ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 31.Περὶ τοῦ μὴ ἀπογινώσκειν τινὰς ἑαυτῶν, μηδὲ κατεύχεσθαι τῶν ἐχθρῶν,

Δευτέρα 13 Ιουνίου 2016

31.Περὶ τοῦ μὴ ἀπογινώσκειν τινὰς ἑαυτῶν, μηδὲ κατεύχεσθαι τῶν ἐχθρῶν,



patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51

31.Περὶ τοῦ μὴ ἀπογινώσκειν τινὰς ἑαυτῶν, μηδὲ κατεύχεσθαι τῶν ἐχθρῶν, μηδὲ ἀπαγορεύειν ἐν τῷ μὴ λαμβάνειν αἰτοῦντας· καὶ πρὸς ἄνδρας περὶ τῆς πρὸς τὰς γυναῖκας εἰρήνης.

αʹ. Πολλὰς  ὑμῖν  ἔχω  χάριτας,  ὅτι  μετὰ  προθυμίας  τοὺς  περὶ  τῆς  εὐχῆς ἐδέξασθε λόγους, ὅτι με μακάριον ἐποιήσατε. Μακάριος γὰρ ὁ λέγων εἰς ὦτα ἀκουόντων. Οὐκ ἀπὸ τῶν κρότων καὶ τῶν ἐπαίνων  51.365 μόνον, ἀλλὰ καὶ ἀφ' ὧν ποιοῦντας εἶδον, ἐπείσθην. Ὅτε γὰρ ὑμῖν παρῄνουν μὴ κατεύχεσθαι τῶν ἐχθρῶν, καὶ ἔλεγον  ὅτι τὸν  Θεὸν παροξύνομεν  τοῦτο ποιοῦντες,  καὶ ἀντινομοθετοῦμεν  αὐτῷ (αὐτὸς γὰρ εἶπεν, Εὔχεσθε ὑπὲρ τῶν  ἐχθρῶν, ἡμεῖς δὲ κατευχόμενοι  τῶν  ἐχθρῶν, ἀξιοῦμεν αὐτὸν τὸν ἑαυτοῦ λῦσαι νόμον), ὅτε οὖν ταῦτα καὶ τὰ τοιαῦτα ἔλεγον, πολλοὺς ἐν ὑμῖν εἶδον πρόσωπα τύπτοντας καὶ στήθη, στενάζοντας πικρῶς, εἰς τὸν οὐρανὸν τὰς χεῖρας ἀνατείνοντας,  συγγνώμην αἰτοῦντας περὶ τῶν τοιούτων εὐχῶν. Τότε δὲ καὶ ἐγὼ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἀνατείνας, ηὐχαρίστησα τῷ Θεῷ, ὅτι οὕτω ταχέως ὁ λόγος τῆς διδασκαλίας τὸν καρπὸν ἡμῖν ἤνεγκε. Τοιοῦτον γὰρ ὁ σπόρος ὁ πνευματικός·  οὐ δεῖται ἐνιαυτῶν,  οὐδὲ χρόνων,  οὐδὲ ἡμερῶν, ἀλλὰ ἂν ἐπιλάβηται ψυχῆς γενναίας, εὐθέως τὸν στάχυν ἀκμάζοντα καὶ ἀπηρτισμένον δείκνυσιν· ὃ δὲ καὶ χθὲς γέγονεν ὑφ' ὑμῶν.Κατέβαλον λόγον  κατανύξεως,  καὶ ἐβλάστησε στεναγμὸς  ἐξομολογήσεως, στεναγμὸς πολὺν ἔχων τὸν πλοῦτον τῶν ἀγαθῶν. Εἰ γὰρ ὁ τελώνης ἐκεῖνος, ἵνα τὸ στῆθος τύπτων  εἴπῃ, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, ἀπῆλθε δεδικαιωμένος  ὑπὲρ τὸν Φαρισαῖον, πόσην  εἰκὸς  ἡμᾶς  κτήσασθαι παῤῥησίαν, ἐν  βραχεῖ  χρόνῳ  τοσαύτην κατάνυξιν  ἐπιδειξαμένους; Καίτοι τελώνου  χεῖρον οὐδέν· οὗτος γὰρ ἔσχατος ὅρος κακίας  ἐστίν· ὅπερ οὖν καὶ ὁ Χριστὸς παραδηλῶν,  εἰς παράδειγμα τῶν  ἐσχάτων κακῶν τὰς πόρνας καὶ τοὺς τελώνας ἄγει συνεχῶς. Πεπαῤῥησιασμένη γάρ ἐστι βία, ἀνεπιτίμητος   ἁρπαγὴ,  ἀναίσχυντος   πλεονεξίας   τρόπος,  πραγματεία  λόγον  οὐκ ἔχουσα, ἀναιδὴς ἐμπορία· ἀλλ' ὅμως ὁ τοσούτοις συζῶν κακοῖς, ἴσχυσεν ἀπὸ ψιλῶν ῥημάτων ἀποῤῥίψασθαι τὰ ὀνείδη, καὶ πλέον ὧν ᾔτησε λαβεῖν. Αὐτὸς μὲν γὰρ ἠξίου λέγων,   Ἱλάσθητί  μοι  τῷ  ἁμαρτωλῷ·    δὲ  Θεὸς  οὐχ  ἵλεως  μόνον,  ἀλλὰ  καὶ ἐδικαίωσεν αὐτὸν ὑπὲρ τὸν Φαρισαῖον. ∆ιὰ τοῦτό φησιν ὁ Παῦλος· Τῷ δὲ δυναμένῳ πάντα  ποιῆσαι  ὑπὲρ ἐκ περισσοῦ ὧν  αἰτούμεθα    νοοῦμεν.  Καίτοι ὁ Φαρισαῖος ηὔξατο, καὶ ἐν τῷ ἱερῷ ἔστη, καὶ τὸν αὐτὸν ἐκάλεσε Θεὸν, καὶ πλείονα εἶπε ῥήματα, καὶ ἀπὸ εὐχαριστίας τὸ προοίμιον ἐποιήσατο τῆς εὐχῆς. Πόθεν οὖν ἐκεῖνος μὲν καὶ ἃ εἶχεν ἀπώλεσε καλὰ, οὗτος δὲ καὶ ἣν οὐκ εἶχε προσέλαβε παῤῥησίαν; Ὅτι οὐ τῆς εὐχῆς ὁ αὐτὸς τρόπος ἦν. Ὁ μὲν γὰρ ἀλαζονείας  ἔγεμε καὶ τύφου  καὶ ἀπονοίας, οὗτος δὲ εὐγνωμοσύνης πολλῆς· διὰ τοῦτο οὗτος μὲν μυρία ἁμαρτημάτων φορτία ἔχων, πάντα ἀπέθετο, καὶ δικαιοσύνην ἔλαβεν· ἐκεῖνος δὲ πλήρη τὴν ναῦν κατορθωμάτων  ἀναγαγὼν,  καὶ ἐλεημοσύνης, καὶ νηστείας, καθάπερ τινὶ  σκοπέλῳ προσαράξας τῷ  τῆς  κενοδοξίας  καὶ ἀπονοίας  φρονήματι,  ἐν  αὐτῷ  τῷ  λιμένι  τὸ ναυάγιον ὑπέμεινε· τὸ γὰρ ἐν εὐχῇ ζημιωθῆναι, ἐν λιμένι ναυάγιόν ἐστιν ὑπομεῖναι. Ἀλλ' οὐ παρὰ τὴν φύσιν τῆς εὐχῆς τοῦτο γέγονεν, ἀλλὰ παρὰ τὴν προαίρεσιν τὴν αὐτοῦ.




βʹ. Ὁρᾷς πῶς οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῖν ἡ εὐχὴ, ἐὰν μὴ προσῇ τὸ κατ'ἐκείνους εὔξασθαι τοὺς νόμους, οὓς τέθεικεν  ὁ Χριστός; Τίνας δὲ τέθεικε νόμους; Ὑπὲρ τῶν  ἐχθρῶν  εὔχεσθαι.  καὶ  τῶν  πολλὰ  λυπούντων.  Κἂν μὴ  τοῦτο ποιῶμεν, ἀπολλύμεθα πάντως· καὶ δῆλον ἐκ τοῦ παραδείγματος τοῦ κατὰ τὸν Φαρισαῖον. Εἰ γὰρ οὗτος, οὐχὶ τῶν ἐχθρῶν κατευξάμενος, ἀλλὰ κενοδοξήσας μόνον, τοσαύτην  ἔδωκε  δίκην,  τίς  μένει  τιμωρία  τοὺς  μακροὺς καὶ  πολλοὺς  κατὰ  τῶν ἐχθρῶν  ἀποτείνοντας   λόγους;  Τί  ποιεῖς,  ἄνθρωπε;  ἕστηκας  συγγνώμην   αἰτῶν ἁμαρτημάτων,  καὶ θυμοῦ πληροῖς τὴν  διάνοιαν;  Ὅτε πάντων  ἡμερωτέρους εἶναι χρὴ, ∆εσπότῃ διαλεγομένους, ὑπὲρ οἰκείων πλημμελημάτων  παρακαλοῦντας, ἔλεον καὶ φιλανθρωπίαν καὶ συγγνώμην αἰτοῦντας, τότε ἀγριούμεθα, καὶ πρὸς θηριωδίαν ἐκπίπτομεν,  καὶ πικρίας τὸ στόμα πληροῦμεν; Καὶ πῶς δυνησόμεθα, εἰπέ μοι, τῆς σωτηρίας  ἐπιτυχεῖν,   σχῆμα  μὲν  ἱκετῶν   προβαλλόμενοι,   ῥήματα  δὲ  ἀπονοίας φέροντες, καὶ καθ' ἑαυτῶν παροξύνοντες τὸν ∆εσπότην; Εἰσῆλθες τὰ οἰκεῖα θεραπεῦσαι τραύματα, οὐχὶ τὰ τοῦ πλησίον χαλεπώτερα ἐργάσασθαι· ἱλασμοῦ καιρός ἐστιν, εὐχῆς καιρὸς καὶ στεναγμοῦ, οὐχὶ ὀργῆς· δακρύων, οὐχὶ θυμοῦ, κατανύξεως, οὐχὶ ἀγανακτήσεως. Τί συγχέεις τὴν τάξιν; τί σαυτῷ πολεμεῖς; τί καταλύεις σου τὴν οἰκοδομήν; Τὸν εὐχόμενον  πρὸ τῶν  ἄλλων  ἁπάντων  ἥμερον ἔχειν  χρὴ διάνοιαν, κατεσταλμένον νοῦν, συντετριμμένην καρδίαν· ὁ δὲ τῶν ἐχθρῶν καταβοῶν οὐκ ἂν δυνηθείη τοῦτο κατορθῶσαί ποτε· θυμοῦ γάρ ἐστι πεπληρωμένος,  καὶ οὐχ οἷός τέ ἐστιν ἔχειν κατεσταλμένην διάνοιαν.Μὴ τοίνυν  κατευχώμεθα  τῶν ἐχθρῶν, ἀλλὰ μηδὲ τῶν κατορθωμάτων  τῶν ἡμετέρων   μνημονεύωμεν,   ἵνα   μὴ   πάθωμεν   ὅπερ      Φαρισαῖος.  Ὥσπερ  γὰρἁμαρτημάτων  μεμνῆσθαι, καλὸν, οὕτω κατορθωμάτων  ἐπιλελῆσθαι, καλόν. Τίνος ἕνεκεν; Ὅτι ἡ μὲν τῶν κατορθωμάτων  μνήμη πρὸς ἀλαζονείαν ἡμᾶς ἐπαίρει, ἡ δὲ τῶν  ἁμαρτημάτων  μνήμη καταστέλλει τὴν διάνοιαν  καὶ ταπεινοῖ·  καὶ ἐκείνη μὲν ῥᾳθυμοτέρους ποιεῖ, αὕτη δὲ σπουδαιοτέρους ἐργάζεται. Καὶ γὰρ ὅσοι μηδὲν νομίζουσιν ἔχειν καλὸν, προθυμότεροι γίνονται  πρὸς τὸ κτήσασθαι τὰ καλά· οἱ δὲ πολλὴν ἑαυτοῖς ἀποτεθεῖσθαι τὴν ἐμπορίαν ἡγούμενοι, θαῤῥοῦντες τῇ ταύτης περιουσίᾳ, οὐκ  ἂν  πολλὴν  ἐπιδείξαιντο  σπουδὴν  πρὸς τὸ  πλείονα  περιλαβέσθαι πάλιν


γʹ. Μὴ τοίνυν μνησθῇς τῶν κατορθωμάτων, ἵνα μνησθῇ αὐτῶν ὁ Θεός. Λέγε γὰρ, φησὶ, τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Καὶ πάλιν· Οὐ μὴ μνησθῶ τῶν ἀνομιῶν σου, φησί· σὺ δὲ μνήσθητι. Ἀλλὰ τίνος ἕνεκεν τοῦ τελώνου οὕτω ταχέως ἐπήκουσεν ὁ Θεὸς, τὸν δὲ Ἰσαὰκ ἀφῆκεν εἴκοσιν ἔτη δέεσθαι καὶ παρακαλεῖν αὐτὸν περὶ τῆς γυναικὸς αὐτοῦ, καὶ τότε ἐπένευσε ταῖς εὐχαῖς τοῦ δικαίου; Ἀνάγκη γὰρ τῆς χθὲς διδασκαλίας ἀποδοῦναι ὑμῖν τὰ λείψανα. Τίνος οὖν ἕνεκεν τοῦτο γέγονεν; Ἵνα ἀπὸ μὲν τῶν  κατὰ τὸν τελώνην  μάθῃς τὴν φιλανθρωπίαν τοῦ ∆εσπότου ταχέως ἐπακούσαντος,  ἀπὸ  δὲ  τῶν  κατὰ  τὸν  Ἰσαὰκ μάθῃς  τὴν  ὑπομονὴν  τοῦ  δούλου βραδέως  λαβόντος,  καὶ  οὐκ  ἀποστάντος  τῆς  ἱκετηρίας·  ἵνα,  κἂν  ἁμαρτωλὸς  ᾖς, μὴ ἀπογνῷς,  κἂν δίκαιος ᾖς, μὴ ἐπαρθῇς. Οὐ χρείαν  ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες.  Κακῶς εἶχεν  ὁ τελώνης·  διὰ τοῦτο ταχέως  αὐτῷ ὤρεξε χεῖρα· ὁ δὲ Ἰσαὰκ ἰσχυρότερος ἦν, καὶ διὰ τοῦτο αὐτὸν εἴασεν, ἵνα αὐτοῦ τὴν ὑπομονὴν ἐπιτείνῃ. Ἀλλ' οὗτος μὲν ἐκ περιουσίας ἡμῖν ὁ λόγος εἰρήσθω. Τίνος δὲ ἕνεκεν    γυνὴ  στεῖρα  ἦν,  ἀναγκαῖον   εἰπεῖν,  ἵν',  ὅταν  ἴδῃς  Παρθένον  μητέρα γινομένην,  μὴ ἀπιστήσῃς· ἵν', ὅταν εἴπῃ σοι ὁ Ἰουδαῖος, Πῶς ἔτεκεν ἡ Μαρία; εἴπῃς αὐτῷ,  Πῶς ἔτεκεν    Σάῤῥα, καὶ    Ῥεβέκκα,  καὶ    Ῥαχήλ;  Ὅτανγὰρ  μέλλῃ  τι θαυμαστὸν  καὶ  μέγα  γίνεσθαι  θαῦμα,  πολλοὶ  προτρέχουσι  τύποι.  Καὶ καθάπερ βασιλέως  εἰσιόντος,  προτρέχουσι  στρατιῶται,  ὥστε  μὴ  ἀθρόον  ἀπαρασκευάστως δέξασθαι τὸν βασιλέα· οὕτω καὶ θαύματος μέλλοντος γίνεσθαι παραδόξου, προτρέχουσι τύποι, ὥστε ἡμᾶς προμελετήσαντας  μὴ καταπλαγῆναι  ἀθρόον, μηδὲ ἐκστῆναι τῷ  παραδόξῳ τοῦ γινομένου.  Τοῦτο καὶ ἐπὶ  τοῦ θανάτου.  Προέδραμεν Ἰωνᾶς, καὶ ἐγύμνασεν ἡμῶν τὴν διάνοιαν. Καθάπερ γὰρ ἐκεῖνον μετὰ τρεῖς ἡμέρας  τὸ κῆτος ἤμεσεν, οὐχ εὑρὸν ἐν αὐτῷ τὴν οἰκείαν τροφὴν καὶ κατάλληλον·  οἰκεία γὰρ  τροφὴ  καὶ  κατάλληλος   θανάτου  τῆς  ἁμαρτίας    φύσις·  ἐντεῦθεν  ἐτέχθη, ἐντεῦθεν ἐῤῥιζώθη, ἐντεῦθεν  καὶ τρέφεται. Καθάπερ οὖν ἐφ' ἡμῶν, ἐπειδὰν λίθον καταπίωμεν οὐκ εἰδότες, τότε μὲν πρῶτον ἐπιχειρεῖ πέψαι τοῦτον ἡ τοῦ στομάχου δύναμις· ἐπειδὰν δὲ εὕρῃ ἀλλοτρίαν αὐτῷ οὖσαν τροφὴν, ὁμιλήσασα ἐπὶ πλέον αὐτῷ τῇ πεπτικῇ δυνάμει, ἐκεῖνον μὲν οὐ διαφθείρει, τὴν δὲ ἑαυτῆς ἀπόλλυσιν ἰσχὺν, ὅθεν οὐδὲ  τὴν  προτέραν  δύναται  κατέχειν  τροφὴν,  ἀλλὰ  ἀτονήσασα κἀκείνην  αὐτῷ συνεξεμεῖ μετὰ πολλῆς τῆς ὀδύνης· οὕτω καὶ ἐπὶ τοῦ θανάτου γέγονε. Κατέπιε τὸν λίθον  τὸν ἀκρογωνιαῖον,  καὶ οὐκ ἴσχυσεν αὐτὸν πέψαι· ἠσθένησεν αὐτοῦ πᾶσα ἡ δύναμις· διὰ τοῦτο μετ' αὐτοῦ καὶ τὴν λοιπὴν,  ἣν εἶχε, συνεξέβαλε τροφὴν, τῶν ἀνθρώπων  συνεξεμέσας τὴν φύσιν. Οὐδὲ γὰρ ταύτην κατασχεῖν δυνήσεται λοιπὸν εἰς τέλος. ∆ιὰ τοῦτο καὶ αἱ στεῖραι προέδραμον, ἵνα ὁ τόκος πιστωθῇ· μᾶλλον δὲ οὐχ ἵνα ὁ τόκος πιστωθῇ μόνον, ἀλλ' ἐὰν ἀκριβῶς ἐξετάσωμεν, καὶ αὐτοῦ τοῦ θανάτου τὴν στείρωσιν τύπον οὖσαν εὑρήσομεν.

δʹ. Ἀλλὰ προσέχετε· λεπτὸν γὰρ τὸ ῥηθησόμενον· μέλλομεν γὰρ ἐρεῖν, πῶς πρὸς τὴν πίστιν τῆς ἀναστάσεως ἡμᾶς ἡ μήτρα τῆς Σάῤῥας στειρωθεῖσα χειραγωγεῖ. Πῶς οὖν  ἡμᾶς χειραγωγεῖ;  Καθάπερ αὕτη  νεκρὰ οὖσα ἐκ τῆς  τοῦ Θεοῦ χάριτος ἀνέστη, καὶ σῶμα ἐβλάστησε ζῶν  τὸ τοῦ Ἰσαάκ· οὕτω  καὶ ὁ Χριστὸς νεκρωθεὶς ἠγέρθη τῇ οἰκείᾳ δυνάμει. Καὶ ὅτι οὐ βεβίασται τὸ εἰρημένον, ἄκουσον αὐτοῦ τοῦ Παύλου λέγοντος. Εἰπὼν γὰρ περὶ τοῦ Ἀβραὰμ, ὅτι Οὐκ ἐνενόησε τὴν νέκρωσιν τῆς μήτρας   Σάῤῥας,  ἀλλ'   ἐνεδυναμώθη    τῇ   πίστει,   δοὺς   δόξαν   τῷ   Θεῷ,   καὶ πληροφορηθεὶς  ὅτι ὃ ἐπήγγελται  δυνατός  ἐστι καὶ ποιῆσαι, τοῦτ' ἔστιν, ἀπὸ τῶν νεκρῶν σωμάτων ζῶντα ποιῆσαι γεννηθῆναι υἱόν· εἶτα ἀπ' ἐκείνης εἰς ταύτην ἡμᾶς τὴν  πίστιν  χειραγωγῶν  ἐπήγαγεν·  Οὐκ ἐγράφη  δι' ἐκεῖνον  μόνον,  ὅτι  ἐλογίσθη αὐτῷ, ἀλλὰ καὶ δι' ἡμᾶς. ∆ιὰ τί; Οἷς μέλλει, φησὶ, λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τὸν Ἰσαὰκ ἀπὸ νεκρῶν σωμάτων ἤγειρεν· οὕτω καὶ τὸν Υἱὸν  ἀνέστησε, νεκρὸν γενόμενον.  Βούλει καὶ ἑτέρου πράγματος μαθεῖν σύμβολον οὖσαν τὴν στείρωσιν; Ἤμελλεν ἡ Ἐκκλησία τὸ πλῆθος ἀποκυῆσαι τῶν πιστῶν· ἵν' οὖν μὴ ἀπιστῇς, πῶς ἡ ἄγονος, ἡ ἄκαρπος, ἡ στεῖρα ἔτεκε, προέλαβεν ἡ φύσει στεῖρα, προοδοποιοῦσα τῇ προαιρέσει στείρᾳ, καὶ ἡ Σάῤῥα τῆς Ἐκκλησίας ἐγένετο τύπος. Ὥσπερ γὰρ ἐκείνη στεῖρα οὖσα ἔτεκεν ἐν γήρᾳ, οὕτω καὶ αὕτη στεῖρα οὖσα ἔτεκεν ἐπ' ἐσχάτων τῶν καιρῶν.  Καὶ ὅτι  τοῦτό  ἐστιν  ἀληθὲς,  ἄκουσον  Παύλου λέγοντος·  Ἡμεῖς  δὲ  τῆς ἐλευθέρας τέκνα ἐσμέν. Ἐπειδὴ γὰρ ἡ Σάῤῥα τύπος ἐστὶ τῆς Ἐκκλησίας, ἡ ἐλευθέρα, διὰ τοῦτο ἐπήγαγεν, ὅτι Τῆς ἐλευθέρας τέκνα ἐσμέν. Καὶ πάλιν· Ἄρα, ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας  τέκνα  ἐσμέν. Τί ἐστιν, Ἐπαγγελίας;  Ὥσπερ ἐκεῖνον  οὐκ ἔτεκε φύσις,  οὐδὲ  ἡμᾶς  φύσις  ἔτεκεν,  ἀλλ'    χάρις  τοῦ  Θεοῦ. Καὶ πάλιν·  Ἡ δὲ  ἄνω Ἱερουσαλὴμ ἐλευθέρα  ἐστὶν, ἥτις  ἐστὶ μήτηρ ἡμῶν·  αὕτη  δέ ἐστιν  ἡ Ἐκκλησία. Προσεληλύθατε  γὰρ   Σιὼν   ὄρει,  φησὶ,  καὶ   πόλει   Θεοῦ  ζῶντος,   Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ Ἐκκλησίᾳ πρωτοτόκων.Εἰ τοίνυν ἄνω Ἱερουσαλὴμ ἡ Ἐκκλησία ἐστὶ, τῆς δὲ ἄνω Ἱερουσαλὴμ τύπος ἐστὶν ἡ Σάῤῥα, καθὼς εἶπεν, ὅτι ∆ύο εἰσὶ, μία μὲν εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν, εὔδηλον ὅτι τῆς ἄνω Ἱερουσαλὴμ τύπος ἐστὶν ἡ Σάῤῥα κατὰ τὸν τόκον καὶ τὴν στείρωσιν.


 εʹ. Οἶδα ὅτι λεπτότερα τὰ εἰρημένα· ἀλλ' ἐὰν λάβωμεν, οὐδὲν ἡμᾶς παραδραμεῖται τῶν λεγομένων.   Οὗτοι  μὲν  οὖν  μυστικώτεροι  καὶ  δογματικώτεροι  οἱ  λόγοι·  εἰ  δὲ βούλεσθε, καὶ  ἠθικώτερον  μετὰ  τούτων  ἐρῶ. Στεῖρα ἦν  ἡ γυνὴ,  ἵνα  μάθῃς  τοῦ ἀνδρὸς τὴν σωφροσύνην· ὅτι οὔτε ἐκείνην ἐξέβαλε, καίτοι οὐδενὸς τότε κωλύοντος  νόμου, οὔτε ἑτέραν λαβὼν, τῇ ἐλευθέρᾳ ἐπεισήγαγεν· ὃ δὴ πολλοὶ ποιοῦσι προφάσει παιδοποιίας, τὴν ἀσέλγειαν τὴν ἑαυτῶν πληροῦντες, καὶ τὰς μὲν ἐκβάλλοντες, τὰς δὲ  εἰσάγοντες·   οἱ  δὲ  καὶ  παλλακίδας   ἐφοπλίζοντες,   καὶ  μυρίων   τὰς   οἰκίας πληροῦντες πολέμων. Ἀλλ' οὐκ ἐκεῖνος ὁ δίκαιος οὕτως, ἀλλ' ἔμενε στέργων τὴν κληρωθεῖσαν   αὐτῷ  παρὰ  τοῦ  Θεοῦ  γυναῖκα,  καὶ  παρεκάλει  τὸν  τῆς  φύσεως ∆εσπότην διορθῶσαι τῆς φύσεως τὰ δεσμὰ, καὶ οὐκ ὠνείδισε τῇ γυναικί. Καὶ πόθεν, ὅτι οὐκ ὠνείδισεν; Ἐξ αὐτῆς τῆς Γραφῆς. Εἰ ὠνείδισεν, εἶπεν ἂν ἡ Γραφὴ καὶ τοῦτο, καὶ οὐκ ἐσιώπησε· καὶ γὰρ τὰ κατορθώματα λέγει τῶν δικαίων, καὶ τὰ ἐλαττώματα, ἵνα τὰ μὲν φύγωμεν, τὰ δὲ ζηλώσωμεν. Ὅτε γοῦν πρὸς τὸν υἱὸν αὐτοῦ ἡ νύμφη ἡ Ῥαχὴλ  ἀπωδύρετο, κἀκεῖνος  ἐπέπληξεν, ἀμφότερα τέθεικε, καὶ οὐκ ἀπέκρυψεν ἡ Γραφή. Ἐπειδὴ γὰρ εἶπε, ∆ός μοι τέκνα, εἰ δὲ μὴ, ἀποθανοῦμαι, τί φησιν ἐκεῖνος; Μὴ Θεὸς ἐγὼ, ὃς ἐστέρησέ σε καρποῦ κοιλίας; ∆ός μοι τέκνα. Γυναικώδης ἡ αἴτησις καὶ ἀλόγιστος.  Τῷ  ἀνδρὶ  λέγεις,  ∆ός  μοι  τέκνα,  παραδραμοῦσα  τὸν  τῆς  φύσεως ∆εσπότην; ∆ιὰ τοῦτο καὶ ἐκεῖνος πληκτικώτερον  ἀποκρινάμενος κατέστειλεν αὐτῆς τὴν ἄλογον αἴτησιν, καὶ ἐδίδαξε παρὰ τίνος δεῖ αἰτεῖν. Ἀλλ' οὐχ οὕτως, οὔτε αὐτὸς οὐδὲν τοιοῦτον εἶπεν, οὔτε ἐκείνη πρὸς τοῦτον ἀπωδύρατο καὶ ἐθρήνησεν. Ἐντεῦθεν σωφροσύνην παιδευόμεθα καὶ πίστιν. Τὸ μὲν γὰρ δεηθῆναι  τοῦ Θεοῦ, τὴν πίστιν αὐτοῦ δείκνυσι· τὸ δὲ μὴ ἐκβαλεῖν τὴν γυναῖκα, τὴν σωφροσύνην ἡμῖν καθίστησι φανεράν· τὸ δὲ μήτε ὀνειδίσαι, μήτε ἀπογνῶναι,  καὶ τὴν ὑπομονὴν καὶ τὴν  φιλοσοφίαν  καὶ τὴν  πολλὴν  ἐπιείκειαν  καὶ τὴν  φιλοστοργίαν  τὴν  πρὸς τὴν γυναῖκα  δήλην  ποιεῖ.  Οὐδὲ γὰρ, καθάπερ πολλοὶ  ποιοῦσι νῦν  ἐν  ταῖς  τοιαύταις περιστάσεσιν εἰς  μαγγανείας  καὶ γοητείας  καταφεύγοντες,  τὰ περιττὰ  ταῦτα  καὶ ἀνόνητα καὶ βλαβερὰ, καὶ ψυχὴν ἀπολλύντα, ἐκεῖνος ἐποίησεν, ἀλλὰ ἅπαντα ταῦτα ἀφεὶς, καὶ πάντων  τῶν ἀνθρωπίνων  καταγελάσας, πρὸς τὸν τῆς φύσεως ∆εσπότην τὸν δυνάμενον ταῦτα διορθοῦν μόνον ἀνέδραμεν.




ςʹ. Ἀκούσατε ταῦτα, ἄνδρες, παιδεύθητε, γυναῖκες, μιμησώμεθα τὸν δίκαιον ἅπαντες. Μηδὲν ἔστω γυναικὶ  ἀνδρὸς τιμιώτερον,  μηδὲν ἀνδρὶ γυναικὸς ποθεινότερον. Τοῦτο πάντων ἡμῶν συγκρατεῖ τὴν ζωὴν, τὸ ὁμονοεῖν γυναῖκα πρὸς ἄνδρα· τοῦτο συνέχει τὸν κόσμον ἅπαντα. Καθάπερ γὰρ τοῦ θεμελίου σαλευθέντος, πᾶσα ἡ οἰκοδομὴ καταφέρεται· οὕτω καὶ γάμων  στασιαζόντων, ἅπας ὁ βίος ἡμῶν ἀνατρέπεται.  Ὅρα γάρ· ὁ κόσμος ἐκ τῶν  πόλεων  συνέστηκεν, αἱ πόλεις  ἐκ τῶν οἰκιῶν, αἱ οἰκίαι ἐξ ἀνδρῶν  καὶ γυναικῶν.  Ἂν τοίνυν  ἐπεισέλθῃ πόλεμος μεταξὺ τῶν  ἀνδρῶν  καὶ  τῶν  γυναικῶν,  εἰς  τὰς  οἰκίας  εἰσῆλθεν  ὁ πόλεμος· τούτων  δὲ ταραττομένων, καὶ αἱ πόλεις ἀνάστατοι γίνονται· πόλεων δὲ στασιαζουσῶν, καὶ τὴν οἰκουμένην πᾶσαν ἀνάγκη ταραχῆς ἐμπεπλῆσθαι, καὶ πολέμου, καὶ μάχης. ∆ιὰ τοῦτο ὁ Θεὸς πολλὴν ἐποίησε τοῦ πράγματος τούτου τὴν πρόνοιαν· διὰ τοῦτο οὐκ ἀφίησιν ἐκβαλεῖν  γυναῖκα,  ἀλλ' ἢ ἐπὶ  πορνείᾳ  μόνον.  Τί οὖν  ἂν  λοίδορος  ᾖ, φησὶν,  ἂν δαπανηρὰ καὶ πολυτελὴς, καὶ μυρία ἕτερα ἐλαττώματα ἔχῃ; Φέρε πάντα γενναίως, καὶ μὴ ἐκβάλῃς διὰ τὰ ἐλαττώματα,  ἀλλὰ  διόρθωσον τὰ ἐλαττώματα.  ∆ιὰ τοῦτο κεφαλῆς  ἐπέχεις  χώραν,  ἵνα  εἰδῇς  θεραπεύειν  τὸ  σῶμα.  Καὶ γὰρ  τὸ  σῶμα  τὸ ἡμέτερον, κἂν μυρία ἔχῃ τραύματα οὐκ ἀποτέμνομεν τὴν κεφαλήν. Μὴ τοίνυν μηδὲ τὴν γυναῖκα  ἀποτέμνῃς  ἑαυτοῦ· ἐν τάξει γὰρ ἡμῖν ἐστι τοῦ σώματος ἡ γυνή. ∆ιὰ τοῦτο  καὶ ὁ μακάριος Παῦλος ἔλεγεν·  Οἱ ἄνδρες  οὕτως  ὀφείλουσιν  ἀγαπᾷν  τὰς γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. Καὶ πρὸς τὰς γυναῖκας δὲ ὁ αὐτὸς νόμος ἡμῖν· ὡς τὴν ἑαυτῆς φίλει κεφαλὴν, ὦ γύναι· καὶ εἰ τιμᾷς, οὕτω τίμα τὸν ἄνδρα· οὐ γὰρ εἰκῆ τοσοῦτον ὑπὲρ τοῦ πράγματος ποιούμεθα λόγον. Οἶδα ὅσων ἀγαθῶν αἴτιόν ἐστι, τὸ γυναῖκα πρὸς ἄνδρα μὴ διχοστατεῖν· οἶδα ὅσων κακῶν ἐστιν ὑπόθεσις, ὅταν οὗτοι πρὸς ἑαυτοὺς διαστασιάζωσι. Τότε γὰρ οὐ πλοῦτος, οὐκ εὐπαιδία, οὐ πολυπαιδία, οὐκ  ἀρχὴ καὶ δυναστεία, οὐ δόξα καὶ τιμὴ, οὐ τρυφὴ  καὶ πολυτέλεια,  οὐκ ἄλλη  τις εὐπραγία δύναιτ' ἂν εὐφρᾶναί ποτε γυναῖκα ἢ ἄνδρα, ὅταν πρὸς ἀλλήλους ζυγομαχῶσι.

ζʹ. Τοῦτο δὴ πρὸ τῶν  ἄλλων  ἁπάντων  σπουδάζωμεν. Ἐλαττώματα  ἔχει ἡ γυνή; Ποίησον ὅπερ ἐποίησεν ὁ Ἰσαάκ· δεήθητι τοῦ Θεοῦ. Εἰ γὰρ οὗτος τῇ καρτερίᾳ τῆς εὐχῆς φύσεως ἔλυσε πήρωσιν, πολλῷ μᾶλλον ἡμεῖς προαιρέσεως ἐλαττώματα διορθῶσαι δυνησόμεθα, τὸν Θεὸν συνεχῶς παρακαλοῦντες. Ἐὰν ἴδῃ σε ὁ Θεὸς διὰ τὸν  αὐτοῦ  νόμον  καρτεροῦντα,  καὶ   φέροντα  γενναίως   τῆς  γυναικὸς  τὰ ἁμαρτήματα, συνεφάψεταί σοι τῆς διδασκαλίας, καὶ μισθόν σοι δώσει τῆς ὑπομονῆς. Τί γὰρ οἶδας, φησὶν, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; ἢ τί οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Μὴ ἀποκάμῃς δὲ, φησὶ, μηδὲ ἀπελπίσῃς. Συμβαίνει γὰρ αὐτὴν καὶ σωθῆναι· ἂν δὲ ἀδιόρθωτος μένῃ, σὺ τὸν μισθὸν οὐκ ἀπώλεσας τῆς ὑπομονῆς· ἐὰν δὲ ἐκβάλῃς, ἓν πρῶτον ἥμαρτες, τὸ παραβῆναι τὸν νόμον, καὶ μοιχὸς κρίνεσθαι παρὰ τῷ Θεῷ· Ὃς γὰρ ἂν ἐκβάλῃ τὴν γυναῖκα αὐτοῦ, φησὶ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι.   Πολλάκις  δὲ  καὶ  ἑτέραν  χαλεπωτέραν   ἐκείνης  λαβὼν,  τὴν  μὲν ἁμαρτίαν εἰργάσω, ἀναπαύσεως δὲ οὐκ ἀπέλαυσας. Ἂν δὲ καὶ κρείσσω λάβῃς, οὐκ ἀφίησί σοι τὴν  ἡδονὴν  ἀκέραιον εἶναι  τὴν  ἐκ τῆς δευτέρας, διὰ τὴν  ἄφεσιν τῆς προτέρας, λογιζομένης  σοι μοιχείας·  μοιχεία  γάρ ἐστι τὸ τὴν  προτέραν  ἀφεῖναι. Ὅταν οὖν ἴδῃς δυσκολίαν τινὰ συμπεσοῦσαν, ἢ ἐν τῷ γάμῳ, ἢ ἐν ἑτέρᾳ πραγμάτων καταστάσει, παρακάλει τὸν Θεόν· αὕτη γὰρ μόνη λύσις ἐστὶν ἀρίστη τῶν συμβαινόντων  ἡμῖν  δεινῶν.  Καὶ γὰρ μέγα  τῆς  εὐχῆς  τὸ  ὅπλον  ἐστί. Τοῦτο καὶ πολλάκις  εἶπον, καὶ νῦν λέγω, καὶ λέγων  οὐ παύσομαι· κἂν ἁμαρτωλὸς ὑπάρχῃς, βλέπε   πρὸς   τὸν   τελώνην    τὸν   μὴ   ἀποτυχόντα,   τὸν   τοσαῦτα   ἁμαρτήματα ἀπονιψάμενον.  Βούλει μαθεῖν  ὅσον ἐστὶν  εὐχή; Οὐκ ἀνύει  τοσοῦτον φιλία  πρὸς Θεὸν, ὅσον εὐχή. Καὶ οὐκ ἐμὸς ὁ λόγος· οὐ γὰρ ἂν ἐτόλμησα τοσοῦτον πρᾶγμα ἀπὸ τῆς ἐμαυτοῦ γνώμης ἀποφήνασθαι· ἄκουσον ἐκ τῶν Γραφῶν πῶς. ὅσον οὐκ ἤνυσε φιλία, ἤνυσεν εὐχή. Τίς ἐστιν ἐξ ὑμῶν, φησὶν, ὃς ἕξει φίλον, καὶ ἐλθὼν εἴπῃ αὐτῷ· Ἑταῖρε, χρῆσόν μοι τρεῖς ἄρτους· κἀκεῖνος ἀποκριθεὶς ἐρεῖ αὐτῷ· Ἡ θύρα κέκλεισται, τὰ παιδία ἐπὶ τῆς κλίνης ἐστί· μή μοι κόπους πάρεχε. Λέγω γὰρ ὑμῖν, εἰ καὶ διὰ τὸ εἶναι φίλον  αὐτοῦ μὴ δώσει αὐτῷ, διὰ δὲ τὴν ἀναίδειαν αὐτοῦ δώσει αὐτῷ ὅσων ἂν χρῄζῃ. Ὁρᾷς πῶς, ὅσον οὐκ ἴσχυσεν ἡ φιλία,τοῦτο ἴσχυσεν ἡ προσεδρεία; Ἐπειδὴ γὰρ φίλος  ἦν αἰτῶν, ἵνα μὴ νομίσῃς ὅτι διὰ τοῦτο ἤνυσεν, εἶπεν· Εἰ καὶ διὰ τὸ εἶναι φίλον  αὐτοῦ μὴ δώσει αὐτῷ, διὰ δὲ τὴνἀναίδειαν  αὐτοῦ δώσει αὐτῷ. Εἰ καὶ ἡ φιλία  μὴ ἐργάσεται, φησὶ, τοῦτο, ἀλλὰ  ἡ προσεδρεία ἐργάσεται, ὅσον ἡ φιλία  οὐκ ἴσχυσε. Καὶ ποῦ τοῦτο γέγονεν;  Ἐπὶ τοῦ τελώνου.  Οὐδὲ γὰρ ἦν τῷ Θεῷ φίλος  ὁ τελώνης·  ἀλλ' ἐγένετο  φίλος·  ὥστε κἂν ἐχθρὸς ᾖς, τῇ προσεδρείᾳ γενήσῃ φίλος. Ὅρα καὶ τὴν Συροφοίνισσαν, καὶ ἄκουσον τί φησι πρὸς αὐτήν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων,  καὶ δοῦναι τοῖς κυναρίοις. Καὶ πῶς ἐποίησεν αὐτὸ, εἰ μή ἐστι καλόν; Τῇ προσεδρείᾳ αὐτὸ ἐποίησεν ἡ γυνὴ καλόν· ἵνα μάθῃς, ὅτι ὧν οὐκ ἐσμὲν ἄξιοι, γινόμεθα ἄξιοι, διὰ τῆς προσεδρείας.
ηʹ. Ταῦτα εἶπον ἵνα μὴ λέγῃς ὅτι Ἁμαρτωλός εἰμι, ἀπαῤῥησίαστός εἰμι, οὐκ ἔχω εὐχήν. Ἐκεῖνος ἔχει παῤῥησίαν ὁ μὴ νομίζων ἔχειν παῤῥησίαν· ὡς ὁ νομίζων παῤῥησίαν  ἔχειν,  ἀπώλεσε  τὴν  παῤῥησίαν, καθάπερ  ὁ Φαρισαῖος· ὁ  δὲ  νομίζων ἑαυτὸν ἀπεῤῥιμμένον καὶ ἀπαῤῥησίαστον, οὗτος μάλιστα εἰσακουσθήσεται, καθάπερ ὁ τελώνης. Ὅρα πόσα ἔχεις παραδείγματα, τὴν Συροφοίνισσαν, τὸν τελώνην, 51.371 τὸν  λῃστὴν  τὸν  ἐπὶ σταυροῦ, τὸν  ἐν  τῇ παραβολῇ φίλον  τὸν  τοὺς τρεῖς ἄρτους αἰτοῦντα, καὶ οὐχ οὕτω διὰ τὴν φιλίαν, ὡς διὰ τὴν προσεδρείαν ἐπιτυχόντα. Τούτων ἕκαστος εἰ εἶπεν, ὅτι Ἁμαρτωλός εἰμι, ὅτι Κατῃσχυμμένος εἰμὶ, καὶ διὰ τοῦτο οὐκ ὀφείλω προσελθεῖν, οὐκ ἂν ἤνυσέ τι πλέον. Ἀλλ' ἐπειδὴ ἕκαστος τούτων οὐ πρὸς τὸ μέγεθος   εἶδε   τῶν   ἁμαρτημάτων,   ἀλλὰ   πρὸς   τὸν   πλοῦτον   τῆς   τοῦ   Θεοῦ φιλανθρωπίας, ἐθάῤῥει, καὶ κατετόλμησε, καὶ ἁμαρτωλὸς ὢν ᾐτεῖτο ὑπὲρ τὴν ἀξίαν τὴν ἑαυτοῦ, καὶ ἤνυσεν ἕκαστος ἅπερ ἠθέλησε. Ταῦτ' οὖν μνημονεύωμεν ἅπαντα καὶ φυλάττωμεν,   καὶ  εὐχώμεθα  διηνεκῶς,  μετὰ  νήψεως,  μετὰ  τοῦ  θαῤῥεῖν,  μετὰ χρηστῶν ἐλπίδων,  μετὰ σπουδῆς πολλῆς. Μεθ'  ὅσης ἕτεροι σπουδῆς κατεύχονται τῶν ἐχθρῶν, μετὰ τοσαύτης  ἡμεῖς σπουδῆς καὶ ὑπὲρ τῶν ἐχθρῶν, καὶ ὑπὲρ τῶν ἑαυτῶν ἀδελφῶν εὐξώμεθα, καὶ πάντως ἐπιτευξόμεθα τῶν συμφερόντων ἁπάντων. Φιλάνθρωπος γὰρ ὁ διδοὺς, καὶ οὐχ οὕτως ἡμεῖς ἐπιποθοῦμεν λαβεῖν, ὡς ἐκεῖνος ἐπιποθεῖ δοῦναι. Ταῦτ' οὖν ἅπαντα εἰδότες, κἂν εἰς ἔσχατον κακίας πυθμένα κατενεχθῶμεν,  μηδὲ οὕτως ἀπογνῶμεν  τῆς ἑαυτῶν  σωτηρίας, ἀλλὰ μετὰ ἀγαθῆς ἐλπίδος  προσίωμεν, πείσαντες  ἑαυτοὺς  ὅτι πάντως  ληψόμεθα  ἅπερ αἰτοῦμεν,  ἂν κατὰ τοὺς ὑπ' αὐτοῦ κειμένους νόμους αἰτῶμεν. Τῷ δυναμένῳ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, Χριστῷ τῷ παμβασιλεῖ Θεῷ ἡμῶν πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ  καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |