ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Πρὸς Σταγείριον Β΄ Οτι ἡ ἀθυμία χαλεπωτέρα καὶ δαίμονος

Τετάρτη 15 Ιουνίου 2016

Πρὸς Σταγείριον Β΄ Οτι ἡ ἀθυμία χαλεπωτέρα καὶ δαίμονος




Ιωάννης Χρυσόστομος
Τόμος  47

Πρὸς Σταγείριον Λόγος Δεύτερος  Ὅτι ἡ ἀθυμία χαλεπωτέρα καὶ δαίμονος

α’. Ταῦτα μὲν ἡμῖν ὑπὲρ τῆς τοῦ Θεοῦ προνοίας εἰρήσθω, καὶ ὅτι οὐκ ἀποστρεφόμενος οὐδὲ μισῶν, ἀλλὰ καὶ λίαν ἀγαπῶν, τούτῳ γυμνάζει τῷ τρόπῳ. Ἐπειδὴ δὲ καὶ ἑτέρως σφόδρα ἔφης ἀλγεῖν, ὡς καὶ πολλάκις σε ἀναπείθειν τὸν δαίμονα εἰς πέλαγος ἢ κατὰ κρημνῶν ἀφανίσαι σαυτόν, ἢ ἄλλῳ τινὶ τοιούτῳ τρόπῳ τὴν παροῦσαν καταλῦσαι ζωήν, καὶ ὑπὲρ τούτων μικρὰ διαλεχθῆναι βούλομαι τῶν λογισμῶν. Οὐ γὰρ ἐκείνου μόνον ἐστὶν αὕτη ἡ συμβουλῇ, ἀλλὰ καὶ τῆς ἀθυμίας τῆς σῆς, καὶ ταύτης μᾶλλον ἢ ἐκείνου, τάχα δὲ καὶ μόνης ταύτης. Καὶ δῆλον ἐξ ὧν πολλοὶ καὶ τῶν μὴ δαιμονώντων ἀπὸ τοῦ λυπεῖσθαι μόνον τοιαῦτα βουλεύονται. Ταύτην οὖν ἔκβαλε καὶ ἀπέλασον τῆς ψυχῆς, καὶ οὐδεμίαν ἕξει λοιπὸν ἐκεῖνος ἰσχύν, οὐ μόνον πρὸς τὸ πείθειν τὰ τοιαῦτα, ἀλλ’ οὐδὲ πρὸς τὸ παραινεῖν τὴν ἀρχήν.



Νῦν μὲν γὰρ καθάπερ οἱ τοιχωρύχοι καταλαμβανούσης νυκτός, τὸ φῶς ἀποσβέσαντες, καὶ ὑφελέσθαι τὰ ὄντα, καὶ τοὺς τούτων κυρίους μετὰ πολλῆς ἀποσφάξαι τῆς εὐκολίας δύναιντ’ ἂν οὕτω καὶ οὗτος ἀντὶ νυκτὸς καὶ σκότους τὴν ἀθυμίαν κατασκεδάσας, πάντας ὑφελέσθαι πειρᾶται τοὺς πρὸς ἀσφάλειαν λογισμούς, ἵνα ἐρήμην καὶ ἀβοήθητον λαβὼν τὴν ψυχὴν μυρίαις κατατρώσῃ πλαγαῖς. Ὅταν δὲ τις τῇ πρὸς τὸν Θεὸν ἐλπίδι τοῦτο διασκεδάσας τὸ σκότος, καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης καταφυγῶν, σπεύσῃ τὰς ἀκτῖνας ἐκείνας εἰς τὴν ἑαυτοῦ καταθεῖναι ψυχήν, ἀπὸ τῶν οἰκείων λογισμῶν ἐπὶ τὸν λῃστὴν μεταθέσει τὸν θόρυβον· καὶ γὰρ οἱ τὰ τοιαῦτα κακουργοῦντες, ὅταν αὐτοὺς ἐλέγξῃ τις, καὶ δείξῃ τὸ φῶς, τρέμουσι, ἰλιγγιῶσι, ταράττονται. Καὶ πῶς ἂν τις, φησί, ταύτης ἀπαλλαγείη τῆς ὀδύνης, μὴ πρότερον τοῦ κινοῦντος, αὐτὴν δαίμονος ἀπαλλαγείς; Οὐχ ὁ δαίμων ἐστὶν ὁ τὴν ἀθυμίαν κινῶν, ἀλλ’ ἐκείνη ἡ ποιοῦσα τὸν δαίμονα ἰσχυρόν, καὶ τοὺς λογισμοὺς ὑποβάλλουσα τοὺς πονηρούς.Καὶ μαρτυρήσειεν ἂν ἡμῖν ἐνταῦθα ὁ μακάριος Παῦλος· οὐ γὰρ δαίμονά τινα, ἀλλὰ τὴν ταύτης ἀμετρίαν δεδοικὼς ἐπέστελλε Κορινθίοις, φείσασθαι λοιπὸν τοῦ πεπλημμεληκότος ἐφ’ οἷς ἐξήμαρτε, «Μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ, φησίν, ὁ τοιοῦτος». Εἰ δὲ βούλει, τῷ λόγῳ τέως ὑποθώμεθα τὸν μὲν δαίμονα ἐπικεῖσθαι, τὴν δὲ ἀθυμίαν ἐξηλάσθαι τῆς σῆς ψυχῆς· τὶς ἔσται βλάβη λοιπόν; Τὶ καθ’ ἑαυτὸν οὗτος ἢ μικρὸν ἢ μέγα δύναιτ’ ἂν ἀδικῆσαι ἡμᾶς; Ἐκείνη δὲ καὶ τούτου μὴ παρόντος πολλὰ ἂν ἐργάσαιτο δεινά· καὶ τοὺς πλείονας τῶν βρόχους ἁψάντων, ἢ ξίφει διαφθαρέντων, ἢ ποταμοῖς ἀποπνιγέντων, ἢ καὶ ἑτέρως πως ἀπολεσάντων ἑαυτούς, ἀπὸ τῆς ἀθυμίας ἐπὶ βοῦς βιαίους τούτους θανάτους ὠσθέντας εὑρήσομεν· εἰ δὲ τινες καὶ τῶν δαιμονώντων εἶεν ἐν τούτοις, καὶ τούτων τὴν ἀπώλειαν οὐ τῷ δαίμονι λογιστέον, ἀλλὰ τῇ τῆς ἀθυμίας τυραννίδι καὶ βίᾳ. Καὶ πῶς ἔνεστι, φησί, μὴ ἀθυμεῖν; Ἂν τῆς τῶν πολλῶν περὶ τοῦ πράγματος δόξης ἀποστὰς τὰ ἄνω φρονῇς. Νῦν μὲν γὰρ ἐπειδὴ τοῖς πολλοῖς τὸ πρᾶγμα δεινὸν εἶναι νομίζεται, καὶ σοὶ δοκεῖ εἰ δὲ θελήσαις αὐτὸ καθ’ ἑαυτό, τῆς ματαίας καὶ πεπλανημένης προλήψεως ἀπαλλαγείς, μετὰ ἀκριβείας κατιδεῖν, εὑρήσεις οὐδεμίαν ἔχον ἀθυμίας ἀφορμήν, ὡς καὶ ἤδη πολλάκις ἡμῖν ἀποδέδεικται. Τῶν τὲ ὁμηλίκων ἕνεκεν (καὶ γὰρ τὴν ἐκείνων εὐφροσύνην καὶ τὴν πρὸς τοὺς ἀδελφοὺς παῤῥησίαν ὁρῶντά σε ἡγοῦμαι συγχεῖσθαι καὶ καταπίπτειν) ἐκεῖνο ἂν εἴποιμι, ὅτι, εἰ μὲν τούτων ἐν ἐγκρατείᾳ καὶ κοσμιότητι καὶ τῇ λοιπῇ τοῦ βίου φιλοσοφίᾳ διαγόντων, αὐτοὺς ἐν χαμαιτυπείοις καὶ κύβοις καὶ κώμοις τὸν ἅπαντα χρόνον ἀνήλισκες, λόγον ἂν εἶχεν ἡ τῆς ἀθυμίας πρόφασις· εἰ δὲ τὴν αὐτὴν αὐτοῖς ἔτι βαδίζεις ὁδόν, τὶ ποτὲ ἐστὶ σε τὸ λυποῦν; Ἐγὼ γάρ, εἰ μὲν πρὸς ἕτερόν μοὶ τινα τῶν εὐκόλως ἐπαιρομένων ὁ λόγος ἦν, κἂν ἀπεσιώπησα ταῦτα, ἃ μέλλω πρὸς σὲ νῦν ἐρεῖν· ἐπειδὴ σὲ σφόδρα θαῤῥῶ, ὅτι, κἂν μύρια σὲ τις ἐπαινῇ καὶ θαυμάζῃ, τοῦ μετριάζειν οὐκ ἀποστήσῃ ποτέ, ἀλλὰ μενεῖς καὶ οὕτως ἐν τοῖς ἐσχάτοις τάττων σαυτόν, οὐδὲν ὑποστειλάμενος ἅπαντα ἐρῶ. Τοσαύτην γὰρ ἀκούω τὴν ἐπίδοσιν τῆς εὐλαβείας γεγενῆσθαι τῆς σῆς, ὡς μηκέτι σοι πρὸς ἐκεῖνα τὰ μειράκια, ἀλλὰ πρὸς τοὺς μεγάλους καὶ θαυμαστοὺς ἄνδρας εἶναι τὴν ἅμιλλαν. Οὐδὲν γὰρ ἐκείνων σε ἀποδέειν λέγουσιν, οὐ κατὰ τὸν τῆς νηστείας λόγον· (πῶς γάρ, ὕδατι καὶ ἄρτῳ μόνον, καὶ ταῦτα ἡμέραν παρ’ ἡμέραν τρεφόμενον;) οὐ κατὰ τὸν τῶν παννυχίδων καιρόν, ἀλλ’ ὁμοίως αὐτοῖς ἐφεξῆς πολλὰς νύκτας ἀΰπνους παρέλκειν. Τῇ δὲ μεθ’ ἡμέραν διαγωγῇ πολλοὺς αὐτῶν ἤδη καὶ ἀποκρύψαι φασί· καὶ γὰρ τῶν ἐκεῖθεν ἐρχομένων ἀκούω διηγουμένων, ὅτι σοι πᾶς ὁ καιρὸς εἰς εὐχὰς καὶ δάκρυα ἀναλίσκεται· καὶ καθάπερ οἱ σιγὴν ἀσκοῦντες ἢ καὶ μόνους ἐν οἰκίσκῳ κατακλείσαντες ἑαυτούς, πρὸς οὐδὲν οὐδὲν φθέγγονται, οὕτω καὶ σὲ λέγουσιν ἐν πλήθει τοσούτῳ στρεφόμενον διατελεῖν. Τὸν δὲ τῆς καρδίας σου συντριμμόν, καὶ τὸν αὐχμόν, καὶ τὴν ἀλγηδόνα καὶ πεφρίκασι διηγούμενοι, καὶ πολλοὺς ἐνταῦθα τὰ σὰ κατένυξαν ἀπαγγέλλοντες· οὐκ ἀντιβλέπει, φησίν, οὐδενὶ τῶν εἰσιόντων ἐκεῖ, οὐδ’ ἀνίησι τῶν συνέχων πόνων ἑαυτόν· πολλάκις ἐδείσαμεν μὴ πηρώσῃ τοὺς ὀφθαλμοὺς τοῖς ὀδυρμοῖς, μὴ πλήξῃ τὰς μήνιγγας τῇ σφοδρότητι τῆς ἀγρυπνίας καὶ τῇ ἀνενδότῳ καὶ διηνεκεῖ περὶ τὴν ἀνάγνωσιν σπουδῇ.


β’. Ταῦτα οὖν σε λυπεῖ καὶ θορυβεῖ, ὅτι τοσοῦτον παρήλασας τοὺς ὁμήλικας, ὅτι καὶ σφοδρὸν καὶ ἀναίσχυντον ἔχων τὸν ἀνταγωνιστὴν πολλῷ τῷ μέτρῳ τοὺς μετὰ σοῦ τρέχοντας ὑπερηκόντισας. Ἆρ’ οὐκ εἰκότως ἔλεγον ὅτι ἡ ἀθυμίᾳ αὕτη προλήψεως μόνον ἐστίν, ἐρευνωμένη δὲ καὶ εὐθυμίας ἡμῖν ὑποθέσεις παρέχει πολλάς; Τὶ γὰρ ὄφελος, εἰπὲ μοι, τοῦ μὴ δαιμονᾷν, ὅταν ὁ βίος ἠμελημένος ᾗ; Ποῖον δὲ βλάβος ἀπὸ τοῦ δαιμονᾷν, ὅταν τὰ τῆς πολιτείας ἠκριβωμένα τύχῃ καὶ συγκεκροτημένα καλῶς; Ἀλλ’ ἴσως αἰσχύνῃ καὶ καὶ ἐρυθριᾷς, ὅταν σε καταβάλῃ παρόντων τινῶν; Ἀλλὰ τοῦτο σοι πάλιν ἀπὸ τῆς ὑποθέσεως συμβαίνει τῆς αὐτῆς, ὅτι τῇ τῶν πολλῶν δόξῃ, λογισμῷ δὲ οὐδέποτε τὸ πρᾶγμα ἐπέτρεψας. Τὸ γὰρ καταπεσεῖν οὐ τοῦτό ἐστιν ὃ σὺ πάσχειν φής,ἀλλὰ τὸ ἁμαρτίᾳ περιπεσεῖν· ἐπὶ ταύτῃ τῇ πτώσει καλὸν αἰσχύνεσθαι καὶ ἀλγεῖν. Νῦν δὲ ἐπὶ μὲν τοῖς οὐδεμίαν ἔχουσιν αἰσχύνην καταδυόμεθα, τὰ δὲ ὄντως αἰσχρὰ καὶ πολλοῦ γέμοντα γέλωτος καὶ κολάσεως ἐσχάτης, ταῦτα δρῶντες οὐδὲν ἡγούμεθα πάσχειν δεινόν· ἀλλὰ τῆς μὲν ψυχῆς καθ’ ἑκάστην ἡμέραν ὑπὸ τῆς τῶν ἁμαρτημάτων ἐνεργείας πιπτούσης οὐδεὶς ὁ πενθῶν· εἰ δὲ ποτὲ τι τὸ σῶμα τοῦτο πάθοι, δεινὸν καὶ ἀφόρητον εἶναι δοκεῖ. Ἆρα οὐ τοῦτό ἐστιν τὸ δαιμονᾶν, τὸ οὕτω διακεῖσθαι τὴν ψυχὴν καὶ περὶ τὴν τῶν πραγμάτων σφάλλεσθαι κρίσιν; Εἰ μὲν γὰρ ὑπὸ μέθης τοῦτο ἔπασχες, ἐχρῆν καταδύεσθαι καὶ ἀθυμεῖν, προαιρέσεως γὰρ τὸ ἔγκλημα ἦν· εἰ δὲ τῆς ἑτέρου βίας τὸ πρᾶγμά ἐστιν, οὐ τὸν ἐπηρεαζόμενον, οὐδὲ τὸν ὑπομένοντα τὴν βίαν, ἀλλὰ τὸν δρῶντα αἰσχύνεσθαι δεῖ. Καὶ γὰρ ἐν ἀγορᾷ εἲ ποτε γενομένης μάχης ἕτερος τὸν ἕτερον ὦσας κατέβαλε, τὸν καταβαλόντα, οὐ τὸν πεσόντα ἅπαντες αἰτιώμεθα. Καλὸν τὸ ἐρυθριᾷν, ἀλλ’ ὅταν τι πράττωμεν τῶν κόλασιν φερόντων ἡμῖν παρὰ τῷ τότε μέλλοντι κρίνειν ἡμᾶς· ἕως δ’ ἂν μηδὲν τοιοῦτον ὦμεν συνειδότες ἑαυτοῖς, τίνος ἕνεκεν ἐγκαλυπτόμεθα; Οὐδὲ γάρ, εἲ τὶς σε μόνον ἀπολαβὼν ἔτυπτεν ἁπλῶς καὶ μηδὲν ἔχων ἐγκαλεῖν, ἢ πάλιν κατέῤῥιπτεν εἰς τὴν γῆν, σὺ δὲ πάντα πράως ἐνεγκὼν ἀπηλλάγης, οὐκ αἰσχύνης τὸ πρᾶγμα ἦν, ἀλλὰ φιλοσοφίας καὶ τῶν μεγίστων ἐπαίνων Εἶτα ἀνθρώπων μὲν ἐπηρεαζόντων, τὸ φέρειν τὴν ἐπήρειαν ἔπαινος· τοῦ δὲ πάντων πονηροτέρου τὸ αὐτὸ τοῦτο ποιοῦντος, ὁ τὴν ἐκείνου μανίαν γενναίως ἐνεγκὼν καταδύσεται ὡς ἐπίψογον πρᾶγμα ποιῶν; Καὶ τὶ ταύτης τῆς ἐναντιώσεως ἀλογώτερον γένοιτ’ ἄν; Εἰ μὲν γὰρ ἀπὸ τῆς πτώσεως ἀναστὰς ἐκείνης, ἄτοπόν τι πρᾶξαι προήχθης ἢ εἰπεῖν, οὐδὲ αὐτὸς ἂν ἐκώλυσα ὑπὲρ τούτων κατακόπτεσθαι καὶ ἀλγεῖν· εἰ δὲ μετὰ εὐχαριστίας ἅπαντα φέρεις, καὶ εἰς προσευχὰς εὐθέως τρέπεις σαυτόν, τὶ ποτ’ οὖν ἐστι τὸ ποιοῦν τὴν αἰσχύνην; Ἀλλ’ ἴσως ἀλγεινὰ τὰ παρὰ τῶν ἄλλων ὀνείδη. Καὶ τὶ τούτων ἐπονειδιστότερον γένοιτ’ ἄν, οἱ μηδὲ ἅπερ ὀνειδίζειν χρὴ δύναιντ’ ἄν, εἰδέναι καλῶς; Οὗτοι γὰρ ἀληθῶς εἰσιν οἱ μαινόμενοι καὶ δαιμονῶντες, οἱ τὰ πράγματα ὡς ἔχει φύσεως μὴ μεμαθηκότες ὁρᾷν, ἀλλὰ τὰ μὲν ἐπαίνων ἀξία ψέγοντες, τὰ δὲ ἐπονείδιστα εἰς τὴν τῶν ἐπαινουμένων τάξιν μετατιθέντες. Πολλὰ καὶ οἱ τὴν φρενῖτιν νοσοῦντες λέγουσι τοὺς παρόντας κακά, ἀλλ’ οἱ ἀκούοντες οὐχ ἡγοῦνται ὑβρίζεσθαι. Μὴ τοίνυν μηδὲ σὺ τῶν ἐξεστηκότων ἐκείνων ἀκούων, αἰσχύνην καὶ ὕβριν τὸ πρᾶγμα εἶναι νόμιζε, ἵνα μὴ ποτε ἀληθῶς ἐπονείδιστον καταστήσῃς σαυτὸν παροξύνων τὸν Θεόν. Ὅταν γὰρ τὰ πρὸς παιδείαν καὶ ὠφέλειαν ἐπαγόμενα παρὰ τοῦ Θεοῦ, ταῦτα ὄνειδος εἶναι νομίσῃς, ὅρα ποῦ τελευτᾷ τὸ κακόν.


γ’. Εἰ γὰρ βούλει τοὺς ἀληθῶς αἰσχύνης καὶ ὀνείδους ἀξίους δίειν, ἐγὼ σοι πειράσομαι ἐκ πολλῶν ὀλίγους ὑποδεῖξαι τῷ λόγῳ. Θέασαι τοὺς περὶ τὰς εὐμορφίας ἐπτοημένους τῶν γυναικῶν, τοὺς περὶ χρήματα μαινομένους, τοὺς δυναστείας καὶ δόξης ἐρῶντας, καὶ πάντα ὑπὲρ τούτων καὶ πρᾶξαι καὶ παθεῖν αἱρουμένους, τοὺς ἀπὸ βασκανίας τηκομένους, τοὺς ἐπιβουλεύοντας τοῖς ἠδικηκόσιν οὐδέν, τοῦ μελαγχολώντας ἁπλῶς, τοὺς περὶ τὰ μάταια τοῦ βίου λυττῶντας ἀεί· ταῦτά ἐστι καὶ τὰ τοιαῦτα μανίας ἔργα καὶ κολάσεως ἀξία, ταῦτα ὀνείδους καὶ αἰσχύνης καὶ γέλωτος. Εἰ δὲ τις ὑπὸ δαίμονος ἐνοχλούμενος φιλοσοφίαν καὶ οὕτως ἐν τῷ βίῳ πολλὴν ἐπιδεικνύοιτο, οὐ μόνον οὐκ ὀνειδίζεσθαι, ἀλλὰ καὶ θαυμάζεσθαι καὶ στεφανοῦσθαι παρὰ πάντων ἂν εἴη δίκαιος, μετὰ τοσούτων δεσμῶν δρόμον οὕτως ἐπίπονον τρέχων, καὶ τὴν ἀνάντη καὶ τραχεῖαν τῆς ἀρετῆς ἀναβαίνων ὁδόν. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς καὶ ἕτερόν με μικροῦ δεῖν παρελήλυθεν, ᾧ πλεονεκτεῖς τῶν ἀδελφῶν· τοῦτο δὲ ἐστι τὸ ῥᾳδίως, εἰ καὶ τὶ σοι πεπλημμέληται, διὰ τῆς θλίψεως ταύτης καὶ ταῦτα ἀποδύσασθαι τὰ ἁμαρτήματα. Καὶ τοῦτο γέγονε δῆλον ἡμῖν ἐξ ὧν ἔφθην ἤδη διαλεχθείς, ὅτε περὶ τοῦ Λαζάρου καὶ τοῦ παρὰ τοῖς Κορινθίοις πεπορνευκότος ἔλεγον. Ἀλλ’ ὑπὲρ τοῦ πατρὸς δέδοικα, φησί· κἂν γὰρ τὰ ἐμαυτοῦ πράως ἐνεγκεῖν δυνηθῶ, τὰς ἐκείνου συμφορὰς καὶ τὴν μανίαν πῶς οἴσομεν ῥᾳδίως, εἴ ποτε αἴσθητό τι τούτων; Τέως μὲν οὐκ ᾔσθετο. Πολλῆς δὲ μικροψυχίας ἐστὶν ὑπὲρ τῶν ὕστερόν ποτε συμβησομένων ἢ μηδὲ ὅλως συμβησομένων τὴν ἀθυμίαν ἤδη καρποῦσθαι καὶ κόπτεσθαι. Πόθεν γάρ, ὅτι καὶ αἰσθήσεται, δῆλον ἡμῖν; Μᾶλλον δὲ ἔστω δῆλον, καὶ συγκεχωρήσθω, εἰ βούλει, καὶ αἰσθήσεσθαι αὐτόν, καὶ μεγάλα ἐργάσεσθαι δεῖνα· ἐπαινῶ μὲν σε ἀλγοῦντα ὑπὲρ τῶν ἐκείνου κακῶν, οὐκ ἀξιῶ δὲ μετὰ τῆς σαυτοῦ ζημίας τοῦτο ποιεῖν· τοὺς γὰρ τὰ ἄνω φρονοῦντας καὶ μὴ τὰ ἐπὶ τῆς γῆς οὐ θυμοῦ μόνον καὶ ἐπιθυμίας καὶ τῶν ἄλλων παθῶν, ἀλλὰ καὶ ἀθυμίας κρατεῖν δεῖ. Καὶ γὰρ καὶ τοῦτο πλείονα ἡμᾶς ἐκείνων ἐργάσεται δεινά, καὶ χρὴ πρὸς αὐτὸ γενναίως ἐνίστασθαι μὴ μέλλοντας ἀπόλλυσθαι παντελῶς. Εἰ μὲν γὰρ αὐτὸς αἴτιος ἔμελλες ἔσεσθαι τῶν τῷ πατρὶ συμβαινόντων ἀνιαρῶν, καλῶς ἂν ἐδεδοίκεις καὶ ἔτρεμες, τοσαύτης ἀπωλείας γενόμενος αἴτιος· εἰ δὲ αὐτὸς ἑαυτὸν περιπείρειν βούλεται τοῖς ἐσχάτοις κακοῖς, οὐδεὶς πρὸς σὲ τούτων λόγος, πλὴν ὅσον πατρὶ συναλγεῖν χρή. Χωρὶς δὲ τούτων οὐδὲ ἴσμεν, ὅπως οἴσει ταύτην τὴν ἀκοήν· πολλὰ γὰρ ἐναντία τοῖς προσδοκηθεῖσιν ἐξέβη πολλάκις· κἀκεῖνο μὲν τῶν παραδόξως καὶ σπανίως συμβαινόντων ἐστί, τοῦτο δὲ καὶ τῶν εἰκότων καὶ τῶν σφόδρα ἐνδεχομένων. Πόθεν δὴ τοῦτο δῆλον; Πολὺν τῶν νόθων ποιεῖται λόγον, καὶ τὸ πρὸς ἐκείνους φίλτρον ἱκανὸν ταύτην αὐτοῦ συσκιάσαι τὴν ἀθυμίαν. Μὴ δὲ μάτην ὀδύνα σαυτὸν ταῖς φροντίσιν. Εἰ δὲ καὶ ἀλγεῖν ὑπὲρ τοῦ πατρὸς χρή, ἐπὶ τάσι ἀλόγοις δαπάναις, ἐπὶ τοῖς κώμοις, καὶ ἐπὶ τῷ τύφῳ, καὶ ἐπὶ τῇ τυραννίδι, ἐπὶ τῇ μοιχείᾳ τῇ νῦν. Ἢ μικρὸν οἴει κακὸν τὸ γυναικὸς ἔνδον οὔσης τῆς ὑμετέρας μητρός, ἑτέρᾳ προσφθείρεσθαι κόρῃ, καὶ παιδοποιεῖν ἐκ παρανόμων γάμων; Ταῦτα πένθους ἄξια, ταῦτα δακρύων, τὰ φανερὰ καὶ εἰς τέλος ἐκβάντα κακά· τὰ δὲ ἐπὶ σοὶ συμβησόμενα ἴσως μὲν ἔσται δεινά, ἴσως δὲ οὐ δεινά, πολλῆς δὲ ἀλογίας ὑπὲρ τῶν οὕτως ἀδήλων ὡμολογημένην ὑπομένειν ἤδη βάσανον. Θῶμεν δὲ αὐτὰ καὶ μετὰ πολλῆς τῆς σφοδρότητος ἀπαντήσεσθαι, ἀλλὰ τάχιστον ἕξει τέλος, καὶ πρὶν ἢ καλῶς ἐξαφθῆναι σβεσθήσεται. Ἄνθρωπος γὰρ τοσαύτῃ προσέχων τρυφῇ, καὶ πραγμάτων ἐπιμελούμενος πολλῶν, καὶ παρασίτους τρέφων καὶ κόλακας, καὶ οὕτω τῆς κόρης ἐκείνης περικαιόμενος, ἐξ ἧς ἔχει τοὺς ἐξ ἡμισείας ἡμῖν ἀδελφούς, κἂν λάβῃ τῶν σῶν αἴσθησιν, βραχεῖαν λήψεται καὶ οὐδενὸς ἀξίαν. Καὶ τοῦτο οὐχ οἷς εἶπον μόνον, ἀλλὰ καὶ τοῖς ἤδη γεγενημένοις στοχάζομαι· οἶσθα γάρ, οἶσθα σαφῶς, ὅτι σφόδρα σε πρὸ τούτων φιλῶν, καὶ πάντα τὴν σὴν ἡγούμενος κεφαλήν, ἐπειδὴ πρὸς τὸν τῶν μοναχῶν μετέστης βίον, πάντα τὸν πόθον ἐκεῖνον ἔσβεσε, καὶ τὸ πρᾶγμα αἰσχρὸν ἡγήσατο, καὶ τῆς τῶν προγόνων λαμπρότητος ἀνάξιον, καὶ τὴν αὐτοῦ δόξαν καταισχύνειν σε ἔλεγε· καὶ εἰ μὴ ἡ τῆς φύσεως αὐτὸν κατεῖχεν ἀνάγκη, τάχα ἂν σε καὶ ἀπεκήρυξεν. Ὥστε, εἰ μὴ σφόδρα ἀναίσθητον τὸ λεγόμενον, οἶμαι αὐτὸν καὶ ἡσθῆναι τῷ γεγονότι, ὡς δίκην σου δεδωκότος ὑπὲρ ὧν πολλάκις παρακαλοῦντος καὶ ἀπαγαγεῖν βουλομένου ταύτης τοῦ βίου τῆς καρτερίας, οὐδὲ μέχρι ῥημάτων ἠνέσχου τὴν συμβουλήν.

δ’. Καὶ περὶ μὲν τοῦ πατρὸς καὶ τοῦ φόβου οὗ ὑπὲρ ἐκείνου δέδοικας, ταῦτα ἂν ἔχοιμι λέγειν, ἱκανὰ γε ὄντα, ὡς οἶμαι, πάντα τὸν ὑπὲρ τούτων σοι γενόμενον λῦσαι φόβον. Ἐπειδὴ δὲ ἔλεγες τὸ κεφάλαιον τῶν κακῶν εἶναι τὸ μηδὲ ὑπὲρ τῶν μελλόντων ἔχειν θαῤῥεῖν, μηδὲ εἰδέναι πότερον ἔσται τις λύσις ποτὲ τούτων, ἢ καὶ μέχρι τελευτῆς βουλήσεταί σοι πυκτεύειν ὁ τὸν ἀγῶνά σοι τοῦτον θείς, ἀκριβὲς μὲν οὐδὲν οὐδὲ αὐτὸς ὑπὲρ τούτων ἔχω λέγειν, οὐδὲ ἀποφαίνεσθαι ὑπὲρ τῶν μελλόντων, ἐκεῖνο μέντοι οἶδα σαφῶς, καὶ αὐτὸν δὲ σε οὕτω πεπεῖσθαι ἀξιῶ, ὅτι ὁπότερον ἂν γένηται τούτων, συμφερόντως ἔσται καὶ πρὸς ἡμῶν· κἂν οὕτω δὲ διακείμενος ᾖς; Ταχέως καὶ τὸν κολοφῶνα τούτων, ὡς λέγεις, ἀποκρούσῃ τῶν κακῶν.Πρὸς δὲ τούτῳ κἀκεῖνο λογίζεσθαι χρή, ὅτι ὁ μὲν τῶν ἐπάθλων καὶ τῶν στεφάνων καιρὸς ὁ μέλλων ἐστὶν αἰών, τῶν δὲ παλαισμάτων καὶ τῶν ἱδρώτων ὁ παρών. Καὶ τοῦτο ποιῆσαι δῆλον ἡμῖν βουλόμενος ὁ μακάριος Παῦλος ἔλεγεν· «Οὕτω τρέχω ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω ὡς οὐκ ἀέρα δέρων, ἀλλ’ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι». Ἐπειδὴ δὲ πρὸς τὴν τελευτὴν ἔφθασε, τηνικαῦτα τὴν μακαρίαν ἐκείνην ἀφῆκε φωνήν· «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος»· δεικνὺς ὅτι πάντα τὸν βίον ἐναγώνιον ἡμῖν εἶναι δεῖ καὶ ἐπίπονον, εἲ γε μέλλοιμεν τῆς ἀναπαύσεως τῆς αἰωνίου καὶ τῶν μυρίων ἀπολαύσεσθαι ἀγαθῶν. Εἰ δὲ βούλοιτό τις ῥαθυμῶν καὶ τῶν ἐνταῦθα ἀπολαύειν ἡδέων, καὶ τῶν ἐκεῖ τοῖς πονοῦσιν ἀποκειμένων μισθῶν, ἑαυτὸν παρακρούεται καὶ ἀπατᾷ. Καθάπερ γὰρ ἐπὶ τῶν ἀθλητῶν ὁ μὲν ἐπὶ τοῦ καιροῦ τῶν ἀγώνων ἄνεσιν ἐπιζητῶν αἰσχύνην καὶ ἀδοξίαν διὰ παντὸς τοῦ χρόνου ἑαυτῷ προξενεῖ, ὁ δὲ ἐν τῷ σταδίῳ πάντα πόνον γενναίως ἐνεγκὼν στεφάνους καὶ δόξαν καὶ ἔπαινον, καὶ ἐν αὐτοῖς τοῖς ἀγῶσι, καὶ λυθέντων αὐτῶν καρποῦται παρὰ τῶν θεατῶν· οὕτω καὶ ἐφ’ ἡμῶν. Ὁ μὲν τὸν καιρὸν τῶν πόνων ἀνέσεως ποιούμενος καιρόν, ὅταν ἀναπαύσασθαι δέῃ τὴν ἀγήρω ἐκείνην ἄνεσιν, τηνικαῦτα οἰμώξεται καὶ βρύξει τοὺς ὀδόντας, καὶ τὰ ἔσχατα πείσεται δεινά· ὁ δὲ ἐνταῦθα τὰς θλίψεις προθύμως ἐνεγκών, καὶ ἐνταῦθα καὶ ἐκεῖ λαμπρὸς ἔσται καὶ ἐπίδοξος δόξαν τὴν ἀθάνατον καὶ ἀληθῆ. Εἰ γὰρ ἐπὶ τῶν βιωτικῶν ὁ τὴν εὐκαιρίαν τῶν πραγμάτων συγχέων πάντων ἐκπεσεῖται τῶν προκειμένων αὐτῷ, καὶ μυρίαις ἑαυτὸν περιβαλεῖ συμφοραῖς, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτο πείσεται ὁ τὴν τάξιν τῶν καιρῶν οὐκ εἰδώς. Εἶπεν ὁ Χριστός, ὅτι «Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ». Εἶπεν ὁ μακάριος Παῦλος· «Καὶ πάντες δὲ οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται»· οὐ τὰς παρὰ ἀνθρώπων διώξεις λέγων μόνον, ἀλλὰ καὶ τὰς παρὰ τῶν δαιμόνων ἐπιβουλάς. Εἶπεν ὁ Ἰώβ, ὅτι «Πειρατήριον ἐστιν ὁ ἀνθρώπου ὁ βίος ἐπὶ τῆς γῆς». Τὶ τοίνυν ἀσχάλλεις ἐν τῷ τῆς ταλαιπωρίας θλιβόμενος καιρῷ; Τότε γὰρ ἀλγεῖν ἐχρῆν, εἰ ὃν προεῖπεν ὁ Χριστὸς θλίψεως εἶναι χρόνον, τοῦτον ἐποιούμεθα τρυφῆς καὶ ἀναπαύσεως καιρόν· εἰ καθ’ ὃν ἀγωνίζεσθαι καὶ πονεῖν προσετάχθημεν, κατὰ τοῦτον ἀνεπεπτώκειμεν· εἰ τὴν εὐρύχωρον ἐβαδίζομεν ὁδόν, αὐτοῦ τὴν τεθλιμμένην κελεύσαντος. Οὕτω γὰρ ἂν ἐξ ἀνάγκης ἡμῖν εἴπετο λοιπὸν τὸ ἐν τοῖς αἰῶσιν ἐκείνοις κολάζεσθαι. Τὶ οὖν ἂν εἴποις, φησί, πρὸς τοὺς καὶ ἐνταῦθα μετ’ εὐρυχωρίας βαδίζοντας, καὶ ἐκεῖ μέλλοντας ἀναπαύεσθαι; Καὶ τὶς οὗτός ἐστιν; Ἐγὼ γὰρ τῷ τοῦ Χριστοῦ πείθομαι λόγῳ μόνον, τῷ λέγοντι ὅτι, «Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν»· ὅτι δὲ οὐκ ἔνι διὰ τῆς στενῆς ἐν εὐρυχωρίᾳ βαδίσαι ποτέ, παντὶ που δῆλόν ἐστιν. Ὅπου γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων οὐδεὶς ἱδρώτων χωρὶς στέφανον ἀνεδήσατο καὶ ταῦτα τῆς αὐτῆς φύσεως ἔχων κοινωνοῦντας τοὺς ἀνταγωνιστάς, ἔνθα πονηραὶ δυνάμεις ἡμῖν ἀνταίρουσι, πῶς ἔνι θλίψεως καὶ στενοχωρίας ἐκτὸς περιγενέσθαι τῆς μανίας ἐκείνων;


ε’. Ἀλλὰ μέχρι τίνος ἀπὸ λογισμῶν ταῦτα ἐξετάζομεν, ἐξὸν ἐπὶ τοὺς μακαρίους καὶ γενναίους ἀθλητὰς καταφυγεῖν τοὺς ἐπὶ τῶν προτέρων γεγενημένους χρόνων; Ἐξέτασον γὰρ ἅπαντας τοὺς τότε ὀνομαστούς, καὶ πάντας, ἀπὸ τῶν θλίψεων ὄψει παῤῥησίαν ἐσχηκότας πρὸς τὸν Θεόν. Καὶ εἰ βούλει γε, ἐπὶ τὸν τοῦ πρωτοπλάστου πρῶτον ἔλθωμεν παῖδα, τὸ ἀρνίον τοῦ Χριστοῦ, τὸν Ἄβελ, τὸν ἠδικηκότα μὲν οὐδέν, τὰ δὲ τῶν δεινότατα εἰργασμένων ὑπομείναντα. Ἡμεῖς μὲν γὰρ ἁμαρτιῶν τίνομεν δίκας τοὺς πειρασμούς· ὁ δὲ δίκαιος ἐκεῖνος δι’ οὐδὲν ἕτερον ἐκολάζετο, ἀλλ’ ἢ ὅτι δίκαις ἦν. Καὶ ἕως μὲν οὐδὲν μέγα ἐπεδείκνυτο, ἐπεγίνωσκεν αὐτὸν ὁ ἀδελφός· ἐπειδὴ δὲ ἀπὸ τῆς θυσίας διέλαμψε, καὶ τὴν φύσιν αὐτὴν ἠγνόησεν ὑπὸ τοῦ φθόνου πηρωθείς. Πόθεν οὖν οἶδας εἰ καὶ νῦν ἡ αὐτὴ αἰτία τὸν διάβολον ἤγειρε, καὶ τοῦ βίου σου τὸ λαμπρὸν πρὸς τὴν μάχην αὐτὸν ταύτην ἐξεκαλέσατο; Εἰ δὲ γελᾷς ταῦτά μου τὰ ῥήματα, ἐπαινῶ μὲν σε τῆς ταπεινοφροσύνης, οὐ μὴν τοῦ οὕτω διακεῖσθαι παύσομαι. Εἰ γὰρ στέαρ προσενεγκὼν οὕτως εὐδοκίμησεν ἐκεῖνος, ὁ μηδὲν τῶν ἔξωθεν, ἀλλ’ ὅλον ἑαυτὸν ἀναθεὶς τῷ Θεῷ, πολλῷ μᾶλλον ἂν παρώξυνε καθ’ ἑαυτοῦ τὸν ἐχθρόν. Ὁ δὲ Θεὸς συνεχώρησεν αὐτὸν ἐπελθεῖν· οὐδὲ γὰρ τότε τὸν φόνον γενέσθαι ἐκώλυσεν, ἀλλ’ ἀφῆκεν εἰς τὰς τοῦ μιαιφόνου χεῖρας τὸν δίκαιον ἐμπεσεῖν, καὶ οὐκ ἐξήρπασε τὸν δι’ αὐτὸν καὶ τῆς εἰς αὐτὸν ἀναιρούμενον τιμήν· οὐδὲ γὰρ ἐβούλετο ἐλαττωθῆναι τοὺς στεφάνους αὐτῷ· διὰ τοῦτο μέχρι τέλους ἀφῆκε δραμεῖν αὐτόν. Καὶ ποία κόλασις ὁ θάνατος, φησίν; Εἴθε μὲν οὖν κἀγὼ ταύτην τὴν τιμωρίαν ὑπέμεινα νῦν. Ταῦτα λέγεις, ἀγαπητέ, νῦν, πρότερον δὲ πάντων τὸ πρᾶγμα ἐδόκει εἶναι χαλεπώτατον, καὶ πάσης τιμωρίας ἐλεεινότερον. Διὸ καὶ ἐν τῷ νόμῳ Μώσεως οἱ τὰ μέγιστα ἠδικηκότες καὶ συγγνώμης μείζονα, ταύτην ὑπεῖχον τὴν κόλασιν. Καὶ παρὰ τοῖς ἔξωθεν νομοθέταις ἔτι καὶ νῦν οὐδαμῶς ἑτέρως κολάζονται πάντες, ὅσοιπερ ἂν ἐπὶ τοῖς αἰσχίστοις ἁλώσι κακοῖς· ἀλλ’ ὅμως τὰ αὐτὰ τοῖς παρανόμοις ὁ δίκαιος ἔπασχε, μᾶλλον δὲ καὶ πολλῷ χαλεπωτέρα, ὅσῳ καὶ παρὰ ἀδελφικῆς δεξιᾶς ἐδέχετο τὴν πληγήν. Τὶ δὲ ὁ Νῶε; Καὶ γὰρ καὶ οὗτος δίκαιος καὶ τέλειος ἦν, καὶ πάντων διεφθαρμένων μόνος εὐηρέστησε τῷ Θεῷ, πάντων τῶν ἄλλων προσκεκρουκότων αὐτῷ. Μυρίας μὲν οὖν θλίψεις ὑπόμεινε πολλὰς καὶ κακάς. Οὐ γὰρ ἀπέθανεν οὗτος εὐθέως καθάπερ ἐκεῖνος, οὐδὲ ἔπαθε τοῦτο, ὃ κοῦφον εἶναί σοι φαίνεται, ἀλλὰ μακρὰς ἠνείχετο ζωῆς, ἐν τοῖς τοσούτοις ἔτεσι τῶν ἀχθοφορούντων καὶ βαρυτάτῳ φορτίῳ πιεζομένων διαπαντὸς οὐδὲν ἄμεινον διακείμενος. Καὶ τοῦτο αὐτίκα μάλα ποιήσω σοι φανερόν, πρότερον ἐκεῖνο εἰπών. Ἐνιαυτὸν ὅλον οὗτος δεσμωτήριον ᾤκησε, δεσμωτήριον ξένον καὶ φοβερόν. Ἵνα γὰρ τὸ πλῆθος ἀφῶ τὴν θηρίων καὶ τῶν ἑρπετῶν οἷς τοσοῦτον συνέζησε χρόνον εἰς τοιαύτην ἀπειλημμένος στενοχωρίαν, τὶ οἴει πάσχειν αὐτὸν ὑπὸ τοῦ πατάγου τῶν βροντῶν, ὑπὸ τοῦ ψόφου τῶν ὑετῶν; Ἄβυσσον ἡ μὲν κάτωθεν ἀνεῤῥήγνυτο, ἡ δὲ ἄνωθεν κατεφέρετο· ὁ δὲ ἔνδον ἐκάθητο μόνος μετὰ τῶν υἱῶν. Εἰ γὰρ καὶ ὑπὲρ τοῦ τέλους εἶχε θαῤῥεῖν, ἀλλὰ τῇ τῶν γινομένων σφοδρότητι προαποτεθνήκει τῷ δέει. Ὅπου γὰρ ἡμεῖς οἰκίας ἔχοντες ἡδρασμένας ἐπὶ τῆς γῆς, καὶ πόλεις οἰκοῦντες, ὅμως ὅταν ἴδωμεν κατενεχθέντα σφοδρότερον ὀλίγον τοῦ συνήθους ὑετόν, καταπίπτομεν καὶ συστελλόμεθα, τὶ οὐκ ἂν ἐκεῖνος ἔπαθε μόνος ἔνδον ὢν καὶ τὴν φρικωδεστάτης ἐκείνην ἄβυσσον ἐννοῶν καὶ τῶν ἀποπνιγέντων τὰ διάφορα γένη; Ἱκανὸν μὲν οὖν ἐκπλῆξαι ψυχὴν καὶ τὸ πόλιν μίαν ἢ καὶ οἰκίαν μόνην ἐπικλυσθεῖσαν καλυφθῆναι τοῖς κύμασι, τὸ δὲ τὴν οἰκουμένην πᾶσαν τοῦτο παθεῖν, οὐδὲ ἔστιν εἰπεῖν, πῶς ἂν διέθηκε τὸν ἐν μέσῳ τῷ κλυδωνίῳ περιφερόμενον. Τὸν μὲν οὖν ἐνιαυτὸν ἐκεῖνον τοσούτῳ συνείχετο δέει. Ἐπειδὴ δὲ ποτε ὁ κατακλυσμὸς ἐπαύσατο, ὁ μὲν φόβος ἐνεδίδου λοιπόν, ἐπετείνετο δὲ τὰ τῆς ἀθυμίας αὐτῷ, καὶ τῆς κιβωτοῦ προκύψαντα χειμὼν ἕτερος διεδέχετο τοῦ προτέρου οὐχ ἥττων τὴν πολλὴν ἐρημίαν ὁρῶντα, καὶ τὸν βίαιον θάνατον ἐκεῖνον, καὶ τῶν ἀναιρεθέντων τὰ σώματα τῇ ἰλύϊ πεφυρμένα καὶ τῷ πηλῷ καὶ πάντας ὁμοῦ ἀνθρώπους τε καὶ ὄνους καὶ τὰ τούτων ἀτιμότερα γένη μιᾷ τῇ ἐλεεινοτάτη καταχωσθέντα ταφῇ. Εἰ γὰρ καὶ σφόδρα ἁμαρτωλοὶ οἱ ταῦτα πεπονθότες ἦσαν, ἀλλ’ ὅμως ἄνθρωπος ἦν ὁ Νῶε, καὶ ἔπασχέ τι πρὸς τὸ ὁμόφυλον. Καὶ γὰρ ὁ Ἰεζεκιὴλ δίκαιος ὤν, καὶ τοὺς Ἰσραηλίτας μάλιστα πάντων πονηροτάτους εἰδώς, ὅτε κατασφαττομένους εἶδε καὶ καταπίπτοντας, τοῦτο τὸ κοινὸν ἔπαθε καὶ ἐδάκρυσε· καίτοι διὰ τοῦτο προλαβὼν ὁ Θεὸς ἅπασαν αὐτῷ τὴν ἀσέβειαν αὐτῶν ἐξεκάλυψε, καὶ αὐτοῖς ὀφθαλμοῖς αὐτὴν ἐποπτεῦσαι παρεσκεύασεν, ἳν’ ὅταν αὐτοὺς κολαζομένους ἴδῃ, γενναίως ἐνέγκῃ τὴν συμφοράν. Ἀλλ’ ὅμως καὶ τοσαύτης παραμυθίας προπαρασκευασθείσης αὐτῷ, καὶ οὕτως ἠλέγχετο, καὶ πεσὼν ἐβόα λέγων· «Οἴμοι, Κύριε, ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ»; Οὐχ ἅπαξ δὲ τοῦτο ἔπαθε μόνον, ἀλλὰ καὶ πάλιν ὅτε τὸν Ἰεχονίαν εἶδεν ἀναιρούμενον. Ὥστε καὶ ὁ Νῶε εἰ καὶ μυρία αὐτοῖς συνῄδει κακά, οὐκ ἦν οὔτε τούτου, οὔτε τοῦ Μωσέως ἀνδρειότερος. Καὶ γὰρ καὶ ἐκεῖνος τὰ αὐτὰ τῷ προφήτῃ πολλάκις ἔπαθε, καὶ ἁμαρτάνοντας ὁρῶν, ὅτε τιμωρεῖσθαι ἔδει, ἤλγει, καὶ μᾶλλον ὠδυνᾶτο τῶν κολαζομένων αὐτῶν. Ἐπὶ δὲ τοῦ Νῶε καὶ ἡ συμφορὰ χαλεπωτέρα ἦν· μόνος ἂρ ἐκεῖνος τοιοῦτος ἐγένετο θάνατος. Τοσούτοις τοίνυν συνεχομένῳ κακοῖς, τῇ μονώσει, τῇ πρὸς τὸ ὁμόφυλον συμπαθείᾳ, τῷ πλήθει τῶν ἀπολωλότων, τῷ τρόπῳ τῆς τελευτῆς, τῇ τῆς γῆς ἐρημίᾳ, καὶ πάντοθεν αὐτῷ τῆς ἀθυμίας αἰρομένης καὶ ἀκμαζούσης σφοδρῶς, ἐπιτίθεται εὐθέως καὶ ἡ τοῦ παιδὸς ὕβρις, πρᾶγμα ἀφόρητον, καὶ πολλῆς μὲν αἰσχύνης, πολλῆς δὲ γέμον ὀδύνης. Ὅσῳ γὰρ τῶν ὑπὸ τῶν ἐχθρῶν τὰ παρὰ τῶν φίλων ὀνείδη βαρύτερα, τοσούτῳ τούτων αὐτῶν τὰ παρὰ τῶν παίδων ἔστι μᾶλλον ἀφορητοτέρα. Ὅταν γὰρ ὃν ἐγέννησεν, ὃν ἔθρεψεν, ὃν ἐπαίδευσεν, ὑπὲρ οὗ πολλοὺς μόχθους καὶ πόνους καὶ φροντίδας ἠνέσχετο, τοῦτον ἁπάντων ὑβριστικώτερον αὐτῷ κεχρημένον ἴδῃ, οὐδὲ ἐνεγκεῖν τὸ πολὺ πένθος δυνήσεται τῆς ψυχῆς ὁ τοῦτο παθῶν. Ἡ γὰρ ὕβρις τοῖς ἐλευθέροις καὶ καθ’ ἑαυτὴν μὲν ἔστιν ἀφόρητος, ὅταν δὲ καὶ παρὰ τῶν παίδων γίνηται, κἂν εἰς ἔκστασιν ἀγάγοι τὸν πάσχοντα· οὕτω βαρυτάτη ἐστίν. Σὺ δὲ μοι μὴ μόνον ἐκεῖνο τὸ τόλμημα ἐννόει, ἀλλὰ καὶ ἀπὸ τούτου μάνθανε, πῶς αὐτῷ καὶ τὸν ἔμπροσθεν χρόνον ἅπαντα ἐχρῆτο οὗτος ὁ ὑβριστής. Ὁ γὰρ ἐν χερσὶν ἔτι τὸν φόβον τῶν γεγενημένων ἔχων, καὶ ἄρτι τῆς εἰρκτῆς ἐκείνης ἀπαλλαγείς, ,αἱ τῆς οἰκουμένης τὰς συμφορὰς ἔτι θεωρῶν, ἀκὶ μηδὲ οὕτω σωφρονισθείς, ἀλλ’ ὑβρίσας εἰς ὃν ἥκιστα πάντων ἐχρῆν, καὶ μηδὲ τῷ θανάτῳ τῶν πολλῶν, μηδὲ τῇ ἐρημίᾳ, μηδὲ τῇ ὀργῇ τοῦ Θεοῦ, μηδὲ ἄλλῳ τινὶ τῶν τότε συμβεβηκότων βελτίων γενόμενος. Τὶς ἦν πρὸ τοῦ κατακλυσμοῦ, ὅτε καὶ πολλοὺς εἶχε τοὺς παρακαλοῦντας ἐπὶ τὴν κακίαν αὐτόν; Τότε γάρ, τότε χαλεπώτερον κλυδώνιον ὑπέμεινεν ὁ δίκαιος ἐκεῖνος τοῦ μετὰ ταῦτα ἐπὶ τοῦ κατακλυσμοῦ γενομένου καὶ διὰ τοῦτον, καὶ διὰ τοὺς ἄλλους ἅπαντας. Ἐπὶ μὲν γὰρ τοῦ κατακλυσμοῦ πλῆθος ὑδάτων αὐτὸν περιεῖχε μόνον, πρὸ δὲ τούτου κακίας ἀβύσσῳ πάντοθεν συνείχετο, καὶ τῶν κυμάτων αὐτῷ σφοδρότερον αἱ τῶν πονηρῶν ἀνδρῶν ἐπιβουλαὶ προσεῤῥήγνυντο. Μόνος γὰρ εἰς τοσοῦτον πλῆθος ἀπολειφθεὶς ἀνδρῶν παρανόμων καὶ μιαρῶν, εἰ καὶ μηδὲν ἔπασχε δεινόν, ἀλλ’ ὅμως πολὺν τὸν γέλωτα ἀκὶ πολλὰ τὰ σκώμματα ἔφερεν, εἰ καὶ μὴ πρότερον, ἀλλ’ ὅτε περὶ τῆς κιβωτοῦ καὶ τῶν μελλουσῶν αὐτοῖς διελέγετο συμφορῶν. Τοῦτο δὲ ὅσην ἔχει δύναμιν πρὸς τὸ ταράξαι ψυχήν, μαρτυρήσειεν ἂν ἡμῖν ὁ ἐκ κοιλίας ἁγιασθείς, ὁ διὰ τοῦτο καὶ τῆς προφητείας μέλλων ἀφίστασθαι. «Εἶπον γάρ, φησίν, οὐ μὴ προφητεύσω». Χωρὶς δὲ τούτων αὐτὸ μόνον τὸ μηδένα ὀμόψυχον, μηδὲ ὁμότροπον ἔχειν, πόσην ἀηδίαν, πόσην αὐτῷ κατεσκεύαζε τὴν ἀθυμίαν; Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τῷ συναλλαγεῖν αὐτοῖς μυρία ἔπασχε δεινά. Οὐ γὰρ δήπου τελευτῶντας μόνον ἐνορῶντες οὕτως ἀλγοῦσιν οἱ δίκαιοι τοὺς πονηρούς, ἁμαρτάνοντας δὲ οὐκ ἔτι, ἀλλὰ πολλῷ μᾶλλον τούτῳ δάκνονται, ἢ ἐκείνῳ· καὶ τοῦτο δὲ ἀπὸ τῷ προφητῶν ἂν τις μάθοι καλῶς. Ὁ μὲν γὰρ ἐβόα πικρόν· «Οἴμοι, ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει». Ἕτερος δὲ ἔλεγε πρὸς τὸν Θεόν· «Ἰνάτι μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν»; Καὶ ὑπὲρ τῶν ἀδικουμένων δὲ σφόδρα κοπτομένους, ἐθρήνει λέγων· «Ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης οὐκ ἔχοντας ἡγούμενον». Εἰ δὲ τότε ταῦτα ἐγίνετο, καὶ νόμων ὄντων, καὶ ἀρχόντων, καὶ δικαστηρίων, καὶ ἱερέων, καὶ προφητῶν, καὶ κολάσεων, ἐννόησον μεθ’ ὅσης ὑπερβολῆς ἅπαντα ἐτολμᾶτο ἐπὶ τοῦ Νῶε, ὅτε τούτων οὐδὲν κατεῖχεν αὐτούς. Καὶ ἐπὶ μὲν τῶν προφητῶν οὐδὲ πολὺς ὁ τῆς ζωῆς χρόνος ἦν, ἀλλ’ ἑβδομήκοντα ἔτη καὶ ὀγδοήκοντα· τότε δὲ καὶ εἰς ἑξακόσια ἔτη καὶ πλείονα ὁ τῶν ἀνθρώπων ἐτείνετο βίος. Ἲν οὖν πάντα τὰ εἰρημένα παρῶ, πόσα πράγματα ἔχειν ἠναγκάζετο, οὕτω μακρὰν ὁδεύων ὁδόν, καὶ μηδὲν μικρὸν ἐν τοσούτῳ μήκει παρατραπῆναι σπουδάζων, πολλῶν ἐν τῷ μεταξὺ κωλυμάτων ὄντων; Καὶ τὶ λέγω πολλῶν, πάσης μὲν οὖν διόλου τοιαύτης οὔσης τῆς ὁδοῦ, ἀπὸ τῶν τερμάτων τῆς γῆς ἐπὶ τὰ τέρματα πάσης σκοπέλων καὶ ἀκανθῶν καὶ θηρίων καὶ αὐχμοῦ καὶ λοιμοῦ καὶ κρυμοῦ καὶ κακούργων πεπληρωμένης; Καὶ γὰρ εὐκολώτερον τετριμμένην ἀτραπὸν ἐν τῷ βαθυτάτῳ τῆς νυκτὸς ὁδεύειν διαπαντός, ἢ τὴν τῆς ἀρετῆς ὁδὸν κατ’ ἐκείνους τοὺς καιρούς· τοσοῦτοι οἱ τὰ διαβήματα αὐτοῦ βιαζόμενοι παρατρέπειν ἦσαν. Ὅταν γὰρ ἅπασιν ἅπερ ἂν ἐθέλωσι πράττειν ἐξῇ, εἰς δὲ μόνος ὁ τὴν ἐναντίαν αὐτοῖς βαδίζων ᾗ, πῶς δυνήσεται πρὸς τὸ τέλος ἐλθεῖν πάντων ὠθούντων ὀπίσω καὶ ἀνακρουόντων αὐτόν; Ὅσον γὰρ ἔχει δυσκολίαν τὸ μετὰ πολλῶν ὄντας κατορθοῦν, δηλοῦσιν οἱ τὰς ἐρημίας κατειληφότες νῦν, ὅτε τῇ τοῦ Θεοῦ χάριτι τὴν εὐζωΐαν πανταχοῦ διεσπαρμένην ἔστιν ἰδεῖν, ὅτε καὶ ὁμόνοιαν καὶ φιλοστοργίαν πρὸς ἀλλήλους οὐ μικράν. Ἀλλὰ τότε τούτων οὐδὲν ἦν, ἀλλὰ καὶ θηρίων ἀγριώτερον πάντες διέκειντο πρὸς αὐτόν.


ς’. Τὶ οὖν τούτου γένοιτ’ ἂν ὀδυνηρότερον τοῦ βίου; Τὶ ταύτης μοχθηρότερον τῆς ζωῆς; Ἐγὼ δὲ οὖν τῶν ἀχθοφορούντων διαπαντὸς καὶ μηδέποτε ἀναπνεόντων ἐπηγγειλάμην δείξειν αὐτὸν οὐδὲν ἄμεινον διακείμενον· ὁ δὲ λόγος πολλῷ πλέον ἐποίησεν, οὐ μόνον οὐδὲν ἄμεινον, ἀλλὰ καὶ πολλῷ φορτικώτερον ἐκείνων ἔχοντα ἀποφήνας ἡμῖν. Δοκεῖ μὲν οὖν πολλοῖς ὁ Ἀβραὰμ ἐν εὐθυμίᾳ τὸν ἅπαντα διατετελεκέναι χρόνον, ὅθεν καὶ τοὺς εὐημεροῦντας καὶ πανταχόθεν κομῶντας αὐτῷ παραβάλλειν εἰώθασι. Φέρε οὖν ἐξετάσωμεν τὰ συμβεβηκότα αὐτῷ. Ἐμοὶ γὰρ οὗτος πολλῷ καὶ τοῦ Νῶε καὶ τοῦ Ἄβελ· μᾶλλον δὲ οὐδὲν ἐρῶ, ἕως ἂν ἡ τῶν πραγμάτων ἐξέτασις θῆται τὴν ψῆφον ἡμῖν. Τὰ μὲν οὖν ἐν Πέρσιδι, καὶ εἲ τι μέχρι τῶν ἑβδομήκοντα ἐτῶν αὐτῷ συνέβη λυπηρόν, οὐδεὶς δύναιτ’ ἂν εἰδέναι σαφῶς. Οὐδὲ γὰρ ὁ μακάριος Μωϋσῆς ἐκείνου τοῦ χρόνου τὴν ἱστορίαν ἡμῖν ἔγραψεν, ἀλλὰ πᾶσαν τὴν ἡλικίαν ταύτην ἀφείς, ἀπὸ τῶν μετὰ ταῦτα πεποίηται τοῦ διηγήματος τὴν ἀρχήν. Ὅτι δὲ καὶ αὐτὸν τὰ αὐτὰ πάσχειν τῷ Νῶε εἰκὸς ἦν, μεταξὺ τοσούτων ἀσεβῶν καὶ βαρβάρων μόνον βουλόμενον εὐσεβεῖν, τοῦτο οὐκ ἔτι τοῖς ἄλλοις ὁμοίως ἄδηλόν ἐστιν, ἀλλὰ καὶ οἱ σφόδρα ἀνόητοι στοχάσαιντο ῥᾳδίως αὐτό. Πλὴν ἀλλὰ καὶ ταῦτα παρείσθω νῦν· ἀπὸ δὲ τῆς ἀποδημίας αὐτοῦ ποιησώμεθα τοῦ λόγου τὴν ἀρχήν, πρότερον ἐκεῖνο ἐξετάσαντες, πόσον ἡ τῶν Χαλδαίων γῆ τῆς Παλαιστίνης ἀφέστηκεν, ἢ ποία τις ἦν ἡ τῶν ὁδῶν κατασκευή, πῶς τοῖς ἀνθρώποις τὰ τῆς ἐπιμιξίας τῆς πρὸς ἀλλήλους διέκειτο, τὶς ὁ τῆς πολιτείας τρόπος ἦν. Μὴ γὰρ ἐπειδὴ εὐκόλως ὑπήκουσεν ὁ δίκαιος ἐκεῖνος, καὶ τὸ πρᾶγμα εὔκολον εἶναι δοκείτω νῦν, μηδ’ ὅτι συντόμως καὶ ἐν βραχεῖ τὸ γεγονὸς διηγήσατο ὁ Μώσης, καὶ τὸ ἔργον τὴν τῶν ῥημάτων βραχύτητα μιμεῖσθαι νόμιζε· εἰπεῖν μὲν γὰρ ταῦτα καὶ διηγήσασθαι ῥᾴδιον, πρᾶξαι δὲ οὐκέτι ὁμοίως εὔπορον, ἀλλὰ καὶ σφόδρα χαλεπόν. Τὸ μὲν οὖν τῆς ὁδοῦ μῆκος καὶ ὅσον τὸ μέσον ἐστὶ τούτων τῶν χωρίων μετὰ ἀκριβείας ἂν εἴποιεν ὅσοι πρὸς ἡμᾶς ἐκεῖθεν διέβησαν, εἲ δὴ τινὲς εἰσιν· ἡμεῖς δὲ ἐκείνων μὲν οὐδενί, τῶν δὲ εἰς τὴν ἐξωτέραν χώραν ἀφικομένων συγγενόμενοί τινι, καὶ τὸν χρόνον αὐτὸν ἐρωτήσαντες ὅσον ὁδοιπορεῖν ἠναγκάσθη, ἠκούσαμεν ὅτι τριάκοντα πέντε ἡμερῶν ἀριθμόν· καὶ Βαβυλῶνα μὲν οὐκ εἰδέναι ἔφη, τῶν δὲ ἐκεῖ γενομένων ἀκηκοέναι, ὅτι ἑτέρα τοσαύτη πάλιν ἐκεῖθέν ἐστιν ὁδός. Καὶ τὸ μὲν διάστημα τοσοῦτον καὶ τότε ἦν, καὶ νῦν ἐστιν· ἡ δὲ κατασκευὴ τῶν ὁδῶν οὐκ ἐθ’ ὁμοίως ὡς καὶ νῦν καὶ τότε διάκειται. Νῦν μὲν γὰρ καὶ σταθμοῖς διείληπται συνεχέσι καὶ πόλεσι καὶ ἀγροῖς, καὶ ὁδοιπόροις δὲ βαδίζων ἂν τις ἐντύχοι πολλοῖς, ὅπερ καὶ σταθμοῦ καὶ πόλεως καὶ ἀγροῦ οὐχ ἧττον εἰς ἀσφαλείας λόγον ἐστί. Πρὸς δὲ τούτοις καὶ ἀπὸ τῆς χώρας οἱ τῶν πόλεων ἄρχοντες ἄνδρας καὶ ῥώμῃ σώματος τῶν ἄλλων διαφέροντας καὶ ἀκοντίῳ καὶ σφενδόνῃ τοσοῦτον δυναμένους ἀρκεῖν, ὅσον τοῖς βέλεσι μὲν οἱ τοξόται, οἱ δὲ ὁπλῖται τοῖς δόρασι, τούτους συντάξαντες καὶ ἄρχοντες αὐτοῖς ἐπιστήσαντες, εἰς οὐδὲν ἕτερον ἀπησχόλησαν, ἀλλὰ μόνον τὴν τῶν ὁδῶν ἐπέστρεψαν φυλακήν. Μετὰ δὲ τούτων καὶ ἑτέραν πάλιν τούτων ἀκριβεστέραν ἀσφάλειαν ἐπενόησαν. Οἰκήματα γὰρ κατὰ χιλίων βημάτων διάστημα δειμάμενοι παρὰ τὴν ὁδόν, νυκτερινοὺς αὐτοῖς ἐγκατέστησαν φυλακάς, τὴν ἐκείνων ἀγρυπνίαν καὶ τὴν σχολὴν μέγιστον κώλυμα τοῖς τῶν κακούργων ἐφόδοις ἐπιτειχίσαντες. Τότε δὲ οὐδὲν τούτων ἦν, οὐκ ἀγροὶ συνεχεῖς, οὐ πόλεις, οὐ σταθμοί, οὐ καταγώγιον, οὐ τὸ συνοδοιπόρον ταχέως ἰδεῖν, οὐκ ἄλλο τι τούτων οὐδέν.· τὴν γὰρ τῆς ἀτραποῦ τραχύτητα καὶ τὴν τῶν ἀέρων ἀνωμαλίαν παρίημι νῦν, καίτοι γε ἱκανά, ἐκείνων μὴ προσόντων, λυπῆσαι τοὺς ὁδοιποροῦντας ἱκανῶς, καὶ μαρτυρήσαιεν ἂν μοι οἱ ζεύγεσι καὶ ὑποζυγίοις χρώμενοι, καὶ μηδὲ οὕτω τῆς συνήθους ἐπιβαίνειν τολμῶντες ὁδοῦ, εἰ μὴ πρότερον αὐτὴν στορέσαιεν λίθοις, καὶ τὰς ἀπὸ τῶν ρυάκων χαράδρας ἀναπληρώσαντες ἰσόπεδον οὕτως ἐργάσαιντο. Τότε δὲ ἐρημοτέρα μὲν τῶν ἀοικήτων ἦν, ἀπορωτέρα δὲ τῶν ὁρῶν, σφαλερωτέρα δὲ τῶν βαράθρων καὶ τῶν κρημνῶν. Καὶ τὸ πάντων δὲ χαλεπώτερον οὐκ εἶπον, πῶς τὰ τῆς ἐπιμιξίας διέκειτο, ὃ καὶ τῆς ὁδοῦ πολλῷ πλείονα καὶ μείζονα παρεῖχε πράγματα αὐτοῖς, κατὰ ἔθνη, μᾶλλον δὲ κατὰ πόλιν ἁπάντων διῃρημένων. Οὐ γὰρ ὥσπερ νῦν μία ἀρχὴ κατὰ τὸ πλεῖστον τῆς οἰκουμένης τέταται μέρος, καὶ ἑνὶ πάντες δουλεύουσιν ἀνθρώπῳ, καὶ τοῖς αὐτοῖς διοικοῦνται νόμοις, οὕτω καὶ τότε ἦν· ἀλλ’ ὥσπερ σῶμα ἓν εἰς πολλὰ μέρη κατατμηθέν, οὕτω καὶ τὸ τῶν ἀνθρώπων διέσπατο, γένος, καὶ πολεμίους ἐκ πολεμίων ἀμείβειν ὁ δίκαιος ἠναγκάζετο, πρὶν ἢ τοὺς προτέρους διαφυγεῖν, ἑτέροις ἐμπίπτων ἀεί, πὴ μὲν πολυαρχίας, πὴ δὲ ἀναρχίας οὔσης. Τὶ οὖν ταύτης χαλεπώτερον τῆς ζωῆς; Οὐδὲ γὰρ ὑπὲρ ἑαυτοῦ μόνον ἐδεδοίκει καὶ ἔτρεμεν, ἀλλὰ καὶ ὑπὲρ πατρὸς καὶ γυναικὸς καὶ ὑπὲρ ἀδελφιδοῦ. Ἦν δὲ οὐδὲ ἡ τῶν οἰκετῶν φροντὶς μικρά, εἰ καὶ ἐπὶ τῆς οἰκείας ἐτύγχανον ὄντες, μὴ ὅτι γε ὅτε ἐπὶ τῆς ἀλλοτρίας, ἠναγκάζοντο εἶναι διαπαντός. Καὶ εἰ μὲν ᾔδει σαφῶς ὅπου στήσεται τὰ τῆς πλάνης αὐτῷ, οὐκ ἦν οὕτω τὸ τῶν φροντίδων ἀφόρητον· νῦν δὲ ἁπλῶς καὶ ἀδιορίστως ἀκούσας «Γῆν», οὐ τήνδε ἢ τήνδε, ἀλλ’ «Ἦν ἂν σοι δείξω», πανταχοῦ περιῄει τῷ νῷ, καὶ πολὺν ἐδέχετο θόρυβον τῇ ψυχῇ, μηδαμοῦ τῷ λογισμῷ στῆναι δυνάμενος, ἀλλὰ πολλὰ ὑποπτεύειν ἔχων, καὶ μεριμνᾶν ἀναγκαζόμενος. Εἰκὸς γὰρ αὐτὸν καὶ πρὸς αὐτὰ τῆς οἰκουμένης ἀφίξεσθαι τὰ πέρατα προσδοκᾷν, καὶ πρὸς αὐτὸν τὸν ὠκεανόν· ὥστε οἱ καὶ μὴ πᾶσαν ἐπῆλθε τὴν γῆν, ἀλλὰ τὴν φροντίδα τῆς τοσαύτης ὁδοιπορίας ὑπέμεινεν. Οὐ γὰρ ὡς μέχρι τῆς Παλαιστίνης ἥξων οὕτω παρεσκευάκει τὴν ψυχήν, ἀλλ’ ὡς ἑψόμενος πανταχοῦ, καὶ τὴν οἰκουμένην ἐκβῆναι κελεύηται, κἂν εἰς τὰς ἐκτὸς ταύτης νήσους ἐλθεῖν. Εἰ δὲ καὶ τἀναντία προσδοκᾷν ἔπειθε τὸ τοῦ προστάγματος ἀδιόριστον, καὶ τοῦτο πάλιν χαλεπόν. Τὸν γὰρ μέλλοντά τι φορτικὸν ὑπομένειν, πολλῷ κουφότερον εἰδέναι σαφῶς ὅπερ ὑποστήσεται, καὶ πρὸς ὃ παρασκευάσεται, ἢ πανταχοῦ ῥέμβεσθαι τῷ λογισμῷ, καὶ νῦν μὲν τὰ χρηστά, νῦν δὲ τἀναντία προσδοκᾶν, καὶ ὑπὲρ μηδενὸς τούτων ἔχειν θαῤῥεῖν, ἀλλ’ ἀμφοτέροις ὁμοίως ἀπιστεῖν.



ζ’. Καὶ ταῦτα μὲν πρὶ ἐλθεῖν εἰς τὴν ἐπαγγελθεῖσαν γῆν· ἐπειδὴ δὲ ποτε τῆς Παλαιστίνης ἐπελάβετο, καὶ λοιπὸν ἀναπαύσασθαι προσεδόκησε, τότε δὴ μείζονα ἐν τῷ λιμένι τὸν χειμῶνα εὕρισκεν. Οὐ μικρὸν δὲ τοῦτο εἰς ὀδύνης λόγον, ἀλλὰ καὶ πάντων ἀφορητότερον, ὅταν τις ἀπηλλάχθαι νομίσας καὶ πρὸς τὸ τέλος ἥκειν αὐτό, καὶ φροντίδα καὶ μέριμναν ἅπασαν ἀποθέμενος, πάλιν ἄνωθεν ἀρχὴν ἑτέραν εὕρῃ τῶν δυσχερῶν. Ὁ μὲν γὰρ ἔτι παρασκευασμένος πρὸς τὰ δεινὰ ῥᾷον ἂν ἐνέγκοι τὴν τούτων ἐπαγωγήν· ὁ δὲ ἀναπεσὼν καὶ τῶν φροντίδων ἀπολύσας τοὺς λογισμούς, ἂν συμβῇ τι τοιοῦτον πάλιν, οἷον καὶ πρότερον, διπλῆ πως ταράττεται, κεῖ εὐχείρωτος γίνεται τῷ τε ἀπροσδοκήτῳ καὶ τῷ διαλελύσθαι τὴν σπουδὴν ἅπασαν αὐτῷ καὶ τὴν παρασκευήν. Τὶς οὖν ὁ χειμὼν ἦν; Λιμὸς οὕτω σφοδρὸς τὴν Παλαιστίνην κατέλαβε τότε, ὡς ἀναστῆσαι εὐθέως αὐτὸν ἐκεῖθεν, καὶ εἰς τὴν Αἴγυπτον καταγαγεῖν. Ἐλθὼν δὲ ἐκεῖ ὡς λύσιν εὑρήσων τοῦ κακοῦ, τοῦ λιμοῦ πάλιν χαλεπωτέρα περιέπεσε συμφορᾷ περὶ τῶν ἐσχάτων κινδυνεύειν ἀναγκαζόμενος καὶ εἰς τοσοῦτον τότε κατέστη φόβον, ὥστε, ὃ πᾶσίν ἐστι πάντων ἀφορητότερον, τὸ τὰς γυναῖκας ὑβρίζεσθαι τὰς αὐτῶν, τοῦτο ἑλέσθαι. Εἰς τοσαύτην γὰρ τότε ἦλθεν ἀνάγκην, ὡς καὶ ὑπηρετήσασθαι τῇ ὑποκρίσει, οὗ τὶ γένοιτ’ ἂν ἐλεεινότερον; Ὁποίαν γὰρ αὐτὸν νομίζεις ἔχειν ψυχήν, ὅτε τῇ γυναικὶ τοιαῦτα συμβουλεύειν ἠναγκάζετο; «Γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ· ἔσται οὖν ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι, Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Εἰπὲ οὖν ὅτι, Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχὴ μου ἕνεκεν σοῦ». Καὶ ταῦτα ἐφθέγξατο τὰ ῥήματα ὁ διὰ τὸν Θεόν, καὶ πατρίδα, καὶ οἰκίαν, καὶ φίλους, καὶ συγγενεῖς, καὶ τἄλλα πάντα ἐπὶ τῆς οἰκίας ἀφείς, ὁ τοιαύτην ταλαιπωρίαν καὶ τοσοῦτον πόνον ἐν τῷ μακρῷ τούτῳ καιρῷ κατὰ τὴν ὁδοιπορίαν ὑπόστα· καὶ ὅμως οὐδὲν τούτων εἶπεν, οἷον ὅτι Ἐγκατέλειπέ με ὁ Θεός, ἀπεστράφη, καὶ τῆς οἰκείας προνοίας ἐξέβαλεν· ἀλλ’ ἔφερε γενναίως πάντα καὶ πιστῶς, καὶ ὃν ἐχρῆν μάλιστα πάντων ὑβριζομένης ὀργίζεσθαι τῆς γυναικὸς ὑπὸ τῆς πολλῆς βίας, ὅπως μήτε φανερὰ γένηται ἡ ὕβρις, ἅπαντα ἔπραττε. Τοῦτο δὲ ὅσην ἀθυμίαν ἔχει καὶ ὀδύνην, λόγῳ μὲν παραστῆσαι οὐ δυνατόν, ἴσασι δὲ ὅσοι ἔσχον καὶ εἰς ζηλοτυπίας ὑποψίαν ἐνέπεσον. Μαρτυρεῖ δὲ τῷ πάθει τούτῳ καὶ ὁ Σολομῶν οὕτως εἰπών· «Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, οὐδὲ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων. Καὶ πάλιν· Κραταιὰ ὡς θάνατος ἡ ἀγάπη, σκληρὸς ὡς ᾅδης ὁ ζῆλος». Εἰ δὲ ὁ ζηλοτυπῶν οὕτως ἐκκαίεται, ὁ τοσούτοις κρατούμενος κακοῖς, ὡς ἀναγκάζεσθαι καὶ κολακεύειν τὸν ὑβριστήν, καὶ ὃν ἀμύνασθαι ἔδει πάντα ποιεῖν ὅπως ῥᾳδίως ἀπολαύσηται τῆς αὐτοῦ γυναικὸς ὁ μοιχός, τίνος οὐκ ἐλεεινότερος ἦν; Λαβόντων δὲ καὶ τούτων πέρας τῶν κακῶν, ἕτερα πάλιν ἐτίκτετο δεινά, καὶ τὸν λιμὸν ἐκεῖνον διεδέχετο πόλεμος. Τὴν γὰρ τῶν ποιμένων μάχην καὶ τὴν πρὸς τὸν ἀδελφιδοῦν διανομὴν ἀφίημι νῦν, καίτοι γε ἐπ’ ἄλλων ταῦτα ἐξεταζόμενα ἱκανὰ πολλὴν ἀθυμίαν ἐμβαλεῖν. Ὅταν γὰρ ὁ διασωθεὶς ὑπ’ αὐτοῦ καὶ τοσούτων γενόμενος κύριος ἀγαθῶν, καὶ ὃν ἐχρῆν ἐκστῆναι πάντων αὐτῷ, καὶ τοῖς ποιμέσιν ἐπιτιμήσαι τοῖς αὐτοῦ, οὗτος προτεινομένης αἱρέσεως ἐπιτρέχει τοῖς εὐφορωτέροις τῶν χωρίων, καὶ τὰ ἐρημότερα ἐκείνῳ καταλιμπάνει μέρη τὶς ἂν ἐνέγκοι ῥᾳδίως, οὐ τὴν ζημίαν λέγω, ἀλλὰ τὸ τιμήσας ἀτιμασθῆναι καὶ τὸ ἔλαττον ἐνεγκεῖν, ὃ πάσης ζημίας χαλεπώτερον εἶναι δοκεῖ; Ἀλλ’ ὅμως ἅπαντα ταῦτα παρίημι νῦν· πὲρ γὰρ τοῦ πατριάρχου, οὐ περὶ τινος τῶν πολλῶν ὁ λόγον ἐστὶν ἡμῖν.



η’. Διαδέχεται δὴ τὸν λιμὸν ἐκεῖνον ὁ πόλεμος τῶν Περσῶν, καὶ ἀναγκάζεται ἐπιστρατεύειν αὐτοῖς, οὐ παρὰ τὴν ἀρχὴν αὐτὴν ἀκεραίων ἑκατέρων ἔτι μενόντων τῶν μερῶν, ἀλλὰ προτροπωθέντων ἁπάντων, καὶ τῆς νίκης παρὰ τοῖς πολεμίοις οὔσης, καὶ οὐδενὸς αὐτοὺς ἔτι ἐνεγκεῖν δυναμένου, τῶν μὲν ἄρδην κατακοπέντων, τῶν δὲ κρυπτομένων, τῶν δὲ δουλευόντων παρ’ αὐτοῖς. Ἀλλ’ ὅμως οὐδὲν αὐτὸν τούτων οἶκοι μένειν ἔπεισεν, ἀλλ’ ὑπὸ τῆς σφοδρᾶς ἀθυμίας τῶν γενομένων πληγεὶς ἀπῄει κοινωνήσων ἐκείνοις τῶν κακῶν, καὶ σιὲ προῦπτον ῥίψων θάνατον ἑαυτόν. Τὸ γὰρ μετὰ τριακοσίων οἰκετῶν καὶ μικρῷ πλειόνων πρὸς τοσαύτην παρατάττεσθαι στρατιάν, οὐδὲν ἕτερον ἢ ταῦτα λογιζομένου ἦν, καὶ πρὸς αἰχμαλωσίαν καὶ πρὸς τιμωρίαν, καὶ πρὸς μυρίους παρεσκευασμένου θανάτους. Ἀπῆλθε μῶν οὖν ὡς καὶ αὐτὸς τῆς βαρβαρικῆς ἀπολαύσων ὠμότητος· τῇ δὲ τοῦ Θεοῦ φιλανθρωπίᾳ διασωθείς, καὶ ἐπανελθὼν μετὰ τῆς λείας καὶ τοῦ συγγενοῦς, ἠναγκάζετο πάλιν τὰ οἰκεῖα θρηνεῖν κακά, τὴν ἀπαιδίαν λέγω, καὶ τὸ μηδένα ἔχειν τοῦ κλήρου διάδοχον. Μὴ γὰρ ἐπειδὴ τότε ἤκουσας ἀποδυρομένου πρὸς τὸν Θεὸν καὶ λέγοντος, «Τὶ μοι δώσεις; Ἐγὼ δὲ ἀπόλλυμαι ἄτεκνος»· διὰ τοῦτο καὶ πρόσφατον τὴν λύπην ταύτην εἶναι νόμιζε· ἡ γὰρ μέριμνα αὕτη καὶ ἡ φροντὶς μετὰ τῆς νύμφης εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ δικαίου, μᾶλλον δὲ καὶ πρὸ τῆς νύμφης αὐτῆς. Ἔθος γὰρ ἡμῖν ἅπασιν, ὅταν μόνον ἀρξώμεθα βουλεύεσθαι καὶ διαλέγεσθαι περὶ γάμου, πάσαις ταῖς τοῦ πράγματος ὑπονύττεσθαι φροντίσιν, ὧν ἁπασῶν τὸ κεφάλαιον ἡ τῶν παίδων ἐστί, καὶ ὁ φόβος οὗτος ἀπὸ τῆς ἡμέρας ἐκείνης τὰς ἡμετέρας κατασείει ψυχάς. Εἰ δὲ συμβαίη, γενομένων τῶν γάμων, πρῶτον ἔτος ἢ δεύτερον ἢ καὶ τρίτον παρελθεῖν, ἐπιτείνεται μὲν τὰ τῆς ἀθυμίας, τὰ δὲ τῶν χρηστοτέρων ἐλπίδων ἀτονώτερα γίνεται· ἑτέρου δὲ προστεθέντος πλείονος χρόνου, παντελῶς λοιπὸν ἀφίστανται μὲν ἐκεῖναι, κρατεῖ δὲ τῆς ψυχῆς αὕτη πᾶσιν ἐπισκοτοῦσα τοῖς ἡδίστοις, καὶ μηδενὸς αἴσθησιν συγχωροῦσα λαβεῖν. Ὥστε εἰ καὶ μηδὲν αὐτῷ συνεβεβήκει τῶν τοσούτων ἀνιαρῶν, ἀλλὰ πάντα κατὰ νοῦν ἐγεγόνει, ἱκανὴ ἡ τῆς ἀπαιδίας ἀθυμία πᾶσι παρακολουθοῦσα τοῖς γινομένοις συσκιάσαι πᾶσαν εὐθυμίαν καὶ καταβαλεῖν. Ἡ γὰρ ἐπαγγελία τοῦ Θεοῦ πρὸς ἐσχάτῳ γήρᾳ, ὅτε τὰ τῆς φύσεως ἀπέγνωστο, τότε ἐγένετο· τὸν δὲ ἔμπροσθεν πάντα χρόνον τοσοῦτον ὄντα ἀλγῶν καὶ κοπτόμενος διετέλει, καὶ ὅσῳ τὸν πλοῦτον αὐξόμενον ἑώρα, τοσούτῳ, μᾶλλον ἐπένθει, τοῦ διαδεξομένου τοῦτον οὐκ ὄντος. Τὶ γὰρ οἴει πάσχειν αὐτόν, ὅτε ἤκουσε· «Πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτούς, καὶ κακώσουσιν καὶ ταπεινώσουσιν ἔτη τετρακόσια»; Ἡ δὲ γυνὴ νῦν μὲν κελεύουσα λαβεῖν τὴν ἑαυτῆς παιδίσκην, νῦν δὲ ἐπειδὴ ἔλαβεν ἐγκαλοῦσα καὶ μεμφομένη, καὶ τὸν Θεὸν καλοῦσα κατ’ αὐτοῦ, καὶ ἀναγκάζουσα τὴν τῆς εὐνῆς κεκοινωνηκυΐαν, καὶ παῖδα αὐτῷ μέλλουσαν τίκτειν λοιπὸν ἐκβάλλειν, τίνα οὐκ ἂν εἰς ἀθυμίαν τὴν ἐσχάτην ἐνέβαλε; Ταῦτα γὰρ εἰ καὶ τινι μικρὰ εἶναι δοκεῖ νῦν, λογισάμενος ὅτι ὁλόκληροι οἰκίαι τούτων ἕνεκεν ἀνετράπησαν, θαυμαζέτω τὸν δίκαιον εἰ γὰρ καὶ γενναίως ἔφερε διὰ τὸν τοῦ Θεοῦ φόβον, ἀλλ’ ὅμως ἄνθρωπος ἦν, καὶ ὑπὸ πάντων τούτων ἐδάκνετο καὶ ὠδυνᾶτο. Ἐπανέρχεται δὲ πάλιν εἰς τὴν οἰκίαν ἡ θεράπαινα τοῦ δεσπότου καὶ τίκτει τὸν νόθον αὐτῷ, καὶ γίνεται πατὴρ ὁ Ἀβραὰμ μετὰ τὸν μακρὸν χρόνον ἐκεῖνον· καὶ εἶχε μὲν τινα τὸ πρᾶγμα ἡδονήν, μείζονα δὲ τὴν ἀθυμίαν. Ὁ γὰρ νόθος αὐτὸν ὑπεμίμνησκε τοῦ γνησίου, καὶ μείζονα τοῦ πράγματος ἐπιθυμίαν ἐνέβαλε. Τὸ γάρ, «Οὐ κληρονομήσει σε οὗτος, αλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ», περὶ τοῦ Ἰσμαὴλ εἰρῆσθαι ἐνόμισεν. Οὐδὲν γὰρ οὐδέπω εἴρητο περὶ τῆς Σάῤῥας.Ἐπειδὴ δὲ λοιπὸν καὶ τρανοτέραν ἔλαβεν ἐπαγγελίαν περὶ τοῦ Ἰσαάκ, καὶ χρόνος ὡρίζετο τῷ τόκῳ, πρὶν ἢ πάλιν αὐτὸν ἡσθῆναι ταῖς ἐλπίσι ταύταις, τὰ τῶν Σοδομιτῶν πάθη πολλὴν αὐτοῦ κατέχεεν ἀθυμίας ἀχλύν. Ὅτι γὰρ οὐχ ὡς ἔτυχε τὸ πρᾶγμα τὸν δίκαιον διετάραξεν, ἐκ τῶν ῥημάτων αὐτῶν, καὶ τῆς ἱκετηρίας, ἣν ὑπὲρ αὐτῶν ἔθηκε πρὸς τὸν Θεόν, παντὶ που δῆλόν ἐστι· ὅτε δὲ καὶ κατενεχθέντα τὸν φρικωδέστατον ἐκεῖνον εἶδεν ὑετόν, καὶ πάντα κόνιν καὶ τέφραν ἐξαίφνης γεγενημένα, οὐδὲ ἐν ἑαυτῷ λοιπὸν ἦν. Εἰ γὰρ οἰκίας ὁρῶντες πόῤῥωθεν καιομένας ἐξιστάμεθα καὶ καταπίπτομεν ὑπὸ τῆς ἀθυμίας καὶ τοῦ φόβου, τὶ οὐκ ἂν ἔπαθεν ἐκεῖνος πόλεις ὅλας καὶ χώρας μετὰ τῶν οἰκητόρων οὐκ ἐμπρησμῷ τῷ συνήθει, ἀλλὰ ξένῳ καὶ φοβερῷ κατακαιομένας ὁρῶν; Ἆρ’ οὐ δοκεῖ σοι τοῦ δικαίου τὰ πάθη τῶν ἐπαλλήλων ἐν τῇ θαλάσσῃ κυμάτων μιμεῖσθαι τὸ συνεχές; Καθάπερ γὰρ ἐκεῖ, οὔπω τῶν προτέρων ἀφανισθέντων, κορυφοῦται τὰ δεύτερα, οὕτω καὶ ἐπὶ τῆς τοῦ δικαίου τούτου ζωῆς διόλου συνέβαινε. Καὶ γὰρ ἔτι τῶν ἐν Σοδόμοις ἀκμαζόντων κακῶν, ὁ τῶν Γεράρων βασιλεὺς τὰ αὐτὰ τῷ Φαραὼ τολμῆσαι κατὰ τῆς Σάῤῥας ἐπεχείρησε· καὶ πάλιν ἡ γυνὴ τὴν ἐλεεινὴν ὑπόκρισιν ὑποκρίνεσθαι ἠναγκάζετο καὶ ἡ ὕβρις εἰς ἔργον ἐξῆλθεν ἄν, εἰ μὴ πάλιν ὁ Θεὸς διεκώλυσεν. Ὁμοῦ δὲ τοῦ παιδὸς καὶ τῆς γυναικὸς καὶ τῆς οἰκίας ἁπάσης εὐφραινομένης ἐπὶ τῷ τοῦ παιδὸς τόκῳ, μόνος ὁ δίκαιος ἐν ἡδονῇ τοσαύτῃ λυπεῖσθαι ἠναγκάζετο καὶ ἀθυμεῖν, τὴν παλλακὴν μετὰ τοῦ παιδὸς ἐκβάλλειν ἀναγκαζόμενος. Εἰ γὰρ καὶ νόθος ἦν ὁ Ἰσμαὴλ καὶ ἐκ παιδίσκης, ἀλλ’ ὅμως ἡ τῆς φύσεως τυραννὶς οὐδὲν ἀπὸ τῆς ἀναξίας ἥττων ἐγίνετο, οὐδὲ ἀσθενεστέραν ἐποίει τὴν τῶν πατρικῶν σπλάγχνων ἀνάγκην ἡ συγγένειαν τῆς μητρός· καὶ τοῦτο ἀπ’ αὐτῆς τῆς Βίβλου ἐπιμαθεῖν. Ὁ γὰρ στεῤῥὸς καὶ ἀνδρεῖος, ὁ τὸν μονογενῆ ταῖς οἰκείαις καταδεξάμενος σφάξαι χερσίν, οὗτος ἤλγει, ὅτε αὐτῷ ταῦτα ἐπέταττεν ἡ γυνή, καὶ οὐδ’ ἂν εἶξεν οὐδ’ ἂν ἐπείσθη τῇ Σάῤῥα, καίτοι πλείονα τότε παῤῥησίαν ἐχούσῃ, καὶ λεγούσῃ πρὸς αὐτόν, εἰ μὴ σφόδρα αὐτὸν ὁ τοῦ Θεοῦ φόβος κατέκαμψεν. Ὥστε ὅταν ἀκούσῃς, ὅτι τοῦ Θεοῦ κελεύσαντος ἐξέπεμπε, μὴ τὴν ὀδύνην λελύσθαι νόμιζε (τοῦτο γὰρ ἀδύνατον ἦν), ἀλλὰ τὴν σφοδρὰν ὑπακοὴν θαύμασον, ὅτι καὶ ὑπὸ τῆς συμπαθείας καμπτόμενος οὐκ ἀντέλεγε τῷ Θεῷ, ἀλλ’ ἐξέπεμπε μὲν τὸ παιδίον μετὰ τῆς μητρός, οὐδὲ ὅποι πορεύσεται εἰδώς, ἐκαρτέρει δὲ καὶ ἠνείχετο ὀδυνώμενος· οὐδὲ γὰρ τῆς φύσεως κρείττων ἦν.



θ’. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ γνησίου παιδὸς ἔπαθε. Μὴ γὰρ τις λεγέτω ὅτι οὐκ ἤλγει, οὐδὲ τὰ τῶν πατέρων ὑπέμεινε, μηδὲ πέρα τοῦ μέτρου δεῖξαι βουλόμενος φιλοσοφοῦντα, τὸ κεφάλαιον ἀποστερείτω τῶν ἐγκωμίων αὐτόν. Εἰ γὰρ τοὺς ἐπὶ τοῖς αἰσχίστοις ἁλόντας, καὶ πολὺν χρόνον ταύτης ἀπολαύσαντας τῆς ζωῆς, καὶ ἀγνῶτας ὄντας, καὶ οὐδὲ ὀφθέντας ἡμῖν ποτε, τούτους ἐξαίφνης ὁρῶντες ἐπὶ τῆς ἀγορᾶς τὴν ἐπὶ θάνατον ἀπαγομένους συστελλόμεθα καὶ ἀλγοῦμεν, πολλάκις δὲ καὶ δακρύομεν· ὁ τὸν υἱὸν αὐτοῦ τὸν γνήσιον τὸν μονογενῆ, τὸν παρ’ ἐλπίδας τεχθέντα, τὸν μετὰ χρόνον τοσοῦτον, τὸν πρὸς ἐσχάτῳ γήρᾳ (καὶ γὰρ καὶ ταῦτα μείζονα αἴρει τὴν φλόγα), τοῦτον ἔτι νέον ὄντα ταῖς ἑαυτοῦ χερσὶ καταθῦσαι καὶ κατακαῦσαι κελευόμενος, οὐδὲν ἀνθρώπινον ἔπαθε; Καὶ τὶ τῶν ταῦτα λεγόντων καταγελαστότερον; Εἰ γὰρ λίθος ἦν, εἰ γὰρ σίδηρος, εἰ γὰρ αὐτοαδάμας, οὐκ ἂν ἐκάμφθη καὶ κατεκλάσθη πρὸς τὴν ὥραν τοῦ παιδὸς (καὶ γὰρ ἦν αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος ἄγων), πρὸς τὴν σύνεσιν τῶν ῥημάτων, πρὸς τὴν εὐλάβειαν τῆς ψυχῆς; Ἠρώτησεν οὖν τὸν πατέρα λέγων· «Ἰδοὺ τὰ ξύλα καὶ τὸ πῦρ, ποῦ ἔστι τὸ πρόβατον»; Ἤκουσεν ὅτι, «Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, ᾧ τέκνον»· καὶ οὐδὲν περιειργάσατο πλέον. Ἑώρα τὸν πατέρα δεσμεύοντα αὐτόν, καὶ οὐκ ἀντέτεινεν· ἐπετέθη τοῖς ξύλοις, καὶ οὐκ ἀπεπήδησεν· εἶδε τὴν μάχαιραν κατ’ αὐτοῦ φερομένην, καὶ οὐκ ἐταράχθη. Τὶ ταύτης εὐλαβέστερον γένοιτ’ ἂν τῆς ψυχῆς; Ἔτι οὖν τολμήσει τις εἰπεῖν ὡς οὐδὲν ὑπὸ τούτων ἁπάντων ἔπαθεν ὁ Ἀβραάμ; Εἰ γὰρ ἐχθρὸν καὶ πολεμίοιν καταθέειν ἔμελλεν. Εἰ γὰρ θηρίον ἦν, ἆρα ἂν ἀναλγητὶ ταῦτα ἐποίησεν; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· μὴ τοσαύτην ὠμότητα καταγνῷς τοῦ δικαίου· καὶ γὰρ ἤλγει καὶ διεκόπτετο. «Ὁ Θεός, φησίν, ὄψεται πρόβατον ἑαυτῷ εἰς ὁλοκάρπωσιν τέκνον». Πόσης οἴει ταῦτα συμπαθείας εἶναι τὰ ῥήματα; Ἀλλ’ ὅμως κατεῖχε κάτω τὴν ὀδύνην καὶ ἐπίεζε, καὶ μετὰ τοσαύτης ἅπαντα τῆς προθυμίας ἔπραττε, μεθ’ ὅσης οἱ μηδενὶ τούτων κατεχόμενοι τῶν κωλυμάτων. Καταθύσας τοίνυν αὐτὸν (καὶ γὰρ κατέθυσε τῇ προθυμίᾳ), παραδίδωσιν ὑγιῆ καὶ σῶον τῇ μητρί· λαβοῦσα δὲ ἐκείνῃ, πρὶν ἐμπλησθῆναι καλῶς τοῦ παιδὸς καταλύει τὸν βίον. Κἀκεῖνο δὲ οὐ μικρῶς ἐλύπει τὸν Ἀβραάμ. Εἰ γὰρ καὶ πολὺν αὐτῷ συνεγεγόνει χρόνον, οὐδὲν ἦν ἱκανὸν πεῖσαι ῥᾷον ἐνεγκεῖν τὴν συμφοράν· αὐτοῦ μὲν οὖν τοῦτο πλείονα αὐτῷ παρεῖχε τὴν ἀθυμίαν· τοὺς γὰρ ἐπὶ πολὺ συνοικήσαντας, καὶ πολλὴν τῆς ἑαυτῶν καὶ φιλίας καὶ ἀρετῆς δεδωκότας πεῖραν ἡμῖν, τούτους μάλιστα πάντων ζητοῦμεν. Καὶ ὅτι ταῦθ’ οὕτως ἔχει, αὐτὸς ἐδήλωσεν ὁ πατριάρχης πενθήσας καὶ θρηνήσας αὐτήν. Τὶ δ’ ἂν τις λέγοι ἃς ὑπὲρ τοῦ παιδὸς φροντίδας, τὰς ὑπὲρ τῆς τούτου γυναικός, τὰς ὑπὲρ τῶν ἀδελφῶν τῶν τούτου, τὰ ἀλλὰ ἅπαντα, ἅπερ εἰ κατ’ ἀκρίβειαν τις ἐξετάζειν ἐθέλοι, πολὺ τοῦ νῦν δειχθέντος ὀδυνηρότερον ὄψεται τοῦ δικαίου τὸν βίον καὶ πλειόνων γέμοντα φροντίδων; Τὰ γὰρ κεφαλαιωδεστέρα μόνον εἰποῦσα ἡ Γραφή, τὰ ἀλλὰ πάντα παρῆκεν ἐξετάζειν ἡμῖν, ὅσα καθ’ ἑκάστην ἡμέραν γίνεσθαι εἰκὸς ἐν οἰκίᾳ, ἔνθα οἰκετῶν πλῆθος καὶ ἀνὴρ καὶ γυνὴ καὶ παιδία καὶ πραγμάτων ἐπιμέλεια πολλῶν. Ναί, φησίν· ἀλλ’ ἐκείνῳ μεγίστην καθ’ ἕκαστον τούτων παραμυθίαν ἔφερεν τῶν λυπηρῶν τὸ διὰ τὸν Θεὸν πάντα ὑπομένειν ἐκεῖνα. Οὐκοῦν καὶ σὲ τοῦτο παραμυθήσεται νῦν· καὶ γὰρ σοι τὸν πειρασμὸν τοῦτον ὁ συγχωρήσας ἐπελθεῖν οὐδεὶς ἕτερός ἐστιν, ἀλλ’ ἢ ὁ Θεός. Εἰ γὰρ χοίροις ἐπιπηδῆσαι οὐκ ἂν ἐτόλμησαν οἱ πονηροὶ δαίμονες ἐκεῖνοι, μὴ ἐπιτρέψαντος αὐτοῦ τότε, πολλῷ μᾶλλον τῇ σῇ τιμίᾳ ψυχῇ. Ὥσπερ οὖν ἐκείνῳ τὸ γενναίως ἅπαντα φέρειν καὶ εὐχαρίστως πολὺν ἤνεγκε μισθόν, οὕτως οἴσει καὶ σοί, μόνον ἂν μὴ δυσχεραίνῃς μηδὲ ἀγανακτῇς, ἀλλ’ ὑπὲρ ἁπάντων εὐχαριστῇς τῷ φιλανθρώπῳ Θεῷ. Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβ ἔπαθε μὲν ἅπερ ἔπαθε συγχωρήσαντος τοῦ Θεοῦ, ἔφερε δὲ αὐτῷ τοὺς στεφάνους οὐ τὸ παθεῖν μόνον, ἀλλὰ καὶ τὸ γενναίως πρὸς ἅπαντα στῆναι τὰ δεινά· καὶ θαυμάζομεν αὐτὸν ἅπαντες, οὐκ ἐπειδὴ πάντων αὐτὸν ἀπεστέρησεν ὁ διάβολος, ἀλλ’ ἐπειδὴ ἐν πᾶσι τούτοις οὐχ ἥμαρτεν, οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ.



ι’. Ἐπειδὴ δὲ ἐμνήσθην τοῦ Ἰώβ, ἐβουλόμην μὲν καὶ τοὺς θρήνους αὐτοῦ τοὺς μακρούς, καὶ τῶν παθῶν καὶ τὴν σφοδρότητα ἐκθεῖναι τῷ λόγῳ· ὑπὲρ δὲ τοῦ μὴ πολὺ ποιῆσαι τὸ μῆκος ἐπάνειμι πρὸς τὸν Ἰσαάκ. Σὺ δὲ εἰ βούλει μετὰ ἀκριβείας τὰ ἐκείνου μαθεῖν, τὸ βιβλίον αὐτοῦ μετὰ χεῖρας λαβὼν διάκυψον πρὸς τὴν ἄβυσσον τῶν συμφορῶν, καὶ πολλὴν ἐν ἐκείνοις παραμυθίαν εὑρήσεις τῶν σῶν. Εἰ γὰρ καὶ πολλῷ βελτίων ἡμῶν ὁ δίκαιος, ἀλλὰ καὶ πρὸς πολλῷ μείζονα τὴν ἐνέργειαν παρετάξατο· καὶ γὰρ σφοδρότερον ἔπνευσε κατ’ ἐκείνου ὁ πονηρὸς τότε. Τὰ δὲ κατορθώματα οὐ τῷ μέτρῳ τῶν πειρασμῶν, ἀλλὰ τῇ τῶν πραττομένων δυνάμει κρίνεται. Ὥστε κἂν ἐλάττων οὕτως ὁ νῦν ἀγών, οὐδὲν σε τοῦτο εἰς τοῦ στεφάνους παραβλάψαι δυνήσεται. Ὁ γὰρ τὰ δύο τάλαντα προσενεγκὼν οὐκ ἔλαττον ἤνεγκε τοῦ τὰ πέντε ἐπιδείξαντος. Διὰ τί; Ὅτι εἰ καὶ ἡ πρόσοδος οὐχ ἡ αὐτή, ἀλλ’ ἡ προθυμία ἡ αὐτή, ὅθεν καὶ τῆς αὐτῆς ἑκάτερος ἔτυχε τιμῆς ἀκούσας, «Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου». Τὶ οὖν ὁ Ἰσαάκ, ἀποδημίαν μὲν οὐκ ἐστείλατο μακράν, καθάπερ ὁ πατήρ, οὐδὲν τὴν οἰκείαν ἀφεῖναι ἠναγκάσθη γῆν, καθάπερ ἐκεῖνος, τὸ δὲ κεφάλαιον τῶν κακῶν καὶ αὐτὸς ὑπέμεινε, τῆς ἀπαιδίας τὸν φόβον. Ὡς δὲ ἔλυσε τὸ δεινὸν εὐξάμενος, ἕτερος αὐτὸν διεδέξατο φόβος ἐκείνου μεῖζον· οὐδὲ γὰρ ἦν ἴσον ὑπὲρ ἀπαιδίας τρέμειν, καὶ ὑπὲρ τῆς ῥίζης αὐτῆς. Οὕτω γὰρ αὐτὴ διεκόπτετο ταῖς ὠδῖσιν ὡς πικροτέραν θανάτου παντὸς ὑπομένειν ζωήν· καὶ τοῦτο αὐτῆς ἄκουσον λεγούσης, «Εἰ οὕτω μοι μέλλει γίνεσθαι, ἰνατὶ μοι τὸ ζῆν»; Λιμοῦ δὲ πεῖραν ἔλαβε μὲν καὶ αὐτός· εἰ δὲ μὴ κατῆλθεν εἰς Αἴγυπτον, ἀλλ’ ὅπερ ὁ πατὴρ μικροῦ δεῖν ἔπαθεν ἐκεῖ, ταῦτα καὶ οὗτος ὑπέμεινε καὶ ἐκινδύνευεν ὑπὲρ τῆς αὐτοῦ γυναικός. Καὶ τὸν πατέρα μὲν ἐτίμων οἱ πρόσοικοι πάντες, τοῦτον δὲ ὡς ἐχθρὸν καὶ πολέμιον ἤλαυνον καὶ τῶν οἰκείων αὐτὸν οὐκ ἠφίεσαν ἀπολαῦσαι πόνων, ἀλλ’ ἐκεῖνον ἐν στενοχωρίᾳ καθιστῶντες πολλῇ, αὐτοὶ μετ’ ἐξουσίας ἐν τοῖς μόχθοις ἐτρύφων τοῖς ἐκείνου. Ὡς δὲ ποτε καὶ τούτους οὗτος φίλους ἐκτήσατο, καὶ ἐν ἡλικίᾳ τοὺς παῖδας εἶδε γενομένους τοὺς αὐτοῦ, τότε δή, τότε, ὅτε πολλὴν προσεδόκησε παραμυθίαν εὑρήσειν, καὶ γηροκόμους ἕξειν καλούς, εἰς τὴν ἐσχάτην ἀθυμίαν ἐνέπεσεν. Πρῶτον μὲν γὰρ ἀπὸ τὴν ἀλλοφύλων ὁ πρεσβύτερος γυναῖκα λάτων παρὰ τὸ τῷ πατρὶ δοκοῦν, τούτῳ γε αὐτῷ σφόδρα αὐτὸν ἠνίασε, κ,αἱ τῷ μάχην καὶ πόλεμον εἰς τὴν οἰκίαν εἰσαγαγεῖν. Μυρίοις γὰρ αἱ γυναῖκες ἐκεῖναι περιέβαλλον αὐτοὺς κακοῖς, ἅπερ ἅπαντα εἰπεῖν παραιτουμένη ἡ Γραφή, δι’ ἑνὸς ῥήματος τὸ πᾶν ἠνίξατο εἰποῦσα, ὅτι «Ἤριζον τῇ Ρεβέκκα»· καὶ τοῖς οἰκίας ἔχουσι καὶ παῖδας ἤδη γεγαμηκότας κατέλιπεν εἰδέναι τὸ λεχθέν. Ἐκεῖνοι γὰρ μάλιστα πάντων ἴσασιν ἀκριβῶς ὅσον ἐστὶ κακὸν ἐμφιλονείκως διατεθῆναι τὴν τοῦ νυμφίου μητέρα καὶ τὴν νύμφην, καὶ μάλιστα ὅταν οἰκίαν οἰκῶσιν ἀμφότεροι μίαν. Τοῦτο μὲν οὖν διηνεκὲς ἦν τὸ δεινόν. Τὸ δὲ ἐπὶ τούτοις συμβάν, ἡ τῶν ὀφθαλμῶν πήρωσις, ὅπερ ὅσον ἐστὶ κακὸν οἱ παθόντες ἴσασι μόνον· μετὰ δὲ τοῦτο, ἡ περὶ τὰς εὐλογίας ἀποτυχία τοῦ παιδός, ὑφ’ ἧς οὕτως ἐπλήγη τὴν ψυχήν, ὡς αὐτοῦ πικρότερον ἀναβοῆσαι τοῦ τὴν ἀπάτην ὑπομείναντος, καὶ ἀπολογήσασθαι πρὸς αὐτόν· οὐ γὰρ ἑκὼν ἠδικηκέναι ἔλεγεν, ἀλλ’ ἀπατηθείς.Τὲ δὲ ἐντεῦθεν τὴν ἐπὶ τῆς σκηνῆς ἐδείκνυ τραγῳδίαν, καὶ τὸ δρᾶμα τῶν Θηβαίων ἀνετύπου μειρακίων. Καὶ γὰρ καὶ ἐνταῦθα τῆς τοῦ πατρὸς ἡλικίας καὶ πηρώσεως καταφρονήσασα ὁ πρεσβύτερος ἐξέβαλε τῆς οἰκίας τὸν νεώτερον ἀδελφόν. Εἰ δὲ μὴ ἀπέκτεινε καθάπερ ἐκεῖνος, ἡ τῆς μητρὸς σοφία τοῦτο διεκώλυσεν· ἠπείλησε μὲν γὰρ καὶ οὗτος τὸν φόνον καὶ τὴν τελευτὴν ἀνέμενε τοῦ πατρός. Μαθοῦσα δὲ ἡ μήτηρ, καὶ τῷ πατρὶ διαλεχθεῖσα, ἐξήρπασεν αὐτὸν τῶν ἐκείνου χειρῶν, καὶ τὸν μὲν θεραπεύοντα αὐτοὺς καὶ εὐνοϊκῶς διακείμενον φυγαδεύειν ἠναγκάζοντο, τὸν δὲ μοχθηρὸν καὶ ἀβίωτον αὐτοῖς καθιστῶντα τὸν βίον (τοῦτο γὰρ αὐτὴ φησιν ἡ Ρεβέκκα) παρ’ ἑαυτοῖς κατεῖχον διηνεκῶς. Ἀποδράντος τοίνυν ἐκείνου τοῦ διαπαντὸς ἐπὶ τῆς οἰκίας τραφέντος (ἦν γὰρ ἄπλαστος οἰκῶν οἰκίαν) καὶ τὰ πολλὰ μετὰ τῆς μητρὸς οἰκουροῦντος, πόσα μὲν ἦν εἰκὸς τὴν Ῥεβέκκαν ὀδύρεσθαι καὶ θρηνεῖν μεμνημένην τοῦ παιδὸς διαπαντός, καὶ τὸν ἄνδρα ὁρῶσαν οὐδὲν τῶν νεκρῶν ἄμεινον διακείμενον καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν νόσον; Πόσῳ δὲ τὸν γέροντα πένθει κατέχεσθαι μετὰ τῶν οἰκείων καὶ τῆς γυναικὸς ἀναγκαζόμενον θρηνεῖν συμφοράς; Ὅτε δὲ ἔμελλε τελευτᾷν ἐκείνη, τὶ ἄρα οὐκ εἶπε, τὶ δὲ οὐκ ἐφθέγξατο, ἃ καὶ λίθον τῆξαι ἱκανά, οὐχ ὁρῶσα τὸν παῖδα παρεστῶτα καὶ δακρύοντα, καὶ καθαιροῦντα ὀφθαλμούς, καὶ συλλαμβάνοντα στόμα, καὶ περιστέλλοντα, καὶ τὰ ἀλλὰ πάντα ἐπιμελούμενον, ἅπερ αὐτοῦ τοῦ θανάτου πικροτέρα τοῖς γεγεννηκόσιν εἶναι δοκεῖ; Ὁ δὲ Ἰσαὰκ οὕτως αὐτὴν ἀποπνέουσαν ὁρῶν, ὁποίαν ἐκέκτητο ψυχὴν καὶ τότε καὶ μετὰ τὴν ἐκείνης τελευτήν;


ια’. Τοιοῦτος ἡμῖν ὁ πολλῶν εὐθυμότερος εἶναι δοκῶν ἀποπέφανται. Τὸν δὲ τοῦ Ἰακὼβ βίον ἀρκεῖ μὲν καὶ χωρὶς ἐξετάσεως δεῖξαι αὐτὴ ἡ τοῦ Ἰακὼβ ἀπόφασις· τῷ γὰρ Φαραὼ τότε διαλεγόμενος ἔλεγε· «Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου, καὶ οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν πατέρων μου»· τοῦτ’ ἔστι, καὶ βραχύτερον καὶ μοχθηρότερον ἐβίωσα βίον. Χωρὶς δὲ τῆς ἀποφάσεως οὕτως εἰσὶ περιφανεῖς αἱ συμφοραὶ αὐτοῦ, ὡς μηδὲ τῶν πολλῶν τινας αὐτὰς ἀγνοεῖν. Ὁ μὲν γὰρ πάππος ὁ τούτου, εἰ καὶ μακρὰν ἐστείλατο τὴν ἀποδημίαν, ἀλλὰ τοῦ Θεοῦ κελεύοντος, ὅπερ παραμυθίαν αὐτῷ τὴν μεγίστην ἔφερεν· οὗτος δὲ ἀδελφὸν φεύγων ἐπιβουλεύοντα καὶ φονῶντα κατ’ αὐτοῦ· κἀκεῖνος μὲν οὐδέποτε ὑπὲρ τῆς τῶν ἀναγκαίων χορηγίας ὠδύρετο· οὗτος δὲ ἀγαπητὸν ἡγεῖτο καὶ εὐκτόν, τὸ ἱματίου καὶ ἄρτου εὐπορῆσαι μόνον. Διασωθεὶς δέ, καὶ τῶν τῆς ὁδοιπορίας κακῶν ἀπαλλαγείς, καὶ πρὸς τοὺς συγγενεῖς ἐλθὼν τοὺς αὐτοῦ, ἠναγκάζετο δουλεύειν ὁ ἐν ἀφθονίᾳ τοσαύτῃ τραφείς. Οἶσθα δὲ ὅτι πανταχοῦ μὲν ἡ δουλεία πικρόν· ὅταν δὲ τις παρὰ τοῖς ὁμοτίμοις τατῶν οἰκετῶν ὑπομένειν, ἀναγκάζηται, καὶ ταῦτα μηδέποτε τοῦ πράγματος πεῖραν λαβών, ἀλλ’ ἐν ἐλευθερίᾳ καὶ τρυφῇ τὴν πρώτην ἅπασαν ἡλικίαν διαγαγών, ἀφόρητον γίνεται τὸ δεινόν· ἀλλ’ ὅμως ἔφερε πάντα γενναίως. Καὶ τὰς ἐν τῇ ποιμαντικῇ αὐτοῦ ταλαιπωρίας ἀκούεις διηγουμένου, καὶ λέγοντος· «Ἐγὼ ἀπετίννυον παρ’ ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός· ἐγενόμην συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου». Ταῦτά μοι εἴκοσι ἔτη. Ταῦτα ἔπασχεν ὁ τὸν ἄπλαστον βίον βεβιωκώς, ὁ οἰκίαν οἰκίσας διαπαντός, καὶ μετὰ τοὺς τοσούτους μόχθους καὶ τὰς ζημίας καὶ τὸν πολὺν χρόνον ἐκεῖνον, τὴν πικρὰν ἀπάτην ὑπέμεινε τὴν ἐπὶ τῇ γυναικί. Εἰ γὰρ μὴ δεδουλεύκει τὰ ἑπτὰ ἔτη, εἰ γὰρ μηδὲν ὧν ἀπωδύρατο πρὸς τὸν κηδεστὴν ἔπαθεν, εἰ γὰρ μὴ ἦρα τῆς παιδός, αὐτὸ μόνον τὸ κατεγγυηθῆναι μὲν αὐτῷ τὴν ἀμείνω, δοθῆναι δὲ τὴν φαυλοτέραν ἀντ’ ἐκείνης, πόσην ἀθυμίαν, πόσον θόρυβον, πόσην ἐπήρειαν παρεῖχε τῷ μακαρίῳ τότε ἐκείνῳ! Ἄλλος μὲν οὖν εἲ τις ἦν, οὐκ ἂν ῥᾳδίως τὴν ἐπήρειαν ἤνεγκεν, ἀλλὰ πᾶσαν τῶν κηδεστῶν ἀνέτρεψεν ἂν τὴν οἰκίαν συσφάξας ἑαυτὸν ἐκείνοις, ἢ καὶ ἄλλῳ τινὶ συνδιαφθείρας τρόπῳ· ἐπειδὴ δὲ ἀνεξίκακος καὶ μακρόθυμος ἦν ὁ Ἰακώβ, τοῦτο μὲν οὐκ ἐποίησεν, ἀλλ’ οὐδὲ ἐβουλεύσατο τὴν ἀρχήν· κελευσθεὶς δὲ ἕτερα ἑπτὰ ἔτη δουλεῦσαι πάλιν, ὑπήκουσεν ἑτοίμως· οὕτως ἦν πρᾶος καὶ ἐπιεικής. Εἰ δὲ ὁ τῆς κόρης ἔρως συναντελαμβάνετο τῇ τῶν τρόπων ἐπιεικείᾳ, πάλιν μοι τῆς ἀθυμίας λέγεις τὴν ὑπερβολήν. Ἐννόησον γὰρ ὅσην ὀδύνην ὑπέμεινεν, ὅτε τῆς οὕτως ἀγαπωμένης ἀπεστερεῖτο, καὶ προσδοκῶν αὐτὴν ἔνδον ἔχειν, εἰς ἑπτὰ ἐτῶν πάλιν ἀναβολὴν ἐξεκρούετο, καὶ τοὺς κρυμοὺς καὶ τὰ θάλπῃ καὶ τὰς ἀγρυπνίας καὶ τὰς ζημίας τὰς συνεχεῖς. Λαβὼν δὲ καὶ ταύτην ὕστερον, καὶ ζῶν παρὰ τῷ κηδεστῇ βίον ταλαίπωρον καὶ ἐπίμοχθον, ἐφθονεῖτο καὶ οὕτως, καὶ δευτέραν ἀπάτην ὑπέμενεν ἐπὶ τοῖς μισθοῖς, ὡς καὶ αὐτὸς αὐτὸν διήλεγξε λέγων ὅτι, «Παρελογίσω με δέκα ἀμνάσιν». Μετὰ δὲ τοῦ κηδεστοῦ καὶ οἱ τῶν γυναικῶν ἀδελφοὶ τοῦ κηδεστοῦ μᾶλλον ἐξεθηριώθησαν πρὸς αὐτόν. Τὸ δὲ πάντων χαλεπώτερον ἦν, ἡ ἐρωμένῃ, δι’ ἣν ἔτη δὶς ἑπτὰ δουλεύειν εἵλετο, ὑπὸ τῇ ἀθυμίας ἀπεπνίγετο, τὴν μὲν ἀδελφὴν τίκτουσαν ὁρῶσα, ἑαυτὴν δὲ οὐδὲ ἐλπίδα τοῦ πράγματος ἔχουσαν, καὶ εἰς τοσαύτην ἔκστασιν ὑπὸ τῆς ἀθυμίας ἐξενεχθῇ τότε, ὡς ἐγκαλεῖν καὶ μέμφεσθαι τῷ ἀνδρί, καὶ θάνατον ἀπειλεῖν καθ’ ἑαυτῆς, εἰ μὴ τέκοι· «Δὸς γὰρ μοι τέκνα, φησίν· εἰ δὲ μή, τελευτήσω ἐγώ». Τὶ τοίνυν εὐφρᾶναι αὐτὸν δυνατὸν ἦν, τῆς μὲν οὕτω ποθουμένης τοιαῦτα ὀδυρομένης, τῶν δὲ ταύτης ἀδελφῶν ἐπιβουλευόντων αὐτῷ καὶ πάντα πραττόντων, ὅπως εἰς τὴν ἐσχάτην ἔλθῃ πενίαν; Εἰ δὲ τὰ χωρὶς ἱδρώτων ἐπιδιδόμενα ταῖς γυναιξίν, ὅταν ἀφαιρῆται, πολλὴν φέρει τὴν ἀθυμίαν, ὁ κινδυνεύων ὑπὲρ τῶν πόνοις κτηθέντων οἰκείοις πῶς ἂν πράως ταύτην ἤνεγκε τὴν ζημίαν; Αἰσθόμενος τοίνυν ὅτι δι’ ὑποψίας εἶχον αὐτὸν καὶ ὑπεβλέποντο, λαθὼν ἀνεχώρησεν ὡς φυγάς· οὗ τὶ γένοιτ’ ἂν ἐλεεινότερον; Καὶ γὰρ ἐκ τῆς οἰκείας καὶ ἐκ τῆς ἀλλοτρίας μετὰ φόβων καὶ κινδύνων ἀποδημῆσαι, εἰς τὰ αὐτὰ πάλιν ἐμπίπτειν βάραθρα ἠναγκάζετο. Τὸν μὲν γὰρ ἀδελφὸν φυγὼν ἦλθε πρὸς τὸ κηδεστήν, ὑπὸ δὲ τούτου πάλιν ἐλαυνόμενος, εἰς τὸν ἀδελφὸν ἐμπίπτειν ἐβιάζετο· καὶ τὸ προφητικὸν ἐκεῖνο ὑπέμεινεν, ὃ πὲρ τῆς ἡμέρας Κυρίου φησὶν ὁ Ἀμώς· «Ὃν τρόπον ἐὰν τις ἐκφύγῃ ἀπὸ προσώπου λέοντος, καὶ ἐμπέσῃ αὐτῷ ἄρκτος, καὶ εἰσπηδήσῃ εἰς τὴν οἰκίαν αὐτοῦ, καὶ ἀπερείσῃ τὴν χεῖρα αὐτοῦ εἰς τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὁ ὄφις». Τὶ δὲ δεῖ λέγειν τὸν τρόμον ὃν ὑπέστη καταληφθεὶς ὑπὸ τοῦ Λαβάν, τὰς θλίψεις τὰ κατὰ τὴν ὁδοιπορίαν, θρεμμάτων τοσούτων καὶ παίδων ἀκολουθούντων αὐτῷ; Ἀλλ’ ἐπειδὴ τὴν ἀδελφικὴν ὄψιν ὁρᾷν ἔμελλεν, οὐ ταὐτὸ ἔπασχε τοῖς ὁρῶσι τὴν παρὰ τοῖς ποιηταῖς πλαττομένην ὑπ’ ἐκείνων Γοργόνος κεφαλήν; Οὐχ ὡς τὴν ἐπὶ θάνατον ἀπιών, οὕτως ἅπαντα διετάττετο; Ἄκουσον τῶν ῥημάτων αὐτοῦ, καὶ μάθε τὴν ἐναποκειμένην αὐτοῦ φλόγα τῇ ψυχῇ· «Ἐξελοῦ με, φησίν, ὁ Θεὸς ἐκ χειρὸς Ἠσαῦ τοῦ ἀδελφοῦ μου, ὅτι φοβοῦμαι ἐγὼ αὐτόν, μήποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέκνοις. Σὺ δὲ μοι εἶπας, Εὖ σε ποιήσω». Πόση οὐκ ἂν εὐφροσύνην ἐξέβαλεν οὗτος ὁ φόβος, εἰ καὶ πάντα τὸν ἔμπροσθεν χρόνον ἐν εὐθυμίᾳ διατετελεκὼς ἦν; Νῦν δὲ ἅπας ὁ βίος αὐτῷ καὶ ἐξ ἐκείνης τῆς ἡμέρας, ἐν ᾗ τὰς εὐλογίας μέλλων λαμβάνειν προαποτεθνήκει τῷ δέει, διὰ συμφορῶν ἐπλέκετο καὶ ἐπιβουλῶν. Τοσοῦτον γὰρ αὐτὸν δέος τότε κατεῖχεν, ὡς μηδὲ μετὰ τὴν συντυχίαν, καίτοι γε χρηστῶς καὶ φιλανθρώπως αὐτῷ χρησαμένου τοῦ ἀδελφοῦ, θαῤῥῆσαι καὶ ἀποθέσθαι τὴν ἀγωνίαν. Παρακαλοῦντος γοῦν ἐκείνου συναπελθεῖν, καθάπερ θηρίου τινὸς ἀπαλλάττεσθαι μέλλων, οὕτως ἠξίου καὶ ἐσοφίζετο τὴν ἀναχώρησιν λέγων· «Ὁ κύριός μου, γινώσκεις ὅτι τὰ παιδία ἁπαλώτερα, καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ’ ἐμέ· καὶ ἐὰν οὖν καταδιώξω αὐτά, ἐν ἡμέρᾳ μιᾷ ἀποθανοῦνται πάντα τὰ κτήνη. Προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδὸς αὐτοῦ, ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ, κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου, καὶ κατὰ πόδας τῶν παιδαρίων μου, ἕως τοῦ ἐλθεῖν με πρὸς τὸν κύριόν μου εἰς Σηείρ». Καὶ ἀναπνεύσας μικρὸν ἀπὸ τῶν κινδύνων ἐκείνων, εἰς ἕτερον πολλῷ χαλεπώτερον ἐνέπεσε πάλιν φόβον. Τῆς γὰρ θυγατρὸς ἁρπαγείσης, τὸ μὲν πρῶτον ἤλγει τῇ ὕβρει τῆς παιδός· ὡς δὲ παρεμυθεῖτο τὸ γεγονὸς τοῦ βασιλέως ὁ υἱὸς νόμῳ γάμου λήψεσθαι γυναῖκα αὐτὴν ὑποσχόμενος, καὶ ἐπῄνεσε τὴν γνώμην ὁ Ἰακώβ, συνέχεαν τὰς συνθήκας οἱ πὲρ τὸν Λευΐ, καὶ τὴν πόλιν αὔτανδρον ἀνελόντες εἰς τοσοῦτον τὸν γεγεννηκότα κατέστησαν τρόμον, ὡς καὶ μετοικῆσαι ἐκεῖθεν αὐτὸν διὰ τὸ πάντας ἐκπολεμωθῆναι πρὸς αὐτόν. «Εἶπε γάρ, φησίν, ὁ Ἰακὼβ τῷ Συμεὼν καὶ τῷ Λευΐ· Μισητὸν με πεποιήκατε, ὥστε πονηρὸν με εἶναι πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν, ἓν τε τοῖς Χαναναίοις καὶ τοῖς Φερεζαίοις, ἐγὼ δὲ ὀλιγοστὸς εἰμι ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ’ ἐμὲ συγκόψουσι με καὶ ἐκτριβήσομαι ἐγώ, καὶ ὁ οἶκός μου». Καὶ γὰρ ἂν πάντας αὐτοὺς κατέσφαξαν ἄρδην οἱ πρόσοικοι, εἰ μὴ ἡ τοῦ Θεοῦ φιλανθρωπία κατέσχεν ἐκείνων τὸν θυμόν, καὶ πέρας ἐκείνοις ἐπέθηκε τοῖς κακοῖς· «Ἐγένετο γάρ, φησί, φόβος Θεοῦ ἐπὶ πάσας τὰς πόλεις τὰς περικυκλῶ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ». Τὶ οὖν μετὰ τὴν τούτων ἀπαλλαγήν; Ἆρα ἀνέπνευσε; Τότε μὲν οὖν αὐτῷ τῶν κακῶν ἐπῆλθεν ὁ κολοφών, ὁ τῆς ἐρωμένης θάνατος, ἄωρός τε ὁμοῦ καὶ βίαιος ὤν. «Ἔτεκε γάρ, φησί, Ραχήλ, καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ. Ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαῖα, Θάρσει, καὶ γὰρ οὗτός ἐστὶ σοι υἱός. Ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχὴν (ἀπέθνησκε γάρ), ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου». Καὶ τοῦ πένθους ἀκμάζοντος ἔτι, προσέθηκε τῇ ἀθυμίᾳ ὁ Ρουβὴν εἰς τὴν τοῦ πατρὸς εὐνὴν ἐνυβρίσας· ὅπερ οὕτως ἔφερε χαλεπῶς, ὡς καὶ τελευτῶν ἐπαράσασθαι τῷ παιδί, ὅτε μάλιστα συμπαθέστερον ἔχουσι πρὸς τὰ ἔκγονα οἱ γονεῖς, καὶ ταῦτα πρωτοτόκῳ πάντων ὄντι τῶν ἄλλων· οὐ μικρὸν δὲ τοῦτο πρὸς φιλοστοργίας δύναται λόγον. Ἀλλ’ ὅμως ἅπαντα ταῦτα ἡ τῆς ἀθυμίας παρώσατο βίᾳ, καὶ καλέσας αὐτὸν ἔλεγε· «Ρουβὴν πρωτότοκός μου, ἰσχὺς μου, καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι, καὶ σκληρὸς αὐθάδης· ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρὸς σου. Τότε ἐμίανας τὴν στρωμνὴν οὗ ἀνέβης». Ὡς δὲ ἐν ἡλικίᾳ γέγονεν ὁ τῆς ἀγαπωμένης γυναικὸς υἱός, καὶ παραμυθίαν αὐτὸν ἕξειν προσεδόκησε τῆς ἐπ’ ἐκείνῃ λύπης, τότε αὐτῷ πολύτροποι διὰ τούτου κατεσκευάζοντο συμφοραί· οἱ γὰρ ἀδελφοὶ τὸν χιτωνίσκον τὸν ἐκείνου βάψαντες αἵματι καὶ ἐπιδείξαντες τῷ πατρί, ποικίλον αὐτῷ τὸ πένθος εἰργάσαντο. Οὐ γὰρ τὴν τελευτὴν ἐπένθει μόνον, ἀλλὰ καὶ τὸν τρόπον τῆς τελευτῆς, καὶ πολλὰ ἦν τὰ συγχέοντα αὐτοῦ τὴν ψυχήν· ὅτι ὁ τῆς φιλουμένης υἱός, ὅτι ὁ τῶν ἄλλων ἁπάντων βελτίων, ὅτι ὁ μάλιστα ἀγαπώμενος, ὅτι ἐν αὐτῷ τῷ τῆς ἡλικίας ἄνθει, ὅτι παρ’ αὐτοῦ πεμφθείς, ὅτι μηδὲ ἐπὶ τῆς οἰκίας, μηδὲ ἐπὶ τῆς κλίνης, μηδὲ παρεστῶτος τοῦ πατρός, μηδὲ εἰπὼν τι καὶ ἀκούσας, ὅτι μὴ τῷ κοινῷ πάντων θανάτῳ, ὅτι ζῶν ὑπὸ τῆς τῶν θηρίων ὠμότητος ἐσπαράττετο, ὅτι μηδὲ τὰ λείψανα συναγαγεῖν εὕρισκε καὶ παραδοῦναι τῇ γῇ, ὅτι οὐδὲ ἐν νεότητι ταῦτα ὑπέμεινεν, ὅτε ἐνεγκεῖν δυνατὸν ἦν, ἀλλ’ ἐν ἐσχάτῳ γήρᾳ. Καὶ ἦν θέαμα πάντων ἐλεεινότερον ἰδεῖν, πολιὰν αἰσχυνομένην κόνει, καὶ στῆθος γηραλέον διαῤῥηγνυμένου τοῦ χιτῶνος γυμνούμενον, καὶ θρήνους παρακλήσεως μείζονας· «Διέῤῥηξε γάρ, φησίν, Ἰακὼβ τὰ ἱμάτια αὐτοῦ, καὶ περιέθετο σάκκον ἐπὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας πολλάς. Συνήχθησαν δὲ πάντες οἱ υἱοὶ αὐτοῦ καὶ θυγατέρες, καὶ ἦλθον παρακαλέσαι αὐτόν, καὶ οὐκ ἤθελε παρακληθῆναι λέγων ὅτι, Καταβήσομαι πρὸς τὸν υἱὸν μου πενθῶν εἰς ᾅδου». Ὥσπερ δὲ δέον μηδέποτε καθαρεύειν αὐτοῦ τὴν ψυχὴν ἀθυμίας, οὕτως, ἀρξαμένης ταύτης θεραπεύεσθαι τῆς πληγῆς, λιμὸς ἐπελθὼν καὶ τὴν γῆν ἅπασαν κατασχὼν ἐλύπει μὲν αὐτὸν σφόδρα τὸ πρότερον· ὡς δὲ ἀνελθόντες ἀπὸ τῆς Αἰγύπτου οἱ υἱοὶ παραμυθίαν ἐκομίσαντο τοῦ κακοῦ ἑτέρᾳ λύπῃ ταύτην ἀναμίξαντες ἤγαγον, καὶ τὴν ἀπὸ τῆς τοῦ λιμοῦ λύσεως ἡδονὴν συνέχεεν ἡ τοῦ παιδὸς ἀποδημία. Καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ τὸν Βενιαμὶν ἀπῄτουν αὐτόν, ὃν μόνον εἶχε παραψυχὴν καὶ τῆς ἀπελθούσης γυναικὸς καὶ τοῦ θηριοβρώτου παιδός. Οὐ ταῦτα δὲ μόνον αὐτὸν ἀντέχεσθαι ἐποίει τοῦ βενιαμίν, ἀλλὰ καὶ τὰ τῆς ἡλικίας, καὶ τὰ τῆς ἀνατροφῆς, «Οὐ καταβήσεται γάρ, φησίν, ὁ υἱὸς μου μεθ’ ὑμῶν, ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανε, καὶ αὐτὸς μόνος καταλέλειπται, καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ, ἐν ᾗ ἂν πορεύησθε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου». Τὸ μὲν οὖν πρῶτον διὰ ταῦτα πάντα παρῃτεῖτο, καὶ οὐκ ἔφασκε δώσειν αὐτόν· ἐπειδὴ δὲ σφοδρὸς ἀπέπεσεν ὁ λιμός, καὶ μείζονος τῆς ἀνάγκης ᾔσθετο, καίτοι σφόδρα ἀποδυρόμενος, «Τὶ γὰρ με ἐκακοποιήσατε, φησίν, ἀπαγγείλαντες τῷ ἀνθρώπῳ εἰ ἔστιν ὑμῖν ἀδελφός»; Καὶ τοῦτο πάντων ὀδυνηρότερον ὑπέμεινε τὰ ἐλεεινὰ ῥήματα φθεγγόμενος ὁ Ἰακώβ, «Ἰωσήφ, φησίν, οὐκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν βενιαμὶν λήψεσθαι»; Ἐπ’ ἐμὲ ἐγένετο ταῦτα πάντα καὶ ὀδυρόμενος ὅτι μετὰ τὸν Ἰωσὴφ καὶ τὸν Συμεῶνα ἐπεχείρουν καὶ τὸν βενιαμὶν ἀποσπάσαι αὐτοῦ, καὶ ἐνδεικνύμενος ὅτι πάντα πείσεται μᾶλλον ἢ ἀφέξεται τοῦ παιδός, νικηθεὶς ὕστερον αὐτὸς αὐτὸν ταῖς ἑαυτοῦ χερσὶν ἐξεδίδου λέγων· «καὶ τὸν ἀδελφὸν ὑμῶν λάβετε, καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον· ὁ δὲ Θεὸς μου δώῃ ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου, καὶ ἀποστεῖλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα, καὶ τὸν Βενιαμίν· ἐγὼ μὲν γὰρ καθάπερ ἠτέκνωμαι, ἠτέκνωμαι». Οὕτω σφόδρα τοῖς πολλοῖς ἐκρατήθη κακοῖς, ὡς καὶ τῶν σπλάχνων σπαραττομένων, καὶ κατὰ μικρὸν ἐλαττουμένων αὐτῷ τῶν παίδων, ἅπαντα ὑπομένειν τῇ τῶν μειζόνων ὑπερβολῇ· καὶ γὰρ μείζων αὐτὸν ἀθυμία κατεῖχεν ὑπὲρ τούτων τῆς ὑπὲρ τοῦ Ἰωσήφ. Ἡ μὲν γὰρ οὐκ ἔχουσα προσδοκίαν διορθώσεως συμφορά, εἰ καὶ σφοδρὰς φέρει τὰς ἀθυμίας ἡμῖν, ἀλλ’ ὅμως ταχέως αὐτὰς ἐξωθεῖ, εἰς ἀπόγνωσιν ἐμβάλλουσα τὸν λογισμόν· ἡ δὲ ἔτι μετέωρος οὖσα οὐκ ἀφίησιν ἀναπαύσασθαι τὴν ψυχήν, τῇ τῶν μελλόντων ἀδηλίᾳ ἐπιτείνουσα ἀεὶ καὶ ἀνανεοῦσα τὴν ἀγωνίαν ἡμῖν. Καὶ τοῦτο ἂν τις μάθοι καλῶς ἀπὸ τοῦ μακαρίου Δαβίδ, ὃς ἔτι ζῶντος μὲν ἐθρήνει τοῦ παιδός, τελευτήσαντος δὲ ἀνῆκε τοῦ πένθους ἑαυτόν. Ἀπορούντων δὲ ὑπὲρ τούτου τῶν παίδων, καὶ τὴν αἰτίαν ἐρωτώντων αὐτόν, τοῦτον εἶπε τὸν λογισμόν, ὅνπερ ἐγὼ νῦν. Εἰκότως οὖν κἀκεῖνος ὑπὲρ τούτων ἐδεδοίκει μᾶλλον καὶ ἔτρεμεν. Ἀλλ’ ἡ ποθεινὴ θέα καὶ τὸ τὸν Ἰωσὴφ ἰδεῖν εὐθυμίαν αὐτῷ παρέσχεν ὕστερον. Καὶ τὶ τὸ κέρδος; Καθάπερ γὰρ τὰ σφοδρῷ καταφλεχθέντα μέλη πυρί, κἂν μυριάκις καταψύχῃ τις, οὐδὲν ὀνίνησιν· οὕτω καὶ τὴν ψυχὴν κατώδυνον γενομένην ἐκείνῳ, καὶ τῇ τῆς ἀθυμίας σφόδρα κατακαυθεῖσαν φλογί, οὐδὲν ἦν ἀνακτήσασθαι ἱκανόν, καὶ μάλιστα ὅτε οὐδὲ τὴν αἴσθησιν εἰκὸς εἶναι τρανην· ὅπερ καὶ ὁ Βερζελλὶ παραιτούμενος δὸν Δαβὶδ ἔλεγε· «Πόσαι αἱ ἡμέραι ἐτῶν ζωῆς μου ἔσονταί μοι ἐκεῖ, ἵνα ἀναβῶ μετὰ τοῦ βασιλέως εἰς Ἱερουσαλήμ; Υἱὸς ὀγδοήκοντα ἐτῶν εἰμι σήμερον· εἰ γνώσομαι ἀνάμεσον ἀγαθοῦ ἢ ἀνάμεσον κακοῦ, εἰ γεύσεται ὁ δοῦλός σου ὅσα ἂν ἐσθίῃ, ἢ ὅσα ἂν πίνῃ, ἢ ἀκούσομαι φωνὴν ᾀδόντων ἢ ᾀδουσῶν; Καὶ ἰνάτι γίνεται ὁ δοῦλός σου φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα»; Ἀλλὰ τὶ χρὴ ἀφ’ ἑτέρων ταῦτα στοχάζεσθαι, αὐτοῦ παρὸν ἀκοῦσαι τοῦ πεπονθότος; Μετὰ γὰρ τὸ τὸν υἱὸν ἰδεῖν, φησίν, ἐρωτώμενος ὑπὸ τοῦ Φαραὼ περὶ τῆς ζωῆς αὐτοῦ· «Μικραί, φησί, καὶ πονηραὶ αἱ ἡμέραι μου, καὶ οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν πατέρων μου»· οὕτως ἐνακμάζουσαν αὐτοῦ τῇ ψυχῇ τὴν μνήμην τῶν γεγενημένων εἶχε διαπαντός.


ιβ’. Ἀλλ’ ὁ λαμπρὸς καὶ ἐπίδοξος τοῦτος υἱὸς ὁ Ἰωσὴφ τίνα οὐκ ἀπέκρυψε ταῖς συμφοραῖς; Ὁ μὲν γὰρ πατὴρ ὁ τούτου ἕνα μόνον εἶχεν ἀδελφὸν ἐπιβουλεύοντα, οὗτος δὲ πολλῷ πλείους· καὶ ὁ μὲν τὴν πρώτην ἡλικίαν ἅπασαν ἐν ἀφθονίᾳ ἐτρέφετο καὶ ἀνέσει πολλῇ, ὁ δὲ ἐπὶ τῆς ἀλλοτρίας καὶ ἔτι παιδίον ὢν τὰς τῆς ὁδοιπορίας φέρειν ἠναγκάζετο ταλαιπωρίας. Καὶ τῷ μὲν Ἰακὼβ παρῆν ἡ μήτηρ ἐπικουφίζουσα τὴν ἐπιβουλήν· οὗτος δὲ ἔτι νέος ὤν, καὶ ὅτε μάλιστα ἔχρηζε τῆς μητρός, τότε ἐν ἐρημίᾳ τῆς βοηθείας ταύτης καθίστατο. Πρὸς τούτοις ὁ μὲν Ἠσαῦ μέχρις ἀπειλῆς μόνης ἐλύπησε τὸν Ἰακώβ· οὗτοι δὲ καὶ εἰς ἔργον ἐξήγαγον τὴν ἐπιβουλήν, καὶ πρὸ τῆς ἐπιβουλῆς φθονοῦντες καὶ διαβάλλοντες αὐτὸν διετέλουν· οὗ τὶ γένοιτ’ ἂν χαλεπώτερον, τοῦ συνοικοῦντας πολεμίους ἔχειν ἀεί; Καὶ γὰρ ψόγον κατήνεγκαν κατ’ αὐτοῦ πονηρόν, καὶ ἰδόντες ὅτι αὐτὸν ὁ πατὴρ αὐτοῦ φιλεῖ ὑπὲρ τοὺς ἄλλους υἱοὺς αὐτοῦ, ἐμίσησαν αὐτόν, καὶ οὐκ ἠδύναντο αὐτῷ λαλεῖν οὐδὲν εἰρηνικόν. Οὔτε γὰρ τὸ ὑπὸ τοῖς ἐμπόροις γενέσθαι, οὔτε τὸ ὑπὸ τῷ σπαδόντι, τοσοῦτον εἶναι φαίην ἂν κακόν· πολλῷ γὰρ αὐτῷ φιλανθρωπότερον ἐχρήσαντο οὗτοι τῶν ἀδελφῶν. Ἀλλ’ ὅμως οὐδὲ οὕτως ἡμερώτερος γέγονε τῶν συμφορῶν ὁ χειμών· σφοδρότερα γὰρ ἐμπεσοῦσα καταιγὶς πάλιν αὐτὸν κατέδυσε. Τάχα μὲ τις οἴεται τὴν ἐπιβουλὴν τῆς δεσποίνης ἐρεῖν· ἐγὼ δὲ πρὸ ταύτης χαλεπωτέραν ἄλλην ἐρῶ. Δεινὸν μὲν γάρ, ἀληθῶς δεινόν, καὶ τὸ συκοφαντηθῆναι ἐπὶ τοιούτοις, καὶ τὸ κατακριθῆναι, καὶ τὸ δεσμωτήριον οἰκῆσαι χρόνον οὕτω μακρόν, παῖδα ἐλεύθερον καὶ εὐγενῆ καὶ ταύτης ἄπειρον τῆς ἀνάγκης· πολλῷ δὲ τούτων ἁπάντων βαρύτερον τὸν ἀπὸ τῆς ἡλικίας οἶμαι χειμῶνα γεγενῆσθαι αὐτῷ. Εἰ μὲν γὰρ ὑπὸ μηδεμιᾶς ἐπιθυμίας ἐνοχλούμενος διέπτυσε τὸν ἐκείνης ἔρωτα, οὐ σφόδρα ἐπαινῶ, οὐδὲ θαυμάζω τὸν ἄνδρα ἐγὼ πειθόμενος τῷ Χριστῷ. Οὐδὲ γὰρ τοὺς ἀπὸ τῆς φύσεως εὐνουχισθέντας, ἀλλὰ τοὺς ἑαυτοὺς εὐνουχίσαντας ἀξιοῦσθαί φησὶ τῆς βασιλείας τῶν οὐρανῶν· εἰ δὲ μὴ τοῦτο ἦν, ποίαν ἂν ἤρατο νίκην; Κατὰ τίνος στέφανον ἀνεδύσατο; Τίνα καταγωνισάμενος ἀνεκηρύττετο, οὐδενὸς ὄντος τοῦ προσπαλαίοντος αὐτῷ, καὶ ἐπιχειροῦντος καταβαλεῖν; Οὐδὲ γὰρ τοὺς τοῖς ἀλόγοις μὴ μιγνυμένους εἰς σωφροσύνης ἐπαινοῦμεν λόγον, διὰ τὸ μηδὲ ἐγκεῖσθαι τῇ φύσει τῆς μίξεως τὴν ἐπιθυμίαν ἐκείνης. Εἰ τοίνυν μηδὲ τῷ μακαρίῳ τότε ἐκείνῳ τοῦτο ἠνώχλει τὸ πῦρ, τίνος ἕνεκεν αὐτὸν ἐπὶ σωφροσύνῃ θαυμάζομεν; Εἰ δέ, ὅτε πάντων τῶν καιρῶν σφοδρότερον ἡ φλὸξ αἴρεται (εἰκοστὸν γὰρ λοιπὸν ἦγεν ἔτος), καὶ ὅτε ἀνύποιστός ἐστιν ἡ τυραννὶς καὶ μηδενὸς αὐτὴν αὔξοντος, τότε ἡ ἀκόλαστος ἐπέθετο τῷ μειρακίῳ, τοσαύτην ἀπὸ τῶν αὐτῆς μαγγανευμάτων καὶ καλλωπισμάτων προσθεῖσα τῇ φλογὶ τὴν ἰσχύν, ὅσην ἀπὸ τῆς φύσεως εἶχε· πῶς ἂν τις τὸν χειμῶνα διηγήσαιτο τῆς ψυχῆς καὶ τὸν θόρυβον καὶ τὴν ἀγωνίαν, τῆς φύσεως καὶ τῆς ἡλικίας ἔνδοθεν ταρασσούσης αὐτόν, καὶ τῶν παρὰ τῆς Αἰγυπτίας μηχανημάτων ἔξωθεν προσβαλλόντων, καὶ ταῦτα οὐ μέχρι μιᾶς ἡμέρας καὶ δευτέρας, ἀλλ’ ἐπὶ χρόνον πολύν; Ἐγὼ γὰρ αὐτὸν οὐχ ὑπὲρ ἑαυτοῦ τρέμειν οἴομαι τότε μόνον, ἀλλὰ καὶ ὑπὲρ ἐκείνης ἀλγεῖν, πρὸς τοσοῦτον κρημνὸν ἐπειγομένης ἐλθεῖν· καὶ τοῦτο ἐξ ὧν μετὰ πολλῆς ἐπιεικείας ἀποκρίνεται πρὸς αὐτὴν δῆλον ἡμῖν. Καὶ γὰρ ἐνῆν, εἴπερ ἐβούλετο, καὶ ὑβριστικώτερον καὶ θρασύτερον διαλεχθῆναι πρὸς αὐτήν· καὶ γὰρ ἂν εὐκόλως πάντα ἤνεγκεν ἐκείνη διὰ τὸν ἔρωτα· ἀλλ’ οὐδὲν τοιοῦτον οὔτε ἐφθέγξατο οὔτε ἐνενόησεν, ἀλλὰ λογισμοὺς ἀνακινήσας εὐσεβεῖς, καὶ δι’ ὧν ᾤετο μόνον ἐντρέψειν αὐτήν, οὐδὲν πλέον προσέθηκεν. «Ἰδοὺ γάρ, φησίν, ὁ κύριός μου οὐ γινώσκει οὐδὲν δι’ ἐμὲ τῶν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ δέδωκεν ἐν τῇ χειρὶ μου, καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῃ οὐδὲν ἐμοῦ, οὐδὲ ὑπεξῄρηται ἀπ’ ἐμοῦ οὐδέν· πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι· καὶ πῶς ποιήσω τὸ ῥῆμα τοῦτο τὸ πονηρόν, καὶ ἁμαρτήσομαι ἐνώπιον τοῦ Θεοῦ»; Καὶ μετὰ τὴν τοσαύτην ἐπιείκειαν καὶ τὴν τῆς σωφροσύνης ἐπίδειξιν ἐσυκοφαντήθη, καὶ συνεχώρησεν ὁ Θεός. Ἐδέθη, καὶ οὐδὲ οὕτως ἤλεγξε τὴν ἐπιβουλήν, καὶ τὴν ἄδικον διαβολὴν τῆς γυναικός· ἐβούλετο γὰρ καὶ πολλοὺς αὐτῷ τοὺς μισθοὺς καὶ λαμπροτέρους γενέσθαι τοὺς στεφάνους, καὶ διὰ τοῦτο καὶ τῶν δούλων τοῦ βασιλέως, ἀφεθέντων αὐτὸς ἔμενεν ἔνδον ἔτι. Σὺ δὲ μοι μὴ τὴν φιλανθρωπίαν τοῦ δεσμοφύλακος εἴπῃς, ἀλλ’ ἐξέτασον αὐτοῦ τὰ ῥήματα, καὶ ὄψει τὴν ὀδύνην τῆς ψυχῆς. Μετὰ γὰρ τὸ ἐπιλῦσαι τὸ ὄναρ ἔλεγε πρὸς τὸν οἰνοχόον· «Ἀλλὰ μνήσθητι μου διὰ σεαυτοῦ, ὅταν εὖ σοι γένηται, καὶ ποιήσεις ἐπ’ ἐμὲ ἔλεος, καὶ μνησθήσῃ πὲρ ἐμοῦ πρὸς Φαραώ, καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου, ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδέν, ἀλλ’ ἐνέβαλόν με εἰς τὸν οἶκον τοῦ λάκκου τούτου». Εἰ γὰρ καὶ τὸ καθεῖρχθαι ἔφερεν εὐκόλως, τὸ γοῦν τοιούτοις συζῆν ἀνδράσι, τυμβωρύχοις, κλέπταις, πατραλοίαις, μοιχοῖς, ἀνδροφόνοις (τούτων γὰρ ἁπάντων καὶ τῶν τοιούτων τὸ οἴκημα τοῦτο ἐμπέπληστο), πάντων αὐτῷ βαρύτερον ἦν. Καὶ οὐ τοῦτο μόνον αὐτὸν ἐλύπει καὶ ἔθλιβεν, ἀλλὰ καὶ τὸ πολλοὺς ὁρᾷν εἰκῆ καὶ μάτην ταριχευομένους ἐκεῖ. Ἀλλ’ ὅμως ὁ μὲν οἰκέτης, ὅπερ ἀποδύρῃ καὶ σὺ νῦν, ἀπηλλάττετο τῶν δεσμῶν, ὁ δὲ ἐλεύθερος ἔμενε ταλαιπωρούμενος ἔτι. Εἰ δὲ τὴν βασιλείαν λέγοι τις, πάλιν μοι τὸν ἐσμὸν τῶν φροντίδων καὶ τῆς ἀγρυπνίας καὶ τῶν μυρίων πραγμάτων ἐρεῖ, ἅπερ ἅπαντα τοῖς τὸν ἡσύχιον καὶ ἀπράγμονα βίον ἀσπαζομένοις οὐ σφόδρα ἐστὶ καθ’ ἡδονήν. Χωρὶς δὲ τούτων ἐκείνοις μὲν εἰ καὶ τὶ χρηστὸν ἐγίνετο, ἀλλ’ οὔπω τῆς βασιλείας τετρανωμένης, οὐδὲ τῆς τῶν μελλόντων ἐπαγγελίας οὔσης φανερᾶς· ἐνταῦθα δὲ ἄνθα τοσαῦτα πρόκειται ἀγαθά, καὶ πᾶσι τὸ πρᾶγμα δῆλόν ἐστιν, ἀλγήσει τις, εἰπὲ μοι, εἰ καὶ μηδενὸς κατὰ τὸν παρόντα βίον ἀπολαύσεται χρηστοῦ, ὅλως δὲ χρηστὸν ἡγήσεταί τι τῶν ἐνθάδε γινομένων ἐκείνας εἰδώς; Καὶ τὶ ταύτης ταπεινότερον γένοιτ’ ἂν τῆς ψυχῆς, εἰ προσδοκῶσα μικρὸν ὕστερον μεταναστήσεσθαι πρὸς τὸν οὐρανόν, τὰς ἐνταῦθα ἀνέσεις ἐπιζητοίη, καὶ τὴν σκιὰν οὐδὲν διαφέρουσαν εὐθυμίαν; «Ματαιότης γάρ, φησί, ματαιοτήτων, τὰ πάντα ματαιότης». Εἰ δὲ ὁ μάλιστα πάντων ἀνθρώπων πεῖραν τῆς τοῦ βίου λάτων ἡδονῆς, τοιαύτην ἐξήνεγκε κατ’ αὐτῆς τὴν ἀπόφασιν, πολλῷ μᾶλλον ἡμᾶς οὕτω διακεῖσθαι καὶ φρονεῖν χρή, τοὺς οὐδὲν μὲν κοινὸν πρὸς τὴν γῆν ἔχοντας, εἰς δὲ τὴν ἄνω πόλιν ἐγγραφέντας, καὶ πάντα μετοικίσαι τὸν νοῦν κελευσθέντας ἐκεῖ.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |