ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Πρὸς άπιστον πατέρα, λόγος δεύτερος

Τετάρτη 15 Ιουνίου 2016

Πρὸς άπιστον πατέρα, λόγος δεύτερος




Ιωάννης Χρυσόστομος
Τόμος  47

Πρὸς ἄπιστον πατέρα, Λόγος Δεύτερος

α’. Ἱκανὰ μὲν οὖν καὶ ταῦτα ἔκστασιν ἐργάσασθαι καὶ φρίκην· κἂν τὸ προφητικὸν τις ἐκεῖνο ἐπὶ τούτοις φθέγγηται νῦν, ὅτι «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἡ γῇ ἐπὶ πλεῖον σφόδρα»· καὶ ὅτι «Ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς», χαλεπώτερον, ὅτι οὐ μόνον ἀλλότριοί τινες, καὶ οὐδὲν τοῖς συμβουλευομένοις προσήκοντες τοιαῦτα ἀγανακτοῦσι καὶ δυσχεραίνουσιν, ἀλλὰ συγγενεῖς καὶ πατέρες ἔμαθον ὑπὲρ τούτων ὀργίζεσθαι. Καίτοι γε οὐκ ἀγνοῶ ὅτι πολλοὶ πρὸς μὲν τοὺς πατέρας τοῦτο ποιοῦντας οὐ σφόδρα ἐκπλήττονται· ἀποπνίγεσθαι δὲ φασι τῷ θυμῷ, ὅταν ἴδωσι τοὺς μήτε πατέρας, μήτε φίλους, μήτε συγγενεῖς, μήτε ἄλλοθέν ποθεν ἐπιτηδείους, πολλάκις δὲ καὶ ἀγνῶτας ὄντας τοῖς φιλοσοφεῖν αἱρουμένοις τὸ αὐτὸ τοῦτο πάσχοντας, καὶ μᾶλλον τῶν πατέρων δακνομένους, καὶ πολεμοῦντας, καὶ κατηγοροῦντας τῶν ἀναπεισάντων αὐτούς. Ἐμοὶ δὲ τοὐναντίον εἶναι δοκεῖ θαυμαστόν. Τοὺς μὲν γὰρ μήτε κηδεμονίας, μήτε φιλίας ἔχοντάς τι δικαίωμα, οὐδὲν ἀπεικὸς ἐστιν ἐπὶ τοῖς ἀλλοτρίοις ἀλγεῖν ἀγαθοῖς, πὴ δὲ τῆς οἰκείας κακίας τὴν τῶν ἄλλων ἀπώλειαν εὐτυχίαν εἶναι νομίζοντας, ἀθλίως μὲν καὶ ταλαιπώρως, νομίζοντας δ’ οὖν ὅμως· τὸ δὲ τοὺς γεννησαμένους, τοὺς ἀναθρεψαμένους,



τοὺς καθ’ ἑκάστην εὐχομένους ἡμέραν εὐδοκιμωτέρους σφῶν αὐτῶν παῖδας ἰδεῖν, τοὺς πάντα διὰ τοῦτο καὶ ποιοῦντας καὶ πάσχοντας· τούτους δὲ ὥσπερ ἒκ τινος μέθης ἐξαίφνης μεταβαλλομένους ἀλγεῖν, ἐπὶ φιλοσοφίᾳ τῶν παίδων ἀγομένων αὐτοῖς· τοῦτό ἐστιν ὃ μάλιστα πάντων ἐγὼ θαυμάζω, καὶ τοῦ πάντα διεφθάρθαι τεκμήριον εἶναί φημι ἱκανόν. Τοῦτο γὰρ οὐδ’ ἐπὶ τῶν ἔμπροσθεν χρόνων ἔχοι τις ἂν γεγενημένον εἰπεῖν, ὅτε καὶ τῆς πλάνης ἐκράτει λαμπρῶς· ἀλλ’ ἐγένετο μὲν ἅπαξ ἐν Ἑλληνιδι πόλει, τυραννουμένῃ δέ. Οὐδὲ γὰρ δὴ τότε τῶν γονέων τις καθάπερ νῦν, ἀλλ’ οἱ τὴν ἀκρόπολιν καταλαβόντες, μᾶλλον δὲ οὐδὲ οὗτοι πάντες, ἀλλὰ καὶ τούτων αὐτῶν ὁ μιαρώτατος τὸν Σωκράτην καλέσας, ἐκέλευε τῶν ὑπὲρ φιλοσοφίας ἀποστῆναι λόγων. Ἀλλ’ ἐκεῖνος μὲν καὶ τύραννος καὶ ἄπιστος καὶ ὠμὸς καὶ ἐπ’ ἀνατροπῇ τῆς πολιτείας ἅπαντα καὶ ὠμὸς καὶ ἐπ’ ἀνατροπῇ τῆς πολιτείας ἅπαντα πράττων, καὶ τοῖς ἀλλοτρίοις ἐντρυφῶν κακοῖς, καὶ εἰδὼς ὅτι πολιτείαν ἀρίστην οὐδὲν ἕτερον ἀνατρέψαι δύναται, ὡς τὸ τοιοῦτον ἐπίταγμα, ταῦτα ἐτόλμησεν· οὗτοι δὲ πιστοί, καὶ ἐν εὐνομουμέναις δῆθεν πόλεσι ζῶντες, καὶ περὶ παίδων τῶν αὐτῶν βουλευόμενοι, ταῦτα φθέγγεσθαι τολμῶσιν, ἃ πὲρ τῶν τυραννουμένων ὁ τύραννος, καὶ οὐκ αἰσχύνονται· ὥστε ὑπὲρ τούτων μᾶλλον δυσχεραινόντων, ἢ τῶν ἄλλων θαυμάζειν χρή. Καὶ διὰ τοῦτο καὶ αὐτὸς ἐκείνων ἀφέμενος, τούτοις οἷς μάλιστα μέλει τῶν παίδων, μᾶλλον δὲ οἷς μέλειν μὲν ἔδει, μέλει δὲ οὐδαμῶς, διαλέξομαι προσηνῶς καὶ μετ’ ἐπιεικείας πολλῆς, τοσοῦτον αὐτοὺς παραιτησάμενος μὴ δυσχεραίνειν, μηδὲ ἀγανακτεῖν, εἲ τις τὸ λυσιτελὲς τοῖς ἐκείνων παισὶ μᾶλλον αὐτῶν ἐκείνων εἰδέναι λέγοι. Οὐ γὰρ ἀρκεῖ τὸ σπεῖραι παῖδα πρὸς τὸ συμφέρον τὸν γεννηθέντα διδάξαι τὸν γεννησάμενον, ἀλλὰ πρὸς μὲν τὴν φιλοστοργίαν τοῦ τεχθέντος μεγάλα ἂν τοῦτο συμβάλοιτο, πρὸς δὲ τὸ μαθεῖν αὐτοῦ τὸ λυσιτελὲς ἀκριβῶς, οὔτε τὸ σπείρειν οὔτε τὸ φιλεῖν ἀρκέσειεν ἄν. Ἐπεὶ εἰ τοῦτο ἦν, οὐδένα ἀνθρώπων πατρὸς μᾶλλον τὸ χρήσιμον ἐχρῆν ὁρᾷν τῷ παιδί, ἐπειδὴ μήτε φιλεῖν μᾶλλον αὐτοῦ τῶν ἄλλων δύναιτό τις τοῦτον· νῦν δὲ καὶ αὐτοὶ οἱ πατέρες δι’ ὧν ποιοῦσιν ὁμολογοῦσι τοῦτο ἀγνοεῖν, ὅταν πρὸς διδασκάλους ἄγωσιν, ὅταν παιδαγωγοῖς ἐγχειρίζωσιν, ὅταν πυρίους παραλαμβάνωσι συμβούλους, περὶ τῆς τοῦ βίου προαιρέσεως, ἐφ’ ἣν τὸν παῖδα ἄγειν δέ, βουλευόμενοι. Καὶ οὐ τοῦτό πω θαυμαστόν, ἀλλ’ ὅτι πολλάκις βουλῆς γινομένης, τὴν αὐτῶν ἀκυρώσαντες, τὴν ἑτέρων ἔστησαν ὑπὲρ τῶν οἰκείων βουλευόμενοι παίδων. Μὴ τοίνυν μηδὲ πρὸς ἡμᾶς δυσχερῶς ἐχέτωσαν, εἰ λέγοιμεν τὸ συμφέρον αὐτοῖς εἰδέναι μᾶλλον· ἀλλ, εἰ μὴ διὰ τῶν λόγων ἀποδείξαιμεν, τότε κατηγορεῖν, τότε διαβάλλειν τοὺς ἀλαζόνας ὄντας καὶ λυμεῶνας καὶ τῆς φύσεως ἁπάσης ἐχθρούς.


β’. Πῶς οὖν τοῦτο ἔσται δῆλον καὶ πόθεν εἰσόμεθα τὶς μὲν ὁ τὸ συμφέρον ὄντως ὁρῶν, τὶς δὲ ὁ δοκῶν μὲν ὁρᾷν, ὁρῶν δὲ οὐδαμῶς; Ἂν τοὺς παρ’ ἐμοῦ λόγους καθάπερ τινὰς ἀνταγωνιστὰς εἰς ἐξέτασιν κατιέναι καταναγκάσαντες καὶ συμπλακῆναι, περὶ τούτων ἀδεκάστοις κριταῖς ἐπιτρέψωμεν τὴν ἐξέτασιν. Ὁ μὲν οὖν τοῦ ἀγῶνος νόμος πρὸς τὸν Χριστιανὸν ἀποδύεσθαι κελεύει, καὶ πρὸς ἐκεῖνον ἀγωνίζεσθαι μόνον, καὶ πλεῖον οὐδὲν ἀπαιτεῖ παρ’ ἡμῶν. «Τὶ γὰρ μοι καὶ τοὺς ἔξω κρίνεν»; Ὁ μακάριος Παῦλός φησιν. Ἀλλ, ἐπειδὴ συμβαίνει πολλοὺς καὶ ἄπιστους εἶναι τῶν πρὸ τὸν οὐρανὸν ἑλκομένων παίδων πατέρας· καίτοι γε τοῦ νόμου τῶν ἀγώνων ἀφιέντος ἡμᾶς τῆς πρὸς τούτους μάχης, ἑκόντες αὐτοὶ καὶ μετὰ προθυμίας καὶ πρὸς τούτους ἀποδυσόμεθα πρώτους. Καὶ εἴθε πρὸς τούτους, μόνον ἦν ἡμῶν ὁ ἀγών, καίτοι γε δυσχερέστερός τε ἐστι, καὶ πλείονας ἔχει λαβάς. «Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστι»· καὶ συμβαίνει ταυτόν, οἷον ἂν εἲ τις βασιλείας ἐρᾷν πείθῃ τὸν οὐκ ἐθέλοντα πεισθῆναι πρότερον, ὅτι τὸ πρᾶγμα ὑφέστηκεν. Ἀλλ’ ὅμως καὶ οὕτως εἰς στενὸν ἡμῖν κατακεκλεισμένων τῶν λόγων, πρὸς τούτους ἠθέλησα ἂν μόνους τὸν ἀγῶνά μοι γενέσθαι τοῦτον. Ἐπὶ μὲν γὰρ τοῦ πιστοῦ πολλὰ μὲν ἡμῖν τὰ δικαιώματα, ἀλλ’ ὅμως τὴν ἐκ τῆς τῶν δικαίων περιουσίας ἡδονὴν συσκιάζει τῆς αἰσχύνης ἡ ὑπερβολή. Αἰσχύνομαι γὰρ ὅταν καὶ πρὸς ἐκεῖνον ὑπὲρ τούτων ἀποτείνεσθαι ἀναγκάζωμαι, καὶ δέδοικα μὴ τοῦτό μοι μόνον ὁ Ἕλλην ἔγκλημα δίκαιον ἔχοι προβάλλεσθαι ἐπεὶ τοῖς γε ἄλλοις αὐτὸν τῇ τοῦ Θεοῦ χάριτι ῥᾳδίως αἱρήσομεν, κἂν εὐγνώμων εἶναι ἐθέλοι, ταχέως αὐτὸν οὐ πρὸς τὸν ἔρωτα τοῦ βίου τούτου μεταστήσομεν μόνον, ἀλλὰ καὶ πρὸς αὐτὴν τῶν δογμάτων τὴν ἐπιθυμίαν, ἀφ’ ἧς ὁ βίος ἔχει τὴν ὑπόθεσιν οὗτος. Τοσοῦτον γὰρ ἀπέχω φοβηθῆναι τὸν πρὸς αὐτὸν ἀγῶνα, ὅτι καὶ χαλεπώτερον αὐτὸν πρότερον καταστήσας τῷ λόγῳ, οὕτως ἅψομαι τῶν παλαισμάτων. Κείσθω γὰρ μὴ μόνον Ἕλληνα εἶναι τοῦτον τὸν πατέρα, ἀλλὰ καὶ πλούσιον ὑπὲρ πάντας ἀνθρώπους καὶ ἀπόβλεπτον, καὶ ἐν δυναστεία καθεστάναι μεγάλῃ, καὶ πολλοὺς μὲν ἀγροὺς ἐχέτω, πολλὰς δὲ οἰκίας, μυρία δὲ χρυσίου τάλαντα· ἔστω δὲ καὶ πατρίδος τῆς βασιλικωτάτης, καὶ γένους τοῦ περιφανεστάτου, καὶ μήτε ἐχέτω παῖδας ἑτέρους, μήτε ἕξειν ἐλπιζέτω τοῦ λοιποῦ, ἀλλ’ ἐν τούτῳ σαλευέτω μόνον· ἔστω δὲ καὶ αὐτὸς οὗτος ἐν ἐλπίσι χρησταῖς, καὶ ταχέως ἐπὶ τὴν αὐτὴν ἀρχὴν ἀναβήσεσθαι προσδοκάσθω, καὶ λαμπρότερον αὐτοῦ φανήσεσθαι, καὶ πᾶσιν αὐτὸν ἀποκρύψειν τοῖς βιωτικοῖς· εἶτα ἐν μέσῳ τῶν ἐλπίδων τούτων προσερχέσθω τις, καὶ διαλεγέσθω περὶ ταύτης αὐτῷ τῆς φιλοσοφίας, καὶ πειθέτω πάντων ἐκείνων καταγελάσαντα περιβαλέσθαι ἱμάτιον ἀδρόν, καὶ τὴν πόλιν ἀφέντα πρὸς τὸ ὄρος φυγεῖν, καὶ φυτεύειν ἐκεῖ καὶ ἄρδειν καὶ ὑδροφορεῖν, καὶ τὰ ἀλλὰ δὴ πάντα τὰ τῶν μοναχῶν ποεῖν, τὰ δοκοῦντα εἶναι καὶ εὐτελῆ καὶ ἐπονείδιστα· ἔστω δὲ καὶ ἀνυπόδετος, καὶ χαμαὶ καθευδέτω, γενέσθω δὲ καὶ λεπτὸς καὶ ὠχρὸς ὁ καλὸς νεανίας οὗτος, ὁ ἐν τοσαύτῃ τρυφῇ καὶ τιμῇ διατελῶν, καὶ τοιαύτας ἔχων ἐλπίδας, καὶ τῶν οἰκετῶν τῶν ἑαυτῶν εὐτελεστέραν περικείσθω στολήν· ἆρα ἱκανὰς ἐδώκαμεν τῷ κατηγόρῳ τὰς λαβάς, καὶ ἀρκούντως συνεπλάσαμεν τὸ ἀνταγωνιστήν; Εἰ δὲ μὴ ἀρκούντως, καὶ ἑτέρας αὐτῷ παρέξομεν προφάσεις. Μετὰ γὰρ τούτων καὶ πάντα κινείτω τὰ μηχανήματα πρὸς τὸ μεταπείσαι τὸν υἱόν, καὶ πάντα εἰκῆ, καθάπερ ἐπὶ πέτρας ἑστῶτος αὐτοῦ τοῦ παιδός, καὶ τῶν ποταμῶν καὶ τοῦ ὑετοῦ καὶ τῶν πνευμάτων ἀνωτέρου γινομένου· θρηνείτω δὲ ὁ τοιοῦτος, καὶ προβαλέτω δάκρυα, ὥστε μᾶλλον ἐμπρῆσαι τὸν καθ’ ἡμῶν θυμόν, καὶ πρὸς πάντας τοιαῦτα κατηγορείτω συνεχῶς ἐντυγχάνων. Ἐφύτευσα, ἔθρεψα, ἐταλαιπωρήθην διὰ πάσης τῆς ἡλικίας, πάντα ποιῶν καὶ πάσχων, ἅπερ ἐκ τῆς παιδοποιίας ταύτης συμβαίνειν εἰκός· χρηστὰς εἶχον ἐλπίδας, διελέχθην παιδαγωγοῖς, παρεκάλεσα διδασκάλους, ἀνήλωσα χρήματα, ἠγρύπνησα πολλάκις ὑπὲρ εὐκοσμίας φροντίζων, ὑπὲρ παιδεύσεως, ὅπως μηδενὸς οὕτω τῶν προγόνων λείποιτο τῶν αὐτοῦ, ὅπως ἁπάντων φανείη λαμπρότερος· συνδιοίσειν μοι τοῦτον τὸ γῆρας προσεδόκησα, προϊόντος τοῦ χρόνου περὶ γυναικὸς ἐβουλευόμην καὶ γάμου, περὶ ἀρχῆς, καὶ δυναστείας. Ἀλλ’ ἐξαίφνης, ὥσπερ τις σκηπτὸς ἢ καταιγὶς ποθεν ἐπιπεσοῦσα, μυριαγωγὸν ὁλκάδα καὶ πολλῶν γέμουσαν φορτίων, καὶ μακρὸν διανύσασαν πέλαγος, καὶ ἐξ οὐρίας πλέουσαν, καὶ πρὸς αὐτῷ λοιπὸν οὖσαν τῷ λιμένι, μικρὸν πρὸ τοῦ στόματος αὐτοῦ κατέκλυσε, καὶ μὴ μόνον πενίας τῆς ἐσχάτης, ἀλλὰ καὶ θανάτου τοῦ ἐλεεινοῦ καὶ ἀπωλείας δέος, μὴ τῇ τοῦ τὰ τοιαῦτα πεπλουτηκότος κεφαλῇ περιστήσειεν ὁ χειμών· οὕτω δὴ μοι συμβέβηκε νῦν. Οἱ γὰρ ἐπάρατοι καὶ λυμεῶνες καὶ πλάνοι (λεγέτω γὰρ δὴ καὶ ταῦτα, οὐ διοισόμεθα) ἐκ τῶν τοσούτων ἐλπίδων ἀναρπάσαντές μοι τὸν γηροτρόφον, καθάπερ τινὲς λῄσταρχοι πρὸς τὰς αὐτῶν καταλύσεις ἀπήγαγον, καὶ οὕτω ταῖς αὐτῶν κατεγοήτευσαν ἐπῳδαῖς, ὡς ἑλέσθαι καὶ πρὸς σίδηρον καὶ πρὸς πῦρ καὶ πρὸς θηρία καὶ πρὸς πᾶν ὁτιοῦν στῆναι γενναίως, ἢ πρὸς τὴν προτέραν εὐπραγίαν ἐπανελθεῖν· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ ταῦτα πείσαντες μᾶλλον ἡμῶν προσποιοῦνται τὸ συμφέρον ὁρᾷν. Ἔρημοι μὲν οἰκίαι, ἔρημοι δὲ ἀγροί· κατήφειας δὲ καὶ αἰσχύνης μεστοὶ μὲν οἱ γεωργοί, μεστοὶ δὲ οἰκέται· καὶ φαιδροὶ μὲν ἐπὶ τοῖς κακοῖς τοῖς ἐμοῖς ἐχθροί, ἐγκαλύπτονται δὲ οἱ φίλοι. Παρ’ ἐμοὶ δὲ οὐδεμία γνώμη κρατεῖ, ἀλλ’ ἢ ὥστε πῦρ ἐπαφεῖναι καὶ φλέξαι πάντα, καὶ οἰκίας καὶ ἀγροὺς καὶ ἀγέλας βοῶν καὶ ποίμνια προβάτων. Ποῦ γὰρ ἔσται μοι χρήσιμα ταῦτα λοιπόν, ἐκείνου τοῦ χρησομένου τούτοις οὐκ ὄντος, ἀλλ’ αἰχμαλώτου γενομένου, καὶ παρὰ βαρβάροις ἀνημέροις δουλεύοντος θανάτου παντὸς πικροτέραν δουλείαν; Περιέβαλον μελαίνῃ στολὴ τοὺς οἰκέτας ἅπαντας, κατέπασα τέφρα τὰς κεφαλάς, ἔστησα γυναικῶν, ἐκέλευσα χαλεπώτερον αὐτὰς κατακόπτεσθαι, ἢ εἰ νεκρὸν ἑώρων. Σύγγνωτε δὲ μοι τοῦτο ποιοῦντι· μεῖζον ἐκείνου τὸ πένθος ἐμοί. Παρενοχλεῖσθαι δοκῶ λοιπὸν ὑπὸ τοῦ φωτός, καὶ πρὸς αὐτὰς ἀηδῶς ἔχω τὰς ἀκτῖνας, ὅταν εἰς νοῦν λάβω τὸ σχῆμα τοῦ ταλαιπώρου παιδὸς ἐκείνου, ὅταν τῶν εὐτελεστέρων ἀγροίκων ἐκείνων ἀτιμότερον αὐτὸν ἠμφιεσμένον ἴδω, καὶ ἐπ’ ἔργα ἀτιμότερα τοῦτον προπεμπόμενον ὅταν ἐννοήσω αὐτοῦ τὸ ἀκαμπές, κατακαίομαι διασπῶμαι, διαῤῥήγνυμαι.


γ’. Ταῦτα λέγων, καὶ προκυλινδείσθω τῶν ποδῶν τῶν ἀκουόντων, καὶ καταπασσέσθω τέφραν ἐπὶ τῆς κεφαλῆς, καὶ αἰσχυνέτω τῇ κόνει τὸ πρόσωπον, καὶ παρακαλείτω πάντας ὀρέξαι χεῖρα, κατατιλλέτω τὴν πολιάν. Τάχα ἡμῖν καλὸς ὁ κατήγορος ἀπηκρίβωται πρὸς τὸ τοὺς ἀκούοντας ἐμπρῆσαι ἅπαντας, καὶ πεῖσαι κατὰ κρημνῶν τοὺς τὰ τοιαῦτα ἐργασαμένους ἐμβαλεῖν. Διὰ γὰρ τοῦτο πρὸς ἄκρον ἀπασῶν τῶν αἰτιῶν τὸν λόγον ἤγαγον, ἵνα τούτου τοῦ οὕτω κατασκευασθέντος, ἡττηθέντος ὑφ’ ἡμῶν τῇ τοῦ Θεοῦ χάριτι, μηδεὶς τοῖς λοιποῖς γένοιτο λόγος. Τοῦ γὰρ πάντα ὁμοῦ (οὐδὲ γὰρ πάντα οἶόν τε συνελθεῖν) εὐκόλως ἡμῖν παραχωρήσει τῆς νίκης λοιπόν. Οὗτος μὲν οὖν ταῦτα λεγέτω καὶ τούτων πλείονα. Ἐγὼ δὲ παραιτήσομαι τοὺς δικάζοντας, μὴ νῦν ἐλεεῖν τὸν γέροντα τοῦτον, ἀλλ’ ὅταν αὐτὸν δείξωμεν πενθοῦντα τὸν υἱόν, δεινὸν μὲν οὐδὲν πεπονθότα, τῶν δὲ μεγάλων ἀγαθῶν ἀπολαύσαντα, καὶ ὧν ἐπέκεινα ἕτερα οὐκ ἔστιν εὑρεῖν. Τότε γὰρ ὄντως ἄξιος ἐλέου καὶ δακρύων ἂν εἴη, μηδὲ συνιδεῖν τὴν εὐπραγίαν δυνάμενος τοῦ παιδός, ἀλλὰ τοσοῦτον ἀπέχων αὐτῆς ὡς καὶ ἐπὶ μεγίστοις θρηνεῖν τοῖς κακοῖς. Πόθεν οὖν ἀρξόμεθα τοῦ λόγου τοῦ πρὸς αὐτόν; Ἀπὸ τοῦ πλούτου καὶ τῶν χρημάτων, ἐπειδὴ καὶ αὐτὸς τοῦτο μάλιστα πάντων ὀδύρεται, καὶ πᾶσι τοῦτο αὐτὸ εἶναι δοκεῖ τὸ δεινότατον, εἰ πλουτοῦντες παῖδες ἐπὶ τοῦτον ἕλκοιντο τὸν βίον. Εἰπὲ οὖν μοι, τίνα μακαρίζομεν ἅπαντες, καὶ ζηλωτὸν εἶναί φαμεν, τὸν ἐν δίψῃ καθεστῶτα ἀεί, καὶ πρὶν ἢ τῆς προτέρας ἐμφορηθῆναι κύλικος, δεόμενον πάλιν ἑτέρας, καὶ ἐν τούτῳ ὄντα διαπαντός, ἢ τὸν ἀνωτέρω καθεστῶτα τῆς ἀνάγκης ἐκείνης, καὶ ἄδιψον ἀεὶ μένοντα, καὶ οὐδέποτε εἰς τὴν τοῦ πόματος τούτου καθελκόμενον χρείαν; Οὐχ ὁ μὲν πυρέττοντι προσέοικε, καὶ χαλεπωτάτην ἀνάγκην ἔχοντι, κἂν ἐκ πηγῶν ἀρύεσθαι ἔχῃ τὰ νάματα, ὁ δὲ ἐλεύθερος τὲ ἐστι τὴν ὄντως ἐλευθερίαν, καὶ ὑγιαίνει τὴν ὄντως ὑγίειαν, καὶ μείζων ἢ κατὰ ἀνθρωπίνην γέγονε φύσιν; Τὶ δαί, εἶ τις γυναικὸς ἐρῶν συγγίνοιτο μὲν αὐτῇ διηνεκῶς, μειζόνως δὲ μετὰ τὴν συνουσίαν φλέγοιτο ταύτην, ἕτερος δὲ ταύτης ἐκτὸς τῆς μανίας ἑστήκοι, καὶ μηδὲ ὄναρ ἁλίσκοιτο τῷ κακῷ, τὶς πάλιν ἡμῖν ὁ ζηλωτὸς καὶ μακάριος; Οὐχ οὗτος; Τὶς δὲ ἄθλιος καὶ ταλαίπωρος; Οὐχ ὁ νοσῶν τὸν κενὸν ἐκεῖνον ἔρωτα, καὶ μηδαμοῦ σβεσθῆναι δυνάμενον, ἀλλὰ τοῖς ἐπινενοημένοις φαρμάκοις ἐπιτριβόμενος μᾶλλον; Εἰ δὲ πρὸς τοῖς εἰρημένοις μακαρίζειν μὲν ἑαυτὸν ἐπὶ τῇ νόσῳ καὶ μήτε αὐτὸς ἐκείνης τῆς ἀνάγκης ἀπαλλάττεσθαι βούλοιτο, τοὺς τε ἀπηλλαγμένους τοῦ πάθους ἀποδύροιτο, ὥσπερ οὗτος νῦν, οὐχὶ ταύτῃ πάλιν ἐλεεινότερος ἔσται καὶ ἀθλιώτερος, μὴ μόνον νοσῶν, ἀλλὰ μηδὲ αὐτὸ τοῦτο εἰδὼς ὅτι νοσεῖ, καὶ διὰ τοῦτο μήτε ἀπαλλαγῆναι βουλόμενος, καὶ τοὺς ἀπηλλαγμένους θρηνῶν; Ἀγάγωμεν δὴ τὸν λόγον τοῦτον καὶ ἐπὶ τὴν τῶν χρημάτων κτῆσιν, καὶ ὀψόμεθα τὶς ὁ ἄθλιος καὶ ταλαίπωρος· ἐκείνων μὲν γὰρ τῶν ἐρώτων σφοδρότερος οὖτός ἐστι καὶ μανικώτερος· οὐκοῦν καὶ πλεῖον ὀδυνήσαι δύναιτ’ ἄν, οὐ τούτῳ μόνον ὅτι τὴν λαμπάδα δριμυτέραν ἔχει, ἀλλ’ ὅτι καὶ πρὸς τὴν ἐπινενοημένην παραμυθίαν ἀνένδοτός ἐστι καὶ σκληρότερος πλέον ἐκείνων. Μᾶλλον γὰρ οἱ πότου καὶ σωμάτων ἐρῶντες μετὰ τὴν ἀπόλαυσιν λήψονται κόρον, ἢ οἱ περὶ πλοῦτον μαινόμενοι. Ὅθεν ἐκείνους μὲν καὶ τῷ λόγῳ συμπλάσαι ἠναγκάσθημεν, διὰ τὸ μὴ ταχέως ἐπὶ τῆς πείρας ὁρᾷν αὐτὸ φαινόμενον· τούτου δὲ τοῦ νοσήματος ἀπὸ τῶν πραγμάτων πολλὰ ἕξομεν παρασχεῖν τὰ ὑποδείγματα. Διὰ ταῦτα οὖν, εἰπὲ μοι, θρηνεῖς τὸ υἱόν, ὅτι μανίας καὶ τοσαύτης ἀμηχανίας ἀπήλλακται, ὅτι ἔρωτα ἀνίατον οὐκ ἐρᾷ, ὅτι τοῦ πολέμου καὶ τῆς μάχης ταύτης ἕστηκεν ἐκτός; Ἀλλ’ οὐκ ἂν ἔπαθε τοῦτο, φησίν, οὐδ’ ἂν ἠράσθη τοῦ πλείονος, ἀλλ’ ἀπέχρησεν ἂν αὐτῷ τῶν παρόντων ἡ ἀπόλαυσις. Μάλιστα μὲν πρᾶγμα λέγεις ἐναντίον, ὡς εἰπεῖν, τῇ φύσει· πλὴν ἀλλὰ καὶ τοῦτο ἔστω, καὶ συγκεχωρήσθω τῷ λόγῳ, μὴ ἂν αὐτὸν ἐθελήσαι προσθεῖναι τοῖς οὖσι, μηδὲ ὑπὸ τῆς ἐπιθυμίας ἁλῶναι ἐκείνης· ἐγὼ γὰρ αὐτὸν καὶ οὕτως ἐπιδείξω ἐν μείζονι νῦν ὄντα ἀνέσει καὶ ἡδονῇ. Τὶ γὰρ κουφότερον, ὑπὲρ τοσούτων φροντίζειν, καὶ τοιαύτῃ προσδεδέσθαι φυλακῇ καὶ δουλείᾳ καὶ δεδοικέναι μὴ παραπόληταί τι τῶν ὄντων, ἢ καὶ τούτων ἀπηλλάχθαι τῶν δεσμῶν; Κείσθω γάρ, αὐτὸν μὴ ἐπιθυμεῖν φορτίων ἑτέρων, ἀλλὰ πολλῷ βέλτιον καὶ τῶν ἐπιτεθέντων ἤδη καταφρονεῖν. Εἰ γὰρ τὸ μὴ δεῖσθαι πλειόνων συνωμολόγηται μέγιστον ὃν ἀγαθόν, τὸ καὶ τῆς τῶν ὄντων χρείας ἐξώτερον εἶναι, μέζονος εὐπραγίας ἂν εἴη. Ὁ γὰρ ἄδιψος ἐκεῖνος καὶ ἀνέραστος (οὐδὲν γὰρ κωλύει πάλιν ἐπὶ τὰ αὐτὰ ἐλθεῖν ὑποδείγματα) οὐ τῶν ἀεὶ διψώντων μόνον, οὐδὲ τῶν ἐρώντων ἀεί, ἀλλὰ καὶ τῶν ἐν βραχεῖ τοῦτο παθόντων, καὶ πληρωσάντων τὴν ἐπιθυμίαν πολλῷ μακαριώτερος ὢν ἀποδέδεικται, ὡς μηδὲ εἰς πεῖραν ἐμπεσὼν τῆς τοιαύτης ἀνάγκης. Ἐρήσομαι δὲ σε πάλιν, εἰ καὶ ὑπερβαλέσθαι τῷ πλούτῳ πάντας καὶ τῶν ἀπὸ τοῦ πλούτου κακῶν ἀπαλλαγῆναι ἐνῆν, ἆρα οὐκ ἂν μυριάκις ταύτην εἴλου τὴν περιουσίαν, ὥστε μήτε βασκανίας, μήτε συκοφαντίας, μήτε φροντίδος, μήτ’ ἄλλου μηδενὸς τῶν τοιούτων ἀνέχεσθαι; Ἂν τοίνυν καὶ τοῦτο ἔχοντα δείξωμεν τὸν υἱόν, καὶ μειζόνως εὐπορώτερον ὄντα νῦν, παύσῃ θρηνῶν πάντως καὶ ὀλοφυρόμενος οὕτω πικρῶς; Ὅτι μὲν οὖν φροντίδων ἀπήλλακται, καὶ τῶν ἄλλων τῶν ἐπισυρομένων τῷ πλούτῳ κακῶν, οὐδὲ αὐτὸς ἀντερεῖς· διόπερ οὐδὲ ἡμῖν περὶ τούτων ἀνάγκη πρὸς σὲ διαλέγεσθαι· ζητεῖς δὲ μαθεῖν πῶς εὐπορώτερος τοῦ τοσαῦτα ἔχοντός σου. Τοῦτο δὴ σε διδάξομεν, καὶ δείξομεν, ὅτι ὅπερ ἤγη ἐκεῖνον νῦν εἶναι ἐν πενίᾳ τῇ ἐσχάτῃ, τοῦτο αὐτὸς πρὸς ἐκεῖνον ἐξεταζόμενος πέπονθας.

δ’. Καὶ μήτοι νομίσῃς τὰ ἐν τοῖς οὐρανοῖς ἡμᾶς ἐρεῖν ἀγαθά, καὶ τὰ μετὰ τὴν ἐνθένδε ἀποδημίαν· ἀπὸ γὰρ τῶν ἐν χερσὶ τέως ποιησόμεθα τὴν ἀπόδειξιν. Σὺ μὲν οὖν τῶν σαυτοῦ κύριος εἶ μόνον, ἐκεῖνος δὲ τῶν κατὰ τὴν οἰκουμένην ἅπασαν. Εἰ δὲ ἀπιστεῖς, δεῦρό σε ἀγάγωμεν εἰς αὐτόν, καὶ πείσωμεν αὐτὸν κατελθόντα ἀπὸ τοῦ ὄρους, μᾶλλον δὲ ἐκεῖ μένοντα σημᾶναί τινι τῶν σφόδρα πλουτούντων καὶ εὐλαβῶν, πέμψαι χρυσοῦ σταθμόν, ὅσον ἐθέλεις· μᾶλλον δὲ τοῦτο μὲν οὐκ ἀνέξεται, δοῦναι δὲ τῷ δεῖνι δεομένῳ κελευέτω, καὶ προθυμότερον ὄψει τὸν πλουτοῦντα ὑπακούοντα καὶ ἐκκομίζοντα, ἢ τὴν οἰκονόμων τινὰ τῶν σῶν. Οὗτος μὲν γὰρ ὅταν ἀναλίσκειν κελεύηται, κατηφὴς τὲ ἐστι καὶ σκυθρωπός· ἐκεῖνος δὲ ὅταν μὴ ἀναλίσκῃ, τότε δέδοικε μὴ ποτε προσκεκρουκὼς ᾗ, ἅτε τοιοῦτον ἐπιταττόμενος οὐδέν. Καὶ πολλοὺς ἐπιδεῖξαι ἔχω οὐ τῶν εὐδοκίμων τούτων, ἀλλὰ καὶ τῶν εὐτελεστέρων, τοσαύτην ἔχοντας δύναμιν. Καὶ σὺ μέν, ἂν οἱ οἰκονόμοι ἀναλώσωσι τὸ πιστευθέντα, οὐκ ἔχεις ἀπαιτῆσαι ἕτερον, ἀλλ’ εὐθέως σοι εἰς πενίαν ὁ πλοῦτος μεταπεσεῖται ὑπὸ τῆς κακουργίας ἐκείνων· παρὰ δὲ τῷ παιδὶ τῷ σῷ τοῦτο οὐκ ἔστι τὸ δέος. Ἂν γὰρ τοὺς γένηται πένης, ἐπιτάξει πάλιν ἑτέρῳ· κἂν ἐκεῖνος πάθῃ τι τοιοῦτον, ἐφ’ ἕτερον μεταβήσεται, καὶ τὰς τῶν ὑδάτων πηγὰς πρότερον ἐπιλιπεῖν εἰκός, ἢ τῶν ταῦτα ὑπακουσομένων τινά. Καὶ εἰ μὲν τὰ ἡμέτερα ἐφρόνεις, διηγησάμην ἂν σοὶ πολλὰ καὶ μεγάλα διηγήματα· ἐπεὶ δὲ τὰ Ἑλλήνων πρεσβεύεις, οὐδὲ ἐκεῖθεν ἀπορήσω τοῦ παραδείγματος. Ἄκουσον γὰρ τὶ πρὸς τὸν Σωκράτην ὁ Κρίτων φησι· «Σοὶ δὲ ὑπάρχει μὲν τὰ ἐμὰ χρήματα, ὡς ἔγωγε οἶμαι, ἱκανά· ἔπειτα δὲ καὶ εἲ τι ἐμοῦ κηδόμενος οὐκ οἴει ἀναλίσκειν τἀμά, ξένοι οὗτοι ἐνθάδε ἕτοιμοι ἀναλίσκειν. Εἰσκεκόμικε δὲ ἐπ’ αὐτῷ τούτῳ ἀργύριον ἱκανὸν Σιμμίας ὁ Θηβαῖος, ἕτοιμος δὲ καὶ Κέβης, καὶ ἄλλοι πολλοί. Ὥστε, ὅπερ ἔλεγον, μὴ ταῦτα φοβούμενος ἀποκάμῃς σῶσαι σαυτόν, μήτε ὃ ἔλεγες ἐν τῷ δικαστηρίῳ δυσχερὲς σοι γενέσθω, ὅτι οὐκ ἂν ἔχοις ἐξελθὼν ὃ τι χρῷο σαυτῷ· πολλαχοῦ μὲν γὰρ καὶ ἄλλοσε ὅπου ἂν ἀφίκῃ, ἀγαπήσουσί σε. Ἐὰν δὲ βούλῃ εἰς Θετταλίαν ἰέναι, εἰσὶν ἐμοὶ ἐκεῖ ξένοι, οἷ σε περὶ πολλοῦ ποιήσονται, καὶ ἀσφάλειάν σοι παρέξονται, ὥστε σοι μηδὲν ἐλλείπειν τῶν κατὰ Θετταλίαν». Τὶ ταύτης τῆς εὐπορίας ἥδιον; Ἀλλὰ ταῦτα μὲν ὡς πρὸς ἄνδρα βιωτικόν· εἰ δὲ φιλοσοφώτερον αὐτοῦ τὸν πλοῦτον ἐξετάζειν ἐθέλοιμεν, σὺ μὲν ἴσως οὐ παρακολουθήσεις τῷ λόγῳ, ἐμοὶ δὲ ἀναγκαῖον διὰ τοὺς δικάζοντας εἰπεῖν. Τοσοῦτος γὰρ ὁ τῆς ἀρετῆς πλοῦτός ἐστιν, οὕτως ἡδίων, οὕτω ποθεινότερος τοῦ παρ’ ὑμῖν, ὡς μηδ’ ἂν ποτε ἐθελῆσαι τοὺς ἔχοντας αὐτὸν τὴν ἅπασαν γῆν, εἰ χρυσὸς γένοιτο μετὰ τῶν ὁρῶν καὶ τῆς θαλάσσης καὶ τῶν ποταμῶν, ἀντ’ ἐκείνου λαβεῖν. Καὶ εἲ γε ἦν δυνατὸν τοῦτο γενέσθαι, ἔμαθες ἂν ἀπὸ τῆς πείρας αὐτῆς, ὡς οὐκ ἀλαζονείας τὰ ῥήματα, ἀλλὰ πολλῷ πλείω καὶ μέζω εὑρόντες καταφρονήσουσιν ἐκείνου, καὶ οὐκ ἂν ποτε αὐτὸν ἀλλάξαιντο τούτου. Καὶ τὶ λέγω, ἀλλάξαιντο; Οὐδὲ μετ’ ἐκείνου μὲν οὖν λαβεῖν αὐτὸν ἕλοιντο ἄν. Καίτοι ὑμῖν εἲ τις ἐδίδου τὸν τῆς ἀρετῆς πλοῦτον μετὰ τῶν χρημάτων, ὑπτίαις ἃς ἐδέξασθε χερσίν· οὕτως ὁμολογεῖτε μέγαν τινὰ ἐκεῖνον καὶ θαυμαστόν· οὗτοι δὲ οὐκ ἂν ἕλοιντο τὸν ὑμέτερον μετὰ τοῦ οἰκείου· οὕτως ἴσασιν ὅτι πρᾶγμά ἐστιν εὐκαταφρόνητον Καὶ τοῦτο πάλιν ἀπὸ τῶν ὑμετέρων παραδειγμάτων ποιήσω φανερόν. Πόσα γὰρ οἴει χρήματα τὸν Ἀλέξανδρον τῷ Διογένει, εἲ γε ἤθελε δέξασθαι, δοῦναι ἄν; Ἀλλ’ οὐκ ἠθέλησεν· ἐκεῖνος δὲ ἐφιλονείκει καὶ πάντα ἔπραττε, ὥστε δυνηθῆναί ποτε ἐπὶ τὸν πλοῦτον ἐλθεῖν τὸν τούτου.

ε’. Βούλει δὲ ἑτέρωθέν σου τὴν πενίαν ἰδεῖν, καὶ τοῦ παιδὸς τὴν εὐπορίαν τοῦ σοῦ; Οὐκοῦν ἄπελθε, καὶ ἀφελοῦ αὐτοῦ τὸ ἱμάτιον, ὅπερ ἔχει μόνον, καὶ τῆς καλύβης ἐξάγαγε, καὶ κάθελε τὸ καταγώγιον καὶ οὐδὲ οὕτως ὄψει δυσχεραίνοντα οὐδὲ ἀλγοῦντα, ἀλλὰ σοι καὶ χάριν εἴσεται τούτων, ὅσον πρὸς φιλοσοφίαν πλέον ὠθεῖς αὐτόν· σοῦ δὲ ἂν τις δέκα δραχμὰς ἀφελῆται μόνον, θρηνῶν καὶ ὀδυρόμενος οὐ διαλείψεις ποτέ. Τὶς οὖν εὔπορος, ὁ τοῖς μικροῖς δακνόμενος, ἢ ὁ πάντων τῶν ὄντων καταφρονῶν; Καὶ μὴ τοῦτο ποιήσῃς μόνον, ἀλλὰ καὶ τῆς χώρας ἁπάσης ἀπέλασον, καὶ ὄψει γελῶντα ἐπὶ τούτοις, καθάπερ ἐπὶ παιδίου παίζοντος. Σὲ δὲ ἂν τῆς πατρίδος ἀπέλαση τις μόνον, τὰ δεινότατα πείσῃ, καὶ οὐδὲ οἴσεις τὴν συμφοράν· ἐκεῖνος δέ, ἅτε πάσης τῆς γῆς οὔσης αὐτοῦ καὶ τῆς θαλάσσης, οὕτως εὐκόλως καὶ ἀλύπως ἀπὸ τούτων ἐφ’ ἕτερα μεταστήσεται, καθάπερ σὺ διὰ τῶν οἰκείων ὁδεύων ἀγρῶν· μᾶλλον δὲ καὶ εὐκολώτερον. Σοὶ μὲν γὰρ εἰ καὶ διὰ τῶν σῶν βαδίζειν ἔξεστιν, ἀλλ’ ὅμως καὶ δι’ ἀλλοτρίων ἀνάγκη· ἐκεῖνος δὲ διὰ πάσης τῆς αὐτοῦ πορεύσεται γῆς· καὶ ποτὸν μὲν αὐτῷ πάντοθεν δαψιλῶς παρέχουσι λίμναι καὶ ποταμοὶ καὶ πηγαί, τροφὴ δὲ αὐτῷ λάχανα καὶ βοτάναι, καὶ ἄρτοι δὲ πολλαχόθεν. Οὔπω γὰρ σοι λέγω, ὅτι καὶ τῆς γῆς ἁπάσης καταφρονεῖ, πόλιν ἔχων τὸν οὐρανόν. Κἂν τελευτῆσαι δέῃ, τῆς τρυφῆς ὑμῶν ἥδιον οἴσει τὴν τελευτήν, καὶ εὔξεται οὕτως ἀποθανεῖν μᾶλλον, ἢ ὑμεῖς ἐπὶ τῆς πατρίδος καὶ τῆς εὐνῆς· ὥστε καὶ πλάνον καὶ φυγάδα καὶ ἀλήτην τὴν πόλιν ἔχοντα καὶ οἰκίαν οἰκοῦντα, ἀλλ’ οὐκ ἐκεῖνον εἴποι τις ἂν τὸν πάντων τούτων ἀπηλλαγμένον. Οὔτε γὰρ τῆς πατρίδος αὐτὸν ἐξαγαγεῖν δυνήσῃ, ἕως ἂν μὴ ἐξαγάγῃς τῆς γῆς ἁπάσης· τέως γὰρ οὕτως εἰρήσθω, ἐπεὶ κατὰ τὸν ἀληθῆ λόγον τότε μάλιστα αὐτὸν εἰς τὴν πατρίδα ἀποπέμψεις, ὅταν ἀπὸ τῆς γῆς ἐξαγάγῃς. Ἀλλ’ οὔπω τοῦτο πρὸς σὲ τὸν οὐδὲν πλέον τῶν ὁρωμένων εἰδότα. οὐδὲ γυμνὸν δεῖξαι δυνήσῃ, ἕως ἂν τὰ τῆς ἀρετῆς ἱμάτια περικείμενος ᾗ, οὔτε λιμῷ διαφθερεῖς ἕως ἂν εἴδη τὴν ὄντως τροφήν. Ἀλλὰ πᾶσι τούτοις οἱ πλουτοῦντές εἰσιν ἁλώσιμοι· ὥστε καὶ κατὰ τοῦτο οὐκ ἂν τις ἁμάρτοι τούτους μὲν πένητας προσειπών, καὶ σφόδρα πένητας, εὐπόρους δὲ ἐκείνους ἀκριβῶς. Ο γὰρ καὶ τροφῆς καὶ πότου καὶ οἰκίας καὶ ἀναπαύσεως πανταχοῦ δυνάμενος εὐπορεῖν, καὶ οὐ μόνον μὴ ἀλύων, ἀλλὰ καὶ ἥδιον ἐν τούτοις ἢ ὑμεῖς ἐν τοῖς ὑμετέροις διάγων, εὔδηλον ὅτι πάντων ὑμῶν τῶν πλουτούντων ἐστὶν εὐπορώτερος τῶν ἐπὶ τῆς οἰκίας μόνης τούτων δυναμένων εὐπορεῖν. Ὅθεν οὐδὲ πενίαν οἶδεν ἐκεῖνος θρηνῆσαί ποτε. Οὐδὲ γὰρ τῇ ἀφθονίᾳ μόνον οὗτος ὁ πλοῦτος βελτίων, οὐδὲ τῇ ἡδονή, ἀλλὰ καὶ τῷ ἀνάλωτος εἶναι, καὶ εἰς πτωχείαν μὴ μεταβαλεῖν ποτε, μηδὲ ὑποκεῖσθαι τῷ τοῦ μέλλοντος ἀδήλω, μηδὲ φροντίδας ἔχειν, μηδὲ βασκανία χειροῦσθαι, ἀλλὰ θαῦμα καὶ ἔπαινον καὶ εὐφημίαν κεκτῆσθαι πᾶσαν. Καίτοι γε ἐφ’ ὑμῶν τοὐναντίον ἔστιν ἰδεῖν. Οὐ γὰρ μόνον ὑμᾶς οὐκ ἐπαινοῦσι διὰ τὸν πλοῦτον, ἀλλὰ καὶ μισοῦσι καὶ ἀποστρέφονται καὶ βασκαίνουσι δὲ ὑμῖν καὶ ἐπιβουλεύουσιν οἱ πολλοί· οὗτος δὲ ἐπειδὴ πλουτεῖ πλοῦτον τὸν ἀληθῆ, διὰ τοῦτο θαυμάζεται μάλιστα, καὶ διὰ τοῦτο οὐ φθονεῖται οὐδὲ ἐπιβουλεύεται. Ἀλλ’ ἄρα πρὸς ὑγίειαν τὶς ἐπιτηδειότερος; Οὐχ ὁ μὲν ἐκεῖνον ἔχων καθάπερ τὰ ἄγρια τῶν ζώων εὐσωματεῖ καὶ σφριγᾷ, ἅτε ἀέρος ἀπολαύων καθαροῦ καὶ ναμάτων ὑγιεινῶν καὶ ἀνθῶν καὶ λειμώνων καὶ εὐωδίας εἰλικρινοῦς, οὗτος δὲ ὥσπερ βορβόρῳ κείμενος, μαλακώτερός τὲ ἐστι καὶ μᾶλλον ἐπίνοσος; Εἰ δὲ ἐν ὑγιείᾳ τὰ πρωτεῖα παρὰ τούτῳ, δηλονότι καὶ ἐν ἡδονῇ. Τινὰ γὰρ οἴει μᾶλλον τρυφᾷν, τὸν ἐπὶ βαθείας κατακεκλιμένον πόας, παρὰ πηγὴν καθαράν, ὑπὸ σκιὰν δένδρων ἀμφιλαφῶν, καὶ τὸν ὀφθαλμὸν ἑστιῶντα τῇ θέᾳ καὶ καθαρωτέραν ἔχοντα τοῦ οὐρανοῦ τὴν ψυχήν, καὶ ταραχῆς καὶ θορύβου πόῤῥω καθήμενον, ἢ τὸν ἐν οἰκίσκῳ κατακεκλεισμένον; Οὐ γὰρ δὴ τοῦ ἀέρος τὰ μάρμαρα καθαρώτερα, οὐδὲ τῆς σκιᾶς τῆς ἀπὸ τῶν δένδρων ἡ ἀπὸ τῆς ὀροφῆς ἡδίων, οὐδὲ ἡ ψηφὶς ἐδάφους ἄνθεσι καλλωπιζομένου ποικίλοις. Καὶ τούτων αὐτῶν ὑμεῖς οἱ πλουτοῦντες μάρτυρες, οἷς εἲ γε ἐνῆν ἐπὶ τῶν ὑπερῴων δένδρα ἔχειν, καὶ τὴν ἀπὸ τὴν λειμώνων παραμυθίαν, μᾶλλον ἂν εἵλεσθε τῆς στεγῆς τῆς χρυσῆς καὶ τῶν τοίχων τῶν θαυμαστῶν. Ὅταν γοῦν ἐκ πολλῶν πόνων πρὸς ἄνεσιν ἑαυτοὺς ἀφεῖναι ἐπιθυμήσητε, ταῦτα ἀφέντες, πρὸς ἐκεῖνα βαδίζετε. Ἀλλ’ ὑπὲρ δόξης ἴσως θρηνεῖς, τῆς πολλῆς ἐκείνης καὶ μεγάλης, οὐδαμοῦ φαινομένης ἐνταῦθα; Τὰ γὰρ βασίλεια τῇ ἐρημίᾳ παραβάλλων, καὶ τὰς ἐλπίδας ἃς ἐκεῖθεν ταῖς ἐντεῦθεν, ἐξ αὐτοῦ οἴει τοῦ οὐρανοῦ καταπεπτωκέναι τὸν υἱόν. Οὐκοῦν τοῦτο δεῖ πρῶτον μαθεῖν, ὡς οὔτε ἡ ἐρημία ἄτιμον ποιεῖ, οὔτε λαμπρὸν καὶ περιφανῆ τὰ βασιλεία, καὶ πρὶν ἐπὶ λογισμοὺς ἐλθεῖν ἐκ παραδειγμάτων σε ἀπαλλάξω τῆς ὑποψίας, παραδειγμάτων οὐ τῶν παρ’ ἡμῖν, ἀλλὰ τῶν ὑμετέρων. Διονύσιον ἴσως ἀκούεις τὸν Σικελίας τύραννον, ἀκούεις δὲ καὶ Πλάτωνα τὸν Ἀρίστωνος; Τὶς οὖν, εἰπὲ μοι, λαμπρότερος γέγονε; Τὶς δὲ ᾅδεται καὶ ἐν τοῖς τῶν πολλῶν κεῖται στόμασιν; Οὐχ ὁ φιλόσοφος τοῦ τυράννου μᾶλλον; Καίτοι ὁ μὲν τῆς τε Σικελίας ἁπάσης ἐκράτει, καὶ ἐν τρυφὴ διῆγε, καὶ μετὰ πολλοῦ τοῦ πλούτου καὶ τῶν δορυφόρων καὶ τῆς ἄλλης φαντασίας διετέλεσε ζῶν· ὁ δὲ ἐν τῷ τῆς Ἀκαδημίας κήπῳ διέτριβεν ἄρδων τε καὶ φυτεύων καὶ ἐλαίας ἐσθίων, καὶ εὐτελῆ παρατιθέμενος τράπεζαν, καὶ πάσης ἐκείνης τῆς φαντασίας ἐκτὸς ὤν. Καὶ οὐ τοῦτό πω θαυμαστόν, ἀλλ’ ὅτι καὶ δοῦλος γενόμενος, καὶ κατὰ τὴν τοῦ τυράννου γνώμην ἀπεμποληθείς, τοσοῦτον ἀπέσχεν ἀτιμότερος ἐκείνου φανῆναι διὰ ταῦτα, ὡς καὶ αὐτῷ τῷ τυράννῳ ἐκ τούτου φανῆναι αἰδέσιμος. Τοιοῦτον ἐστιν ἀρετή· οὐ δι’ ὦν ἐργάζεται μόνον, ἀλλὰ καὶ δι’ ὦν πάσχει κακῶς, οὐχ ἑαυτήν, ἀλλὰ καὶ τοὺς ποιοῦντας οὐκ ἀφιεῖσα κρύπτεσθαι καὶ λανθάνειν. Τὶ δὲ ὁ τούτου διδάσκαλος Σωκράτης; Πόσῳ Ἀρχελάου λαμπρότερος ἦν; Καίτοι ὁ μὲν βασιλεὺς ἦν, καὶ ἐν πολλῷ πλούτῳ διῆγεν· ὁ δὲ ἐν Λυκείῳ διέτριβε, καὶ ἑνὸς ἱματίου πλέον εἶχεν οὐδέν, καὶ τοῦτο μόνον καὶ χειμῶνος καὶ θέρους καὶ ἐν πάσαις ταῖς ὥραις τοῦ ἔτους περιβεβλημένος ἐφαίνετο· ἀνυπόδετός τε ἕξη διαπαντός, καὶ ἄσιτος ἅπασαν διεκαρτέρει τὴν ἡμέραν, ἄρτον τε ἐσιτεῖτο μόνον, καὶ τοῦτο ἦν αὐτῷ ὄψον καὶ σιτίον· καὶ οὐδὲ ταύτην οἴκοθεν παρετίθετο τὴν τράπεζαν, ἀλλὰ παρ’ ἑτέρων λαμβάνων, οὕτως ἐσχάτῃ συνέζη πενίᾳ· καὶ τοσοῦτον ἦν τοῦ βασιλέως λαμπρότερος, ὡς πολλάκις αὐτὸν καλοῦντος ἐκείνου πρὸς ἑαυτὸν μὴ θελῆσαι τὸ Λύκειον ἀφεῖναι, καὶ πρὸς τὸν ἐκείνου πλοῦτον ἐλθεῖν. Καὶ ἀπὸ τῆς δόξης δὲ τῆς κρατούσης νῦν καὶ τὰ πρότερα φαίνεται. Τούτων μὲν γὰρ τὰ ὀνόματα πολλοῖσι γνώριμα, ἐκείνων δὲ οὐδενί. Ὁ δὲ Σινωπεὺς πάλιν ἕτερος οὗτος φιλόσοφος τοσούτῳ καὶ τούτων καὶ ἑτέρων μυρίων τοιούτων βασιλέων εὐπορώτερος ἦν, καὶ ταῦτα ῥακίοις συζῶν, ὡς τὸν Φιλίππου τὸν Μακεδόνα στρατιὰν ἐπὶ Πέρσας ἄγοντα, πάντα ἀφέντα, ἰδόντα αὐτὸν ἀπελθεῖν, καὶ ἐρέσθαι δι’ ἑαυτοῦ, μὴ τινος δέοιτο, καὶ εἲ τι κελεύοι· αὐτὸν δὲ οὐδὲν ἀπαγγεῖλαι. Ἆρά σοι τῶν παραδειγμάτων ἅλις, ἢ βούλει καὶ ἑτέρων ἐπιμνησθῶμεν; Οὗτοι γὰρ οὐχὶ τῶν ἐν βασιλείοις μόνον λαμπρῶν, ἀλλ’ αὐτοῦ τοῦ βασιλεύοντος γεγόνασι λαμπρότεροι, τὸν ἰδιωτικὸν ἑλόμενοι βίον, καὶ ἀπράγμονα, καὶ πολιτείας οὐδὲ ἐγγὺς βουληθέντες ἐλθεῖν.
Καὶ ἐν αὐτῇ δὲ τῇ πολιτείᾳ οὐκ ἐκείνους ὄψει λαμπροὺς τοὺς ἐν πλούτῳ καὶ τρυφὴ περιουσίᾳ, ἀλλὰ καὶ τοὺς ἐν πενίᾳ, τοὺς ἐν εὐτελείᾳ, τοὺς ἐν ἀτύφῳ ζῶντας βίῳ. Παρὰ μὲν Ἀθηναίοις Ἀριστείδης, ὃν καὶ τελευτήσαντα ἡ πόλις ἔθαψε, καὶ πλούτῳ καὶ γένει καὶ τρυφὴ καὶ δυνάμει λόγων καὶ ῥώμῃ σώματος καὶ εὐγενείᾳ καὶ τοῖς ἄλλοις πᾶσιν Ἀλκιβιάδου κρατοῦντος τοσοῦτον λαμπρότερος ἦν, ὅσον παιδίου τίνος εὐτελοῦς φιλόσοφος θαυμαστός. Παρὰ Θηβαίοις Ἐπαμεινώνδας, ἄνθρωπος εἰς ἐκκλησίαν καλούμενος, καὶ διὰ τοῦτο μὴ δυνάμενος ἐλθεῖν, ἐπειδὴ αὐτῷ τὸ ἱμάτιον ἔτυχε πλυνόμενον, καὶ ἕτερον περιθέσθαι οὐκ εἶχε, πάντων τῶν γενομένων αὐτόθι στρατηγῶν ἐπισημότερος ἦν. Μὴ τοίνυν μοι τὴν ἐρημίαν εἴπῃς, μηδὲ τὰ βασίλεια. Οὐ γὰρ ἐν τόποις τὰ τῆς λαμπρότητος, καὶ τὰ τῆς περιφανείας, οὐδὲ ἐν ἱματίοις, οὐδὲ ἐν ἀξιώματι, οὐδὲ ἐν δυναστείᾳ, ἀλλ’ ἐν ἀρετῇ ψυχῆς καὶ φιλοσοφίᾳ μόνον.


ς’. Ἀλλ’ ἐπειδὴ τὰ παραδείγματα οὐ τοσαύτην ἔχει τὴν ἰσχύν, ἀπ’ αὐτοῦ τοῦ τοῦ παιδὸς ποιήσομαι τὴν ἐξέτασιν. Εὑρήσομεν γὰρ αὐτὸν οὐ μόνον λαμπρότερον ὄντα νῦν, ἀλλὰ καὶ δι’ ἐκεῖνα τιμιώτερον, δι’ ἅπερ ἄτιμον εἶναι φῂς καὶ εὐτελῆ. Εἰ γὰρ βούλει πείσαντες αὐτὸν ἀπὸ τοῦ ὄρους κατελθεῖν, πείσωμεν καὶ εἰς ἀγορὰν ἐμβαλεῖν, καὶ ὄψει πᾶσαν ἐπιστρεφομένην τὴν πόλιν, καὶ ὑποδεικνύντας αὐτὸν ἅπαντας καὶ θαυμάζοντας καὶ ἐκπληττομένους, ὡς ἀγγέλου τινὸς ἐξ οὐρανοῦ παραγενομένου νῦν. Ἡ ἕτερόν σοι τὰ τῆς δόξης τι εἶναι δοκεῖ; Οὐ γὰρ δὴ τῶν ἐν βασιλείοις ἔσται περιφανέστερος μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου, διὰ τὰ ἱμάτια ἐκεῖνα τὰ εὐτελῆ καὶ κατατετριμμένα. Οὐ γὰρ ἂν οὕτως ἅπαντας ἐξέπληττε χρυσοφορῶν, μᾶλλον δὲ καὶ ἁλουργίδα, καὶ αὐτὸν τὸν στέφανον περικείμενος ἐπὶ τῆς κεφαλῆς, καὶ τοῖς σηρικοῖς ἐπικαθήμενος στρώμασι, καὶ ὑπὸ τῶν ἡμιόνων ἑλκόμενος, καὶ τοῦ χρυσοφοροῦντας δορυφόρους ἔχων, ὡς νῦν ῥυπῶν καὶ αὐχμῶν καὶ παχὺ περιβεβλημένος ἱμάτιον, καὶ μηδένα ἀκολουθοῦντα ἐπαγόμενος, καὶ ἀνυπόδετος ὤν. Ἐκεῖνα μὲν γὰρ τὰ τοῦ βασιλέως νόμοις τε ὤρισται, καὶ τῆς συνηθείας ἐστί· καὶ διὰ ταῦτα κἂν εἴποι τις θαυμάζων τὸν βασιλέα, ὅτι στολὴν περιβέβληται χρυσῆν, οὐ μόνον οὐ θαυμάζομεν, ἀλλὰ καὶ γελῶμεν τὸ λεχθέν, ὡς οὐδὲν ἔχον παράδοξον· περὶ δὲ τοῦ παιδίου τοῦ σοῦ ἂν ἐλθὼν τις ἀπαγγείλῃ, ὅτι πλούτου καταγελάσας τοῦ πατρικοῦ, καὶ τὴν βιωτικὴν καταπατήσας φαντασίαν, καὶ τῶν κοσμικῶν ἐλπίδων ἀνώτερος γενόμενος, πρὸς τὴν ἐρημίαν μετέστη, καὶ χιτωνίσκον σαπρὸν ἐνέδυ καὶ φαῦλον, πάντες εὐθέως συνδραμοῦνται καὶ θαυμάσουσι καὶ κροτήσουσιν ὑπὲρ τῆς μεγαλοψυχίας αὐτόν. Καὶ τῶν μὲν βασιλέων μυρία κατηγορουμένων, οὐδὲν τὰ ἱμάτια προστήσεται τὰ χρυσᾶ, τοσοῦτον ἀπέχει θαυμαστοὺς δεῖξαι ὄντας αὐτούς· οὗτος δὲ καὶ ἀπὸ τῶν ἱματίων πολλὰς ἔχει τοῦ θαυμάζεσθαι τὰς ἀφορμάς. Ὥστε αὕτη ἡ στολὴ τῆς βασιλικῆς μᾶλλον αὐτὸν ἀπόβλεπτον ἀπέφηνε καὶ περιφανῆ, εἶ γε δι’ ἐκείνην μὲν οὐδεὶς βασιλέα ἐθαύμασε, διὰ σὲ ταύτην ἅπαντες τὸν περικείμενον ἐκπλαγήσονται. Καὶ τὶ μοι, φησί, τῆς τῶν πολλῶν ὑπονοίας ὄφελος καὶ τῶν ἐπαίνων; Καὶ μὴν δόξα οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ ταῦτα. Ἀλλ’ οὐ δέομαι, φησί, ταύτης, δυναστείαν δὲ ζητῶ καὶ τιμήν. Ἀλλ’ οἱ ἐπαινοῦντες καὶ τιμήσουσι πάντως. Εἰ δὲ δυναστείαν βούλει καὶ προστασίαν, καὶ ταύτην οὐχ ἧττον τῶν προτέρων παρὰ τούτοις οὖσαν μᾶλλον εὑρήσομεν· καὶ ἔχομεν μὲν αὐτὸ καὶ ἐκ παραδειγμάτων ποιεῖν φανερόν, ἐπὶ δὲ τὸν μάλιστά σε παραμυθούμενον τρόπον ἐλθόντες, οὐκ ἐπ’ ἄλλων τινῶν, ἀλλ’ ἐπ’ αὐτοῦ τοῦ σοῦ παιδὸς τὸν λόγον, ἐξετάσωμεν τοῦτον. Τὶ γὰρ δυνάμεως τῆς μεγίστης τεκμήριον εἶναι φῄς; Οὐ τὸ δύνασθαι μὲν ἀμύνεσθαι τοὺς λυποῦντας, δύνασθαι δὲ τοὺς εὐεργετοῦντας ἀμείβεσθαι. Καίτοι γε ταύτην ἅπασαν οὐδὲ παρὰ τῷ βασιλεύοντι ἴδοι τις ἄν· καὶ γὰρ πολλοὺς ἔχει τοὺς λυποῦντας, οὓς οὐκ ἂν δύναιτο λυπεῖν, καὶ πολλοὺς τοὺς εὖ ποιοῦντας, οὓς οὐκ ἂν εὐκόλως ἀμείψαιτο. Καὶ γὰρ ἐν πολέμοις πολλάκις λυπήσαντας πολεμίους, καὶ μυρία αὐτὸν εἰργασμένους κακά, ἀμύνασθαι ἐπιθύμησε μέν, οὐκ ἴσχυσε δέ· καὶ φίλους δὲ μεγάλα ἐπιδειξαμένους ἐκεῖ κατορθώματα, οὐκ ἔσχε τοῖς ἴσοις ἀμείψασθαι, προαναρπασθέντας τῆς ἀντιδόσεως, καὶ ἐν αὐτῷ τῷ πολέμῳ πεσόντας. Τὶ οὖν, ἂν ταύτης τῆς δυνάμεως, ἧς οὐδὲ βασιλεῖς ἀπολαύουσιν, ὡς ὁ λόγος ἀπέδειξεν, ἑτέραν πολλῷ μείζονα καὶ τὸν υἱὸν ἔχοντα ἀποδείξωμεν τὸν σόν; Καὶ μηδεὶς ἴσως τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ ὑπολάβοι λεγόντων ἡμῶν, οἷς ἀπιστεῖς· οὐχ οὕτως ἐπιλελήσμεθα τῶν ὑποσχέσεων· ἀλλ’ ἀπὸ τῶν ἐνταῦθα γινομένων παρεξόμεθα τὴν ἀπόδειξιν. Εἰ γὰρ δύναμις αὕτη μεγίστη, τὸ λυποῦντας δύνασθαι ἀμύνεσθαι, πολλῷ μεῖζον ταύτης τὸ τοιαύτην εὑρεῖν τοῦ βίου κατάστασιν, ἐν ᾗ μὲν οὐδ’ ἂν ἐθέλῃ τις λυπῆσαι δυνήσεται· ὅτι γὰρ ἐκείνου τοῦτο μεῖζον, ἂν ἐφ’ ἕτερον παράδειγμα τὸν λόγον ἀγάγωμεν, δῆλον ἡμῖν ἔσται καὶ φανερόν. Εἰπὲ γὰρ μοι, τὶ βέλτιον, οὕτως ἔμπειρον εἶναι τὰ πολεμικά, ὡς μηδένα τῶν τιτρωσκόντων ὑμᾶς ἄτρωτον διαφυγεῖν, ἢ σῶμα κεκτῆσθαι τοιοῦτον, ὡς μηδένα, κἂν μυρία ποιῇ, δύνασθαι πλῆξαι τὸ σῶμα; Παντὶ που δῆλον, ὅτι τοῦτο ἐκείνου καὶ δυνατώτερον καὶ θειότερον· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὃ πολλῷ τούτου ἀνώτερον. Ποῖον δὲ τοῦτο; Τὰ φάρμακα εἰδέναι, δι’ ὧν ἀφανισθήσεται τὰ τραύματα πάντα. Τριῶν τοίνυν τρόπων ὄντων, ἑνὸς μὲν τοῦ δύνασθαι τοὺς ἀδικοῦντας ἀμύνεσθαι, ἑτέρου δὲ ἀνωτέρου τοῦ καὶ τὰ οἰκεῖα τραύματα θεραπεύειν· οὐ γὰρ ἕπεται τοῦτο πάντως ἐκείνῳ· τρίτου δὲ τοῦ μηδενὶ τῶν ὄντων ἀνθρώπων εὐχείρωτον εἶναι, ὃ δὴ καὶ μεῖζον φύσεως ἀνθρωπίνης ἐστί, τοῦτον τὸν υἱὸν σὸν ἔχοντα ἀποδείξομεν.


ζ’. Καὶ ὅτι οὐ ψόφος ταῦτα τὰ ῥήματα, καὶ ταύτης τῆς μεγάλης δυνάμεως ἑτέραν πάλιν μείζονα μεταξὺ ζητοῦντες εὑρήκαμεν. Οὐ γὰρ δὴ μόνον οὐ δυναμένους, ἀλλ’ οὐδὲ βουλομένους ἐκείνων βλάψαι τινὰς ὄψεταί τις· ὥστε διπλᾶ τὰ τῆς ἀσφαλείας αὐτῷ. Τὶ οὖν θειότερον γένοιτ’ ἂν ταύτης τῆς ζωῆς, ἓν ᾗ μηδεὶς μήτε ἐθελήσῃ, μήτε ἂν ἐθέλη, δυνήσεται ποιῆσαι κακῶς; Καὶ μάλιστα, ὅταν τὸ μὴ θέλειν οὐκ ἐκ τοῦ μὴ δύνασθαι γίνηται, καθάπερ ἐπὶ πολλῶν, ἀλλ’ ἐκ τοῦ μηδεμίαν αἰτίαν εὑρεῖν. Ἐπεί, εἲ γε τοῦτο ἦν· μῖσος γὰρ ἂν ἐτέχθη πολὺ τοῖς θέλουσι μέν, οὐ δυναμένοις δὲ ἀδικεῖν· οὐ μικρὸς δὲ καὶ οὗτος μακαριότητος τρόπος. Αὐτὸ δὴ οὖν τοῦτο ἐξετάσωμεν, εἰ δοκεῖ, πρῶτον. Τὶς οὖν, εἰπὲ μοι, τὸν οὐδὲν κοινὸν ἔχοντα πρὸς ἀνθρώπους, οὐ συμβολαίων ἕνεκεν, οὐ γῆς, οὐ χρημάτων, οὐ πραγμάτων, οὐκ ἄλλου οὐδενός, ἐθελήσει βλάψαι ποτέ; Ὑπὲρ ποίας χώρας φιλονεικήσει πρὸς αὐτόν; Ὑπὲρ τινῶν ἀνδραπόδων; Ὑπὲρ ποίας δόξης; Τὶ δεδοικώς; Ὑπὸ τίνος δακνόμενος; Ἢ γὰρ φθόνῳ, ἢ δέει, ἢ ὀργῇ κινούμεθα πρὸς τὸ βλάπτειν ἑτέρους. Ἀλλ, οὗτος ὁ βασιλικώτατος πάντων ἐστὶν ἀνώτερος. Τὶς γὰρ φθονήσει τῷ πάντων καταγελῶντι τούτων, περὶ ἃ κόπτονται ἕτεροι καὶ σπουδάζουσι; Τὶς δὲ ὀργιεῖται μηδὲν ἠδικημένος; Τὶς δὲ φοβηθήσεται, μηδὲν ὑποπτεύων; Οὐκοῦν, ὅτι μὲν οὐ βουλήσονταί τινες ἀδικεῖν, ἐκ τούτου δῆλον· ὅτι δὲ οὐδ’ ἂν ἐθέλωσι δυνήσονται, καὶ τοῦτο ὁμοίως ἐκείνῳ δῆλον. Οὐ γὰρ ἔχει ἃς ἀφορμάς, οὐδὲ τὰς λαβάς, ὅθεν ἂν τις αὐτὸν κατάσχοι· ἀλλ’ ὥσπερ ἀετὸς ὑψηλὰ πετόμενος παγίδι στρουθῶν οὐκ ἂν ἁλῴη ποτέ, οὕτω καὶ οὗτος. Πόθεν γὰρ αὐτὸν τις βλάψαι δυνήσεται; Χρήματα οὐκ ἔστι παρ’ αὐτῷ, ἵνα ἀπειλήσῃ ζημίαν· πατρίδα οὐκ ἔχει, ἵνα τὴν ὑπερορίαν ἐπανατείνηται· δόξης οὐκ ἐφίεται, ἵνα εἰς ἀτιμίαν ἀγάγῃ· ἓν ἐστι τὸ λειπόμενον, θάνατος· ἀλλ’ ἐνταῦθα μάλιστα οὐ δυνήσεται αὐτὸν λυπῆσαί ποτε, ἀλλὰ καὶ ὠφελήσει τὰ μέγιστα. Πρὸς γὰρ ἑτέραν αὐτὸν πέμπει ζωήν, τὴν ποθουμένην αὐτῷ, καὶ δι’ ἦν ἅπαντα πράττει καὶ πραγματεύεται· ὥστε τοῦτο ἀπαλλαγὴ πόνων ἐστί, καὶ οὐ τιμωρία, ἀλλ’ ἱδρώτων λύσις καὶ ἀνάπαυλα. Βούλει καὶ ἕτερον τρόπον τῆς δυνάμεως αὐτοῦ μαθεῖν, πολλῷ τούτου φιλοσοφώτερον; Κἂν γὰρ μυρία τις αὐτὸν ἐργάσηται δεινά, κἂν μαστίξῃ, κἂν δήσῃ, τὸ μὲν σῶμα πλήττεται διὰ τὴν φύσιν, ἡ δὲ ψυχὴ ἄπληκτος διὰ τὴν φιλοσοφίαν μένει. Οὐδὲ γὰρ ἁλίσκεται θυμῷ, οὐ χειροῦται μίσει, οὐκ ἀπεχθεία καταγωνίζεται. Καὶ οὔπω τοῦτο μέγα, ἀλλὰ τὸ πολλῷ τούτου θαυμαστότερον· καθάπερ γὰρ εὐεργέτας καὶ προστάτας, οὕτω φιλεῖ τοὺς τὰ τοιαῦτα ἐργασαμένους, οὕτως εὔχεται πάντα αὐτοῖς γενέσθαι τὰ ἀγαθά. Καίτοι τὶ τοσοῦτον ἔδωκας ἂν αὐτῷ, εἰ μυριάκις αὐτὸν βασιλέα τῆς οἰκουμένης ἐποίησας, καὶ ἐπὶ μυρίοις ἔτεσι τὴν βασιλείαν ἐξέτεινας; Πόσης ἁλουργίδος τοῦτο τὸ κτῆμα, πόσης ἀρχῆς, πόσης δόξης οὐ τιμιώτερον; Τὶ οὐκ ἂν προήκατο, ὥστε ψυχὴν τοιαύτην λαβεῖν; Ἐμοὶ δοκεῖ καὶ τοὺς σφόδρα φιλοσωμάτους ἑλεῖν ἂν ταύτης τῆς ζωῆς τὴν ἐπιθυμίαν. Βούλει καὶ ἑτέρωθεν τὴν δύναμιν ἰδεῖν τοῦ ἀνδρὸς θαυμαστοτέραν καὶ ἡδίστην, ἀπὸ μέρους ταπεινοτέρου μέν, σοὶ δὲ μάλιστα ἡδίστου; Τὰ μὲν γὰρ εἰρημένα δείκνυσιν αὐτὸν ἀχείρωτον ὄντα καὶ ἀνάλωτον· ὅτι δὲ καὶ ἑτέρων προστήσεται, καὶ ἐν ἀσφαλείᾳ καταστήσει πολλῇ, τοῦτο ἴσως ζητεῖς μαθεῖν. Τοῦτο μὲν οὖν πρώτη ἐστὶ προστασία, τὸ καὶ ἑτέρους εἰς τὸν αὐτὸν ζῆλον ἀγαγεῖν, καὶ οὕτω ποιῆσαι ἰσχυρούς· εἰ δὲ μὴ θέλοιεν, ἀλλὰ τὴν ἀνθρωπινωτέραν ταύτην καὶ γηΐνην μετέρχοιντο ζωήν, καὶ ἐν ταύτῃ πάλιν ὄψει δύναμιν αὐτὸν ἔχοντα τοῦ πλουτοῦντος σοῦ μείζονα τὸν μηδὲν ἔχοντα δι’ αὐτὸ τοῦτο μάλιστα τὸ μηδὲν ἔχειν. Τὶς γὰρ μετὰ πλείονος ἐξουσίας διαλέξεται βασιλεῖ καὶ ἐπιτιμήσει; Σὺ ὁ τοσαῦτα κεκτημένος, καὶ ὑπεύθυνος ὧν διὰ ταῦτα καὶ τοῖς ἐκείνου δούλοις, καὶ ὑπὲρ ἁπάντων τρέμων, καὶ μυρίας αὐτῷ παρέχων λαβάς, εἰ βούλοιτό σε ἀδικεῖν ὀργισθείς, ἢ οὗτος ὁ τῶν ἐκείνου χειρῶν ἀνώτερος ὤν; Βασιλεῦσι μὲν γὰρ οὗτοι μάλιστα διελέχθησαν μετ’ ἐξουσίας πολλῆς, ὅσοι πάντων ἐγένοντο τῶν βιωτικῶν ἐκτός. Τίνι δὲ μᾶλλον εἴξει καὶ ἐπακούσεται ὁ ἐν δυνάμει ὤν, καὶ ἐν τοῖς βασιλείοις στρεφόμενος, τῷ πλουτοῦντί σοι, καὶ ὃν ὑποπτεύει ἕνεκα χρημάτων πολλὰ πολλάκις ποιεῖν, ἢ τῷ μίαν ἔχοντι τῶν ἐπιταγμάτων ὑπόθεσιν, τὴν εἰς τοὺς ἄλλους φιλανθρωπίαν; Τίνα τιμήσει καὶ θαυμάσεται, περὶ οὐ μηδὲν ταπεινὸν ὑποπτεύσαι δύνατ’ ἄν, ἢ τὸν καὶ τῶν οἰκετῶν ταπεινότερον εἶναι νομιζόμενον τῶν αὐτοῦ; Καθάπερ γὰρ ἐν χρήμασιν, ὅταν ἀναλίσκειν δέοι, ἐκεῖνος ὑπακούουσι μᾶλλον, οὕτω καὶ προστῆναι κελεύουσιν.


η’. Εἰ δὲ βούλει, μηδὲν δι’ ἑτέρων ἀνυέτω, ἀλλὰ δι’ ἑαυτοῦ· καὶ τὸν κακῶς παθόντα καὶ πρὸς τοῦτον ἀγάγωμεν καὶ πρὸς σέ, μᾶλλον δὲ μὴ πρὸς σέ, ἀλλὰ πρὸς αὐτὸν τὸν βασιλεύοντα· εἶτα ἴδωμεν τὶς μᾶλλον προνοῆσαι δυνήσεται τούτου. Καὶ πρῶτος ἀγέσθω τῶν ἄλλων ὁ πάντων δεινότατα πεπονθώς. Ἔστω γὰρ τὶς υἱὸν ἔχων μονογενῆ, καὶ ἐν ἀκμὴ τῆς ὥρας αὐτὸν ἀποβαλέτω. Τοῦτον οὔτε ἄρχων, οὔτε βασιλεύς, οὔτε ἄλλος τις ὠφελῆσαι δυνήσεται, μήτιγε σύ· οὐδὲν γὰρ αὐτῷ δώσεις τοιοῦτον, οἷον ἀπολώλεκεν. Ἐὰν δὲ πρὸς τὸν υἱὸν ἀγαγης τὸν σόν, πρῶτον μὲν αὐτὸν ἀπὸ τε τῆς ὄψεως, ἀπὸ τε τοῦ σχήματος, ἀπὸ τε τῆς οἰκήσεως ἀναστήσει ταχέως, καὶ πείσει μηδὲν ἡγεῖσθαι τὰ ἀνθρώπινα· ἔπειτα δὲ καὶ λόγοις ἀπελάσει τὸ νέφος εὐκόλως. Ἀπὸ δὲ τῆς σῆς οἰκίας καὶ πλέον ἕξει τὸ πένθος ἐκεῖνος. Ὅταν γὰρ ἴδῃ ταύτην καθαρὰν οὖσαν κακῶν, καὶ πολλῆς εὐπραγίας γέμουσαν καὶ κληρονόμον ἔχουσαν, μᾶλλον κατακαήσεται· ἐκεῖθεν δὲ ἡμερώτερος ἔσται καὶ φιλοσοφώτερος. Ὁρῶν γὰρ τοσαύτης μὲν οὐσίας ὑπερορῶντα τὸν σὸν υἱόν, τοσαύτης δὲ δόξης καὶ λαμπρότητος, οὐκ ἀλγήσει τῷ τελευτήσαντι τοσοῦτον. Πῶς γὰρ αὐτὸν δήξεται τὸ μηδένα κληρονόμον ἔχειν τῶν αὐτοῦ, ὅταν ἴδῃ τούτων πάντων καταφρονοῦντα ἕτερον; Καὶ τοὺς περὶ φιλοσοφίας δὲ λόγους εὐκολώτερον παρ’ ἐκείνου ἀκούσεται τοῖς ἔργοις ἐπαληθεύοντος. Σὺ δὲ ἂν χᾶναι τολμήσῃς μόνον, καὶ ἀθυμίας αὐτὸν ἐμπλήσεις πολλῆς, ἅτε ἐπ’ ἀλλοτρίοις φιλοσοφῶν κακοῖς· ἐκεῖνος δὲ αὐτὸν διὰ τῶν πραγμάτων διδάσκων, πείσει ῥᾳδίως, ὅτι οὐδὲν ὕπνου πλέον ὁ θάνατος ἔχει· οὐ γὰρ πολλοὺς ἀριθμήσει πατέρας τὰ αὐτὰ πεπονθότας ἐκείνῳ, ἀλλ’ ἑαυτὸν δείξει καθ’ ἑκάστην ἡμέραν ἐν τῷ σώματι μελετῶντα τὴν τελευτήν, καὶ πρὸς ταύτην παρεσκευασμένον ἀεί, καὶ τοὺς περὶ τῆς ἀναστάσεως λόγους πιστοτέρους ποιήσας, οὕτως ἀποπέμψει τὸ πολὺ τῆς ὀδύνης ἀποθέμενον βάρος, καὶ τῶν συνδείπνων καὶ περιδείπνων πολλῷ μᾶλλον τὰ τούτου ῥήματα, καὶ ἡ διὰ τῶν πραγμάτων ἐπίδειξις ῥᾷον τὸν παθόντα διαθεῖναι δυνήσεται. Καὶ τοῦτον μὲν οὕτως ἰάσεται. Ἀγέσθω δὲ πρὸς αὐτὸν καὶ ἕτερος, εἰ βούλει νόσῳ μακρᾷ τοὺς ὀφθαλμοὺς ἐκκοπείς· τὶ τούτου δυνήσῃ προστῆναι; Ἐκεῖνος μὲν γὰρ δεικνὺς ὅτι οὐδὲν τοῦτο δεινόν, κατακλεισμένος τε ἐν οἰκίσκῳ μικρῷ καὶ πρὸς ἕτερον ἐπειγόμενος φῶς, καὶ τὸ παρὸν οὐδὲν μέγα πρὸς ἐκεῖνο ἡγούμενος, παιδεύσει γενναίως τὴν συμφορὰν ἐνεγκεῖν. Ἀλλὰ τοὺς ἐπηρεαζομένους πεῖσαι δυνήσῃ φιλοσοφεῖν; Οὐδαμῶς, ἀλλὰ καὶ ἐνοχλήσεις μᾶλλον· τὰ γὰρ οἰκεῖα κακὰ ἐν τοῖς τῶν πέλας ἀγαθοῖς ἀκριβέστερον εἰώθαμεν καθορᾷν. Ὁ δὲ υἱὸς ὁ σὸς καὶ τούτους εὐκολώτερον ἀνακτήσεται. Παρίημι τὴν ἀπὸ τῶν εὐχῶν βοήθειαν, πολλῷ τούτων ἁπάντων οὖσαν μείζονα· παρίημι δέ, ἐπειδὴ πρὸς σὲ μοι νῦν ὁ λόγος ἐστίν. Εἰ δὲ τιμᾶσθαι βούλει διὰ τὸν υἱὸν καὶ μὴ καταφρονεῖσθαι (εἰκὸς γὰρ σε καὶ τούτων ἐρᾷν), οὐκ οἶδα πῶς ἂν ἑτέρως μᾶλλον ἔτυχες τούτου, ἢ παῖδα κτησάμενος τὴν ἀνθρωπίνην ὑπερβαίνοντα φύσιν, καὶ λαμπρὸν οὕτω πανταχοῦ τῆς οἰκουμένης φαινόμενον, καὶ μετὰ τῆς εὐδοκιμήσεως ταύτης οὐδὲ ἐχθρὸν τινα ἔχοντα. Ἐν ἐκείνῃ μὲν γὰρ ὢν τῇ δυναστείᾳ, πολλοῖς μὲν αἰδέσιμος, πολλοῖς δὲ καὶ μισητὸς ἦν· ἐνταῦθα δὲ πάντες αὐτὸν οἱ τιμῶντες μεθ’ ἡδονῆς τοῦτο πράττουσιν. Εἰ γὰρ ταπεινοὶ καὶ ἐκ ταπεινῶν ὄντες τινὲς ἀγροίκων υἱοί, καὶ χειροτεχνῶν, ἐπὶ τὴν φιλοσοφίαν ταύτην ἐλθόντες, οὕτως ἐγένοντο τίμιοι πᾶσιν, ὡς μηδένα τῶν ἐν τοῖς μεγάλοις ὄντων ἀξιώμασιν αἰσχυνθῆναι πρὸς τὸ καταγώγιον τοῦτον ἐλθεῖν, καὶ λόγων μετασχεῖν καὶ τραπέζης, ἀλλ’ ὥσπερ μεγάλων τινῶν ἀγαθῶν, ὅπερ οὖν καὶ ἔστιν, ἀπολαύσαντας οὕτω διατεθῆναι, πολλῷ μᾶλλον, ὅταν ἀπὸ λαμπροῦ μὲν ὁρμώμενον γένους, λαμπρᾶς δὲ οὐσίας, τοσούτων δὲ ἐλπίδων, πρὸς ἐκείνην ἴδωσιν ἐλθόντα τὴν ἀρετήν, τοῦτο ἐργάσονται. Ὥστε ὃ μᾶλλον πενθεῖς, τὸ ἐκ τοιούτων ἐπ’ ἐκεῖνα βαδίσαι, τοῦτό ἐστιν ὃ μάλιστα πάντων αὐτὸν εὐδόκιμον ποιεῖ, καὶ πάντας οὐχ ὡς ἀνθρώπῳ, ἀλλ’ ὡς ἀγγέλῳ τινὶ προσέχειν ἀναπείθει λοιπόν. Οὐ γὰρ δὴ ταῦτα, ἃ περὶ τῶν ἄλλων ὑποπτεύουσιν, ὑπονοήσουσι καὶ περὶ τούτου, ὅτι τιμῆς ἐρῶν, καὶ χρημάτων ἐφιέμενος, καὶ λαμπρὸς ἐκ ταπεινοῦ γενέσθαι ἐπιθυμῶν, ταύτην εἵλετο τὴν ὁδόν· ταῦτα γὰρ εἰ καὶ περὶ τῶν ἄλλων λεγόμενα ψευδῆ τὲ ἐστι καὶ πονηρίας ῥήματα, ἐπὶ τοῦ τοῦ παιδὸς οὔτε ὑπόνοιαν δυνήσεται παρασχεῖν.


θ’. Καὶ μὴ τοι νομίσῃς βασιλέων ὄντων εὐσεβῶν ταῦτα γίνεσθαι μόνον, ἀλλὰ κἂν μεταπέσῃ τὰ τῆς ἀρχῆς καὶ οἱ κρατοῦντες ἄπιστοι γένωνται, καὶ τότε τὰ τοῦ παιδὸς ἔσται λαμπρότερα. Οὐ γὰρ δὴ οἷα τὰ τῶν Ἑλλήνων, τοιαῦτα καὶ τὰ παρ’ ἡμῖν, οὐδὲ ταῖς τῶν κρατούντων ἕπεται γνώμαις, ἀλλ’ ἕστηκεν ἐπὶ τῆς οἰκείας ἰσχύος καὶ τότε μάλιστα φαίνεται, ὅταν μάλιστα πολεμῆται· ἐπεὶ καὶ ὁ στρατιώτης εὐδόκιμος μὲν ἐστι καὶ εἰρήνης οὔσης, λαμπρότερος δὲ ἔσται καταλαβόντος πολέμου. Ὥστε καὶ Ἑλλήνων κρατούντων, ὁμοίως ἔσται σοι καὶ μειζόνως τὰ τῆς τιμῆς. Οἱ γὰρ δὴ τότε τὸν υἱὸν αἰδούμενοι τὸν σόν, πολλῷ μᾶλλον τοῦτο ποιήσουσιν, ὅταν παραταττόμενον ἴδωσι, καὶ πλείονι κεχρημένον, τῇ παῤῥησίᾳ, καὶ πολλὰς τῆς εὐδοκιμήσεως ἔχοντα τὰς ἀφορμάς. Βούλει καὶ τὰ πρὸς σὲ ἐξετάσωμεν, ἢ περιττὸς οὗτος ὁ λόγος; Ὁ γὰρ πρὸς ἑτέρους οὕτως ἥμερος ὧν καὶ πρᾶος, ὡς μηδενὶ λαβὴν παρασχεῖν, πολλῷ μᾶλλον ἐν πολλῇ τὸν πατέρα ἕξει τιμῇ, καὶ θεραπεύσει πολλῷ πλέον, ἢ εἰ δυναστείαν μετῆλθε κοσμικήν. Ἐν ἀρχῇ μὲν γὰρ μεγάλῃ γενόμενος, ἄδηλον εἰ μὴ καὶ τοῦ πατρὸς ἔμελλεν ὑπερορᾷν· νῦν δὲ βίον εἵλετο, δι’ ὃν καὶ τοῦ βασιλέως βασιλικώτερος ὧν, πάντων ἔσται πρὸς σὲ ταπεινότερος. Τοιαύτη γὰρ ἡ παρ’ ἡμῖν φιλοσοφία τὰ δοκοῦντα ἐναντία εἶναι, μετριοφροσύνην καὶ ὕψος, συνάγει εἰς μίαν ψυχήν. Καὶ τότε μὲν ἅτε χρημάτων ἐρῶν, καὶ ἠσμένισεν ἂν σου τὴν τελευτήν· νῦν δὲ καὶ εἰς μῆκος ἐκταθῆναί σοι τὴν ζωὴν εὔχεται, ὥστε καὶ ἐν τούτῳ λαμπροὺς αὐτῷ γενέσθαι τοὺς στεφάνους. Οὐ γὰρ δὴ μικρὸς ἡμῖν κεῖται μισθὸς τοῖς τοὺς γεγεννηκότας τιμῶσιν, ἀλλ’ ὡς δεσπότας αὐτοὺς ἡγεῖσθαι κελευόμεθα, λόγῳ τε καὶ ἔργῳ θεραπεύειν, ὅταν μηδὲ τὰ τῆς εὐσεβείας παραβλάπτηται. Τὶ γάρ, φησίν, αὐτοῖς ἀνταποδώσεις καθὼς αὐτοὶ σοι; Ἐννόησον οὖν τὸν ἐν τοῖς ἄλλοις ἅπασι πρὸς ἄκρον ἥκοντα τῆς ἀρετῆς, πῶς εἰκὸς καὶ τοῦτο μετὰ πολλῆς φυλάξεσθαι τῆς ὑπερβολῆς τὸ καλόν. Κἂν γὰρ ἀποθανεῖν ὑπὲρ τῆς σῆς δέοι κεφαλῆς, οὐ παραιτήσεται, ἅτε οὐ μόνον διὰ τὸν παρὰ τῆς φύσεως κείμενον νόμον θεραπεύων σε καὶ τιμῶν, ἀλλὰ πρὸ τῶν ἄλλων διὰ τὸν Θεόν, δι’ ὃν καὶ πάντων τῶν ἄλλων ὁμοῦ κατεφρόνησεν. Ὅταν οὖν καὶ εὐδοκιμώτερος ᾗ νῦν καὶ εὐπορώτερος καὶ δυνατώτερος καὶ ἐλευθεριώτερος, καὶ μᾶλλόν σου δοῦλος ἢ πρότερον μετὰ τῆς τοσαύτης μεγαλονοίας, τίνος ἕνεκεν, εἰπὲ μοι, θρηνεῖς; Ὅτι καθ’ ἑκάστην οὐ τρέμεις τὴν ἡμέραν, μὴ ποτε ἐν πολέμῳ πέσῃ, μὴ ποτε πρόσκρουσῃ βασιλεῖ, μὴ ποτε βασκανίᾳ τῶν συστρατευομένων ἁλῷ; Ἢ οὐχὶ καὶ ταῦτα, καὶ τούτων πλείονα δεδοίκασι τῶν εὐδοκιμούντων οἱ πατέρες; Καθάπερ γὰρ οἱ παιδίον ἐφ’ ὑψηλοῦ τινος στήσαντες τόπου τρέμειν ἀναγκάζονται μὴ καταπέσῃ, οὕτω καὶ οἱ πρὸς μεγάλην ἀρχὴν ἀνάγοντες τοῦ υἱεῖς. Ἀλλ’ ἔχει τινὰ ἡδονὴν ἡ ζώνη, καὶ ἡ χλαμύς, καὶ ἡ τοῦ κήρυκος φωνή. Καὶ μέχρι πόσων ἡμερῶν ταῦτα, εἰπὲ μοι; Μέχρι τριάκοντα, καὶ ἑκατόν, καὶ δὶς τοσοῦτον; Καὶ τὶ μετὰ ταῦτα; Οὐχ ὥσπερ ὄναρ; Οὐχ ὥσπερ μῦθος; Οὐχ ὥσπερ σκιὰ πάντα διῆλθεν ἐκεῖνα; Νῦν δὲ αὐτῷ μέχρι τέλους τὰ τῆς τιμῆς, μᾶλλον δὲ καὶ μετὰ τὴν τελευτήν, καὶ πολλῷ πλέον τότε, καὶ ταύτην αὐτὸν οὐδεὶς ἀφαιρήσεται τὴν ἀρχήν, ἅτε οὐχ ὑπὸ ἀνθρώπων, ἀλλ’ ὑπ’ αὐτῆς χειροτονηθέντα τῆς ἀρετῆς. Ἀλλ’ ἐβούλου πολυτελῆ φοροῦντα ἱμάτια, καὶ ἐφ’ ἵππου φερόμενον ὁρᾷν, καὶ πλῆθος ἔχοντα οἰκετῶν, καὶ παρασίτους τρέφοντα καὶ κόλακας. Τίνος ἕνεκεν ταῦτα ἤθελες; Οὐχ ἡδονὴν αὐτῷ διὰ τούτων ἁπάντων κατασκευάζων; Ἂν οὖν ἀκούσῃς αὐτοῦ λέγοντος (ἡμῖν γὰρ ἴσως οὐ πείσῃ), ὅτι τῶν ἐν τρυφῇ ζώντων καὶ πορνείαις καὶ μουσικῇ καὶ παρασίτοις καὶ κόλαξι καὶ τῇ ἄλλῃ βλακείᾳ, τοσούτῳ τὸν βίον ἡγεῖται τοῦτον ἡδίω, ὡς ἑλέσθαι μυρίους θανάτους πολλάκις, εἲ τις κελεύοιτο ταύτην τὴν ἠδυνὴν ἀφέντα πρὸς ἐκείνην μεταπηδῆσαι, τὶ πρὸς ταῦτα ἐρεῖς; Οὐκ οἶδας ὅσην ὁ ἀπράγμων βίος ἔχει τὴν ἡδονήν; Τάχα οὐδὲ ἄλλος ἀνθρώπων οὐδείς, ἅτε μηδέπω ταύτης γευσάμενος καθαρῶς. Ὅταν δὲ καὶ λαμπρότης προσῇ, καὶ τὰ ἄμικτα ταῦτα πάλιν συνέρχηται, ἀσφάλειά τε καὶ εὐδοκίμησις, τὶ ταύτης βέλτιον γένοιτ’ ἂν τῆς ζωῆς; Ἀλλὰ τὶ μοι ταῦτα διαλέγῃ, φησί, πόῤῥω φιλοσοφίας ἑστῶτι; Τὶ οὖν καὶ τὸν υἱὸν κωλύεις γενέσθαι ταύτης ἐγγύς; Ἀρκεῖ μέχρι σοῦ στῆναι τὰ τῆς ζημίας. Οὐχ ἤγη μεγίστην εἶναι ζημίαν, ὅταν πρὸς ἔσχατον γῆρας ἐλάσαντες, ἅτε μηδὲν ἐπὶ τῆς πρώτης ἡλικίας καρπωσάμενοι χρηστόν, δυσχεραίνητε πρὸς τὸ γῆρας; Καὶ μὴν διὰ τοῦτο, φησίν, αὐτὸ δυσχεραίνομεν, ὅτι μεγάλα ἡμᾶς ὤνησεν ἡ νεότης. Ποίᾳ μεγάλα; Δεῖξον ἔχοντα τὸν γέροντα τὰ μεγάλα ἐκεῖνα· εἰ γὰρ εἶχεν αὐτά, καὶ μεμενήκει διαρκῇ, οὐκ ἂν ὡς ἔρημος ὧν ἁπάντων τούτων οὕτως ὠδύρετο· εἰ δὲ ἀπέπτη καὶ ἐμαράνθη, ποίᾳ μεγάλα τὰ οὕτω ταχέως σβεννύμενα; Ἀλλ’ οὐχ ὁ παῖς τοῦτο πείσεται ὁ σός, ἀλλ’ εἲ ποτε εἰς γῆρας ἔλθοι μακρόν, οὐκ ὄψει ταῦτα ἀποδυσπετοῦντα ἅπερ καὶ ὑμεῖς, ἀλλὰ χαίροντα καὶ γαννύμενον καὶ ἀγαλλόμενον· τὰ γὰρ ἀγαθὰ αὐτῷ τότε ἀκμάζει μᾶλλον. Ὁ δὲ πλοῦτος ὁ ὑμέτερος, κἂν μυρία ἀγαθὰ κεκτημένος ᾗ, ἐπὶ τῆς πρώτης αὐτὰ συνέστειλεν ἡλικίας· οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ μένει καὶ ἐν γήρᾳ καὶ μετὰ τὴν τελευτὴν συναπέρχεται. Διὰ ταῦτα ὑμεῖς μὲν τὴν οὐσίαν ὑμῖν αὐξανομένην ὁρῶντες ἐν γήρᾳ, καὶ πολλὰ καὶ δόξης καὶ τρυφῆς ὑποθέσεις ἔχοντες, ἐπηρεάζεσθε, ἅτε οὐκ ἀρκούσης τῆς ἡλικίας πρὸς τὴν ἀπόλαυσιν· διὰ τοῦτο καὶ πρὸς τὴν τελευτὴν φρίττετε, καὶ πάντων ἐλεεινοτέρους εἶναί φατε τότε μαλίας, ὅταν εὐδοκιμῆτε. Ἐκεῖνος δὲ τότε ἀναπαύσεται μάλιστα, ὅταν γηράσῃ, ἅτε εἰς λιμένα ἐπειγόμενος ἐλθεῖν, καὶ νεότητα μὲν ἔχων ἀεὶ ἀκμάζουσαν, εἰς γῆρας δὲ οὐδέποτε ἐπείγουσαν. Σὺ δὲ τοιαύτην τρυφὴν τὸν υἱὸν ἐβούλου τρυφᾷν, δι’ ἣν ἂν μετενόησε μυριάκις, καὶ ἤλγησεν ἐν γήρᾳ γενόμενος. Ἀλλὰ μὴ γένοιτο μηδὲ τοὺς ἐχθροὺς τοὺς ὑμετέρους τοιαῦτα τρυφῆσαί ποτε. Καὶ τὶ λέγω τὸ γῆρας; Ἐν γὰρ ἡμέρᾳ μιᾷ σβέννυται τὰ τῆς ἡδονῆς ἐκείνης· μᾶλλον δὲ οὐκ ἐν ἡμέρᾳ, οὐδὲ ἐν ὥρᾳ, ἀλλὰ καὶ ἐν μικρᾷ καὶ ἀκαριαίᾳ ῥοπῇ. Τὶ γὰρ ἐστιν ἡδονή; Οὐ τὸ γαστρίζεσθαι, καὶ συβαριτικὰς παρατίθεσθαι τραπέζας, καὶ γυναιξὶν ὡραίαις συγγίνεσθαι καθάπερ τινὰς χοίρους ἐν βορβόρῳ κυλινδουμένους;

ι’. Ἀλλὰ γὰρ μήπω τοῦτο· τὴν δὲ ἡδονὴν ἐξετάσωμεν τέως, εἰ μὴ ψυχρὰ τις ἐστι καὶ εὐτελής, καὶ εἰ βούλει, πρώτην τὴν ἡδίω δοκοῦσαν εἶναι τὴν τῆς τρυφῆς. Δεῖξον οὖν μοι τὸν ταύτης καιρόν, καὶ πόσον κατέχειν ὑμᾶς δύναιτ’ ἂν μέρος ἡμέρας; Τοσοῦτον, ὅσον οὐδὲ ὀφθῆναι καλῶς. Ἅμα τε γὰρ ἐνεπλήσθη τις, καὶ τὴν ἡδονὴν ἔσβεσε, καὶ πρὸ τῆς πλησμονὴν δὲ ρεύματος θᾶττον παρέρχεται, πρὸς αὐτὸν ἀφανιζομένη τὸν λαιμόν, καὶ οὐδὲ τοῖς σιτίοις ἀρκοῦσα συγκατελθεῖν· ὁμοῦ τε γὰρ παρῆλθε τὴν γλῶτταν, καὶ συγκατέλυσε τὴν ἰσχύν. Καὶ σιωπῶ τὰ λοιπὰ κακά, καὶ ὅσος ἀπὸ ταύτης γίνεται τῆς τρυφῆς ὁ χειμών· οὐ γὰρ μόνον ἡδίων ὁ μὴ τρυφήσας, ἀλλὰ καὶ κουφότερος, καὶ ῥᾷον διάκεισαι τοῦ διασπασθέντος ὑπὸ τῆς πλησμονῆς· «Ὕπνος γάρ, φησίν, ὑγιείας ἐν σπλάγχνῳ μετρίω». Τὶ δεῖ λέγειν τὰς νόσους, τὰς ἀηδίας, τὰς συμφοράς, τὰς δαπάνας τὰς εἰκῆ; Ὅσαι αἱ αἰτιάσεις, ὅσαι αἱ ἐπιβουλαί, ὅσοι αἱ ἀπὸ τοῦτον ἐπήρειαι τῶν συμποσίων βλαστάνουσιν; Ἀλλὰ τὸ πόρναις γυναιξὶν ὁμιλεῖν ἡδύ; Καὶ ποία μετὰ τοσαύτης αἰσχύνης ἡδονὴ γένοιτ’ ἄν; Μάλιστα δὲ μηδὲ ἐνταῦθα τοῦτο ἐξετάζωμεν τέως, μηδὲ τὰς ἐκ τῶν ἐραστῶν μάχας, μηδὲ τοὺς ἐκ τῶν ἀντεραστῶν πολέμους, μηδὲ τὰς κατηγορίας· ἀλλ’ ἔστω τις μετ’ ἐξουσίας ἀπολαύων τῆς ἀσελγείας ἐκείνης, καὶ μήτε ἀντεραστὴν ἐχέτω, μήτε ὑπεροράσθω παρὰ τῆς ἐρωμένης, τὰ τε χρήματα ὥσπερ ἐκ πηγῶν ἀναλισκέτω, καίτοι οὐδαμοῦ ταῦτα συμβεβηκέναι πάντα δυνατόν, ἀλλὰ δεῖ τὸν μὲν μὴ μέλλοντα ἔχειν ἀντεραστὴν τὴν οὔσαιν καταλῦσαι πᾶσαν, νικῶντα τῇ φιλοτιμίᾳ τοὺς ἄλλους ἅπαντας, τὸν δὲ μὴ βουλόμενον ἀπορεῖν ὑπερορᾶσθαι παρὰ τῆς πόρνης καὶ διαπτύεσθαι πάλιν. Πλὴν ἀλλὰ μηδὲν ἔστω τούτων, ἀλλὰ πάντα αὐτῷ κατὰ νοῦν προχωρείτω· ποῦ τὴν ἐκ τούτων ἡδονὴν ἐπιδεῖξαι ἔχεις ἡμῖν; Οὐδὲ γὰρ ἐν αὐτῷ τῷ τῆς μίξεως φαίνεται καιρῷ, ἀλλ’ ὁ μὲν πληρώσας τὴν συνουσίαν, καὶ τὴν ἡδονὴν ἔσβεσεν, ὁ δὲ ἐν τῇ μίξει ὤν, οὐκ ἔστιν ἡδονῇ, ἀλλ’ ἐν θορύβῳ καὶ ταραχῇ καὶ οἴστρῳ καὶ μανίᾳ καὶ κλόνῳ πολλῷ καὶ βρασμῷ. Ἀλλ’ οὐχ ἡ παρ’ ἡμῖν ἡδονὴ τοιαύτη· μὴ γένοιτο· ἀλλὰ διαπαντὸς ἀχείμαστον τηρεῖ τὴν ψυχήν, καὶ θόρυβον οὐδένα, οὐδὲ κλόνον ἐπάγει, καθαρὰν δὲ τινα εὐφροσύνην καὶ εἰλικρινῆ καὶ ἔνδοξον καὶ τέλος οὐκ ἔχουσαν, δυνατωτέραν τε πολλῷ καὶ σφοδροτέραν τε πολλῷ καὶ σφοδροτέραν τῆς παρ’ ὑμῖν. Ὅτι γὰρ ἡδίων αὕτη ἡ ἡδονή, τὴν μὲν ὑμετέραν ἱκανὸς ἀποστῆσαι φόβος· κἂν γὰρ βασιλεὺς γράμματα καταπέμψῃ θάνατον ἀπειλοῦντα, τὸ πλέον τῶν ἀνθρώπων ἐκστήσεται ταύτης τῆς ἡδονῆς· ἐκείνης δέ, κἂν μυρίους θανάτους τις ἐπιφέρει, οὐ πείσει καταφρονεῖν, ἀλλὰ καὶ γελασθήσεται μᾶλλον· οὕτω τυραννικωτέρα τε αὕτη ἐστὶν ἐκείνης καὶ ἡδίων, καὶ οὐδ’ ἂν σύγκρισιν δέξαιτο πρὸς ἐκείνην. Μὴ δὲ βασκήνῃς τῷ παιδί, ἀπὸ τῶν ρεόντων ἀγαθῶν, μᾶλλον δὲ οὐδὲ ὄντων, ἐπὶ τὰ ὄντα καὶ μένοντα διαβαίνοντι, μηδὲ θρήνει τὸν μακαρίζεσθαι ἄξιον, ἀλλ’ εἲ τις μὴ τοιοῦτος καθάπερ ἐν εὐρίπῳ τῷ παρόντι βίῳ φερόμενος. Καὶ τὸ δὴ κεφάλαιον εἰ γὰρ καὶ ἄπιστος σὺ καὶ Ἕλλην, ὅμως κἂν τοῦτον παραδέξῃ τὸν λόγον. Ἀκούεις Κωκυτοὺς πάντως καὶ Πυριφλεγέθοντας ποταμούς, καὶ Στυγὸς ὕδωρ, καὶ Τάρτατον τοσοῦτον ἀπέχοντα τῆς γῆς, ὅσον αὕτη τοῦ οὐρανοῦ, καὶ πολλοὺς κολάσεων τρόπους. Εἰ γὰρ καὶ μετὰ ἀληθείας, ὡς ἔχει, ταῦτα εἰπεῖν οὐκ ἠδυνήθησαν Ἕλληνες, ἅτε ἀπὸ λογισμῶν κινηθέντες καὶ παρακουσμάτων τῶν παρ’ ἡμῖν, ἀλλ’ ὅμως εἰκόνα τινὰ κρίσεως ἔλαβον· καὶ ποιητὰς καὶ φιλοσόφους καὶ λογοποιούς, καὶ πάντας εὑρήσεις ὑπὲρ τούτων φιλοσοφοῦντας τῶν δογμάτων. Ἀκούεις δὲ καὶ Ἠλύσιον πεδίον, καὶ μακάρων νήσους, καὶ λειμῶνας, καὶ μυρσίνας, καὶ λεπτὴν αὔραν, καὶ εὐωδίαν πολλήν, καὶ χοροὺς ἐκεῖ διατρίβοντας, καὶ λευκὴν περιβεβλημένους στολήν, χορεύοντάς τε καὶ ᾄδοντας ὕμνους τινάς, καὶ ὅλως καὶ πονηροῖς καὶ ἀγαθοῖς ἀποκειμένην ἀντίδοσιν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. Πῶς οὖν οἴει μετὰ τοιούτων βιοῦν τῶν λογισμῶν τοὺς τε ἀγαθούς, τοὺς τε οὐ τοιούτους; Οὐχ οἱ μὲν ταῦτα στρέφοντες, κἂν ἀλύπως αὐτοῖς καὶ μετὰ πολλῆς τῆς ἡδονῆς τὰ τοῦ παρόντος προχωρῇ βίου, καθάπερ ὑπὸ τινος ἐλαύνονται μάστιγος τοῦ συνειδότος καὶ τῆς προσδοκίας τῶν δεξομένων αὐτοὺς δεινῶν· οἱ δὲ ἀγαθοὶ κἂν μυρία πάσχωσι κακά, κατὰ Πίνδαρον, ἐλπίδα κουροτρόφον ἔχουσιν οὐκ ἀφιεῖσαν τῶν παρόντων κακῶν αἴσθησιν λαβεῖν; Ὥστε καὶ κατὰ τοῦτο μείζων ἐκείνη ἡ ἡδονή. Πολλῷ γὰρ βέλτιον, ἀπὸ πόνων προσκαίρων ἀρξάμενον πρὸς ἀνάπαυσιν ἄπειρον τελευτᾶν, ἢ τῶν δοκούντων εἶναι ἤδιστων ἐν βραχεῖ γευσάμενον, ἐπὶ τὰ πικροτέρα καὶ φορτικώτερα λῆξαι κακά. Ὅταν δὲ πρὸς τούτῳ καὶ ὡμολογημένον ᾗ, ὅτι καὶ ἐνταῦθα οὗτος ὁ βίος ἡδίων, οὐχὶ τοῦτο ὅπερ ἀρχόμενος ἔφην ἀνάγκη νῦν ποιεῖν, ἐλεεῖν τοὺς τὰ τοιαῦτα δακρύοντας ἀγαθά; Οὐ δὴ θρήνων ἄξιος ὁ παῖς ὁ σός, ἀλλὰ κρότων καὶ στεφάνων, ἐπὶ τὴν ἀκύμαντον ζωὴν καὶ τὸν εὔδιον λιμένα ἐλθών. Ἀλλ’ ὀνειδίζουσί σε πατέρες πολλοὶ υἱοὺς ἔχοντες ἐν τῷ παρόντι στρεφομένους βίῳ, καὶ δακρύσυσί σε, ὅταν ἴδωσιν ἕτεροι καὶ γελῶσιν ἄλλοι. Διὰ τὶ δὲ μὴ τούτους σὺ μᾶλλον καταγελᾶς καὶ πενθεῖς; Μὴ γὰρ δὴ τοῦτο σκοπῶμεν, εἰ σκώπτουσιν ἡμᾶς, ἀλλ’ εἰ καλῶς καὶ δικαίως· κἂν μὲν τοῦτο ᾗ, καὶ μὴ γελώντων ἐκείνων ἡμεῖς δακρύωμεν, ἐὰν δὲ ἀδίκως τοῦτο πράττωσι, κἂν ἅπαντες γελῶσιν, ἡμεῖς μὲν ἑαυτοὺς μακαρίζωμεν, ἐκείνους δὲ θρηνῶμεν, ἅτε πάντων ἀθλιωτέρους ὄντας, καὶ τῶν μαινομένων οὐδὲν διαφέροντας. Τὸ γὰρ γελᾷν τὰ πολλῶν ἐπαίνων ἄξια καὶ στεφάνων, μαινομένων ἐστί, καὶ τῶν τὰ αὐτὰ νοσούντων αὐτοῖς. Εἰπὲ γὰρ μοι, εἰ περὶ τὴν τῶν ὀρχουμένων καὶ τὴν τῶν ἡνιοχῶν μανίαν ἐπτοημένου τοῦ παιδὸς ἐπῄνουν σε καὶ ἐθαύμαζον ἅπαντες καὶ μακαριστὸν εἶναι ἔλεγον, οὐχὶ χλεύην εἶναι τὸ πρᾶγμα ἐνόμισας; Τὶ δέ, εἰ γενναῖόν τι καὶ ἐπαίνων ἄξιον, πραττόμενος ἐγέλων ἐκεῖνοι καὶ ὠνείδιζον, οὐχὶ παραπαίειν αὐτοὺς ἐν ἔφης; Τοῦτο δὴ ποιῶμεν καὶ νῦν, μὴ τὲ τῶν πολλῶν ὑπονοίᾳ, ἀλλ’ ἀκριβεῖ λογισμῶν ἐξετάσει τὴν περὶ τοῦ παιδὸς ἐπιτρέποντες ψῆφον, καὶ ὄψει τοὺς γελώντας τούτους ἀνδραπόδων μᾶλλον, ἢ ἐλευθέρων ὄντας παίδων πατέρας, ὅταν πρὸς τὸν υἱὸν ἐξετάζωνται ἐκεῖνοι τὸν σόν.

Νῦν μὲν γὰρ ὑπὸ τοῦ πάθους σκοτούμενος, οὐδὲ διαβλέψαι πρὸς ταῦτα δυνήσῃ· ὅταν δὲ μικρὸν ἀναπαύσῃ, καὶ ὁ υἱὸς πολλὴν ἐπιδείξηται τὴν ἀρετήν, οὐκέτι σοι λέγων δεήσει, ἀλλὰ ταῦτα σὺ πρὸς ἑτέρους ἐρεῖς καὶ πλείονα τούτων. Καὶ οὐχ ἁπλῶς σοι ταῦτα μαντεύομαι, ἀλλ’ ἀπὸ τῆς πείρας αὐτῆς. Καὶ γὰρ ἐμοὶ γέγονεν ἑταῖρος, πατέρα ἄπιστον ἔχων πλουτοῦντα καὶ εὐδόκιμον καὶ πάντοθεν λαμπρόν· καὶ οὗτος ὁ πατὴρ τὸ μὲν πρῶτον καὶ ἄρχοντας ἐκίνησε, καὶ δεσμὰ ἠπείλησε, καὶ πάντων αὐτὸν ἀποδύσας ἐπὶ τῆς ἀλλοτρίας εἴασε γῆς, καὶ τῆς ἀναγκαίας δεόμενον τροφῆς, ὡς ταύτῃ πείσων πρὸς τὴν βιωτικωτέραν ζωὴν ἐπανελθεῖν· ἐπειδὴ δὲ εἶδε πρὸς οὐδὲν τούτων ἐνδόντα, ἡττηθεὶς παλινῳδίαν ᾖσε, καὶ νῦν τιμᾷ τὸν υἱόν, καὶ αἰδεῖται μᾶλλον πατρός· καὶ πολλοὺς ἔχων ἑτέρους παῖδας εὐδοκιμοῦντας, οὐδὲ δούλους ἐκείνους τούτου φησὶν εἶναι ἐπιτηδείους καὶ αὐτὸς δὲ πολλῷ λαμπρότερός ἐστι διὰ τὸν υἱόν. Ταῦτα καὶ ἐπὶ τοῦ παιδὸς ὀψόμεθα τοῦ σοῦ, καὶ ὅτι οὐ ψεύδομαι, διὰ τῶν ἔργων αὐτῶν εἴσῃ καλῶς. Διὸ σιγήσομαι λοιπόν, τοσοῦτόν σου δεηθείς, ἐνιαυτὸν ἀνάμεινον μόνον, ἢ καὶ ἐλάττονα χρόνον. Οὐδὲ γὰρ δεῖται πολλῶν ἡμερῶν ἡ παρ’ ἡμῖν ἀρετή, ἅτε δὴ θείᾳ βλαστάνουσα χάριτι, καὶ ὄψει πάντα τὰ εἰρημένα ἐπὶ τῶν πραγμάτων αὐτῶν δεικνύμενα· καὶ οὐ μόνον ἐπαινέσεις τὰ γεγενημένα, ἀλλὰ κἂν μικρὸν διαναστῆναι θελήσῃς, ταχέως καὶ πρὸς τὸν αὐτὸν ἥξεις ζῆλον ἐκείνῳ, διδάσκαλον ἔχων τῆς ἀρετῆς τὸν υἱόν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |