ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 21. Ού θέλω ὑμάς ἀγνοείν, ἀδελφοὶ, ότι οἱ Πατέρες ἡμών πάντες ὑπὸ τὴν νεφέλην ήσαν

Δευτέρα 13 Ιουνίου 2016

21. Ού θέλω ὑμάς ἀγνοείν, ἀδελφοὶ, ότι οἱ Πατέρες ἡμών πάντες ὑπὸ τὴν νεφέλην ήσαν



patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51

21. Εις το αποστολικον ρητον ού θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον.

αʹ. Οἱ ναῦται τοῦτο μάλιστα φιλοῦσι τοῦ πελάγους τὸ μέρος, ὅπερ ἂν λιμέσι πυκνοῖς καὶ νήσοις διειλημμένον ᾖ. Τὸ μὲν γὰρ ἀλίμενον πέλαγος, κἂν γαλήνην ἔχῃ, πολὺν  παρέχει  τοῖς  πλέουσι τὸν  τρόμον· ἔνθα  δὲ ἂν ὦσιν  ὅρμοι, καὶ ἀκταὶ, καὶ αἰγιαλοὶ  πανταχόθεν  ἐκτεταμένοι,  μετὰ πολλῆς  πλέουσι τῆς ἀσφαλείας. Κἂν γὰρ βραχὺ  διεγερθεῖσαν  τὴν  θάλασσαν  ἴδωσι,  δι'  ὀλίγου  τὴν  καταφυγὴν   ἔχοντες, ταχίστην καὶ εὔκολον τῶν  ἐπικειμένων  κακῶν ἀπαλλαγὴν  εὕρασθαι δύναιντ'  ἄν. ∆ιὰ δὴ ταῦτα, οὐχ ὅταν πλησίον λιμένος ἐλαύνωσι μόνον, ἀλλὰ κἂν πόῤῥωθεν ὦσι, πολλὴν καὶ ἀπὸ τῆς ὄψεως ταύτης παράκλησιν δέχονται. Οὐ γὰρ ὡς ἔτυχεν αὐτῶν τὰς ψυχὰς ἀνακτᾶσθαι πέφυκε καὶ ὄρους κορυφὴ φαινομένη πόῤῥωθεν, καὶ καπνὸς ἀναθρώσκων, καὶ προβάτων ποίμνια παρὰ τὴν ὑπώρειαν νεμόμενα.
Ἐπειδὰν  δὲ  καὶ  εἰς  αὐτὸ  τοῦ  λιμένος   τὸ  στόμα  ἔλθωσιν,  ὁλόκληρον καρποῦνται τὴν εὐφροσύνην. Τότε γὰρ καὶ κώπην ἀποτίθενται, καὶ τὰ σώματα ὑπὸ τῆς ἅλμης τεταριχευμένα ποτίμοις περικλύζουσιν ὕδασι, καὶ εἰς τὸν αἰγιαλὸν ἐξελθόντες, καὶ τῇ γῇ μικρὸν ὁμιλήσαντες γυμνοῖς τοῖς σώμασι, πᾶσαν τὴν ἀπὸ τῆς ναυτιλίας   ἀποτίθενται   ταλαιπωρίαν.   Ὥσπερ  οὖν   ἐκεῖνοι   τοῦτο   μάλιστα   τῆς θαλάσσης ἀσπάζονται τὸ μέρος διὰ τὰς πυκνὰς  ταύτας  καὶ συνεχεῖς  ἀναπαύσεις· οὕτω   δὴ   καὶ   ἐγὼ   ταύτην   μάλιστα   φιλῶ   τὴν   ὥραν,   οὐκ   ἐπειδὴ   χειμῶνος ἀπηλλάγμεθα,  οὐδὲ  ἐπειδὴ  θέρους ἀπολαύομεν,  ζεφύρου  λιγυρὰ  πνέοντος,  ἀλλ' ἐπειδὴ τοὺς πνευματικοὺς λιμένας ἔχομεν συνεχῶς διαδεχομένους ἡμᾶς, τῶν ἁγίων μαρτύρων  λέγω  τὰς πανηγύρεις.  Οὐ γὰρ οὕτως  οἱ λιμένες  πλωτῆρας,  ὡς αἱ τῶν ἁγίων τούτων ἑορταὶ τοὺς πιστοὺς ἀνακτᾶσθαι πεφύκασιν. Ἐκείνους μὲν γὰρ θαλαττίων κυμάτων ἐμβολῆς καὶ ἐρεσίας μακρᾶς ἀπαλλάττουσι λιμένες· τοὺς δ' εἰς πανήγυριν  μαρτύρων  ἀπαντῶντας   πνευμάτων  πονηρῶν  καὶ   ἀκαθάρτων, λογισμῶν  ἀτόπων,  πολλῆς  τῆς  ἐν  ψυχῇ  γινομένης  ζάλης,    τῶν  ἁγίων  μνήμη τούτων ἐξαρπάζειν εἴωθε. Κἂν ἐκ τῶν πολιτικῶν, κἂν ἐκ τῶν οἰκιακῶν πραγμάτων ἀθυμίαν  τινὰ  ἐπισυρόμενος εἰσέλθῃ, πᾶσαν αὐτὴν  ἀποθέμενος, οὕτως ἄπεισι, καὶ ῥᾴων  γίνεται  καὶ κουφότερος, οὐχὶ  κώπην  ἀποτιθέμενος,  οὐδὲ οἰάκων ἐξανιστάμενος, ἀλλὰ τὸ δυσβάστακτον καὶ ποικίλον  τῆς βιωτικῆς  λύπης  φορτίον διαλύων,  καὶ πολλὴν  τῇ ψυχῇ δεχόμενος  τὴν εὐφροσύνην. Καὶ τούτων  ἁπάντων μάρτυρες ὑμεῖς, οἱ τοῖς ἄθλοις τοῦ μακαρίου Βαρλαὰμ χθὲς ἐντρυφήσαντες, καὶ μετὰ πολλῆς  τῆς  ἀδείας  εἰς  τὸν  ἐκείνου  σκιρτήσαντες  λιμένα,  καὶ  τὴν  ἅλμην  τῶν βιωτικῶν   φροντίδων   ἀπολουσάμενοι,   καὶ   κοῦφοι   οἴκαδε   ἀπὸ   τῶν   ἐκείνου διηγημάτων ἀναχωρήσαντες.
Ἀλλ' ἰδοὺ καὶ ἑτέρων μαρτύρων προσελαύνει πάλιν πανήγυρις. Ἕως ἂν οὖν εἰς  τὸν  ἐκείνων  λιμένα  φθάσωμεν,  φέρε  δὴ  μιμησώμεθα  τοὺς  πλωτῆρας·  καὶ καθάπερ ἐκεῖνοι τὸ πέλαγος πλέοντες ᾄδουσι, τῇ ᾠδῇ τὸν πόνον παραμυθούμενοι· οὕτω   δὴ  καὶ  ἡμεῖς,  ἕως   εἰς  τὸν   ἐκείνων   φθάσωμεν   λιμένα,   λόγους   τινὰς πνευματικοὺς  πρὸς ἀλλήλους κινήσωμεν, τὸν μακάριον Παῦλον τῆς καλῆς ταύτης ὁμιλίας ἡγεμόνα ποιησάμενοι, καὶ ἥνπερ ἂν αὐτὸς κελεύῃ, ταύτην ἑπόμενοι. Ποίαν οὖν ἕπεσθαι κελεύει; Τὴν διὰ τῆς ἐρήμου, καὶ τῶν ἐκεῖ συμβάντων θαυμάτων ὁδόν. Καὶ γὰρ ἠκούσατε σήμερον αὐτοῦ βοῶντος, καὶ λέγοντος· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν  ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν  πάντες ὑπὸ τὴν νεφέλην  ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,  καὶ πάντες  εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, παὶ πάντες  τὸ αὐτὸ βρῶμα πνευματικὸν  ἔφαγον,  καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν  ἔπιον. Ἔπινον γὰρ ἐκ πνευματικῆς  ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν  εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν· μηδὲ εἰδωλολάτρας γίνεσθαι, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν, καὶ ἀνέστησαν τοῦ παίζειν. Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ, εἰκοσιτρεῖς χιλιάδες. Μηδὲ ἐκπειράζωμεν  τὸν  Χριστὸν, καθώς  τινες  αὐτῶν  ἐπείρασαν, καὶ  ὑπὸ  τῶν  ὄφεων ἀπώλοντο. Μηδὲ γογγύζωμεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Καὶ δοκεῖ μὲν εἶναι σαφῆ τὰ λεγόμενα, παρέχει δέ τινα διαπόρησιν οὐ τὴν  τυχοῦσαν  τοῖς προσέχουσι. Καὶ γὰρ ἄξιον ζητῆσαι πρῶτον,  τίνος  ἕνεκεν  τὰς παλαιὰς  αὐτὸς  ἐμνημόνευσεν  ἱστορίας, ἐκ  ποίας  ἀκολουθίας  περὶ  εἰδωλοθύτων διαλεγόμενος εἰς ταύτην ἐνέπεσε τὴν διήγησιν, τὰ ἐπὶ τῆς ἐρήμου φέρων εἰς μέσον. Οὐ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ὁ μακάριος ἐκεῖνος φθέγγεται, ἀλλὰ μετὰ πολλῆς τῆς ἀκολουθίας   καὶ  ἀκριβῆ  διατηρῶν   πανταχοῦ   τῶν   ὑπ'  αὐτοῦ  λεγομένων   τὴν συμφωνίαν. Τίνος οὖν ἕνεκεν, καὶ πόθεν εἰς ταύτην ἐνέπεσε τὴν ἱστορίαν; Ἐπετίμα τοῖς  ἁπλῶς  καὶ  ἀνεξετάστως  εἰς  τὰ  εἴδωλα  εἰσιοῦσι, καὶ  μιαρᾶς ἀπογευομένοις τραπέζης, καὶ εἰδωλοθύτων  ἁπτομένοις· καὶ δείξας, ὅτι διπλῆν ἀπὸ τοῦ πράγματος ὑπομένουσι βλάβην, τούς τε ἀσθενεῖς πλήττοντες,  καὶ αὐτοὶ κοινωνοὶ  δαιμόνων γινόμενοι, καὶ καταστείλας αὐτῶν ἱκανῶς τὰ φρονήματα διὰ τῶν ἔμπροσθεν εἰρημένων, καὶ παιδεύσας, ὅτι δεῖ τὸν πιστὸν μὴ τὸ ἑαυτοῦ βλέπειν μόνον, ἀλλὰ καὶ τὸ τῶν πολλῶν, βουλόμενος αὐτοῖς ἐπιτεῖναι τὸν φόβον, παλαιῶν αὐτοὺς ἀναμιμνήσκει  διηγημάτων.  Ἐπειδὴ  γὰρ  ἐκεῖνοι  μέγα  ἐφρόνουν,  ὡς  πιστοὶ,  καὶ πλάνης ἀπαλλαγέντες, καὶ γνώσεως καταξιωθέντες, καὶ τῶν ἀποῤῥήτων κοινωνήσαντες  μυστηρίων, καὶ πρὸς βασιλείαν οὐρανῶν κληθέντες, δεῖξαι θέλων, ὅτι τούτων ὄφελος οὐδὲν, ἂν μὴ πολιτεία προσῇ συμφωνοῦσα τῇ τοσαύτῃ χάριτι, ἐκ παλαιᾶς αὐτοὺς παιδεύει ἱστορίας.



βʹ. Ἀλλὰ καὶ τοῦτο αὐτὸ πάλιν πολλῆς γέμει ζητήσεως. Τίνος ἕνεκεν οὐκ ἀπὸ τῶν  τοῦ Χριστοῦ ῥημάτων  αὐτοῖς  διαλέγεται  τῶν  ἐν Εὐαγγελίῳ κειμένων,  οὐδὲ γεέννης  αὐτοὺς ἀναμιμνήσκει, καὶ σκότους ἐξωτέρου, καὶ σκώληκος ἰοβόλου, καὶ δεσμῶν  ἀθανάτων,  καὶ  πυρὸς  τοῦ  ἡτοιμασμένου  τῷ  διαβόλῳ  καὶ  τοῖς  ἀγγέλοις αὐτοῦ, καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ τῶν ἄλλων τῶν ἀποῤῥήτων κολάσεων; Εἰ γὰρ φοβῆσαι ἐβούλετο, ἀπὸ τῶν μειζόνων  τοῦτο ποιῆσαι ἔδει, οὐκ ἀπὸ τῶν ἐν τῇ ἐρήμῳ. Ἐκεῖνοι μὲν γὰρ, εἰ καὶ ἐκολάσθησαν, ἀλλ' ἡμερώτερον καὶ προσκαίρως, καὶ ἐν ἡμέρᾳ μιᾷ· οὗτοι δὲ ἀθάνατα μέλλουσι τιμωρεῖσθαι καὶ χαλεπώτερα. Τίνος οὖν ἕνεκεν ἐκεῖθεν αὐτοὺς ἐφόβησεν, οὐδὲ ἀνέμνησε τῶν τοῦ Χριστοῦ ῥημάτων; Καὶ γὰρ ἠδύνατο λέγειν  πρὸς αὐτούς· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, οἵους ὁ Χριστὸς ἔθηκε νόμους περὶ τῶν πίστιν μὲν ἐχόντων,  βίον δὲ ἄριστον οὐκ ἐπιδεικνυμένων. Καὶ γὰρ θαύματα ποιήσαντας ἀνθρώπους, καὶ προφητείαν ἐπιδεικνυμένους ἐξέβαλε τῆς βασιλείας τῶν οὐρανῶν, λέγων· Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, Κύριε, οὐ  τῷ  σῷ  ὀνόματι   δαιμόνια   ἐξεβάλομεν,  καὶ  τῷ  σῷ  ὀνόματι    προεφητεύσαμεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν;Καὶ  τότε   ὁμολογήσω   αὐτοῖς,   Ὑπάγετε   ἀπ'  ἐμοῦ,  οὐκ   οἶδα   ὑμᾶς,  οἱ ἐργαζόμενοι τὴν  ἀνομίαν.  Καὶ τὰς παρθένους  δὲ οὐχ ὑπὲρ πίστεως  ἐγκαλῶν  καὶ δογμάτων, ἀλλ' ὑπὲρ βίου διεφθαρμένου καὶ ἀπανθρωπίας καὶ ὠμότητος, ἀπέκλεισε τοῦ  νυμφῶνος·   καὶ  τὸν  τὰ  ῥυπαρὰ  ἐνδεδυμένον  ἱμάτια,  διὰ  τοῦτο  δεδεμένον ἐξέβαλεν,  οὐκ  ἐπειδὴ  δόγματα  οὐκ  εἶχεν  ὀρθὰ, ἀλλ'  ἐπειδὴ  βίον  ῥυπαρὸν  καὶ ἀκάθαρτον· καὶ οὓς ἐκέλευσεν εἰς τὸ πῦρ ἀπενεχθῆναι τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, οὐ διὰ τοῦτο ἔπεμψεν ἐκεῖ, ἐπειδὴ τῆς πίστεως ἦσαν ἐκπεπτωκότες,  ἀλλ' ἐπειδὴ  οὐδέποτε  οὐδένα  ἠλέησαν. Τούτων  πάντων  καὶ τῶν τοιούτων αὐτοὺς ἀναμνῆσαι ἠδύνατο, καὶ εἰπεῖν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οὗτοι πάντες καὶ βαπτίσματος ἔτυχον, καὶ μυστηρίων ἐκοινώνησαν, καὶ πίστιν πολλὴν ἐπεδείξαντο, καὶ γνῶσιν εἶχον ἀπηρτισμένην· ἀλλ' ἐπειδὴ βίον οὐ παρέσχον τῇ πίστει συνᾴδοντα, τῆς βασιλείας ἐξεβλήθησαν, καὶ τῷ πυρὶ παρεδόθησαν. Τίνος οὖν ἕνεκεν οὐ ταῦτα εἶπεν, ἀλλὰ ταῦτα πάντα ἀφεὶς, οὕτω πώς φησιν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ τῶν Μωϋσέως αὐτοὺς ἀναμιμνήσκων, τὰ ἐπὶ τῆς χάριτος τέως σιγήσας; Οὐχ ἁπλῶς, οὐδὲ ἄνευ  λόγου  τινὸς  τοῦτο  ποιεῖ·  πολλῆς  γὰρ  σοφίας  ἦν  πεπληρωμένος.  Ἀλλὰ  τί δήποτε, καὶ διὰ τί; ∆υοῖν ἕνεκα τούτων· ὁμοῦ τε αὐτῶν  βουλόμενος καθάψασθαι μᾶλλον,  καὶ  δεῖξαι  τῆς  Παλαιᾶς ∆ιαθήκης  πρὸς τὴν  Καινὴν πολλὴν  οὖσαν τὴν συγγένειαν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων,  οἱ μὲν τῇ γεέννῃ διαπιστοῦσι, καὶ οὐδὲ   εἶναι   κόλασιν   νομίζουσιν,   ἀλλὰ   τὸν   Θεὸν  ἁπλῶς   ἕνεκεν   φόβου   καὶ σωφρονισμοῦ ταῦτ' ἠπειληκέναι, σκώληκα τὸν ἀτελεύτητον, τὸ πῦρ τὸ ἄσβεστον, τὸ σκότος τὸ ἐξώτερον, τοῖς δὲ παρελθοῦσιν οὐκ ἔχουσιν ἀπιστῆσαι. Τὰ γὰρ γεγενημένα πῶς ἄν τις δύναιτο  λέγειν  μὴ γενέσθαι; Τοῖς μὲν γὰρ οὐδέπω φανεῖσιν,  οὐδὲ εἰς ἔργον  ἐξελθοῦσίν  εἰσι πολλοὶ  οἱ διαπιστοῦντες,  τοῖς  δὲ γεγενημένοις  καὶ  τέλος εἰληφόσι, κἂν μυριάκις τις ἀνεύθυνος ᾖ καὶ ἀγνώμων, οὔτε, εἰ βουληθείη, δυνήσεταί ποτε ἀπιστεῖν.
Ἀπὸ τῶν σφόδρα ὡμολογημένων, καὶ τέλος ἐχόντων, καὶ ὧν πολλὰ μένει τὰ λείψανα, βούλεται αὐτοὺς πιστώσασθαι περὶ τῆς τοῦ Θεοῦ δικαιοκρισίας, μονονουχὶ λέγων· Εἰ μὴ νομίζεις εἶναι γέενναν,  μηδὲ τιμωρίαν  καὶ κόλασιν, ἀλλ' ἁπλῶς τὸν Θεὸν ἠπειληκέναι,  τὰ παρελθόντα  ἀναλογισάμενος,  καὶ τοῖς μέλλουσι πίστευε. Εἰ γὰρ ὁ αὐτός ἐστι Θεὸς, ὁ καὶ τὰ πρότερα καὶ τὰ νῦν  οἰκονομῶν,  καὶ τὰ ἐπὶ τῆς Παλαιᾶς, καὶ τὰ ἐπὶ τῆς χάριτος, ὥσπερ οὖν καὶ ἔστιν ὁ αὐτὸς, ποῖον ἂν ἔχοι λόγον, ἐκείνους μὲν ἁμαρτάνοντας κολάσαι καὶ τιμωρήσασθαι, ἡμᾶς δὲ ταῦτα, καὶ πολλῷ χαλεπώτερα  ἐκείνων  πταίοντας  ἀτιμωρήτους ἀφεῖναι; Ἐρωτῶ τοίνυν· ἐπόρνευσαν οἱ Ἰουδαῖοι, καὶ ἐκολάσθησαν; ἐγόγγυσαν, καὶ ἐτιμωρήθησαν; Ἀνάγκη πᾶσα ὁμολογῆσαι. Πῶς οὖν ὁ τιμωρησάμενος ἐκείνους, σὲ τὰ αὐτὰ τολμῶντα παρόψεται; Οὐκ ἂν ἔχοι λόγον.  Ἀλλ' οὐκ ἔδωκας δίκην ἐνταῦθα; ∆ιὰ τοῦτο μάλιστα πίστευε γέενναν εἶναι καὶ κόλασιν, ἐπειδὴ δίκην ἐνταῦθα οὐκ ἔδωκας. Εἰ γὰρ μὴ ἔμελλέ τις ἀποκεῖσθαι μετὰ ταῦτα τιμωρία, οὐκ ἂν τὰ αὐτὰ  τοῖς προτέροις τολμήσας, ἀτιμώρητος ἔμεινας. Καὶ σὺ τοίνυν ὅταν λάβῃς τινὰ χαῦνον, καὶ διαλελυμένον, καὶ πολλὴν ἀσέλγειαν ἐπιδεικνύμενον, καὶ λέγῃ πρὸς σὲ, ὅτι μῦθος ταῦτά ἐστιν, οὐκ ἔστι κόλασις, οὔτε γέεννα, ἀλλ' ἁπλῶς ὁ Θεὸς ἠπείλησε φοβῆσαι βουλόμενος, λέγε πρὸς αὐτόν· Ἄνθρωπε, τοῖς μέλλουσιν ἀπιστεῖς, ἐπειδὴ μὴ φαίνεται, μηδὲ εἰς μέσον ἦλθε, μηδὲ ὑπὸ τοῖς ὀφθαλμοῖς κεῖται τοῖς ἡμετέροις· μὴ ἐπὶ τοῖς γεγενημένοις  καὶ τέλος εἰληφόσι δυνατὸν ἀπιστῆσαί τινα; Ἐννόησόν μοι τὰ Σόδομα καὶ τὰ Γόμοῤῥα. Ἐκείνη δὲ χώρα δι' οὐδεμίαν ἑτέραν ἁμαρτίαν τοσαύτην ἔδωκε δίκην, ἢ ὅτι παρανόμους εἰσήγαγον μίξεις οἱ τὰς πόλεις οἰκήσαντες ἐκείνας, καὶ ἀθέσμους ἔρωτας, καὶ τοὺς τῆς φύσεως νόμους ἐκ βάθρων ἀνέτρεψαν.Πῶς οὖν ἂν ἔχοι λόγον, τὸν Θεὸν, τὸν αὐτὸν ὄντα καὶ τότε καὶ νῦν, ἐκείνους μὲν  ἁμαρτάνοντας  κολάσαι  χωρὶς  συγγνώμης  ἁπάσης, σὲ δὲ  τὸν  μετ'  ἐκείνους ἁμαρτόντα, τὸν πολλῷ μείζονος ὄντα τιμωρίας ἄξιον καὶ κολάσεως, ὅσῳ καὶ χάριτος ἀπήλαυσας, καὶ οὐδὲ ταῖς ἐκείνων ἐσωφρονίσθης τιμωρίαις, ἀτιμώρητον ἀφεῖναι;


γʹ. ∆ιὰ δὴ ταῦτα καὶ Παῦλος οὐδὲν περὶ γεέννης τέως εἰπὼν, ἐπειδὴ πολλοῖς τὰ μέλλοντά  ἐστιν ἄπιστα, ἀπὸ τῶν ἤδη συμβάντων, καὶ ὧν ἱκανὴν  εἶχον πίστιν, αὐτοὺς  σωφρονίσαι  βούλεται.  Εἰ γὰρ  καὶ  φοβερώτερα  τὰ  μέλλοντα,  ἀλλὰ  τοῖς ἀτελεστέροις τῶν ἀνθρώπων  τὰ παρελθόντα πιστότερα, καὶ ταῦτα μᾶλλον αὐτοὺς ἐκείνων φοβεῖν εἴωθε. ∆ιὰ ταῦτα ἐντεῦθεν αὐτοῖς διαλέγεται, οἷς οὐδὲ τὸν σφόδρα ἀναισχυντοῦντα ἀπιστῆσαι δυνατὸν ἦν· ὁμοῦ δὲ καὶ Μαρκίωνι καὶ Μάνεντι, καὶ πᾶσι τοῖς τὰ αὐτὰ ἐκείνοις νοσοῦσι καιρίαν δίδωσι τὴν πληγήν. Εἰ γὰρ μή ἐστιν ὁ αὐτὸς Θεὸς τῆς  Παλαιᾶς καὶ τῆς  Καινῆς, ὁ καὶ ἐκεῖνα  νουθετήσας, καὶ ταῦτα  μέλλων διατυποῦν, περιττῶς μοι ταῦτα λέγεις, ὦ Παῦλε, καὶ φόβον οὐδένα τοῖς ἀκροαταῖς ἐντίθης. ∆ύναται γὰρ ὁ ἀκούων λέγειν, ὅτι εἰ ἕτερος ἐκεῖνός ἐστι Θεὸς, καὶ ἕτερος οὗτος, οὐ πάντως οὗτος κατὰ τὴν ἐκείνου κρινεῖ γνώμην, οὐδὲ τοῖς αὐτοῖς πείθεται νόμοις. Τί γὰρ, εἰ τῷ τῆς Παλαιᾶς Θεῷ πάντας ἔδοξε κολάσαι καὶ τιμωρήσασθαι, τί μορμολύττεις καὶ ἐκφοβεῖς;
Ἕτερον ἔχω ∆εσπότην τὸν μέλλοντά  με κρίνειν.  Ὥστε εἰ ἕτερος ἦν ὁ τῆς Παλαιᾶς, καὶ ἕτερος ὁ τῆς Καινῆς, τοὐναντίον,  ὅπερ ἐβούλετο, ὁ Παῦλος ἐποίησεν· οὐ  γὰρ  μόνον  οὐκ  ἐφόβησε τὸν  ἀκούοντα,  ἀλλὰ  καὶ  πάσης ἀγωνίας  καὶ  δέους ἀπήλλαξεν· ὅπερ οὐδὲ τῶν τυχόντων ἀνθρώπων καὶ σφόδρα ἀνοήτων τις ἔπαθεν ἂν, μήτι γε Παῦλος ὁ τοσαύτης γέμων σοφίας. Ὅθεν δῆλον, ὅτι εἷς καὶ ὁ αὐτός ἐστι Θεὸς ὁ καὶ τοὺς Ἰουδαίους ἐπὶ τῆς ἐρήμου καταστρώσας, καὶ ἡμῶν τοὺς ἁμαρτάνοντας κολάζειν  μέλλων.  Οὐ γὰρ εἰ μὴ εἷς  ἦν  (πάλιν  γὰρ τὸ αὐτὸ  ἐρῶ), ἀπὸ τῶν  ἤδη γεγενημένων  ὑπ' ἐκείνου, καὶ περὶ τῶν μελλόντων  ἡμᾶς ἐφόβει· ἐπειδὴ δὲ ὁ αὐτός ἐστιν, ἀναντίῤῥητον  εἰσήγαγεν αὐτοῖς τὴν περὶ τῆς τιμωρίας προσδοκίαν, δεικνὺς ὅτι  δεδοικέναι  χρὴ  καὶ  φοβεῖσθαι.  Οὐ γὰρ  ἂν    τοὺς  πατέρας  ἡμῶν  κολάσας ἁμαρτάνοντας,  ἡμῶν  φείσεται τὰ αὐτὰ πλημμελούντων.  Ἄξιον δὲ ἐπ' αὐτὴν  τὴν ἀρχὴν  ἐλθεῖν  τοῦ διηγήματος,  καὶ ἑκάστην διερευνήσασθαι ῥῆσιν μετ' ἀκριβείας ἁπάσης. Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί. Τοὺς μαθητὰς ἀδελφοὺς ἐκάλεσεν, οὐκ ἀπὸ τοῦ τῆς ἀξίας, ἀλλ' ἀπὸ τοῦ τῆς ἀγάπης αὐτοὺς προσαγορεύων ὀνόματος. Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι ταύτης ἴσον οὐδὲν, καὶ τὸ μέγιστον τῆς ἀξίας εἶδος, τὸ τῆς ἀγάπης εἶδός ἐστι.Τοῦτο  δὲ πρῶτον καὶ ἡμεῖς ζηλώσωμεν. Κἂν σφόδρα καταδεέστεροί τινες ἡμῶν ὦσι, τοῖς τῆς θεραπείας αὐτοὺς καλῶμεν ὀνόμασι, μὴ μόνον ἐλευθέρους, ἀλλὰ καὶ δούλους, μὴ μόνον πλουσίους, ἀλλὰ καὶ πένητας, ἐπεὶ καὶ Παῦλος οὐχὶ τοὺς πλουσίους τοὺς παρὰ Κορινθίοις, οὐδὲ τοὺς ἐλευθέρους καὶ περιφανεῖς,  οὐδὲ τοὺς ἐπισήμους μόνον,  ἀλλὰ  καὶ ἰδιώτας,  καὶ οἰκέτας, καὶ πάντας  ἁπλῶς  ταύτῃ τετίμηκε  τῇ  προσηγορίᾳ. Ἐν  γὰρ  Χριστῷ Ἰησοῦ  οὐ  δοῦλος,  οὐκ  ἐλεύθερος,  οὐ βάρβαρος, οὐ Σκύθης, οὐ σοφὸς, οὐκ ἄσοφος, ἀλλὰ πᾶσα ἀξίας ἀνωμαλία βιωτικῆςἀνῄρηται. Καὶ τί θαυμαστὸν, εἰ Παῦλος τοὺς ὁμοδούλους οὕτως ἐκάλεσεν, ὅπου γε καὶ ὁ ∆εσπότης αὐτοῦ τὴν ἡμετέραν οὕτω ἐκάλεσε φύσιν, οὕτω λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε; Οὐ μόνον δὲ ἐκάλεσεν ἡμᾶς ἀδελφοὺς, ἀλλὰ καὶ γενέσθαι ἀδελφὸς ἡμῶν ἠθέλησε, καὶ ἐγένετο τὴν σάρκα ὑποδὺς τὴν ἡμετέραν, καὶ τῆς φύσεως ἡμῶν κοινωνήσας τῆς αὐτῆς. Ὅπερ οὖν καὶ αὐτὸ θαυμάζων  ὁ Παῦλος ἔλεγεν·  Οὐ γὰρ ἀγγέλων  ἐπιλαμβάνεται  ὁ Θεὸς, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται,  ὅθεν ὤφειλε  κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Καὶ πάλιν· Ἐπεὶ οὖν καὶ τὰ παιδία κεκοινώνηκε  σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν. Πάντα δὲ ταῦτα ἀκούοντες, ἀλαζονείαν, καὶ τῦφον,  καὶ ἀπόνοιαν  ἅπασαν τῆς ψυχῆς  ἐξορίσωμεν τῆς ἡμετέρας, καὶ μετὰ πολλῆς  τοῦτο  κατορθώσωμεν  τῆς  σπουδῆς, τὸ θεραπευτικοῖς  ὀνόμασι καὶ τιμὴν ἔχουσι τοὺς πλησίον καλεῖν. Εἰ γὰρ καὶ μικρὸν καὶ ψιλὸν εἶναι δοκεῖ τὸ κατόρθωμα, ἀλλ' ὅμως μεγάλων ἀγαθῶν ἐστιν αἴτιον· ὥσπερ οὖν τὸ ἐναντίον  πολλὰς πολλάκις ἔχθρας καὶ ἔρεις καὶ φιλονεικίας ἐποίησεν. Οὐ ταύτην δὲ μόνον τὴν ῥῆσιν, ἀλλὰ καὶ τὴν ἑξῆς μετὰ πολλῆς ἐξεταστέον τῆς ἀκριβείας· οὐδὲ γὰρ ταύτην ἁπλῶς τέθεικεν. Εἰπὼν γάρ· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἐπήγαγεν· Ὅτι οἱ πατέρες ἡμῶν πάντες· οὐκ εἶπεν, Ὅτι οἱ Ἰουδαῖοι, οὐδὲ οἱ ἐξ Αἰγύπτου ἐξελθόντες· ἀλλὰ τί; Οἱ πατέρες ἡμῶν πάντες· ὁμοῦ καὶ τὴν ταπεινοφροσύνην  ἐπιδεικνύμενος  τὴν ἑαυτοῦ, ὅτι οὐκ ἀπηξίωσε τὴν πρὸς ἐκείνους συγγένειαν, τοσοῦτον αὐτοὺς ἀναβεβηκὼς κατὰ τὸν τῆς ἀρετῆς λόγον, καὶ τῶν τὴν Παλαιὰν διαβαλλόντων  ἐπιστομίζων τὴν ἀναίσχυντον γλῶτταν.  Οὐ γὰρ ἂν, εἰ πρὸς ἐκείνην  ἀπεχθῶς  διέκειτο,  ἀπὸ τῶν  εὐφημοτέρων ὀνομάτων  ἂν ἐμνήσθη, τῶν τότε γενομένων  ἁπάντων  διαβολὴν ἐχόντων.  Πάντες. Οὐδὲ τοῦτο  ἁπλῶς  τέθεικε  τὸ,  Πάντες, οὐδὲ  παρέργως,  ἀλλὰ  μετὰ  πολλῆς  τῆς σοφίας. Οὐδὲ γὰρ ἅπαξ εἰπὼν  ἐσίγησεν, ἀλλὰ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις,  ἵνα μάθῃς, ὅτι οὐ παρέργως αὐτὰ προσέῤῥιψεν. Εἰπὼν γάρ· Ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, ἐπήγαγε· Καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν  ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπινον.
Ἤκουσας πῶς πολλάκις τὸ, Πάντες, τέθεικεν; Οὐκ ἂν δὲ τοῦτο ἐποίησεν, εἰ μὴ μέγα τι καὶ θαυμαστὸν μυστήριον αἰνίξασθαι ἤθελεν. Εἰ γὰρ ἁπλῶς ἐτίθει, ἤρκει ἅπαξ εἰπόντα  σιγῆσαι, καὶ  εἰπεῖν  οὕτως·  Ὅτι οἱ  πατέρες  ἡμῶν  πάντες  ὑπὸ  τὴν νεφέλην ἦσαν, καὶ διὰ τῆς θαλάσσης διῆλθον, καὶ εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, καὶ τὸ αὐτὸ βρῶμα πνευματικὸν  ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν  ἔπιον.  Νῦν δὲ οὐχ οὕτως  εἶπεν,  ἀλλὰ  καθ' ἕκαστον τῶν  γενομένων  τὸ, Πάντες, τιθεὶς, θύραν ἡμῖν  τῆς ἑαυτοῦ γνώμης  παρήνοιξεν  οὐ μικρὰν, ὥστε κατιδεῖν  αὐτοῦ τὴν σοφίαν. Τίνος οὖν ἕνεκεν  συνεχῶς  τῆς λέξεως ταύτης μέμνηται; Βούλεται δεῖξαι πολλὴν οὖσαν τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν τὴν συγγένειαν, καὶ ὅτι ταῦτα τύπος ἐκείνων ἦν, καὶ σκιὰ τῶν μελλόντων.
Καὶ πρῶτον ἀπὸ τούτου τὴν συμφωνίαν δείκνυσι. Βουλόμενος γὰρ δεῖξαι, ὅτι ὥσπερ ἐν τῇ Ἐκκλησίᾳ οὐκ ἔστι δούλου καὶ ἐλευθέρου διάκρισις, οὐδὲ ξένου καὶ πολίτου,  οὐδὲ  γέροντος  καὶ  νέου,  οὐδὲ  σοφοῦ  καὶ  ἀσόφου,  οὐδ'  ἰδιώτου  καὶ ἄρχοντος, οὐδὲ γυναικὸς καὶ ἀνδρὸς, ἀλλὰ πᾶσα ἡλικία, καὶ πᾶσα ἀξία, καὶ ἑκατέρα ἡ φύσις ὁμοίως εἰς τὴν κολυμβήθραν ἐκείνην ἐμβαίνουσι τῶν ὑδάτων, κἂν βασιλεὺς ᾖ τις, κἂν πτωχὸς, τῶν αὐτῶν ἀπολαύουσι καθαρσίων· καὶ τοῦτό ἐστι μάλιστα τὸ μέγιστον τῆς παρ' ἡμῖν εὐγενείας τεκμήριον, ὅτι ὁμοίως καὶ τὸν προσαίτην, καὶ τὸν τὴν ἁλουργίδα ἔχοντα  μυσταγωγοῦμεν,  καὶ οὐδὲν πλέον  οὗτος ἐκείνου κατὰ τὸν τῶν μυστηρίων ἔχει λόγον· οὕτω καὶ ἐν τῇ Παλαιᾷ συνεχῶς τὸ, Πάντες, τέθεικεν. Οὐδὲ γὰρ ἔχεις εἰπεῖν, ὅτι Μωϋσῆς μὲν διὰ ξηρᾶς, Ἰουδαῖοι δὲ διὰ τῆς θαλάσσης διῆλθον, οὐδ' ὅτι οἱ μὲν εὔποροι δι' ἑτέρας ὁδοῦ, οἱ δὲ πενέστεροι δι' ἑτέρας, οὐδὲ ὅτι αἱ  γυναῖκες  μὲν  ὑπὸ  τὸν  ἀέρα, ἄνδρες  δὲ  ὑπὸ  τὴν  νεφέλην,  ἀλλὰ  καὶ  διὰ  τῆς θαλάσσης πάντες, καὶ ὑπὸ τὴν νεφέλην πάντες, καὶ εἰς τὸν Μωϋσῆν πάντες. Ἐπειδὴ γὰρ ἡ διάβασις ἐκείνη τοῦ μέλλοντος βαπτίσματος ἦν τύπος, ἔδει τοῦτο πρῶτον τῶν ὅλων  διατυπωθῆναι,  τὸ πάντας  τῶν  αὐτῶν  ἀπολαῦσαι, ὥσπερ οὖν  καὶ ἐνταῦθα πάντες τῶν αὐτῶν ἐξίσης μετέχουσι. Καὶ πῶς δύναται, φησὶν, ἐκεῖνο τύπος εἶναι τῶν παρόντων; Ἂν μάθῃς πρότερον, τί μὲν ἔστι τύπος, τί δὲ ἀλήθεια, τότε σοι καὶ τούτου παρέξομαι τὰς εὐθύνας.


δʹ. Τί ποτ' οὖν ἐστι σκιὰ, τί δὲ ἀλήθεια; Φέρε, τὸν λόγον  ἐπὶ τὰς εἰκόνας ἀγάγωμεν,  ἃς  οἱ  ζωγράφοι  γράφουσι.  Εἶδες πολλάκις  εἰκόνα  βασιλικὴν  κυανῷ κατακεχρωσμένην  χρώματι, εἶτα τὸν  ζωγράφον  λευκὰς περιάγοντα  γραμμὰς, καὶ ποιοῦντα βασιλέα, καὶ θρόνον βασιλικὸν, καὶ ἵππους παρεστῶτας, καὶ δορυφόρους, καὶ    πολεμίους    δεδεμένους    καὶ    ὑποκειμένους.    Ἀλλ'    ὅμως    ὁρῶν    ταῦτα σκιαγραφούμενα, οὔτε οἶδας τὸ πᾶν, οὔτε ἀγνοεῖς τὸ πᾶν, ἀλλ' ὅτι μὲν ἄνθρωπος γράφεται  καὶ ἵππος, ἀμυδρῶς ἐπίστασαι· ποῖος  δέ ἐστιν ὁ βασιλεὺς, καὶ ποῖος ὁ πολέμιος, οὐ σφόδρα ἀκριβῶς οἶδας, ἕως ἂν ἐλθοῦσα τῶν  χρωμάτων  ἡ ἀλήθεια τρανώσῃ τὴν ὄψιν καὶ σαφεστέραν ποιήσῃ. Ὥσπερ οὖν ἐπὶ τῆς εἰκόνος ἐκείνης οὐκ ἀπαιτεῖς τὸ πᾶν πρὸ τῆς τῶν χρωμάτων  ἀληθείας, ἀλλὰ κἂν ἀμυδράν τινα λάβῃς γνῶσιν τῶν γινομένων, ἱκανῶς τὴν σκιαγραφίαν ἀπηρτίσθαι νομίζεις· οὕτω μοι καὶ ἐπὶ  τῆς  Παλαιᾶς καὶ  ἐπὶ  τῆς  Καινῆς λογίζου,  καὶ  μή  με  πᾶσαν  ἀπαιτήσῃς  τῆς ἀληθείας τὴν ἀκρίβειαν ἐπὶ τοῦ τύπου· καὶ δυνησόμεθά σε διδάξαι, πῶς εἶχέ τινα συγγένειαν  ἡ Παλαιὰ πρὸς τὴν  Καινὴν, καὶ ἡ διάβασις ἐκείνη  πρὸς τὸ ἡμέτερον βάπτισμα. Κἀκεῖ ὕδωρ, κἀνταῦθα  ὕδωρ· κολυμβήθρα  ἐνταῦθα,  καὶ ἐκεῖ πέλαγος· πάντες  ἐνταῦθα  εἰς τὰ ὕδατα ἐμβαίνουσι, κἀκεῖ πάντες· κατὰ τοῦτο ἡ συγγένεια. Λοιπὸν βούλει μαθεῖν  τῶν  χρωμάτων  τὴν  ἀλήθειαν;  Ἐκεῖ μὲν Αἰγύπτου διὰ τῆς θαλάσσης ἀπηλλάττοντο,  ἐνταῦθα  δὲ εἰδωλολατρείας·  κἀκεῖ μὲν ὁ Φαραὼ κατεποντίζετο,  ἐνταῦθα δὲ ὁ διάβολος· ἐκεῖ Αἰγύπτιοι ἀπεπνίγοντο,  ἐνταῦθα  δὲ ὁ παλαιὸς ἄνθρωπος τῶν ἁμαρτημάτων κατορύττεται. Καὶ ἴδε συγγένειαν τύπου πρὸς ἀλήθειαν, καὶ ἀληθείας ὑπεροχὴν πρὸς τύπον. Οὔτε γὰρ ἀπηλλοτριῶσθαι πάντη χρὴ τὸν τύπον τῆς ἀληθείας, ἐπεὶ οὐκ ἂν εἴη τύπος· οὔτε πάλιν ἐξισάζειν πρὸς τὴν ἀλήθειαν, ἐπεὶ πάλιν καὶ αὐτὸς ἀλήθεια ἔσται· ἀλλὰ  δεῖ  μένειν  ἐπὶ  τῆς  οἰκείας  συμμετρίας, καὶ  μήτε  τὸ  πᾶν  ἔχειν  τῆς ἀληθείας, μήτε τοῦ παντὸς ἐκπεπτωκέναι. Ἂν μὲν γὰρ τὸ πᾶν ἔχῃ, ἀλήθεια πάλιν ἐστὶ καὶ αὐτός· ἂν δὲ τοῦ παντὸς ἐκπέσῃ, τύπος εἶναι λοιπὸν οὐ δύναται· ἀλλὰ δεῖ τὸ μὲν ἔχειν, τὸ δὲ τῇ ἀληθείᾳ τηρεῖν. Μὴ τοίνυν τὸ πᾶν με ἀπαιτήσῃς ἐπὶ τῆς Παλαιᾶς, ἀλλ' εἰ κἂν μικρά τινα καὶ ἀμυδρὰ λάβῃς αἰνίγματα, ἀγαπητὸν εἶναι νόμιζε τοῦτο. Ποῦ οὖν  ἐστιν ἡ συγγένεια  τοῦ τύπου  πρὸς τὴν  ἀλήθειαν;  Ὅτι πάντες  ἐκεῖ, καὶ ἐνταῦθα πάντες· ὅτι δι' ὕδατος ἐκεῖ, καὶ ἐνταῦθα δι' ὕδατος· ὅτι δουλείας ἀπηλλάγησαν ἐκεῖνοι, καὶ ἡμεῖς δουλείας, ἀλλ' οὐ τῆς αὐτῆς· ἀλλ' οἱ μὲν τῆς Αἰγυπτίων, ἡμεῖς δὲ τῆς τῶν δαιμόνων· ἐκεῖνοι τῆς τῶν βαρβάρων, ἡμεῖς τῆς κατὰ τὴν  ἁμαρτίαν. Πρὸς ἐλευθερίαν  ἀνήχθησαν  ἐκεῖνοι, καὶ ἡμεῖς, ἀλλ' οὐ πρὸς τὴν αὐτὴν, ἀλλὰ πρὸς πολλῷ λαμπροτέραν ἡμεῖς. Εἰ δὲ μείζω τὰ ἡμέτερα καὶ ὑπερέχοντα ἐκείνων, μὴ θορυβοῦ. Τοῦτο γὰρ μάλιστά ἐστιν ἀληθείας, τὸ πολλὴν ἔχειν πρὸς τὸν τύπον  τὴν  ὑπεροχὴν,  οὐκ  ἐναντίωσιν,  οὐδὲ  μάχην.  Τί δέ  ἐστι, Πάντες  εἰς  τὸν Μωϋσῆν ἐβαπτίσαντο; Καὶ τάχα  ἀσαφὲς τὸ λεγόμενον·  οὐκοῦν  σαφέστερον αὐτὸ ποιῆσαι πειράσομαι. Θάλασσα ἦν πρὸ τῶν ὀφθαλμῶν  κεχυμένη τῶν ἐκείνων  τότε, καὶ ἐκελεύοντο  διαβαίνειν  ξένην  τινὰ  καὶ παράδοξον  ὁδὸν, ἣν  οὐδεὶς  οὐδέποτε ἀνθρώπων διέβη. Ὤκνουν καὶ ἀνεδύοντο, καὶ ἐδυσχέραινον. ∆ιέβη πρῶτος Μωϋσῆς, καὶ πᾶσι μετ' εὐκολίας ἔδωκεν ἀκολουθῆσαι λοιπόν. Τοῦτό ἐστιν· Εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο·  ἐκείνῳ   πιστεύσαντες,   οὕτως   ἐθάῤῥησαν  ἐπιβῆναι   τῶν   ὑδάτων, ἡγεμόνα τῆς ὁδοιπορίας λαβόντες.
Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν· ἐξαγαγὼν γὰρ ἡμᾶς τῆς πλάνης, καὶ τῆς εἰδωλολατρείας  ἀπαλλάξας,  καὶ  πρὸς τὴν  βασιλείαν  χειραγωγῶν,  αὐτὸς  πρῶτοςταύτης ἡμῖν ἦρξε τῆς ὁδοῦ, πρῶτος εἰς τοὺς οὐρανοὺς ἀναβάς. Ὥσπερ οὖν ἐκεῖνοιΜωϋσῇ θαῤῥήσαντες κατετόλμησαν τῆς ὁδοιπορίας, οὕτως ἡμεῖς Χριστῷ θαῤῥήσαντες  κατατολμῶμεν  τῆς  ἀποδημίας  ταύτης.  Καὶ ὅτι  τοῦτό  ἐστι  τό·  Εἰς Μωϋσῆν  ἐβαπτίσαντο,  δῆλον  ἐκ  τῆς  ἱστορίας.  Οὐ γὰρ  εἰς  τὸ  ὄνομα  Μωϋσέως ἐβαπτίσαντο. Εἰ δὲ ἡμεῖς οὐ μόνον  ἀρχηγὸν  τὸν Ἰησοῦν ἔχομεν, ἀλλὰ καὶ εἰς τὸ ὄνομα αὐτοῦ βαπτιζόμεθα, ἐκείνων μὴ βαπτισθέντων εἰς τὸ ὄνομα Μωϋσέως, μηδὲ ἐνταῦθα ταράττου· εἶπον γὰρ, ὅτι δεῖ τὴν ἀλήθειαν ἔχειν τινὰ ὑπεροχὴν πολλὴν καὶ ἄφατον. Εἶδες ἐπὶ τοῦ βαπτίσματος τίς μὲν ὁ τύπος, τίς δὲ ἡ ἀλήθεια; Φέρε, σοὶ δείξω καὶ τὴν τράπεζαν καὶ τὴν τῶν μυστηρίων κοινωνίαν  ἐκεῖ σκιαγραφουμένην, ἂν μὴ  τὸ πᾶν ἀπαιτῇς με πάλιν, ἀλλ' οὕτως ἐξετάσῃς τὰ γενόμενα, ὡς εἰκὸς ἐν σκιαγραφίᾳ καὶ  τύποις  ἰδεῖν.  Ἐπειδὴ γὰρ  εἶπε  περὶ  τῆς  θαλάσσης καὶ  τῆς  νεφέλης  καὶ  τοῦ Μωϋσέως, ἐπήγαγε πάλιν· Καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν  ἔφαγον. Ὥσπερ σὺ, φησὶν, ἀπὸ τῆς κολυμβήθρας τῶν ὑδάτων ἀναβαίνων, ἐπὶ τὴν τράπεζαν τρέχεις, οὕτω κἀκεῖνοι ἀπὸ τῆς θαλάττης ἀναβάντες, ἐπὶ τράπεζαν  ἦλθον καινὴν καὶ παράδοξον, τὸ μάννα λέγω. Καὶ πάλιν ὥσπερ σὺ παράδοξον ἔχεις πότον, τὸ αἷμα τὸ σωτήριον, οὕτω κἀκεῖνοι παράδοξον ἔσχον τοῦ πόματος τὴν φύσιν, οὐ πηγὰς εὑρόντες, οὐδὲ ποταμοὺς ῥέοντας, ἀλλ' ἀπὸ πέτρας σκληρᾶς καὶ ἀνύδρου πολλὴν δεξάμενοι  ναμάτων  δαψίλειαν.  ∆ιὰ τοῦτο  αὐτὸ  καὶ  πνευματικὸν  ἐκάλεσεν,  οὐκ ἐπειδὴ τῇ φύσει τοιοῦτον ἦν, ἀλλὰ ἐπειδὴ τῷ τρόπῳ τῆς χορηγίας τοιοῦτον ἐγένετο. Οὐ γὰρ κατὰ φύσεως  ἀκολουθίαν  αὐτοῖς  ἐδίδοτο, ἀλλὰ  κατὰ τὴν  ἐνέργειαν  τοῦ στρατηγοῦντος αὐτῶν Θεοῦ. Ὅπερ οὖν καὶ αὐτὸ διορθούμενος ἔλεγεν. Ἐπειδὴ γὰρ εἶπε·  Καὶ πάντες  τὸ  αὐτὸ  πόμα  πνευματικὸν  ἔπιον,  ὕδωρ  δὲ  ἦν  τὸ  πινόμενον, βουλόμενος δεῖξαι, ὅτι διὰ τοῦτο Πνευματικὸν εἶπεν, οὐ διὰ τὴν φύσιν τοῦ ὕδατος, ἀλλὰ  διὰ  τὸν  τῆς  χορηγίας  τρόπον,  ἐπήγαγεν·  Ἔπινον  γὰρ ἐκ τῆς  πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Οὐχὶ ἡ φύσις τοῦ λίθου, φησὶν, ἀλλ' ἡ δύναμις τοῦ ἐνεργοῦντος Θεοῦ τὰς πηγὰς ἐκείνας ἠφίει.


εʹ. Ἐνταῦθα καὶ τὴν Παύλου τοῦ Σαμοσατέως αἵρεσιν ἀνέσπασε πρόῤῥιζον. Εἰ γὰρ ὁ Χριστὸς ἦν ὁ πάντα ἐνεργῶν ἐκεῖνα, πῶς αὐτὸν ἐκ τότε εἶναι λέγουσιν, ἐξ οὗ Μαρία αὐτὸν ἔτεκεν; Ὅταν γὰρ πρὸ μὲν τῆς Μαρίας τὰ κατὰ τὴν ἔρημον φαίνεται συμβάντα, ἐκεῖνα δὲ πάντα ὁ Χριστὸς ἦν πεποιηκὼς κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἀνάγκη καὶ πρὸ τοῦ τόκου τούτου, καὶ πρὸ τῶν ὠδίνων αὐτὸν εἶναι τούτων· οὐ γὰρ δήπου ὁ μὴ ὢν ἐνεργεῖν ἔμελλεν οὕτω θαυμαστὰ καὶ παράδοξα πράγματα. Ὥσπερ δὲ εἰπὼν,  ὅτι  πάντες  διὰ  τῆς  θαλάσσης  διῆλθον,   τὴν  εὐγένειαν   τῆς  Ἐκκλησίας ἐδήλωσεν ἄνωθεν  προδιατυπουμένην·  οὕτως εἰπὼν,  Τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, τὸ αὐτὸ τοῦτο πάλιν ᾐνίξατο. Καθάπερ γὰρ ἐν τῇ Ἐκκλησίᾳ οὐχ ἑτέρου μὲν σώματος ὁ πλούσιος, ἑτέρου δὲ ὁ πένης, οὐδὲ ἑτέρου μὲν οὗτος αἵματος, ἑτέρου δὲ ἐκεῖνος· οὕτω καὶ τότε, οὐχ ἕτερον μὲν ὁ πλούσιος ἐλάμβανε μάννα, ἕτερον δὲ ὁ πένης· οὐδὲ ἑτέρας μὲν ἐκεῖνος μετέσχε πηγῆς, ἑτέρας δὲ οὗτος καταδεεστέρας· ἀλλὰ ὥσπερ νῦν ἡ αὐτὴ τράπεζα, τὸ αὐτὸ ποτήριον, ἡ αὐτὴ τροφὴ ἅπασι πρόκειται τοῖς ἐνταῦθα εἰσιοῦσιν· οὕτω καὶ τότε τὸ αὐτὸ μάννα, ἡ αὐτὴ πηγὴ ἅπασι προὔκειτο. Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ἐπεχείρησάν ποτέ τινες κατὰ τὸν καιρὸν ἐκεῖνον πλέον συλλέξαι τοῦ δέοντος, καὶ οὐδὲν ἀπώναντο τῆς πλεονεξίας. Ἀλλ' ἕως μὲν τὴν ἰσότητα ἐτίμων,  ἔμενε τὸ μάννα μάννα ὄν· ἐπειδὴ δὲ πλεονεκτεῖν  ἐπεθύμησαν, ἡ πλεονεξία  τὸ μάννα  σκώληκα ἐποίησε· καίτοι γε οὐ μετὰ τῆς τῶν  ἄλλων  ζημίας τοῦτο ἐποίουν· οὐ γὰρ δὴ ἐκ τῆς τοῦ πλησίον ἁρπάζοντες τροφῆς, οὕτως αὐτοὶ πλέον συνέλεγον, ἀλλ' ὅμως ἐπειδὴ τοῦ πλείονος ἐπεθύμησαν, κατεγνώσθησαν. Εἰ γὰρ καὶ μηδὲν τὸν πλησίον ἠδίκουν, ἀλλ' ἑαυτοὺς τὰ μέγιστα κατέβλαπτον, πρὸς πλεονεξίαν τῷ τρόπῳ τῆς συλλογῆς ταύτης συνεθιζόμενοι. Ὥστε ὁμοῦ τὸ αὐτὸ καὶ τροφὴ ἦν καὶ θεογνωσίας διδασκαλία· ὁμοῦ καὶ τὰ σώματα ἔτρεφε, καὶ τὴν ψυχὴν ἐπαίδευεν· οὐκ ἔτρεφε δὲ μόνον, ἀλλὰ καὶ πόνων ἀπήλλαττεν.
Οὐ γὰρ ἔδει ζεῦξαι βοῦς, οὔτε ἄροτρον ἑλκύσαι, οὐδὲ ἀνατεμεῖν  αὔλακας, οὐδὲ ἐνιαυτὸν  ἀναμεῖναι, ἀλλ' ἐσχεδιασμένην εἶχον τὴν τράπεζαν, πρόσφατον καὶ νεαρὰν καὶ ἐφήμερον· καὶ τὸ εὐαγγελικὸν ἐκεῖνο παράγγελμα διὰ τῶν ἔργων αὐτοὺς ἐπαίδευε, τὸ μὴ μεριμνᾷν εἰς τὴν αὔριον· οὐδὲ γὰρ ὄφελος ἀπὸ τῆς μερίμνης ταύτης ἐγένετο.  Εἰ γάρ τις  πλέον  συνέλεξε, διεφθείρετο  καὶ  ἀπώλλυτο,  καὶ  πλεονεξίας ἔλεγχος  τὸ  γινόμενον   μόνον  ἦν.  Εἶτα ἵνα  μὴ  κατὰ  φύσεως  ἀκολουθίαν  εἶναι νομίζωσιν ἐκεῖνοι τὸν ὄμβρον, ἐν ἡμέρᾳ σαββάτου οὐδὲν τοιοῦτον  ἐγίνετο,  τοῦ Θεοῦ ταῦτα ἀμφότερα αὐτοὺς διδάσκοντος, ὅτι ἐν ταῖς προτέραις ἡμέραις αὐτὸς ἐνήργει  τὸν  θαυμαστὸν  τοῦτον  καὶ  παράδοξον  ὑετὸν,  καὶ  ὅτι  κατὰ  τὴν  ἡμέραν ἐκείνην διὰ τοῦτο ἐπεῖχεν, ἵνα καὶ ἄκοντες παιδεύωνται  τοῦ σαββάτου τὴν ἡμέραν ἀργεῖν. Οὐκ ἐπὶ τῆς τροφῆς δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν  ἐνδυμάτων,  καὶ ἐπὶ τῶν ὑποδημάτων, καὶ ἐπὶ τῶν ἄλλων  ἁπάντων,  δι' αὐτῶν τῶν ἔργων ἦν ἰδεῖν τὰ τῶν ἀποστόλων  παραγγέλματα  ἐκτελούμενα.  Οὐδὲ γὰρ οἰκίαν  εἶχον,  οὐ τράπεζαν, οὐ κλίνην,  οὐχ ἱμάτιον  δεύτερον, οὐχ ὑποδήματα, τοῦ Θεοῦ οὕτως οἰκονομήσαντος. Ὅρα πόση τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν συγγένεια. Ὥσπερ γὰρ τοὺς ἀποστόλους ἐσχημάτιζεν ὁ Χριστὸς ὕστερον τῶν ἀναγκαίων  ἕνεκεν, οὕτω πως κἀκείνοις ὁ τῆς πολιτείας  ἐῤῥυθμίζετο τρόπος, καὶ ἡ κτίσις  ἅπασα πρὸς τὴν  ὑπηρεσίαν ἐκείνων παρεσκευάζετο. Καὶ τίνος  ἕνεκεν  ταῦτα  ἐγένετο,  φησί; Ἔμελλεν  αὐτοὺς  εἰς  ἕνα συγκλείειν τῆς οἰκουμένης τόπον, καὶ κελεύειν ἐκεῖ διηνεκῶς αὐτὸν θεραπεύειν, καὶ μήτε ναὸν, μήτε βωμὸν ἀλλαχοῦ που τῆς οἰκουμένης ἱδρῦσθαι, ἀλλὰ καὶ ἀναθήματα καὶ θυσίας ἐκεῖ φέρειν,  καὶ ἑορτὰς ἐπιτελεῖν,  καὶ τὸν  νόμον  ἀναγινώσκειν,  καὶ πάντα τὰ ἄλλα τὰ τῆς ἁγιαστίας ἐκπληροῦν ἐκείνης.Ἵν' οὖν μὴ τῷ διωρισμένῳ τῆς θεραπείας τρόπῳ καὶ τὴν πρόνοιαν αὐτοῦ συγκεκλεῖσθαι ἐκεῖ νομίζωσι, καὶ μερικὸν αὐτὸν εἶναι Θεὸν, προλαβὼν τὴν αὐτοῦ δύναμιν ἐπὶ τῆς ἀλλοτρίας ἐπέδειξεν, ἐπὶ τῆς Αἰγύπτου, ἐπὶ τῆς ἐρήμου, ἔνθα οὐδεὶς ἦν    θεραπεύων,  ἔνθα  οὐδεὶς  ἦν    προσκυνῶν·  καὶ  πρὸς  τὰ  ἐναντία    κτίσιςὑπηρετεῖτο, δι' ὧν ἐποίει, τὴν ἐξ ἀρχῆς αὐτοῦ δημιουργίαν καὶ τοὺς ἀγνωμονοῦντας αὐτῷ λογίζεσθαι πείθουσα. Καὶ γὰρ ἡ θάλασσα τοὺς μὲν ἀπέπνιγε, τοὺς δὲ διέσωζε· καὶ ὁ ἀὴρ νῦν μὲν κατέφερε χάλαζαν, καὶ τοὺς βαρβάρους ἀπώλλυ, νῦν δὲ κατέφερε μάννα, καὶ τοὺς Ἰουδαίους διέτρεφε. Πάλιν ἡ γῆ νῦν μὲν σκνῖπας ἐπὶ κολάσει τῶν πολεμίων, νῦν δὲ ὀρτυγομήτραν ἐπὶ σωτηρίᾳ τῶν οἰκείων ἐξέφερε. Κἀκείνοις μὲν ἐν ἡμέρᾳ σκότος, τούτοις  δὲ ἐν  νυκτὶ  φῶς  ἐγίνετο.  Καὶ Αἰγύπτιοι  μὲν  τὸν  Νεῖλον ἔχοντες παραῤῥέοντα, δίψει καὶ αὐχμῷ διεφθείροντο· οὗτοι δὲ ἐν ἐρήμῳ ξηρᾷ καὶ αὐχμώδει  στρατοπεδεύοντες,  πολλῆς  ἀπέλαυον  ὑδάτων  δαψιλείας· καὶ τοὺς  μὲν βάτραχοι κατηγωνίζοντο, τούτους δὲ οὐδὲ οἱ γίγαντες ἐκεῖ χειρώσασθαι ἴσχυον.


ς ʹ. Ἀλλὰ τίνος ἕνεκεν τούτων ὑμᾶς ἀνέμνησεν ὁ μακάριος Παῦλος; ∆ιὰ τὴν αἰτίαν, ἣν ἐξ ἀρχῆς εἶπον ὑμῖν, ἵνα μάθῃς ὅτι οὔτε βάπτισμα, οὔτε ἁμαρτημάτων ἄφεσις, οὐ γνῶσις, οὐ μυστηρίων κοινωνία, οὐ τράπεζα ἱερὰ, οὐχ ἡ ἀπόλαυσις τοῦ σώματος, οὐχ ἡ κοινωνία  τοῦ αἵματος, οὐκ ἄλλο  τούτων  οὐδὲν  ἡμᾶς ὠφελῆσαι δυνήσεται, ἐὰν μὴ βίον ὀρθὸν, καὶ θαυμαστὸν, καὶ πάσης ἁμαρτίας ἀπηλλαγμένον ἔχωμεν.   Ὅτι   γὰρ   διὰ   τοῦτο   τούτων   ἀνέμνησε,   καταλέξας   τὸν   τύπον   τοῦ βαπτίσματος, τὸν διὰ τῆς θαλάσσης καὶ τῆς νεφέλης, τὸν τύπον τῶν μυστηρίων, τὸν διὰ τοῦ μάννα καὶ τῆς πέτρας προδιέγραψεν ἐν τῇ Παλαιᾷ, καὶ εἰπὼν, ὅτι Πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν  ἔφαγον,  καὶ τὸ αὐτὸ πόμα πνευματικὸν  ἔπιον, ἐπήγαγε λέγων·  Ἀλλ' οὐκ ἐν  τοῖς  πλείοσιν  αὐτῶν  εὐδόκησεν ὁ Θεός. Μετὰ τοσαῦτα καὶ τηλικαῦτα θαύματα, φησὶν, οὐκ ἠγάπησεν αὐτοὺς ὁ Θεός. Ἀλλὰ τί; Κατεστρώθησαν ἐν τῇ ἐρήμῳ. Τίνος οὖν ἕνεκα ταῦτα λέγεις ἡμῖν, ὦ Παῦλε; Ταῦτα δὲ τύπος ἡμῖν ἐγενήθησαν εἰς τὸ μὴ γενέσθαι ἡμᾶς ἐπιθυμητὰς κακῶν,καθὼς  κἀκεῖνοι  ἐπεθύμησαν,  μηδὲ  εἰδω λολάτρας  γίνεσθαι,  καθώς  τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Ὅρα τοῦ Παύλου τὴν σύνεσιν. Εἶπε τὴν ἁμαρτίαν, εἶπε τὴν αἰτίαν τῆς ἁμαρτίας, εἶπε τὴν κόλασιν τὴν ἐπὶ τῇ ἁμαρτίᾳ, διὰ πάντων  ἡμᾶς παιδεύων φεύγειν  τὴν ἐκείνων μίμησιν. Αἰτία τῆς ἁμαρτίας ἡ ἀδηφαγία· Ἐκάθισε γὰρ ὁ λαὸς φαγεῖν  καὶ πιεῖν. Ἡ ἁμαρτία, αὐτὸ τὸ παίζειν. Εἶτα ἡ τιμωρία, ὅτι Κατεστρώθησαν ἐν τῇ ἐρήμῳ. Πάλιν, Μηδὲ  πορνεύωμεν,  καθώς  τινες  αὐτῶν  ἐπόρνευσαν.  Ἐνταῦθα  τὴν  αἰτίαν  τῆς  πορνείας οὐκ ἔθηκεν, ἀλλὰ τὴν τιμωρίαν. Ποίαν δὲ ταύτην; Ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες.  Τίνος δὲ ἕνεκα  τὴν  πρόφασιν  οὐκ εἶπεν,  ἀφ' ἧς ἡ πορνεία γέγονε; Τοῖς φιλοπόνοις  διδοὺς ἐπὶ τὴν ἱστορίαν ἐλθεῖν, καὶ μαθεῖν τοῦ κακοῦ τὴν ῥίζαν.  Οὗτος γὰρ  ἰατρείας  τρόπος,  τὸ  λέγειν  ἐξ  ὧν  τίκτεται  τὰ  νοσήματα,  καὶ φάρμακα  ἐπιτιθέναι   τοῖς   τραύμασι.  ∆ιὰ  τοῦτό  φησι·  Ταῦτα  δὲ  πάντα   τύποι συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν. Ὥστε ὁ ποιήσας ἐκεῖνα, καὶ κολάσας τοὺς ἀγνωμονήσαντας,  οὗτος ἡμᾶς νουθετεῖ νῦν, οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ δι' αὐτῶν τῶν πραγμάτων, ὅπερ μέγιστός ἐστι νουθεσίας τρόπος. Εἶδες πῶς τοῖς ἐν τῇ χάριτι τὸν ἐν τῇ Παλαιᾷ ταῦτα ποιήσαντα διδάσκαλον ἐπέστησε, δεικνὺς ὅτι εἷς ἐστι καὶ ὁ αὐτὸς, ὁ καὶ ἐκεῖνα ποιήσας, καὶ ταῦτα δι' αὐτοῦ φθεγγόμενος; Εἰ γὰρ ἀλλότριος ἦν, οὐκ ἐκεῖνα τούτων τύπους ἐκάλεσεν, οὐκ ἂν εἰς νουθεσίαν ἡμῶν αὐτὰ γεγράφθαι εἶπεν, οὐκ ἂν διδάσκαλον ἡμῖν ἐπέστησεν, ὃν οὐκ ἐνόμιζεν εἶναι Θεὸν, οὐκ ἂν  ἀπὸ τῶν  ὑπ' ἐκείνου  γενομένων  τότε  ἡμᾶς ἐφόβησεν, ὡς  εἰς τὰς ἐκείνου  πάλιν  μέλλοντας  ἐμπίπτειν  χεῖρας. Νῦν δὲ δεικνὺς,  ὅτι  εἰς τὰς  ἐκείνου μέλλομεν ἐμπίπτειν πάλιν χεῖρας, καὶ ἑκάτερος ὁ λαὸς, κἀκεῖνος καὶ οὗτος, τοῖς ἐκείνου  διοικοῦνται  νόμοις, ἀνέμνησε πάντων  ἐκείνων,  καὶ εἶπεν,  ὅτι Πρὸς νουθεσίαν ἡμῶν ἐγράφη. Ταῦτα οὖν εἰδότες, τοῖς τε παρελθοῦσι, τοῖς τε μέλλουσι πιστεύωμεν.  Ἂν  δέ  τινες   ὦσιν  οἱ  τοῖς  μέλλουσιν   οὐ  πιστεύοντες,  ἀπὸ  τῶν παρελθόντων   αὐτοὺς  ἐνάγωμεν   εἰς  τὴν  τῆς  ἀρετῆς  ἐπιμέλειαν   τὰ  κατὰ  τοὺς Σοδομίτας διηγούμενοι, τὰ κατὰ τὸν κατακλυσμὸν λέγοντες, τὰ κατὰ τὴν Αἴγυπτον ἀναμιμνήσκοντες,  ἵνα  ταῖς  ἑτέρων  σωφρονισθέντες  κολάσεσι, καὶ  βίον  ἄριστον ἐπιδειξάμενοι, καὶ τὸν περὶ τῆς γεέννης καὶ τῆς ἀναστάσεως δέξωνται λόγον. Ἐπεὶ καὶ νῦν ὅσοι τῇ κρίσει διαπιστοῦσιν, οὐδαμόθεν ἑτέρωθεν, ἀλλ' ἀπὸ βίου διεφθαρμένου καὶ πονηροῦ συνειδότος τοῦτο πάσχουσιν. Ὥστε  ἐὰν   ἐκκαθάρωμεν   ἑαυτῶν   τὰς   ἁμαρτίας,   καὶ   τῷ   φόβῳ   τῶν παρελθόντων  παιδεύσωμεν,  καὶ  περὶ  τῶν  μελλόντων   πείσομεν  δέξασθαι λόγον. Ὥσπερ  γὰρ   δόγματα   πονηρὰ   βίον   ἀκάθαρτον   εἰσάγειν   εἴωθεν,   οὕτω   καὶ διεφθαρμένος βίος πονηρίαν δογμάτων πολλάκις ἔτεκεν. Ὅπερ ἵνα μὴ γένηται, καὶ ἡμῖν αὐτοῖς, καὶ τοῖς ἄλλοις ταῦτα κατεπᾴδοντες  τὰ ῥήματα, τήν τε ὀρθὴν πίστιν διαμένωμεν ἔχοντες, καὶ πολιτείαν ἀρίστην ἐπιδειξώμεθα, ἐπειδὴ πανταχόθεν ἡμῖν ὁ λόγος ἀπέδειξεν, ὅτι ταύτης χωρὶς οὐδὲν ὄφελος ἡμῖν ὀρθῶν δογμάτων.Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων, καὶ τῶν προέδρων ἁπάντων, τήν τε ὀρθότητα τῶν δογμάτων, ἣν ἄνωθεν καὶ ἐκ προγόνων παρελάβομεν, ἀκέραιον διατηρῆσαι, καὶ βίον αὐτῇ συμβαίνοντα  προσθεῖναι, ἵνα τῶν  ἐπηγγελμένων  ἀγαθῶν  ἐπιτύχωμεν,χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |