ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Περὶ ἐλεημοσύνης, καὶ εἰς τὰς δέκα παρθένους

Δευτέρα 20 Ιουνίου 2016

Περὶ ἐλεημοσύνης, καὶ εἰς τὰς δέκα παρθένους




Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 49
Περὶ  ἐλεημοσύνης, καὶ εἰς τὰς δέκα παρθένους.  Ὁμιλία γʹ.

αʹ. Ἆρα οἴδατε, πόθεν ἡμῖν ὁ λόγος πρώην ἤρξατο, ἢ ποῦ κατέλυσεν, ἢ ἐκ ποίας ὑποθέσεως  εἰς ποίαν  ἔληξε τὰ τῆς προτέρας ὁμιλίας  ῥήματα; Ἀλλ' ὑμᾶς μὲν νομίζω ἐπιλελῆσθαι ποῦ ἡμῖν ὁ λόγος κατέπαυσεν· ἐγὼ δὲ οἶδα, καὶ οὐκ αἰτιῶμαι ὑμᾶς ἐν τούτῳ οὐδὲ κατηγορῶ. Ἕκαστος γὰρ ὑμῶν γυναῖκα ἔχει, καὶ παίδων  ἀντέχεται,  καὶ τῶν περὶ τὸν   οἶκον   φροντίζει   πάντων·  οἱ  μὲν  καὶ  ἐν  στρατείαις   ἀσχολοῦνται,   ἄλλοι   δὲ χειροτέχναι   εἰσί· καὶ  εἰς  διαφόρους  χρείας  ἕκαστος  ὑμῶν  ἀσχολεῖται.  Ἡμεῖς  δὲ  ἐν τούτοις στρεφόμεθα, καὶ ἐν τούτοις μελετῶμεν, καὶ ἐν τούτοις τὸν χρόνον ἡμῶν διατρίβομεν· ὥστε οὐ μεμπτέοι ἐστὲ ἐν τούτῳ, ἀλλ' ἐπαινετέοι  ἐν τῇ σπουδῇ, ὅτι οὐδὲ μίαν ἡμᾶς Κυριακὴν καταλιμπάνετε,  ἀλλὰ πάντων  καταφρονοῦντες εἰς ἐκκλησίαν ἀπαντᾶτε.  Τοῦτο γὰρ μέγιστον  ἐγκώμιόν  ἐστι τῆς ἡμετέρας πόλεως,  οὐ τὸ θορύβους ἔχειν  καὶ προάστεια, οὐδὲ χρυσορόφους οἴκους καὶ τρικλίνους,  ἀλλὰ  τὸ ἔχειν  δῆμον σπουδαῖον καὶ διεγηγερμένον. Οὐ γὰρ ἐκ τῶν φύλλων  τὴν εὐγένειαν τοῦ δένδρου, ἀλλ' ἐκ τῶν καρπῶν ἐπιγινώσκομεν. ∆ιὰ τοῦτο γὰρ τῶν ἀλόγων ζώων προτετιμήμεθα ἐν τῷ λόγον ἔχειν,


 καὶ λόγου μεταλαμβάνειν,  καὶ λόγου ἐρᾷν· ἄνθρωπος γὰρ μὴ ἐρῶν λόγου, πολὺ ἀλογώτερος τῶν κτηνῶν  ἐστι, μὴ εἰδὼς διὰ τί ἐτιμήθη, καὶ πόθεν ἔχει τὴν τιμήν. Καὶ καλῶς ἔλεγεν ὁ προφήτης· Ἄνθρωπος  ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις,  καὶ ὡμοιώθη  αὐτοῖς. Ἄνθρωπος  λογικὸς  ὢν, λόγου οὐκ ἐρᾷς; εἰπέ μοι, καὶ ποίαν ἕξεις συγγνώμην;  Ὥστε ὑμεῖς ἐμοὶ πάντων  ἀναγκαιότεροι  οἱ πρὸς τὸν λόγον τῆς ἀρετῆς ἀναπτερούμενοι,  καὶ πάντα τῶν θείων λόγων  δεύτερα τιθέντες. Φέρε οὖν  καὶ  ἡμεῖς  τῆς  ὑποθέσεως  ἁψώμεθα,  καὶ  τῶν  πρώην  ῥηθέν των  τὰ ἀκόλουθα εἴπωμεν· χρεωστῶ γὰρ ὑμῖν, καὶ ἡδέως καταβάλλω  τὸ χρέος· οὐ γὰρ πενίαν μοι  φέρει,  ἀλλὰ  πλοῦτον   συνάγει.  Ἐπὶ  γὰρ  τῶν  ἔξωθεν  πραγμάτων   οἱ  χρεῶσται φεύγουσι τοὺς δανειστὰς πρὸς τὸ μὴ ἀποδοῦναι, ἐγὼ δὲ καταδιώκω  εἰς τὸ ἀποδοῦναι, καὶ μάλα γε εἰκότως· ἐπὶ γὰρ τῶν ἔξωθεν πραγμάτων  ἡ ἀπόδοσις πενίαν ἐργάζεται, ἐπὶ δὲ τοῦ λόγου ἡ ἀπόδοσις πλοῦτον  γεννᾷ.  Οἷόν τι λέγω· χρήματα χρεωστῶ τινι· ταῦτα ἐὰν  καταβάλω,  οὐ δύναται  καὶ παρ'  ἐκείνῳ  εἶναι  καὶ παρ'  ἐμοὶ, ἀλλ'  ἀπ'  ἐμοῦ μὲν ἀνεχώρησεν,  ἐκείνῳ  δὲ ἐκολλήθη·  λόγον  δὲ ἐὰν  καταβάλω,  καὶ μετ' ἐμοῦ ἐστι, καὶ πάντες αὐτὸν ἔχετε· ἐὰν κατάσχω τὸν λόγον καὶ μὴ μεταδῶ, τότε πένης εἰμὶ, ὅταν δὲ καταβάλω,  τότε  εὐπορώτερος  γίνομαι·  ἐὰν  μὴ  καταβάλω   τὸν  λόγον,  τότε  μόνος πλουτῶ,  ἐὰν  δὲ καταβάλω,  μετὰ  πάντων  ὑμῶν  τὸν  καρπὸν  ἀποφέρομαι.  Φέρε οὖν ἀποδῶμεν τὸ χρέος· τί δὲ ἦν τοῦτο; Περὶ μετανοίας τὸν λόγον ἐγυμνάζομεν πρώην καὶ ἐλέγομεν,  ὅτι  πολλαὶ  καὶ ποικίλαι  ὁδοὶ τῆς  μετανοίας,  ἵνα  εὔκολος  ἡμῖν  γένηται  ἡ σωτηρία. Εἰ γὰρ μίαν ἡμῖν ἔδωκεν ὁδὸν ὁ Θεὸς μετανοίας, ἀνεβαλόμεθα ἂν λέγοντες· Οὐ δυνάμεθα ταύτην μετελθεῖν, σωθῆναι οὐ δυνάμεθα· νῦν δὲ ἐκκόπτων σου τὴν πρόφασιν ταύτην, οὐ μίαν σοι δέδωκε μόνον ὁδὸν, οὐδὲ δευτέραν, οὐδὲ τρίτην, ἀλλὰ πολλὰς καὶ διαφόρους, ἵνα τῷ πλήθει εὔκολόν σοι ποιήσῃ τὴν ἀνάβασιν τὴν εἰς τὸν οὐρανόν. Καὶ ἐλέγομεν ὅτι εὔκολος ἡ μετάνοια, καὶ οὐδὲν βάρος ἐν αὐτῇ. Ἁμαρτωλὸς εἶ; εἴσελθε εἰς τὴν  ἐκκλησίαν, εἰπὲ ὅτι ἡμάρτηκα, καὶ ἔλυσας τὴν  ἁμαρτίαν.  Καὶ γὰρ καὶ τὸν ∆αυῒδ παρηγάγομεν  εἰς μέσον ἁμαρτήσαντα, καὶ λύσαντα τὴν ἁμαρτίαν· εἶτα δευτέραν ὁδὸν ὑπεθέμεθα, τὸ πενθῆσαι ἐπὶ τῇ ἁμαρτίᾳ, καὶ ἐλέγομεν,  ποῖος κάματος οὗτος; οὐκ ἔνι χρήματα  καταβαλεῖν,   οὐδὲ  πολλὴν   ὁδὸν  πεζεῦσαι,  οὔτε  τι  ἄλλο  τοιοῦτον,   ἀλλὰ πενθῆσαι  μόνον  ἐπὶ τῇ ἁμαρτίᾳ· καὶ παρηγάγομεν  ἀπὸ τῆς Γραφῆς τοῦτο, ὅτι ὁ Θεὸς μετεμελήθη  ἐπὶ τοῦ Ἀχαὰβ, διὰ τὸ πενθῆσαι αὐτὸν καὶ σκυθρωπάσαι· καὶ τοῦτο αὐτὸς ἔλεγε τῷ Ἠλίᾳ· Εἶδες πῶς ἐπορεύθη Ἀχαὰβ ἐνώπιόν μου πενθῶν, καὶ σκυθρωπάζων; Οὐ μὴ ποιήσω κατὰ τὸν  θυμόν μου. Εἶτα καὶ τρίτην ὁδὸν ἐδιδόαμεν μετανοίας, καὶ παρηγάγομεν  ἐκ τῆς Γραφῆς εἰς τὸ μέσον τὸν Φαρισαῖον καὶ τὸν τελώνην,  ὅτι ὁ μὲν Φαρισαῖος ὑπερηφάνως   ἀλαζονευόμενος,   τῆς  δικαιοσύνης  ἐξέπεσεν·  ὁ  δὲ  τελώνης ταπεινοφρονήσας,  ἔγκαρπος  δικαιοσύνης  κατῆλθε,  καὶ οὔτε  ἕνα  κάματον  ἀναλώσας δίκαιος  ἐγένετο· ῥήματα  ἔβαλε, καὶ πράγματα  ἔλαβε. Φέρε οὖν  ἐπὶ  τὴν  ἀκολουθίαν ἔλθωμεν,  καὶ  τετάρτην  ὁδὸν  μετανοίας  προάξωμεν· ποίαν  δὲ ταύτην;  Λέγω δὴ τὴν ἐλεημοσύνην  τὴν  βασιλίδα τῶν  ἀρετῶν,  τὴν  ταχέως  ἀνάγουσαν  εἰς τὰς ἁψῖδας  τῶν οὐρανῶν τοὺς ἀνθρώπους, τὴν συνήγορον τὴν ἀρίστην. Μέγα πρᾶγμα ἐλεημοσύνη· διὰ τοῦτο καὶ Σολομὼν ἐβόα· Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων. Μεγάλα τὰ πτερὰ τῆς ἐλεημοσύνης· τέμνει τὸν ἀέρα, παρέρχεται τὴν σελήνην, ὑπερβαίνει τὰς ἀκτῖνας τοῦ ἡλίου, εἰς αὐτὰς ἀνέρχεται τὰς ἁψῖδας τῶν οὐρανῶν. Ἀλλ' οὔτ' ἐκεῖ ἵσταται, ἀλλὰ καὶ τὸν οὐρανὸν  παρέρχεται, καὶ τοὺς δήμους τῶν  ἀγγέλων  παρατρέχει, καὶ τοὺς χοροὺς τῶν ἀρχαγγέλων,  καὶ τὰς ἀνωτέρας πάσας δυνάμεις, καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ· καὶ ἐξ αὐτῆς διδάχθητι  τῆς Γραφῆς τοῦτο λεγούσης· Κορνήλιε, αἱ προσευχαί σου, καὶ αἱ ἐλεημοσύναι  σου ἀνέβησαν ἐνώπιον  τοῦ Θεοῦ. Τὸ δὲ, Ἐνώπιον  τοῦ Θεοῦ ἔστι, Κἂν πολλὰς  ἔχῃς ἁμαρτίας, ἐλεημοσύνη δὲ ᾖ συνήγορος, μὴ φοβοῦ· οὐδεμία γὰρ αὐτῇ  τῶν  ἄνω  δυνάμεων  ἀντιτάσσεται· χρέος ἀπαιτεῖ,  ἴδιον  ἔχει  χειρόγραφον  μετὰ χεῖρας  βαστάζουσα. Αὐτοῦ γάρ ἐστι τοῦ ∆εσπότου φωνὴ,  ὅτι Ὃς ἂν ποιήσῃ ἑνὶ  τῶν ἐλαχίστων  τούτων, ἐμοὶ ἐποίησεν. Ὥστε οὖν ὅσας ἔχεις ἄλλας ἁμαρτίας, ἡ ἐλεημοσύνη σου βαρεῖ τὰς ὅλας.

βʹ. Ἢ οὐκ οἶδας ἐν τῷ Εὐαγγελίῳ τῶν δέκα παρθένων  τὸ ὑπόδειγμα, πῶς αἱ μὴ ἔχουσαι ἐλεημοσύνην, παρθενίαν δὲ ἀσκήσασαι ἔξω ἔμειναν τοῦ νυμφῶνος; Ἦσαν γὰρ, φησὶ, δέκα παρθένοι,  πέντε  μωραὶ, καὶ πέντε  φρόνιμοι· καὶ αἱ μὲν  φρόνιμοι  ἔλαιον εἶχον, αἱ δὲ μωραὶ ἔλαιον οὐκ εἶχον, ἐσβέννυντο δὲ αἱ αὐτῶν λαμπάδες. Προσελθοῦσαι δὲ αἱ μωραὶ ταῖς φρονίμοις εἶπον· ∆ότε ἡμῖν ἔλαιον ἐκ τῶν ἀγγείων  ὑμῶν. Αἰσχύνομαι καὶ  ἐρυθριῶ  καὶ  δακρύω,  ὅταν  παρθένον  μωρὰν  ἀκούσω· τοῦτο  τὸ  ὄνομα  ἀκούων ἐρυθριῶ, μετὰ τοσαύτην  ἀρετὴν, μετὰ παρθενίας  ἄσκησιν, μετὰ τὸ σῶμα εἰς οὐρανὸν  ἀναπτερῶσαι,  μετὰ τὸ πρὸς τὰς ἄνω  δυνάμεις  τὴν  ἅμιλλαν  ἔχειν,  καὶ τὸν  καύσωνα ὑπομεῖναι,  μετὰ τὸ τὴν  κάμινον  τῆς ἡδονῆς  καταπατῆσαι· τότε  μωραὶ  ἤκουσαν, καὶ δικαίως  μωραὶ,  ὅτι  τὸ μέγα  ποιήσασαι, ὑπὸ τοῦ μικροῦ ἡττήθησαν.  Καὶ προσῆλθον, φησὶν, αἱ μωραὶ,  καὶ εἶπον  ταῖς φρονίμοις·  ∆ότε ἡμῖν  ἔλαιον  ἐκ τῶν  ἀγγείων ὑμῶν. Αἱ δὲ εἶπον· Οὐ δυνάμεθα δοῦναι ὑμῖν, μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· οὐ δι' ἀσπλαγχνίαν  τοῦτο ποιοῦσαι, οὐδὲ διὰ κακίαν, ἀλλὰ διὰ τὸ στενὸν τοῦ καιροῦ· ἔμελλε γὰρ ὁ νυμφίος  ἔρχεσθαι. Εἶχον καὶ αὐταὶ  λαμπάδας· ἀλλ' ἐκείνων  μὲν εἶχον  ἔλαιον, αὐτῶν  δὲ οὐκ εἶχον. Τὸ γὰρ πῦρ ἐστιν ἡ παρθενία, τὸ δὲ ἔλαιον  ἐστὶν ἡ ἐλεημοσύνη. Ὥσπερ οὖν τὸ πῦρ, ἐὰν μὴ ἔχῃ ἔλαιον ἐπιστάζον, ἀφανίζεται, οὕτω καὶ ἡ παρθενία, ἐὰν μὴ ἔχῃ ἐλεημοσύνην,  σβέννυται. ∆ότε ἡμῖν ἔλαιον  ἐκ τῶν  ἀγγείων  ὑμῶν. Αἱ δὲ πρὸς αὐτάς· Οὐ δυνάμεθα δοῦναι ὑμῖν. Ἀλλ' οὐ κακίας τὸ ῥῆμα τοῦτο ἀλλὰ φόβου· Μήποτε οὐκ ἀρκέσῃ καὶ ἡμῖν καὶ ὑμῖν· μήποτε ὡς ζητοῦμεν ὅλαι εἰσελθεῖν, ὅλαι ἀπομείνωμεν· Ἀλλ' ἀπελθοῦσαι  ἀγοράσατε  ἀπὸ  τῶν  πωλούντων. Τίνες  δὲ οἱ  ἔμποροι  τοῦ  ἐλαίου τούτου;  Οἱ πτωχοὶ,  οἱ  πρὸς  τὴν  ἐλεημοσύνην  καθεζόμενοι  πρὸ  τῆς  ἐκκλησίας.  Καὶ πόσου;  Ὅσου θέλεις·  τιμὴν  οὐκ  ἐπιτίθημι,  ἵνα  μὴ  πενίαν   προβάλλῃ.  Ὅσον  ἔχεις, τοσούτου ἀγόρασον· ἔχεις ὀβολόν; ἀγόρασον τὸν οὐρανόν· οὐχ ὅτι εὔωνος ὁ οὐρανὸς, ἀλλ' ὅτι φιλάνθρωπος ὁ ∆εσπότης. Οὐκ ἔχεις ὀβολόν; ποτήριον δὸς ψυχροῦ ὕδατος· Ὃς ἂν  ποτίσῃ ποτήριον  ψυχροῦ  ὕδατος  ἕνα  τῶν  ἐλαχίστων  τούτων  ἕνεκα  ἐμοῦ, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Ἐμπορία καὶ πραγματεία ὁ οὐρανὸς, καὶ ἡμεῖς ἀμελοῦμεν. ∆ὸς ἄρτον,  καὶ λαβὲ παράδεισον· δὸς μικρὰ, καὶ λαβὲ μεγάλα· δὸς θνητὰ,  καὶ λαβὲ ἀθάνατα·  δὸς φθαρτὰ,  καὶ λαβὲ ἄφθαρτα.  Εἰ ἦν πανήγυρις,  καὶ εὐωνίαν  ἔχουσα, καὶ ἀφθονίαν    σιτίων,   καὶ   τὰ   πολλὰ    ὀλίγου    πιπρασκόμενα,   οὐκ   ἂν   τὰς   οὐσίας διαπωλήσαντες,   καὶ  πάντα   δεύτερα  θέντες,   τῆς  πραγματείας   ἐκείνης   περικρατεῖς ἐγένεσθε; Καὶ ὅπου μὲν φθαρτὰ, τοσαύτην ἐνδείκνυσθε  σπουδήν· ὅπου δὲ πραγματεία ἀθάνατος,  τοσοῦτο ῥᾳθυμεῖτε καὶ ἀναπεπτώκατε;  ∆ὸς πένητι,  ἵνα κἂν σὺ σιωπᾷς, καὶ μυρία στόματα ὑπὲρ σοῦ ἀπολογῶνται,  τῆς ἐλεημοσύνης ἐνεστώσης καὶ συνηγορούσης· λύτρον ψυχῆς ἐστιν ἐλεημοσύνη. ∆ιὰ τοῦτο ὥσπερ οἱ λουτῆρες ὕδατος πεπληρωμένοι εἰσὶ πρὸ τῶν  θυρῶν  τῆς ἐκκλησίας, ἵνα νίψῃ  τὰς χεῖρας· οὕτω τῆς ἐκκλησίας ἔξω οἱ πένητες  καθέζονται,  ἵνα  πλύνῃς   τὰς  χεῖρας  τῆς  ψυχῆς.  Ἔπλυνας  τὰς  χεῖρας  τὰς αἰσθητὰς   τῷ   ὕδατι;  πλῦνον   τὰς  χεῖρας   τῆς  ψυχῆς   τῇ  ἐλεημοσύνῃ.   Μὴ  πενίαν προβάλλου· ἡ χήρα ἐν τῷ ἐσχάτῳ τῆς πενίας ἐξένισε τὸν Ἠλίαν, καὶ ἡ πενία κώλυμα οὐκ ἐγένετο,  ἀλλὰ  μετὰ πολλῆς  τῆς χαρᾶς αὐτὸν  ὑπεδέξατο· διὸ καὶ ἀξίους ἀπέλαβε τοὺς καρποὺς, καὶ ἐθέρισε τὸν στάχυν τῆς ἐλεημοσύνης. Ἀλλ' ἴσως ὁ ἀκροατής φησι, ∆ός μοι τὸν Ἠλίαν. Τί ζητεῖς τὸν Ἠλίαν;  τὸν ∆εσπότην σοι δίδωμι  τοῦ Ἠλία, καὶ οὐ τρέφεις αὐτόν. Τὸν Ἠλίαν εἰ εὗρες, πῶς ἂν ἐξένισας αὐτόν; Χριστοῦ ἐστι τοῦ ∆εσπότου τῶν  ὅλων  ἀπόφασις·  Ὃς ἂν  ποιήσῃ  ἑνὶ  τῶν  ἐλαχίστων  τούτων,  ἐμοὶ  ἐποίησεν.  Εἰ βασιλεὺς ἕνα τινὰ ἐκάλεσεν ἐπὶ τοῦ δείπνου, καὶ  τῶν θεραπόντων παρεστηκότων εἶπε  πρὸς  αὐτούς· Εὐχαριστήσατε τούτῳ  πολλὰ  ἀντ' ἐμοῦ· οὗτός  με ἐν  πενίᾳ  ὄντα διέθρεψε καὶ ἐξένισεν, οὗτος ἐμοὶ πολλὰς  εὐεργεσίας ἐν καιρῷ στενοχωρίας  παρέσχε· πῶς  οὐκ ἂν  ἕκαστος τὰ χρήματα  αὐτοῦ  ὅλα πρὸς ἐκεῖνον  ἀνήλωσεν,  ᾧ ὁ βασιλεὺς ηὐχαρίστησε; πῶς οὐκ ἂν ἀπελογίσατο; πῶς οὐκ ἂν ἕκαστος ἐσπούδασεν ἑαυτὸν αὐτῷ παραθέσθαι καὶ φιλιωθῆναι;


γʹ. Εἴδετε τὴν  δύναμιν  τοῦ λόγου; Εἰ δέ γε ἐπὶ βασιλέως ἀνθρώπου  τοσαύτην τιμὴν ἔχει τὸ πρᾶγμα, ἐννόησον Χριστὸν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καλοῦντα ἐπὶ ἀγγέλων  καὶ πάσης δυνάμεως, καὶ λέγοντα· Οὗτός με ἐν τῇ γῇ ἐξένισεν· οὗτός με μυρία εὐηργέτησεν· οὗτός με ξένον ὄντα συνήγαγεν· ἐννόησον λοιπὸν τὴν παῤῥησίαν τὴν ἐπὶ τῶν ἀγγέλων, τὸ  καύχημα  τὸ  ἐπὶ  τῶν  δήμων  τῶν  ἄνω.  Ὧ ὁ Χριστὸς μαρτυρεῖ,  πῶς  οὐκ  ἂν  σχῇ παῤῥησίαν ὑπὲρ ἀγγέλους; Μέγα οὖν πρᾶγμα ἐλεημοσύνη,  ἀδελφοί·  ταύτην ἀσπασώμεθα, ἧς οὐδὲν ἴσον· ἱκανή ἐστι καὶ ἄλλας ἁμαρτίας ἐξαλεῖψαι, καὶ τὴν κρίσιν ἀπελάσαι·  σοῦ σιωπῶντος  ἕστηκε  καὶ  συνηγορεῖ·  μᾶλλον  δὲ  σοῦ σιωπῶντος  μυρία στόματα εὐχαριστεῖ ὑπὲρ σοῦ. Τοσαῦτα ἀγαθὰ ἐκ τῆς ἐλεημοσύνης, καὶ ἡμεῖς ἀμελοῦμεν καὶ ἀναπεπτώκαμεν. ∆ὸς κατὰ δύναμιν  ἄρτον· οὐκ ἔχεις ἄρτον; δὸς ὀβολόν· οὐκ ἔχεις ὀβολόν; δὸς ποτήριον ψυχροῦ ὕδατος· οὐκ ἔχεις τοῦτο; συμπένθησον τῷ θλιβομένῳ, καὶ ἔχεις μισθόν. Οὐ γὰρ τῆς ἀνάγκης  ὁ μισθὸς, ἀλλὰ τῆς προαιρέσεως. Ἀλλ' ὡς ἔτι περὶ τούτου   διαλεγόμεθα,   ἐξῆλθεν   ἡμῖν   ἡ  φροντὶς   τῶν   παρθένων·  φέρε  οὖν  εἰς  τὸ προκείμενον   ἐπανέλθωμεν.   ∆ότε  ἡμῖν,  φησὶν,  ἔλαιον   ἐκ  τῶν  ἀγγείων   ὑμῶν.  Οὐ δυνάμεθα δοῦναι ὑμῖν, μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· ἀλλ' ἀπελθοῦσαι ἀγοράσατε ἀπὸ  τῶν  πωλούντων.  Ἀπερχομένων  δὲ  αὐτῶν  ἀγοράσαι,  ἦλθεν  ὁ  νυμφίος,  καὶ  αἱ ἔχουσαι τὰς λαμπάδας φαιδρὰς συνεισῆλθον αὐτῷ, καὶ ἀπεκλείσθη ἡ θύρα νυμφῶνος. Ἦλθον δὲ καὶ αἱ πέντε μωραὶ, καὶ ἔκρουον τὴν θύραν τοῦ νυμφῶνος  βοῶσαι· Ἄνοιξον ἡμῖν· καὶ φωνὴ ἔσωθεν πρὸς αὐτὰς τοῦ νυμφίου· Ἀπέλθετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. Καὶ μετὰ τοσούτους καμάτους τί ἤκουσαν; Οὐκ οἶδα ὑμᾶς. Τοῦτό ἐστιν, ὃ ἔλεγον, εἰκῆ καὶ μάτην ἐκτήσαντο τὸ μέγα κτῆμα τῆς παρθενίας. Ἐννόησον, μετὰ τοσούτους καμάτους ἐξεβλήθησαν, ὅτε ἀκρασίαν ἐχαλίνωσαν, ὅτε πρὸς τὰς ἄνω δυνάμεις τὴν ἅμιλλαν εἶχον, ὅτε τῶν  βιωτικῶν  κατεγέλασαν  πραγμάτων,  ὅτε τὸν καύσωνα ὑπήνεγκαν  τὸν μέγαν, ὅτε  τὰ  σκάμματα  ὑπερέβησαν,  ὅτε  ἀπὸ  γῆς  εἰς  οὐρανὸν  ἀνεπτερώθησαν,   ὅτε  τοῦ σώματος τὴν σφραγῖδα οὐ διέλυσαν, ὅτε τὸ μέγα εἶδος τῆς παρθενίας  ἐκτήσαντο, ὅτε τὴν ἅμιλλαν πρὸς τοὺς ἀγγέλους ἔσχον, ὅτε τοῦ σώματος τὰς ἀνάγκας κατεπάτησαν, ὅτε τῆς  φύσεως  ἐπελήσθησαν,  ὅτε ἐν  σώματι  τὰ ἀσώματα  ἐπετέλεσαν,  ὅτε τὸ μέγα  καὶ ἀκαταμάχητον  κτῆμα τῆς παρθενίας ἐκτήσαντο· τότε ἤκουσαν, Ἀπέλθετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. Μὴ γὰρ ἐμοὶ νομίσῃς τὸ τῆς παρθενίας μέγεθος μικρὸν εἶναι· τοιοῦτόν ἐστιν ἡ παρθενία,  ὅτι οὐδεὶς ἠδυνήθη  τῶν  ἀρχαίων  τοῦτο τηρῆσαι. ∆ιὰ τοῦτο γὰρ ἡ χάρις μεγάλη, ὅτι ἃ ἦν φοβερὰ  ἐν τοῖς προφήταις καὶ ἐν τοῖς ἀρχαίοις, ταῦτα ἐγένετο νῦν  εὐκαταφρόνητα.  Τίνα γὰρ ἦν τὰ βαρύτατα καὶ ἀναγκαῖα; Παρθενία, καὶ θανάτου ὑπεροψία·  ἀλλὰ  τούτων  νῦν  καὶ κόραι εὐτελεῖς  καταφρονοῦσι.  Βαρὺ γὰρ ἦν  τὸ τῆς παρθενίας  κτῆμα  οὕτως,  ὡς  μηδένα  δύνασθαι  ταύτην  ἀσκῆσαι τῶν  παλαιῶν.  Νῶε δίκαιος καὶ μαρτυρηθεὶς ὑπὸ τοῦ Θεοῦ, ἀλλὰ γυναικὶ προσωμίλησεν· ὁμοίως δὲ Ἀβραὰμ καὶ Ἰσαὰκ οἱ συγκληρονόμοι  αὐτοῦ τῆς ἐπαγγελίας  γυναικὶ  προσωμίλησαν. Ἰωσὴφ ὁ σώφρων τὸ μέγα δρᾶμα τῆς μοιχείας ἠρνήσατο· ἀλλὰ καὶ οὗτος γυναικὶ προσωμίλησεν· βαρὺ γὰρ ἦν τὸ ἐπάγγελμα τῆς παρθενίας. Ἔκτοτε ἰσχυρὰ ἡ παρθενία ἐγένετο, ἐξότε τὸ ἄνθος τὸ τῆς παρθενίας  ἐβλάστησεν. Οὐδεὶς τοίνυν  τῶν παλαιῶν  ἠδυνήθη  παρθενίαν ἀσκῆσαι·  μέγα  γὰρ  πρᾶγμα  σῶμα  χαλινῶσαι.   Ἀναζωγράφησον   τῷ   λόγῳ   τὸ  τῆς παρθενίας  εἶδος,  καὶ  κατάμαθε  τὸ  μέγεθος  τῆς  ἀρετῆς  αὐτῆς·  ἔτι  πόλεμον  ἔχει  ἐφ' ἑκάστης ἡμέρας οὐδέποτε δυνάμενον  ἡσυχάσαι· χείρων τοῦ βαρβαρικοῦ πολέμου οὗτος ὁ  πόλεμος.  Ὁ  μὲν  γὰρ  τῶν  βαρβάρων  πόλεμος  καιρόν  τινα  ἔχει  ἀνοχῆς  ἐν  ταῖς συνθήκαις, καὶ ποτὲ μὲν συμβάλλουσι, ποτὲ δὲ οὒ, καὶ τάξεις καὶ χρόνοι εἰσίν· ἐπὶ δὲ τοῦ πολέμου τοῦ πρὸς τὴν παρθενίαν  οὐκ ἔστιν ἀνοχή· διάβολος γάρ ἐστιν ὁ πολεμῶν,  οὐ καιρὸν ἐπιτηρεῖν  ἐπιθέσεως εἰδὼς, οὐ σύνταξιν πρὸς τὴν συμβολὴν ἐκδεχόμενος, ἀλλ' ἕστηκεν ἀεὶ ζητῶν τὴν παρθένον γυμνὴν εὑρεῖν, ἵνα καιρίαν ἐπαγάγῃ τὴν πληγήν· καὶ οὐδέποτε  δύναται  ἡ  παρθένος  τοῦ  πολέμου  παύσασθαι  τούτου,  ἀλλ'  ἐν  αὐτῇ  τὸν τάραχον περιάγει καὶ τὸν πολεμιστήν. Καὶ οἱ μὲν κατάδικοι κἂν πρὸς καιρὸν ἴδωσι τὸν ἄρχοντα, οὐχ οὕτω χειμάζονται·  ἡ δὲ παρθένος  ὅπουπερ ἂν ἀπέρχηται,  τὸν δικαστὴν περιάγει  μεθ' ἑαυτῆς, καὶ τὸν πολέμιον  περιφέρει,  καὶ ὁ πολέμιος  οὐχ ἑσπέρας αὐτῇ δίδωσιν ἄνεσιν, οὐκ ἐν νυκτὶ, οὐκ ὄρθρου, οὐκ ἐν μεσημβρίᾳ· ἀλλὰ πολεμεῖ πάντοτε, ἡδονὴν  ὑποτιθέμενος,  γάμον μηνύων,  ὅπως τὴν ἀρετὴν ἐξ αὐτῆς ἀποδιώξῃ, καὶ ὅπως τὴν κακίαν ἐν αὐτῇ ἐγγεννήσῃ· ὅπως τὴν σωφροσύνην αὐτῆς ἀπελάσῃ, ὅπως πορνείαν ἐνσπείρῃ· ἐκκαίεται ἐφ' ἑκάστης ὥρας τῆς ἡδονῆς ἡ κάμινος μαλθακῶς  ὑποκαιομένη. Ἐννόησον  πόσος  τοῦ  κατορθώματος   ὁ  κάματος.  Ἀλλ'  ἐκεῖναι   μετὰ  ταῦτα  πάντα ἤκουσαν, Ἀπέλθετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. Ὅρα πῶς μέγα πρᾶγμα ἡ παρθενία· ὅταν ἔχῃ τὴν ἀδελφὴν  αὐτῆς τὴν ἐλεημοσύνην,  οὐδὲν αὐτῆς περιγίνεται  τῶν δεινῶν,  ἀλλ' ἀνωτέρα πάντων  ἐστί. ∆ιὰ τοῦτο ἐκεῖναι οὐκ εἰσῆλθον, ἐπειδὴ μετὰ τῆς παρθενίας τὴν ἐλεημοσύνην οὐκ εἶχον. Πολλῆς αἰσχύνης τὸ ῥῆμα ἄξιον· ἡδονὴν καταπαλαίσασα, χρημάτων  οὐ κατεφρόνησας·  ἀλλὰ  παρθένος  ἀποταξαμένη  τῷ βίῳ, καὶ σταυρωθεῖσα χρημάτων  ἐρᾷς. Εἴθε ἀνδρὸς  ἐπεθύμησας, καὶ οὐ τοσοῦτον  τὸ ἔγκλημα  ἦν· τῆς  γὰρ ὁμοουσίου ὕλης ἐπεθύμεις· νῦν δὲ μείζων ἡ κατηγορία, ὅτι ἀλλοτρίας ὕλης ἐπεθύμησας. Ἔστω, αἱ ὕπανδροι  ἐκεῖναι  κακῶς  ἀπανθρωπίαν  ἐπιδείκνυνται,  διὰ τὴν  τῶν  τέκνων πρόφασιν· καὶ ἐὰν εἴπῃς αὐταῖς, ∆ός μοι ἐλεημοσύνην· Τέκνα ἔχω, φησὶ, καὶ οὐ δύναμαι. Ὁ Θεός σοι ἔδωκε  τέκνα,  καρπὸν  κοιλίας  ἔλαβες,  ἵνα  φιλάνθρωπος γένῃ,  οὐχ  ἵνα ἀπάνθρωπος·    μὴ   τὴν   ὑπόθεσιν   τῆς   φιλανθρωπίας   εἰς   ἀφορμὴν   ἀπανθρωπίας ἐκλάμβανε.  Θέλεις  κληρονομίαν   καλὴν  καταλεῖψαι   τοῖς  τέκνοις  σου; κατάλειψον ἐλεημοσύνην, ἵνα πάντες ἐγκωμιάσωσί σε, καὶ πολυθρύλλητον τὴν μνήμην σου καταλείπῃς.   Σὺ  δὲ  μὴ  τέκνα  ἔχουσα,  ἀλλ'  ἐσταυρωμένη  τῷ  βίῳ,  ἵνα  τί  χρήματα συλλέγεις;

δʹ. Ἀλλ' ὁ λόγος ἡμῖν ἔμψυχός ἐστι, καὶ περὶ τῆς ὁδοῦ τῆς μετανοίας, καὶ περὶ τῆς ἐλεημοσύνης.  Ἐλέγομεν  ὅτι  μέγα  κτῆμα  ἡ  ἐλεημοσύνη· ἐκεῖθεν  διεδέξατο  ἡμᾶς  τὸ πέλαγος τῆς παρθενίας. Ἔχεις οὖν πρώτην  καὶ μεγάλην  μετάνοιαν  τὴν ἐλεημοσύνην, λυτρώσασθαι   τῆς   σειρᾶς  ἁμαρτημάτων   δυναμένην·  ἀλλ'  ἔχεις   καὶ   ἄλλην   ὁδὸν μετανοίας εὐχερεστάτην πάλιν, δι' ἧς δύνασαι ἀπαλλαγῆναι τῶν ἁμαρτημάτων. Εὔχου ἐφ' ἑκάστης ὥρας, καὶ μὴ ἐκκακήσῃς εὐχόμενος, μήτε ῥᾳθύμως τὴν τοῦ Θεοῦ φιλανθρωπίαν  αἵτει,  καὶ  οὐκ  ἀποστρέψεται  ἐμμένοντα,  ἀλλὰ  συγχωρήσει  σοι  τὰς ἁμαρτίας σου, καὶ δώσει τὰ αἰτήματά σου. Εὐχόμενος ἐὰν εἰσακουσθῇς, μένε εὐχαριστῶν ἐν τῇ εὐχῇ· εἰ δὲ οὐκ εἰσηκούσθης, ἐπίμενε εὐχόμενος, ἵνα εἰσακουσθῇς. Καὶ μὴ λέγε ὅτι Πολλὰ  ηὐξάμην   καὶ   οὐκ  εἰσηκούσθην·   καὶ   γὰρ  καὶ   τοῦτο   πολλάκις   ὑπὲρ  τοῦ συμφέροντός σοι γίνεται. Οἶδε γὰρ ὅτι ῥᾴθυμος εἶ καὶ ἀναπεπτωκὼς,  καὶ ἐὰν ἐπιτύχῃς τῆς χρείας, ἀναχωρεῖς,  μηκέτι εὐχόμενος· καὶ προφάσει τῆς χρείας ὑπερτίθεταί  σε, ἵνα πυκνότερον  τῷ Θεῷ προσομιλῇς, καὶ τῇ εὐχῇ σχολάζῃς. Εἰ γὰρ ἐν τοιαύτῃ ἀνάγκῃ ὢν καὶ χρείαν ἔχων  ῥᾳθυμεῖς, καὶ οὐ παραμένεις τῇ εὐχῇ, τί εἰ μηδενὸς τούτων  ἔχρῃζες; Ὥστε καὶ αὐτὸς ὑπὲρ τοῦ συμφέροντος, θέλων σε μὴ ἀπολιμπάνεσθαι τῆς εὐχῆς, τοῦτο ποιεῖ. Μένε οὖν εὐχόμενος καὶ μὴ ῥᾳθύμει· πολλὰ γὰρ δύναται ἡ εὐχὴ ἀνύσαι, ἀγαπητὲ, καὶ μὴ ὡς μικρῷ πράγματι προσέλθῃς τῇ εὐχῇ. Ὅτι δὲ εὐχὴ ἀφίησιν ἁμαρτίας, ἐκ τῶν θείων Εὐαγγελίων τοῦτο παιδεύθητι. Τί γάρ φησιν; Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ, ὃς ἔκλεισε τὴν θύραν αὐτοῦ, καὶ ἀνέπεσε μετὰ τῶν τέκνων αὐτοῦ· ἦλθε δέ τις ἑσπέρας θέλων  λαβεῖν ἄρτους παρ' αὐτοῦ, καὶ κρούει λέγων·  Ἄνοιξόν  μοι, ὅτι χρείαν ἔχω ἄρτων. Ὁ δὲ πρὸς αὐτόν· Οὐ δύναμαί σοι δοῦναι νῦν· ἀνεπέσομεν γὰρ καὶ ἡμεῖς καὶ τὰ παιδία  ἡμῶν.  Ὁ δὲ ἐπέμενε  κρούων  τὴν  θύραν.  Καί φησι  πάλιν  πρὸς αὐτόν·  Οὐ  δύναμαί σοι δοῦναι· ἀνεπέσομεν γὰρ καὶ ἡμεῖς καὶ τὰ παιδία. Ὁ δὲ καὶ ταῦτα ἀκούσας ἐπέμενε κρούων, καὶ μὴ ἀναχωρῶν, ἕως οὗ εἶπεν ὁ οἰκοδεσπότης, Ἀνάστητε, δότε αὐτῷ καὶ ἄφετε ἀπελθεῖν. ∆ιδάσκει σε οὖν εὔχεσθαι ἀεὶ, καὶ μὴ ἀκηδιᾷν ἀεὶ, ἀλλὰ καὶ ἐὰν μὴ λάβῃς, παραμένειν  ἕως ἂν λάβῃς. Καὶ πολλὰς  ἄλλας ὁδοὺς μετανοίας  εὑρήσεις ἐν τῇ Γραφῇ. Αὕτη ἡ  μετάνοια  καὶ  πρὸ  τῆς  τοῦ  Χριστοῦ παρουσίας  ἐκηρύττετο  διὰ  τοῦ Ἱερεμίου λέγοντος· Μὴ ὁ πίπτων  οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων  οὐκ ἐπιστρέφει; καὶ πάλιν, Μετὰ ταῦτα εἶπον αὐτῇ, Μετὰ τὸ πορνεῦσαι δεῦρο ἀνάστρεψον πρὸς μέ. Καὶ διὰ τοῦτο  πολλὰς  καὶ  ἄλλας  ὁδοὺς  διαφόρους  ἔδωκεν  ἡμῖν,  ἵνα  ἐκκόψῃ  πᾶσαν  ἡμῶν πρόφασιν  ῥᾳθυμίας.  Εἰ γὰρ μίαν  ὁδὸν  εἴχομεν  μόνην,  διὰ  ταύτης  εἰσελθεῖν  οὐκ ἂν ἠδυνήθημεν.  Ταύτην τὴν  μάχαιραν  ἀεὶ φεύγει  ὁ διάβολος. Ἥμαρτες; εἴσελθε εἰς τὴν ἐκκλησίαν,  καὶ  ἐξάλειψόν   σου  τὴν  ἁμαρτίαν.  Ὁσάκις  ἂν  πέσῃς  εἰς  τὴν  ἀγορὰν, τοσαυτάκις ἐγείρῃ· οὕτως ὁσάκις ἂν ἁμαρτήσῃς, μετανόησον ἐπὶ τῇ ἁμαρτίᾳ· μὴ σαυτοῦ ἀπογνῷς·   κἂν  δεύτερον  ἁμάρτῃς,  δεύτερον  μετανόησον,  μὴ  διὰ  ῥᾳθυμίαν  τέλεον ἐκπέσῃς τῆς τῶν προκειμένων  ἀγαθῶν  ἐλπίδος· κἂν ἐν ἐσχάτῃ πολιᾷ ᾖς καὶ ἁμάρτῃς, εἴσελθε, μετανόησον· ἰατρεῖον γάρ ἐστιν ἐνταῦθα, οὐ δικαστήριον, οὐκ εὐθύνας ἁμαρτημάτων  ἀπαιτοῦν,  ἀλλὰ  συγχώρησιν  ἁμαρ τημάτων  παρέχον.  Θεῷ μόνῳ εἰπὲ τὴν ἁμαρτίαν σου· Σοὶ μόνῳ  ἥμαρτον καὶ τὸ πονηρὸν  ἐνώπιόν  σου ἐποίησα· καὶ συγχωρεῖταί σου ἡ ἁμαρτία. Ἔχεις δὲ καὶ ἄλλην ὁδὸν μετανοίας, οὐ δύσκολον, ἀλλὰ καὶ πάνυ εὐχερεστάτην. Ποίαν δὲ ταύτην;  Κλαῦσον ἐπὶ τῇ ἁμαρτίᾳ σου, καὶ διδάχθητι  ἐκ τῶν θείων Εὐαγγελίων  τοῦτο Πέτρος ἐκεῖνος, ἡ κορυφὴ τῶν ἀποστόλων, ὁ πρῶτος ἐν τῇ Ἐκκλησίᾳ, ὁ φίλος Χριστοῦ, ὁ τὴν ἀποκάλυψιν  παρὰ ἀνθρώπων  μὴ δεξάμενος, ἀλλὰ παρὰ  τοῦ  Πατρὸς,  καθὼς  αὐτῷ  μαρτυρεῖ  ὁ  ∆εσπότης  λέγων·  Μακάριος  εἶ,  Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοί, ἀλλ' ὁ Πατήρ μου ὁ οὐράνιος· οὗτος ὁ Πέτρος·  Πέτρον  δὲ  ὅταν  εἴπω,  τὴν  πέτραν  λέγω   τὴν  ἀῤῥαγῆ,  τὴν  κρηπῖδα  τὴν ἀσάλευτον,   τὸν   ἀπόστολον   τὸν   μέγαν,   τὸν   πρῶτον   τῶν   μαθητῶν,   τὸν   πρῶτον κληθέντα,  καὶ πρῶτον  ὑπακούσαντα· ἐκεῖνος  οὐ μικρόν τι πρᾶγμα ἔδρασεν, ἀλλὰ καὶ σφόδρα μέγα,  ὡς  αὐτὸν  ἀρνήσασθαι τὸν  ∆εσπότην· τοῦτο  λέγω  οὐ κατηγορῶν  τοῦ δικαίου, ἀλλὰ σοὶ ὑπόθεσιν διδοὺς τῆς μετανοίας, αὐτὸν τὸν ∆εσπότην τῆς οἰκουμένης, τὸν  κηδεμόνα,  τὸν  Σωτῆρα  τῶν  ἁπάντων  ἠρνήσατο.  Ἵνα  δὲ ἄνωθεν  τὴν  ὑπόθεσιν εἴπωμεν, ἐν τῇ παραδόσει εἶδεν ὁ Σωτήρ τινας ἀναχωρήσαντας, καὶ λέγει τῷ Πέτρῳ· Μὴ καὶ σὺ ἀναχωρῆσαι θέλεις; Ὁ δὲ Πέτρος εἶπε, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν,  οὐ μή σε ἀπαρνήσομαι.  Τί λέγεις,  Πέτρε; Θεὸς ὁ ἀποφηνάμενος,  καὶ  ἀντιμάχῃ; Ἀλλ' ὅμως  ἡ προαίρεσις τὸ ἴδιον  ἔδειξε, τῆς δὲ φύσεως  ἡ ἀσθένεια  ἠλέγχετο.  Ταῦτα δὲ πότε;  Ἐν νυκτὶ, ἐν ᾗ παρεδόθη ὁ Χριστός· τότε οὖν, φησὶν, εἱστήκει ὁ Πέτρος παρὰ τὴν ἀνθρακιὰν θερμαινόμενος,  καὶ κόρη τις προσῆλθε, καὶ λέγει αὐτῷ· Χθὲς καὶ σὺ μετὰ τούτου τοῦ ἀνθρώπου ἦς. Ὁ δέ· Οὐκ οἶδα τὸν ἄνθρωπον  τοῦτον. Εἶτα καὶ δεύτερον καὶ τρίτον· καὶ ἐπληρώθη  ἡ ἀπόφασις. Εἶτα ὁ Χριστὸς ἐνέβλεψε τῷ Πέτρῳ, φωνὴν  διὰ τοῦ βλέμματος ἀφιείς· οὐ γὰρ διὰ στόματος αὐτῷ ἐλάλησεν, ἵνα μὴ ἐλέγξῃ αὐτὸν ἐπὶ τῶν Ἰουδαίων, καὶ τὸν ἴδιον καταισχύνῃ  μαθητὴν, ἀλλὰ διὰ τοῦ βλέμματος τὴν φωνὴν  ἀφῆκε· τουτέστι, Πέτρε, ὃ ἔλεγον, γέγονεν. Ἀμέλει γοῦν καὶ ὁ Πέτρος αἰσθανόμενος τότε ἤρξατο κλαίειν, ἀλλ' οὐχ ἁπλῶς ἔκλαυσεν, ἀλλὰ πικρῶς, δεύτερον βάπτισμα διὰ τῶν δακρύων ἐκ τῶν ὀφθαλμῶν ποιήσας. Ἀλλὰ κλαύσας οὕτω πικρῶς, ἐξήλειψε τὴν ἁμαρτίαν· μετὰ ταῦτα δὲ πιστεύεται  τὰς  κλεῖς  τῶν  οὐρανῶν.  Εἰ δὲ  Πέτρου κλαυθμὸς  τηλικαύτην   ἐξήλειψεν ἁμαρτίαν,  σὺ ἐὰν κλαύσῃς, πῶς οὐκ ἂν ἀπαλείψεις  τὴν  ἁμαρτίαν; Οὐ γὰρ μικρὸν ἦν ἔγκλημα  τὸ ἀρνήσασθαι τὸν  ἴδιον  ∆εσπότην, ἀλλὰ  μέγα καὶ ἰσχυρόν·  ἀλλ'  ὅμως  τὰ  δάκρυα  ἐξήλειψε  τὸ  ἁμάρτημα.  Κλαῦσον οὖν  καὶ  σὺ ἐπὶ  τῇ  ἁμαρτίᾳ  σου· ἀλλ' οὐχ ἁπλῶς, οὐδὲ μετὰ σχήματος, ἀλλὰ κλαῦσον πικρῶς, ὡς ὁ Πέτρος· ἐξ αὐτοῦ τοῦ βάθους προσάγαγε τὰς πηγὰς τῶν δακρύων, ἵνα οὕτως σπλαγχνισθεὶς  ὁ ∆εσπότης συγχωρήσῃ σοι τὸ πλημμέλημα· φιλάνθρωπος γάρ ἐστιν· αὐτὸς γὰρ εἶπεν· Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι, καὶ μετανοῆσαι, καὶ ζῇν αὐτόν. Μικρὸν θέλει παρὰ σοῦ πόνον, καὶ αὐτὸς παρέχει τὰ μεγάλα· πρόφασιν ζητεῖ παρὰ σοῦ, ἵνα σοι δῷ θησαυρὸν σωτηρίας.  Πρόβαλε δάκρυα, καὶ  αὐτός  σοι δίδωσι  συγχώρησιν·  πρόβαλε  μετάνοιαν,  καὶ  αὐτός  σοι παρέχει  ἄφεσιν  ἁμαρτιῶν· πρόφασιν  μικρὰν  σὺ εἰσένεγκε,  ἵνα εὐπρόσωπον ἔχῃς τὴν ἀπολογίαν· τὰ μὲν γὰρ παρ' αὐτοῦ ἐστι, τὰ δὲ παρ' ἡμῶν· τὰ παρ' ἡμῶν ἐὰν εἰσενέγκωμεν, πάλιν καὶ αὐτὸς παρέχει τὰ παρ' ἑαυτοῦ. Ἤδη μὲν οὖν τὰ παρ' ἑαυτοῦ αὐτὸς παρέσχεν, ἥλιον,  σελήνην,  ποικίλον  χορὸν ἀστέρων ἐθεμελίωσεν,  ἀέρα ἐξέχεε, γῆν ἥπλωσε, θάλασσαν ἐτείχισεν, ἔδωκεν ὄρη, νάπας, βουνοὺς, πηγὰς, λίμνας, ποταμοὺς,   τὰ  μυρία  γένη   τῶν   φυτῶν,   παραδείσους,  τὰ  ἄλλα   πάντα·   πάλιν   σὺ συνεισένεγκε μικρὸν, ἵνα οὕτω καὶ τὰ ἄνω σοι χαρίσηται. Μὴ οὖν ἀμελήσωμεν ἑαυτῶν, μηδὲ ἀποστῶμεν τῆς ἡμετέρας σωτηρίας, τοσοῦτον πέλαγος φιλανθρωπίας ἔχοντες τοῦ πάντων  ∆εσπότου, καὶ μετανοοῦντος  ἐπὶ ταῖς ἡμετέραις ἁμαρτίαις. Βασιλεία οὐρανῶν πρόκειται καὶ παράδεισος, καὶ τὰ ἀγαθὰ ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου  οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν  αὐτόν· καὶ οὐκ ὀφείλομεν  ἅπαντα ποιῆσαι, ἵνα τι συνεισενέγκωμεν,  ὥστε τούτων  μὴ ἐκπεσεῖν; Ἢ οὐκ οἶδας Παῦλος τί λέγει, ὁ πολλὰ κοπιάσας, καὶ μυρία τρόπαια κατὰ τοῦ διαβόλου στήσας, ὁ ἐν σώματι τὴν  οἰκουμένην  πεζεύσας, ὁ γῆν  καὶ θάλατταν  καὶ ἀέρα περιδραμὼν,  ὁ καθάπερ ὑπόπτερός τις τὴν οἰκου μένην περιελθὼν,  ὁ λιθασθεὶς, ὁ φονευθεὶς,  ὁ τυπτηθεὶς,  ὁ πάντα διὰ τὸ ὄνομα τοῦ Θεοῦ παθὼν,  ὁ οὐρανίᾳ φωνῇ  κληθεὶς  ἄνωθεν· ὅρα, οὗτος τί λέγει, ποίαν φωνὴν  ἔῤῥηξεν· Ἐλάβομεν χάριν, φησὶν, ἀπὸ τοῦ Θεοῦ, ἀλλὰ κἀγὼ ἐκοπίασα, καὶ συνεισήνεγκα· Καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ κενὴ οὐκ ἐγενήθη· ἀλλὰ καὶ περισσότερον αὐτῶν πάντων  ἐκοπίασα καὶ συνεισήνεγκα. Οἴδαμεν, φησὶν, οἴδαμεν τῆς χάριτος  τὸ μέγεθος, ὃ ἐλάβομεν,  ἀλλ' οὐκ ἀργόν  με εὗρε· φανερὰ  τὰ παρ' ἐμοῦ εἰσενεχθέντα. Οὕτως οὖν καὶ ἡμεῖς τὰς χεῖρας πρὸς ἐλεημοσύνην διδάξωμεν, ἵνα συνεισενέγκωμεν  μικρόν τι· κλαύσωμεν ἐπὶ τῇ ἁμαρτίᾳ, θρηνήσωμεν ἐπὶ τῇ ἀνομίᾳ, ἵνα δόξωμεν  μικρόν τι συνεισφέρειν,  ἐπειδὴ καὶ μεγάλα  τὰ μέλλοντα  δίδοσθαι ἡμῖν, καὶ ὑπερβαίνει  τὴν  ἡμετέραν  δύναμιν·  παράδεισος  γάρ  ἐστι, καὶ  βασιλεία  οὐρανῶν· ἧς γένοιτο  πάντας  ἡμᾶς  ἐπιτυχεῖν,   χάριτι  καὶ  φιλανθρωπίᾳ  τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περι μετανοιας και ευχης. Ὁμιλία δʹ


αʹ. Οἱ ποιμένες τὰ πρόβατα ἔνθα ἂν ἴδωσι βαθυτέραν οὖσαν τὴν πόαν, συνεχῶς ἄγουσι, καὶ οὐ πρότερον ἐκεῖθεν ἐγείρουσιν, ἕως ἂν αὐτὴν πᾶσαν ἀποκείρῃ τὰ ποίμνια. Τούτους δὲ καὶ ἡμεῖς μιμούμενοι,  τετάρτην  ταύτην  ἤδη ἡμέραν εἰς τὸν τῆς μετανοίας τρόπον βόσκομεν τοῦτο τὸ ποίμνιον, καὶ οὐδέπω καὶ σήμερον ἀναστῆσαι παρασκευαζόμεθα· ὁρῶμεν γὰρ πολλὴν  οὖσαν ἔτι νομῆς εὐπορίαν, καὶ πολλὴν  τέρψιν ὁμοῦ καὶ ὠφέλειαν.  Οὐδὲ γὰρ οὕτως αἱ κόμαι τῶν δένδρων ἀντὶ στέγης τοῖς προβάτοις γινόμεναι  κατὰ τὸ μεσημβρινὸν τῆς ἡμέρας ἀναπαύουσι τὰ πρόβατα, ποθεινήν  τε καὶ  ὠφέλιμον  παρέχουσι τὴν σκιὰν, καὶ μετὰ πολλῆς κατακοιμίζουσι τῆς ἡδονῆς, ὡς ἡ τῶν θείων  Γραφῶν ἀνάγνωσις  τὰς ὀδυνωμένας  ψυχὰς καὶ ἀθυμίᾳ κατεχομένας  ἀνακτᾶται καὶ καταψύχει,  τὸ μὲν σφοδρὸν καὶ διακαὲς τῆς ὀδύνης ἀποχριομένη,  παραμυθίαν  δὲ σκιᾶς ἁπάσης ἡδίω καὶ τερπνοτέραν  παρέχουσα. Οὐ γὰρ μόνον ἐν ταῖς τῶν χρημάτων ζημίαις, οὐδὲ ἐν ταῖς τῶν τέκνων  ἀποβολαῖς, οὔτε ἐν τοῖς ἄλλοις τοῖς τοιούτοις, ἀλλὰ καὶ ἐν  ταῖς  τῶν  ἁμαρτιῶν  περιστάσεσι πολλὴν  ἡμῖν  αὐτὴ  παρέχει  τὴν  παραμυθίαν. Ὅταν γὰρ ἄνθρωπος  ὑπὸ ἁμαρτίας ἁλοὺς καὶ ὑποσκελισθεὶς καταπέσῃ, εἶτα κατεσθίῃ αὐτὸν τὸ συνειδὸς, καὶ τῆς ἁμαρτίας συνεχῶς ἀναμιμνήσκων,  ἑαυτὸν ἀποπνίγῃ  τῇ τῆς ἀθυμίας  ὑπερβολῇ, καὶ καθ' ἑκάστην ἐμπυρίζηται  τὴν  ἡμέραν, καὶ μυρίων παρακαλούντων,  ἂν μὴ προσίηται τὴν  παράκλησιν, εἰσελθὼν  εἰς τὴν  ἐκκλησίαν,  καὶ ἀκούσας  ὅτι  πολλοὶ  τῶν  ἁγίων  πεσόντες  ἀνέστησαν,  καὶ  εἰς  τὴν  προτέραν  πάλιν ἐπανῆλθον    εὐδοκίμησιν,   λανθανόντως   λαβὼν   τὴν   παραμυθίαν   ἀπέρχεται.   Καὶ ἀνθρώποις μὲν πολλάκις ἁμαρτόντες οὔτε ἐκκαλύψαι τὸ πλημμέλημα ὑπομένομεν αἰσχυνόμενοι   καὶ  ἐρυθριῶντες,   κἂν  δὲ  ἐκκαλύψωμεν,   οὐδὲν   καρπωσόμεθα τοσοῦτον·   ὅταν   δὲ   Θεὸς   παρακαλῇ,   καὶ   τῆς   καρδίας   ἅπτηται,   πᾶσα   ταχέως φυγαδευθήσεται σατανικὴ λύπη. ∆ιὰ τοῦτο καὶ πτώματα τῶν δικαίων ἐστὶν ἡμῖν ἀνάγραπτα,   ἵνα  οἵ  τε  κατορθοῦντες,   οἵ  τε  ἁμαρτάνοντες   τὰ  μέγιστα  ἐκ  τούτων κερδάνωσιν. Ὁ γὰρ ἁμαρτάνων οὐκ ἔρχεται εἰς ἀπόγνωσιν καὶ ἀπελπισμὸν, ἰδὼν ἕτερον πεσόντα,  καὶ  πάλιν  ἀναστῆναι  δυνηθέντα·  ὁ δὲ δικαιοσύνην  ἐργαζόμενος, σπουδαιότερος ἔσται καὶ ἀσφαλέστερος. Ὅταν γὰρ τῶν αὑτοῦ πολὺ βελτιόνων  πολλοὺς καταπεσόντας  ἴδῃ, τῷ φόβῳ τῆς ἐκείνων  πτώσεως σωφρονιζόμενος,  ἐναγώνιος  ἔσται πάντοτε,  καὶ  πολλὴν  περὶ  ἑαυτὸν  ἐπιδείξεται  τὴν  ἀσφάλειαν·  καὶ  οὕτως  ὁ μὲν  τὴν ἀρετὴν  κατορθῶν,  ὁ  δὲ  ἁμαρτάνων   τῆς  ἀπογνώσεως  ἀπαλλαγεὶς,   ὁ  μὲν  στήσεται ἀσφαλῶς, ὁ δὲ ἐπανήξει  ταχέως, ὅθεν ἐξέπεσεν. Ὅταν γὰρ ἡμᾶς ἄνθρωπος  παρακαλῇ λυπουμένους,  καὶ δόξωμεν πρὸς ὀλίγον  παραμυθεῖσθαι, πάλιν  εἰς τὴν αὐτὴν ἀθυμίαν καταπίπτομεν·  ἐπὰν δὲ ὁ Θεὸς προτρέπηται  δι' ἑτέρων  ἁμαρτησάντων,  καὶ μετανοησάντων, καὶ σωθέντων, φανερὰν ἡμῖν ποιεῖ τὴν αὑτοῦ ἀγαθότητα, ἵνα μὴ ἀμφιβάλλωμεν περὶ τῆς ἑαυτῶν σωτηρίας, ὁμολογουμένην  καὶ ἀσφαλῆ δεχόμενοι τὴν παράκλησιν. Ὥσπερ οὖν ἐν ταῖς τῶν ἁμαρτημάτων περιστάσεσιν, οὕτω καὶ ἐν ταῖς τῶν κινδύνων  ἐπαγωγαῖς, ἱκανὸν τοῖς ἀθυμοῦσι φάρμακον αἱ παλαιαὶ τῶν Γραφῶν ἱστορίαι παρέχουσι πᾶσι τοῖς βουλομένοις  προσέχειν. Καὶ εἴτε χρημάτων  δήμευσις, εἴτε συκοφαντῶν  ἐπήρειαι, εἴτε δεσμωτήρια, εἴτε μάστιγες, κἂν ὁτιοῦν ἕτερον τῶν δεινῶν ἡμᾶς   καταλάβῃ,   ἀποβλέποντες   εἰς   τοὺς   δικαίους   τοὺς   τὰ   αὐτὰ   παθόντας   καὶ ὑπομείναντας,  ταχέως εἰς ἑαυτοὺς ἐλθεῖν  δυνησόμεθα. Ἐπὶ μὲν γὰρ τῶν τοῦ σώματος παθῶν   τὸ  πρὸς  τοὺς  πάσχοντας  ἀφορᾷν  ἐπιτείνει   τὴν  νόσον  τοῦ  ἀῤῥωστοῦντος, πολλάκις   δὲ  καὶ  οὐκ  οὖσαν  ἐργάζεται·  οἷον  ὀφθαλμοὺς   πάσχοντας  ἰδόντες  τινὲς, μετέλαβον τοῦ νοσήματος ἀπὸ τῆς θέας μόνης· ἐπὶ δὲ ψυχῆς οὐχ οὕτως,  ἀλλὰ τὸ ἐναντίον   γίνεται,   καὶ   τὸ   συνεχῶς   ἐννοεῖν   τοὺς   τὰ   τοιαῦτα   πεπονθότας,   ἡμῖν κουφοτέραν  ποιεῖται  τὴν ἐπὶ τοῖς ἡμετέροις κακοῖς ἀθυμίαν. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος τοὺς ὄντας πιστοὺς τοῦτον παρακαλεῖ τὸν τρόπον, οὐχ ὅτι τοὺς ζῶντας μόνον ἁγίους, ἀλλὰ  καὶ  τοὺς  ἀποθανόντας   εἰς  μέσον  παράγων.  Ἑβραίοις  μὲν  γὰρ  διαλεγόμενος μέλλουσιν ὑποσκελίζεσθαι καὶ καταπίπτειν,  τοὺς ἁγίους ἄνδρας εἰς μέσον παράγει, τὸν ∆ανιὴλ, τοὺς παῖδας τοὺς τρεῖς, τὸν Ἠλίαν, τὸν Ἑλισσαῖον, οὑτωσὶ λέγων· Ἔφραξαν στόματα λεόντων,  ἔσβεσαν δύναμιν  πυρὸς, ἔφυγον  στόματα μαχαίρας,  ἐλιθάσθησαν, ἐμπαιγμῶν  καὶ μαστίγων  πεῖραν  ἔλαβον,  ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·  περιῆλθον  ἐν  μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι,  κακουχούμενοι,  ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Ἡ δὲ κοινωνία  τῶν παθῶν τοῖς ὀδυνωμένοις  παρέχει παραμυθίαν· καὶ καθάπερ  τὸ μόνον  παθεῖν  τι  δεινὸν,  ἀπαραμύθητον  ἔχει  τὸ  κακὸν,  οὕτω  τὸ  εὑρεῖν ἕτερον τοῖς αὐτοῖς περιπεσόντα κακοῖς κουφοτέραν ἐργάζεται τὴν πληγήν.

βʹ. Ἵν'  οὖν  ἐν  πᾶσι  τοῖς  δοκοῦσιν  ἡμᾶς  ἐνοχλεῖν   μὴ  καταπίπτωμεν,   μετὰ ἀκριβείας  προσέχωμεν  ταῖς  τῶν  Γραφῶν  ἱστορίαις· πολλῆς  γὰρ  ὑπομονῆς  ἐντεῦθεν ληψόμεθα  ἀφορμὴν, οὐ τῇ κοινωνίᾳ  τῶν  τὰ αὐτὰ παθόντων  παραμυθούμενοι  μόνον, ἀλλὰ καὶ τῷ μανθάνειν  τὸν τρόπον τῆς ἀπαλλαγῆς  τῶν ἐπαγομένων  ἡμῖν δεινῶν,  καὶ μετὰ τὴν ἄνεσιν μένειν πάλιν ἐπὶ τῆς αὐτῆς, καὶ μήτε εἰς ῥᾳθυμίαν ἐκπίπτειν, μήτε εἰς ἀπόνοιαν  αἴρεσθαι. Τὸ μὲν γὰρ κακῶς πράττοντας  συστέλλεσθαι καὶ ταπεινοῦσθαι καὶ πολλὴν  εὐλάβειαν ἐπιδείκνυσθαι, θαυμαστὸν οὐδέν· αὕτη γὰρ ἡ τῶν πειρασμῶν φύσις καὶ τοὺς λιθίνην  ἔχοντας  καρδίαν καταναγκάζει  τοῦτο ποιεῖν, τὸ λυπεῖσθαι· ψυχῆς δέ ἐστιν  εὐλαβοῦς,  καὶ τὸν  Θεὸν ἐχούσης διηνεκῶς  πρὸ ὀφθαλμῶν,  καὶ μετὰ τὴν  τῶν πειρασμῶν ἀπαλλαγὴν  μηδέποτε εἰς λήθην ἐμπεσεῖν· ὅπερ Ἰουδαῖοι συνεχῶς ἔπασχον.∆ιὸ καὶ σκώπτων  αὐτοὺς ὁ προφήτης  ἔλεγεν· Ὅταν ἀπέκτεινεν  αὐτοὺς, τότε ἐζήτουν αὐτὸν, καὶ ἐπέστρεφον, καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Καὶ Μωϋσῆς δὲ αὐτοῖς τοῦτο αὐτὸ συνειδὼς, παρῄνει συνεχῶς λέγων· Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς, πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου. Τοῦτο γοῦν καὶ ἐγένετο· Ἔφαγε γὰρ, φησὶν, Ἰακὼβ, καὶ ἐλιπάνθη,  καὶ ἐπαχύνθη,  καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος.  ∆ιόπερ οὐ διὰ τοῦτο χρὴ θαυμάζειν  τοὺς ἁγίους, ὅτι τῆς θλίψεως  αὐτῆς ἀκμαζούσης, οὕτως ἦσαν εὐλαβεῖς καὶ φιλόσοφοι,  ἀλλ' ὅτι καὶ τοῦ χειμῶνος  παρελθόντος  καὶ γαλήνης  γινομένης,  ἐπὶ τῆς αὐτῆς ἔμενον ἐπιεικείας καὶ σπουδῆς. Καὶ ἵππον δὲ ἐκεῖνον θαυμάζειν μάλιστα χρὴ τὸν χωρὶς  χαλινοῦ  δυνάμενον  εὔρυθμα  βαδίζειν·  ἂν  δὲ, κημοῦ  καὶ  χαλινοῦ  κατέχοντος αὐτὸν, εὐτακτῇ, θαυμαστὸν οὐδέν· οὐ γὰρ τῇ εὐγενείᾳ τοῦ ζώου, ἀλλὰ τῇ ἀνάγκῃ τοῦ χαλινοῦ τὴν εὐταξίαν λογίσασθαι χρή. Τοῦτο καὶ ἐπὶ ψυχῆς ἔστιν εἰπεῖν, ὅτι φόβου μὲν ἐπικειμένου  ἠρεμεῖν,  θαυμαστὸν  οὐδέν· ὅταν  δὲ  παρέλθωσιν  οἱ  πειρασμοὶ, καὶ  τὸν χαλινὸν  τοῦ φόβου περιέλῃ τις, τότε μοι δεῖξον φιλοσοφίαν  ψυχῆς, καὶ τὴν εὐταξίαν ἅπασαν.   Ἀλλὰ   φοβοῦμαι   μὴ,   βουλόμενος   Ἰουδαίων   κατηγορεῖν,   τῆς   ἡμετέρας κατηγορήσω πολιτείας· ἐπεὶ καὶ ἡμεῖς ἡνίκα ἐσαλευόμεθα ἀπό τε λιμοῦ καὶ λοιμοῦ καὶ χαλάζης  καὶ   ἀβροχίας  καὶ  ἐμπρησμῶν  καὶ  ἐπαναστάσεως  ἐχθρῶν,  οὐχὶ  καθ' ἑκάστην ἡμέραν ἡ ἐκκλησία τῷ πλήθει τῶν συναγομένων ἐστενοχωρεῖτο; καὶ πολλή τις ἦν  ἡμῶν  ἡ φιλοσοφία  καὶ ὑπεροψία  τῶν  βιωτικῶν  πραγμάτων,  καὶ οὔτε χρημάτων πόθος, οὔτε δόξης ἐπιθυμία, οὔτε ὄρεξις καὶ ἔρως ἀσελγείας, οὔτε ἄλλος τις λογισμὸς πονηρὸς τότε ἠνώχλει,  ἀλλὰ πάντες εἰς θεοσέβειαν ἑαυτοὺς ἐπεδώκατε, μετὰ δεήσεως καὶ δακρύων· καὶ ὁ πόρνος μὲν ἐσωφρόνει τότε, ὁ δὲ μνησίκακος ἐπὶ τὰς καταλλαγὰς ἐτρέπετο, ὁ πλεονέκτης πρὸς ἐλεημοσύνην ἐκάμπτετο, ὁ ὀργίλος καὶ θρασὺς εἰς ταπεινοφροσύνην  καὶ  πραότητα  μετεβάλλετο·  καὶ  ἐπὰν  ὁ  Θεὸς τὴν  ὀργὴν  ἐκείνην διεσκέδασε, καὶ τὸν χειμῶνα  παρήγαγε, καὶ γαλήνην  ἐποίησεν ἐκ τοσούτων κυμάτων, εἰς τὰς πρότερον  πάλιν  ἐπανήλθομεν  προλήψεις.  Καίτοι γε οὐκ ἐπαυόμην  τότε παρ' αὐτὸν τὸν καιρὸν τῶν πειρασμῶν προλέγων ταῦτα, καὶ προδιαμαρτυρόμενος· ἀλλ' ὅμως οὐδὲν  ἡμῖν  ἐγένετό  τι πλέον,  ἀλλ' ὡς  ὄναρ καὶ σκιὰν παρελθοῦσαν,  οὕτως  ἅπαντα ἐκεῖνα  τῆς διανοίας  ἐξεβάλετε. ∆ιὰ δὴ τοῦτο δέδοικα νῦν  μᾶλλον  ἢ τότε, καὶ ὃ τότε ἔλεγον, νῦν δέδοικα μειζόνως, μὴ χαλεπώτερα  τῶν προτέρων ἐπισπασώμεθα κακὰ, καὶ τότε  δεξώμεθα  πληγὴν   ἀνίατον   ἐκ  τοῦ  Θεοῦ.  Ὅτε  γάρ  τις  συνεχῶς   ἁμαρτάνων συγγνώμης τυγχάνει  παρὰ τοῦ Θεοῦ, εἶτα μηδὲν ἀπὸ τῆς ἀνεξικακίας ταύτης κερδάνῃ ὁ  ἄνθρωπος  εἰς τὴν τῆς κακίας ἀπαλλαγὴν,  λοιπὸν  τοῦτον  παρασκευάζει, ὥστε καὶ μὴ βουλόμενον  αὐτὸν τὸν κολοφῶνα  τῶν κακῶν ἐπαγαγεῖν,  καὶ ἐκτρίψαι  αὐτὸν τέλεον, καὶ μηκέτι δοῦναι μετανοίας τινὰ προθεσμίαν, ὃ καὶ ἐπὶ τοῦ Φαραὼ συνέβη. Ἐπειδὴ γὰρ προτέρᾳ, καὶ δευτέρᾳ, καὶ τρίτῃ, καὶ τετάρτῃ,  καὶ ταῖς μετ' ἐκείνας  πληγαῖς,  πολλῆς ἀπήλαυσε  μακροθυμίας  παρὰ  τοῦ  Θεοῦ, οὐδὲν  ἐγένετο  αὐτῷ  τι  χρήσιμον,  ἐξετρίβη λοιπὸν καὶ ἠφανίσθη μετὰ τῆς πόλεως ἄρδην. Τοῦτο καὶ Ἰουδαῖοι πεπόνθασι. ∆ιὸ καὶ ὁ Χριστὸς μέλλων  αὐτοὺς  ἀφανίζειν   καὶ  ἐρημίαν  ἐπάγειν  αὐτοῖς  ἀδιόρθωτον,  οὕτως ἔλεγε· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν  τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε, Ἰδοὺ ἀφίεται ὁ  οἶκος  ὑμῶν  ἔρημος.  ∆έδοικα  οὖν  μὴ  καὶ  ἡμεῖς  τὰ  αὐτὰ  πάθωμεν,  ὅτι  οὔτε  τοῖς ἀλλοτρίοις, οὔτε τοῖς ἡμετέροις σωφρονιζώμεθα  κακοῖς. Οὐ πρὸς ὑμᾶς δὲ μόνον λέγω ταῦτα τοὺς νῦν παρόντας, ἀλλὰ καὶ πρὸς τοὺς ἀποῤῥαγέντας τῆς καθημερινῆς σπουδῆς, καὶ τῶν προτέρων θλίψεων  ἐπιλελησμένους· πρὸς οὓς οὐ διέλιπον ἀεὶ διαῤῥηγνύμενος, καὶ  λέγων,  ὅτι  εἰ  καὶ  παρῆλθον  οἱ  πειρασμοὶ,  μενέτω  ἐν  ταῖς  ψυχαῖς  ἡμῶν  τῶν πειρασμῶν ἡ μνήμη, ἵνα καὶ τῆς εὐεργεσίας συνεχῶς μνημονεύοντες,  διηνεκῶς εὐχαριστῶμεν τῷ ταύτην παρασχόντι Θεῷ.


γʹ. Ταῦτα καὶ τότε ἔλεγον, καὶ νῦν λέγω ὑμῖν, καὶ δι' ὑμῶν ἐκείνοις· μιμησώμεθα τοὺς  ἁγίους,  οἵτινες  οὔτε  ὑπὸ  τῶν  θλίψεων   κατεπόθησαν,  οὔτε  ὑπὸ  τῆς  ἀνέσεως χαυνότεροι  γεγόνασιν, ὅπερ πολλοὶ τῶν ἀνθρώπων  νῦν πάσχομεν, καθάπερ τὰ κοῦφα τῶν  πλοίων  ὑπὸ  πάσης  περιστάσεως  κυμάτων  περιαντλούμενα   βαπτίζεται.  Καὶ γὰρ πενία πολλάκις  ἡμῖν ἐπελθοῦσα ἐβάπτισε καὶ ὑποβρυχίους ἡμᾶς ἐποίησε, καὶ πλοῦτος προσγενόμενος,   πάλιν   ἐφύσησεν  ἡμᾶς,  καὶ  εἰς  ἐσχάτην   ὀλιγωρίαν   ἐνέβαλε.   ∆ιὸ παρακαλῶ,  παραλιπόντες   ἅπαντα,  τὰς  ἑαυτῶν   ψυχὰς  ῥυθμίσωμεν  πρὸς  σωτηρίαν ἕκαστος ἡμῶν· ταύτης γὰρ  καλῶς διακειμένης, ὅπερ ἂν ἐμπέσῃ τῶν δεινῶν, κἂν λιμὸς,  κἂν  νόσος,  κἂν  συκοφαντία,  κἂν  χρημάτων  διαρπαγὴ,  κἂν  ὅ  τι  ἄλλο  οὖν, φορητὸν  ἔσται καὶ κοῦφον, διὰ τὴν τοῦ ∆εσπότου ἐντολὴν  καὶ τὴν εἰς αὐτὸν ἐλπίδα· ὥσπερ πάλιν  τῆς ψυχῆς πρὸς τὸν Θεὸν οὐκ ἐχούσης καλῶς, κἂν πλοῦτος ἐπιῤῥέῃ, κἂν παῖδες  παρῶσι, κἂν  μυρίων  ἀπόλαυσις  ᾖ χρημάτων,  ἀθυμίας  πολλὰς  ἐπισπάσεται  ὁ τοιοῦτος καὶ φροντίδας.  Μὴ τοίνυν  πλοῦτον  ζητῶμεν, μὴ πενίαν  φεύγωμεν,  ἀλλὰ πρὸ πάντων  τῆς ἑαυτῶν ἐπιμελώμεθα  ψυχῆς ἕκαστος, καὶ ποιῶμεν  ἐπιτηδείαν  αὐτὴν πρός τε τὴν τοῦ παρόντος βίου οἰκονομίαν, καὶ πρὸς τὴν ἐντεῦθεν ἐκεῖσε ἀποδημίαν. Ἔτι γὰρ μικρὸν,  καὶ  ἡ  δοκιμασία  ἑκάστου  ἡμῶν  γενήσεται,  ἡνίκα  πάντες  παραστῶμεν  τῷ φοβερῷ βήματι τοῦ Χριστοῦ, περιβεβλημένοι  τὰς ἑαυτῶν  πράξεις, καὶ τοῖς ὀφθαλμοῖς ἡμῶν ὁρῶντες, τοῦτο μὲν τὰ δάκρυα τῶν ὀρφανῶν, τοῦτο δὲ τὰς αἰσχρὰς ἀσελγείας, ἐν αἷς ἐμιάναμεν τὰς ἑαυτῶν ψυχὰς, τοῦτο δὲ τοὺς στεναγμοὺς τῶν χηρῶν, τοῦτο δὲ τοὺς κονδυλισμοὺς  τῶν  πενήτων,  τὰς  ἁρπαγὰς  τῶν  πτωχῶν·  οὐ μόνον  δὲ ταῦτα,  καὶ  τὰ τούτοις   ὅμοια,  ἀλλ'  εἴ  τι  καὶ  ἐν  διανοίᾳ   ἄτοπον   διεπράξαμεν·  ὅτι  αὐτός  ἐστιν Ἐνθυμήσεων  δικαστὴς, καὶ ἐννοιῶν  κριτής· καὶ πάλιν·  Ἐτάζων καρδίας καὶ νεφροὺς, καὶ, Ἀποδιδοὺς ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Οὗτος δέ μοι ὁ λόγος οὐ πρὸς τοὺς ἐν τῷ βίῳ ἐξεταζομένους μόνον ἐστὶν, ἀλλὰ καὶ πρὸς τοὺς ἐν τοῖς ὄρεσι τὰς ἑαυτῶν καλύβας πηξαμένους  τοῦ μοναδικοῦ  ἕνεκεν  βίου, ὅτι οὐ μόνον  τὰ σώματα αὐτῶν  οἱ τοιοῦτοι φυλάττειν  ὀφείλουσιν   ἀπὸ  μολυσμοῦ  πορνείας,  ἀλλὰ  καὶ  τὴν  ψυχὴν   ἀπὸ  πάσης σατανικῆς πλεονεξίας. Οὐ γὰρ γυναιξὶ μόνον διαλέγεται ὁ ἀπόστολος Παῦλος, ἀλλὰ καὶ ἀνδράσι καὶ ὁλοκλήρῳ  τῇ Ἐκκλησίᾳ, ὅτι, φησὶ, τὴν παρθενευομένην  ψυχὴν  εἶναι δεῖ ἁγίαν  καὶ σώματι καὶ πνεύματι· καὶ πάλιν,  Παραστήσατε τὰ σώματα ὑμῶν  παρθένον ἁγνήν· ἁγνὴν  δὲ πῶς; Μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα. Ἐπεὶ κἀκεῖναι αἱ παρθένοι αἱ τὰς  λαμπάδας  ἔχουσαι ἐσβεσμένας, παρθένοι  ἦσαν τῷ σώματι, ἀλλ' οὐχ ἁγναὶ  τῇ καρδίᾳ, ἀλλ' εἰ καὶ μὴ ἀνὴρ αὐτὰς διέφθειρε, ἀλλ' ὁ τῶν χρημάτων  διέφθειρεν  ἔρως· τὸ σῶμα αὐτῶν   ἦν  καθαρὸν,  ἀλλ'  ἡ  ψυχὴ  αὐτῶν   πολλῆς  ἦν  ἐμπεπλησμένη  τῆς  μοιχείας, πονηρῶν λογισμῶν εἰς αὐτὰς χωρησάντων, τῆς τε φιλοχρηματίας,  καὶ ἀσπλαγχνίας, καὶ ὀργῆς, καὶ φθόνου, καὶ ἀργίας, καὶ λήθης, καὶ ὑπερηφανίας, λυμαινομένων πάντων τὴν σεμνότητα τῆς παρθενίας αὐτῶν. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἵνα ἡ παρθένος ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· καὶ πάλιν, Παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὥσπερ γὰρ τὸ σῶμα ὑπὸ μοιχειῶν διαφθείρεται, οὕτω καὶ ἡ ψυχὴ ὑπὸ λογισμῶν σατανικῶν μιαίνεται, ὑπὸ δογμάτων  διεφθαρμένων,  ὑπὸ νοημάτων  ἀτόπων. Ὁ γὰρ λέγων, Παρθένος εἰμὶ τῷ σώματι, τῇ δὲ ψυχῇ φθονεῖ  τῷ ἀδελφῷ,  οὗτος οὐκ ἔστι παρθένος· τὴν γὰρ παρθενίαν αὐτοῦ διέφθειρεν  ἡ τοῦ φθόνου  μίξις. Πάλιν ὁ κενόδοξος οὐκ ἔστι παρθένος· τὴν γὰρ παρθενίαν  αὐτοῦ διέφθειρεν  ὁ τῆς βασκανίας ἔρως· τὸ γὰρ πάθος εἰσελθὸν, τῆς ψυχῆς ἔλυσεν αὐτοῦ τὴν παρθενίαν.  Ὁ δὲ μισῶν τὸν ἀδελφὸν  αὐτοῦ, οὗτος ἀνθρωποκτόνος ἐστὶ μᾶλλον  ἢ παρθένος· καὶ ἁπαξαπλῶς,  ἕκαστος εἰς ὃ κρατεῖται  πάθος πονηρὸν, ἐν τούτῳ τὴν παρθενίαν αὐτοῦ διαφθείρει. ∆ιὰ τοῦτο ὁ Παῦλος πάσας τὰς πονηρὰς ταύτας ἐξώρισε μί ξεις, καὶ κελεύει παρθένους  ἡμᾶς εἶναι  οὕτως, ὡς μηδένα λογισμὸν ἐναντίον παραδέχεσθαι ἑκουσίως τῇ ψυχῇ.

δʹ. Τί οὖν πρὸς ταῦτα λέγωμεν; πῶς ἐλεηθῶμεν; πῶς σωθῶμεν; Ἐγὼ λέγω· τὴν εὐχὴν ἐν τῇ καρδίᾳ ἀναλάβωμεν πάντοτε, καὶ τοὺς ταύτης καρποὺς, λέγω δὴ τὴν ταπεινοφροσύνην  καὶ  πραότητα.  Μάθετε  γὰρ,  φησὶν,  ἀπ'  ἐμοῦ,  ὅτι  πρᾶός  εἰμι  καὶ ταπεινὸς  τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν  ταῖς  ψυχαῖς  ὑμῶν· καὶ πάλιν  ὁ ∆αυΐδ· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην  καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Οὐδὲν γὰρ οὕτως ἀποδέχεται ὁ Θεὸς καὶ ἀγαπᾷ, ὡς ψυχὴν πρᾶον καὶ  ταπεινόφρονα   καὶ  εὐχάριστον.  Βλέπε  οὖν  καὶ  σὺ,  ἀδελφὲ,  ἐπὰν  ἴδῃς  τι  τῶν ἀδοκήτων  προσπεσὸν  καὶ  ἐνοχλοῦν   σοι, μὴ  πρὸς  ἀνθρώπους  καταφύγῃς,  καὶ  πρὸς θνητὴν  ἴδῃς βοήθειαν, ἀλλὰ πάντας  παραδραμὼν  ἀνάδραμε τῇ διανοίᾳ  σου πρὸς τὸν τῶν   ψυχῶν   ἰατρόν.   Καρδίαν  γὰρ  θεραπεῦσαι  ἐκεῖνος   μόνος   δύναται   ὁ  πλάσας καταμόνας  τὰς καρδίας ἡμῶν, καὶ συνιεὶς πάντα τὰ ἔργα ἡμῶν· αὐτὸς δύναται  εἰς τὸ συνειδὸς ἡμῶν εἰσελθεῖν, καὶ τῆς διανοίας ἅψασθαι, καὶ παρακαλέσαι τὴν ψυχήν. Ἐὰν δὲ ἐκεῖνος μὴ παρακαλέσῃ τὰς καρδίας ἡμῶν, τὰ παρὰ ἀνθρώπων  περιττὰ καὶ ἀνόνητα· ὥσπερ  πάλιν  τοῦ  Θεοῦ παρακαλοῦντος  καὶ  παραμυθουμένου,  κἂν  μυρία  ἄνθρωποι παρενοχλῶσιν,  οὐδὲ  εἰς  τὸ  τυχὸν  ἡμᾶς  παραβλάψαι  δυνήσονται· ὅταν  γὰρ  ἐκεῖνος στερεώσῃ καρδίαν, οὐδεὶς αὐτὴν διασεῖσαι δύναται. Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ,  ἀεὶ πρὸς τὸν  Θεὸν καταφεύγωμεν,  τὸν  καὶ βουλόμενον  καὶ δυνάμενον  λῦσαι ἡμῶν  τὰς συμφοράς. Ἀνθρώπους μὲν γὰρ ὅταν δέῃ παρακαλέσαι, καὶ πυλωροῖς  ἡμᾶς συντυχεῖν ἀνάγκη   πρότερον,   καὶ  παρασίτους  καὶ  κόλακας   παρακαλέσαι,  καὶ  ὁδὸν   πολλὴν ἀπελθεῖν·  ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲν  τοιοῦτόν  ἐστιν, ἀλλὰ  χωρὶς  μεσίτου παρακαλεῖται, χωρὶς χρημάτων, χωρὶς δαπάνης ἐπινεύει τῇ δεήσει· ἀρκεῖ μόνον βοῆσαι τῇ καρδίᾳ καὶ δάκρυα προσενέγκαι, καὶ εὐθέως εἰσελθὼν  αὐτὸν ἐπισπάσῃ. Καὶ ἄνθρωπον  μὲν παρακαλοῦντες  πολλάκις  δεδοίκαμεν,  μή τις τῶν  ἐχθρῶν  παρὼν, ἢ φίλος,  ἤ τις τῶν ἀντιδίκων  ἀκούσῃ τοῦ πράγματος, καὶ ἄλλος  ἐκφάνῃ  τὰ λεγόμενα,  καὶ διαφθείρῃ  τὸ δίκαιον· ἐπὶ  δὲ τοῦ Θεοῦ οὐδὲν  τούτων  ὑποπτεῦσαι  ἔνι.  Ὅταν  γὰρ βούλῃ  με, φησὶ, παρακαλέσαι, μόνος μοι πρόσελθε μηδενὸς παρόντος, τουτέστι, τῇ καρδίᾳ βόησον, μὴ κινῶν τὰ χείλη. Εἴσελθε γὰρ, φησὶν, εἰς τὸ ταμεῖόν σου· ἀπόκλεισον τὴν θύραν σου, καὶ πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατήρ σου ὁ βλέπων  ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ. Ὅρα τιμῆς ὑπερβολήν· ὅταν με παρακαλῇς, φησὶ, μηδεὶς βλεπέτω·  ὅταν  δὲ  ἐγώ  σε  τιμῶ,  τὴν  οἰκουμένην   φέρω  μάρτυρα  τῆς  εὐεργεσίας. Πειθώμεθα  τοίνυν,  καὶ  μὴ  πρὸς  ἐπίδειξιν  εὐχώμεθα,  μηδὲ  κατὰ  τῶν  ἐχθρῶν  τῶν ἡμετέρων, καὶ μὴ τὸν τρόπον τῆς βοηθείας διδάσκωμεν αὐτόν. Εἰ γὰρ ἀνθρώποις  τοῖς συνηγοροῦσι  καὶ  ῥητορεύουσιν  ἐπὶ  τῶν  ἔξωθεν  δικαστῶν  τὰ  πράγματα  τὰ  ἡμέτερα λέγομεν  μόνον,  τὸν  δὲ  τρόπον  τῆς  συμμαχίας  ἐκείνοις  καταλιμπάνομεν,   ὅπως  ἂν βούλοιντο  διαθεῖναι  τὰ ἡμέτερα, πολλῷ  μᾶλλον  ἐπὶ τοῦ Θεοῦ τοῦτο χρὴ ποιεῖν. Εἶπες αὐτῷ τὴν δίκην τὴν σὴν, εἶπες ἅπερ ἔπαθες; μηκέτι λέγε τὸ καὶ πῶς βοηθῆσαι· αὐτὸς γὰρ  οἶδεν  ἀκριβῶς  τὸ  συμφέρον  σοι.  Εἰσὶ  δὲ  πολλοὶ   οἵτινες   μυρίους  στίχους ἀπαγγέλλουσι τῆς εὐχῆς ἕνεκεν λέγοντες· Κύριε, δός μοι ὑγίειαν σώματος, διπλασίασόν μου τὰ ὑπάρχοντα, ἀμύνου μου τὸν ἐχθρόν· ὅπερ πολλῆς ἀλογίας ἐστὶ πεπληρωμένον.∆ιὸ χρὴ ταῦτα πάντα ἀφέντας  ἱκετεύειν  καὶ παρακαλεῖν μόνον κατὰ τὸν τελώνην  τὸν λέγοντα·   Ὁ  Θεὸς,  ἱλάσθητί   μοι  τῷ  ἁμαρτωλῷ·   καὶ  αὐτὸς  οἶδε  λοιπὸν   πῶς  σου ἀντιλάβηται·  Ζητεῖτε  γὰρ, φησὶ, πρῶτον  τὴν  βασιλείαν  τοῦ  Θεοῦ, καὶ  ταῦτα  πάντα προστεθήσεται ὑμῖν. Οὕτως οὖν, ἀγαπητοὶ, φιλοσοφῶμεν  μετὰ πόνου καὶ ταπεινώσεως, τύπτοντες ἑαυτῶν τὰ στήθη, καθάπερ ἐκεῖνος, καὶ ἐπιτευξόμεθα ὧνπερ αἰτοῦμεν· ἐὰν δὲ θυμοῦ καὶ ὀργῆς πεπληρωμένοι προσευχώμεθα, βδελυκτοὶ καὶ μισητοὶ παρὰ Θεῷ εὑρισκόμεθα.  Συντρίψωμεν   οὖν  ἡμῶν  τὴν  διάνοιαν,  καὶ  ταπεινώσωμεν   ἡμῶν  τὰς ψυχὰς, καὶ εὐχώμεθα ὑπέρ τε ἑαυτῶν, καὶ ὑπὲρ τῶν λυπησάντων  ἡμᾶς. Εἰ γὰρ βούλει τὸν δικαστὴν ἐπισπάσασθαι πρὸς βοήθειαν  τῆς σῆς ψυχῆς, καὶ τοῦ σοῦ μέρους αὐτὸν ποιῆσαι,  μηδέποτε  αὐτῷ  ἐντύγχανε   κατὰ  τοῦ  λελυπηκότος.  Τοιοῦτος  γάρ  ἐστι  τοῦ δικαστοῦ ὁ τρόπος· ἐκείνοις  μάλιστα ἐπινεύει  καὶ δίδωσι τὰ αἰτήματα, τοῖς ὑπὲρ τῶν ἐχθρῶν  εὐχομένοις,  τοῖς μὴ μνησικακοῦσι, τοῖς μὴ ἐπαιρομένοις  τοῖς ἐχθροῖς αὐτῶν. Καὶ ὅσον οὗτοι ποιοῦσι τοῦτο, τοσοῦτον ἐκείνοις  ὁ Θεὸς ἐπεξέρχεται, ἐὰν μὴ μεταβληθῶσιν εἰς μετάνοιαν.


εʹ. Βλέπετε οὖν, ἀδελφοὶ, ὅταν τις ἀτιμία ἡμῖν ἐπενεχθῇ παρά τινος, μὴ εὐθέως δυσχεράνωμεν καὶ ἀθυμῶμεν, ἀλλ' εὐχαριστῶμεν φιλοσοφοῦντες,  καὶ ἀναμένοντες  τὴν βοήθειαν τοῦ Κυρίου. Μὴ γὰρ οὐκ ἠδύνατο  ὁ Θεὸς πρὸ τῆς αἰτήσεως διδόναι ἡμῖν τὰ ἀγαθά; μὴ βίον ἡμῖν ἀνώδυνον  χαρίσασθαι, καὶ πάσης θλίψεως  κεχωρισμένον; Ἀλλὰ ἀμφότερα ἀπὸ φίλτρου ποιεῖ. Τί γὰρ παραχωρεῖ θλιβῆναι  ἡμᾶς, καὶ οὐκ ἐπάγει ταχέως ἀπαλλαγήν; ∆ιὰ τί; Ἵνα αὐτῷ προσεδρεύωμεν ἀντεχόμενοι τῆς παρ' αὐτοῦ βοηθείας, καὶ αὐτῷ προσφεύγωμεν, καὶ συνεχῶς αὐτὸν καλῶμεν εἰς ἀντίληψιν ἡμῶν. ∆ιὰ τοῦτο οὖν ἀλγηδόνες σώματος, διὰ τοῦτο ἀφορίαι καρπῶν, διὰ τοῦτο λιμοὶ, ἵνα ἀπὸ τῶν θλίψεων τούτων πάντοτε πρὸς αὐτὸν ἐκκρεμώμεθα, καὶ οὕτω διὰ τῶν προσκαίρων θλίψεων  τὴν αἰώνιον  ζωὴν κληρονομήσωμεν. Ὥστε οὖν καὶ ὑπὲρ τούτων εὐχαριστεῖν ὀφείλομεν  τῷ Θεῷ, τῷ διὰ πολλῶν  μεθοδειῶν  ἰωμένῳ  καὶ σώζοντι τὰς ψυχὰς ἡμῶν. Ἄνθρωποι  μὲν γὰρ ἐὰν τυχὸν  εὐεργετήσωσιν ἡμᾶς ποτε, εἶτα ἄκοντες αὐτοὺς λυπήσωμέν  τι μικρὸν, εὐθὺς ὀνειδίζουσι τὴν εὐεργεσίαν προφέροντες ὡς πολλοὺς  καταρᾶσθαι ἑαυτοῖς, ὅτι ὅλως παρ' αὐτῶν εὐηργετήθησαν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ μετὰ τὰς εὐεργεσίας καταφρονούμενος  καὶ ὑβριζόμενος, ἀκμὴν καὶ ἀπολογεῖται,  καὶ εὐθύνας  παρέχει τοῖς ὑβρικόσιν αὐτὸν, οὑτωσὶ λέγων· Λαός μου, τί ἐποίησά σοι; Αὐτοὶ Θεὸν οὐκ ἐβούλοντο αὐτὸν  καλεῖν,  καὶ αὐτὸς οὐ διέλειπε  λαὸν  αὐτοὺς  ὀνομάζειν·  αὐτοὶ παρῃτοῦντο  τὴν δεσποτείαν, αὐτὸς δὲ οὐκ ἠρνεῖτο αὐτοὺς, ἀλλ' ᾠκειοῦτο, καὶ πρὸς ἑαυτὸν εἷλκε λέγων· Λαός μου, τί ἐποίησά σοι; Μὴ φορτικός σοι, φησὶν, ἐγενόμην, ἢ βαρὺς καὶ ἐπαχθής; Ἀλλ' οὐδὲ τοῦτο ἔχεις εἰπεῖν· εἰ γὰρ καὶ τοῦτο ἦν, οὐδὲ οὕτως ἔδει σε ἀποσκιρτῆσαι. Τίς γάρ ἐστιν  υἱὸς,  ὃν  οὐ  παιδεύει  πατήρ;  Ἀλλ'  ὅμως  οὐδὲ  τοῦτο  ἔχετε  εἰπεῖν.  Καὶ πάλιν ἀλλαχοῦ·  Τί εὕροσαν οἱ πατέρες ὑμῶν  ἐν ἐμοὶ πλημμέλημα; Μέγα καὶ θαυμαστὸν τὸ εἰρημένον· ὃ γὰρ λέγει τοιοῦτόν ἐστι· Τί ἥμαρτον, φησίν; Ὁ Θεὸς λέγει τοῖς ἀνθρώποις, Τί ἥμαρτον; ὅπερ οὐδὲ δοῦλοι  τὸν δεσπότην φθέγξασθαι  ἀνέχονται.  Καὶ οὐ λέγει, Τί ἥμαρτον εἰς ὑμᾶς, ἀλλ', εἰς τοὺς πατέρας ὑμῶν. Ἀλλ' οὐδὲ τοῦτο, φησὶν, ἔχετε εἰπεῖν, ὅτι πατρικὴν  εἰς ἐμὲ τηρεῖτε ἔχθραν· οὐδὲ γὰρ τοὺς προγόνους  ὑμῶν ἐγκαλέσαι ποτὲ ἀφῆκα τῇ ἐμῇ προνοίᾳ, ἐν μικρῷ ἢ μεγάλῳ παριδὼν  αὐτούς. Καὶ οὐκ εἶπεν ἁπλῶς, Τί ἔσχον  οἱ πατέρες  ὑμῶν,  ἀλλὰ,  Τί εὗρον; Πολλὰ ζητήσαντες,  πολλὰ  περιελθόντες  ἐν τοσούτοις ἔτεσιν ὑπὸ τὴν ἐμὴν ἀρχὴν γενόμενοι, οὐδὲν εὗρον ἐν ἐμοὶ πλημμέλημα. ∆ιὰ δὴ ταῦτα πάντα συνεχῶς πρὸς αὐτὸν καταφεύγωμεν,  καὶ ἐν πάσῃ ἀθυμίᾳ ζητῶμεν τὴν παραμυθίαν  αὐτοῦ,  ἐν  πάσῃ συμφορᾷ  τὴν  αὐτοῦ  λύσιν,  τὸν  αὐτοῦ  ἔλεον,  ἐν  παντὶ πειρασμῷ τὴν αὐτοῦ βοήθειαν· οἷον γὰρ ἐὰν ᾖ δεινὸν, οἷον ἐὰν ᾖ μέγεθος συμφορᾶς, πάντα καὶ λῦσαι καὶ παραγαγεῖν δύναται· οὐ μόνον δὲ, ἀλλὰ καὶ πᾶσαν ἀσφάλειαν καὶ δύναμιν  καὶ δόξαν ἀγαθὴν, καὶ ὑγίειαν  σώματος, καὶ φιλοσοφίαν  ψυχῆς, καὶ ἐλπίδας χρηστὰς, καὶ τὸ μὴ ταχέως ἁμαρτάνειν,  ἡ ἀγαθότης αὐτοῦ παρέξει ἡμῖν. Μὴ οὖν κατὰ τοὺς  ἀγνώμονας  δούλους  γογγύζωμεν,  μηδὲ τοῦ ∆εσπότου κατηγορήσωμεν,  ἀλλ' ἐν πᾶσιν εὐχαριστῶμεν, καὶ ἓν μόνον δεινὸν εἶναι νομίζωμεν, τὸ εἰς αὐτὸν ἐξαμαρτάνειν. Καὶ ἐὰν οὕτω πρὸς τὸν Θεὸν διατεθῶμεν,  οὐ νόσος, οὐ πενία, οὐκ ἀτιμία, οὐκ ἀφορία καρπῶν,  οὐκ  ἄλλο  οὐδὲν  τῶν  δοκούντων   εἶναι  λυπηρῶν   διαδέξεται  ἡμᾶς,  ἀλλὰ καθαρὰν ἡδονὴν καὶ ἁγνὴν καρπούμενοι διαπαντὸς, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτευξόμεθα, διὰ τῆς χάριτος καὶ φιλανθρωπίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ  Πατρὶ ἡ δόξα, ἅμα τῷ  ἁγίῳ  Πνεύματι, νῦν  καὶ ἀεὶ, καὶ εἰς τοὺς  αἰῶνας  τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |