ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Β΄ Πρός αυτήν Περί μονανδρίας

Τετάρτη 1 Ιουνίου 2016

Β΄ Πρός αυτήν Περί μονανδρίας




Ιωάννης Χρυσόστομος
Τόμος 48

Β΄ Πρός αυτήν Περί μονανδρίας


α’. Τὸ μὲν τὰς ἀπείρους ὁμιλίας ἀνδρῶν καὶ ὠδίνων καὶ τῶν ἄλλων ἁπάντων, ἅπερ ἐπισυρόμενος ὁ γάμος εἰς τὰς ἀνθρώπων εἰσέρχεται οἰκίας, ἄνδρας ἐπιζητεῖν θαυμαστὸν οὐδέν· καὶ γὰρ τὸν πόλεμον πρᾶγμα οὕτως ἐπίπονον τοῖς ἀπείροις γλυκὺν ἡ παροιμία εἶναί φησι· τὸ δὲ τὰς μυρία ἀνασχομένας κακά, πολλάκις δὲ ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης ἀναπεισθείσας, μακαρίσαι μὲν τὰς ἀπηλλαγμένας τῶν τοῦ κόσμου πραγμάτων, ἐπαρᾶσθαι δὲ μυριάκις ἑαυταῖς, καὶ ταῖς προμνηστευτρίαις, καὶ τῇ ἡμέρᾳ καθ’ ἣν αἱ παστάδες ἐπλέκοντο, ταύτας δὲ μετὰ τοσαύτην ἀποδυσπέτησιν πάλιν τῶν αὐτῶν πραγμάτων ἐπιθυμεῖν, τοῦτό ἐστι τὸ μάλιστά με ἐκπλῆττον καὶ ποιοῦν ἀπορεῖν, καὶ τὴν αἰτίαν ἐπιζητεῖν, δι’ ἣν τὰ πράγματα, ἃ πρότερον ἐνόμιζον εἶναι φευκτά, ὅτε ἦσαν ἐν αὐτοῖς, ταῦτα νῦν, ὅτε αὐτῶν ἀπηλλάγησαν, ὡς ποθεινὰ πάλιν διώκειν.


Καὶ μυρίσου ἄνω καὶ κάτω στρέφων παρ’ ἐμαυτῷ λογισμοὺς μόλις ποτέ, ὡς ἐμαυτὸν πείθω, τὴν αἰτίαν τοῦ πράγματος ηὕρισκον· μᾶλλον δὲ οὐ μία τὶς ἐστιν αἰτία, οὐδὲ δύο μόνον, ἀλλὰ καὶ τούτων πλείους. Αἱ μὲν γὰρ ὑπὸ τοῦ πολλοῦ χρόνου λήθῃ παραδοῦσαι τὰ πρότερα, καὶ τὰ ἐν χερσὶ μνημονεύουσαι μόνον, ἔρχονται μὲν ἐπὶ τὸν γάμον ὡς ἐπὶ λύσιν τῶν τῆς χηρείας κακῶν, εὑρίσκουσι δὲ ἕτερα πολλῷ χαλεπώτερα ἐν αὐτῶν, ὡς πάλιν τὰς αὐτὰς ἀφιέναι φωνὰς ἅσπερ καὶ πρότερον. Ἄλλαι δὲ πάλιν πρὸς τὰ τοῦ κόσμου κεχηνυῖαι πράγματα, καὶ τῆς δόξης τοῦ παρόντος ἐκκρεμάμεναι βίου, καὶ τὴν χηρείαν ἐπονείδιστον πρᾶγμα εἶναι νομίζουσαι, αἱροῦνται τὰς ἐν τῷ γάμῳ ταλαιπωρίας, ὑπὲρ τῆς δόξης τῆς κενῆς καὶ τοῦ τύφου τοῦ περιττοῦ. Εἰσὶ δὲ αἱ τούτων μὲν οὐδενί, ἀκρασίᾳ δὲ μόνῃ κρατούμεναι, ἐπὶ τὰ πρότερα πάλιν ἐπανέρχονται, καὶ τὴν ὄντως αἰτίαν πειρῶνται τάσι εἰρημέναις ἀποκρύπτειν προφάσεσιν. Αἰτιᾶσθαι μὲν οὖν αὐτὰς καὶ καταδικάσαι ὑπὲρ τοῦ γάμου τούτου οὔτε αὐτὸς τολμῶ, οὔτε ἄλλῳ παραινῶ· ἐπειδὴ μηδὲ τῷ μακαρίῳ Παύλῳ τοῦτο δοκεῖ, μᾶλλον δὲ τῷ Πνεύματι τῷ ἁγίῳ. Εἰπὼν γάρ, «Γυνὴ δέδεται νόμῳ ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ· καὶ συγχωρήσας τῇ χήρᾳ εἰ βούλοιτο γαμηθῆναι πάλιν», καὶ εἰπών· «Μακαριωτέρα δὲ ἐστιν, ἐὰν οὕτω μείνῃ»· ἵνα μὴ τις νομίσῃ ἀνθρώπινον εἶναι τὸ ἐπίταγμα, ἐπήγαγε· «Δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν»· δηλῶν ὅτι ἐν Πνεύματι ταῦτα ἔγραψε. Μὴ τοίνυν ἐγκαλοῦντα ταῖς γαμουμέναις ἢ μεμφόμενον νομιζέτω μὲ τις λέγειν ταῦτα, ἅπερ ἐρῶ νῦν. Καὶ γὰρ ἂν εἴη τῆς ἐσχάτης ἀπονοίας τε καὶ μανίας, ἃς οὐκ ἐκόλασεν ὁ μακάριος ἐκεῖνος, ἀλλ’ ἐφείσατο, ταύτας ἡμᾶς καταδικάζειν ἀφειδῶς ἐξ ἐναντίας, καὶ ταῦτα μυρίων ἐμπεπλησμένους κακῶν. Εἰ γὰρ μηδὲ κρίνειν κελευόμεθα, ἵνα μὴ τῷ αὐτῷ μέτρῳ κριθῶμεν, μηδὲ σφοδροὶ τῶν ἑτέροις ἁμαρτανομένων γίνεσθαι δικασταί, ἀλλὰ συγγνωμονικοὶ καὶ ἥμεροι· ὅταν πρᾶγμα τι κολάσῃς μηδὲ ἁμάρτημα ὅν, καὶ κατακρίνῃς ἑτέρους, πάσης ἀποστερεῖς σεαυτὸν συγγνώμης, διὰ τῶν εἰς τὸν πλησίον σφοδρότερον σαυτῷ γίνεσθαι παρασκευάζων τὸν κριτήν. Οὐ τοίνυν κατηγορῶν αὐτῶν οὐδὲ καθαπτόμενος ἐπὶ τοῦτο ἦλθον νῦν· τὸ γὰρ ἐν Κυρίῳ γενέσθαι δυνάμενον, πάσης κατηγορίας ἀπήλλακται. «Μόνον γάρ, φησίν, ἐν Κυρίῳ». Ὥσπερ οὖν ὅταν ὑπὲρ παρθενίας λέγωμεν, οὐ τὸν γάμον ἀτιμάζοντες ἐκείνην ἐπαίρομεν· οὕτως ὅταν πὲρ χηρείας διαλεγώμεθα, οὐ τὸν δεύτερον γάμον ἐν τοῖς ἀπειρημένοις τιθέντες τῷ προτέρῳ στέργειν παρακαλοῦμεν, ἀλλ’ ὁμολογοῦμεν μὲν καὶ τοῦτον εἶναι κατὰ νόμον τὸν δεύτερον, πολλῷ δὲ τὸν ἕνα τοῦ δευτέρου βελτίονα. Μὴ δὴ οὖν τὴν κατὰ σύγκρισιν ὑπεροχὴν τοῦ κατ’ αὐτὴν ἐλαττωθέντος πράγματος κακίαν τις εἶναι νομιζέτω. Οὐδὲ γὰρ εἰς τὴν τῶν πονηρῶν τὸ πρᾶγμα ὠθοῦντες τάξιν τὴν σύγκρισιν ταύτην ποιούμεθα· ἀλλ’ ἀφέντες αὐτὸ τῶν νενομισμένων εἶναι καὶ ἐν ἐξουσίᾳ, οὕτως αὐτοῦ τὸ πολλῷ κρεῖττον προτιμῶμέν τε καὶ θαυμάζομεν. Τὶ δήποτε; Ὅτι οὐκ ἔστιν ἴσον ἑνὸς ἀνδρὸς εἶναι γυναῖκα καὶ δευτέρου τὴν αὐτήν. Ἡ μὲν γὰρ ἀρκεσθεῖσα τῷ προτέρῳ ἔδειξεν ὅτι οὐδ’ ἂν τοῦτον εἵλετο τὴν ἀρχήν, εἰ τοῦ πράγματος ᾔδει τὴν πεῖραν καλῶς· ἡ δὲ δεύτερον ἐπεισάγουσα νυμφίον τῇ τοῦ προτέρου εὐνῇ, τῆς πολλῆς περὶ τὸν κόσμον φιλίας καὶ πρὸς τὰ γήινα πράγματα συμπαθείας τεκμήριον ἐξήνεγκεν οὐ μικρόν. Κἀκείνη μὲν οὔτε ζῶντος τοῦ ἀνδρὸς πρὸς ἕτερόν τινα ἐπτοεῖτο· αὕτη δὲ εἰ καὶ μὴ ἥμαρτεν εἰς ἑτέρους ζῶντος ἐκείνου, ἀλλ’ ἐκείνου μᾶλλον πολλοὺς ἑτέρους ἐθαύμασεν.



β’. Ἵνα δὲ μὴ τοῦ διελθόντος καταστοχαζώμεθα βίου, αὐτὸ τὸ πρᾶγμα συγκρίνομεν . Ὥσπερ γὰρ ἡ παρθένια τοῦ γάμου κρείττων, οὕτως οὗτος ἐκείνου βελτίων ὁ γάμος. Ἡ μὲν χήρα, ἀπὸ τῆς ἀρχῆς ἐλαττωθεῖσα τῆς παρθενίας μόνον, κατὰ τὸ τέλος ἐξισοῦται πάλιν αὐτῇ καὶ συνάπτεται· ὁ δὲ γάμος οὗτος ἐξ ἑκατέρων αὐτῆς ἀφέστηκε τῶν μερῶν. Χωρὶς δὲ τούτων ἡ μὲν εὐκόλως φέρουσα τὴν χηρείαν, καὶ ζῶντος πολλάκις ἐγκρατεύεται τοῦ ἀνδρός· ἡ δὲ τὸ πρᾶγμα ἔχουσα ἐπαχθῶς οὐ δύο μόνον καὶ τρισίν, ἀλλὰ καὶ πολλῷ πλείοσιν ὁμιλῆσαι παρεσκεύασται ἀνδράσι, καὶ μόλις τοῦ γήρως ἐπελθόντος ἀφίσταται. Ὥσπερ οὖν πολλῆς σεμνότητος καὶ σωφροσύνης σημεῖον ὁ γάμος ἐκεῖνός ἐστιν, οὕτως οὗτος ἀσελγείας μὲν οὐκ ἂν εἴποιμι, μὴ γένοιτο! Ἀσθενοῦς δὲ ψυχῆς καὶ σαρκικωτάτης, καὶ τῇ γῇ προσδεδεμένης, καὶ μέγα καὶ ὑψηλὸν οὐδὲν δυναμένης φαντασθῆναί ποτε.
Εἰ δὲ λέγοι τις, ὅτι τὸ καλὸν ταὐτὸν ἐστι, κἂν τὲ ἅπαξ γένηται, κἂν τε δίς, κἂν τε πολλάκις (ὁμοίως γὰρ ἔσται καλόν, καὶ ὁ πολλάκις αὐτῷ χρώμενος μᾶλλον ἐπαινοῖτ’ ἂν δικαίως· ὥστε εἰ καὶ ὁ γάμος καλόν, ὁ συνεχῶς αὐτῷ κεχρημένος τοῦ σπανιάκις θαυμαστότερος, καὶ μᾶλλον ἀποδεκτός)· ἐροῦμεν, ὅτι τοὺς μὲν ἀφελεστέρους τοῦτο σοφίσασθαι δύναιτ’ ἄν, τοῖς δὲ βουλομένοις προσέχειν, εὐφώρατον ἔσται τὸ σόφισμα. Γάμος γὰρ οὐ διὰ τὴν μίξιν λέγεται γάμος· ἐπεὶ οὕτω γε καὶ ἡ πορνεία γάμος ἂν ἦν· ἀλλὰ διὰ τὸ στέργειν ἑνὶ τὴν γαμουμένην ἀνδρί, καὶ τούτῳ τῆς πόρνης διέστηκεν ἡ ἐλευθέρα καὶ σώφρων γυνή. Εἰ μὲν γὰρ ἑνὶ διαπαντὸς ἀρκοῖτο ἀνδρί, γάμος τὸ πρᾶγμα εἰκότως ἂν λέγοιτο· εἰ δὲ ἀνθ’ ἑνὸς πολλοὺς εἰς τὴν οἰκίαν εἰσάγει νυμφίους, πορνείαν μὲν οὐ τολμῶ τὸ πρᾶγμα καλεῖν, τῆς δὲ οὐκ εἰδυίας ἕτερον ἄνδρα πλὴν ἑνὸς πολλῷ τῷ μέτρῳ ἀπολείπεσθαι φαιὴν ἄν. Ἐκείνη μὲν γὰρ ἤκουσε τοῦ Κυρίου λέγοντος, «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», καὶ ὥσπερ σαρκὸς ἀληθῶς οἰκείας ἀντείχετο, καὶ οὐκ ἐπελάθετο τῆς ἅπαξ δοθείσης αὐτῇ κεφαλῆς· αὕτη δὲ οὔτε τὸν πρῶτον, οὔτε τὸν δεύτερον ἔσχεν ἐν τάξει τῆς οἰκείας σαρκός, ὁ μὲν γὰρ πρῶτος ἐκβέβληται παρὰ τοῦ δευτέρου, ὁ δεύτερος δὲ ὑπ’ ἐκείνου· οὔτε δὲ τοῦ προτέρου μεμνῆσθαι δύναιτ’ ἂν καλῶς τῷ ἑτέρῳ μετ’ ἐκεῖνον προσέχουσα, οὔτε τοῦτον μετὰ τῆς προσηκούσης φιλοστοργίας ὄψεται, σχιζομένης εἰς τὸν ἀπελθόντα τῆς διανοίας αὐτῆς. Ὥστε ἑκάτερον λοιπὸν συμβαίνει, καὶ τοῦτον κἀκεῖνον ἐκβεβλῆσθαι τῆς ἀνδρὶ προσηκούσης καὶ τιμῆς καὶ φιλίας παρὰ γυναικός. Ποίαν δὲ ὅλως οἴεται ἔχειν ψυχὴν τὸν δεύτερον νυμφίον εἰς τὸν τοῦ προτέρου θάλαμον εἰσαγόμενον, καὶ εἰς τὴν εὐνὴν ἀναβαίνοντα τὴν ἐκείνου, καὶ γελῶσαν καὶ χαριεντιζομένην ἐπὶ τοῦτος ὁρῶντα τὴν ἐκείνου γυναῖκα; Σφόδρα γε· οὐδὲ γὰρ μετὰ πολλῆς αὐτῇ προσελεύσεται τῆς φιλίας· κἂν γὰρ ἁπάντων ἀνθρώπων ἀπηνέστερος ᾗ, οὐκ ἔσται οὕτως ἄγριος, ὡς μηδὲν ἀνθρώπινον παθεῖν, κἂν μυρίοις καὶ ἑαυτὴν καὶ τὸν οἶκον περιβάλλῃ καλλωπισμοῖς ἐκείνη. Τὸ γὰρ καταλαβὸν ἤδη πένθος τὴν οἰκίαν οὐκ ἀφίησι καθαρὰν γενέσθαι τὴν εὐφροσύνην· ἀλλ’ ὥσπερ ἐπὶ τῶν τοίχων ὅταν σφόδρα καταφλεγὲν τις μέρος τύχῃ, εἶτα ἠρέμα κονιαθέντι τὸ τῆς μελανίας ἐπιτεταμένον καὶ βαθὺ λυμαίνεται τῇ τῆς ἐπιφανείας λευκότητι, καὶ ἔστι θέαμα ἀηδές· οὕτω καὶ ἐνταῦθα, κἂν πολλὰ ἐπινοήσῃ τὰ λαμπρά, ἐν μέσοις αὐτοῖς διαφαίνεται τὰ σκυθρωπά, καὶ τις ἐν τοῖς μίξις ἀτερπής. Καὶ γὰρ καὶ οἰκέται, καὶ θεράπαιναι, καὶ γεωργοί, καὶ πάροικοι, καὶ γείτονες, καὶ συγγενεῖς τοῦ προαπελθόντος κατηφοῦσιν ἐπὶ τοῖς γενομένοις καὶ στενάζουσιν. Εἰ δὲ καὶ ὀρφανοὶ τύχωσι καταλειφθέντες, νέοι μὲν ὄντες κομιδῇ, σφοδρὸν τὸ παρὰ τῶν δυναμένων συνιέναι τῶν γινομένων τῇ μητρὶ τὸ μῖσος ἐξάπτουσιν· εἰ δὲ ἐνήλικες τύχοιεν ὄντες, πάντων ἐκεῖνοι μᾶλλον ἀηδίαν κατασκευάζουσιν. Ἅπερ οὖν καὶ τὸ νομοθέται συνεωρακότες ἅπαντα, καὶ τοὺς ἐπὶ τούτοις ἀλγοῦντας παραμυθούμενοι, καὶ ὑπὲρ ἑαυτῶν ἀπολογούμενοι, ὅτι οὐ κατὰ γνώμην οὐδὲ προηγουμένως τοῦτον τὸν γάμον ἐπέταξαν, ἀλλὰ δεδοικότες, μὴ τι χεῖρον γένηται κακόν, πάντα τοῦ δευτέρου γάμου τὰ φαιδρὰ παρῃτήσαντο, καὶ οὔτε αὐλός, οὔτε κρότοι, οὔτε ὑμέναιος, οὔτε ὀρχήματα, οὔτε στέφανοι νυμφικοί, οὔτε ἄλλο τι τῶν τοιούτων τὴν ἑσπέραν κοσμοῦσιν ἐκείνην, ἀλλὰ πάντων αὐτὴν ἀποκοσμήσαντες, οὕτως ἀστεφάνωτον ἄγουσι τὸν ἄνδρα πρὸς τὴν χήραν γυναῖκα, μονονουχὶ βοῶντες διὰ τούτων ὅτι πάντα συγγνώμης ἄξια πράττουσιν, ἀλλ’ οὐκ ἐπαίνων καὶ κρότων καὶ στεφάνων.


γ’. Πῶς οὖν ὁ Παῦλος ἐκώλυσε χηρεύειν, φησί, καὶ βουλομένας τὰς νέας, οὑτωσὶ γράφων· «Νεωτέρας δὲ χήρας παραιτοῦ»; Οὐχ ὁ Παῦλος τὰς βουλομένας χηρεύειν ἐκώλυσεν, ἀλλ’ ἐκεῖναι καὶ τὸν Παῦλον ἠνάγκασαν μὴ βουλόμενον τοῦτον διατάξασθαι τὸν νόμον αὐταῖς· εἰ γὰρ τοῦ Παύλου τὸ θέλημα βούλει μαθεῖν, ἄκουε τὶ φησι· «Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν, ἐν ἐγκρατείᾳ». Ὥστε οὐκ ἐν ἐμαχέσατο ἑαυτῷ, οὐδὲ ἐναντιολογία τοσαύτῃ περιέπεσεν ὁ μακάριος ἐκεῖνος, οὐδ’ ἂν ὁ πάντας ἀνθρώπους βουλόμενος εἶναι ἐν ἐγκρατείᾳ, τὰς βουλομένας χηρεύειν ἐκώλυσε. Πῶς οὖν φησι· «Νεωτέρας δὲ χήρας παραιτοῦ»; Ἀλλ’ εἰπέ, τίνος ἕνεκεν καὶ διὰ τί; Οὐ γὰρ ἁπλῶς οὕτως εἴρηκεν, ἀλλὰ καὶ τὴν αἰτίαν προστέθεικεν εἰπών· «Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν». Ὁρᾷς ὅτι οὐ τὰς χηρεύειν βουλομένας, ἀλλὰ τὰς γαμῆσαι προαιρουμένας μετὰ τὸ χηρεῦσαι κωλύει ἐκεῖνος χηρεῦσαι καὶ εἰς τὸν ἅγιον ἐκεῖνον κατατάττεσθαι χορόν· καὶ σφόδρα ποιῶν συνετῶς. Εἰ γὰρ μέλλοις, φησί, δευτέροις γάμοις ὁμιλεῖν, μηδὲ ἐπαγγείλῃ χηρείαν· τοῦ γὰρ μηδ’ ὅλως ὑποσχέσθαι τὸ μετὰ τὴν ὑπόσχεσιν ἀγνωμονῆσαι πολλῷ χεῖρόν ἐστιν. Ὥσπερ οὖν τὰς συνεχεῖς συνουσίας ἐπέτρεψεν, οὐ νομοθετῶν, ἀλλὰ συγγινώσκων αὐτοῖς· «Τοῦτο γὰρ λέγω, φησί, κατὰ συγγνώμην, οὐ κατ’ ἐπιταγήν, καὶ τὴν ἀκρασίαν ὑμῶν»· οὕτω καὶ ἐνταῦθα δι’ ἕτερον μεῖζον κακὸν τὸν δεύτερον γάμον ἐπέταξε, δεικνὺς ὅτι καὶ τοῦτο συγγνώμης ἐστί, τῇ τῶν πολλῶν ἀσθενείᾳ συγκαταβαινούσης. Ἀσθένειαν δὲ οὐ δυνάμεως, ἀλλὰ προαιρέσεώς φημι. Καθάπερ γὰρ ἡ παρθένος, μετὰ τὴν τῆς παρθενίας ἐπαγγελίαν διαφθαρεῖσα, μοιχείας χεῖρον ἐτόλμησεν· οὕτω καὶ ἡ χήρα ἅπαξ ἐπαγγειλαμένη, εἶτα πατήσασα τὰς πρὸς τὸν Θεὸν συνθήκας, ὑπὸ τὴν αὐτὴν ἁμαρτίαν πεσεῖται, καὶ τῆς αὐτῆς ἔσται τιμωρίας ὑπεύθυνος· εἰ δὲ χρὴ τι καὶ θαυμαστὸν εἰπεῖν, τάχα καὶ πολλῷ μείζονος· οὐ γὰρ ἐστιν ἴσον, ὅπερ καὶ ἀρχόμενος εἶπον, τὴν τε ἄπειρον, καὶ τὴν πεπειραμένην τοῖς αὐτοῖς πάλιν περιπεσεῖν πειρασμοῖς. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ προειπών, καὶ πάλιν λέγων, «Βούλομαι νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, τὴν αἰτίαν προστίθησι, δι’ ἣν ταῦτα βούλεται». Τὶς δὲ ἐστιν αὕτη; «Μηδεμίαν, φησί, διδόναι τῷ ἀντικειμένῳ ἀφορμὴν λοιδορίας χάριν». Ἐπειδὴ γὰρ πολλὰς τῶν χηρῶν εἰκὸς ἦν τότε προπετέστερον καὶ αὐθαδέστερον τῷ μετὰ ταῦτα κεχρῆσθαι βίῳ, καθάπερ τινὸς ἀνάγκης καὶ δεσποτείας τῆς πρὸς τὸν ἄνδρα συζυγίας ἀπαλλαγείσας, ὡς καὶ πονηρὰν ἐπισπάσασθαι δόξαν διὰ τῆς ἰταμότητος, ἀπάγων αὐτὰς τῆς ὀλεθρίου ταύτης ἐλευθερίας, πάλιν ἐπὶ τὸν ζυγὸν ἄγει τὸν πρότερον. Εἰ γὰρ μέλλοι τις, φησί, χήρα οὖσα λάθρᾳ πορνεύειν καὶ καταισχύνειν ἑαυτήν, πολλῷ βέλτιον γαμεῖν, καὶ «μηδεμίαν διδόναι τῷ ἀντικειμένῳ ἀφορμὴν λοιδορίας χάριν»· ὥστε διὰ τὸ μὴ παρέχειν τὰς ἀφορμὰς τῆς λοιδορίας, καὶ βίον ἐφύβριστον ζῆν καὶ πορνικόν, τὸν γάμον ἐπέταξεν. Ἄκουε γοῦν καὶ ὅσα αὐτῶν κατηγορεῖ. Δέον γὰρ εἰς προσευχὰς τετράφθαι τὸν ἅπαντα χρόνον καὶ ἱκετηρίας· «Αἱ δέ, φησί, καὶ ἀργαὶ μανθάνουσιν περιερχόμεναι τὰς οἰκίας»· οὐ μόνον δὲ ἀργαί, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. Αὐτὸς δὲ οὐχ οὕτω βούλεται, ἀλλὰ προσηλῶσθαι αὐτὴν διαπαντὸς τοῖς πνευματικοῖς. «Ἡ γὰρ σπαταλῶσα, φησί, ζῶσα τέθνηκεν». Ἐπεὶ καὶ τὴν παρθένον, οὐ τῇ τοῦ σώματος ἁγνείᾳ βούλεται ὁρίζειν τοῦτο τὸ καλόν, ἀλλὰ τὴν πᾶσαν σχολὴν εἰς τὴν λατρείαν ἀναλίσκειν τοῦ Θεοῦ. «Τοῦτο γάρ, φησί, λέγω ὑμῖν, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως». Οὐ γὰρ θέλει αὐτὴν μερίζεσθαι, ἀλλ’ ὅλην εἶναι τῶν πνευματικῶν καὶ τῶν ἐν τοῖς οὐρανοῖς, καὶ τὰ τοῦ Κυρίου μεριμνᾶν. Οὕτω καὶ τὴν χήραν πολιτεύεσθαι παραινεῖ λέγων· «Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπισεν ἐπὶ τὸν Θεόν, καὶ προσμένει ταῖς δεήσεσι, καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας». Ὅταν οὖν τὴν σχολὴν ἣν ἐν τοῖς εὐαγγελικοῖς πράγμασιν ἀναλίσκειν χρή, ταύτην μὴ μόνον εἰς περιττὰ καὶ ἀνωφελῆ, ἀλλὰ καὶ εἰς τὰ σφόδρα ἐπιβλαβῆ παρὰ πάντα δαπανῶσι τὸν βίον, εἰκότως αὐτὰς ἐπὶ γάμον ἄγει λοιπόν. Καθάπερ οὖν καὶ Ἰουδαίοις τὸ σάββατον ἔδωκεν ὁ Θεός, οὐχ ἵνα ἀργῶσιν ἁπλῶς, ἀλλ’ ἵνα τῶν πονηρῶν ἀπέχωνται πράξεων· οὕτω καὶ ἡ χήρα καὶ ἡ παρθένος, οὐχ ἵνα ἁπλῶς μὴ ὁμιλῶσιν ἀνδρί, τοῦτον αἱροῦνται τὸν βίον, ἀλλ’ ἵνα τὰ τοῦ Κυρίου μεριμνῶσιν, ἵνα ἐξ ὁλοκλήρου τῇ τοῦ Θεοῦ θεραπείᾳ προσεδρεύωσι.


δ’. Ναί, φησίν· ἀλλ’ ἀφόρητον ἔσται κακὸν γυναῖκα οὖσαν πραγμάτων ἄπειρον τὰ τῶν ἀνδρῶν ἀναγκάζεσθαι ὑπομένειν. Οὔτε γὰρ αὐτὴ μεταχειρίσαι δυνήσεται, καθάπερ ἐκεῖνος, καὶ θλίψεις ἀπὸ τούτων καὶ τὸ πάντα ἀπολέσαι κερδανοῖ μόνον. Ἆρ’ οὖν πᾶσαι αἱ μὴ δευτέροις ὁμιλήσασαι γάμοις πάντα ἀπώλεσαν τὰ αὐτῶν, καὶ πάντων ἐξέπεσον, καὶ οὐκ ἔστιν ἰδεῖν γυναῖκα χήραν πραγμάτων προϊσταμένην; Σκῆψις ταῦτα καὶ πρόφασις καὶ τῆς οἰκείας ἀσθενείας προκαλύμματα. Πολλαὶ γὰρ τῶν ἀνδρῶν γενναιότερον καὶ οἰκίας προέστησαν, καὶ παῖδας ἐξέθρεψαν ὀρφανούς, καὶ τὰς ἐν χερσὶν οὐσίας αἱ μὲν ηὔξησαν, αἱ δὲ οὐκ ἠλάττωσαν. Καὶ γὰρ ὁ Θεὸς ἐξ ἀρχῆς οὐ τὸ πᾶν τοῖς ἀνδράσιν ἐπέτρεψεν, οὐδὲ ἐν πᾶσιν αὐτῶν ἐκκρέμασθαι τὰ ἐν τῷ βίῳ πράγματα μόνον ἀφῆκεν· ἧ γὰρ ἂν εὐκαταφρόνητος ἡ γυνὴ ἦν, μηδὲν συντελοῦσα πρὸς τὸν βίον ἡμῖν. Ὅπερ οὖν εἰδὼς ὁ Θεὸς ἀπένειμεν αὐτῇ μοῖραν οὐκ ἐλάττονα· καὶ τοῦτο δηλῶν ἄνωθεν ἔλεγε, «Ποιήσωμεν αὐτῷ βοηθόν». Ἵνα γὰρ μὴ τῷ πρῶτον γεγενῆσθαι, μηδὲ τῷ δι’ αὐτὸν τὴν γυναῖκα πεπλάσθαι, μέγα κατ’ αὐτῆς ἔχῃ φρονεῖν ὁ ἀνήρ, διὰ τοῦ ῥήματος τούτου κατέστειλε τὸν τῦφον αὐτοῦ, δεικνὺς ὅτι οὐχ ἧττον τοῦ ἀνδρὸς τῆς γυναικὸς τὰ τοῦ κόσμου δεῖται πράγματα. Τίνα οὖν ἐστι ταῦτα, καὶ ἐν τίσι συνεφάπτεται ἡμῖν εἰς τὴν τοῦ βίου σύστασιν αὕτη; Ἐπειδὴ γὰρ οὐχ ἧττον τῶν δημοσίων τὰ ἰδιωτικὰ συγκροτεῖ τὴν παροῦσαν κατάστασιν, διανείμας αὐτά, τὰ μὲν ἐπ’ ἀγορᾶς πάντα ἐνεχείρισε τοῖς ἀνδράσι, τὰ δὲ κατὰ τὴν οἰκίαν ταῖς γυναιξί· κἂν ἀλλάξωνται τὴν τάξιν, πάντα διεφθάρη καὶ ἀπόλωλεν· οὕτως ἕκαστος ἐν τῷ ἰδίῳ πολὺ θατέρου χρησιμώτερος. Οὐκοῦν εἰ τὰ κατὰ τὴν οἰκίαν τῆς γυναικείας ἐπιστήμης ἐξήρτηται, καὶ τοσοῦτον ἐν τούτῳ κρείττων ἀνδρὸς ἡ γυνή, ὅσον τῶν ἀτέχνων οἱ τεχνῖται ἐν οἷς εἰσι τεχνῖται, τὶ περιττῶς τὸ δέος τοῦτο δεδοίκαμεν; Τὸ μὲν γὰρ προσοδεύειν ἔξωθεν καὶ συνάγειν, ἀνδρῶν μόνον ἐστί, γυναῖκας δὲ κερδαίνειν οὐ θέμις· τὸ δὲ τὰ συναχθέντα διατηρεῖν καὶ φυλάττειν, ταύτης μόνης ἐστίν. Ὥστε, εἰ καὶ δοκεῖ πλέον εἶναι τὸ κτήσασθαι τοῦ φυλάξαι, ἀλλ’ ὅμως ἄνευ τούτου κἀκεῖνο ἄχρηστον γίνεται καὶ περιττόν· πολλάκις δὲ καὶ τούτου προσόντος ἐκεῖνο οὐ μόνον οὐδὲν ὤνησεν, ἀλλὰ καὶ ἃ πάντα διέφθειρεν. Ἐπειδὴ γὰρ πρᾶγμα ἐστι δυσχερές, κερδαίνοντα ἔξωθεν ἄνδρα δίκαια κέρδη πορίζεσθαι (ὡς γὰρ ἐπὶ πολὺ τὰς τῶν ἀλλοτρίων οὗτοι πραγματεύονται συμφοράς), καὶ τῇ τῆς γυναικὸς τέχνῃ καὶ τῇ οἰκονομίᾳ πολλάκις ἐλυμήναντο τὰ ἀδίκως καὶ μετὰ βίας εἰς τὰ χεῖρας ἀχθέντα τὰς ἐκείνης. Ὥστε, εἰ καὶ μεῖζον τὸ κτήσασθαι τοῦ φυλάξαι, ἑτέρῳ δείκνυται τρόπῳ ἔλαττον τοῦτο, ὅταν μὴ μόνον μηδὲν συντελῇ εἰς τὴν τῶν ὄντων προσθήκην, ἀλλὰ καὶ διαφθείρῃ τὰ ἀποκείμενα. Τὶ οὖν δέδοικεν ἡ χήρα, μὴ παρὰ τὴν ἀπουσίαν τοῦ ἀνδρὸς χεῖρον διαθῇ τὰ κατὰ τὴν οἰκίαν, ἧς καὶ ζῶντος ἐκείνου τὴν ἐπιμέλειαν εἶχεν αὐτή; Ἀλλ’ εὐκολώτερον, φησί, μεταχειριεῖται, διὰ τὸν ἐκείνου φόβον οὐδενὸς ἀντιπίπτοντος, οὐδὲ δυσκολίαν παρέχοντος. Καὶ γὰρ οἰκέται καὶ οἰκονόμοι καὶ ἐπίτροποι καὶ πάντες κατεπτήχασι, καὶ μετὰ πολλῆς ὑπακούουσι τῆς πειθοῦς, καὶ ὁ ἀντιλέγων οὐδείς· ὅταν δὲ ὁ φοβῶν ἀπέλθῃ, ἅπαντες ἐπεμβαίνουσι τῇ χήρᾳ, καὶ κακουργοῦσι, καταθρασύνονται, πάντα συγχέουσι καὶ διασπῶσι· κἂν ἐπεξέλθῃ καὶ ἀμύνηται, στρεβλοῦσα, μαστίζουσα, εἰς δεσμωτήριον ἐμβάλλουσα, καταγνώσεις, λοιδορίαι, κατηγορίαι παρὰ τῶν πολλῶν. Ἂν δὲ τὰς πρὸς τὸν ἀπελθόντα συνθήκας πατήσῃ, καὶ τῆς φιλίας ἐπιλάθηται τῆς ἐκείνου, καὶ τὴν ἑσπέραν καθ’ ἣν πρῶτον αὐτῇ συνήπτετο, καὶ τὸν κρότον, καὶ τὸν ὑμέναιον, καὶ τὰς γαμηλίους δᾷδας, καὶ τὰς πρώτας περιπλοκάς, καὶ τὰς τραπέζας, καὶ τῶν ἁλῶν ὧν αὐτῇ παρὰ πάντα τὸν χρόνον ἐκοινώνησε, καὶ ῥημάτων ὧν εἰκὸς γυναῖκα ἀπολαύειν παρὰ ἀνδρός· ἂν ταῦτα ῥίψῃ πάντα ἐξαίφνης ὡς οὐδὲ γεγενημένα, ἑτέρῳ τὰς θύρας ἀναπετάσασα τῆς οἰκίας, καὶ πρὸς τὴν εὐνὴν αὐτὸν ἕλκῃ τὴν ἐκείνου τὴν πάντα τὰ πρότερον συνειδυῖαν, ἂν ταῦτα ποιῇ, οὐδεὶς ὁ μεμφόμενος, οὐδὲ ἐγκαλῶν; Οὐδεὶς ὁ μισήσων, καὶ ἄστοργον, καὶ ἄπιστον, καὶ ἄσπονδον καὶ πάντα τὰ τοιαῦτα προσερῶν;


ε’. Μὴ γάρ, ἐπειδὴ συνεχώρησεν ὁ μακάριος Παῦλος τὸ πρᾶγμα, ἤδη αὐτὸ καὶ ἐπαινῶν ἄξιον νόμιζε, καὶ καταγνώσεως ἀπηλλάχθαι τῆς παρὰ τῶν πολλῶν. Κολάσεως μὲν γὰρ καὶ τιμωρίας ἐστὶν ἐκτός, ἐπαίνων δὲ καὶ ἐγκωμίων οὐκ ἂν δύναιτο κοινωνεῖν. Καὶ γὰρ τὸ κατωφερῆ τινα καὶ λάγνον εἶναι, καὶ μήτε ἐν καιρῷ τῆς νηστείας, μήτε ἐν ἄλλῳ τινὶ τῆς γυναικὸς ἀπέχεσθαι, κολάσεως μὲν καὶ αὐτὸ πόῤῥω καὶ μακράν, οὐ μὴν ἐπαίνων ἐγγύς· αὐτὸ γὰρ τὸ συγκαταβῆναι τοσοῦτον, οὐδὲν ἕτερόν ἐστιν, ἢ σημεῖον ἀσθενείας καὶ ἀπροσεξίας πολλῆς. Ὥστε εἰ δέδοικας μὴ θρασύτητος δόξαν λάβῃς διὰ τὴν τῶν οἰκετῶν ἐπιτίμησιν, πρὸ τούτου δεδοικέναι χρὴ μὴ λαγνείας καὶ ἀσωτίας δόξαν προστρίψῃ τοσαύτην. Χωρὶς δὲ τούτων τῇ χήρᾳ τὸ πρᾶγμα ἄμεινον ἐξέσται μετελθεῖν, ὥστε καὶ ἐν ἀσφαλείᾳ αὐτῇ τὰ πολλὰ πράγματα εἶναι, καὶ μὴ μόνον μὴ ψέγεσθαι, ἀλλὰ καὶ ἐπαινεῖσθαι παρὰ πάντων, καὶ πρὸ τούτου τῶν ἀγαθῶν ἐπιτυχεῖν τῶν παρὰ τοῦ Θεοῦ. Ἂν γὰρ θελήσῃς παρακαταθέσθαι τὰ χρήματα τῷ οὐρανῷ, καὶ εἰς τὸν ἄσυλον αὐτὰ κατορύξῃς τόπον ἐκεῖνον, οὐ μόνον οὐκ ἐλαττωθήσεται, ἀλλὰ καὶ πολλῷ πλείω γενήσεται. Τοιοῦτος γὰρ οὗτος ὁ σπόρος. Εἰ δὲ ἐλάττων ἐστὶ τοῦ χωρῆσαι μέχρι τῆς νομοθεσίας ἐκείνης, καὶ πάντα ἀθρόως οὐ βούλεται μεταθεῖναι, λογιζέσθω πάλιν ἐκεῖνο, ὅτι καὶ ἄνδρα λαβοῦσα οὐ πάντως λήψεται τοιοῦτον, οἷον καὶ προσθεῖναι τοῖς οὖσιν· ἂν δ’ ἄρα καὶ τοιοῦτος ᾗ, μὴ τοῦτο ἐννοείτω μόνον τὴν τῶν χρημάτων προσθήκην, ἀλλ’ ὅτι πολλὰ καὶ τῷ Θεῷ καὶ τοῖς ἀνθρώποις προσκρούειν προαχθήσεται. Ἂν μὲν γὰρ τῶν δυνατῶν ᾗ καὶ πολλὴν ἐχόντων ἰσχύν, ἔστιν ὅτε παρὰ γνώμην πολλὰ καὶ πρᾶξαι καὶ παθεῖν αὐτὴν βιάσεται, καὶ ὅπερ ἐπὶ χηρείας ἐδεδοίκει, τοῦτο μετὰ πλείονος ἀνάγκης ὑποστήσεται νῦν· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ ταχίστην εἰκὸς αὐτὴν δέξασθαι τὴν μεταβολήν. Χήρα μὲν γὰρ οὖσα, κἂν ἐλαττώσῃ τι τῶν τοιούτων, ὅμως τὰ λειπόμενα μετὰ πολλῆς ἕξει τῆς ἀσφαλείας· ἀνδρὶ δὲ συναφθεῖσα δυνατῷ, καὶ τὰ τῆς πόλεως πράττοντι, ἢ καὶ ἑτέραν τινὰ μετιόντι φροντίδα, πολλάκις ἀθρόον πάντα ἀποβαλεῖται· ταῖς γὰρ τῶν ἀνδρῶν συμφοραῖς ἀνάγκη καὶ τὰς συνοικούσας αὐτοῖς κοινωνεῖν. Εἰ δὲ καὶ μηδὲν συμβαίη τοιοῦτον, τὶ τὸ κέρδος, εἰπὲ μοι, δουλείαν ἀντὶ ἐλευθερίας αἱρεῖσθαι; Τὶ δὲ τὸ ὄφελος τῶν πολλῶν χρημάτων, ὅταν αὐτοῖς χρήσασθαι μὴ δύνηται πρὸς ὃ βούλεται; Οὐ πολλῷ βέλτιον ὀλίγα μετ’ ἐξουσίας ἔχειν, ἢ τὰ τῆς οἰκουμένης μετὰ τοῦ καὶ αὐτὴν σὺν ἐκείνοις ὑποκεῖσθαι ἑτέρῳ; Τὰς γὰρ φροντίδας, καὶ τὰς ὕβρεις, καὶ τὰς λοιδορίας, καὶ τὰς ζηλοτυπίας, καὶ τὰς ὑποψίας τὰς εἰκῆ, καὶ τὰς ὠδῖνας, καὶ τὰ ἀλλὰ ἅπαντα παρίημι νῦν. Ὁ μὲν γὰρ τῇ παρθένῳ διαλεγόμενος εἰκότως καὶ περὶ τούτων διαλέξεται, ἅτε ἀπείρῳ οὔσῃ καὶ ἀμαθεῖ τῶν πραγμάτων ἐκείνων· χήρᾳ δὲ κἂν ἐνοχλήσειέ τις ταῦτα λέγων. Ἃ γὰρ διὰ τῶν πραγμάτων ἔμαθεν ἀκριβέστερον, περιττὸν τῷ λόγῳ πειρᾶσθαι διδάσκειν αὐτήν. Τοσοῦτον δὲ προσθεῖναι καλόν, ὅτι καὶ μετὰ πλείονος ὁμιλήσει τῆς παῤῥησίας καὶ τῆς ἐλευθερίας ἡ παρθένος γαμηθεῖσα τῆς μετὰ τὴν χηρείαν. Ταύτην μὲν γὰρ κἂν ὡς γυναῖκα στέργῃ, ἀλλ’ οὐχ ὡς παρθένον λαβών· ὅτι δὲ πολλῷ ἐκεῖνοι τούτων οἱ ἔρωτες σφοδρότεροι καὶ μανικώτεροι, παντὶ που δῆλόν ἐστιν· ἐκείνην δὲ ἅτε μὴ παντὸς ἀνδρὸς ἄπειρον οὐ παντὶ θυμῷ καὶ ἀσπάσεται καὶ φιλήσει. Πεφύκαμεν γάρ, ὡς εἰπεῖν, ἅπαντες ἄνθρωποι, εἴτε ὑπὸ ζηλοτυπίας, εἴτε ὑπὸ κενοδοξίας, εἴτε οὐκ οἱδ’ ὅθεν ἑτέρωθεν, τῶν πραγμάτων ἐκεῖνα μάλιστα φιλεῖν ὧν καὶ τὴν ἐξουσίαν καὶ τὴν ἀπόλαυσιν οὐ μεθ’ ἑτέρους ἔχομεν, ἀλλ’ αὐτοὶ πρῶτοι καὶ μόνοι καθεστήκαμεν κύριοι. Τοῦτο καὶ ἐπὶ ἱματίων ἴδιοι τις ἂν συμβαῖνον ἡμῖν· οὐ γὰρ ὁμοίως διεκείμεθα πρὸς τὰ παρ’ ἑτέρων εἰς χρῆσιν ἐλθόντα τοῖς παρ’ οὐδενός. Τοῦτο καὶ ἐπὶ οἰκίας ἀκὶ ἐπὶ σκευῶν· καὶ γὰρ καὶ οἰκίαν τὴν παρ’ ἑτέρου δοθεῖσαν ἡμῖν οὐχ ὁμοίως ἐκείνῃ φιλοῦμεν, ἣν αὐτοὶ κατεσκευάσαμεν· καὶ τῶν σκευῶν τὰ μὲν ἄρτι γενόμενα καὶ πρώτην παρ’ ἡμῖν χρείαν δεξάμενα ἐν πολλῇ τῇ φειδοῖ φυλάττομεν καὶ σπουδῇ, τὰ δὲ ἐξ ἑτέρων ἐλθόντα εἰς ἡμᾶς οὐ σφόδρα προσιέμεθα, αλλ’ οὕτως ἀποστρεφόμεθα, ὡς καὶ ἀνασκευάσαι πολλάκις αὐτά. Εἰ δὲ ἐπὶ οἰκίας καὶ ἱματίων καὶ σκευῶν τοῦτο ἡμῖν συμβαίνει τὸ πάθος, ἐννόησον ἐπὶ τῆς γυναικός, οὗ τιμιώτερον ἀνδράσιν οὐδέν, πῶς αὐτὸ μετὰ σφοδρότητος ἐμπίπτειν εἰκός. Ἐκείνων μὲν γὰρ κἂν μεταδιδόαμεν τοῖς βουλομένοις, ταύτης δὲ οὐ θέμις ἡμῖν, ἀλλὰ τῆς ψυχῆς ἀποστησόμεθα πρῶτον, ἢ τοῦτο παθεῖν ἀνεξόμεθα. Τὴν μὲν οὖν παρθένον, ὅπερ ἔφην ἅτε ἀνέπαφον οὖσαν καὶ ἰδίαν αὐτοῦ καὶ οὐδενὸς ἑτέρου γενομένην, πάσῃ προθυμίᾳ προσίεται· τὴν δὲ ἑτέρῳ πρότερον συναφθεῖσαν οὐ μετὰ τῆς αὐτῆς φιλίας ὄψεται καὶ εὐνοίας.


ς’. Μὴ γὰρ μοι τὰ σπανιάκις καὶ μόλις ἅπαξ συμβαίνοντα εἴπῃς, ἀλλὰ τὰ συνεχῶς ἐπὶ τῶν πραγμάτων δεικνύμενα. Οὐ διὰ ταῦτα δὲ μόνον πλείονος ἐκείνη μεθέξει τῆς παῤῥησίας, ἀλλὰ καὶ δι’ ἕτερα πολλά. Οὗτος μὲν γὰρ καὶ ὀνειδίσαι εὐκόλως δύναιτ’ ἂν ὡς καταφρονούμενος παρ’ αὐτῆς, καὶ τεκμήριον τῆς ὀλιγωρίας τὴν εἰς τὸν πρότερον αὐτῇ γεγενημένην ἀπιστίαν προσενεγκεῖν καὶ ἐπιστομίσαι καὶ ὑπὲρ τῶν γεγενημένων, καὶ ὑπὲρ τῶν μηδὲ συμβησομένων ἴσως. Ὁ γὰρ ἀπελθὼν καὶ καταφρονηθεὶς καὶ τὸν ζῶντα ταῦτα ὑποπτεῦσαι πείσει περὶ ἑαυτοῦ, κἂν μὴ γένηται. Οὐκ ἐκεῖνος δὲ μόνον ταῦτα προφέρων αὐτῇ συνεχῶς ἔσται φορτικός, ἀλλὰ καὶ οἰκέται καὶ θεράπαιναι, κἂν μὴ φανερῶς, λάθρα γοῦν διαγογγύζοντες μυρίοις αὐτὴν βάλλουσι σκώμμασιν. Εἰ δὲ συμβῇ καὶ παῖδας τοῦ τετελευτηκότος καταλειφθῆναι νέους, πῶς αὐτοὺς ἀναθρέψει, πῶς δὲ προστήσεται; Τίνων δὲ ὀρφανῶν οὐ χαλεπώτερον ἐκεῖνοι βιώσονται τὰ τοῦ πατρὸς ὁρῶντες ἅπαντα ἕτερον ἔχοντα, καὶ οἰκέτας, καὶ οἰκίαν, καὶ ἀγρούς, καὶ τὸ πάντων κεφάλαιον τὴν γυναῖκα; Πῶς δυνήσονται ὡς πρὸς μητέρα διακεῖσθαι ἐκεῖνοι; Πῶς δὲ αὕτη ὡς πρὸς παῖδας, οὓς αἰσχύνεσθαι καὶ ἐρυθριᾷν ἀναγκάζεται, καὶ οἷς πᾶσαν ἀπονεῖμαι τὴν μητρικὴν οὐκ ἔχει φιλοστοργίαν, εἰς τοὺς ἐξ ἐκείνου παῖδας σχιζομένης αὐτῇ τῆς διανοίας; Τὶ οὖν, ἂν ᾗ σφόδρα κόρη, φησί, καὶ βραχὺν ἀπολαύσασα χρόνον τοῦ ἀνδρός; Πρὸς γὰρ τὰς κόρας μοι ταῦτα εἴρηται, οὐ πρὸς τὰς γεγηρακυίας· πρὸς γὰρ ἐκείνας τοῦτο ποιούσας οὐδὲ διαλεχθήσομαι· εἰ γὰρ ὁ πολὺς χρόνος καὶ ἡ ἡλικία καὶ τὰ ἀλλὰ πάντα οὐκ ἔπεισαν αὐτὰς ἀποσχέσθαι δευτέρου γάμου, πολὺ γε ἧττον ἡμεῖς· οὐ γὰρ ὁ παρ’ ἡμῶν πείσει λόγος· ἀλλ’ ἅπας μοι πρὸς ταύτας ὁ λόγος ἐστί. Τὶ οὖν, ἂν ᾗ κόρη, φησί, καὶ μόνον ἐνιαυτὸν μετὰ τοῦ προτέρου συνοικήσασα δευτερογαμῆται πάλιν; Τίνος ἕνεκεν τῆς εἰκοστὸν ἔτος καὶ Τρίκοστον ἀνηλωκυίας ἐν γάμῳ προτιμήσεις αὐτήν; Οὐκ ἔγωγε, ἀλλ’ ὁ μακάριος Παῦλος· ἐκεῖνος γὰρ φησι, «Μακαριωτέρα δὲ ἐστιν, ἐὰν οὕτω μείνῃ». Τὶ γάρ, εἰ καὶ πολὺν ἐκείνη χρόνον συνῴκησεν ἀνδρί, ἀλλ’ ἑνὶ καὶ τῷ αὐτῷ καὶ μόνῳ καὶ ᾧ ἐξ ἀρχῆς ἐκληρώθη; Αὕτη δὲ δυσὶν ἔδωκεν ἑαυτήν, καὶ ταῦτα ἐν βραχεῖ τῷ χρόνῳ. Ἀλλ’ οὐχ ἑκοῦσα, φησίν· εἰ γὰρ ὁ πρῶτος ἔζη, οὐκ ἂν ἕτερον ἠγάπησεν ἐπ’ ἐκείνῳ· ἐπειδὴ δὲ πρὸ ὥρας ἀπῆλθεν ἐκεῖνος, ὑπὸ τῆς ἀνάγκης δευτέρῳ συνήφθη πάλιν. Ποίας ἀνάγκης; Ἐγὼ γὰρ ταύτης ἧς λέγεις μείζονα ἑτέραν ἀνάγκην ὁρῶ ἱκανὴν αὐτὴν κατασχεῖν ἐπὶ τῷ τετελευτηκότι, τὸ πικρῶν οὕτως ἀπολαῦσαι τῶν πραγμάτων τοῦ κόσμου. Ἡ μὲν γὰρ πολὺν αὐτοῖς συγγενομένη χρόνον, καὶ ἐμπλησθεῖσα καλῶς, ὡς τῶν αὐτῶν τευξομένη τῶν ἴσων ἅψεται πάλιν· ἡ δὲ προοιμίων οὕτω χαλεπῶν πειραθεῖσα ποίᾳ προαιρέσει καὶ ἐλπίδι πρὸς τὴν πεῖραν ἥξει τῶν χαλεπῶν; Οὐδὲ γὰρ εἲ τις βουλόμενος ἐμπορεύσασθαι, πρὶν τι κερδάνῃ ἅμα τῷ τὸν λιμένα ἐξελθεῖν ναυάγιον ὑπομένοι, εὐκόλως ἅψεται τῆς πραγματείας λοιπόν. Οὐδὲ ταύτην εἰκότως τὴν πολλὰ μὲν προσδοκήσασαν ἡδέα, πρὶν ἢ δὲ ἐκείνων πεῖραν καλῶς λαβεῖν, τοσοῦτον πένθος ἰδοῦσαν ἀγαπῆσαι τὰ τοῦ κόσμου πράγματα, εἰ μὴ σφόδρα ἀκρατὴς οὖσα τύχοι· μᾶλλον δέ, εἰ καὶ σφόδρα πρὸς αὐτὰ διακέοιτο, καὶ λίαν ἔχοι προσπαθῶς, ἱκανὴ τῆς ἀρχῆς ἡ ἀηδία πᾶσαν σβέσαι τὴν ἐπιθυμίαν αὐτῆς. Τότε γὰρ τοῖς πράγμασι μάλιστα ἐπιμένειν εἰώθαμεν, ὅταν προοιμίων πειραθῶμεν καλῶν· ὅταν δὲ ἐξ ἀρχῆς καὶ ἀπ’ αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς γραμμῆς χαλεπῶν καὶ δυσκόλων αἰσθώμεθα, ταχέως ἀνακρουόμεθα τῆς προαιρέσεως σβεννυμένης ἡμῖν. Ὥστε αἱ τὰς ἀώρους ὑπομείνασαι χηρείας, αὗται εἰκότως ἂν ἀπόσχοιντο γάμου δευτέρου ὑπὲρ τοῦ μὴ τὰ αὐτὰ πάλιν παθεῖν. Ἡ μὲν γὰρ ἐν τῇ χηρεία μένουσα ἕξει τὸ ἀσφαλές, καὶ οὐχ ὑποπτεύσει πένθος ἕτερον τοιοῦτον πάλιν· ἡ δὲ προσομιλήσασα γάμῳ δευτέρῳ καὶ τοῦτο προσδοκᾶν ἀναγκασθήσεται τὸ δεινόν. Καὶ ἄλλως δέ, εἰ καὶ πρᾶγμα ἓν ἐστιν ἡ χηρεία, ἀλλ’ οὐ πᾶσαι τοὺς αὐτοὺς ἀπολήψονται τούτου μισθούς, ἀλλ’ αἱ μὲν πλείους, αἱ δὲ ἐλάττους. Αἱ μὲν γὰρ ἐν νεότητι τὸν ζυγὸν ἀναδεξάμεναι πλείονος ἀπολαύσονται καὶ τῆς τιμῆς καὶ τῆς δωρεᾶς, αἱ δὲ πρὸς αὐτῷ τῷ γήρᾳ οὐχ ὁμοίως ἐκείναις. Τὶ δήποτε; Ὅτι ἡ μὲν πολλῶν ὄντων τῶν κωλυμάτων διὰ τὸν τοῦ Θεοῦ φόβον πάντα ἠνέσχετο, αὕτη δὲ οὐδὲ βραχὺ ἱδρῶτα ὑπέμεινεν οὐδὲ πόνον· πῶς γάρ, οὐδενὸς ὄντος πράγματος τοῦ βίαν παρέχοντος; Ὥσπερ οὖν ἡ δευτέρῳ δοῦσα ἑαυτὴν ἐλάττων ἐστὶ τῆς τὸν ἐν ἄνδρα ἐχούσης, οὕτως ἡ ἐν χηρείᾳ μένουσα ἐν αὐτῇ τῇ νεότητι πολλῷ τῷ μέτρῳ τὴν ἐν τῷ γήρᾳ τὸν ἄνδρα ἀποβαλοῦσαν ὑπερακοντίσαι δυνήσεται καίτοι γε ἀμφοτέραις εἷς γέγονεν ὁ ἀνήρ, ἀλλ’ ὅμως αὕτη μὲν τὸν τῆς ἁγνείας ἔδραμε δρόμον, ἐκείνῃ δὲ πολλοῖς ἀπελείφθη τοῖς σταδίοις. Μὴ τοίνυν τὸν πόνον ἴδῃς μόνον, ἀλλὰ καὶ τὸν μισθόν, καὶ γὰρ τὰ πολλὰ τῶν κατορθωμάτων οὕτως ἡμῖν δύσκολα φαίνεται, ὅτι τὸν μόχθον αὐτῶν καὶ τοὺς ἱδρῶτας συνεχῶς στρέφοντες τοὺς ἀποκειμένους αὐτοῖς μισθοὺς οὐκ ἐν νῷ λαμβάνομεν. Ἀλλ’ οὐχ οὕτω δεῖ ποιεῖ, ἀλλὰ πάντα ὁμοῦ λογίζεσθαι μετὰ τῶν πόνων καὶ τὰς ἀμοιβάς, καὶ οὕτως εὔκολα ὑμῖν φανεῖται, ὥσπερ οὖν καὶ ἔστιν εὔκολα. Καὶ γὰρ ὁ ἀριστεὺς οὐ τὰ τραύματα μόνον, οὐδὲ τὰ πτώματα, οὐδὲ τὸν θάνατον, ἀλλὰ καὶ τὰ τρόπαια καὶ τὰς νίκας καὶ τὰς ἄλλας ἁπάσας ἀναλογισάμενος τιμὰς οὕτως ἐπὶ τὴν ἀριστείαν ἔρχεται· καὶ ὁ γεωργὸς δὲ οὐχὶ τὴν ἄροσιν μόνον, οὐδὲ τὸν ἐν τῷ σκάπτειν πόνον, ἀλλὰ καὶ τὴν ἅλω, καὶ τὰς ληνοὺς πρὸ τῶν ὀφθαλμῶν θείς, οὕτω τῶν ἔργων ἐφάπτεται. Οὕτω καὶ ἡμεῖς ταῖς ἐλπίσι ταῖς χρησταῖς τὸν τῆς χηρείας μόχθον ἐπικουφίσωμεν, καὶ πολλῷ μᾶλλον ἡμεῖς ἢ ἐκεῖνοι· ἐκείνοις μὲν γὰρ πολλὰ πολλάκις τῶν οὐκ ἐπ’ αὐτοῖς κειμένων τὴν προσδοκίαν διέκοψε, τὰς δὲ ἡμετέρας ἐλπίδας οὐδεὶς ὁ καταισχύνων ἐστίν, ἂν μὴ βουληθῶμεν αὐτοί. Μὴ δὲ βουληθῶμεν, ἀλλ’ ἐννοήσαντες ὡς οὐ πολλῷ τῆς παρθένου ἡ χήρα λείπεται (ἔστι δὲ ὅπου αὐτὴν καὶ ὑπερηκόντισεν, ὅταν ἡ μὲν παρθένος περιπλέκηται πράγμασιν, «Ἡ δὲ χήρα, (κατὰ τὸν Παῦλον), μεμονωμένη καὶ ἐλπίζουσα ἐπὶ τὸν Θεὸν προσκαρτερῇ ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς», καὶ τῶν βιωτικῶν πραγμάτων ἀπέχηται), ἀναδεξώμεθα τὸν ἀγῶνα τοῦτον, ἵνα τῶν ἐν αὐτῷ στεφάνων τύχωμεν. Ταῦτα ὑμῖν οὐκ ἀνάγκης ἕνεκεν εἴρηται, οὐδέ, ὅπερ ἔφην, καταδικάζοντες τὰς οὐ βουλομένας, χηρεύειν, ἐπὶ ταύτην ἤλθομεν τὴν παραίνεσιν, ἀλλὰ προτρέποντες καὶ παρακαλοῦντες, μὴ ἐπὶ τοσοῦτον προσδεθῆναι τῇ γῇ, ἀλλ’ ἅπαξ λυθείσας μένειν ἐλευθέρας, καὶ τὸν οὐρανὸν ἐπιζητεῖν, καὶ τὴν πολιτείαν ἐπιδείκνυσθαι τὴν ἐκεῖ, καὶ ἁρμοσθείσας τῷ Χριστῷ οὕτως ἅπαντα πράττειν, ὡς προσῆκε τὰς τὸν τοιοῦτον ἐχούσας νυμφίον, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ζωοποιῷ καὶ ἁγίῳ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.











Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |