ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 29.Ἀπελθόντος τοῦ ἐπισκόπου μαρτύρων ἡμέραν ἐν τῇ χώρᾳ ἐπιτελέσαι

Πέμπτη 16 Ιουνίου 2016

29.Ἀπελθόντος τοῦ ἐπισκόπου μαρτύρων ἡμέραν ἐν τῇ χώρᾳ ἐπιτελέσαι


Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
29.Ἀπελθόντος τοῦ ἐπισκόπου μαρτύρων ἡμέραν ἐν τῇ χώρᾳ ἐπιτελέσαι, ἐλέχθη ἡ ὁμιλία ἐν τῇ πόλει εἰς μάρτυρας, καὶ περὶ κατανύξεως καὶ ἐλεημοσύνης.
           
αʹ. Χθὲς μαρτύρων  ἡμέρα, ἀλλὰ  καὶ  σήμερον μαρτύρων  ἡμέρα· εἴθε  καὶ  ἀεὶ μαρτύρων ἡμέραν ἐπετελοῦμεν. Εἰ γὰρ οἱ περὶ τὰ θέατρα μεμηνότες, καὶ πρὸς τὴν τῶν ἵππων   ἅμιλλαν   κεχηνότες,   οὐδέποτε   λαμβάνουσι   κόρον   τῶν   ἀτόπων   θεαμάτων ἐκείνων,  πολλῷ  μᾶλλον  ἡμᾶς ἀκορέστως ἔχειν  δεῖ πρὸς τὰς ἑορτὰς τῶν  ἁγίων.  Ἐκεῖ πομπὴ  διαβολικὴ,   ἐνταῦθα   ἑορτὴ  χριστιανική·   ἐκεῖ  δαίμονες   σκιρτῶσιν.  ἐνταῦθα ἄγγελοι   χορεύουσιν·  ἐκεῖ  ψυχῶν   ἀπώλεια,   ἐνταῦθα   σωτηρία  τῶν   συλλεγομένων ἁπάντων. Ἀλλ' ἔχει τινὰ ἡδονὴν ἐκεῖνα; Ἀλλ' οὐ τοσαύτην ὅσην ταῦτα. Ποία γὰρ ἡδονὴ τρέχοντας  εἰκῆ καὶ ἁπλῶς  ἵππους  ἰδεῖν; ἐνταῦθα  δὲ οὐχὶ ἀλόγων  ζεῦγος ὁρᾷς, ἀλλὰ μαρτύρων μυρία ἅρματα, καὶ τὸν Θεὸν τοῖς ἅρμασιν ἐφεστῶτα τούτοις, καὶ τὴν πρὸς τὸν οὐρανὸν ὁδὸν ἐλαύνοντα. Ὅτι γὰρ αἱ ψυχαὶ τῶν ἁγίων ἅρμα εἰσὶ τοῦ Θεοῦ, ἄκουσον τοῦ προφήτου λέγοντος· Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων. Ὅπερ γὰρ ἐδωρήσατο  ταῖς  ἄνω  δυνάμεσι,  τοῦτο  ἐχαρίσατο  καὶ  τῇ  ἡμετέρᾳ  φύσει.  Ἐπὶ  τῶν Χερουβὶμ  κάθηται,  καθάπερ  καὶ    ψαλμός  φησιν·  Ἐπέβη  ἐπὶ  τῶν  χερουβὶμ,  καὶ ἐπετάσθη· καὶ πάλιν, Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, καὶ βλέπων ἀβύσσους. Τοῦτο καὶ ἡμῖν  πάλιν  ἔδωκεν· ἐπ' ἐκείνων  κάθηται,  ἐν  ἡμῖν  οἰκεῖ· Ἐνοικήσω  γὰρ  καὶ ἐμπεριπατήσω ἐν ὑμῖν. 


Ἐκεῖνοι γεγόνασιν  ἅρμα, ἡμεῖς γενώμεθα  ναός. Εἶδες τῆς τιμῆς τὴν συγγένειαν; εἶδες πῶς εἰρηνοποίησε τὰ ἄνω καὶ τὰ κάτω; ∆ιόπερ οὐδὲν διεστήκαμεν τῶν  ἀγγέλων,  ἂν  θέλωμεν.  Ἀλλ' ὅπερ ἔφην  ἀρχόμενος,  χθὲς  μαρτύρων  ἡμέρα, καὶ σήμερον  μαρτύρων  ἡμέρα, οὐχὶ  τῶν  παρ' ἡμῖν,  ἀλλὰ  τῶν  ἐν  τῇ  χώρᾳ· μᾶλλον  δὲ κἀκεῖνοι  παρ' ἡμῖν.  Πόλις μὲν  γὰρ καὶ χώρα  ἐν τοῖς  βιωτικοῖς  πράγμασιν  ἀλλήλων διεστήκασι, κατὰ δὲ τὸν τῆς εὐσεβείας λόγον κοινωνοῦσι καὶ ἥνωνται.  Μὴ γάρ μοι τὴν βάρβαρον αὐτῶν φωνὴν ἴδῃς, ἀλλὰ τὴν φιλοσοφοῦσαν αὐτῶν διάνοιαν.Τί γάρ μοι ὄφελος τῆς ὁμοφωνίας,  ὅταν τὰ τῆς γνώμης  ᾖ διῃρημένα; τί δέ μοι βλάβος τῆς ἑτεροφωνίας,  ὅταν τὰ τῆς πίστεως ᾖ συνημμένα; Κατὰ τὸν λόγον  τοῦτον οὐδὲν οὔτε χώρα πόλεως εὐτελεστέρα· ἐν γὰρ τῷ κεφαλαίῳ  τῶν ἀγαθῶν τὴν ἰσοτιμίαν ἔχουσι. ∆ιὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐχὶ ταῖς πόλεσι μὲν ἐνδιέτριβε, τὰς  δὲ χώρας  ἠφίει  κενὰς  καὶ  ἐρήμους,  ἀλλὰ  διεπορεύετο  κατὰ  πόλεις  καὶ  κώμας, κηρύσσων τὸ εὐαγγέλιον  καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τοῦτον καὶ ὁ κοινὸς  ἡμῶν  ποιμὴν  καὶ διδάσκαλος μιμησάμενος, ἀφῆκεν  ἡμᾶς καὶ πρὸς ἐκείνους ἔδραμε· μᾶλλον δὲ οὐκ ἀφῆκεν ἡμᾶς πρὸς ἐκείνους ἀπελθών· πρὸς γὰρ τοὺς ἀδελφοὺς τοὺς  ἡμετέρους  ἀπῆλθε.  Καὶ καθάπερ τῆς ἑορτῆς τῶν  Μακκαβαίων ἐπιτελουμένης,   πᾶσα    χώρα  εἰς  τὴν  πόλιν  ἐξεχύθη·  οὕτω  τῆς  ἑορτῆς  τῶν  ἐκεῖ μαρτύρων ἀγομένης, νῦν τὴν πόλιν ἅπασαν πρὸς ἐκείνους μεταστῆναι ἐχρῆν. ∆ιὰ γὰρ τοῦτο  οὐκ ἐν πόλεσι μόνον  κατεφύτευσε  μάρτυρας ὁ Θεὸς, ἀλλὰ  καὶ ἐπὶ τῆς χώρας αὐτῆς,  ἵνα  ἐκ  τῆς  τῶν  ἑορτῶν  ὑποθέσεως  πρόφασιν  ἔχωμεν  ἀναγκαίαν   τῆς  πρὸς ἀλλήλους  ἐπιμιξίας, καὶ πλείους  ἐπὶ τῆς χώρας ἢ ἐπὶ τῆς πόλεως. Τῷ γὰρ ὑστεροῦντι τὴν περισσοτέραν τιμὴν  ἔδωκεν  ὁ Θεός· ἀσθενέστερον γάρ ἐστιν ἐκεῖνο τὸ μέρος· διὰτοῦτο  πλείονος  ἀπήλαυσε τῆς θεραπείας. Οἱ μὲν γὰρ τὰς πόλεις  οἰκοῦντες  συνεχοῦς ἀπολαύουσι διδασκαλίας, οἱ δὲ ἐν ἀγροικίᾳ ζῶντες, οὐ τοσαύτης μετέχουσιν ἀφθονίας. Τὴν πενίαν τοίνυν τῶν διδασκόντων ἐν τῇ δαψιλείᾳ τῶν μαρτύρων παραμυθούμενος ὁ Θεὸς, ᾠκονόμησε πλείους παρ' ἐκείνοις ταφῆναι  μάρτυρας. Οὐκ ἀκούουσι διδασκάλων γλώττης ἐκεῖνοι διηνεκῶς, ἀλλὰ μαρτύρων φωνῆς ἀπὸ τοῦ τάφου διαλεγομένης  αὐτοῖς καὶ μείζονα  ἰσχὺν  ἐχούσης. Καὶ ἵνα  μάθητε,  ὅτι  μείζονα  ἰσχὺν  ἔχουσι μάρτυρες καὶ σιωπῶντες   ἡμῶν  τῶν  φθεγγομένων,  πολλοὶ  πολλάκις   διαλεγόμενοι   πολλοῖς  περὶ ἀρετῆς οὐδὲν ἤνυσαν· ἕτεροι δὲ σιγῶντες μέγιστα κατώρθωσαν διὰ τὴν τοῦ βίου λαμπρότητα·  ὥστε  πολλῷ  πλέον  οἱ  μάρτυρες  τοῦτο  εἰργάσαντο,  τὴν  μὲν  διὰ  τῆς γλώττης  οὐκ ἀφιέντες  φωνὴν,  τὴν  δὲ διὰ τῶν  πραγμάτων  αὐτῶν  πολὺ τῆς ἀπὸ τοῦ στόματος οὖσαν ὑψηλοτέραν, δι' ἧς πρὸς πᾶσαν τὴν τῶν ἀνθρώπων  διαλέγονται  φύσιν, ταῦτα τὰ ῥήματα λέγοντες· Ἐμβλέψατε εἰς ἡμᾶς, ὅσα ἐπάθομεν δεινά. Τί γὰρ ἐπάθομεν θανάτῳ καταδικασθέντες, καὶ ζωὴν εὑρόντες διηνεκῆ; Κατηξιώθημεν  ἀποθέσθαι  τὰ  σώματα  διὰ  τὸν  Χριστόν· εἰ  δὲ  διὰ  τὸν  Χριστὸν  μὴ παρεχωρήσαμεν  αὐτῶν  νῦν,  μικρὸν  ὕστερον ἐμέλλομεν  καὶ ἄκοντες  αὐτῶν ἀποστήσεσθαι τῆς  προσκαίρου ζωῆς.  Εἰ καὶ  μὴ μαρτύριον  παρελθὸν  ἔλαβεν,  ἀλλ' ὁ κοινὸς τῆς φύσεως θάνατος ἐπελθὼν κατέλυσεν αὐτά. ∆ιὰ ταῦτα οὐ παυόμεθα εὐχαριστοῦντες  τῷ Θεῷ, ὅτι κατηξίωσεν  ἡμᾶς τῷ πάντως  ὀφειλομένῳ  θανάτῳ  πρὸς σωτηρίαν τῶν  ἡμετέρων  ἀποχρήσασθαι ψυχῶν,  καὶ τὸ κατ' ἀνάγκην  ὀφειλόμενον  ἐν δωρεᾶς τάξει ἔλαβε παρ' ἡμῶν, καὶ μετὰ τῆς μεγίστης τιμῆς. Ἀλλ' αἱ βάσανοι φορτικαὶ, καὶ ἐπαχθεῖς. Ἀλλ' ἐν βραχείᾳ καιροῦ ῥοπῇ, ἡ δὲ ἐκ τούτων  ἄνεσις ἐν τοῖς ἀθανάτοις αἰῶσι·  μᾶλλον  δὲ  οὐδὲ  ἐν  βραχείᾳ  καιροῦ  ῥοπῇ  φορτικαὶ  αἱ  βάσανοι  τοῖς  εἰς  τὰ μέλλοντα   βλέπουσι,  καὶ  πρὸς  τὸν  ἀγωνοθέτην   κεχηνόσιν.   Ἐπεὶ  καὶ    μακάριος Στέφανος, ἐπειδὴ τὸν Χριστὸν ἑώρα τοῖς τῆς πίστεως ὀφθαλμοῖς, διὰ τοῦτο τῶν λίθων τὰς νιφάδας οὐκ εἶδεν, ἀλλ' ἀντ' ἐκείνων  τὰ βραβεῖα καὶ τοὺς στεφάνους ἠρίθμει. Καὶ σὺ τοίνυν  μετάστησον ἀπὸ τῶν παρόντων  πρὸς τὸ μέλλον τὸ ὄμμα, καὶ οὐδὲ βραχεῖαν τῶν δεινῶν λήψῃ τὴν αἴσθησιν.

βʹ. Ταῦτα καὶ πλείονα τούτων οἱ μάρτυρες λέγουσι, καὶ πείθουσι πολλῷ μᾶλλον, ἢ ἡμεῖς. Ἐγὼ μὲν γὰρ ἂν εἴπω ὅτι οὐδὲν ἔχει φορτικὸν ἡ βάσανος, οὐκ εἰμὶ ἀξιόπιστος ταῦτα λέγων·  λόγῳ γὰρ τὰ τοιαῦτα φιλοσοφεῖν  οὐδὲν δύσκολον· ὁ δὲ μάρτυς τὴν διὰ τῶν  πραγμάτων  φωνὴν  ἀφιεὶς,  οὐδένα  ἔχει  τὸν  ἀντιλέγοντα.  Καὶ καθάπερ  ἐπὶ  τῶν βαλανείων  γίνεται ἔνδον, ὅταν ἀναζέῃ τῶν θερμῶν ὑδάτων ἡ κολυμβήθρα, καὶ μηδεὶς θαῤῥῇ καταβαίνειν,  ἕως μὲν ἂν διὰ λόγων  παρακαλῶσιν  ἀλλήλους  οἱ ἐπὶ τοῦ χείλους καθήμενοι, οὐδένα μᾶλλον πείθουσιν· ἐπειδὰν δὲ εἷς τις ἐξ αὐτῶν ἢ τὴν χεῖρα καθίῃ, ἢ τὸν πόδα χαλάσας μετὰ τοῦ θαῤῥεῖν ὅλον ἐναφίῃ  τὸ σῶμα, σιγῶν τῶν πολλὰ φθεγγομένων μᾶλλον ἂν ἔπεισε τοὺς ἄνω καθημένους κατατολμῆσαι τῆς κολυμβήθρας· οὕτω καὶ ἐπὶ τῶν  μαρτύρων· καὶ γὰρ ἐνταῦθα  ἀντὶ  τῆς κολυμβήθρας  τῶν  ὑδάτων  ἡ πυρὰ πρόκειται. Οἱ μὲν οὖν ἔξωθεν περιεστηκότες κἂν μυρίοις λόγοις παρακαλῶσιν, οὐ σφόδρα πείθουσιν· ὅταν δὲ εἷς τις τῶν μαρτύρων  μὴ τὸν πόδα, μηδὲ τὴν χεῖρα μόνον χαλάσῃ   κάτω,   ἀλλ'  ὅλον   ἐπαφῇ   τὸ   σῶμα,  πάσης  παραινέσεως   καὶ   συμβουλῆς δυνατωτέραν  παρεχόμενος  τὴν  διὰ  τῶν  πραγμάτων  πεῖραν,  ἐκβάλλει  τῶν περιεστηκότων  τὴν  ἀγωνίαν.   Εἴδετε  πῶς  δυνατωτέρα   καὶ  σιγώντων     φωνὴ  τῶν μαρτύρων;  ∆ιὰ  τοῦτο  ἀφῆκεν   ἡμῖν  τὰ  σώματα  αὐτῶν     Θεός·  διὰ  τοῦτο  πάλαι νικήσαντες, οὐδέπω καὶ νῦν ἀνέστησαν, ἀλλὰ τοὺς μὲν ἄθλους ὑπέμειναν πρὸ τοσούτου χρόνου, τῆς δὲ ἀναστάσεως οὐδέπω ἐπέτυχον, οὐδέπω διὰ σὲ καὶ τὴν ὠφέλειαν  τὴν σὴν, ἵνα καὶ σὺ ἐκεῖνον τὸν ἀθλητὴν ἐννοῶν πρὸς τὸν αὐτὸν δρόμον διεγερθῇς. Τούτοις  μὲν  γὰρ  οὐδὲν  βλάβος  ἀπὸ  τῆς  ἀναβολῆς  γίνεται·  σοὶ δὲ  μέγιστον ὄφελος ἐκ τῆς ὑποθέσεως τίκτεται. Ἐκεῖνοι μὲν γὰρ μετὰ ταῦτα ἀπολήψονται,  κἂν μὴ νῦν  ἀπολαμβάνωσιν·  εἰ  δὲ  ἐξήρπασεν  αὐτοὺς  ἐκ  τοῦ  μέσου νῦν,  πολλὴν  ἂν  ἡμῶν παράκλησιν καὶ παραμυθίαν  ἀφείλετο·  μεγίστη γὰρ ὄντως  παράκλησις καὶ παραμυθία ἀπὸ τῶν τάφων  τῶν ἁγίων τούτων πᾶσιν ἀνθρώποις  προσγίνεται. Καὶ τῶν λεγομένων ὑμεῖς μάρτυρες. Πολλάκις γοῦν ἡμῶν ἀπειλούντων, κολακευόντων,  φοβούντων, προτρεπόντων,  οὐ τοσαύτην  ἐδέξασθε προθυμίαν  εἰς εὐχὴν,  οὐδὲ διηγέρθητε· εἰς δὲ μαρτύριον ἀπελθόντες, οὐδενὸς συμβουλεύοντος, τὸν τάφον μόνον ἰδόντες, τῶν ἁγίων πολλὰς ἐξεχέατε δακρύων πηγὰς, καὶ διεθερμάνθητε ἐν ταῖς εὐχαῖς. Καίτοι γε ἄφωνος ὁ μάρτυς κεῖται ἐν πολλῇ  τῇ σιγῇ. Τί ποτ' οὖν ἐστι τὸ κεντοῦν  τὸ συνειδὸς, καὶ ποιοῦν ὥσπερ  ἐκ  πηγῆς  ἀναβλύζειν   τοὺς  τῶν  δακρύων  κρουνούς;  Αὐτὴ τοῦ  μάρτυρος  ἡ φαντασία, καὶ τῶν κατορθωθέντων πάντων  ἡ μνήμη. Καθάπερ γὰρ οἱ πένητες, ἐπειδὰν ἴδωσι  πλουτοῦντας   ἑτέρους  ἐν  ἀξιώμασιν  ὄντας,  δορυφορουμένους,  πολλῆς   παρὰ βασιλέως  τιμῆς   ἀπολαύοντας,   ἀκριβέστερον  τὴν   ἑαυτῶν   πενίαν   ἐν  ταῖς  ἑτέρων εὐπραγίαις μανθάνοντες  ἀποδύρονται· οὕτω δὴ καὶ ἡμεῖς, ἐπειδὰν ἀναμνησθῶμεν  τῆς τῶν μαρτύρων παῤῥησίας, ἣν ἔχουσι πρὸς τὸν βασιλέα τῶν ὅλων Θεὸν, καὶ τῆς λαμπρότητος  καὶ τῆς δόξης, καὶ τῶν  οἰκείων  ἀναμνησθῶμεν  ἁμαρτημάτων ἀκριβέστερον τὴν ἑαυτῶν πενίαν ἐκ τῆς  ἐκείνων  εὐπορίας κατιδόντες ἀλγοῦμεν καὶ  ὀδυνώμεθα,  καταμανθάνοντες ὅσον αὐτῶν  ἀπολιμπανόμεθα·  καὶ  τοῦτό  ἐστι  τὸ ποιοῦν τὰ δάκρυα. ∆ιὰ τοῦτο ἡμῖν τὰ σώματα ἀφῆκεν  ἐνταῦθα ὁ Θεὸς, ἵν' ὅταν ὁ τῶν πραγμάτων ὄχλος  καὶ φροντίδων  πλῆθος  βιωτικῶν  σκότος πολὺ  τῆς διανοίας  κατασκεδάσῃ τῆς ἡμετέρας, ἢ ἐξ ἰδιωτικῶν ἢ ἐκ δημοσίων  πραγμάτων  πολλὰ  δὲ τοιαῦτα,  τὴν  οἰκίαν ἀφέντες, τῆς πόλεως ἐξελθόντες, πολλὰ χαίρειν τοῖς θορύβοις τούτοις εἰπόντες, ἀναχωρήσωμεν εἰς μαρτύριον, ἀπολαύσωμεν τῆς αὔρας ἐκείνης τῆς πνευματικῆς, ἐπιλαθώμεθα  τῆς πολλῆς  σχολῆς, ἐντρυφήσωμεν  τῇ ἡσυχίᾳ, συγγενώμεθα  τοῖς ἁγίοις, παρακαλέσωμεν αὐτῶν τὸν ἀγωνοθέτην  ὑπὲρ τῆς ἡμετέρας σωτηρίας, πολλὰς ἱκετηρίας ἐκχέωμεν,  διὰ τούτων  πάντων  ἀποθέμενοι  τὸ βάρος τοῦ συνειδότος, μετὰ πολλῆς  τῆς ψυχαγωγίας  οἴκαδε πάλιν  ἐπανέλθωμεν. Μαρτύρων θῆκαι  οὐδὲν  ἄλλο  εἰσὶν, ἀλλ' ἢ λιμένες   ἀσφαλεῖς,   καὶ   πηγαὶ   ναμάτων   πνευματικῶν,    καὶ   θησαυροὶ   περιουσίας ἀνάλωτοι,  μηδέποτε  ἐλεγχόμενοι.   Καὶ καθάπερ  οἱ  λιμένες  ὑποδεχόμενοι   τὰ  πλοῖα πολλοῖς κύμασι περιαντληθέντα ἐν ἀσφαλείᾳ καθιστῶσιν, οὕτω δὴ καὶ τῶν μαρτύρων αἱ θῆκαι  ὑποδεξάμεναι  τὰς ἡμετέρας ψυχὰς  βιωτικοῖς  πράγμασι περιαντλουμένας ἐν πολλῇ καθιστῶσι γαλήνῃ  καὶ ἀσφαλείᾳ· καὶ ὥσπερ αἱ πηγαὶ τῶν ψυχρῶν  ναμάτων  τὰ πεπονηκότα  καὶ καταφλεχθέντα ἀνακτῶνται  σώματα, οὕτω δὴ καὶ αὗται τὰς ἀπὸ τῶν ἀτόπων παθῶν κατακαυθείσας ψυχὰς καταψύχουσι, καὶ ἐπιθυμίαν ἄτοπον, καὶ φθόνον τήκοντα,  καὶ θυμὸν  ζέοντα, καὶ εἴ τι τοιοῦτον  ἕτερον διενοχλήσειεν,  ἀπὸ τῆς ὄψεως μόνης κατασβέννυσι, καὶ θησαυρῶν δὲ ἐκ πολλῆς τῆς περιουσίας βελτίους εἰσίν. Οἱ μὲν γὰρ τῶν  χρημάτων  θησαυροὶ πολλοὺς  παρέχουσι κινδύνους  τοῖς εὑρίσκουσιν αὐτοὺς, καὶ  εἰς  πολλὰ  μέρη διαιρεθέντες,  ἐλάττους  γίνονται  τῇ  διανομῇ· ἐνταῦθα  δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλ' ἀκίνδυνος μὲν ἡ εὕρεσις, ἀμείωτος δὲ ἡ διαίρεσις, ἀπεναντίας  τοῖς αἰσθητοῖς θησαυροῖς. Ἐκεῖνοι μὲν γὰρ, ὡς ἔφθην εἰπὼν, κατακερματισθέντες  ἐλάττους γίνονται· οὗτοι δὲ ὅταν εἰς πολλοὺς διαιρεθῶσι, τότε μᾶλλον τὴν οἰκείαν ἐνδείκνυνταιεὐπορίαν. Τοιαύτη γὰρ τῶν πνευματικῶν  πραγμάτων  ἡ φύσις· αὔξεται τῇ διανομῇ, καὶ πλείων  γίνεται τῇ διαιρέσει. Οὐχ οὕτω λειμῶνές  εἰσι τερπνοὶ, ῥόδα καὶ ἴα παρεχόμενοι τοῖς θεωμένοις, ὡς μαρτύρων τάφοι, ἀμάραντόν τινα καὶ ἀκατάλυτον ταῖς ψυχαῖς παρεχόμενοι τῶν θεωμένων τὴν ἡδονήν.

γʹ. Ἁψώμεθα  τοίνυν  τῶν  θηκῶν  ἐκείνων  μετὰ πίστεως,  διαθερμανθῶμεν  τὴν διάνοιαν,  κινήσωμεν  ὀδυρμούς. Πολλὰ ἡμῖν  ἡμάρτηται  καὶ μεγάλα  ἁμαρτήματα· διὰ τοῦτο πολλῆς δεόμεθα τῆς θεραπείας, σφοδρᾶς τῆς ἐξομολογήσεως. Ἔῤῥευσαν οἱ ἅγιοι μάρτυρες  αἷμα,  ῥευσάτωσάν  σοι οἱ  ὀφθαλμοὶ  δάκρυα·  δύνανται  καὶ  δάκρυα  πυρὰν ἁμαρτημάτων  κατασβέσαι· κατεξάνθησαν  ἐκεῖνοι  τὰς πλευρὰς, δημίους εἶδον περιεστῶτας· τοῦτο καὶ σὺ ποίησον ἐπὶ τῷ συνειδότι· κάθισον τὸν λογισμὸν δικάζοντα ἐπὶ τοῦ θρόνου τῆς ἀδεκάστου διανοίας, παράγαγε τὰ ἡμαρτημένα σοι πάντα εἰς μέσον, φοβεροὺς ἐπίστησον τοῖς πλημμελήμασι  λογισμοὺς, κόλασον τὰς ἀτόπους ἐνθυμήσεις, ἐξ ὧν τὰ ἁμαρτήματα γέγονε, μετὰ πολλῆς καταξαινέσθω τῆς σφοδρότητος. Ἐὰν οὕτω μελετήσωμεν δικάζειν ἑαυτοὺς, καὶ φευξόμεθα τὸ φοβερὸν ἐκεῖνο κριτήριον. Ὅτι γὰρ ὁ κρίνων ἑαυτὸν νῦν, καὶ τῶν ἡμαρτημένων  εὐθύνας ἑαυτὸν ἀπαιτῶν ἀκριβεῖς, οὐ δώσει κατὰ τὸ μέλλον δίκην, ἄκουσον τοῦ Παύλου λέγοντος· Εἰ γὰρ ἐκρίνομεν ἑαυτοὺς, οὐκ  ἂν  ἐκρινόμεθα  ὑπὸ  τοῦ  Κυρίου. Τοῖς  γὰρ  ἀναξίως  μετέχουσι  τῶν  μυστηρίων ἐγκαλῶν,  οὕτως ἔλεγεν· Ὁ ἐσθίων καὶ πίνων  ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὥσπερ οἱ σταυρώσαντες, φησὶ, τὸν Ἰησοῦν,  οὕτω  καὶ  οἱ  τῶν  μυστηρίων  ἀναξίως  μετέχοντες  δίκην  δώσουσιν.  Καὶ μὴ καταγνώσωσί   τινες   ὑπερβολὴν   τοῦ  λόγου.  Ἱμάτιόν   ἐστι  βασιλικὸν   τὸ  σῶμα  τὸ δεσποτικόν· τὴν δὲ ἁλουργίδα τὴν βασιλικὴν καὶ ὁ διαῤῥήξας καὶ ὁ χερσὶν ἀκαθάρτοις μολύνας  ὁμοίως ὕβρισαν· διὸ καὶ ὁμοίως κολάζονται· οὕτω καὶ ἐπὶ τοῦ σώματος τοῦ Χριστοῦ γίνεται.  Ἰουδαῖοι  μὲν αὐτὸ διέῤῥηξαν  τοῖς ἥλοις  ἐπὶ τοῦ σταυροῦ, σὺ δὲ ἐν ἁμαρτήμασι ζῶν, ἀκαθάρτῳ τε γλώττῃ  καὶ διανοίᾳ. ∆ιὰ τοῦτο καὶ τὴν αὐτὴν ἐπήρτησέ σοι δίκην ὁ Παῦλος, καὶ ἐπάγει λέγων· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἶτα  δεικνὺς   ὅτι  οἱ  τὰς  εὐθύνας   τῶν   ἁμαρτημάτων   ἑαυτοὺς  ἀπαιτοῦντες ἐνταῦθα, δικάζοντες  αὐτῶν τοῖς πλημμελήμασι, καὶ μηκέτι τοῖς αὐτοῖς περιπίπτοντες, δυνήσονται ἐξαρπάσαι τῆς μελλούσης ἑαυτοὺς ψήφου τῆς φοβερᾶς ἐκείνης καὶ ἀπαραιτήτου, προσέθηκε λέγων· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· νυνὶ δὲ κρινόμενοι  ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καταξάνωμεν τοίνυν  ἡμῶν  τὴν διάνοιαν,  σφοδρῶς ἐπιτιμῶντες τοῖς ἀκολάστοις τῶν λογισμῶν· ἀποσμήξωμεν  ἡμῶν  τὰς  κηλῖδας  διὰ  τῶν  δακρύων·  μέγας  τῶν  ὀδυρμῶν τούτων ὁ καρπὸς, μεγάλη παράκλησις καὶ παραμυθία. Ὥσπερ γὰρ μεγάλη τοῦ γέλωτος καὶ  τῆς  διαχύσεως    κόλασις,  οὕτω  καὶ    διηνεκὴς  ὀδυρμὸς  παράκλησιν  ἐμποιεῖ. Μακάριοι γὰρ, φησὶν,  οἱ  πενθοῦντες,  ὅτι  παρακληθήσονται.  Οὐαὶ τοῖς  γελῶσιν,  ὅτι αὐτοὶ κλαύσονται. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος, καίτοι μηδὲν ἑαυτῷ συνειδὼς ἁμάρτημα, ἐν δάκρυσι καὶ θρήνοις  τὸν πάντα  διέτριβε χρόνον.  Τίς ταῦτά φησιν; Αὐτὸς ὁ μακάριος ἐκεῖνος·  Τριετίαν νύκτα καὶ ἡμέραν, φησὶν, οὐκ ἐπαυσάμην μετὰ δακρύων  νουθετῶν ἕνα ἕκαστον ὑμῶν. Ἐκεῖνος τριετίαν, ἡμεῖς κἂν μῆνα ἕνα· ἐκεῖνος νύκτας καὶ ἡμέρας, ἐκεῖνος ὑπὲρ ἀλλοτρίων  ἁμαρτημάτων,  ἡμεῖς κἂν ὑπὲρ τῶν οἰκείων  πλημμελημάτων· ἐκεῖνος οὐδὲν ἑαυτῷ συνειδὼς, ἡμεῖς κἂν διὰ τὴν βαρεῖαν ἡμῶν συνείδησιν. Τίνος δὲ ἕνεκεν  κλαίει;  διὰ τί μὴ διδάσκει καὶ παραινεῖ  μόνον,  ἀλλὰ  καὶ δάκρυα προστίθησι; Καθάπερ  πατὴρ   φιλόστοργος   παῖδα   ἔχων   μονογενῆ   ἀῤῥωστίᾳ   περιπεσόντα,   μὴ προσιέμενον τὰ φάρμακα τῶν ἰατρῶν, ἀλλὰ διωθούμενον,  παρακαθήμενος κολακεύει, φιλεῖ, περιπτύσσεται τῇ τῆς θεραπείας ὑπερβολῇ βουλόμενος ἐπισπάσασθαι, καὶ πεῖσαι δέξασθαι τὴν ἀπὸ τῆς θεραπείας διόρθωσιν· οὕτω καὶ ὁ Παῦλος τοὺς πανταχοῦ τῆς οἰκουμένης  πιστοὺς, καθάπερ υἱὸν  μονογενῆ  φιλῶν,  καὶ ὁρῶν  πολλοὺς  πονηρίᾳ περιπεσόντας καὶ ἀῤῥωστίαις ἀνιάτοις ψυχῆς, εἶτα εὐκόλως οὐ δεχομένους τὸν ἔλεγχον, οὐδὲ τὴν ἐκ τῆς ἐπιτιμήσεως διόρθωσιν, ἀλλ' ἀποπηδῶντας,  τοῖς δάκρυσι κατεῖχεν, ἵνα ὀδυρόμενον αὐτὸν καὶ θρηνοῦντα  ἰδόντες, καὶ πρὸς τὴν ὄψιν κατακλασθέντες  αὐτὴν, ἀνάσχωνται   τῆς  ἰατρείας,  καὶ  τὴν  ἀῤῥωστίαν  ἀποθέμενοι  πρὸς  ὑγείαν  ἐπανέλθωσι πάλιν· διὰ τοῦτο νουθετῶν  ἐδάκρυεν ἀεί. Εἰ δὲ τοσαύτῃ περὶ τὰ ἀλλότρια ἁμαρτήματα προνοίᾳ κέχρηται Παῦλος, πόσῃ πρὸς τὴν τῶν οἰκείων διόρθωσιν ἡμᾶς προθυμίᾳ κεχρῆσθαι δεῖ; Καὶ γὰρ πολλὴ τῆς κατὰ Θεὸν λύπης ἡ δύναμις εἰς ὠφελείας  λόγον, καὶ περὶ  ταύτης  ὁ Ἡσαΐας διηγούμενος  οὕτως  ἔλεγε,  μᾶλλον  δὲ  ὁ Θεὸς δι' Ἡσαΐα·  ∆ι' ἁμαρτίας βραχύ τι ἐλύπησα αὐτόν. Οὐδὲ ἀξίαν, φησὶν, ἐπέθηκα τῆς πλημμελείας  τὴν κόλασιν. Ἐν μὲν γὰρ τοῖς κατορθώμασιν ὑπερβαίνει τὰ μέτρα ταῖς ἀντιδόσεσιν ὁ Θεὸς, ἐν δὲ τοῖς ἁμαρτήμασι, διὰ τὴν αὐτοῦ φιλανθρωπίαν ἐλέγχων  πολλαχοῦ, βραχεῖαν τὴν κόλασιν ἐπάγει τῶν πεπλημμελημένων. Ὅπερ οὖν καὶ ἐνταῦθα αἰνιττόμενος  ἔλεγε· ∆ι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ εἶδον, ὅτι ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ.
δʹ. Ὁρᾷς πῶς καὶ ταχίστη καὶ πολλὴ τῆς μετανοίας ἡ ὠφέλεια; Ὀλίγα κολάσας αὐτὸν  ὑπὲρ ἁμαρτημάτων,  φησὶν,  ἐπειδὴ  εἶδον  κατηφῆ  γενόμενον  καὶ στυγνὸν,  καὶ αὐτὴν   τὴν   μικρὰν   ἀνῆκα   τιμωρίαν·   οὕτω   καὶ  ἕτοιμός   ἐστι  πρὸς  τὰς  ἡμετέρας καταλλαγὰς  ὁ Θεὸς, καὶ πρόφασιν βραχεῖαν  ἐπιζητεῖ μόνον. Παρέχωμεν τοίνυν  αὐτῷ τῆς πρὸς ἡμᾶς φιλίας τὰς ἀφορμὰς, καθαρούς τε ἁμαρτημάτων ἑαυτοὺς πειρώμεθα διασώζειν, καὶ εἴποτε ὑποσκελισθείημεν, διαναστῶμεν ταχέως πενθοῦντες τὰ πεπλημμελημένα μετὰ πολλῆς τῆς ἀκριβείας, ἵνα τῆς κατὰ Θεὸν χαρᾶς ἐπιτύχωμεν.  Εἰ γὰρ  ἐπειδὴ  ἐλυπήθη,  καὶ  στυγνὸς  ἐπορεύθη,  κατήλλαξε   τὸν  Θεὸν,    καὶ  δάκρυα προσθεὶς,  καὶ  μετὰ  πολλῆς   αὐτὸν  ἐκτενείας   καλῶν,   τὶ  οὐκ  ἐργάσεται;  Οἶδα  ὅτι διεθερμάνθη νῦν ὑμῶν ἡ διάνοια, ἀλλ' ὅπως τὴν θερμότητα ταύτην μὴ ἐξελθόντες ἔξω καταψύξωμεν,  ἀλλ' ἐν ἑαυτοῖς  κατάσχωμεν,  τοῦτο  ποιήσωμεν.  Εὔφορος ἡ χώρα τῆς ὑμετέρας διανοίας,  δέχεται  τὰ σπέρματα, καὶ εὐθέως  δίδωσι τοὺς στάχυας, οὐ δεῖται ἀναβολῆς, οὐδὲ χρόνου· ἀλλὰ φοβοῦμαι τὸν ἐχθρὸν τὸν ὑμέτερον. Ἔξω τῆς ἐκκλησίας ἕστηκεν ὁ διάβολος· εἰς γὰρ τὴν ἱερὰν ταύτην  μάνδραν εἰσελθεῖν οὐ τολμᾷ· ἔνθα γὰρ ποίμην Χριστοῦ, λύκος οὐ φαίνεται, ἀλλ' ἔξω τὸν ποιμένα δεδοικὼς ἕστηκεν.Ἂν ἐξέλθωμεν  ἐντεῦθεν,  εὐθέως  μὴ πρὸς συνουσίας ἀκαίρους, ἢ πρὸς λόγους ἀνονήτους,  καὶ διατριβὰς ἀκερδεῖς ἑαυτοὺς ἐκδῶμεν, ἀλλ' ὡς ἔχομεν ἐν τῇ μνήμῃ τὰ εἰρημένα, τρέχωμεν  οἴκαδε, καὶ καθίσας ἕκαστος μετὰ τῆς γυναικὸς, μετὰ τῶν παίδων μελετάτω  μετὰ ἀκριβείας τὰ εἰρημένα.  Εἰ δὲ μὴ βούλεσθε οἴκαδε ἀναχωρεῖν,  φίλους τοὺς κοινωνοὺς  τῆς ἀκροάσεως ὑμῖν συλλέξαντες  κατ' ἰδίαν συνεδρεύετε, καὶ τὰ παρ' ἑαυτοῦ φέρων ἕκαστος ἅπερ ἴσχυσε διατηρῆσαι, ἀπηρτισμένην ἐκ δευτέρου ποιεῖσθε τὴν διδασκαλίαν, ἵνα μὴ μάτην ἐνταῦθα συλλέγησθε. Λύχνος γάρ ἐστι τοῦ Θεοῦ τὰ προστάγματα· Λύχνος γὰρ ἐντολὴ νόμου καὶ φῶς, καὶ ζωὴ, καὶ ἔλεγχος, καὶ παιδεία· ὁ δὲ τὸν  λύχνον  ἀνάπτων,  οὐχ  ἵσταται  ἐπὶ  τῆς  ἀγορᾶς,  ἀλλ' οἴκαδε  τρέχει,  ὥστε  μὴ ἀνέμων προσβολῇ κατασβέσαι τὸ πῦρ, μήτε μακρᾷ διατριβῇ ἀναλῶσαι τὴν φλόγα· οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν. Ἀνῆψεν ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον τὴν παρ' ἑαυτοῦ διδασκαλίαν· ἐξελθόντες  τοίνυν  καὶ τῆς ἀκροάσεως γέμοντες, κἂν φίλον, κἂν συγγενῆ, κἂν οἰκεῖον, κἂν  ἄλλον  ὁντιναοῦν   ἀπαντήσαντα  ἴδωμεν,  παραδράμωμεν,  ἵνα  μὴ  διαλεγομένων ἡμῶν πρὸς ἐκεῖνον ἀνόνητα  καὶ περιττὰ, κατασβεσθῇ μεταξὺ τῆς διδασκαλίας τὸ πῦρ, ἀλλ' ἀκμάζῃ ὥσπερ ἐν οἰκίᾳ τῇ διανοίᾳ,  καὶ ἐφ' ὑψηλοῦ  τοῦ λογισμοῦ  καθάπερ ἐπὶ λυχνίας  τινὸς  καιόμενον  ἅπαντα  τὰ ἔνδον  φωτίζῃ.  Καὶ γὰρ ἄτοπον  τὴν  μὲν  οἰκίαν μηδέποτε ἀνέχεσθαι  ἐν ἑσπέρᾳ χωρὶς  λύχνου  καὶ φωτὸς  ὁρᾷν, τὴν δὲ ψυχὴν  ἔρημον διδασκαλίας  ὁρᾷν. Ἐντεῦθεν  τὰ πολλὰ  τῶν  ἁμαρτημάτων  ἡμῖν  συνίστανται,  ὅτι  οὐ ταχέως  λύχνον  ἀνάπτομεν  τῇ  ψυχῇ·  ἐντεῦθεν  καθ' ἑκάστην  ἡμέραν  προσπταίομεν· ἐντεῦθεν  πολλὰ ἁπλῶς καὶ ὡς ἔτυχεν ἡμῖν ἐν τῇ διανοίᾳ κεῖται, ἐπειδὴ τὴν τῶν θείων λόγων  ἀκρόασιν  δεχόμενοι,  πρὶν    τὰ  πρόθυρα  ὑπερβῆναι  τῆς  ἐκκλησίας,  εὐθέως ῥίπτομεν, καὶ τὸ φῶς κατασβέσαντες, μετὰ πολλοῦ  τοῦ ζόφου βαδίζομεν. Ἀλλ' εἰ καὶ ἔμπροσθεν ταῦτα  ἐγίνετο,  μηκέτι  γινέσθω  λοιπὸν,  ἀλλ' ἔχωμεν  διηνεκῆ  τὸν  λύχνον καιόμενον  ἐν τῇ διανοίᾳ, καὶ πρὸ τῆς οἰκίας τὴν ψυχὴν  καλλωπίζωμεν. Αὕτη μὲν γὰρ ἐνταῦθα μένει, ἐκείνην δὲ λαμβάνοντες  ἐντεῦθεν ἄπιμεν· διὰ τοῦτο καὶ πλείονος αὐτὴν ἐπιμελείας  ἀξιοῦν χρή. Νῦν δέ εἰσί τινες οὕτως ἀθλίως  διακείμενοι,  οἳ τὰς μὲν οἰκίας τὰς ἐνταῦθα  καὶ χρυσοῖς ὀρόφοις, καὶ ψηφῖσι διηνθισμέναις,  καὶ γραφῶν  ἄνθεσι, καὶ κιόνων  λαμπρότητι,  καὶ  τοῖς  ἄλλοις  κατακοσμοῦσιν  ἅπασι· τὴν  δὲ διάνοιαν  παντὸς ἐρήμου   πανδοχείου    παρορῶσιν   εὐτελέστερον   διακειμένην,    βορβόρου   γέμουσαν, καπνοῦ,  καὶ  δυσωδίας  πολλῆς,  ἐρημίας  ἀφάτου.  Τὸ δὲ αἴτιον  τούτων  ἁπάντων,  ὅτι συνεχῶς  ἡμῖν    λύχνος  τῆς  διδασκαλίας  οὐ  καίεται·  διὰ  τοῦτο  τὰ  μὲν  ἀναγκαῖα ἠμέληται, τὰ δὲ οὐδενὸς ἄξια σπουδῆς ἀπολαύει πολλῆς. Ταῦτά μοι οὐ πρὸς πλουσίους μόνον,  ἀλλὰ  καὶ πρὸς πένητας  εἴρηται. Καὶ γὰρ ἐκεῖνοι  κατὰ δύναμιν  πολλάκις  τὴν ἑαυτῶν κοσμοῦντες οἰκίαν, τὴν διάνοιαν  ἠμελημένην  περιορῶσι· διὸ κοινὴν ποιοῦμαι πρὸς ἀμφοτέρους τὴν διδασκαλίαν παραινῶν καὶ συμβουλεύων τῶν ἐν τῷ παρόντι βίῳ βραχὺν  ποιουμένους   λόγον,  ἅπασαν  τὴν  σπουδὴν  εἰς  τὴν  τῶν  πνευματικῶν  καὶ ἀναγκαίων  πραγμάτων  ἐπιμέλειαν  κενοῦν.  Ὁ πένης  ὁράτω τὴν  χήραν  τὴν  τοὺς δύο καταβαλοῦσαν  ὀβολοὺς,  καὶ μὴ νομιζέτω  τὴν  πενίαν  ἐμπόδιον  εἶναι  πρὸς ἐργασίαν ἐλεημοσύνης καὶ φιλανθρωπίας· ὁ πλούσιος λογιζέσθω τὸν Ἰὼβ, καὶ καθάπερ ἐκεῖνος οὐχ ἑαυτῷ, ἀλλὰ τοῖς πένησιν ἐκέκτητο πάντα τὰ ὄντα, οὕτω καὶ οὗτος. ∆ιὰ γὰρ τοῦτο γενναίως  ἤνεγκε τὴν ἀφαίρεσιν αὐτῶν, ἐπειδὴ καὶ πρὸ τῆς τοῦ διαβόλου πείρας ἐμελέτησεν   αὐτῶν   τὴν   ἀλλοτρίωσιν.   Καὶ  σὺ  τοίνυν   καταφρόνει   παρόντων   τῶν χρημάτων, ἵνα καὶ ἀναχωρησάντων ποτὲ, μὴ ἀλγήσῃς.Ἀνάλισκε εἰς δέον ὅταν ἔχῃς, ἵν' ὅταν ἀφαιρεθῇς, διπλοῦν ἔχῃς τὸ κέρδος, τόν τε ἐκ τῆς ἀρίστης δαπάνης ἀποκείμενόν σοι μισθὸν, καὶ τὴν ἐκ τῆς ὑπεροψίας ἐγγινομένην φιλοσοφίαν εἰς τὸν καιρὸν τῆς ἀπουσίας αὐτῶν χρησιμεύουσαν. Χρήματα γὰρ διὰ τοῦτο καλεῖται,  ἵνα  αὐτοῖς  εἰς  δέον  χρώμεθα,  οὐχ  ἵνα  κατορύττωμεν·  κτήματα  διὰ  τοῦτο λέγονται,  ἵνα  ἡμεῖς  αὐτὰ  κτησώμεθα,  καὶ  μὴ  αὐτῶν  γενώμεθα  κτήματα.  Κύριος εἶ χρημάτων  πολλῶν,  μὴ τοίνυν  δούλευε  τούτοις,  ὧν  ἐποίησέ σε δεσπότην  ὁ Θεός· οὐ  δουλεύεις  δὲ εἰς  δέον  αὐτὰ  ἀναλίσκων,  ἀλλὰ  μὴ κατορύττων.  Οὐδὲν οὕτως εὐρίπιστον  ὡς πλοῦτος·  οὐδὲν  οὕτως  εὐμετάβλητον,  ὡς εὐπορία. Ἐπεὶ οὖν  ἀβέβαιος αὐτῶν ἡ κτῆσις, καὶ πτηνοῦ παντὸς ταχύτερον πολλάκις ἡμῶν ἀφίπταται, καὶ δραπέτου παντὸς  ἀγνωμονέστερον  ἀποπηδᾷ, τὸν χρόνον  ὂν ἂν ὦμεν  δεσπόται, εἰς δέον αὐτοῖς χρησώμεθα,  ἵν' ἐκ τῶν  ἀβεβαίων  χρημάτων  βέβαια ἐνστησάμενοι  τὰ ἀγαθὰ,  τὸν  ἐν οὐρανοῖς ἀποκείμενον κληρονομήσωμεν  θησαυρόν· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


30.Ὅτι ἐπικίνδυνον καὶ τοῖς λέγουσι, καὶ τοῖς ἀκούουσι τὸ πρὸς χάριν δημηγορεῖν, καὶ ὅτι χρήσιμον καὶ δικαιοσύνη μεγίστη τὸ κατηγορεῖν τῶν οἰκείων ἁμαρτημάτων.

αʹ. Ἱκανῶς ὑμῶν, οἶμαι, καθηψάμεθα πρώην, καὶ βαθυτέραν ἐδώκαμεν τὴν πληγήν· οὐκοῦν ἀνάγκη θεραπεῦσαι τήμερον, καὶ προσηνέστερα ἐπιθεῖναι τὰ φάρμακα.  Οὗτος  γὰρ  ἄριστος  ἰατρείας  τρόπος,  μὴ  μόνον   τέμνειν,   ἀλλὰ   καὶ ἐπιδεσμεῖν τὰ ἕλκη· οὗτος θαυμαστὸς διδασκαλίας νόμος, μὴ μόνον ἐπιτιμᾷν, ἀλλὰ καὶ παρακαλεῖν καὶ παραμυθεῖσθαι. Οὕτω καὶ Παῦλος ἐκέλευσεν· Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Ἐάν τε παρακαλῇ τις διόλου, ῥᾳθυμοτέρους ποιεῖ τοὺς ἀκροατάς· ἐάν  τε  ἐπιτιμᾷ  μόνον,  τραχυτέρους  ἐργάζεται·  οὐ  γὰρ  δυνάμενοι  τὸ φορτίον  τῶν  διηνεκῶν  ἐλέγχων  ἐνεγκεῖν,  ἀποπηδῶσιν  εὐθέως. ∆ιὸ χρὴ ποικίλον τινὰ  εἶναι  τὸν  τῆς  διδασκαλίας  τρόπον.  Ἐπεὶ οὖν  τῇ  προτέρᾳ σφοδρότερον τὴν ἑκάστου διάνοιαν ἔδακεν ὁ λόγος, προσηνεστέρας ἡμῖν δεῖ τῆς διδασκαλίας τήμερον, καὶ ταῖς ἐκ τῶν ἐλέγχων  γενομέναις  ὀδύναις, ὥσπερ ἔλαιον, ἀναγκαῖον  ἐπιστάξαι τοῦ λόγου τὸ προσηνὲς, πρότερον αὐτῶν ὑμᾶς ἀναμνήσαντες τῶν ἐλέγχων. Ἀνέγνωμεν  ὑμῖν  πρώην  τὸν  Παύλου νόμον  περὶ τῆς  τῶν  μυστηρίων  κοινωνίας κείμενον τοῖς μεμυημένοις ἅπασιν. Ὁ δὲ νόμος ἦν οὗτος· οὐδὲν γὰρ κωλύει καὶ νῦν αὐτὸν ἀναγνῶναι  πάλιν· ∆οκιμαζέτω δὲ ἕκαστος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα, καὶ τίς μὲν ὁ ἄρτος, τί δὲ τὸ ποτήριον. Ὁ γὰρ ἐσθίων καὶ πίνων,  φησὶν, ἀναξίως τοῦ Κυρίου, ἔνοχος  ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος  τοῦ Κυρίου. Τοῦτον ὑμῖν  τὸν  νόμον ἀνέγνωμεν· ἐξηγησάμεθα δὲ καὶ τὴν διάνοιαν τοῦ ῥητοῦ. Εἴπομεν τί ἐστιν, Ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου, ὅτι τὴν αὐτὴν δώσει δίκην, ὅσην ὑποστήσονται τιμωρίαν οἱ σταυρώσαντες τὸν Χριστόν. Καθάπερ γὰρ ἐκεῖνοι, φησὶν, οἱ σφαγεῖς ἔνοχοι ἐγένοντο τοῦ αἵματος, οὕτω καὶ οὗτοι οἱ ἀναξίως κοινωνοῦντες τῶν μυστηρίων· τοῦτο γάρ ἐστιν, Ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Ἐδόκει πολλὴν ὑπερβολὴν ἔχειν τὸ εἰρημένον καὶ ἀφόρητος εἶναι ἡ ἀπειλή· προσεθήκαμεν καὶ λογισμὸν ἐκ παραδείγματος ἀκολουθίαν ἔχοντα πολλήν. Ὥσπερ γὰρ, ἔφην, ἄν τε διαῤῥήξῃ τις τὴν πορφυρίδα τὴν βασιλικὴν, ἄν τε  μολύνῃ βορβόρῳ, παραπλησίως εἰς τὸν ἐνδύντα αὐτὴν ὕβρισε βασιλέα· οὕτω δὴ καὶ ἐνταῦθα οἵ τε ἀνελόντες  τὸ σῶμα τὸ δεσποτικὸν, οἵ τε ἀκαθάρτῳ  δεχόμενοι  τῇ διανοίᾳ, ὁμοίως ἐμπαροινοῦσι τῷ ἐνδύματι τῷ βασιλικῷ. ∆ιέῤῥηξαν μὲν οὖν αὐτὸ Ἰουδαῖοι τῷ σταυρῷ, μολύνει δὲ καὶ ὁ ἀκαθάρτῳ δεχόμενος αὐτὸ ψυχῇ· ὥστε εἰ καὶ διάφορα τὰ  τῆς  παρανομίας,  ἀλλὰ  τὰ  τῆς  ὕβρεως  ἴσα. Τοῦτο πολλῶν  καθήψατο,  τοῦτο πολλοὺς  ἐθορύβησεν· ἔδακε  τὸ  συνειδὸς  τῶν  ἀκουόντων,  μᾶλλον  δὲ  οὐχὶ  τῶν ἀκουόντων μόνον, ἀλλὰ καὶ ἐμοῦ τοῦ λέγοντος πρὸ ὑμῶν· κοινὴ γὰρ ἡ διδασκαλία, κοινὰ  τὰ  τραύματα·  διὸ  καὶ  κοινὰ  τὰ  φάρμακα  ἐπιτίθημι.  Τοῦτο τῆς  τοῦ  Θεοῦ φιλανθρωπίας  ἐγένετο ἔργον, ὥστε καὶ τὸν λέγοντα καὶ τοὺς ἀκούοντας τοῖς αὐτοῖς ὑποκεῖσθαι νόμοις, τῆς αὐτῆς κοινωνεῖν  φύσεως, ὁμοίως ἕκαστον ὑπεύθυνον εἶναι παραβαίνοντα. ∆ιὰ τί; Ἵνα μετὰ συμμετρίας ποιῆται τὴν ἐπιτίμησιν, ἵνα συγγνωμονικὸς γένηται τοῖς ἁμαρτάνουσιν, ἵνα ἀναμιμνησκόμενος τῆς οἰκείας ἀσθενείας  μὴ  ἀφόρητον  ποιῆται  τὸν  ἔλεγχον.  ∆ιὰ τοῦτο  οὐκ  ἀγγέλους  ἐκ  τῶν οὐρανῶν καταγαγὼν  ὁ Θεὸς τῇ τῶν ἀνθρώπων  φύσει διδασκάλους ἐπέστησεν, ἵνα μὴ  διὰ  τὸ  τῆς  φύσεως  ὑπερέχον,  καὶ  τῆς  ἀνθρωπίνης  ἀσθενείας  τὴν  ἄγνοιαν, ἀφειδέστερον ποιῶνται τὰς καθ' ἡμῶν ἐπιτιμήσεις· ἀλλὰ ἀνθρώπους θνητοὺς ἔδωκε διδασκάλους καὶ ἱερέας, ἀνθρώπους ἀσθένειαν περικειμένους, ἵν' αὐτὸ δὴ τοῦτο, τὸ τοῖς αὐτοῖς ὑπεύθυνον εἶναι καὶ τὸν λέγοντα καὶ τοὺς ἀκούοντας, χαλινὸς γένηται τῇ τοῦ λέγοντος γλώττῃ, μὴ συγχωρῶν πέρα τοῦ μέτρου ποιεῖσθαι τὰς κατηγορίας. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτὸς ὁ Παῦλος, ὁ τὸν νόμον ἐκεῖνον θεὶς, καὶ ταύτην ἡμᾶς ἐδίδαξε τὴν αἰτίαν, οὕτως εἰπών· Πᾶς γὰρ ἱερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων  καθίσταται,  μετριοπαθεῖν  δυνάμενος  τοῖς  ἀγνοοῦσι  καὶ πλανωμένοις.  Πόθεν καὶ διὰ τί; Ἐπειδὴ καὶ αὐτὸς περίκειται ἀσθένειαν. Ὁρᾷς ὅτι ἡ ἀσθένεια τῆς συμπαθείας ὑπόθεσις γίνεται, καὶ τὸ συγγενὲς τῆς φύσεως οὐκ ἀφίησιν εἰς ἀμετρίαν ποτὲ ἐκπεσεῖν τὸν ἐπιτιμῶντα, κἂν σφόδρα φιλονεικῇ; Τίνος δὲ ἕνεκεν ταῦτα εἶπον; Ἵνα μὴ λέγητε ὅτι Σὺ καθαρὸς ὢν ἁμαρτημάτων, ἀπηλλαγμένος τῆς  ὀδύνης  τῆς  κατὰ  τὴν  ἐπιτίμησιν,   μετὰ  πολλῆς   ἐξουσίας  ἐπιφέρεις   ἡμῖν βαθυτέραν τὴν τομήν. Ἐγὼ γὰρ πρότερος αἰσθάνομαι τῆς ὀδύνης, ἐπειδὴ καὶ αὐτὸς ὑπεύθυνός εἰμι τοῖς ἁμαρτήμασι. Πάντες γάρ ἐσμεν ἐν ἐπιτιμίοις· καὶ, Οὐδεὶς καυχήσεται ἁγνὴν ἔχειν καρδίαν. Ὥστε οὐκ ἐν ἀλλοτρίοις φιλοσοφῶν κακοῖς, οὐδὲ ἐξ ἀπανθρωπίας  τινὸς,  ἀλλ' ἀπὸ κηδεμονίας  πολλῆς  τοὺς  ἐλέγχους  ἐποιησάμην ἐκείνους.  Ἐπὶ μὲν  γὰρ τῶν  τὰ σώματα ἰατρευόντων,  ὁ μὲν  ἐπάγων  τὴν  πληγὴν οὐδεμίαν   λαμβάνει   τῆς   πληγῆς   αἴσθησιν,    δὲ   τεμνόμενος,   οὗτός   ἐστιν   ὁ διασπώμενος ταῖς ἀλγηδόσι μόνος· ἐπὶ δὲ τῶν τὰς ψυχὰς θεραπευόντων οὐχ οὕτως, εἰ μήτι γε σφάλλομαι ἐξ ἑαυτοῦ τὰ τῶν  λοιπῶν  δοκιμάζων, ἀλλ' αὐτὸς πρότερος ὀδυνᾶται  ὁ λέγων,  ἡνίκα  ἂν  ἑτέροις ἐπιτιμᾷ.  Οὐδὲ γὰρ οὕτως  ἐλεγχόμενοι  παρ' ἑτέρων ἀλγοῦμεν, ὡς ἐλέγχοντες  ἑτέρους ὑπὲρ ἁμαρτημάτων ὧν ἐσμεν ὑπεύθυνοι. Ἐπιλαμβάνεται γὰρ εὐθέως τὸ συνειδὸς τοῦ λέγοντος, καὶ τὸ διδασκαλίας περικείμενον ἀξίωμα, εἰς τὰ αὐτὰ τοῖς μαθηταῖς καταπίπτειν  ἁμαρτήματα, καὶ τῶν αὐτῶν δεῖσθαι ἐλέγχων, πικροτέραν τῷ λέγοντι ποιεῖ τὴν ὀδύνην.

βʹ. Καὶ ταῦτα οὐχ ἁπλῶς ἀποδύρομαι νῦν ἀλλ' ἐπειδὴ πολλοὶ τὸ βάρος τῶν εἰρημένων οὐκ ἐνεγκόντες, μετὰ τὴν ἀναχώρησιν προσελθόντες ἐδυσχέραινον, ἠγανάκτουν, Ἀπάγεις ἡμᾶς, λέγοντες, τῆς ἱερᾶς τραπέζης, καὶ τῆς κοινωνίας ἀποσοβεῖς. ∆ιὰ τοῦτο ταῦτα ἠναγκάσθην εἰπεῖν, ἵνα μάθητε ὅτι οὐκ ἀπάγω, ἀλλὰ συνάγω  μᾶλλον·  οὐκ ἀποσοβῶ οὐδὲ ἀπείργω,  ἀλλ' ἐπισπῶμαι  διὰ τῶν  ἐλέγχων πλέον. Ὁ γὰρ φόβος τῆς εἰρημένης τιμωρίας, καθάπερ πῦρ εἰς κηρὸν, οὕτως εἰς τὸ συνειδὸς τῶν ἁμαρτανόντων  ἐμπίπτων, λύει μὲν ἡμῶν καὶ τήκει τὰ πλημμελήματα, διηνεκῶς ἐγκαθήμενος, καθαρὰν δὲ καὶ ἀποστίλβουσαν ἐργαζόμενος τὴν διάνοιαν, πλείονα τὴν παῤῥησίαν ἡμῖν ἐντίθησιν· ἀπὸ δὲ τῆς παῤῥησίας καὶ προθυμίας πλείων γένοιτ' ἂν πρὸς τὸ συνεχῶς τῶν ἀποῤῥήτων καὶ φρικτῶν κοινωνεῖν  μυστηρίων. Καὶ καθάπερ ὁ πικρὰ φάρμακα τοῖς κακοσίτοις διδοὺς, καὶ τοὺς πονηροὺς ἐκκαθαίρων χυμοὺς, διεγείρει τὴν καταβεβλημένην ὄρεξιν, καὶ μετὰ πλείονος παρασκευάζει τῆς προθυμίας τῆς συνήθους ἅπτεσθαι τροφῆς· οὕτω δὴ καὶ ὁ πικρὰ λέγων ῥήματα, καὶ καθαίρων  τοὺς πονηροὺς λογισμοὺς τῆς διανοίας, καὶ τὸ βαρὺ τῶν  ἁμαρτημάτων ἀποσκευαζόμενος φορτίον, δίδωσιν ἀναπνεῦσαι τῷ συνειδότι, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς ἀπογεύσασθαι τοῦ σώματος παρασκευάζει τοῦ δεσποτικοῦ. Οὐ τοίνυν δυσχεραίνειν ὑπὲρ τῶν εἰρημένων  χρὴ, ἀλλ' ἀποδέχεσθαι καὶ ἐπαινεῖν. Εἰ δέ τινες ἀσθενέστερον διάκεινται, καὶ οὐκ ἀνέχονται ταύτης ἡμῶν τῆς ἀπολογίας, ἐκεῖνο ἂν εἴποιμι πρὸς αὐτοὺς, ὅτι Οὐκ ἐμαυτοῦ νόμους ὑμῖν ἐξηγοῦμαι, ἀλλ' ἐκ τῶν οὐρανῶν καταβάντα ἀναγινώσκω γράμματα· καὶ ἀνάγκη τὸν ταύτην ἐμπιστευθέντα τὴν διακονίαν, ἢ πάντα μετὰ παῤῥησίας εἰπεῖν τὰ ἐγκείμενα, τὸ συμφέρον, ἀλλὰ μὴ τὸ ἡδὺ  τοῖς  ἀκροαταῖς  πανταχοῦ   ζητοῦντα·    τὴν  τῶν   ἀκουόντων   ὑπειδόμενον ἀπέχθειαν,  καὶ τὴν ἑαυτοῦ καὶ τὴν ἐκείνων  προέσθαι σωτηρίαν, διὰ τῆς ἀκαίρου ταύτης χάριτος Ὅτι γὰρ καὶ τῷ λέγοντι  καὶ τοῖς ἀκούουσι σφόδρα ἐπικίνδυνον  τὸ τῶν θείων ἀποκρύπτεσθαί τι νόμων, καὶ ὅτι φόνων  ὑπεύθυνοι οἱ διδάσκαλοι κρίνονται,  ὅταν  μὴ πάντα  χωρὶς  ὑποστολῆς ἐξηγῶνται  τοῦ Θεοῦ τὰ δικαιώματα, Παῦλον  ὑμῖν  τούτων  πάλιν  παρέξομαι  μάρτυρα.  ∆ιὰ  γὰρ  τοῦτο  συνεχῶς  ὑπὲρ ἁπάντων ἐπὶ τὴν ἁγίαν ἐκείνην καταφεύγω ψυχὴν, ὅτι χρήσιμοί τινές εἰσι καὶ θεῖοι νόμοι  τὰ Παύλου ῥήματα. Οὐ γὰρ Παῦλός ἐστιν ὁ λαλῶν,  ἀλλ' ὁ Χριστὸς ὁ τὴν ἐκείνου ψυχὴν κινῶν· δι' ἐκείνου γὰρ φθέγγεται πάντα, ἅπερ ἐκεῖνος εἶπε. Τί τοίνυν φησὶν ὁ Παῦλος; Καλέσας τοὺς τὴν Ἔφεσον οἰκοῦντας, καὶ ἐσχάτην πρὸς αὐτοὺς δημηγορίαν εἰπὼν, ἐπειδὴ λοιπὸν αὐτῶν ἀπίστασθαι ἤμελλε, διδάσκων τοὺς ἐφεστηκότας αὐτοῖς, ὅτι καθάπερ οἱ τὸ αἷμα ἐκχέοντες τῶν μαθητῶν, οὕτως οἱ τὰ συμφέροντα μὴ λέγοντες αὐτοῖς, εἰσὶν ὑπεύθυνοι κολάσεως καὶ τιμωρίας, οὕτω πώς φησι· Καθαρός εἰμι ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. ∆ιὰ τί; Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ  ἀναγγεῖλαι   ὑμῖν  πᾶσαν  τὴν  βουλὴν  τοῦ  Θεοῦ· ὡς  εἰ  ὑπεστείλατο  τοῦ  μὴ ἀναγγεῖλαι. οὐκ ἦν καθαρὸς ἐκ τοῦ αἵματος, ἀλλ' ὡς ἀνδροφόνος ἐκρίνετο, καὶ μάλα εἰκότως.    μὲν  γὰρ  ἀνδροφόνος   τὸ  σῶμα  ἀναιρεῖ  μόνον,    δὲ  πρὸς  χάριν δημηγορῶν, καὶ ῥᾳθυμοτέρους ποιῶν τοὺς ἀκροατὰς, τὴν ψυχὴν ἀπόλλυσι· κἀκεῖνος μὲν τῷ παρόντι  προδίδωσι θανάτῳ,  οὗτος δὲ τὴν ψυχὴν  ἀπόλλυσι, καὶ πρὸς τὰς ἀθανάτους παραπέμπει κολάσεις καὶ τιμωρίας. Ἆρα οὖν Παῦλος μόνος τοῦτό φησιν; Οὐδαμῶς, ἀλλὰ  καὶ πρὸ Παύλου πάλιν  ὁ Θεὸς διὰ τοῦ προφήτου  τὸ αὐτὸ τοῦτο αἰνίττεται οὕτω λέγων· Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. Τί ἐστι, Σκοπόν; Σκοπὸς λέγεται ὁ τῶν στρατοπέδων κάτω καθημένων ὑψηλὸν καὶ γεώλοφον χωρίον καταλαβὼν κἀκεῖθεν ἐπιόντας τοὺς πολεμίους σκοπεύων, καὶ τοῖς κάτω καθημένοις μηνύων  τὴν  ἔφοδον,  καὶ  διεγείρων  πρὸς τὴν  τοῦ  πολέμου  παράταξιν,  ὥστε μὴ ἀφυλάκτοις ἐπιπεσόντας, μετὰ πολλῆς διαχειρίσασθαι τῆς εὐκολίας. Ἐπεὶ οὖν πολλὰ τῶν  ἐπιόντων  δεινῶν  οὐχ ὁρῶμεν ἡμεῖς οἱ χαμαὶ βαδίζοντες, ᾠκονόμησεν ἡ τοῦ Θεοῦ χάρις,  ὥσπερ  ἐφ'  ὑψηλοῦ  χωρίου  τῆς  προφητείας  τοὺς  ἁγίους  προφήτας ἑστῶτας, μέλλουσαν τοῦ Θεοῦ τὴν ὀργὴν ἡμῖν ἐπιέναι πόῤῥωθεν προμηνύειν, ἵνα διὰ τῆς μετανοίας ἑαυτοὺς ἀνακτησάμενοι, καὶ πεπτωκυῖαν ἡμῶν τὴν ψυχὴν ἀνορθώσαντες, τὴν θεήλατον  πόῤῥωθεν ἀποκρουσώμεθα πληγήν.  ∆ιὰ τοῦτό φησι· Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ· ἵνα μέλλουσαν ἐπιέναι τὴν συμφορὰν προμηνύσῃς, καθάπερ ἐκεῖνος τοὺς πολεμίους. Καὶ τιμωρίαν δὲ οὐ μικρὰν ἐπιτίθησι τῷ μὴ προλέγοντι  τοῦ Θεοῦ τὴν ὀργήν. Ποίαν δὴ ταύτην; Τὰς ψυχὰς τῶν ἀπολλυμένων,  φησὶν, ἐκ τῆς χειρός σου ἐκζητήσω. Τίς οὖν οὕτως ὠμὸς καὶ ἀπάνθρωπος καὶ ἀσυμπαθὴς, ὡς ἐγκαλεῖν τῷ λέγοντι καὶ περὶ τῆς τοῦ Θεοῦ διαλεγομένῳ  συνεχῶς ὀργῆς, τοσαύτην κόλασιν ὑφίστασθαι μέλλοντι, εἰ σιγήσειεν; Ὅτι  μὲν  οὖν  ἡμῖν  οὐ  συμφέρει  τοῖς  λέγουσι  τὰ  τοιαῦτα  σιγᾷν,  ἱκανῶς  καὶ  ὁ προφήτης καὶ ὁ ἀπόστολος ἡμᾶς ἐπαίδευσεν· ὅτι δὲ οὐδὲ ὑμῖν τοῖς ἀκούουσι, δῆλον ἐκεῖθεν.  Εἰ μὲν  γὰρ  ἐγὼ  σιγήσας  ἀπέκρυπτον  τῇ  σιγῇ  τὰ  ἁμαρτήματα,  καλῶς ἐδυσχέραινεν  ἕκαστος καὶ ἠγανάκτει  δικαίως, μὴ σιγῶντος  ἐμοῦ· εἰ δὲ καὶ ἡμῶν σιγώντων νῦν, ἀνάγκη πάντως ἐκεῖ  φανῆναι τὰ πλημμελήματα, τί τὸ ὄφελος ἀπὸ τῆς σιγῆς γένοιτ' ἄν; Ἀλλ' ὄφελος μὲν οὐδὲν, βλάβη δὲ ἐσχάτη. Ἂν μὲν γὰρ εἴπω νῦν, εἰς μετάνοιαν ἄγω καὶ κατάνυξιν διανοίας· ἂν δὲ σιγήσω, νῦν μὲν οὐκ ἀναμνησόμεθα τῶν πεπλημμελημένων  ἡμῖν, οὐδὲ μετανοήσομεν· ἐκεῖ δὲ αὐτὰ ὀψόμεθα πρὸ τῶν ὀφθαλμῶν  γυμνὰ καὶ τετραχηλισμένα, καὶ θρηνήσομεν εἰκῆ καὶ μάτην.

γʹ. Ἐπεὶ  οὖν  ἀνάγκη  πάντως,    ἐκεῖ,    ἐνταῦθα  κατανυγῆναι   ἐπὶ  τοῖς ἁμαρτήμασι,  βέλτιον   ἐνταῦθα,   καὶ   μὴ  ἐκεῖ.   Πόθεν  τοῦτο   δῆλον;   Ἀπὸ  τῶν προφητικῶν  ῥημάτων, ἀπὸ τῶν εὐαγγελικῶν.  Ὁ μὲν γὰρ προφήτης φησὶν, Ἐν τῷ ᾅδῃ  τίς  ἐξομολογήσεταί  σοι; οὐχ  ὅτι  οὐκ ἐξομολογούμεθα,  ἀλλ'  ὅτι  εἰκῆ  τοῦτο ποιοῦμεν. Ὁ δὲ Χριστὸς καὶ διὰ παραβολῆς αὐτὸ τοῦτο ἐπαίδευσε. Λάζαρος γάρ τις  ἦν  πτωχὸς,  φησὶν,  ἡλκωμένος  πάντοθεν,  νόσον  ἀνίατον   ἔχων·  ἕτερος  δέ  τις πλούσιος  τῶν  ψιχίων  οὐ  μετεδίδου  τῷ  πένητι.  Καὶ τί  δεῖ  πᾶσαν  ἐπελθεῖν  τὴν παραβολήν; ἴστε γὰρ τὴν  ἱστορίαν ἅπασαν, τὴν  ὠμότητα  τοῦ πλουσίου, πῶς  οὐ μετεδίδου τῆς τραπέζης τῷ πτωχῷ, τὴν πενίαν τὴν ἐκείνου καὶ τὸν λιμὸν, ᾧ προσεπάλαιε διηνεκῶς.  Ἀλλ'  ἐνταῦθα ταῦτα· ἐπειδὴ δὲ ἐτελεύτησεν ἕκαστος, ὁρᾷ τὸν  πτωχὸν  ἐκεῖνον  ἐν  τοῖς  κόλποις  τοῦ  Ἀβραάμ. Καὶ τί  φησι· Πάτερ Ἀβραὰμ, ἀπόστειλον   αὐτὸν,   ἵνα   ἐπιστάξῃ   τῷ   δακτύλῳ   ἄκρῳ   τῇ   γλώττῃ   μου,   ἵνα ἀναπαύσωμαι τῆς ὀδύνης. Εἶδες ἀντίδοσιν; οὐ μετέδωκεν αὐτῷ ψιχίων,  οὐ μεταλαμβάνει σταγόνος ὕδατος. Ὧ γὰρ μέτρῳ, φησὶ, μετρεῖτε, μετρηθήσεται ὑμῖν. Τί οὖν ὁ Ἀβραάμ; Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακά· καὶ νῦν οὗτος μὲν ἐνταῦθα παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἀλλὰ τὸ ζητούμενον, ὅτι κατανύσσονται μὲν ἐπὶ τοῖς ἁμαρτήμασι καὶ μεταβάλλονται καὶ βελτίους γίνονται ἀπὸ τῆς γεέννης, οὐδὲν δὲ κερδαίνουσιν εἰς παραμυθίαν τῆς φλογός· Πάτερ γὰρ, ἀπόστειλον αὐτὸν εἰς τὸν οἶκόν μου, φησὶν, ἵνα τοῖς συγγενέσι μου διαμαρτύρηται, καὶ μὴ ἔλθωσιν εἰς τὸν τόπον  τοῦτον.  Αὐτὸς ἀποτυχὼν  τῆς  εὐεργεσίας, ἑτέροις  προξενεῖ  τὴν  σωτηρίαν λοιπόν. Εἶδες πῶς ὠμὸς ἦν πρὸ τούτου, πῶς φιλάνθρωπος  ἐγένετο μετὰ ταῦτα; Πρὸ τῶν  ὀφθαλμῶν   κείμενον   παρέτρεχε  τὸν  Λάζαρον  ζῶν,  νυνὶ  δὲ  καὶ  ἀπόντων φροντίζει  τῶν  συγγενῶν·  καὶ τότε μὲν ἐν περιουσίᾳ ὢν, πρὸς τὴν  ἐλεεινὴν  οὐκ ἐπεκάμπτετο τοῦ πτωχοῦ θέαν, νυνὶ δὲ ἐν ὀδύναις καὶ ἀνάγκαις ὢν ἀπαραιτήτοις, κήδεται  τῶν  αὐτῷ  προσηκόντων,  καὶ ἀξιοῖ πεμφθῆναι  τὸν  ταῦτα  ἀπαγγελοῦντα αὐτοῖς.  Ὁρᾷς πῶς  φιλάνθρωπος   γέγονε  καὶ  ἥμερος  καὶ  συμπαθητικός;  Τί  οὖν; ἀπώνατό τι τῆς μετανοίας; ἐγένετό τι κέρδος αὐτῷ ἀπὸ τῆς κατανύξεως; Οὐδαμῶς· ἄκαιρος γὰρ ἡ μετάνοια. Ἐλύθη τὸ θέατρον, ἀπῆλθε τὰ σκάμματα, οὐκ ἔτι καιρὸς τῶν  παλαισμάτων  ἦν· διὰ  τοῦτο  παρακαλῶ,  καὶ  δέομαι  καὶ  ἀντιβολῶ,  ἐνταῦθα ὀδύρεσθαι χρὴ καὶ θρηνεῖν ἐπὶ τοῖς ἁμαρτήμασι. Λυπείτω ἡμᾶς ἐνταῦθα τὰ ῥήματα, καὶ μὴ φοβείτω ἐκεῖ τὰ πράγματα· δακνέτω ἡμᾶς ὁ λόγος ἐνταῦθα, καὶ μὴ δακνέτω ἡμᾶς ἐκεῖ σκώληξ ὁ ἰοβόλος· καιέτω ἡμᾶς ἐνταῦθα ἡ ἐπιτίμησις, καὶ μὴ καιέτω ἐκεῖ ἡ γέεννα τοῦ πυρός. Τοὺς ἐνταῦθα θρηνοῦντας ἀκόλουθον ἐκεῖ παρακληθῆναι· τοὺς ἐνταῦθα τρυφῶντας καὶ γελῶντας καὶ ἀναλγήτως περὶ τὰ ἁμαρτήματα διακειμένους ἀνάγκη πᾶσα ἐκεῖ θρηνῆ σαι καὶ ὀδύρεσθαι, καὶ βρῦξαι τοὺς ὀδόντας. Οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλ' αὐτοῦ τοῦ τότε δικάζοντος ἡμῖν· Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες,  ὅτι  αὐτοὶ  παρακληθήσονται·  Οὐαὶ ὑμῖν,  οἱ γελῶντες,  ὅτι  κλαύσετε. Πόσῳ τοίνυν  βέλτιον  πρόσκαιρον κατάνυξιν  καὶ ὀδυρμὸν ἀθανάτων  ἀλλάξασθαι καλῶν  καὶ ἡδονῆς τέλος οὐκ ἐχούσης, ἢ τὸν βραχὺν τοῦτον καὶ πρόσκαιρον βίον ἐνταῦθα γελάσαντας, ἀπελθεῖν  ἐκεῖ κολασθησομένους ἀθάνατα; Ἀλλ' αἰσχύνῃ καὶ ἐρυθριᾷς τὰ ἁμαρτήματα ἐξειπεῖν; Μάλιστα μὲν εἰ καὶ ἐπ' ἀνθρώπων  ἔδει ταῦτα λέγειν καὶ ἐκπομπεύειν, οὐδὲ οὕτως αἰσχύνεσθαι ἔδει· αἰσχύνη γὰρ τὸ ἁμαρτάνειν, οὐ τὸ ὁμολογῆσαι τὰ ἁμαρτηθέντα· νυνὶ δὲ οὐδὲ ἀνάγκη παρόντων μαρτύρων ἐξομολογεῖσθαι.  Παρὰ  τοῖς  λογισμοῖς  τοῦ  συνειδότος  γιγνέσθω   τῶν πεπλημμελημένων  ἡ ἐξέτασις· ἀμάρτυρον ἔστω τὸ δικαστήριον· ὁ Θεὸς ὁράτω σε μόνος ἐξομολογούμενον,  ὁ Θεὸς ὁ μὴ ὀνειδίζων  τὰ ἁμαρτήματα, ἀλλὰ  λύων  τὰ ἁμαρτήματα  ἀπὸ τῆς  ἐξομολογήσεως.  Ἀλλὰ καὶ οὕτως  ὀκνεῖς  καὶ ἀναδύῃ;  Οἶδα κἀγὼ, ὅτι οὐκ ἀνέχεται τὸ συνειδὸς τῆς μνήμης τῶν οἰκείων πλημμελημάτων.  Ἂν γὰρ ἔλθωμεν μόνον εἰς ἀνάμνησιν τῶν πεπλημμελημένων  ἡμῖν, καθάπερ πῶλός τις ἀδάμαστος καὶ δυσήνιος, σκιρτᾷ ἡ διάνοια. Ἀλλὰ κάτασχε, χαλίνωσον, κατάψηχε τῇ χειρὶ, ἥμερον αὐτὴν ποίησον, πεῖσον ὅτι ἂν μὴ νῦν ἐξομολογήσηται, ἐκεῖ ἐξομολογήσεται, ὅπου πλείων ἡ κόλασις, ὅπου μείζων ὁ παραδειγματισμός. Ἐνταῦθα ἀμάρτυρόν ἐστι τὸ δικαστήριον, καὶ σὺ σαυτῷ δικάζεις ὁ ἡμαρτηκώς· ἐκεῖ δὲ εἰς μέσον  τὸ  θέατρον  τῆς  οἰκουμένης  ἅπαντα  παραχθήσεται,  ἂν  μὴ  προλαβόντες ἐνταῦθα  αὐτὰ ἀπαλείψωμεν.  Αἰσχύνῃ ὁμολογῆσαι ἁμαρτήματα; αἰσχύνου  πρᾶξαι ἁμαρτήματα. Ἡμεῖς δὲ ὅταν αὐτὰ πράττωμεν, ἰταμῶς καὶ ἀναισχύντως  τολμῶμεν· ὅταν  δὲ ὁμολογῆσαι δέῃ, τότε  αἰσχυνόμεθα  καὶ ὀκνοῦμεν,  δέον  μετὰ προθυμίας τοῦτο ποιεῖν. Οὐ γάρ ἐστιν αἰσχύνη κατηγορεῖν ἁμαρτημάτων, ἀλλὰ δικαιοσύνη καὶ ἀρετή· εἰ μὴ δικαιοσύνη καὶ ἀρετὴ ἦν, οὐκ ἂν μισθὸν ἔθηκεν αὐτῇ ὁ Θεός. Ὅτι γὰρ μισθοὺς ἔχει ἡ ἐξομολόγησις, ἄκουσον τί φησι· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Τίς αἰσχύνεται ἔργον, ἀφ' οὗ γίνεται δίκαιος; τίς αἰσχύνεται ὁμολογῆσαι ἁμαρτήματα, ἵνα  λύσῃ ἁμαρτήματα; Μὴ γὰρ διὰ τοῦτο  κελεύει  ὁμολογῆσαι, ἵνα κολάσῃ; οὐχ ἵνα κολάσῃ, ἀλλ' ἵνα συγχωρήσῃ.

δʹ. Ἐπὶ γὰρ τῶν ἔξω δικαστηρίων μετὰ τὴν ὁμολογίαν κόλασις. ∆ιὰ τοῦτο καὶ ὁ ψαλμὸς αὐτὸ τοῦτο ὑφορώμενος, μή τις δεδοικὼς κόλασιν μετὰ τὴν ἐξομολόγησιν, ἀρνήσηται τὰ ἁμαρτήματα, φησίν· Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Μὴ γὰρ οὐκ οἶδε τὰ ἁμαρτήματά σου, ἐὰν μὴ σὺ ὁμολογήσῃς; Τί οὖν σοι γίνεται πλέον ἐκ τοῦ μὴ ὁμολογεῖν; μὴ γὰρ δύνασαι λαθεῖν; Κἂν μὴ εἴπῃς, ἐκεῖνος  εἶδεν·  ἂν  δὲ  σὺ εἴπῃς,  ἐκεῖνος  ἐπιλανθάνεται.  Ἰδοὺ  γὰρ  ἐγὼ  Θεός εἰμι ἐξαλείφων  τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθῶ. Ὁρᾷς; Ἐγὼ οὐ μὴ μνησθῶ, φησί·  φιλανθρωπίας  γὰρ τοῦτο· σὺ δὲ μνήσθητι, ἵνα σωφρονισμοῦ λάβῃς ὑπόθεσιν. Τούτων ἀκούσας ὁ Παῦλος, ἁμαρτημάτων, ὧν οὐκ ἐμέμνητο ὁ Θεὸς, αὐτὸς διηνεκῶς ἐμέμνητο  οὑτωσὶ  λέγων·  Οὐκ εἰμὶ  ἱκανὸς  καλεῖσθαι  ἀπόστολος, ὅτι  ἐδίωξα  τὴν Ἐκκλησίαν· καὶ, Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Οὐκ εἶπεν, Ἤμην, ἀλλ', Εἰμί. Ἡ συγχώρησις ἐγένετο τῶν ἁμαρτημάτων παρὰ τῷ Θεῷ, καὶ ἡ μνήμη τῶν συγκεχωρημένων  ἁμαρτημάτων οὐκ ἠφανίζετο παρὰ τῷ Παύλῳ· ἅπερ ὁ ∆εσπότης ἀπήλειψε, ταῦτα αὐτὸς ἐξεπόμπευεν. Ἠκούσατε γὰρ τοῦ προφήτου λέγοντος,  Καὶ οὐ μὴ μνησθῶ· σὺ δὲ μνήσθητι. Ὁ Θεὸς σκεῦος ἐκλογῆς αὐτὸν   καλεῖ,  καὶ  οὗτος  πρῶτον   τῶν   ἁμαρτωλῶν   ἑαυτὸν   καλεῖ.  Εἰ  δὲ  τῶν συγκεχωρημένων  ἁμαρτημάτων οὐκ ἐπελανθάνετο,  ἐννόησον πῶς τῶν εὐεργεσιῶν ἐμέμνητο τοῦ Θεοῦ. Καὶ τί λέγω, ὅτι οὐ καταισχύνει μνήμη ἁμαρτημάτων; οὐχ οὕτως ἡμᾶς ποιεῖ λαμπροὺς κατορθωμάτων μνήμη, ὡς ἡ τῶν ἁμαρτημάτων μνήμη· μᾶλλον δὲ ἡ μὲν τῶν κατορθωμάτων μνήμη οὐ μόνον οὐ ποιεῖ λαμπροὺς, ἀλλὰ καὶ αἰσχύνης πληροῖ καὶ καταγνώσεως· ἡ δὲ τῶν ἁμαρτημάτων μνήμη παῤῥησίας ἡμᾶς ἐμπίπλησι καὶ δικαιοσύνης πολλῆς. Τίς τοῦτό φησιν; Ὁ Φαρισαῖος καὶ ὁ τελώνης. Ὁ μὲν γὰρ εἰπὼν   τὰ  ἁμαρτήματα,  κατῆλθε  δεδικαιωμένος·    δὲ  εἰπὼν   τὰ  κατορθώματα, κατῆλθεν ἐλάττων  τοῦ τελώνου γενόμενος. Ὁρᾷς ὅση βλάβη μεμνῆσθαι κατορθωμάτων,  ὅση ὠφέλεια  μὴ ἐπιλελῆσθαι ἁμαρτημάτων; Καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ τῶν κατορθωμάτων μεμνημένος εἰς ἀπόνοιαν αἴρεται, ὑπερορᾷ τῶν λοιπῶν ἀνθρώπων, ὅπερ ὁ Φαρισαῖος ἔπαθεν· οὐ γὰρ ἂν εἰς τοσαύτην ἀλαζονείαν ἦλθεν, οὐκ ἂν εἶπεν, Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ ἄνθρωποι, εἰ μὴ ἐμέμνητο τῆς νηστείας αὐτοῦ καὶ τῆς δεκάτης· ἡ δὲ μνήμη τῶν ἁμαρτημάτων καταστέλλει τὴν διάνοιαν, ταπεινοφρονεῖν πείθει, καὶ διὰ τῆς ταπεινοφροσύνης  ἐπισπᾶται τοῦ Θεοῦ τὴν  εὔνοιαν.  Ἄκουσον γοῦν πῶς καὶ ὁ Χριστὸς κελεύει λήθῃ παραπέμπειν  ἡμᾶς τὰ κατορθώματα. Ὅταν ταῦτα πάντα ποιήσητε, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Σὺ λέγε ὅτι ἀχρεῖος δοῦλος εἶ, ἐγώ σε οὐ ποιῶ ἀχρεῖον· σὺ ἐὰν ὁμολογήσῃς τὴν εὐτέλειαν τὴν σεαυτοῦ, ἐγώ σε λαμπρὸν ποιῶ καὶ στεφανῶ. Ὁρᾷς διὰ πόσων ἡμῖν ἀποδέδεικται κέρδος ἔχουσα τῶν ἁμαρτημάτων ἡ μνήμη, καὶ βλάβος τῶν κατορθωμάτων  ἡ μνήμη, καὶ τοὐναντίον πάλιν, κόλασις μὲν ἀπὸ τῆς λήθης τῶν ἁμαρτημάτων, ὠφέλεια  δὲ ἀπὸ τῆς λήθης τῶν  κατορθωμάτων  ἡμῖν  γινομένη;  Βούλει μαθεῖν  καὶ ἑτέρωθεν  ὅτι κατόρθωμα μέγιστον τὸ μεμνῆσθαι ἁμαρτημάτων; Ἄκουσον τοῦ Ἰώβ. Ὥσπερ γὰρ ἐπὶ τοῖς ἄλλοις ἐκαλλωπίζετο, οὕτω δὴ καὶ ἐπὶ τῇ ἐξομολογήσει τῶν ἁμαρτημάτων, οὑτωσὶ λέγων· Εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως διετράπην πολυοχλίαν λαοῦ μου, τοῦ μὴ ἐξαγγεῖλαι τὰς  ἁμαρτίας μου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐδέποτέ με σύλλογος τῶν συνδούλων εἰς αἰσχύνην ἤγαγε. Τί γὰρ ὄφελος ἐκ τῆς ἀγνοίας τῶν ἀνθρώπων,  τοῦ κριτοῦ πάντα εἰδότος; τί δὲ βλάβος ἐκ τοῦ εἰδέναι  τούτους  τὰ πεπλημμελημένα,  ὅταν  ἐκεῖνος ἀπολῦσαι βούληται τῆς δίκης; Κἂν πάντες δικάζωσιν, ὁ δὲ δικαστὴς ἀποψηφίσηται, οὐδείς μοι λόγος  τῆς ἐκείνων  ψήφου· κἂν ἅπαντες  ἐπαινέσωσι καὶ θαυμάσωσιν, ἐκεῖνος δέ με καταδικάζῃ, οὐδέν μοι πάλιν ὄφελος τῆς ἐκείνων κρίσεως. Πανταχοῦ γὰρ πρὸς ἐκεῖνον ὁρᾷν χρὴ, καὶ ταὐτὸ ποιεῖν ἐπὶ τῶν ἁμαρτημάτων, ὅπερ ποιοῦμεν  ἐπὶ τῆς τῶν χρημάτων δαπάνης. Εὐθέως ἀναστάντες ἀπὸ τῆς κλίνης, πρὶν εἰς ἀγορὰν  ἐμβαλεῖν,  ἢ μεταχειρίσαι τι τῶν  ἰδιωτικῶν  ἢ δημοσίων  πραγμάτων,  τὸν οἰκέτην  καλέσαντες  ἀπαιτοῦμεν  λόγον  τῶν  δαπανηθέντων,   ἵν' εἰδῶμεν  τί  μὲν κακῶς, τί δὲ εἰς δέον ἀνήλωται, πόσον δὲ ὑπολέλειπται· κἂν εἰδῶμεν ὀλίγον ὂν τὸ ὑπολελειμμένον,  παντὶ  τρόπῳ  προσόδων ἀφορμὰς  ἐπινοοῦμεν,  ἵνα  μὴ λάθωμεν διαφθαρέντες λιμῷ. Τοῦτο τοίνυν καὶ ἐπὶ τῶν πράξεων τῶν ἡμετέρων ποιῶμεν. Τὸ συνειδὸς τὸ ἡμέτερον καλέσαντες ποιήσωμεν αὐτῷ λόγον τῶν ῥημάτων, τῶν πραγμάτων,  τῶν  ἐνθυμήσεων·  ἐξετάσωμεν,  τί  μὲν  εἰς  δέον  ἀνήλωται,  τί  δὲ ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ· ποῖος λόγος ἐδαπανήθη κακῶς, εἰς λοιδορίας, εἰς αἰσχρολογίας, εἰς ὕβρεις· ποῖον ἐνθύμημα τὸν ὀφθαλμὸν εἰς ἀκολασίαν ἐκίνησε· τίς λογισμὸς ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ εἰς ἔργον ἐξηνέχθη,  ἢ διὰ χειρῶν,  ἢ διὰ γλώττης,  ἢ διὰ τῶν ὀμμάτων αὐτῶν· καὶ σπουδάσωμεν τῆς μὲν ἀκαίρου δαπάνης ἀποστῆναι, ἀντὶ δὲ τῶν ἅπαξ ἀναλωθέντων κακῶς, ἑτέραν ἀποθέσθαι πρόσοδον, ἀντὶ  τῶν  ῥημάτων  τῶν εἰκῆ προσενεχθέντων, εὐχὰς, ἀντὶ τῶν ὄψεων τῶν ἀκολάστως γενομένων, ἐλεημοσύνας,   νηστείας.   Εἰ  γὰρ  μέλλοιμεν   δαπανᾷν   μὲν   ἀκαίρως,   μηδὲν   δὲ ἀποτίθεσθαι, μηδὲ θησαυρίζειν ἑαυτοῖς ἀγαθὸν, εἰς ἐσχάτην κατενεχθέντες  πενίαν, λήσομεν πρὸς τὴν ἀθάνατον τοῦ πυρὸς ἑαυτοὺς παραπέμποντες κόλασιν. Τῶν μὲν οὖν χρημάτων  ὑπὸ τὴν ἕω τὸν λόγον  ποιεῖν  εἰώθαμεν, τῶν  δὲ πράξεων μετὰ τὸ δεῖπνον  καὶ τὴν  ἑσπέραν αὐτὴν,  ἐπὶ  τῆς  κλίνης  κείμενοι,  οὐδενὸς  ἐνοχλοῦντος, οὐδενὸς   θορυβοῦντος,  τῶν   μεθ'  ἡμέραν  ἡμῖν   πεπραγμένων   καὶ  λελεγμένων ἁπάντων   ἀπαιτῶμεν   τὰς  εὐθύνας  ἡμᾶς  ἑαυτούς·  κἂν  ἴδωμέν  τι  ἡμαρτημένον,κολάσωμεν τὸ συνειδὸς, ἐπιτιμήσωμεν τῇ διανοίᾳ, κατανύξωμεν τὸν λογισμὸν οὕτω σφοδρῶς,  ὡς  μηκέτι  τολμῆσαι  διαναστάντας  ἡμᾶς  πρὸς  τὸ  αὐτὸ  τῆς  ἁμαρτίας ἀγαγεῖν βάραθρον τῆς ἐν ἑσπέρᾳ πληγῆς μεμνημένον.

εʹ. Ὅτι γὰρ οὗτος  ὁ καιρὸς ἐπιτηδειότερος  πρὸς τὸ τοιοῦτον  λογοθέσιον, ἄκουσον τοῦ προφήτου λέγοντος· Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν  κατανύγητε.  Πολλὰ μεθ'  ἡμέραν οὐχ ὡς  βουλόμεθα  πράττομεν·  καὶ φίλοι παροξύνουσι, καὶ οἰκέται ἐκθηριοῦσι, καὶ γυνὴ λυπεῖ, καὶ παιδίον ὀδυνᾷ, καὶ ὄχλος πραγμάτων  βιωτικῶν  καὶ δημοσίων περιίσταται· καὶ οὐ δυνάμεθα  συνιδεῖν  τότε, οὐδὲ ὅπως ὑποσκελιζόμεθα. Πάντων  δὲ τούτων  ἀπαλλαγέντες,  καὶ καθ' ἑαυτοὺς γενόμενοι  κατὰ τὴν ἑσπέραν, καὶ πολλῆς ἀπολαύοντες  ἡσυχίας, συγκροτῶμεν ἐπὶ τῆς κλίνης τὸ δικαστήριον, ἵνα τὸν Θεὸν ἵλεων  διὰ τῆς τοιαύτης κρίσεως ἔχωμεν.Ἂν δὲ καθ' ἑκάστην ἡμέραν ἁμαρτάνωμεν, καὶ παίωμεν τὴν ψυχὴν τὴν ἡμετέραν, μηδέποτε δὲ αἰσθανώμεθα, καθάπερ οἱ συνεχῆ τραύματα λαμβάνοντες, εἶτα καταφρονοῦντες, πυρετοὺς καὶ θάνατον ἑαυτοῖς ἀφόρητον ἐπισπῶνται· οὕτω δὴ καὶ ἡμεῖς  ἐκ  τῆς   συνεχοῦς   ταύτης   ἀναισθησίας  ἀπαραίτητον   ἐπισπώμεθα τιμωρίαν. Οἶδα ὅτι φορτικὰ τὰ εἰρημένα, ἀλλ' ἔχει πολὺ τὸ κέρδος. Ἥμερον ἔχομεν ∆εσπότην· προφάσεως ἐπιλαβέσθαι βούλεται μόνον, καὶ πᾶσαν εὐθέως ἐπιδείκνυται τὴν  φιλανθρωπίαν.  Εἰ γὰρ ἁμαρτάνοντες  καὶ μένοντες  ἀτιμώρητοι  μὴ ἐγινόμεθα χείρους,   κἂν   ἀφῆκεν   ἡμῖν   τὴν   κόλασιν·  ἀλλ'  οἶδε  τοῦτο   σαφῶς,  ὅτι   τῶν ἁμαρτημάτων αὐτῶν οὐκ ἔλαττον ἡμᾶς τὸ μὴ κολάζεσθαι ἁμαρτάνοντας βλάπτει. ∆ιὰ τοῦτο ἐπιτίθησι  τὴν  τιμωρίαν,  οὐ τῶν  ἀπελθόντων  ἀπαιτῶν  δίκην, ἀλλὰ  τὰ μέλλοντα  διορθούμενος. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησι πρὸς τὸν Μωϋσέα· Ἄφες με, καὶ θυμωθεὶς ἐκτρίψω αὐτούς. Ἄφες με, ἔλεγεν, οὐχ ὅτι Μωϋσῆς αὐτὸν κατεῖχεν· οὐδὲν γὰρ ἐφθέγξατο πρὸς αὐτὸν, ἀλλὰ σιγῇ παρειστήκει· ἀλλὰ πρόφασιν αὐτῷ δοῦναι βουλόμενος  τῆς ὑπὲρ αὐτῶν  ἱκετηρίας. Ἐπειδὴ γὰρ ἄξια μὲν κολάσεως ἥμαρτον ἐκεῖνοι, καὶ κολάσεως ἀπαραιτήτου, κολάσαι δὲ αὐτοὺς οὐκ ἐβούλετο, ἀλλὰ  φιλανθρωπεύσασθαι,  τοῦτο  δὲ αὐτοὺς  ῥᾳθυμοτέρους  ἐποίει, ἀμφότερα κατεσκεύαζεν, ὥστε μήτε τὴν τιμωρίαν ἐπενεχθῆναι, μήτε ἐκείνους ῥᾳθυμοτέρους  ἐκ τῆς  ἀτιμωρησίας  γενέσθαι,  μαθόντας  ὅτι  οὐ παρὰ τὴν  οἰκείαν ἀξίαν, ἀλλὰ παρὰ τὴν τοῦ Μωϋσέως προστασίαν τὴν ὀργὴν τοῦ ∆εσπότου διέφυγον. Τοῦτο καὶ ἡμεῖς πολλάκις  ποιοῦμεν, καὶ οἰκέτας ἄξια κολάσεως πλημμελήσαντας οὔτε  κολάσαι βουλόμενοι,  οὔτε  τοῦ  ἐκ τῆς  κολάσεως  ἀπαλλάξαι  φόβου, φίλοις κελεύομεν  τῶν  ἡμετέρων  αὐτοὺς ἐξαρπάσαι χειρῶν,  ὥστε καὶ τὸν  φόβον  αὐτοῖς ἐνακμάζοντα  μένειν,  καὶ  τὰς  παρ'  ἡμῶν  πληγὰς  διαφυγεῖν.  Τοῦτο  καὶ    Θεὸς ἐποίησε· καὶ ὅτι ἐστὶν ἀληθὲς, ἀπ' αὐτῶν τῶν ῥημάτων δῆλον· Ἄφες με, φησὶ, καὶ θυμωθείς. Καὶ μὴν ὅταν βουλομένους τιμωρήσασθαι μηδεὶς ἀφῇ, τότε θυμούμεθα· αὐτὸς δὲ λέγει, Ἄφες με καὶ θυμωθήσομαι, ἵνα μάθῃς ὅτι θυμὸς οὐ πάθος ἐστὶ περὶ Θεὸν, ἀλλ' ἡ καθ' ἡμῶν γινομένη κόλασις ταύτῃ καλεῖται τῇ προσηγορίᾳ. Ὅταν οὖν ἀκούσῃς τοῦ Μωϋσέως λέγοντος, Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες, πρὸ τοῦ δούλου τὸν ∆εσπότην ἐκπλάγηθι, ὅτι αὐτὸς αὐτῷ τῆς φιλανθρωπίας  ταύτης παρέσχε τὰς ἀφορμάς. Οὐκ ἐνταῦθα δὲ μόνον τοῦτο ἐποίησεν, ἀλλὰ καὶ πρὸς τὸν Ἱερεμίαν, καὶ πρὸς τὸν Ἰεζεκιὴλ τὸ αὐτὸ τοῦτό φησι· Περιδράμετε καὶ ἴδετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, εἰ ἔστι τις ποιῶν  κρίμα καὶ δικαιοσύνην· ἵλεως  ἔσομαι αὐτοῖς. Εἶδες φιλανθρωπίαν; Τῆς μὴν ἑνὸς ἀρετῆς πολλοὶ συναπολαύουσι καὶ τῶν πονηρῶν· τῇ δὲ τῶν   πολλῶν    κακίᾳ,   κἂν   εἷς      κατορθῶν      μεταξὺ   δήμου   πολλοῦ,   οὐ συγκαταφέρεται· ἀλλ' εἷς μὲν ἄνθρωπος  ὀρθῶς ζῶν δῆμον ὁλόκληρον  ἐξαρπάσαι δυνήσεται τῆς ὀργῆς τοῦ Θεοῦ, πόλις δὲ ὁλόκληρος διεφθαρμένη πρὸς τὴν οἰκείαν κόλασιν καὶ τιμωρίαν ἐπισπάσασθαι τὸν εὖ βιοῦντα καὶ καθελεῖν οὐ δυνήσεται. Καὶ τοῦτο ἀπὸ τοῦ Νῶε δῆλον· πάντων  γοῦν ἀπολλυμένων  διεσώζετο μόνος· καὶ ἀπὸ τοῦ Μωϋσέως φανερόν· μόνος γοῦν ἴσχυσε δῆμον τοσοῦτον παραιτήσασθαι. Ἐγὼ δὲ καὶ ἕτερον μεῖζον ἔχω τῆς φιλανθρωπίας  τοῦ Θεοῦ δεῖγμα εἰπεῖν. Ὅταν γὰρ ζῶντας ἀνθρώπους καὶ παῤῥησίαν ἔχοντας μὴ εὕρῃ δυναμένους ἐξαιτήσασθαι τοὺς ἡμαρτηκότας, ἐπὶ τοὺς τελευτήσαντας καταφεύγει, καὶ δι' ἐκείνους φησὶν ἀφιέναι τὰ ἁμαρτήματα, ὥσπερ οὖν τῷ Ἐζεκίᾳ φησίν· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ, καὶ διὰ ∆αυῒδ τὸν παῖδά μου, τὸν ἤδη τετελευτηκότα. Ταῦτ' οὖν εἰδότες ὅτι πάντα κινεῖ  καὶ πραγματεύεται  ὁ Θεὸς, ὥστε ἡμᾶς ἀπαλλάξαι  κολάσεως  καὶ τιμωρίας, πολλὰς  παρέχωμεν  αὐτῷ  τὰς  ἀφορμὰς,  ἐξομολογούμενοι,  μετανοοῦντες, δακρύοντες, εὐχόμενοι, τοῖς πλησίον τὴν ὀργὴν ἀφιέντες,  τὴν τῶν  πέλας πενίαν διορθούμενοι, ἐν ταῖς εὐχαῖς νήφοντες, ταπεινοφροσύνην ἐπιδεικνύμενοι, τῶν ἁμαρτημάτων  μεμνημένοι  συνεχῶς.  Οὐ γὰρ ἀρκεῖ τὸ εἰπεῖν,  ὅτι ἁμαρτωλός  εἰμι, ἀλλὰ δεῖ καὶ κατ' εἶδος αὐτῶν μεμνῆσθαι τῶν πλημμελημάτων. Καθάπερ γὰρ πῦρ εἰς ἀκάνθας ἐμπεσὸν ἀφανίζει  ῥᾳδίως αὐτὰς, οὕτω καὶ λογισμὸς συνεχῶς παρ' ἑαυτῷ περιστρέφων τὰ πεπλημμελημένα, ῥᾳδίως αὐτὰ ἀπόλλυσι καὶ καταδύει. Ὁ δὲ Θεὸς ὁ ὑπερβαίνων ἀνομίας, ἐξαίρων ἀδικίας, καὶ τῶν ἁμαρτιῶν ἡμᾶς ἀπαλλάξειε, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀξιώσειε, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.  


Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |