ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 18.Εις το αποστολικον ρητον διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω.

Τρίτη 14 Ιουνίου 2016

18.Εις το αποστολικον ρητον διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω.


patrologia

Ιωάννης Χρυσόστομος
Ελληνική Πατρολογία Τόμος 51
18.Εις το αποστολικον ρητον διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω.

αʹ. Πρὸς τὰς τοῦ μέλιτος πηγὰς καὶ τήμερον ὑμᾶς χειραγωγῆσαι βούλομαι, μέλιτος οὐδέποτε κόρον ἔχοντος. Τοιαύτη γὰρ τῶν Παύλου ῥημάτων ἡ φύσις, καὶ πάντες  δὲ, ὅσοι πληροῦσι  τὰς  ἑαυτῶν  καρδίας  ἐκ  τῶν  πηγῶν  τούτων,  διὰ  τοῦ Πνεύματος τοῦ ἁγίου φθέγγονται· μᾶλλον δὲ καὶ μέλιτος ἀρετὴν ἀπο κρύπτει πᾶσαν ἡ τῶν θείων  ἡδονὴ λογίων.  Καὶ τοῦτο δηλῶν  ὁ Προφήτης ἔλεγεν, Ὡς γλυκέα τῷ λάρυγγί  μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Οὐ μέλιτος δέ ἐστιν ἡδίων μόνον, ἀλλὰ καὶ χρυσίου καὶ λίθου παντὸς τιμιωτέρα καὶ ἀργυρίου παντὸς κα θαρωτέρα ἡ ἡδονὴ τῶν θείων λογίων. Τὰ λόγια γὰρ Κυρίου, φησὶ, λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον  ἑπταπλασίως.  ∆ιὰ τοῦτο καί τις  σοφὸς ἔλεγεν·  Ἐσθίειν μέλι πολὺ οὐ καλὸν, τιμᾷν δὲ χρὴ λόγους ἐνδόξους. Ἐξ ἐκεί νου μὲν γὰρ καὶ νόσος  οὐκ  οὖσα τίκτεται  πολλάκις,  ἀπὸ  δὲ  τούτων  καὶ  τὴν  οὖσαν  ἀῤῥωστίαν ἀποθέσθαι δυνάμεθα· καὶ τὸ μὲν μέλι κατὰ πέψιν διαφθείρεται, τὰ δὲ λόγια τὰ θεῖα, ὅταν πεφθῇ, τότε καὶ ἡδίω γίνε ται καὶ χρησιμώτερα, αὐτοῖς τε τοῖς ἔχουσι, καὶ ἑτέ ροις πολλοῖς. Καὶ τραπέζης μέν τις αἰσθητῆς μετὰ δαψιλείας ἀπολαύων, εἶτα ἐκεῖθεν ἐρευγόμενος, ἀηδὴς τῷ κοινωνοῦντι  γίνεται·  ἀπὸ διδασκαλίας δέ τις ἐρευξάμενος πνευματικῆς, πολλῆς τῆς εὐωδίας μετα δίδωσι τῷ πλησίον. Ὁ γοῦν ∆αυῒδ τοιαύτης συνεχῶς  ἀπολαύων  ἑστιάσεως ἔλεγεν,  Ἐξηρεύξατο ἡ καρ δία μου λόγον  ἀγαθόν. Ἔστι γὰρ καὶ πονηρὸν λό γον ἐρεύξασθαι. Καὶ καθάπερ ἐπὶ τῆς αἰσθητῆς τρα πέζης κατὰ τὴν φύσιν τῶν ἐδεσμάτων καὶ ἡ τῆς ἐρυγῆς ποιότης ἐκδίδοται· οὕτω δὴ καὶ ἐπὶ τῆς τῶν  ῥημάτων  δυνάμεως,  οἷάπερ ἂν σιτῶνται,  τοιαῦτα  51.209 καὶ ἐρεύγονται πολλοὶ τῶν ἀνθρώπων.Οἷον ἐὰν εἰς θέατρον ἀναβῇς καὶ πορνικῶν  ᾀσμάτων ἀκούσῃς, τοιαῦτα καὶ ἐρεύξῃ πάντως εἰς τὸν πλησίον ῥήματα· ἂν δὲ εἰς τὴν ἐκκλησίαν ἐλθὼν, μετάσχῃς ἀκουσμά  των  πνευματικῶν,   τοιαύτας  ἕξεις  καὶ  τὰς  ἐρυγάς.  ∆ιὰ  τοῦτο  καὶ  ὁ Προφήτης ἔλεγεν,  Ἐξηρεύξατο ἡ καρδία μου λόγον  ἀγαθὸν, τῆς τραπέζης, ἧς ἀεὶ μετεῖχε, τὴν βρῶσιν ἡμῖν ἐνδεικνύμενος.  Τούτῳ καὶ ὁ Παῦλος πειθόμενος, παρῄνει λέγων·  Πᾶς λό γος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν  μὴ ἐκπορευέ σθω, ἀλλ' εἴ τις ἀγαθός. Καὶ τίς ἐστιν ὁ σαπρὸς, φησίν; Ἐὰν μάθῃς τὸν ἀγαθὸν, τότε εἴσῃ καὶ τὸν σαπρόν· πρὸς γὰρ  τὴν  ἀντιδιαστολὴν  ἐκείνου  τοῦ  τον  τέθεικε.  Τίς οὖν  ἐστιν  ὁ ἀγαθὸς,  οὐδὲν   δεήσῃ  παρ'  ἐμοῦ  μαθεῖν·  αὐτὸς   γὰρ  ἡμῖν   αὐτοῦ   τὴν   φύσιν ἡρμήνευσεν. Εἰπὼν γὰρ, Εἴ τις ἀγαθὸς, ἐπήγαγε, Πρὸς οἰκοδομὴν  τῆς Ἐκκλησίας, δεικνὺς ὅτι οὗτός ἐστιν ἀγαθὸς ὁ τὸν πλησίον οἰκοδομῶν. Ὥσπερ οὖν ὁ οἰκοδομῶν, ἀγαθὸς, οὕτως ὁ καθαιρῶν, σαπρὸς καὶ φαῦλος. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, εἰ μὲν ἔχεις τι τοιοῦτον εἰπεῖν, ὃ δύναται βελτίω ποιῆσαι τὸν ἀκούοντα, μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας· εἰ δὲ μηδὲν τοι οῦτον ἔχεις, ἀλλὰ πονηρὰ καὶ διεφθαρμένα ῥήματα, σίγησον, μὴ κατηγορήσῃς τοῦ πλησίον.Οὗτος γὰρ ὁ λόγος σαπρός ἐστιν, οὐκ οἰκοδομῶν  τὸν ἀκούοντα, ἀλλὰ καὶ καταστρέφων. Ἄν τε γὰρ ἀρετῆς ἐπιμε λῆται, πρὸς ἀπόνοιαν αἴρεται πολλάκις· ἄν τε ἠμε λημένος  ᾖ, ῥᾳθυμότερος γίνεται.  Ἂν  αἰσχρὸν  μέλλῃς  φθέγγεσθαι  ῥῆμα καὶ γέλωτος γέμον, σίγησον. Καὶ γὰρ καὶ οὗτος ὁ λόγος σαπρός ἐστι, τόν τε λέγοντα τόν τε ἀκούοντα ἀσελγεστέρους ποιῶν, καὶ τὰς ἐν ἑκάστῳ πονηρὰς ἐπιθυμίας ἀνάπτων Ὥσπερ οὖν τῷ πυρὶ τὰ ξύλα τροφὴ γίνεται καὶ ὕλη, οὕτω τοῖς πονηροῖς βου λεύμασι τὰ ῥήματα. ∆ιὰ τοῦτο οὐ χρὴ πάντα, ἅπερ ἂν ἔχωμεν ἐν διανοίᾳ, φθέγγεσθαι πάντως· ἀλλὰ σπουδάζειν μὲν καὶ τῆς διανοίας αὐτῆς ἐξορίζειν τὰς πονηρὰς ἐπιθυμίας καὶ πᾶσαν αἰσχρὰν ἔννοιαν.  Εἰ δέ ποτε λαθόντες  παραδεξόμεθα ῥυπαροὺς λογισμοὺς, μηδέποτε διὰ τῆς γλώττης  αὐτοὺς ἐκφέρωμεν,  ἀλλ' ἀποπνίγωμεν  αὐτοὺς διὰ τῆς σιγῆς. Καὶ γὰρ καὶ θη ρία καὶ ἑρπετὰ εἰς λάκκον  ἐμπίπτοντα,  ἂν μὲν  εὕρῃ τινὰ διέξοδον ἄνωθεν, ἀναβάντα ἀγριώτερα γίνεται· ἂν δὲ μένῃ κάτω διηνεκῶς συγκεκλεισμένα,  πάντοθεν  ἀπόλλυται  ῥᾳδίως  καὶ  ἀφανίζεται·  οὕτω  δὴ  καὶ  τὰ πονηρὰ ἐνθυμήματα, ἂν μὲν εὕρῃ τινὰ διὰ τοῦ στό ματος ἡμῶν καὶ τῶν ῥημάτων ἔξοδον,  ἀνάπτει   τὴν   ἔνδον   φλόγα·   ἂν   δὲ  ἀποκλείσῃς   αὐτὰ  διὰ  τῆς   σιγῆς, ἀσθενέστερα γίνεται, καὶ καθάπερ λιμῷ τηκόμενα τῇ σιωπῇ, ταχέως ἐναποθνήσκει τῇ  διανοίᾳ.  Ὥστε κἂν  ἐπιθυμήσῃς  τινὰ  αἰσχρὰν  ἐπιθυμίαν,  μὴ φθέγξῃ  δὲ ῥῆμα αἰσχρὸν, κατέσβεσας καὶ τὴν ἐπιθυμίαν.Οὐκ ἔχεις διάνοιαν  καθαράν; Κἂν στόμα ἔχε καθαρὸν, καὶ μὴ κενώσῃς ἔξω τὸν  βόρβορον, ἵνα  μὴ καὶ ἕτερον  καὶ σαυτὸν καταβλάψῃς.  Οὐ γὰρ τοῖς  λέγουσι μόνον, ἀλλὰ καὶ τοῖς ἀκούουσιν αἰσχρὰ φθεγγομένων  ἑτέρων πολλὴ προσγίνεται κηλίς. ∆ιὰ τοῦτο παραινῶ καὶ  συμβουλεύω, μὴ μόνον τοῦ λέγειν τὰ τοιαῦτα, ἀλλὰ καὶ λεγόντων ἑτέρων τοῦ ἀκούειν ἀπέχεσθαι, καὶ τῷ θείῳ προσηλῶσθαι νόμῳ διηνεκῶς. Τὸν γὰρ τοιοῦτον καὶ ὁ Προφήτης μακαρίζει, λέγων· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέ λημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.



βʹ. Ἐν μὲν οὖν τοῖς ἔξωθεν συλλόγοις, εἰ καί τι λε χθείη ποτὲ χρηστὸν, ἀλλ' ἐν πολλοῖς τοῖς φαύλοις  μό λις ἓν ὑγιὲς οἱ πολλοὶ φθέγγονται·  ἐπὶ δὲ τῶν θείων Γραφῶν τοὐναντίον  ἅπαν· πονηρὸν μὲν οὐδένα οὐδέ ποτε ἀκούσῃ λόγον, πάντας δὲ σωτηρίας καὶ πολλῆς γέμοντας φιλοσοφίας· οἷα δὴ καὶ τὰ σήμερον ἡμῖν ἀναγνωσθέντα. Τίνα δὲ ταῦτά ἐστι; Περὶ δὲ ὧν ἐγρά ψατέ μοι, φησὶ, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτε σθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα. Περὶ γάμων ὁ Παῦλος νομοθετεῖ, καὶ οὐκ αἰσχύνεται, οὐδὲ ἐρυθριᾷ·  καὶ  μάλα  εἰκότως.  Εἰ γὰρ    ∆εσπότης αὐτοῦ  γάμον  ἐτίμησε,  καὶ  οὐκ ἐπῃσχύνθη, ἀλλὰ καὶ τῇ παρουσίᾳ καὶ τῷ δώρῳ τὸ πρᾶγμα ἐκόσμησε (καὶ γὰρ καὶ δῶρα τῷ γάμῳ μείζονα ἁπάντων εἰσήνεγκε, τὴν τοῦ ὕδατος φύσιν εἰς οἶνον μεταβαλὼν), πῶς ὁ δοῦλος ἠρυθρίασεν ἂν περὶ γάμου νομοθετῶν; Οὐ γὰρ πονηρὸν ὁ γάμος πρᾶγμα, ἀλλὰ πονηρὸν  ἡ μοι χεία, πονηρὸν  ἡ πορνεία· γάμος δὲ πορνείας ἀναιρε τικὸν φάρμακον.Μὴ τοίνυν αὐτὸν ἀτιμάζωμεν ταῖς διαβολικαῖς πομπαῖς· ἀλλ', ὅπερ ἐποίησαν οἱ  ἐν  Κανᾷ τῆς  Γαλιλαίας,  καὶ  οἱ  νῦν  γυναῖκας  λαμβάνοντες  ποιείτωσαν,  τὸν Χριστὸν ἐχέτωσαν μέσον. Καὶ πῶς δυνατὸν  τοῦτο γενέσθαι, φησί; ∆ι' αὐτῶν  τῶν ἱερέων· Ὁ δεχόμενος γὰρ, φησὶν, ὑμᾶς, ἐμὲ δέχεται. Ἂν τοίνυν τὸν διάβολον ἀπελάσῃς, ἂν  τὰ  πορνικὰ  ᾄσ ματα, καὶ  τὰ  κεκλασμένα  μέλη,  καὶ  τὰς  ἀτάκτους χορείας, καὶ τὰ αἰσχρὰ ῥήματα, καὶ τὴν διαβολικὴν  πομπὴν, καὶ τὸν θόρυβον, καὶ τὸν κεχυμένον  γέλωτα  καὶ τὴν λοιπὴν ἐξελάσῃς ἀσχημοσύνην, εἰσαγάγῃς δὲ τοὺς ἁγίους Χριστοῦ δούλους, καὶ ὁ Χριστὸς δι' αὐτῶν παρέσται πάντως μετὰ τῆς μητρὸς καὶ τῶν ἀδελ φῶν· Ὃς γὰρ ἂν ποιήσῃ, φησὶ, τὸ θέλημα τοῦ Πατρός μου, οὗτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστι.Καὶ οἶδα  ὅτι  βαρύς τισιν  εἶναι  δοκῶ  καὶ  φορτικὸς,  ταῦτα  παραινῶν  καὶ παλαιὸν ἔθος ἐκ κόπτων. Πλὴν ἀλλ' οὐδέν μοι τούτου μέλει· οὐ γὰρ τῆς χάριτος τῆς παρ'  ὑμῶν,  ἀλλὰ  τῆς  ὠφελείας  δέο μαι τῆς  ὑμετέρας· οὐ τῶν  κρότων  καὶ τῶν ἐπαίνων, ἀλλὰ τοῦ κέρδους καὶ τῆς φιλοσοφίας. Μή μοι λεγέτω τις, ὅτι ἔθος ἐστίν· ὅπου ἁμαρτία τολμᾶται, ἔθους μὴ μνησθῇς· ἀλλ', εἰ μὲν πονηρὰ τὰ γινόμενα, κἂν παλαιὸν  ἔθος ᾖ, κατάλυσον· ἂν δὲ μὴ πονηρὰ, κἂν συνήθεια μὴ ᾖ, εἰσάγαγε καὶ καταφύτευσον. Ὅτι δὲ οὐ παλαιὸν ἔθος ἦν τὸ τοιαῦτα ἀσχημονεῖν, ἀλλὰ και νοτομία τίς ἐστι τὰ γινόμενα, ἀναμνήσθητι πῶς ἔγη μεν ὁ Ἰσαὰκ τὴν Ῥεβέκκαν, πῶς ὁ Ἰακὼβ τὴν Ῥαχήλ. Καὶ γὰρ τῶν γάμων αὐτῶν μέμνηται ἡ Γραφὴ, καὶ πῶς εἰς τὰς οἰκίας τῶν νυμφίων  ἤχθησαν  αὗται  αἱ νύμφαι  λέγει,  καὶ οὐδενὸς  τοιούτου  μέμνηται·  ἀλλὰ συμπόσιον μὲν καὶ δεῖπνον ἐποιήσαντο τοῦ συν ήθους φαιδρότερον, καὶ τοὺς προσήκοντας ἐκάλεσαν  εἰς τοὺς γάμους· αὐλοὶ δὲ, σύριγγες, καὶ κύμβαλα, καὶ τὰ οἰνώδη σκιρτήματα, καὶ ἡ λοιπὴ ἡ νῦν ἀσχη μοσύνη πᾶσα ἐκποδὼν ἦν. Οἱ δὲ ἐφ' ἡμῶν καὶ ὕμνους εἰς τὴν Ἀφροδίτην ᾄδουσι χορεύοντες, καὶ μοιχείας πολλὰς, καὶ γάμων διαφθορὰς, καὶ ἔρωτας παρανό μους, καὶ μίξεις ἀθέσμους, καὶ πολλὰ ἕτερα ἀσεβείας καὶ αἰσχύνης γέμοντα ᾄσματα κατ' ἐκείνην  ᾄδουσι τὴν ἡμέραν, καὶ μετὰ μέθην  καὶ  τοσαύτην  ἀσχημο σύνην  δι'  αἰσχρῶν  ῥημάτων  δημοσίᾳ τὴν  νύμφην πομπεύουσι. Πῶς οὖν αὐτὴν ἀπαιτεῖς σωφροσύνην, εἰπέ μοι, εἰς τοσαύτην ἀναίδειαν  ἐκ πρώτης αὐτὴν  παιδοτριβῶν  τῆς ἡμέρας, καὶ παρασκευάζων ἐπ'  ὄψεσιν αὐτῆς καὶ γίνεσθαι καὶ λέγεσθαι ταῦτα, ἃ μη δὲ σπουδαίοις ἀνδραπόδοις ἀκοῦσαι θέμις; Τοσοῦτον χρόνον ἐπόνεσεν ὁ πατὴρ μετὰ τῆς μητρὸς φυλάττων τὴν παρθένον, ὥστε μήτε  εἰπεῖν,  μήτε  ἑτέρου  ἀκοῦ  σαι  λέγοντός   τι  τῶν  τοιούτων   ῥημάτων,  καὶ θαλάμους, καὶ γυναικωνίτιδας,  καὶ φύλακας,  καὶ θύρας, καὶ μοχλοὺς, καὶ τὰς ἐν ἑσπέρᾳ προόδους, καὶ τὸ μηδενὶ φαίνεσθαι μηδὲ τῶν ἐπιτηδείων,  καὶ πολλὰ ἕτερα  πλείονα  τούτων  πραγματευόμενος,  καὶ  σὺ πάντα  ἐκεῖνα  ἐν  μιᾷ  ἐλθὼν  ἐξέχεας ἡμέρᾳ, ἀναίσχυντον αὐτὴν παρασκευάζων γενέσθαι διὰ τῆς ἀτίμου πομ πῆς ἐκείνης, καὶ διεφθαρμένα ῥήματα εἰς τὴν ψυχὴν εἰσάγων τῆς νύμφης; Οὐκ ἐντεῦθεν τὰ μετὰ ταῦτα  κακά;  οὐκ  ἐντεῦθεν  μοιχεῖαι  καὶ  ζηλοτυπίαι;  οὐκ  ἐντεῦθεν  ἀπαιδίαι  καὶ χηρεῖαι καὶ ὀρφανίαι ἄωροι; Ὅταν γὰρ τοὺς δαίμονας καλῇς διὰ τῶν ᾀσμάτων, ὅταν τὴν  ἐκείνων   ἐπιθυμίαν   πληροῖς  διὰ  τῶν  αἰσχρῶν  ῥημάτων,  ὅταν  μίμους  καὶ μαλακοὺς εἰς τὴν οἰκίαν εἰσάγῃς καὶ τὸ θέατρον ἅπαν, ὅταν πορνῶν ἐμπλή σῃς τὴν οἰκίαν, καὶ τῶν  δαιμόνων  ὁλόκληρον παρα σκευάσῃς ἐκεῖ κωμᾶσαι τὸν χορὸν, τί προσδοκᾷς λοι πὸν ὑγιὲς, εἰπέ μοι; Τίνος δὲ ἕνεκεν καὶ ἱερέας εἰσ άγεις, μέλλων τῇ ὑστεραίᾳ τοιαῦτα τελεῖν; Βούλει φιλοτιμίαν  ἐπιδείξασθαι κέρδος ἔχουσαν; Κάλεσον χοροὺς πενήτων.  Ἀλλ' αἰσχύνῃ πάντως,  καὶ ἐρυθριᾷς; Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον, ὅταν τὸν μὲν διά βολον ἕλκων εἰς τὴν οἰκίαν, μηδὲν νομίζῃς αἰσχρὸν ποιεῖν,τὸν δὲ Χριστὸν μέλλων εἰσάγειν, ἐρυθριᾷς; Ὥσπερ γὰρ πενήτων εἰσιόντων ὁ Χριστὸς παραγί νεται, οὕτω μαλακῶν  καὶ μίμων ἐκεῖ χορευόντων  ὁ διάβολος ἐν τῷ μέσῳ κωμάζει. Καὶ ἀπὸ μὲν τῆς δα πάνης ἐκείνης κέρδος οὐδὲν, ἀλλὰ καὶ πολλὴ γένοιτ' ἂν ἡ βλάβη· ἀπὸ δὲ τούτων  τῶν  ἀναλωμάτων  πολύν  τινα λήψῃ τὸν μισθὸν ταχέως. Ἀλλὰ οὐδεὶς ἐπὶ τῆς πόλεως τοῦτο εἰργάσατο; Ἀλλὰ σὺ κατάρξαι σπού δασον καὶ ἀρχηγὸς γενέσθαι τῆς καλῆς ταύτης συν ηθείας, ἵνα καὶ οἱ μετὰ ταῦτα εἰς σὲ ἀναφέρωσι. Κἂν ζηλώσῃ τις, κἂν μιμήσηται τοῦτο τὸ ἔθος, πρὸς τοὺς ἐξετάζοντας ἕξουσι λέγειν οἱ ἔγγονοι καὶ οἱ ἐξ ἐγγόνων,  ὅτι Ὁ δεῖνα τὸν καλὸν τοῦτον νόμον πρῶτος εἰσήγαγεν. Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων,  ἐν τοῖς συμποσίοις, οἱ πρὸς τὸ φιλοτιμότερον τὰς ἀνονήτους ταύτας λειτουργίας ἐξάγοντες, παρὰ πολλῶν ᾄδονται· πολλῷ  μᾶλλον  ἐπὶ  τῆς  λειτουργίας  τῆς  πνευματικῆς  ἅπαντες  ἐπαινέσονται,  καὶ χάριν ὁμολογήσουσι τῷ πρώτῳ τὴν θαυμαστὴν ταύτην ἀρχὴν εἰσαγαγόντι, καὶ ἔσται τὸ αὐτὸ καὶ φιλοτιμία καὶ κέρδος. Καὶ γὰρ ὑφ' ἑτέρων τοῦτο κατορθούμενον, σοὶ, τῷ πρώτῳ φυ τευσαμένῳ, τῶν καρπῶν ἐκείνων οἴσει τὴν ἀμοιβήν· τοῦτό σε καὶ πατέρα  ποιήσει ταχέως, τοῦτο καὶ τῶν τικτομένων  προστήσεται, καὶ τὸν νυμφίον τῇ νύμφῃ  συγκαταγηράσαι  παρασκευάσει.  Ὥσπερ  γὰρ  τοῖς  ἁμαρτάνουσιν  ἀπειλεῖ συνεχῶς ὁ Θεὸς, λέγων, ὅτι Ἔσονται οἱ υἱοὶ ὑμῶν ὀρφανοὶ, καὶ αἱ γυναῖκες ὑμῶν χῆραι· οὕτω καὶ τοῖς ἐν ἅπασιν αὐτῷ πειθο μένοις καὶ γῆρας λιπαρὸν καὶ πάντα μετὰ τούτων δώσειν ὑπισχνεῖται τὰ ἀγαθά.

γʹ. Καὶ Παύλου δὲ  ἔστιν  ἀκοῦσαι τοῦτο  λέγοντος,  ὅτι  θανάτους  ἀώρους πολλάκις ἁμαρτημάτων ἐποίησε πλῆθος. ∆ιὰ τοῦτο γὰρ, φησὶν, ἐν ὑμῖν πολλοὶ ἀσθε νεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Ὅτι δὲ πένητες τρεφόμενοι οὐδὲν τοιοῦτον ἀφιᾶσι συμπεσεῖν, ἀλλὰ, κἂν γένηταί τι τῶν ἀδοκήτων, ταχίστην ἐπάγου σιν αὐτοῦ τὴν διόρθωσιν, ἀπὸ τῆς κόρης μάνθανε τῆς ἐν Ἰόππῃ. Καὶ γὰρ ταύτην ποτὲ νεκρὰν κειμένην περιστάντες οἱ τρεφόμενοι πένητες καὶ δακρύσαντες ἀνέστησαν, καὶ πρὸς ζωὴν ἐπανήγαγον. Τοσοῦτον εὐχὴ χηρῶν καὶ πενήτων γέλωτος παντὸς καὶ χορείας ἐστὶ χρησιμωτέρα. Ἐνταῦθα πρὸς μίαν ἡμέραν ἡ τέρψις, ἐκεῖ διηνεκὲς  τὸ κέρδος. Ἐννόησον ἡλίκον ἐστὶ τοσαύτας ἐπὶ τῆς κεφαλῆς εὐλογίας λαβοῦσαν τὴν νύμφην, εἰς τὴν οἰκίαν εἰσιέναι τοῦ νυμφίου. Πόσων στεφάνων ταῦτα σεμνότερα; πόσου χρησιμώτερα πλούτου; ὡς τά γε νῦν γινόμενα ἐσχάτης πα ραπληξίας καὶ παραφροσύνης ἐστίν. Εἰ γὰρ μηδὲ κόλασις,μηδὲ  τιμωρία  τις  ἔκειτο  τοῖς  τὰ  τοιαῦτα  ἀσχημονοῦσιν,  ἐννόησον  ὅσης  ἐστὶ τιμωρίας,   ἀνέχε   σθαι   τοσαύταις   πλυνομένους    λοιδορίαις,   δημοσίᾳ,   πάντων ἀκουόντων,  ὑπὸ ἀνθρώπων  μεθυόντων  καὶ διεφθαρμένων  τὸν  νοῦν.  Οἱ μὲν γὰρ πένητες λαμβάνοντες εὐλογοῦσι, μυρία συνεύχονται τὰ ἀγαθά· ἐκεῖ νοι δὲ μετὰ τὴν μέθην, μετὰ τὴν ἀδηφαγίαν, πάντα βόρβορον σκωμμάτων κατὰ τῆς τῶν γαμούντων κα  ταχέουσι  κεφαλῆς,  ἅμιλλάν  τινα  διαβολικὴν  πρὸς  ἀλ λήλους  ἔχοντες·  καὶ καθάπερ ἐχθρῶν ὄντων  τῶν συνιόντων,  οὕτως οἱ προσήκοντες αὐτοῖς φιλοτιμοῦν ται  πρὸς ἀλλήλους,  ἐν  τῷ  ῥητὰ καὶ ἄῤῥητα λέγειν  ὀνείδη  περὶ τῶν  γημάντων, μιμῆσαι τοὺς ἀντιτετα γμένους· καὶ ἡ πρὸς ἀλλήλους τούτων φιλονεικία μεθ' ὑπερβολῆς ἁπάσης τὸν νυμφίον μετὰ τῆς νύμφης καταισχύνεσθαι παρασκευάζει. Ἆρ' οὖν ἑτέραν ζητήσομεν ἀπόδειξιν, εἰπέ μοι, τῶν δαιμόνων  κινούντων  τὰς ἐκείνων ψυχὰς ταῦτα καὶ γίνεσθαι καὶ λέγεσθαι παρ' αὐτῶν; Τίς οὖν ἀμ φισβητήσει λοιπὸν, ὅτι δαιμόνων κινούντων  τὰς ἐκεί νων ψυχὰς καὶ λέγεται ταῦτα πάντα καὶ γίνεται παρ'  ἐκείνων;  Οὐκ ἔστιν  οὐδείς· καὶ  γὰρ τοιαῦται  τοῦ  δια  βόλου  αἱ ἀντιδόσεις,λοιδορίαι, καὶ μέθαι, καὶ παρα φροσύνη ψυχῆς. Εἰ δέ τις οἰωνίζοιτο τὸ πένητας ἀντὶ τούτων εἰσάγεσθαι, καὶ συμφορᾶς λέγοι εἶναι σύμβολα ταῦτα, μαθέτω καὶ τοῦτο, ὅτι οὐ τὸ πένητας τρέφε σθαι καὶ χήρας, ἀλλὰ τὸ μαλακοὺς καὶ πόρνας, τοῦτο ἁπάσης ἀηδίας καὶ μυρίων ἐστὶ σύμβολον κακῶν. Πολλάκις γὰρ ἀπ'  αὐτῆς τῆς ἡμέρας ἐκ τῶν φίλων τὸν νυμφίον αἰχμάλωτον  λαβοῦσα ἀπῆλθεν ἡ πόρνη, καὶ τὸν ἔρωτα τὸν πρὸς τὴν νύμφην ἔσβεσε, καὶ τὴν εὔνοιαν ὑπέσυρε, καὶ τὴν ἀγάπην, πρὶν ἐξαφθῆναι, κατέλυσε, καὶ μοιχείας ἐγκατέβαλε σπέρματα.Ταῦτα δεδοικέναι τοὺς πατέρας ἐχρῆν, εἰ καὶ μηδὲν ἕτερον, καὶ κωλύειν τῶν μίμων  καὶ τῶν  ὀρχουμένων  τὰς εἰς τοὺς γάμους παρουσίας. Γάμος γὰρ, οὐχ ἵνα ἀσελγῶ   μεν  εἰσενήνεκται,  οὐδ'  ἵνα  πορνεύωμεν,  ἀλλ'  ἵνα  σωφρονῶμεν. Ἄκουσον γοῦν  τοῦ  Παύλου λέγοντος·  ∆ιὰ δὲ τὰς  πορνείας  ἕκαστος τὴν  ἑαυτοῦ γυναῖκα  ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον  ἄνδρα ἐχέτω. ∆ύο γὰρ ταῦτά ἐστι, δι' ἅπερ εἰσενήνεκται  γάμος, ἵνα τε σω φρονῶμεν,  καὶ ἵνα πατέρες γινώμεθα·  τῶν  δὲ δύο τούτων  προηγουμένη    τῆς  σωφροσύνης  ἐστὶ πρόφα  σις. Ἐπειδὴ  γὰρ  εἰσῆλθεν ἐπιθυμία,  εἰσῆλθε καὶ γά μος τὴν  ἀμετρίαν  ἐκκόπτων,  καὶ πείθων  μιᾷ χρῆ σθαι γυναικί. Τὰς γὰρ παιδοποιίας οὐχ ὁ γάμος ποιεῖ πάντως, ἀλλ' ἐκεῖνο τὸ ῥῆμα τοῦ Θεοῦ  τὸ   λέγον,   Αὐξάνεσθε,  καὶ   πληθύνεσθε,   καὶ   πληρώσατε   τὴν   γῆν·   καὶ μαρτυροῦσιν   ὅσοι   γάμῳ   μὲν   ἐχρήσαντο,   πατέρες   δὲ   οὐκ   ἐγένοντο.   Ὥστε προηγουμένη αὕτη ἡ αἰτία, ἡ τῆς σωφροσύνης, καὶ μάλιστα νῦν, ὅτε ἡ οἰκουμένη πᾶσα τοῦ γένους ἡμῶν ἐμπέπλησται.Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ποθεινὸν τὸ τῶν παίδων ἦν, διὰ τὸ μνημόσυνον καὶ λείψανα καταλιμπάνειν  ἕκαστον τῆς ἑαυτοῦ ζωῆς. Ἐπειδὴ γὰρ ἀναστάσεως οὐδέπω ἦσαν ἐλπίδες, ἀλλ' ὁ θάνατος  ἐκράτει, καὶ μετὰ τὴν  ἐντεῦθεν  ζωὴν  ἀπόλλυσθαι ἐνόμιζον οἱ τελευτῶντες, ἔδωκεν ὁ Θεὸς τὴν ἐκ τῶν παίδων παραμυθίαν, ὥστε τῶν ἀπελθόντων  εἰκόνας ἐμψύχους μένειν, καὶ τὸ γέ νος ἡμῶν διατηρεῖσθαι, καὶ τοῖς μέλλουσι τελευτᾷν, καὶ τοῖς ἐπιτηδείοις τοῖς ἐκείνων μεγίστην εἶναι πα ράκλησιν τὰ ἐκείνων ἔκγονα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο μάλιστα ποθεινὰ τὰ τέκνα ἦν, ἄκουσον τί πρὸς τὸν Ἰὼβ ἀποδύρεται μετὰ τὰς πολλὰς πληγὰς ἡ γυνή. Ἰδοὺ, φησὶν, ἀπώλετο τὸ μνημόσυνόν σου ἀπὸ τῆς γῆς, οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου. Καὶ πάλιν ὁ Σαοὺλ πρὸς τὸν ∆αυΐδ· Ὄμοσόν μοι, ἵνα μὴ ἀφανίσῃς τὸ σπέρμα μου, καὶ τὸ ὄνομά μου μετ' ἐμέ. Ἐπειδὴ δὲ λοιπὸν ἡ ἀνάστασις ἐπὶ θύραις, καὶ θανάτου λόγος οὐδεὶς, ἀλλὰ πρὸς ἑτέραν  ζωὴν  ὁδεύομεν  βελτίω  τῆς  οὔσης, περιττὴ  ἡ περὶ ταῦτα  σπουδή. Εἰ γὰρ παίδων ἐπιθυμεῖς, πολλῷ βελ τίους καὶ χρησιμωτέρους δυνήσῃ κτήσασθαι νῦν, ὅτε πνευματικαί τινες ὠδῖνες εἰσήχθησαν, καὶ βελτίων τόκος, καὶ γηροκόμοι χρησιμώτεροι. Ὥστε μία τίς ἐστι γάμου πρόφασις, τὸ μὴ πορνεύειν, καὶ διὰ τοῦτο τὸ φάρμακον εἰσενήνεκται τοῦτο.Εἰ δὲ μέλλοις καὶ μετὰ γάμον κεχρῆσθαι πορνείαις, περιττῶς ἦλθες ἐπὶ τὸν γάμον, καὶ εἰκῆ καὶ μάτην· μᾶλλον  δὲ οὐκ εἰκῆ καὶ μάτην  μόνον,  ἀλλὰ  καὶ ἐπὶ βλάβῃ. Οὐ γάρ ἐστιν ἴσον οὐκ ἔχοντα γυναῖκα πορνεύειν, καὶ μετὰ γάμον πάλιν τὸ αὐτὸ τοῦτο ποιεῖν. Οὐδὲ γὰρ πορνεία τὸ τοιοῦτο λοιπόν ἐστιν, ἀλλὰ μοιχεία. Εἰ γὰρ καὶ παράδοξόν ἐστι τὸ εἰρημένον, ἀλλ' ἀληθές.



δʹ. Οὐκ ἀγνοοῦμεν γὰρ ὅτι πολλοὶ μοιχείαν νομίζου σιν, ὅταν τις ὕπανδρον φθείρῃ γυναῖκα μόνον· ἐγὼ δὲ κἂν δημοσίᾳ πόρνῃ, κἂν θεραπαινίδι, κἂν ἄλλῃ τινὶ γυναικὶ ἄνδρα οὐκ ἐχούσῃ πρόσχῃ κακῶς καὶ ἀκολά στως, ἔχων γυναῖκα, μοιχείαν τὸ τοιοῦτον εἶναί φημι. Οὐ γὰρ δὴ μόνον ἀπὸ τῶν ὑβριζομένων, ἀλλὰ καὶ ἀπὸ τῶν ὑβριζόντων  τὸ τῆς μοιχείας συνίσταται ἔγκλημα. Μὴ γάρ μοι τοὺς ἔξωθεν νόμους εἴπῃς νῦν, οἳ τὰς μὲν γυναῖκας  μοιχευομένας  εἰς δικαστήριον ἕλκουσι  καὶ εὐθύνας  ἀπαιτοῦσιν,  ἄνδρας  καὶ  γυναῖκας  ἔχοντας  καὶ  θεραπαινίσι προφθειρομένους  οὐκ  ἀπαιτοῦσιν  εὐ  θύνας·  ἀλλ' ἐγώ  σοι τὸν  τοῦ  Θεοῦ νόμον ἀναγνώσομαι, ὁμοίως καὶ ἐπὶ τῆς γυναικὸς καὶ ἐπὶ τοῦ ἀνδρὸς ἀγανακτοῦντα, καὶ μοιχείαν εἶναι τὸ πρᾶγμα λέγοντα. Εἰπὼν γὰρ, Καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω, ἐπήγαγε· Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην  εὔ νοιαν ἀποδιδότω. Τί ποτε δηλοῦν βουλόμενος τοῦτο εἶπεν; ἆρα ἵνα τὰς προσόδους αὐτῇ τῶν χρη μάτων διατηρήσῃ; ἵνα τὴν προῖκα σώαν; ἵνα ἱμάτια παράσχῃ πολυτελῆ; ἵνα τράπεζαν δαψιλεστέραν, ἵνα ἐξόδους λαμπράς; ἵνα οἰκετῶν  θεραπείαν  πολλήν;  Τί λέγεις; ποῖον εὐνοίας  εἶδος ζητεῖς; καὶ γὰρ ταῦτα πάντα εὐνοίας ἐστίν. Οὐδέν τι τοιοῦτο λέγω, φησὶν, ἀλλὰ τὴν σωφροσύνην καὶ τὴν σεμνότητα. Τὸ σῶμα τοῦ ἀνδρὸς οὐκέτι τοῦ ἀνδρὸς, ἀλλὰ τῆς γυναικός.   Τηρείτω   τοίνυν   αὐτῇ   τὸ   κτῆμα   σῶον,   καὶ   μὴ   μειού   τω,   μηδὲ παραφθειρέτω· καὶ γὰρ τῶν οἰκετῶν ἐκεῖ νος εὔνους λέγεται, ὃς ἂν τὰ δεσποτικὰ δεξάμενος χρήματα, μηδὲν ἐξ αὐτῶν  διαφθείρῃ. Ἐπειδὴ τοίνυν  τῆς γυναικός  ἐστι κτῆμα τὸ τοῦ ἀνδρὸς σῶμα, εὔνους ἔστω περὶ τὴν παρακαταθήκην ὁ ἀνήρ. Ὅτι γὰρ τοῦτό φησιν, εἰπὼν, Τὴν εὔνοιαν ἀποδιδότω, ἐπ ήγαγεν· Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώμα τος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή. Ὅταν τοίνυν ἴδῃς πόρνην δελεάζουσαν, ἐπιβουλεύουσαν, ἐρῶσαν τοῦ σώματος, εἰπὲ πρὸς αὐτήν· Οὐκ ἔστιν ἐμὸν τὸ σῶμα, τῆς γυναικός ἐστι τῆς ἐμῆς· οὐ τολμῶ καταχρήσα σθαι, οὔτε ἑτέρᾳ τοῦτο ἐνδοῦναι γυναικί.
 Τοῦτο καὶ γυνὴ ποιείτω. Πολλὴ γὰρ ἐνταῦθα ἡ ἰσοτιμία· καίτοι γε ἐν τοῖς ἄλλοις πολλὴν  δίδωσιν ὑπεροχὴν ὁ Παῦλος, οὕτω λέγων· Πλὴν καὶ ὑμεῖς οἱ καθ' ἕνα, ἵνα  ἕκα στος τὴν  ἑαυτοῦ γυναῖκα  οὕτως  ἀγαπᾷ ὡς  ἑαυτόν· ἡ δὲ γυνὴ,  ἵνα φοβῆται  τὸν  ἄνδρα· καὶ, Κεφαλὴ γυναικὸς  ὁ ἀνὴρ, καὶ, Ὀφείλει  ἡ γυνὴ  ὑποτάσ σεσθαι τῷ ἀνδρί. Καὶ πάλιν ἐν τῇ Παλαιᾷ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός  σου κυριεύσει. Πῶς οὖν  ἐνταῦθα  ἴσην ἀντίδοσιν  δουλείας  καὶ δεσποτείας εἰσήγαγε; Τὸ γὰρ εἰπεῖν, Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξου σιάζει, ἀλλ' ἡ γυνὴ, ἰσότητά τινα πολλήν ἐστιν εἰσ άγοντος. Καὶ καθάπερ ἐκεῖνος δεσπότης ἐστὶ τοῦ σώ ματος αὐτῆς, οὕτω καὶ αὕτη δέσποινα τοῦ ἐκείνου σώματος. Τίνος οὖν ἕνεκεν τοσαύτην ἰσοτιμίαν εἰσ ήγαγεν;  Ὅτι ἐνταῦθα  ἀναγκαία  ἡ ὑπεροχή· ἔνθα  δὲ σωφροσύνης καιρὸς καὶ σεμνότητος, οὐδὲν ἔχει πλέον τῆς γυναικὸς ὁ ἀνὴρ, ἀλλ' ὁμοίως ἐκείνῃ κολάζεται, τοὺς τοῦ γάμου παραφθείρας νόμους· καὶ μάλα εἰκό τως. Οὐ γὰρ διὰ τοῦτο ἦλθεν ἡ γυνὴ  πρὸς  σὲ, καὶ  πατέρα  καὶ  μητέρα  ἐγκατέλιπε  καὶ  τὸν  οἶκον  ἅπαντα,  ἵνα καθυβρίζηται, ἵνα θεραπαινίδιον εὐτελὲς ἐπεισ άγῃς αὐτῇ, ἵνα μυρίους ποιῇς πολέμους,  συνέμπο  ρον  ἔλαβες,  καὶ  κοινωνὸν   τοῦ  βίου,  καὶ  ἐλευθέραν,  καὶ ὁμότιμον. Πῶς γὰρ οὐκ ἄτοπον τὴν προῖκα αὐ τῆς ὑποδεχόμενον, πᾶσαν ἐπιδείκνυσθαι εὔνοιαν, καὶ μηδὲν αὐτῆς ἐλαττοῦν· ὃ δὲ τῆς προικός ἐστιν ἁπά σης τιμιώτερον, τὴν σωφροσύνην καὶ τὴν σεμνότητα  καὶ τὸ σῶμα τὸ ἑαυτοῦ, ὅπερ ἐστὶν ἐκείνης κτῆμα, διαφθείρειν  τε καὶ μιαίνειν;  Ἂν  τὴν προῖκα μειώ σῃς, τῷ κηδεστῇ δίδως λόγον· ἂν τὴν σωφροσύνην μειώ σῃς, τῷ Θεῷ τὰς εὐθύνας ὑφέξεις, τῷ τὸν γάμον εἰσαγαγόντι,  καὶ τὴν γυναῖκα  ἐγχειρίσαντι. Καὶ ὅτι τοῦ τό ἐστιν ἀληθὲς, ἄκουσον τί φησιν ὁ Παῦλος περὶ τῶν μοιχευόντων· Ὁ γὰρ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον  εἰς ὑμᾶς. Ὁρᾷς δι'  ὅσων ὁ λόγος ἀπέδειξεν ὅτι μοιχεία ἐστὶν, οὐ μόνον τὸ ὕπανδρον γυναῖκα διαφθείρειν, ἀλλὰ καὶ τὸ ἡντιναοῦν  πόρνην, ἔχοντα  γυναῖκα; Ὥσπερ γὰρ μοιχεύεσθαι γυναῖκα  λέγομεν, κἂν  εἰς  οἰκέτην,  κἂν  εἰς  ὁντιναοῦν   ἁμάρτῃ,  ἄνδρα  ἔχουσαν·  οὕτω  καὶ  ἄνδρα μοιχεύειν  ἂν εἴποι μεν, κἂν εἰς θεραπαινίδα, κἂν εἰς ἡντιναοῦν  δημώδη γυναῖκα ἀσελγαίνῃ, γυναῖκα ἔχων αὐτός. Μὴ τοίνυν ἀμελῶμεν τῆς ἑαυτῶν σωτηρίας, μηδὲ τῷ  διαβόλῳ  προτείνωμεν  ἡμῶν  τὴν  ψυχὴν  διὰ  τῆς  ἁμαρτίας  ταύ  της.  Καὶ γὰρ ἐντεῦθεν  αἱ μυρίαι  τῶν  οἴκων  ἀνατρο  παὶ, οἱ μυρίοι  πόλεμοι·  ἐντεῦθεν  τὰ  τῆς ἀγάπης ὑποῤῥεῖ, καὶ τὰ τῆς εὐνοίας  ὑποσύρεται. Ὥσπερ γὰρ ἀμήχανον  σώφρονα ἄνθρωπον ὑπεριδεῖν γυναικὸς καὶ καταφρονῆσαί ποτε· οὕτως ἀμήχανον ἄνθρωπον ἀσελγῆ καὶ ἀκόλαστον φιλεῖν τὴν γυναῖκα τὴν ἑαυτοῦ, κἂν ἁπάντων εὐμορφοτέρα ᾖ. Ἀπὸ γὰρ σωφροσύνης ἀγάπη τίκτεται, ἀπὸ δὲ ἀγάπης τὰ μυρία ἀγαθά. Λιθίνας τοίνυν  νόμιζε τὰς λοιπὰς  γυναῖκας,  εἰδὼς  ὅτι μετὰ γάμον, κἂν  ἀκολάστοις ἴδῃς ὀφθαλμοῖς   ἑτέραν  γυναῖκα,   κἂν  δημοσίαν,  κἂν  ὕπανδρον,   τοῖς  τῶν   μοιχῶν ἐγκλήμασιν ὑπεύθυνος γέγονας. Ταῦτα σεαυτῷ καθ' ἑκάστην ἔπᾳδε τὰ ῥήματα· κἂν ἴδῃς ἐπιθυμίαν ἄλλης γυναικὸς ἐγειρομένην ἐν σοὶ, εἶτα ἐκ τούτου σοι τὴν γυναῖκα ἀηδῆ φαινομένην,  εἴσελθε εἰς τὸν θάλαμον, καὶ τὸ βιβλίον ἀναπτύξας τοῦτο, καὶ λαβὼν  Παῦλον μεσίτην, καὶ συνεχῶς ἐπᾴδων ταῦτα τὰ ῥή ματα, κατάσβεσον τὴν φλόγα. Καὶ οὕτω καὶ ἡ γυνὴ πάλιν ἔσται σοι ποθεινοτέρα, οὐδεμιᾶς ἐπιθυμίας τὴν πρὸς αὐτὴν εὔνοιαν ὑποσυ ρούσης· οὐχ ἡ γυνὴ δὲ ἔσται ποθεινοτέρα μόνον, ἀλλὰ καὶ σὺ σεμνότερος πολλῷ καὶ ἐλευθεριώτερος δόξεις εἶναι. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν  αἰσχρότερον  ἀν  θρώπου  μετὰ γάμον  πορνεύοντος.  Οὐ γὰρ δὴ  μόνον  τὸν κηδεμόνα  καὶ τοὺς φίλους  καὶ τοὺς ἀπαντῶντας,  ἀλλὰ  καὶ αὐτοὺς ἐρυθριᾷ τοὺς οἰκέτας. Καὶ οὐ τοῦτο μόνον  ἐστὶ τὸ δεινὸν,  ἀλλ'  ὅτι καὶ τὴν  οἰκίαν  αὐτὴν  δεσ μωτηρίου παντὸς ἀηδεστέραν ὄψεται, πρὸς τὴν ἐρωμέ νην βλέπων, καὶ τὴν πόρνην διηνεκῶς φανταζόμενος.



εʹ. Βούλει μαθεῖν  ἀκριβῶς  ὅσον ἐστὶ τὸ  δεινόν;  Ἐν νόησον  οἷον  οἱ  τὰς γυναῖκας  ἑαυτῶν ὑποπτεύοντες  ζῶσι βίον, πῶς ἀηδῆ τὰ σιτία, ἀηδῆ ποτά. ∆ηλητη ρίων  ἡ τράπεζα δοκεῖ γέμειν  φαρμάκων·  καὶ ὥσπερ ὄλεθρον,  μυρίων  γέμουσαν κακῶν, οὕτω φεύγουσι τὴν οἰκίαν. Οὐχ ὕπνος αὐτοῖς ἐστιν, οὐ νὺξ προσηνὴς, οὐ συνουσία φίλων,  οὐκ αὐταὶ αἱ τοῦ ἡλίου ἀκτῖνες· ἀλλὰ καὶ παρ' αὐτοῦ τοῦ φωτὸς ἐνοχλεῖσθαι  νομίζου σιν, οὐχ ὅταν ἴδωσι μοιχευομένην  τὴν γυναῖκα  μόνον, ἀλλὰ κἂν ἁπλῶς ὑποπτεύωσι. Ταῦτα νόμιζε καὶ τὴν γυναῖκα πάσχειν, ὅταν ἀκούσῃ παρ' ὁτουοῦν,  ἢ καὶ   ὑποπτεύσῃ,  ὅτι  πόρνῃ  γυναικὶ  σαυτὸν  ἐξέδωκας.  Ταῦ τα λογιζόμενος,  μὴ τὰς  μοιχείας  φεῦγε  μόνον,  ἀλλὰ  καὶ  τὰς  ὑποψίας·  κἂν  ἀδίκως ὑποπτεύσῃ,  θεράπευ  σον  καὶ  πεῖσον.  Οὐ γὰρ  ἐξ  ἔχθρας    ἀπονοίας,  ἀλλ'  ἀπὸ κηδεμονίας τοῦτο ποιεῖ, καὶ τοῦ σφόδρα δεδοικέναι περὶ τοῦ κτήματος τοῦ ἰδίου. Κτῆμα γὰρ αὐτῆς ἐστιν, ὥσπερ ἔφθην εἰπὼν, τὸ σῶμα τὸ σὸν, καὶ κτῆμα τῶν ὄντων ἁπάντων τιμιώτερον. Μὴ τοίνυν αὐτὴν περὶ τὰ μέγιστα ἀδικήσῃς, μηδὲ καιρίαν δῷς τὴν πληγήν. Εἰ γὰρ ἐκείνης καταφρονήσεις, ἀλλὰ τὸν Θεὸν φοβήθητι, τὸν ἔκδικον τῶν τοιούτων, τὸν ἀφορήτους κολάσεις τοῖς τοιούτοις ἀπειλήσαντα ἁμαρτήμασι. Τῶν γὰρ τοιαῦτα τολμώντων,  φησὶν, Ὁ σκώληξ οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθή σεται. Εἰ δὲ οὐ σφόδρα σε δάκνει  τὰ μέλλοντα,  τὰ γοῦν  παρόντα σε φοβείτω.  Πολλοὶ γοῦν  τῶν πόρναις  προσεχόντων  καὶ  ἐνταῦθα  κακοὶ  κακῶς  ἀπώλοντο,  περιεργίας ὑπομείναντες  ὑπὸ τῶν  πορνευομένων  γυ ναικῶν.  Φιλονεικοῦσαι γὰρ ἐκεῖναι  τῆς μὲν συνοικού σης αὐτῷ καὶ κατεγγυηθείσης ἀποστῆσαι γυναικὸς, τῷ δὲ αὐτῶν ἔρωτι προσδῆσαι τέλεον, μαγγανείας ἐκίνησαν, καὶ φίλτρα κατεσκεύασαν, καὶ πολλὰς γοη τείας ἔῤῥαψαν· εἶτα οὕτως εἰς ἀῤῥωστίαν αὐτὸν ἐμ βαλοῦσαι χαλεπὴν, καὶ φθορᾷ παραδοῦσαι, καὶ τη κεδόνι μακρᾷ, καὶ μυρίοις περιβαλοῦσαι κακοῖς, ἀπ ήνεγκαν τῆς παρούσης ζωῆς. Εἰ μὴ φοβῇ τὴν γέενναν,  ἄνθρωπε, τὰς γοητείας αὐτῶν φοβήθητι. Ὅταν  γὰρ  σαυτὸν  διὰ  τῆς  ἀσελγείας  ταύτης  ἔρημον  ποιήσῃς  τῆς  τοῦ  Θεοῦ συμμαχίας, καὶ γυμνώσῃς σαυτὸν τῆς ἄνωθεν βοηθείας, λαβοῦσά σε μετὰ ἀδείας ἡ πόρνη, καὶ τοὺς αὐτῆς καλέσασα δαίμονας, καὶ τὰ πέταλα ῥάψασα, καὶ τὰς ἐπιβουλὰς ἐργασαμένη, μετὰ πολλῆς τῆς εὐκολίας περιγίνεταί σου τῆς σωτηρίας, ὄνειδός σε καὶ γέλωτα  τῶν  τὴν  πόλιν  οἰκούντων  ἁπάντων  καταστήσασα, ὥστε μηδὲ ἐλεεῖσθαι κακῶν  πάσχοντα. Τίς γὰρ ἐλεήσει, φησὶν, ἐπαοιδὸν ὀφιόδηκτον,  καὶ πάντας  τοὺς προσάγοντας θηρίοις; Παρίημι τὴν τῶν χρημάτων ζημίαν, τὰς καθημερινὰς ὑποψίας, τὸν  τῦφον,  τὴν  ἀπόνοιαν,  τὴν  ὕβριν τὴν  παρὰ τῶν  πορνῶν  γινομένην  εἰς τοὺς ἀνοήτους, ἃ θανάτων μυ ρίων ἐστὶ πικρότερα. Καὶ τὴν μὲν γυναῖκα πολλάκις οὐδὲ βαρὺ ῥῆμα εἰποῦσαν οὐκ ἤνεγκας, τὴν δὲ πόρ νην καὶ ῥαπίζουσαν προσκυνεῖς. Καὶ οὐκ αἰσχύνῃ, οὐδὲ ἐρυθριᾷς, οὐδὲ εὔχῃ  διαστῆναί  σοι τὴν  γῆν;  Πῶς δυνήσῃ εἰς ἐκκλησίαν  εἰσελθεῖν,  καὶ  τὰς  χεῖρας  εἰς  τὸν  οὐρανὸν  ἀνατεῖναι;  ποίῳ  στόματι καλέσαι τὸν Θεὸν, ᾧ τὴν πόρνην ἐφίλησας; Καὶ οὐ δέδοικας, οὐδὲ φρίττεις, εἰπέ μοι, μή ποτε σκηπτὸς ἄνωθεν ἐνεχθεὶς καταφλέξῃ τὴν ἀναίσχυντόν  σου κεφαλήν; Κἂν γὰρ τὴν γυναῖκα λάθῃς τὴν ἠδικημένην, ἀλλὰ τὸν ἀκοί μητον ὀφθαλμὸν  οὐ λήσῃ ποτέ·  ἐπεὶ  καὶ  τῷ  μοιχῷ  ἐκείνῳ  τῷ  λέγοντι,  Σκότος κύκλῳ  μου  καὶ  τοῖχοι,  τί εὐλαβοῦμαι; ἀντεφθέγξατο  ὁ σοφὸς ἐκεῖνος,  οὕτω  λέγων·  Ὅτι ὀφθαλμοὶ  Κυρίου μυριοπλασίως  ἡλίου  φωτεινότεροι,  βλέποντες  εἰς  τὰ ἔργα τῶν  ἀνθρώ  πων.  ∆ιὰ τοῦτο δὴ πάντα ὁ Παῦλος ἔλεγεν· Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω· τῇ γυναικὶ  ὁ ἀνὴρ τὴν ὀφει λομένην  εὔνοιαν  ἀποδιδότω, ὁμοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί. Μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις,  καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Ἰὸν ἔχει τῆς πόρνης τὸ φίλημα, ἰὸν λανθάνοντα καὶ ἐγ κεκρυμμένον.Τί τοίνυν διώκεις ἡδονὴν κατάγνωσιν ἔχουσαν, ὄλεθρον τίκτουσαν, πληγὴν ἐπάγουσαν ἀνία  τον,  ἐξὸν εὐφραίνεσθαι  καὶ μηδὲν  πάσχειν  δεινόν;  Ἐπὶ γὰρ τῆς ἐλευθέρας γυναικὸς ὁμοῦ καὶ ἡδονὴ καὶ ἀσφάλεια καὶ ἄνεσις καὶ τιμὴ καὶ κόσμος καὶ συνει δὸς ἀγαθόν· ἐκεῖ δὲ πολλὴ μὲν ἡ πικρία, πολλὴ δὲ ἡ βλάβη, διηνεκὴς δὲ ἡ κατηγορία. Κἂν γὰρ μηδεὶς ἀν θρώπων ἴδῃ, τὸ συνειδὸς οὐδέποτε παύσεταί σου κατηγοροῦν· ἀλλ' ὅπουπερ ἂν ἀπέλθῃς, ἕψεται κατηγο ρῶν καὶ μεγάλα καταβοῶν, ὁ κατήγορος οὗτος. Ὥστε εἴ τις ἡδονὴν διώκει, οὗτος μάλιστα φευγέτω τὴν πρὸς τὰς πόρνας ὁμιλίαν. Οὐδὲν γὰρ ἐκείνης τῆς συνηθείας πικρότερον, οὐδὲν τῆς συνουσίας ἀηδέστερον,  οὐδὲν  τῶν  τρόπων  μιαρώτερον.  Ἔλαφος  φιλίας,  καὶ  πῶλος  σῶν χαρίτων  ὁμιλείτω σοι· ἡ πηγὴ τοῦ ὕδατός σου σοὶ ἔστω πηγή. Πηγὴν ὕδατος ἔχων καθαρὰν, τί τρέχεις ἐπὶ λάκκον βορβόρου γέ μοντα, γεέννης ὄζοντα, καὶ κολάσεως ἀφάτου; ποίαν ἕξεις ἀπολογίαν; τίνα συγγνώμην; Εἰ γὰρ οἱ πρὸ τοῦ γάμου πορνείᾳ προσέχοντες   κολάζονται   καὶ   δίκην   διδόασι,  καθάπερ   ἐκεῖνος     τὰ   ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, πολλῷ μᾶλλον οἱ μετὰ τὸν γάμον. ∆ιπλοῦν  γὰρ ἐνταῦθα καὶ τριπλοῦν τὸ ἔγκλημα γίνεται, ὅτι τε παραμυθίας ἀπολαύοντες, ἀπεσκίρτησαν εἰς τὴν ἀσέλ γειαν ἐκείνην, καὶ ὅτι τὸ πρᾶγμα οὐχὶ πορνεία μό νον, ἀλλὰ καὶ μοιχεία λογίζεται, ὃ πάσης ἁμαρτίας ἐστὶ χαλεπώτερον. Ταῦτ' οὖν καὶ ἑαυτοῖς καὶ ταῖς γυναιξὶν ἐπᾴδοντες οὕτω διατελῶμεν· διὸ δὴ καὶ αὐ τὸς εἰς ταῦτα καταλύσω τὰ ῥήματα· ∆ιὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα   ἐχέτω,  καὶ  ἑκάστη  τὸν  ἴδιον  ἄνδρα  ἐχέτω·  τῇ  γυναικὶ     ἀνὴρ  τὴν ὀφειλομένην  εὔνοιαν ἀποδιδότω, ὁμοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί. Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή.Μετὰ ἀκριβείας ταῦτα φυλάξαντες τὰ ῥήματα, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἡμέρᾳ, καὶ ἐν ἑσπέρᾳ, καὶ ἐπὶ τῆς τραπέζης, καὶ ἐπὶ τῆς εὐνῆς, καὶ πανταχοῦ καὶ αὐτοὶ  μελετῶμεν,  καὶ τὰς γυναῖκας  παιδεύωμεν,  καὶ πρὸς ἡμᾶς λέγειν,  καὶ παρ' ἡμῶν ἀκούειν, ἵνα σωφρόνως  τὸν παρόντα ζήσαντες βίον, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ  Πατρὶ, ἅμα τῷ  ἁγίῳ  Πνεύματι, ἡ δόξα εἰς  τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν.

Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |