρε, δεῦρο ἔξω», τότε ἀνέστη ὁ νεκρός. Ὣ τυραννὶς τοῦ θανάτου. Ὢ τυραννὶς τῆς δυνάμεως ἐκείνης τῆς κατεχούσης τὴν ψυχήν. Ὢ ᾅδη, προσευχὴ γέγονε, καὶ οὐκ ἀπολύεις τὸν νεκρόν; Οὐχί, φησί. Διὰ τί; Ὅτι οὐ προσετάχθην. Δέσμιός εἰμι αὐτόθι κατέχων τὸν ὑπεύθυνον· ἐὰν μὴ προσταχθῶ, φησίν, οὐκ ἀπολύω· ἡ γὰρ προσευχή, φησίν, οὐ δι’ ἐμὲ γέγονεν, ἀλλὰ διὰ τοὺς παρόντας ἀπίστους. Ἐγὼ γάρ, ἐὰν μὴ προσταχθῶ, οὐκ ἀπολύω τὸν ὑπεύθυνον· ἀναμένω τὴν φωνήν, ἵνα ἀπολύσω τὴν ψυχήν. «Λάζαρε, δεῦρο ἔξω». Ἤκουσε τοῦ δεσποτικοῦ προστάγματος ὁ νεκρός, καὶ εὐθέως τοῦ θανάτου τοὺς νόμους παρέλυσεν. Αἰσχυνέσθωσαν οἱ αἱρετικοί, καὶ ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς. Καὶ γὰρ ἀπέδειξεν ὁ λόγος, ὅτι οὐ διὰ τὴν τοῦ νεκροῦ ἀνάστασιν γέγονεν ἡ προσευχή, ἀλλὰ διὰ τὴν τῷ τότε παρόντων ἀπίστων ἀσθένειαν. «Λάζαρε, δεῦρο ἔξω». Καὶ διὰ τὶ ὀνομαστὶ τὸν νεκρὸν ἐκάλεσε; Διὰ τί; Ἵνα μὴ τὴν φωνὴν ἀπολελυμένην εἰς τοῦ νεκροὺς ἀποτείνας, πάντας τοὺς ἐν τοῖς τάφοις ἐγείρῃ διὰ τοῦτό φησι, «Λάζαρε, δεῦρο ἔξω». Σὲ μόνον ἐπὶ τοῦ παρόντος τέως ἀνακαλοῦμαι ὄχλου, ἵνα διὰ τοῦ μέρους καὶ τὴν τῶν μελλόντων ἐπιδείξω δύναμιν· ὁ γὰρ ἕνα ἐγείρας ἐγώ, τὴν οἰκουμένην ἀνιστῶ· «Ἐγὼ γὰρ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Λάζαρε δεῦρο, ἔξω». Καὶ ἐξῆλθεν ὃν νεκρὸς δεδεμένος κειρίαις. ᾪ τῶν παραδόξων πραγμάτων· ὁ τὴν ψυχὴν ἐκ τῶν δεσμῶν τοῦ θανάτου λύσας, ὁ τὰς πύλας τοῦ ᾅδου διαῤῥήξας, ὁ πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συντρίψας, καὶ τὴν ψυχὴν ἐκ τῶν δεσμῶν τοῦ θανάτου ἐλευθερώσας, οὐκ ἠδύνατο καὶ τὰς κειρίας λῦσαι τοῦ νεκροῦ; Ναί, ἠδύνατο· ἀλλὰ κελεύει τοῖς Ἰουδαίοις λῦσαι τὰς κειρίας, ἃς αὐτοὶ πρότερον ἐνταφιάζοντες ἔσφιγξαν, ἵνα τῶν οἰκείων δεσμῶν ἐπιγνώσωσι τὰ γνωρίσματα, ἵνα τῇ πείρᾳ μάθωσιν, ἐξ ὧν ἔπραξαν, ὅτι Λάζαρός ἐστιν ὁ παρ’ αὐτῶν ἐνταφιασθείς, καὶ Χριστὸς ἐστιν ὁ κατ’ εὐδοκίαν τοῦ Πατρὸς παραγενόμενος εἰς τὸν κόσμον, ὁ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχων. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.















Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |