ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Λόγος Παραινετικὸς εἰς Θεόδωρον ἐκπεσόντα

Τετάρτη 15 Ιουνίου 2016

Λόγος Παραινετικὸς εἰς Θεόδωρον ἐκπεσόντα



Ιωάννης Χρυσόστομος
Τόμος  47

Λόγος Παραινετικὸς εἰς Θεόδωρον ἐκπεσόντα

α’. Τὶς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; Εὔκαιρον καὶ ἐμοὶ νῦν εἰπεῖν, καὶ πολλῷ μᾶλλον ἢ τῷ προφήτῃ τότε ἐκείνῳ. Εἰ γὰρ καὶ μὴ πόλεις πολλάς, μηδὲ ὁλόκληρα ἔθνη μέλλοιμι πενθεῖν, ἀλλὰ πολλῶν τοιούτων ἐθνῶν ψυχὴν ἀνταξίαν, μᾶλλον δὲ καὶ τιμιωτέραν. Καὶ γὰρ εἰ κρείττων εἶς ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, ἢ μύριοι παράνομοι, κρείττων ἄρα καὶ σὺ πρότερον ἦσθα τῶν μυριάδων τῶν Ἰουδαϊκῶν. Ὥστε οὐδεὶς ἂν μοι μέμψαιτο νῦν, εἰ καὶ θρήνους τῶν ἐν τῷ προφήτῃ κειμένων πλείονας ἀναγράψαιμι καὶ σφοδροτέρους ἐπιδείξαιμι ὀδυρμούς. Οὐ γὰρ πόλεως πενθῶ κατασκαφήν, οὐδὲ παρανόμων αἰχμαλωσίαν ἀνδρῶν, ἀλλὰ ψυχῆς ἐρήμωσιν ἱερᾶς, καὶ ναοῦ χριστοφόρου καθαίρεσιν καὶ ἀφανισμόν. Τὸν γὰρ κόσμον τῆς διανοίας τῆς σῆς, ὃν κατέφλεξεν ὁ διάβολος νῦν, εἲ τὶς ὅτε ἔλαμπεν ᾔδει καλῶς, οὐκ ἂν ἐστέναξε τοὺς θρήνους ἐπερχόμενος τοῦ προφήτου καὶ ἀκούων, ὅτι χεῖρες βαρβαρικαὶ τὰ ἅγια τῶν ἁγίων ἐμόλυναν, καὶ πῦρ ἐπαφεῖσαι πάντα κατέκαυσαν, τὰ χερουβίμ, τὴν κιβωτόν, τὸ ἱλαστήριον, τὰς πλάκας τὰς λιθίνας, τὴν στάμνον τὴν χρυσῆν. Αὕτη γάρ, ἡ συμφορᾷ πικροτέρα ἐκείνης, ὅσῳ καὶ πολλῷ τιμιωτέρα ἐκείνων σύμβολα εἰς τὴν σὴν ἐναπέκειτο ψυχήν.


Οὗτος ἁγιώτερος ἐκείνου ὁ ναός· οὐδὲ γὰρ χρυσῷ καὶ ἀργύρῳ, ἀλλὰ τῇ τοῦ Πνεύματος ἀπέστιλβε χάριτι, καὶ ἀντὶ τῆς κιβωτοῦ καὶ τῶν χερουβὶμ τὸν Χριστὸν καὶ τὸν τούτου Πατέρα καὶ τὸ Παράκλητον εἶχεν ἱδρυμένον ἐν ἑαυτῷ. Ἀλλὰ νῦν οὐκέτι, ἀλλ’ ἔρημος μὲν καὶ γυμνὸς τοῦ κάλλους ἐκείνου καὶ τῆς εὐπρεπείας ἐστί, τὸν θεῖον καὶ ἄῤῥητον κόσμον ἀποκοσμηθείς, ἔρημος δὲ ἀσφαλείας ἁπάσης καὶ φυλακῆς· καὶ οὔτε θύρα οὔτε μοχλός, ἀλλὰ πᾶσιν ἀνέῳκται τοῖς ψυχοφθόροις καὶ αἰσχροῖς λογισμοῖς· κἂν ὁ τῆς ἀλαζονείας, κἂν ὁ τῆς πορνείας, κἂν ὁ τῆς φιλαργυρίας, κἂν οἱ τοῦτον μιαρώτεροι βουληθῶσιν ἐπεισελθεῖν, ὁ κωλύσων οὐδείς· πρότερον δέ, καθάπερ ὁ οὐρανὸς τούτοις ἐστὶν ἄβατος ἅπασιν, οὕτω καὶ ἡ καθαρότης τῆς διανοίας τῆς σῆς. Καὶ τάχα ἄπιστα δόξω λέγειν τισὶ τοῖς νῦν τὴν ἐρημίαν καὶ τὴν καταστροφὴν ὁρῶσι τὴν σήν· διὰ γὰρ τοῦτο κόπτομαι καὶ πενθῶ, καὶ τοῦτο ποιῶν οὐ παύσομαι, ἕως ἃς σε παλιν ἐπὶ τῆς προτέρας ἴδω φαιδρότητος. Εἰ γὰρ καὶ τοῖς ἀνθρώποις ἀδύνατον εἶναι τοῦτο δοκεῖ, ἀλλὰ τῷ Θεῷ πάντα δυνατά. Αὐτὸς γὰρ ἐστιν «Ὁ ἐγείρων ἀπὸ γῆς πτωχόν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα, τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ». Αὐτὸς ἐστιν «Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην». Μὴ τοίνυν ἀπογνῷς τὴν ἀρίστην μεταβολήν. Εἰ γὰρ ὁ διάβολος τοσοῦτον ἴσχυσεν, ὡς ἀπὸ τῆς κορυφῆς ἐκείνης καὶ τοῦ ὕψους τῆς ἀρετῆς εἰς σε κακίας κατενεγκεῖν, πολλῷ μᾶλλον ὁ Θεὸς ἰσχύσει πρὸς ἐκείνην σε πάλιν ἀνελκύσαι τὴν παῤῥησίαν· καὶ οὐ τοιοῦτον μόνον, ἀλλὰ καὶ πολλῷ μακαριώτερον ἐργάσασθαι τοῦ προτέρου. Μόνον μὴ καταπέσῃς, μηδὲ τὰς χρηστὰς ἐλπίδας ἐκκόψης, μηδὲ πάθῃς τὰ τῶν ἀσεβῶν. Οὐ γὰρ τὸ τῶν ἁμαρτημάτων πλῆθος εἰς ἀπόγνωσιν ἐμβάλλειν εἴωθεν, ἀλλὰ τὸ ψυχὴν ἔχειν ἀσεβῆ. Διὰ τοῦτο ὁ Σολομὼν οὐχ ἁπλῶς εἶπε, Πᾶς τις ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ, ἀλλ’ Ὁ ἀσεβὴς μόνος. Ἐκείνων γὰρ μόνων τοῦτο τὸ πάθος, ἐστίν, ἐπειδὰν εἰς τὸ βάθος ἔλθωσι τῶν κακῶν. Καὶ τοῦτό εστιν ὅπερ αὐτοὺς οὐκ ἀφίησιν ἀναβλέψαι, καὶ ἐπανελθεῖν ὅθεν ἐξέπεσον. Ὁ γὰρ μιαρὸς οὗτος λογισμὸς καθάπερ τις κύφων ἐπικείμενος ἐπὶ τὸν αὐχένα τῆς ψυχῆς, καὶ κάτω νεύειν καταναγκάζων αὐτήν, κωλύει πρὸς τὸν Δεσπότην ἀναβλέψαι τὸν αὐτῆς. Ἀνδρὸς δὲ ἐστι γενναίου καὶ θαυμαστοῦ συντρίψαι τοῦτο τὸ ξύλον, καὶ τὸν ἐπιτιθέντα αὐτὸ δήμιον ἀποκρούσασθαι, καὶ τὰ τοῦ προφήτου φθέγξασθαι ῥήματα· «Ὡς γὰρ ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρήσαι ἡμᾶς. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπιπολὺ ἐπλήσθημεν ἐξουδενώσεως». Θεῖα ἀληθῶς ταῦτα τὰ παιδεύματα, καὶ τῆς ἀνωτάτω φιλοσοφίας δόγματα. Ἐνεπλήσθημεν, φησίν, ἐξουδενώσεως, καὶ μυρία ὑπέστημεν χαλεπά· ἀλλ’ ὅμως τοῦ πρὸς τὸν Θεὸν ἀναβλέπειν οὐκ ἀποστησόμεθα, οὐδέ, πρὶν ἢ λαβεῖν τὴν αἴτησιν, παυσόμεθα αἰτοῦντες αὐτόν. Τοῦτο γὰρ γενναίας ψυχῆς, μὴ καταπίπτειν, μηδὲ ἀπαγορεύειν πρὸς τὸ πλῆθος τῶν κατεχόντων δεινῶν, μηδὲ πολλάκις αἰτοῦντας καὶ ἀποτυγχάνοντας ἀναχωρεῖν, ἀλλ’ ἐπιμένειν, ἕως οὗ οἰκτειρήσῃ ἡμᾶς, καθὼς καὶ ὁ μακάριος Δαυῒδ φησι.


β’. Διὰ γὰρ τοῦτο ὁ διάβολος ἡμᾶς εἰς τοὺς τῆς ἀπογνώσεως ἐμβάλλει λογισμούς, ἵνα ἐκκόψη τὴν ἐλπίδα τὴν πρὸς τὸν Θεόν, τὴν ἄγκυραν τὴν ἀσφαλῆ, τὴν ὑπόθεσιν τῆς ἡμετέρας ζωῆς, τὴν χειραγωγὸν τῆς πρὸς τὸν οὐρανὸν φερούσης ὁδοῦ, τὴν σωτηρίαν τῶν ἀπολλυμένων ψυχῶν. «Τῇ γὰρ ἐλπίδι, φησίν, ἐσώθημεν». Αὕτη γάρ, αὕτη, καθάπερ σειρὰ τὶς ἰσχυρὰ τῶν οὐρανῶν ἐξαρτηθεῖσα, τὰς ἡμετέρας διαβαστάζει ψυχάς, κατὰ μικρὸν πρὸς τὸ ὕψος ἐκεῖνο ἀνέλκουσα τοὺς σφόδρα ἐχομένους αὐτῆς, καὶ τοῦ κλύδωνος ἡμᾶς τῶν βιωτικῶν κακῶν ὑπεραίρουσα. Ἂν οὖν τις μαλακισθῇ καὶ ἀφῇ τὴν ἄγκυραν ταύτην τὴν ἱεράν, κατέπεσέ τε εὐθέως καὶ ἀπεπνίγη εἰς τὴν ἄβυσσον τῆς κακίας ἐλθών. Ὅπερ εἰδὼς ὁ πονηρός, ἐπειδὰν ἡμᾶς αὐτοὺς τῷ τῶν πονηρῶν πράξεων βαρυνομένους συνειδότι αἴσθηται, ἐπελθὼν καὶ αὐτὸς τὸν ἐκ τῆς ἀπογνώσεως λογισμὸν ὄντα μολύβδου βαρύτερον ἐπιτίθησι· κἂν αὐτὸν παραδεξώμεθα, ἀνάγκη λοιπὸν κατασπασθέντας εὐθέως τῷ βάρει, καὶ τῆς σειρᾶς ἀποῤῥαγέντας ἐκείνης κατελθεῖν εἰς τὸ βάθος τῶν κακῶν, ἔνθα καὶ αὐτὸς γέγονας νῦν, τοῦ μὲν πράου καὶ ταπεινοῦ Δεσπότου τὰ προστάγματα ἀφείς, τοῦ δὲ ὠμοῦ καὶ τυράννου καὶ ἄσπονδου τῆς ἡμετέρας σωτηρίας ἐχθροῦ τὰ ἐπιτάγματα ἐξανύων ἅπαντα, καὶ τὸν χρηστὸν διαῤῥήξας ζυγόν, καὶ τὸ φορτίον ῥίψας τὸ ἐλαφρόν, καὶ τὸν μύλον ἐξήρτησας τὸν ὀνικὸν τοῦ τραχήλου τοῦ σοῦ. Ποῦ οὖν στήσῃ λοιπὸν καταποντίζων τὴν ἀθλίαν σου ψυχήν, τοῦ κάτω φέρεσθαι διηνεκῶς τοιαύτην σαυτῷ τὴν ἀνάγκην ἐπιθείς; Ἡ μὲν οὖν τὴν μίαν δραχμὴν εὑροῦσα γυνή, τὰς γείτονας ἐκάλει τῆς εὐφροσύνης κοινωνούς, Συγχάρητέ μοι, λέγουσα· ἐγὼ δὲ τοὺς φίλους ἅπαντας τοὺς τε ἐμοὺς καὶ τοὺς σοὺς ἐπὶ τοῖς ἐναντίοις παρακαλέσω νῦν, οὐ, Συγχάρητέ μοι, λέγων, ἀλλά, Συμπενθήσατε, καὶ θρῆνον ἀναλάβετε τὸν αὐτόν, καὶ γοερὸν σὺν ἡμῖν ἀνακράξατε. Ζημία γὰρ ἡμᾶς ἐσχάτη κατείληφεν, οὐχ ὅτι χρυσίου τάλαντα τόσα καὶ τόσα τῆς ἐμῆς ἐξέπεσε χειρός, οὐδ’ ὅτι λίθων τιμίων πολὺς ἀριθμός, ἀλλ’ ὅτι τούτων ἁπάντων ὁ τιμιώτερος συμπλέων ἡμῖν ταύτην τὴν θάλασσαν τὴν μεγάλην καὶ εὐρύχωρον, οὐκ οἶδ’ ὅπως ἐξολισθήσας, πρὸς αὐτὸν τῆς ἀπωλείας τὸν πυθμένα κατέπεσεν.


γ’. Εἰ δε τινὲς με τοῦ θρηνεῖν ἀπάγειν πειρῶνται, τὰ τοῦ προφήτου πρὸς αὐτοὺς φθέγξομαι λέγων· «Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με». Οὐ γὰρ τοιοῦτον πένθος πενθῶ νῦν, ὡς καὶ κατάγνωσιν φέρειν ἡμῖν τὴν ἀμετρίαν τῶν ὀδυρμῶν, ἀλλ’ ὑπὲρ οὗ, κἂν εἰ Παῦλος, κἂν εἰ Πέτρος ἦν , οὐκ ἂν ᾐσχύνθησαν κλαίοντες καὶ πενθοῦντες καὶ πᾶσαν παράκλησιν διωθούμενοι. Τοῖς μὲν γὰρ τὸν κοινὸν τοῦτον θάνατον ὀδυρομένοις εἰκότως ἂν τις ἐγκαλέσειε μικροψυχίαν πολλήν· ὅταν δὲ ἀντὶ σώματος ψυχὴ προκέηται νεκρά, μυρίας ἔχουσα τὰς ὠτειλάς, καὶ ἐν αὐτῇ τῇ νεκρότητι τὴν εὐφυΐαν ἑαυτῆς ἐμφαίνουσα τὴν προτέραν, καὶ τὴν εὐεξίαν, καὶ τὸ κάλλος τὸ ἀποσβεσθέν, τὶς οὕτως ὠμὸς καὶ ἀσυμπαθής, ὡς ἀντὶ θρήνων καὶ ὀδυρμῶν παραμυθητικοὺς λόγους προσάγειν; Ὥσπερ γὰρ ἐκεῖ τὸ μὴ πενθεῖν φιλοσοφίας ἐστίν, οὕτως ἐνταῦθα τὸ πενθεῖν. Ὁ πρὸς τὸν οὐρανὸν φθάσας, ὁ τῆς τοῦ βίου ματαιότητος καταγελῶν, ὁ τὰ κάλλη τῶν σωμάτων ὡς τὰ ἐν λίθοις ὁρῶν, ὁ χρυσοῦ μὲν ὡς πηλοῦ, τρυφῆς δὲ ἁπάσης ὡς βορβόρου καταφρονῶν, οὗτος ἡμῖν ἐξαίφνης πυρετῷ κατασχεθεὶς ἐπιθυμίας ἄτοπου, καὶ τὴν ὑγείαν καὶ τὴν ἀνδρείαν καὶ τὴν ὥραν ἅπασαν διέφθειρε, καὶ δοῦλος γέγονε τῶν ἡδονῶν. Τοῦτον οὖν οὐ δακρύσομεν, καὶ δοῦλος γέγονε τῶν ἡδονῶν. Τοῦτον οὖν οὐ δακρύσομεν, εἰπὲ μοι, καὶ κοψόμεθα, ἕως ἀνακτησώμεθα πάλιν αὐτόν; Καὶ ποῦ ταῦτα ἀνθρωπίνης ψυχῆς; Τῆς μὲν γὰρ τοῦ σώματος νεκρώσεως τὴν λύσιν οὐκ ἔστιν εὑρεῖν ἐνταῦθα, καὶ ὅμως οὐδὲ τοῦτο τοὺς πενθοῦντας τῶν θρήνων ἀφίστησι· ψυχῆς δὲ νέκρωσιν ἐνταῦθα μόνον ἐστὶν ἀφανίσαι δυνατόν· ἐν γὰρ τῷ ᾅδῃ, φησί, τὶς ἐξομολογήσεταί σοι; Πῶς οὖν οὐ πολλῆς βλακείας ἐστὶ τοὺς μὲν τὸν τοῦ σώματος θάνατον πενθοῦντας οὕτω σφοδρῶς τοῦτο ποιεῖν, καὶ ταῦτα εἰδότας ὅτι οὐκ ἀναστήσουσι τὸν κείμενον τοῖς ὀδυρμοῖς· ἡμᾶς δὲ μηδὲν τοιοῦτον ἐπιδείκνυσθαι, καὶ ταῦτα ἐπισταμένους ὅτι πολλάκις ἐστὶν ἐλπὶς τὴν ἀπολωλυΐαν ψυχὴν εἰς τὴν προτέραν ζωὴν ἐπαναγαγεῖν; Πολλοὶ γὰρ καὶ νῦν καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων ἐκ τῆς ὀρθῆς περιτραπέντες στάσεως καὶ ἐκ τῆς ἐστενοχωρημένης κατακρημνισθέντες ὁδοῦ, οὕτω διανέστησαν πάλιν, ὡς ἀποκρύψαι δευτέροις τὰ πρότερα, καὶ τὸν στέφανον ἀναδήσασθαι, καὶ μετὰ τῶν νικώντων ἀνακηρυχθῆναι, καὶ εἰς τὸν τῶν ἁγίων ἀριθμηθῆναι χορόν. Ἕως μὲν γὰρ ἂν ἐν τῇ καμίνῳ τις ἐστήκῃ τῶν ἡδονῶν, κἂν μύρια τοιαῦτα ὑποδείγματα ἔχῃ, ἀδύνατον αὐτῷ τὸ πρᾶγμα εἶναι δοκεῖ· ἂν δὲ ἀρχὴν βραχεῖαν μόνον λάβῃ τῆς ἐκεῖθεν ἐξόδου, προϊὼν ἀεὶ τὸ μὲν σφοδρότερον τοῦ πυρὸς κατόπιν ἀφίησι, τὰ δὲ ἔμπροσθεν καὶ πρὸ τῶν ποδῶν δρόσου καὶ πολλῆς γέμοντα τῆς εὐκολίας ὄψεται· μόνον μὴ ἀπογνῶμεν, μηδὲ ἀπαγορεύσωμεν τὴν ἐπάνοδον· ὁ γὰρ τοῦτο παθών, κἂν μυρίαν ἰσχὺν καὶ προθυμίαν κεκτημένος ᾗ, μάτην κέκτηται. Τὴν γὰρ θύραν ἀποκλείσας ἅπαξ ἑαυτῷ τῆς μετανοίας, καὶ τὴν εἰς τὸ στάδιον εἴσοδον ἀποτειχίσας, πῶς δυνήσεται ἔξω μένων ἢ μικρὸν ἢ μέγα ἐργάσασθαι ἀγαθόν; Διὰ τοῦτο πάντα μηχανᾶται ὁ πονηρός, ἵνα τοῦτον ἐν ἡμῖν φυτεύσῃ τὸν λογισμόν· οὐκ ἔτι γὰρ αὐτῷ ἱδρώτων δεήσει καὶ πόνων πρὸς τὴν ἡμετέραν ἀντίστασιν· πῶς γάρ, τῶν κειμένων καὶ πεπτωκότων καὶ ἀνταίρειν οὐκ ἐθελόντων αὐτῷ; Ὁ μὲν γὰρ τοῦτον δυνηθεὶς διαδῦναι τὸν δεσμὸν καὶ τὴν ἰσχὺν ἀνακτήσεται τὴν αὐτοῦ, καὶ εἰς ἐσχάτας οὐ παύσεται αὐτῷ παλαιῶν ἀναπνοάς, κἂν εἰς μυρία ἄλλα πέσῃ πτώματα, ἀναστήσεται πάλιν, καὶ συγκόψει τὸν ἐχθρόν· ὁ δὲ τοῖς τῆς ἀπογνώσεως δεθεὶς λογισμοῖς, καὶ τὴν ἰσχὺν παραλύσας τὴν αὐτοῦ, πῶς δυνήσεται περιγενέσθαι καὶ ἀντιστῆναι, ἐξεναντίας φυγών;


δ’. Καὶ μὴ μοι τοὺς ὀλίγα ἡμαρτηκότας εἴπῃς, ἀλλ’ ἔστω τις πάσης κακίας ἀνάμεστος, καὶ πάντα πραττέτω τὰ ἀποκλείοντα τῆς βασιλείας αὐτόν, καὶ οὗτος μὴ τῶν ἐξ ἀρχῆς ἀπίστων, ἀλλὰ τῶν πιστῶν, καὶ εὐηρεστηκότων τῷ Θεῷ πρότερον ὤν, κλέπτης, μέθυσος, ἀρσενοκοίτης, λοίδορος, καὶ τὰ ἄλλα τὰ τούτοις ὅμοια· οὐδὲ γὰρ τοῦτον ἐγὼ ἀποδέξομαι ἀπογινώσκοντα ἑαυτοῦ, κἂν εἰς ἔσχατον γῆρας ἐλάσῃ μετὰ τῆς ἀφάτου καὶ τηλικαύτης κακίας. Εἰ μὲν γὰρ πάθος ἦν ἡ ὀργὴ τοῦ Θεοῦ, καλῶς ἂν τις απέγνω, ὡς οὐ δυνάμενος σβέσαι τὴν φλόγα, ἣν διὰ τῶν τοσούτων ἀνῆψε κακῶν· ἐπειδὴ δὲ ἀπαθὲς τὸ Θεῖόν ἐστι, κἂν κολάζῃ, κἂν τιμωρῆται, οὐ μετ’ ὀργῆς τοῦτο ποιεῖ, ἀλλὰ μετὰ κηδεμονίας καὶ φιλανθρωπίας πολλῆς· διὸ σφόδρα θαῤῥεῖν χρή, καὶ πεποιθέναι τῇ τῆς μετανοίας δυνάμει. Καὶ γὰρ τοῖς εἰς αὐτὸν ἡμαρτηκόσιν οὐ δι’ ἑαυτὸν εἴωθεν ἐπεξέρχεσθαι· οὐδεμία γὰρ εἰς τὴν φύσιν ἐκείνην διαβαίνει βλάβη· ἀλλὰ πρὸς τὸ συμφέρον ἡμῖν σκοπῶν, καὶ ὑπὲρ τοῦ μὴ χείρονα γενέσθαι τὴν διαστροφὴν τὴν ἡμετέραν μελετώντων αὐτοῦ καταφρονεῖν καὶ ὑπερορᾷν. Καθάπερ γὰρ ὁ τοῦ φωτὸς ἐκτὸς ποιῶν ἑαυτόν, ἐκεῖνο μὲν ἐζημίωσεν οὐδέν, ἑαυτὸν δὲ τὰ μέγιστα σκότῳ κατακλεισθείς· οὕτω καὶ ὁ τῆς παναλκοῦς ἐκείνης δυνάμεως καταφρονεῖν ἐθισθείς, ἐκείνην μὲν ἔβλαψεν οὐδέν, ἑαυτὸν δὲ τὴν ἐσχάτην ἔβλαψε βλάβην. Καὶ διὰ τοῦτο ὁ Θεὸς τὰς τιμωρίας ἡμῖν ἀπειλεῖ, καὶ ἐπάγει πολλάκις, οὐχ ὡς ἑαυτὸν ἐκδικῶν, ἀλλ’ ἡμᾶς ἕλκων πρὸς ἑαυτόν. Καὶ γὰρ καὶ ἰατρὸς ἐπὶ ταῖς τῶν παραπαιόντων ὕβρεσιν οὐκ ἀλγεῖ μέν, οὐδὲ δάκνεται, ὅμως δὲ πάντα πράττει καὶ πραγματεύεται ὑπὲρ τοῦ παῦσαι τοιαῦτα ἀσχημονοῦντας ἐκείνους, οὐ τὰ ἑαυτοῦ σκοπῶν, ἀλλὰ τὴν ἐκείνων ὠφέλειαν· κἂν ἐπιδείξωνται μικρὸν τι σωφροσύνης καὶ νήψεως, χαίρει καὶ εὐφραίνεται καὶ πολλῷ σφοδρότερον τὰ φάρμακα ἐπιτίθησιν, οὐχ ὑπὲρ τῶν προτέρων αὐτοὺς ἀμυνόμενος, ἀλλὰ τὴν ὠφέλειαν αὐξῆσαι θέλων, καὶ πρὸς καθαρὰν ὑγίειαν ἐπαναγαγεῖν· οὕτω καὶ ὁ Θεός, ὅταν εἰς τῆς ἐσχάτην μανίαν ἐκπέσωμεν, οὐκ ἀμυνόμενος ὑπὲρ τῶν προτέρων, ἀλλ’ ἀπαλλάξαι τῆς νόσου βουλόμενος, ἅπαντα καὶ λέγει καὶ ποιεῖ· καὶ τοῦτο ἱκανὸν μὲν καὶ ἀπὸ τῶν ὀρθῶν λογισμῶν συνιδεῖν.

ε’. Εἰ δὲ τις ἡμῖν ἀμφισβητοίη τούτων ἕνεκεν, καὶ ἀπὸ τῶν θείων ταῦτα πιστωσόμεθα λογίων, Τὶς γάρ, εἰπὲ μοι, τοῦ Βαβυλωνίων βασιλέως γέγονε μιαρώτερος; Ὃς τοσαύτην τῆς τοῦ Θεοῦ δυνάμεως πεῖραν λαβών, ὡς τὸν προφήτην προσκυνῆσαι τὸν αὐτοῦ, καὶ κελεῦσαι αὐτῷ μαναὰ σπείσαι καὶ θεῖον, πάλιν εἰς τὸν πρότερον ἐξηνήχθη τῦφον, καὶ τοὺς μὴ προτιμήσαντας αὐτὸν τοῦ Θεοῦ, δεδεμένους εἰς τὴν κάμινον ἐνέβαλεν. Ἀλλ’ ὅμως τὸν οὕτως ὠμὸν καὶ ἀσεβῆ καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπον, εἰς μετάνοιαν προσκαλεῖται, καὶ δίδωσιν αὐτῷ καὶ ἑτέρας τοῦ μεταβαλέσθαι ἀφορμάς, πρῶτον μὲν αὐτὸ τὸ ἐν τῇ καμίνῳ θαῦμα γεγονός, μετὰ δὲ ἐκεῖνα τὴν ὄψιν, ἣν εἶδε μὲν ὁ βασιλεύς, ἡρμήνευσε δὲ ὁ Δανιήλ, ἱκανὴν οὖσαν καὶ λιθίνην κάμψαι ψυχὴν καὶ πρὸς τούτοις μετὰ τὴν ἐκ τῶν πραγμάτων παραίνεσιν, καὶ αὐτὸς ὁ προφήτης συνεβούλευε λέγων. «Διὰ τοῦτο, βασιλεῦ, ἡ βουλὴ μου ἀρεσάτω σοι, καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων· ἴσως ἔσται μακροθυμία τοισ παραπτώμασί σου». Τὶ λέγεις, ᾧ σοφὲ καὶ μακάριε; ἔστι μαὶ μετὰ τὴν τοσαύτην ἀπόπτωσιν πάλιν ἐπάνοδος, καὶ μετὰ τοσαύτην νόσον ὑγίεια, καὶ μετὰ τοσαύτην μανίαν πάλιν ἐλπὶς σωφροσύνης; Πάσης ἑαυτὸν προλαβὼν ἐστέρησεν ἐλπίδος ὁ βασιλεύς, πρῶτον μὲν ἀγνοήσας τὸν ποιήσαντα αὐτόν, καὶ εἰς τὴν τιμὴν ἀγαγόντα ἐκείνην, καίτοι τῆς δυνάμεως αὐτοῦ καὶ προνοίας τεκμήρια διηγεῖσθαι ἔχων, καὶ ἐπ’ αὐτοῦ, καὶ ἐπὶ τῶν προγόνων αὐτοῦ γεγενημένα πολλά· μετὰ δὲ τοῦτο πάλιν τῆς σοφίας αὐτοῦ καὶ τῆς προγνώσεως ἐναργῆ σημεῖα λαβών, καὶ μαγικήν, καὶ ἀστρονομίαν, καὶ πάσης διαβολικῆς μαγγανείας τὴν σκηνὴν ἀνατραπεῖσαν ἰδών, χαλεπώτερα τῶν προτέρων ἐπεδείξατο. Ἃ γὰρ οἱ σοφοὶ μάγοι Γαζαρηνοὶ διασαφῆσαι οὐκ ἴσχυσαν, ἀλλ’ ὡμολόγουν μείζονα ἢ κατὰ ἀνθρωπίνην φύσιν εἶναι, ταῦτα παιδίον αἰχμάλωτον ἐπιλύσασθαι ποιήσας αὐτῷ, οὕτως αὐτὸν ἐπηγάγετο ἐκείνῳ τῷ θαύματι, ὡς μὴ μόνον αὐτὸν πιστεῦσαι, ἀλλὰ καὶ τῇ οἰκουμένῃ πάσῃ τοῦ δόγματος τούτου γενέσθαι κήρυκα καὶ διδάσκαλον σαφῆ. Ὥστε εἰ καὶ πρὶν σημεῖον τοιοῦτον λαβεῖν ἀσύγγνωστος ἦν ἀγνοῶν τὸν Θεόν, πολλῷ μᾶλλον μετ’ ἐκεῖνο τὸ θαῦμα, καὶ τὴν ὁμολογίαν αὐτοῦ, καὶ τὴν διδασκαλίαν τὴν εἰς ἑτέρους γεγενημένην. Οὔτε γὰρ ἂν μὴ πιστεύσας καλῶς, ὅτι μόνος ἐστὶν ὁ Θεὸς ἀληθής, τοσαύτην εἰς τὸν ἐκείνου θεράποντα τιμὴν ἐπεδείξατο, καὶ τοιαῦτα τοῖς ἄλλοις ἐνομοθέτησεν. Ἀλλ’ ὅμως μετὰ τὴν τοιαύτην ὁμολογίαν εἰς εἰδωλολατρείαν πάλιν ἐξέπεσε, καὶ ὁ πεσὼν ἐπὶ πρόσωπον, καὶ τὸν τοῦ Θεοῦ προσκυνήσας δοῦλον, οὗτος εἰς τοσοῦτον ἐξεβακχεύθη μανίας, ὥστε τοὺς τοῦ Θεοῦ δούλους μὴ προσκυνοῦντας αὐτὸν εἰς κάμινον ἐμβαλεῖν. Τὶ οὖν; Μετῆλθεν ὁ Θεὸς τὸν ἀποστάτην, ὡς μετελθεῖν ἔδει; Μείζονα μὲν οὖν αὐτῷ τεκμήρια τῆς οἰκείας παρέσχε δυνάμεως, μετὰ τὴν τοσαύτην ἀπόνοιαν ἕλκων ἐπὶ τὰ πρότερα πάλιν αὐτόν· καὶ τὸ δὴ θαυμαστότερον· ἵνα γὰρ μὴ ἀπιστῆται πάλιν διὰ τὴν ὑπερβολὴν τῶν θαυμάτων τὰ γινόμενα, οὐκ ἐν ἄλλῳ τινὶ τὸ σημεῖον ἐποίησεν, ἀλλ’ ἐπὶ τῆς καμίνου, ἢν ἀνῆψεν αὐτὸς ἐπὶ τῶν παίδων, οὓς ἔδησε καὶ ἐνέβαλεν. Ἦν μὲν οὖν καὶ τὸ σβέσαι τὴν φλόγα θαυμαστὸν καὶ παράδοξον· ὁ δὲ φιλάνθρωπος ὑπὲρ τοῦ μείζονα ἐνθεῖναι φόβον, καὶ πλείονα ποιῆσαι τὴν ἔκπληξιν, καὶ πᾶσαν αὐτοῦ λῦσαι τὴν πώρωσιν, τὸ τούτου μεῖζον ἐποίησε καὶ παραδοξότερον. Ἀφεὶς γὰρ αὐτὴν ἐκκαυθῆναι τοσοῦτον, ὅσον ἠθέλησεν ἐκεῖνος, οὕτω τὴν οἰκείαν ἐνδείκνυται δύναμιν, οὐ καταλύων τὰ μηχανήματα τῶν ἐχθρῶν, ἀλλ’ ἑστῶτα ἄκυρα ποιῶν. Ἵνα δὲ μὴ αὐτοὺς ἰδὼν περιγεγονότας τῆς φλογός, φάντασμα εἶναι νομίσῃ, συνεχώρησε καυθῆναι τοὺς ἐμβαλόντας αὐτούς, δεικνὺς ὅτι πῦρ μὲν ἦν ἀληθῶς τὸ ὁρώμενον· οὐ γὰρ ἂν νάφθαν καὶ στύππιον καὶ κληματίδας καὶ τοσαῦτα κατέφαγε σώματα· τῆς δὲ αὐτοῦ προσταγῆς ἰσχυρότερον οὐδέν· ἀλλ’ ἕπεται τῶν ὄντων ἁπάντων ἡ φύσις τῷ ἐκ τοῦ μὴ ὄντος αὐτὴν εἰς τὸ εἶναι παραγαγόντι· ὅπερ οὖν καὶ τότε ἐδείκνυτο· σώματα γὰρ ἡ φλὸξ ἀπολαβοῦσα φθαρτά, καθάπερ ἀφθάρτων ἀπέσχετο, καὶ σώαν τὴν παρακαταθήκην ἀπέδωκε, καὶ μετὰ πολλῆς τῆς λαμπρότητος. Ὥσπερ γὰρ ἐκ βασιλείων τινῶν βασιλεῖς, οὕτως ἀπὸ τῆς καμίνου ἀνεχομένου λοιπὸν ὁρᾷν, ἀλλὰ πάντων τοὺς ὀφθαλμοὺς ἀπ’ ἐκείνου μεταθέντων ἐπὶ τὴν παράδοξον θεωρίαν, καὶ οὔτε τὸ διάδημα, οὔτε ἡ ἁλουργίς, οὔτε ἄλλο τι τῆς φαντασίας τῆς βασιλικῆς, οὕτω τοὺς ὄχλους τῶν ἀπίστων ἐπέστρεψεν, ὡς ἡ θέα τῶν πιστῶν ἐκείνων, ἐγχρονισάντων μὲν τῷ πυρί, οὕτω δὲ ἐξελθόντων ἐκεῖθεν, ὡς τοὺς ἐν ὀνείρῳ τοῦτο παθόντας εἰκὸς ἦν. Καὶ γὰρ ὃ πάντων εὐθραυστότερόν ἐστι τῶν ἐν ἡμῖν, ἡ τῶν τριχῶν φύσις, ἀδάμαντος τότε ἰσχυρότερον ἐκράτει τῆς παμφάγου φλογός. Καὶ οὐ τοῦτο μόνον ἦν τὸ θαυμαστόν, ὅτι εἰς μέσον ἀποῤῥιφέντες ἔπαθον οὐδέν, ἀλλ’ ὅτι καὶ φθεγγόμενοι ἦσαν διαπαντός· ἴσασι δὲ πάντες ὅσοι τοῖς καιομένοις παραγεγόνασιν, ὡς ἕως μὲν ἂν ἔχωσι μεμυκότα ἐκεῖνοι τὰ χείλη, κἂν βραχὺ γοῦν ἀντέχουσι πρὸς τὸν ἐμπρησμόν· εἰ δὲ συμβαίη διᾶραι τὸ στόμα αὐτῶν, εὐθέως ἀφίπταται τοῦ σώματος ἡ ψυχή. Ἀλλ’ ὅμως τοσούτων γενομένων θαυμάτων, καὶ πάντων καταπλαγέντων τῶν παρόντων καὶ θεωμένων, καὶ τῶν ἀπόντων διὰ γραμμάτων τοῦτο μεμαθηκότων, ὁ τοὺς ἄλλους διδάξας βασιλεὺς ἀδιόρθωτος ἔμεινε, καὶ πάλιν ἐπὶ τὴν προτέραν ἐπανῄει κακίαν. Καὶ οὐδὲ οὕτως αὐτὸν ὁ θεὸς ἐκόλασεν, ἀλλ’ ἐμακροθύμησεν ἔτι, καὶ δι’ ὀνειράτων καὶ διὰ τοῦ προφήτου συμβουλεύων αὐτῷ. Ἐπειδὴ δὲ οὐδὲν οὐδενὶ τούτων βελτίων ἐγένετο, τότε ἐπάγει τὴν τιμωρίαν λοιπόν, οὐχ ὑπὲρ τῶν ἤδη γεγονότων ἀμυνόμενος, ἀλλὰ τὰ μέλλοντα ἐκκόπτων δεινά, καὶ τῆς εἰς τὸ ἔμπροσθεν ἀναστέλλων κακίαν, καὶ οὐδὲ τοῦτο εἰς τέλος, ἀλλ’ ἐπ’ ὀλίγοις αὐτὸν παιδεύσας ἔτεσι, τῇ προτέρᾳ πάλιν ἀπέδωκε τιμῇ, ζημιωθέντα μὲν ἀπὸ τῆς κολάσεως οὐδέν, κερδάναντα δὲ τὸ πάντων μέγιστον τῶν ἀγαθῶν, τὸ στεῤῥῶς τῆς εἰς τὸν Θεὸν ἔχεσθαι πίστεως, καὶ μεταγνῶναι ἐπὶ τοῖς πρότερον ἡμαρτημένοις οὕτω.

ς’. Τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ φιλανθρωπία· οὐδέποτε μετάνοιαν γινομένην εἰλικρινῶς ἀποστρέφεται, ἀλλὰ κἂν πρὸς αὐτὸ τις τῆς κακίας ἐλάσῃ τὸ πέρας, κἀκεῖθεν ὑποστρέψαι πάλιν ἕληται πρὸς τὴν τῆς ἀρετῆς ὁδόν, καὶ δέχεται καὶ προσίεται τοῦτον, καὶ πάντα ποιεῖ ὥστε αὐτὸν εἰς τὴν προτέραν κατάστασιν ἐπαναγαγεῖν. Καὶ τὸ πολλῷ τούτου φιλανθρωπότερον· κἂν γὰρ μὴ πᾶσάν τις ἐπιδείξηται τὴν μετάνοιαν, οὐδὲ τὴν βραχεῖαν καὶ πρὸς ὀλίγον γεγενημένην παραπέμπεται, ἀλλὰ καὶ ταύτῃ τίθησι πολὺν τὸν μισθόν· καὶ τοῦτο δῆλον ἐξ ὧν Ἡσαΐας ὁ προφήτης περὶ τοῦ τῶν Ἰουδαίων λαοῦ οὑτωσὶ πὼς φησι. «Δι’ ἁμαρτίαν βραχὺ τι ἐλύπησα αὐτόν, καὶ ἐπάταξα αὐτόν, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτοῦ, καὶ ἐλυπήθη, καὶ ἐπορεύθη στυγνός, καὶ ἰασάμην αὐτόν, καὶ παρεκάλεσα αὐτόν». Μαρτυρήσειε δ’ ἂν ἡμῖν καὶ ὁ ἀσεβέστατος βασιλεὺς ἐκεῖνος, ὁ γεγονὼς μὲν ἔκδοτος τοῖς ἁμαρτήμασιν ὑπὸ τῆς γυναικός· ἐπειδὴ δὲ μόνον ἐπένθησε, καὶ σάκκον περιεβάλετο, καὶ κατέγνω τὴν πλημμεληθέντων αὐτῷ, οὕτως ἐπεσπάσατο τοῦ Θεοῦ τὸν ἔλεον, ὡς πάντων αὐτὸν ἀπαλλάξας τῶν ἐπηρτημένων κακῶν. Εἶπε γὰρ ὁ Θεὸς τῷ Ἠλίᾳ· «Ἑώρακας πῶς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου; Οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ, ἀνθ’ ὧν ὅτι ἔκλαυσεν ἀπὸ προσώπου μου». Καὶ μετὰ τοῦτο πάλιν ὁ Μανασσῆς πάντας τῇ μανία παρελάσας καὶ τῇ τυραννίδι, καὶ τὴν νομικὴν ἀνατρέψας λατρείαν, καὶ τὸν ναὸν ἀποκλείσας, καὶ τὴν τῶν εἰδώλων πλάνην ποιήσας ἀνθεῖν, καὶ πάντων τῶν ἔμπροσθεν γενόμενος ἀσεβέστερος, ἐπειδὴ μετενόησεν ὕστερον, εἰς τοὺς τοῦ Θεοῦ κατετάττετο φίλους. Εἰ δὲ εἰς τὸ μέγεθος ἀπιδὼν τῶν οἰκείων ἀνομιῶν, ἀπέγνω τὴν ἐπάνοδον καὶ τὴν μεταβολήν, πάντων ἂν ἐξέπεσεν, ὧν μετὰ ταῦτα ἐπέτυχε· νῦν δέ, ἀντὶ τῆς ὑπερβολῆς τῶν ἠμαρτημένων αὐτῷ, εἰς τὸ ἄπειρον τῆς εὐσπλαχνίας ἰδὼν τοῦ Θεοῦ, καὶ τὰ δεσμὰ διαῤῥήξας τοῦ διαβόλου, διανέστη, καὶ ἠγωνίσατο, καὶ τὸν δρόμον ἐτέλεσε τὸν καλόν. Οὐ μόνον δὲ διὰ τῶν εἰς τούτους γεγενημένων, ἀλλὰ καὶ διὰ τῶν τοῦ προφήτου ῥημάτων ἐκκόπτει τοὺς τῆς ἀπογνώσεως λογισμοὺς ὁ Θεός, οὑτωσὶ λέγων· «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνετε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ».
Τὸ δὲ σήμερον, ἐν παντὶ τῷ βίῳ λέγεσθαι δυνατόν, καὶ πρὸς αὐτῷ δέ, εἰ βούλει, τῷ γήρᾳ· οὐ γὰρ χρόνων ποσότητι, ἀλλὰ διαθέσει ψυχῆς ἡ μετάνοια κρίνεται. Καὶ γὰρ οἱ Νινευῖται οὐ πολλῶν ἐδεήθησαν ἡμερῶν, ὥστε ἐξαλεῖψαι τὴν ἁμαρτίαν αὐτῶν, ἀλλ’ ἴσχυσε βραχὺς τῆς ἡμέρας καιρὸς ἅπασαν ἀφανίσαι τὴν ἀνομίαν αὐτῶν· καὶ ὁ λῃστὴς δὲ οὐκ ἐν χρόνῳ μακρῶ τὴν εἰς τὸν παράδεισον εἴσοδον ἤνυσεν, ἀλλ’ ὅσην ἂν ἀναλώσειεν ὥραν τις ῥῆμα φθεγγόμενος ἕν, ἐν τοσαύτη ῥοπῇ τὰ ἐν παντὶ τῷ βίῳ ἡμαρτημένα ἅπαντα ἀπολουσάμενος, καὶ πρὸ τῶν ἀποστόλων τὸ τῆς εὐδοκιμήσεως βραβεῖον ἐλάμβανεν. Ὁρῶμεν δὲ καὶ τοὺς μάρτυρας, οὐκ ἐν πολλοῖς ἔτεσιν, ἀλλ’ ἐν ἡμέραις ὀλίγαις, πολλάκις δὲ καὶ ἐν μιᾷ μόνον, τοὺς λαμπροὺς ἐπιτιθεμένους στεφάνους.


ζ’. Ὥστε προθυμίας ἡμῖν χρεία πανταχοῦ καὶ πολλῆς διαθέσεως· κἂν οὕτω τὸ συνειδὸς παρασκευάσωμεν, ὥστε μετὰ τοσαύτης σφοδρότητος καὶ τὴν προτέραν μισῆσαι κακίαν, καὶ τὴν ἐναντίαν ἑλέσθαι ὁδόν, μεθ’ ὅσης ὁ Θεὸς βούλεται καὶ ἀπαιτεῖ, οὐδὲν ἀπὸ τῶν χρόνων ἔλαττον ἕξομεν· πολλοὶ βοῦν ἔσχατοι γενόμενοι τοὺς πρώτους ὑπερηκόντισαν. Οὐ γὰρ τὸ πεσεῖν χαλεπόν, ἀλλὰ τὸ πεσόντα κεῖσθαι καὶ μὴ ἀνίστασθαι, ἀλλὰ ἐθελοκακοῦντα καὶ βλακεύοντα, τοῖς τῆς ἀπογνώσεως λογισμοῖς τὴν τῆς προαιρέσεως ἀποκρύπτειν ἀσθένειαν. Πρὸς οὓς καὶ ὁ προφήτης διαπορούμενος ἔλεγε· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει»; Εἰ δὲ τινας τῶν μετὰ τὸ πιστεῦσαι πάλιν ἐκπεσόντων ζητοίης παρ’ ἡμῶν, καὶ ταῦτα μὲν ἅπαντα ὑπὲρ τούτων εἴρηται· ὁ γὰρ πεσὼν τῶν ἑστώτων πρότερον ἦν, οὐ τῶν κειμένων· πῶς γὰρ ἂν ὁ τοιοῦτος πέσοι; Εἰρήσεται δὲ καὶ ἕτερα, τὰ μὲν διὰ παραβολῶν, τὰ δὲ διὰ σαφεστέρων πράξεών τε καὶ λόγων. Καὶ γὰρ τὸ πρόβατον ἐκεῖνο, τὸ τῶν ἐνενήκοντα καὶ ἐννέα ἀποσχισθέν, εἶτα πάλιν ἐπαναχθέν, οὐδὲν ἕτερον ἡμῖν, ἢ τὴν τῶν πιστῶν δείκνυσιν ἔκπτωσίν τε καὶ ἐπάνοδον· πρόβατον γὰρ ἦν, καὶ τοῦτο οὐχ ἑτέρας ποίμνης τίνος, ἀλλὰ τοῦ τῶν λοιπῶν ἀριθμοῦ, καὶ ὑπὸ τῷ ποιμένι πρότερον ἐνέμετο, καὶ ἐπλανήθη πλάνην οὐ τὴν τυχοῦσαν, ἀλλ’ ἐπὶ τὰ ὄρη καὶ τὰς νάπας, τουτέστι μακρὰν τινα ὁδόν, καὶ πολλῷ τῆς εὐθείας ἀπέχουσαν. Ἆρ’ οὖν εἴασεν αὐτὸ πλανηθῆναι; Οὐδαμῶς, ἀλλ’ ἐπανήγαγεν, οὐκ ἐλάσας, οὐδὲ μαστίξας, ἀλλ’ ἐπὶ τῶν ὤμων λαβών. Καθάπερ γὰρ οἱ τῶν ἰατρῶν ἄριστοι τοὺς νοσοῦντας νόσον μακρὰν μετὰ πολλῆς τῆς θεραπείας ἐπὶ τὴν ὑγίειαν ἐπανάγουσιν, οὐ μόνον κατὰ τὸν τῆς ἰατρείας νόμον αὐτοὺς θεραπεύοντες, ἀλλ’ ἔστιν ὅπου καὶ χαριζόμενοι· οὕτω καὶ ὁ Θεὸς τοὺς σφόδρα διαφθαρέντας οὐ μετὰ πολλῆς ἄγει τῆς σφοδρότητος ἐπὶ τὴν ἀρετήν, ἀλλ’ ἠρέμα καὶ κατὰ μικρόν, καὶ διαβαστάζων πανταχοῦ, ὥστε μὴ πλέον γενέσθαι τὸ σχίσμα, μηδὲ μακροτέραν τὴν πλάνην. Οὐχ αὕτη δὲ μόνον ἡ παραβολὴ τοῦτο ᾐνίξατο, ἀλλὰ καὶ ἡ τοῦ παιδὸς τοῦ ἀσώτου. Καὶ γὰρ καὶ οὗτος οὐκ ἀλλότριός τις ἦν, ἀλλ’ υἱός, καὶ ἀδελφὸς τοῦ εὐηρεστηκότος παιδός, καὶ εἰς κακίαν οὐ τὴν τυχοῦσαν ἐξώκειλεν, ἀλλ’ εἰς αὐτὸ τὸ πέρας, ὡς ἂν τις εἴποι, τῶν κακῶν, ὁ πλούσιος καὶ ἐλεύθερος καὶ εὐγενὴς οἰκετῶν καὶ ξένων καὶ μισθωτῶν ἀθλιώτερον διατεθείς. Ἀλλ’ ὅμως πάλιν εἰς τὸ ἐξ ἀρχῆς ἐπανῆλθε, καὶ τὴν προτέραν δόξαν ἀπέλαβεν. Εἰ δὲ ἀπεγνώκει τῆς ἑαυτοῦ ζωῆς, καὶ τοῖς συμβεβηκόσιν ἀπαγορεύσας ἔμεινεν ἐπὶ τῆς ἀλλοτρίας, οὐκ ἂν ἔτυχεν ὦνπερ καὶ ἔτυχεν, ἀλλὰ λιμῷ διαφθαρεὶς τὸν ἁπάντων οἴκτιστον ὑπέμεινε θάνατον· ἐπειδὴ δὲ μετενόησε, καὶ οὐκ ἀπέγνω, μετὰ τὴν τοσαύτην διαφθορὰν ἐπὶ τῆς αὐτῆς φαιδρότητος γίνεται πάλιν, καὶ τὴν καλλίστην περιβάλλεται στολήν, καὶ μειζόνων ἀπολαύει τοῦ μὴ καταπεπτωκότος ἀδελφοῦ. «Τοσαῦτα γὰρ ἔτη, φησί, δουλεύω σοι καὶ οὐδέποτε ἐντολὴν σου παρῆλθον, καὶ οὐδέποτέ μοι ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῷ· ὅτε δὲ ὁ υἱὸς σου οὗτος ὁ καταφαγὼν σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν»· τοσαύτη ἡ τῆς μετανοίας ἰσχύς.


η’. Τοσαῦτα οὖν ἔχοντες ὑποδείγματα μὴ παραμείνωμεν τοῖς κακοῖς, μηδὲ ἀπογνῶμεν τὴν καταλλαγήν, ἀλλ’ εἴπωμεν καὶ αὐτοί, «Πορεύσομαι πρὸς τὸν Πατέρα μου» καὶ ἐγγίσωμεν τῷ Θεῷ. Αὐτὸς γὰρ ὑμᾶς οὐδέποτε ἀποστρέφεται, ἀλλ’ ἡμεῖς ἐσμεν οἱ μακρύνοντες ἑαυτούς· «Θεὸν γάρ, φησίν, ἐγγίζων ἐγὼ εἰμι, καὶ οὐ Θεὸς πόρροθεν». Καὶ διὰ τοῦδε τοῦ προφήτου πάλιν ἐγκαλῶν αὐτοῖς ἔλεγεν· «Οὐχὶ οἱ ἁμαρτίαι ὑμῶν διαστῶσιν ἀναμέσον ὑμῶν καὶ ἐμοῦ»; Ἐπειδὴ οὖν τοῦτό ἐστι τὸ πόῤῥῳ ποιοῦν ἡμᾶς τοῦ Θεοῦ, περιέλωμεν τὸ χαλεπὸν τοῦτο διάφραγμα, καὶ τὸ κωλύον οὐδὲν γενέσθαι ἐγγύς. Ἄκουσον δὲ καὶ ἐπ’ αὐτῶν τῶν πραγμάτων τοῦτο γεγενῆσθαι. Παρὰ Κορινθίοις ἐπίσημός τις ἀνὴρ ἁμαρτίαν τοιαύτην, οἵα οὐδὲ ἐν τοῖς ἔθνεσιν ὠνομάζετο. Πιστὸς δὲ οὗτος ἦν, καὶ τῶν ᾠκειωμένων Χριστῷ· τινὲς δὲ αὐτὸν καὶ τῶν ἱερωμένων εἶναί φασι. Τὶ οὖν; Ἆρα ἐξέκοψεν αὐτὸν τῆς τῶν σωζομένων μερίδος ὁ Παῦλος; Οὐδαμῶς· αὐτὸς γὰρ ἐστιν ὁ μυρία ἄνω καὶ κάτω Κορινθίοις ἐγκαλῶν, ὅτι αὐτὸν εἰς μετάνοιαν οὐ κατέστησαν· βουλόμενος δὲ ἡμῖν δεῖξαι, ὅτι οὐκ ἔστιν ἁμάρτημα, ὃ μὴ δύναται ἰαθῆναι, πάλιν ἔλεγε πὲρ αὐτοῦ τοῦ χαλεπώτερα τῶν ἐθνικῶν ἡμαρτηκότος· «Παράδοτε τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Ἀλλὰ τοῦτο μὲν πρὸ τῆς μετανοίας· ἐπειδὴ δὲ μετενόησεν, «Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία, φησίν, ἡ ὑπὸ τὸ πλειόνων»· καὶ ἐπέστελλε παρακαλέσαι πάλιν αὐτόν, καὶ προσίεσθαι τὴν μετάνοιαν, ὥστε αὐτὸν μὴ πλεονεκτηθῆναι ὑπὸ τοῦ σατανᾶ. Καὶ ἔθνος δὲ ὁλόκληρον τὸ τῶν Γαλατῶν μετὰ τὸ πιστεῦσαι, καὶ σημεῖα ἐργάσασθαι, καὶ πολλοὺς πειρασμοὺς ἐνεγκεῖν διὰ τὴν πίστιν τὴν εἰς τὸν Χριστόν, καταπεσόντας πάλιν ἀνίστησιν. Ὅτι μὲν γὰρ ἐθαυματούργουν, ἐδήλωσεν εἰπών· «Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν»· ὅτι δὲ καὶ πολλὰ τῆς πίστεως ἕνεκεν ἤθλησαν, καὶ τοῦτο ἐδήλωσε λέγων· «Τοσαῦτα ἐπάθετε εἰκῆ, εἲ γε καὶ εἰκῇ». Ἀλλ, ὅμως μετὰ τὴν τοσαύτην ἐπίδοσιν, ἁμαρτίαν ἥμαρτον ἱκανὴν ἀλλοτριῶσαι αὐτοὺς τοῦ Χριστοῦ· περὶ ἧς αὐτὸς ἀποφαίνεται λέγων· «Ἴδε ἐγὼ Παῦλος, λέγω ἡμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς οὐδὲν ὑμᾶς ὠφελήσει». Καὶ πάλιν, «Οἵτινες ἐν νόμῳ δικαιοῦσθαι, τῆς χάριτος ἐξεπέσατε· καὶ μετὰ τὴν τοσαύτην ὅμως παράπτωσιν, προσίεται αὐτούς, λέγων· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν»· δεικνύς, ὅτι μετὰ τὴν ἐσχάτην διαφθορὰν δυνατὸν πάλιν ἄνωθεν μορφωθῆναι τὸν Χριστὸν ἐν ἡμῖν· οὐ γὰρ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν».


θ’. Ἐπιστρέψωμεν οὖν, ᾧ φίλη κεφαλή, καὶ τὸ θέλημα ἐξανύσωμεν τοῦ Θεοῦ. Διὰ γὰρ τοῦτο ἡμᾶς ἔκτισε, καὶ εἰς τὸ εἶναι παρήγαγεν, ἵνα τῶν αἰωνίων ποιήσῃ μετασχεῖν ἀγαθῶν, ἵνα τὴν βασιλείαν παράσχῃ τῶν οὐρανῶν, οὐχ ἵνα εἰς γέενναν ἐμβάλῃ, καὶ τῷ πυρὶ παραδῷ· τοῦτο γὰρ οὐ δι’ ἡμῖν εὐτρέπισται, καὶ παρεσκεύασται πάλαι. Καὶ ταῦτα ἀμφότερα ὑποδεικνύς, ἔλεγε τοῖς μὲν ἐκ δεξιῶν· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρὸς μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου»· τοῖς δὲ ἐξ εὐωνύμων, «Πορεύεσθαι ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς πῦρ τὸ αἰώνιον τὸ ἠτιμασμένον», οὐκ ἔτι ὑμῖν, ἀλλὰ «τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὑτοῦ». Οὕτως οὐ δι’ ἡμᾶς ἡ γέεννα γέγονεν, ἀλλὰ δι’ ἐκεῖνον καὶ τοὺς ἀγγέλους ἐκείνου· ἡ δὲ βασιλεία πρὸ καταβολῆς κόσμου ἡμῖν παρασκευασταί. Μὴ τοίνυν ἀναξίους ἑαυτοὺς τῆς τοῦ νυμφῶνος εἰσόδου παρασκευάσωμεν· ἕως μὲν γὰρ ἂν ὦμεν ἐνθάδε, κἂν μυρία ἁμάρτωμεν, ἔνεστι πάντα ἀπολούσασθαι, μετάνοιαν τῶν ἁμαρτηθέντων ἐπιδειξαμένους· ἡνίκα δὲ ἂν ἀπαχθῶμεν ἐκεῖ, οὐδ’ ἂν σφοδροτάτην ἐπιδειξώμεθα τὴν μετάνοιαν, ἔσται τι πλέον λοιπόν, ἀλλὰ κἂν τοὺς ὀδόντας βρύχωμεν, κἂν κοπτώμεθα, κἂν μυρία παρακαλῶμεν, οὐδὲ ἄκρῳ τις ἐπιστάξει τῷ δακτύλῳ φλεγομένοις ἡμῖν, ἀλλ’ ἀκουσόμεθα ταῦτα, ἅπερ καὶ ὁ πλούσιος τότε ἐκεῖνος, ὅτι «Χάσμα μέγα μεταξὺ ἡμῶν καὶ ὑμῶν ἐστήρικται». Ἀνανήψωμεν οὖν ἐνταῦθα, παρακαλῶ, καὶ τὸν Δεσπότην ἐπιγνῶμεν τὸν ἑαυτῶν, ὡς ἐπιγνῶναι χρή. Τότε γὰρ μόνον ἀπογνῶναι δεῖ τὴν ἀπὸ τῆς μετανοίας ἐλπίδα, ὅταν ἐν τῷ ᾅδῃ γενώμεθα· ἐκεῖ γὰρ μόνο τοῦτο τὸ φάρμακον ἀσθενὲς καὶ ἄχρηστον· ἐνταῦθα δὲ ὄντων ἡμῶν, κἂν ἐν αὐτῷ τῷ γήρᾳ ἐπιτεθῇ, πολλὴν ἐπιδείκνυται τὴν ἰσχύν. Διὸ καὶ ὁ διάβολος πάντα κινεῖ, ἵνα ῥιζώσῃ τὸν τῆς ἀπογνώσεως ἡμῖν λογισμόν· οἶδε γάρ, ὅτι κἂν μικρὸν μετανοήσωμεν, οὐκ ἀμισθὶ τοῦτο πράξομεν. Ἀλλ, ὥσπερ ὁ ποτήριον ψυχροῦ ἐπιδιδοὺς ἀποκειμένην ἔχει τὴν ἀμοιβήν, οὕτω καὶ ὁ μετανοήσας ἐφ’ οἷς ἔπραξε δεινοῖς, κἂν μὴ τῶν ἁμαρτημάτων ἀξίαν ἐπιδείξηται τὴν μετάνοιαν, καὶ αὐτῆς ταύτης ἕξει τὴν ἀντίδοσιν. Οὐδὲν γὰρ ὅλως τῶν ἀγαθῶν, κἂν μικρὸν ᾗ, παροφθήσεται παρὰ τοῦ δικαίου κριτοῦ. Εἰ γὰρ ἁμαρτήματα μετὰ τοσαύτης ἐξετάζεται τῆς ἀκριβείας, ὡς καὶ ῥημάτων καὶ ἐνθυμημάτων τιννύειν τιμωρίας ἡμᾶς, πολλῷ μᾶλλον τὰ κατορθώματα, κἂν μεγάλα ᾗ, κἂν μικρά, λογισθήσεται κατ’ ἐκεῖνον ἡμῖν τὸν καιρόν. Ὥστε κἂν μὴ πρὸς αὐτὴν τὴν ἀκρίβειαν πάλιν ἐπανέλθεις δυνηθῇς, ἀλλὰ τὸ τυχὸν γοῦν τῆς παρούσης νόσου καὶ ἀσελγείας ἀποστήσῃς σεαυτόν, οὐδὲ τοῦτο ἔσται ἀνόνητον· μόνον ἀρχὴν ἐπίθες τῷ πράγματι, καὶ τὴν εἰς τοὺς ἀγῶνας εἴσοδον ἄνοιξον· ἕως δ’ ἂν ἔξω μένῃς, εἰκότως δύσκολον καὶ ἄπορον τοῦτό σοι φαίνεται. Πρὸ γὰρ τῆς πείρας, κἂν σφόδρα ᾗ τὰ πράγματα κοῦφα καὶ φορητά, ὅμως ἔμφασιν ἡμῖν παρέχειν εἴωθε δυσκολίας πολλῆς· ὅταν δὲ ἐν αὐτοῖς διὰ τῆς πείρας γενώμεθα, καὶ κατατολμήσωμεν, τὸ πλέον τῆς ἀγωνίας ἐξίσταται, καὶ τὸ θαῤῥεῖν ἀντὶ τοῦ τρέμεν καὶ ἀπογινώσκειν ἐπεισελθὸν ἐλαττοῖ μὲν τὸν φόβον, αὔξει δὲ τὴν εὐμάρειαν, καὶ τὰς χρηστὰς ἐλπίδας ἰσχυροτέρας ποιεῖ. Διὰ τοῦτο καὶ τὸν Ἰούδαν ἀπήγαγεν ἐνθένδε ὁ πονηρός, ἵνα μὴ τῆς προσηκούσης λαβόμενος ἀρχῆς, ἐπανέλθῃ διὰ τῆς μετανοίας ὅθεν ἐξέπεσεν. Ἐγὼ γάρ, εἰ καὶ παράδοξον τὸ λεγόμενον, οὐδὲ ἐκεῖνο τὸ ἁμάρτημα μεῖξον εἴποιμι ἂν εἶναι τῆς ἀπὸ τῆς μετανοίας βοηθείας ἐγγινομένης ἡμῖν. Διὸ δὴ δέομαι καὶ ἀντιβολῶ, πᾶσαν τὴν σατανικὴν ἔννοιαν ἐξορίσαντα τῆς ψυχῆς, ἐπὶ τὴν σωτηρίαν ταύτην ἐλθεῖν. Εἰ μὲ γὰρ ἀθρόως καὶ ὁμοῦ πρὸς ἐκείνην σε τὴν κορυφὴν πάλιν ἀναβῆναι ἐκέλευον, εἰκότως ἃς ἐδυσχέραινες, ὡς πολλῆς τῆς δυσκολίας οὔσης ἐν τούτῳ· εἰ δὲ τοσοῦτον ἀπαιτῶ μόνον νῦν, ὅσον μὴ προσθεῖναι τοῖς παροῦσι κακοῖς, ἀλλ’ ἀναστάντα ἐντεῦθεν τὴν ἐναντίαν ὑποστρέψαι πάλιν, τίνος ἕνεκεν ὀκνεῖς καὶ ἀναδύῃ, καὶ εἰς τοὐπίσω καθέλκεις σαυτόν; Οὐχ ἑώρακας τοὺς ἐν τρυφῇ καὶ μέθῃ καὶ παιδιᾷ καὶ τῇ λοιπῇ τελευτήσαντας χλευασίᾳ τοῦ βίου; Ποῦ νῦν εἰσιν οἱ μετὰ πολλοῦ μὲν τύφου, πολλῶν δὲ τῶν ἀκολουθῶν σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς; Οἱ τὰ σηρικὰ ἐνδεδυμένοι, καὶ μύρων ἀποπνέοντες, καὶ παρασίτους τρέφοντες καὶ τῇ σκηνῇ προσηλωμένοι διαπαντός; Ποῦ τούτων ἡ φαντασία ἐκείνην νῦν; Οἴχεται ἡ τῶν δείπνων πολυτέλεια, τὸ τῶν μουσικῶν πλῆθος, ἡ τῶν κολάκων θεραπεία, ὁ γέλως ὁ πολύς, ἡ τῆς ψυχῆς ἄνεσις, ἡ τῆς διανοίας διάχυσις, ὁ βίος ὁ ὑγρὸς καὶ ἀνειμένος καὶ περιττός. Ποῦ νῦν ἀπέπτη πάντα ἐκεῖνα; Τὶ γέγονε τὸ τοσαύτης θεραπείας ἀπολαῦον σῶμα καὶ καθαρότητος; Ἄπιθι πρὸς τὴν σορόν, θέασαι τὴν κόνιν, τὴν τέφραν, τοὺς σκώληκας, τοῦ τόπου τὸ εἰδεχθὲς θέασαι, καὶ στέναξον πικρόν. Καὶ εἴθε μέχρι τῆς τέφρας ἡ ζημία ἦν· νῦν δὲ ἀπὸ τῆς σοροῦ καὶ τῶν σκωλήκων τούτων μετάγαγε τὸν λογισμὸν ἐπὶ τὸν ἀτελεύτητον ἐκεῖνον σκώληκα, ἐπὶ τὸ πῦρ τὸ ἄσβεστον, ἐπὶ τὸν βρυγμὸν τῶν ὀδόντων, ἐπὶ τὸ σκότος τὸ ἐξώτερον, ἐπὶ τὴν θλῖψιν καὶ τὴν στενοχωρίαν, ἐπὶ τὴν παραβολὴν τὴν τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, ὃς τοσούτων χρημάτων κύριος ὧν, καὶ πορφύραν ἐνδιδυσκόμενος, οὐδὲ σταγόνος ὕδατος ἐγένετο κύριος, καὶ ταῦτα ἐν ἀνάγκῃ τοσαύτῃ καθεστώς. Οὐδὲν τῶν ὀνειράτων ἄμεινον τὰ ἐνταῦθα διάκειται. Καθάπερ γὰρ οἱ τὰ μέταλλα ἐργαζόμενοι, ἢ καὶ ἑτέραν τινὰ τιννύντες κόλασιν ταύτης χαλεπωτέραν, ὅταν ὑπὸ πολλῶν μόχθων ἐκείνων καὶ τῆς πικροτάτης ζωῆς ἀπονυστάξαντες ἴδωσιν ἐν ὀνείροις, ἐν τρυφαῖς καὶ εὐθηνίαις ἑαυτούς, οὐδεμίαν μετὰ τὸ ἐγερθῆναι τοῖς ὀνείροις ἴασι χάριν οὕτω καὶ ὁ πλούσιος ἐκεῖνος καθάπερ ἐν ὀνείρῳ τῷ παρόντι βίῳ πλουτήσας, μετὰ τὴν ἐνθένδε ἀποδημίαν, τὴν πικρὰν ἐκείνην ἐκολάζετο κόλασιν ταῦτα ἐννόησον, καὶ τὸ πῦρ ἀντιστήσας ἐκεῖνο τῷ κατέχοντι σε νῦν τῷ τῶν ἐπιθυμιῶν ἐμπρησμῷ, ἀπαλλαγηθι τῆς καμίνου ποτέ. Ὁ μὲν γὰρ ταύτην ἐνθάδε ἀποσβέσας καλῶς, οὐδὲ ἐκείνης λήψεται πεῖραν· εἰ δὲ τις ταύτης μὴ περιγένοιτο, σφοδρότερον αὐτὸν ἀπελθόντα ἐνθέδε καθέξει τότε ἐκείνη. Πόσον βούλει σοι παρεκταθῆναι τοῦ παρόντος βίου τὴν ἀπόλαυσιν χρόνον; Ἐγὼ μὲν γὰρ οὐκ οἶμαί σοι πλέον ἢ πεντήκοντα ἔτη λείπεσθαι. Ὥστε πρὸς ἔσχατον γῆρας ἐλθεῖν, μᾶλλον δὲ οὐδὲ τοῦτό που δῆλόν ἐστιν ἡμῖν· οἱ γὰρ μηδὲ μέχρι τῆς ἑσπέρας ὑπὲρ τῆς ζωῆς ἔχοντες θαῤῥεῖν τῆς ἑαυτῶν, πῶς ἂν ὑπὲρ τοσοῦτον διισχυρίσαιντο ἐτῶν; Καὶ οὐ τοῦτο μόνο ἐστὶν ἄδηλον, ἀλλὰ καὶ τὸ τῆς τῶν πραγμάτων μεταβολῆς· πολλάκις γὰρ τῆς ζωῆς ἐκταθείσης εἰς χρόνον μακρόν, οὐ συνεξετάθη τὰ τῆς τρυφῆς, ἀλλ’ ὁμοῦ καὶ ἐπέστη καὶ ἀπεπήδησε. Πλὴν ἀλλ’ εἰ βούλει, κείσθω τῷ λόγῳ, καὶ ζήσεσθαι ἔτη τοσαῦτα, καὶ μηδεμίαν ὑποστήσεσθαι μεταβολήν, τὶ τοῦτο πρὸς τοὺς ἀτελευτήτους αἰῶνας, καὶ τὰς κολάσεις τὰς πικρᾶς καὶ ἀφορήτους ἐκείνας; Ἐνταῦθα μὲν γὰρ καὶ τὰ ἀγαθὰ καὶ τὰ χαλεπὰ τέλος ἔχει, καὶ τοῦτο τάχιστον· ἐκεῖ δὲ ἀθανατοῖς ἀμφότερα παρεκτείνεται αἰῶσι, καὶ τῇ ποιότητι δὲ τοσοῦτον τῶν νῦν διενήνοχεν, ὅσον οὐδὲ ἔστιν εἰπεῖν.


ι’. Μὴ γὰρ ἐπειδὴ πῦρ ἤκουσας, τοιοῦτον εἶναι νομίσῃς ἐκεῖνο τὸ πῦρ· τοῦτο μὲν γάρ, ὅπερ ἂν λάβῃ, κατέκαυσε καὶ ἀπήλλαξεν· ἐκεῖνο δὲ τοὺς ἅπαξ κατασχεθέντας καίει διαπαντός, καὶ οὐδέποτε παύεται· διὰ τοῦτο καὶ ἄσβεστον εἴρηται. Καὶ γὰρ καὶ τοὺς ἡμαρτηκότας ἀφθαρσίαν ἐνδύσασθαι δεῖ, οὐ πρὸς τιμήν, ἀλλ’ ὥστε διηνεκὲς ἐφόδιον ἔχειν τῆς τιμωρίας ἐκείνης· τοῦτο δ’ ὅσον ἐστὶ δεινόν, ὁ μὲν λόγος οὐκ ἂν ἰσχύσειε παραστῆσαί ποτε, ἀπὸ δὲ τῆς πείρας τῶν μικρῶν δυνατὸν βραχεῖάν τινα ἔννοιαν τῶν μεγάλων ἐκείνων λαβεῖν. Εἰ γὰρ ποτε ἐν βαλανείῳ, γένοιο σφοδρότερον κατεσκευασμένῳ τοῦ δεόντος, τότε μοι τὸ τῆς γεέννης ἐννόησον πῦρ· καὶ εἲ ποτε πάλιν ὑπὸ πυρετοῦ καταφλεχθείης χαλεποῦ, πρὸς ἐκείνην τὴν φλόγα τὸν νοῦν μετάστησον, καὶ τότε δυνήσῃ διαστεῖλαι καλῶς. Εἰ γὰρ βαλανεῖον καὶ πυρετὸς οὕτως ἡμᾶς θλίβει καὶ θορυβεῖ, ὅταν εἰς τὸν ποταμὸν τοῦ πυρὸς ἐμπέσωμεν ἐκεῖνον τὸν ἑλκόμενον πρὸ τοῦ βήματος τοῦ φοβεροῦ, πῶς τότε διακεισόμεθα; Ἄρα βρύξομεν τοὺς ὀδόντας ὑπὸ τῶν πόνων καὶ τῶν ἀφορήτων ἀλγηδόνων ἐκείνων· ὁ δὲ ἐπαμύνων ἔσται οὐδείς· ἀλλ, οἰμώξομεν μεγάλα, σφοδρότερον ἐπιτιθεμένης ἡμῖν τῆς φλογός, ὀψόμεθα δὲ οὐδένα, πλὴν τῶν κολαζομένων σὺν ἡμῖν, καὶ τῆς ἐρημίας τῆς πολλῆς. Τὶ ἂν τις εἴποι τὰ ἀπότου σκότους δείματα ταῖς ἀναλωτικὸν ἐκεῖνο τὸ πῦρ, οὕτως οὐδὲ φωτιστικόν· οὐδὲ γὰρ ἂν σκότος ἦν. Τὸν τοίνυν ἀπὸ τούτου θόρυβον ἐγγινόμενον τότε ἡμῖν, καὶ τὸν τρόμον καὶ τὴν παράλυσιν καὶ τὴν ἔκστασιν τὴν πολλὴν ἐκεῖνος μόνος παραστῆναι ἱκανός. Πολλὰ γὰρ καὶ ποικίλα ἐκεῖ τὰ βασανιστήρια, καὶ νιφάδες πάντοθεν κολάσεων ἐπάγονται τῇ ψυχῇ. Εἰ δὲ λέγοι τις, Καὶ πῶς ἀρκέσαι δύναιτ’ ἂν ἡ ψυχὴ πρὸς τοσοῦτον πλῆθος τιμωριῶν, καὶ ἀτελευτήτους αἰῶνας διαμεῖναι κολαζομένη; Ἐννοησάτω τὰ ἐνταῦθα γινόμενα, πῶς πολλοὶ πολλάκις πρὸς νόσον μακρὰν καὶ χαλεπὴν ἤρκεσαν. Εἰ δὲ καὶ ἐτελεύτησαν, οὐ τῆς ψυχῆς ἀναλωθείσης, ἀλλὰ τοῦ σώματος ἀπαγορεύσαντος, ὡς εἴ γε ἐκεῖνο μὴ ἐνδίδου, οὐκ ἂν ἐπαύσατο, βασανιζομένη ἡ ψυχή. Ὅταν οὖν ἄφθαρτον τοῦτο λάβῃ καὶ ἀνάλωτον, οὐδὲν τὸ κωλύον εἰς ἄπειρον ἐκταθῆναι τὴν κόλασιν. Ἐνταῦθα μὲν γὰρ οὐκ ἔστιν ὁμοῦ τὰ ἀμφότερα συνελθεῖν, σφοδρότητα λέγω κολάσεων καὶ παραμονήν, ἀλλὰ θάτερον θατέρῳ μάχεται, διὰ τὸ τὴν τοῦ σώματος φύσιν εἶναι φθαρτήν, καὶ μὴ φέρειν ἀμφοτέρων τὴν σύνοδον· τῆς ἀφθαρσίας δὲ ἐπελθούσης λοιπόν, τῆς μάχης ταύτης διάλυσις γένοιτ’ ἄν, καὶ μετὰ πολλῆς τῆς ἐξουσίας εἰς ἄπειρον ὑμᾶς ἀμφότερα καθέξει τὰ δεινά. Μὴ τοίνυν ὡς τῆς ὑπερβολῆς τῶν βασανιστηρίων ἀναλισκούσης ἡμῶν τὴν ψυχήν, οὕτω διατεθῶμεν νῦν· οὐδὲ γὰρ τὸ σῶμα δυνήσεται τοῦτο ἐν ἐκείνῳ παθεῖν τῷ καιρῷ, ἀλλὰ μενεῖ μετὰ τῆς ψυχῆς αἰωνίως κολαζόμενον, καὶ πέρας ἕτερον ἔσται οὐδέν. Πόσην οὖν βούλει τρυφήν, καὶ πόσον καιρὸν ἀντιθεῖναι τῇ κολάσει ταύτῃ καὶ τῇ τιμωρίᾳ; Βούλει χρόνον ἐτῶν ἑκατὸν καὶ δὶς τοσοῦτον; Καὶ τὶ τοῦτο πρὸς τοὺς ἀτελευτήτους αἰῶνας; Ὅπερ γὰρ ὄναρ ἡμέρας μιᾶς ἐν τῷ βίῳ παντί, τοῦτο ἡ τῶν ἐνθάδε ἀπόλαυσίς ἐστι πρὸς τὴν τῶν μελλόντων κατάστασιν. Ἔστιν οὖν ἄρα ὅστις ὑπὲρ τοῦ χρηστὸν ὄναρ ἴδει διαπαντὸς κολάζεσθαι ἕλοιτ’ ἄν; Καὶ τὶς οὕτως ἀνόητος, ὡς ἐπὶ ταύτην ἐλθεῖν τὴν ἀντίδοσιν; Οὔπω γὰρ διαβάλλω τὴν τρυφήν, οὐδὲ τὴν ἐν αὐτῇ κειμένην πικρίαν ἀποκαλύπτω νῦν· οὐ γὰρ οὗτος τῶν λόγων τούτων ὁ καιρός, ἀλλ’ ὅταν αὐτὴν ἐκφυγεῖν δυνηθῇς. Νῦν μὲν γὰρ ἐνεχόμενος τῷ πάθει, καὶ ληρεῖν ἡμᾶς ὑποπτεύσεις, εἰ τὴν ἡδονὴν καλοίημεν πικράν· ὅταν δὲ ἀπαλλαγῆς τῇ τοῦ Θεοῦ χάριτι τοῦ νοσήματος, τότε εἴσῃ καὶ τὴν κακίαν αὐτοῦ καλῶς. Διὸ τούτους ἐν ἑτέρῳ καιρῷ τοὺς λόγους ταμιευσάμενοι, ἐκεῖνο ἐροῦμεν νῦν· Ἔστω εἶναι τρυφὴν τὴν τρυφήν, καὶ ἡδονὴν τὴν ἡδονήν, καὶ μηδὲν ἔχειν ἀνιαρὸν μηδὲ ἐπονείδιστον, τὶ πρὸς τὴν ἀποκειμένην κόλασιν ἐροῦμεν; Τὶ δὲ τότε πράξομεν, ἡσθέντες μὲν ὡς ἐν σκιᾷ καὶ εἰκόνι τανῦν, ἔργῳ δὲ τὴν βάσανον αἰωνίαν τιννύοντες ἐκεῖ, καὶ ταῦτα ἐξὸν ἐν βραχεῖ χρόνῳ τὰ τε εἰρημένα στρεβλωτήρια διαφυγεῖν, καὶ τῶν ἀποκειμένων ἀπολαῦσαι καλῶν; Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον, τὸ μὴ εἰς μῆκος ἡμῖν ἐκταθῆναι τοὺς ἀγῶνας μακρόν, ἀλλ’ ἐν βραχεῖ καὶ ἀκαριαίῳ καὶ ὀφθαλμοῦ ῥιπῇ (τοῦτο γὰρ ἡ παροῦσα ζωὴ πρὸς ἐκείνην) ἀγωνισαμένους, ἐν τοῖς ἀπείροις στεφανωθῆναι αἰῶσιν. Οὐχ ὡς ἔτυχε δὲ καὶ τοῦτο τότε τὰς τῶν κολαζομένων ἀνιάσει ψυχάς, ὅταν ἐννοήσωσιν ὅτι, παρὸν ἐν ταῖς ὀλίγαις ἡμέραις ταύταις κατορθῶσαι τὸ πᾶν, ἀμελήσαντες τοῖς ἀθανάτοις ἑαυτοὺς παρέδωκαν κακοῖς. Ὅπερ ἵνα μὴ πάθωμεν, διαναστῶμεν ἕως καιρὸς εὐπρόσδεκτος ἕως ἡμέρᾳ σωτηρίας, ἕως πολλὴ τῆς μετανοίας ἡ ἰσχύς. Οὐδὲ γὰρ τὰ εἰρημένα μόνον ἡμᾶς ἐκδέξεται ῥᾳθυμήσαντας κακά, ἀλλὰ καὶ ἕτερα πολλῷ τούτων χαλεπώτερα. Ταῦτα μὲν γὰρ ἐν τῇ γεέννῃ, καὶ τούτων πικρότερα· ἡ δὲ τῶν ἀγαθῶν ἀπόπτωσις ἔχει τὴν ὀδύνην, τοσαύτην τὴν θλῖψιν καὶ τὴν στενοχωρίαν, ὡς εἰ καὶ μηδεμία τιμωρία τοῖς ἐνταῦθα ἁμαρτάνουσιν ἔκειτο, αὐτὴν καθ’ ἑαυτὴν ἀρκέσαι τῶν ἐν τὴν γεέννῃ βασανιστηρίων πικρότερον δακεῖν, καὶ συνταράξαι τὰς ἡμετέρας ψυχάς.


ια’. Ἐννόησον γὰρ μοι τῆς ζωῆς τὴν κατάστασιν ἐκείνης, καθ’ ὅσον ἐννοῆσαι δυνατόν· πρὸς γὰρ τὴν ἀξίαν οὐδεὶς ἡμῖν ἀρκέσει λόγος· ἀλλ’ ἐξ ὧν ἀκούομεν ὥσπερ διὰ τινων αἰνιγμάτων λάβωμέν τινα φαντασίαν αὐτῆς ἀμυδράν. Ἀπέδρα, φησίν, ὀδύνη καὶ λύπη καὶ στεναγμός. Τὶ οὖν ταύτης μακαριώτερον γένοιτ’ ἂν τῆς ζωῆς; Οὐκ ἔστιν ἐκεῖ πενίαν δεῖσαι καὶ νόσον· οὐκ ἔστιν ἀδικοῦντα οὐδὲ ἀδικούμενον ἰδεῖν, οὐ παροξύνοντα καὶ παροξυνόμενον, οὐκ ὀργιζόμενον, οὐ βασκαίνοντα, οὐκ ἐπιθυμίᾳ ἀτόπῳ φλεγόμενον, οὐχ ὑπὲρ τῆς τῶν ἀναγκαίων ἀλύοντα χορηγίας, οὐχ οὐχ ὑπὲρ ἀρχῆς καὶ δυναστείας κοπτόμενον· πᾶσα γὰρ ἡ ζάλη τῶν ἐν ἡμῖν παθῶν σβεσθεῖσα ἀπόλλυται, καὶ πάντα ἐν εἰρήνῃ καὶ εὐφροσύνῃ ἔσται καὶ χαρᾷ, πάντα εὔδια καὶ γαληνά, πάντα ἡμέρα καὶ λαμπρότης καὶ φῶς, φῶς οὐ τοῦτο τὸ νῦν, ἀλλ’ ἕτερον τούτου τοσοῦτον λαμπρότερον, ὅσον λυχνιαίου τοῦτο φαιδρότερον. Οὔτε γὰρ ἐκεῖ νυκτί, οὔτε συνδρομῇ κρύπτεται νεφῶν· οὐ καίει καὶ φλέγει τὰ σώματα· οὔτε γὰρ νύξ, οὔτε ἑσπέρα ἐκεῖ, οὐ κρύος, οὐ θάλπος, οὐκ ἄλλη τις κατάστασις τοιαύτη, ἢν οἱ καταξιωθέντες εἴσονται μόνοι· οὐκ ἔστι γῆρας ἐκεῖ, οὔτε τὰ τοῦ γήρως κακά, ἀλλὰ πάντα ἐκποδὼν γίνεται τὰ τῆς φθορᾶς, τῆς ἀφθάρτου δόξης κρατούσης πανταχοῦ. Τὸ δὲ τούτων ἁπάντων μεῖζον, τὸ τῆς πρὸς τὸν Χριστὸν ὁμιλίας ἀπολαύειν διηνεκῶς, μετὰ ἀγγέλων, μετὰ ἀρχαγγέλων, μετὰ τῶν ἀνωτέρω δυνάμεων. Ἴδε τὸν οὐρανὸν νῦν, καὶ διάβηθι τῷ λογισμῷ πρὸς τὰ ὑπὲρ τὸν οὐρανόν, λόγισαι τῆς κτίσεως ἁπάσης τὸ μετασχηματισμόν· οὐ γὰρ τοιαύτη μενεῖ, ἀλλὰ πολλῷ καλλίων ἔσται καὶ φαιδροτέρα,καὶ ὅσῳ μᾶλλον μολύβδου πρὸς χρυσὸν ἀποστίλβοντα τὸ μέσον, τοσοῦτον τῆς κατασκευῆς ταύτης ἔσται βελτίων ἡ τότε, καθὼς καὶ ὁ μακάριος Παῦλός φησιν· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. Νῦν μὲν γὰρ ἅτε φθορᾶς μετέχουσα, πολλὰ πάσχει οἷα τὰ τοιαῦτα σώματα πάσχειν εἰκός· τότε δὲ ταῦτα ἀποδυσαμένη πάντα, ἄφθαρτον ἡμῖν ἐπιδείξεται τὴν εὐπρέπειαν· ἐπειδὴ γὰρ ἄφθαρτα μέλλει δέχεσθαι σώματα, καὶ αὐτὴ λοιπὸν ἐπὶ τὸ κρεῖττον μετασχηματισθήσεται. Οὐδαμοῦ τότε στάσις καὶ μάχη· πολλὴ γὰρ ἡ συμφωνία τοῦ χοροῦ τῶν ἁγίων, πάντων ὁμογνωμονούντων ἀλλήλοις ἀεί. Οὐκ ἔστιν ἐκεῖ διάβολον δεῖσαι, καὶ δαιμόνων ἐπιβουλάς, οὐ γεέννης ἀπειλήν, οὐ θάνατον, οὐ τοῦτον τὸν νῦν, οὐ τὸν πολλῷ τούτου χαλεπώτερον ἐκεῖνον, ἀλλὰ πᾶς ὁ τοιοῦτος λέλυται φόβος. Καὶ καθάπερ παιδίον βασιλικὸν πρότερον ἐν εὐτελεῖ τρεφόμενον σχήματι, καὶ ὑπὸ φόβον ὃν καὶ ἀπειλάς, ὥστε μὴ τῇ ἀνέσει γενέσθαι χεῖρον καὶ τῆς πατρικῆς ἀνάξιον κληρονομίας, ἐπειδὰν εἰς τὸ βασιλικὸν ἐλθεῖν ἀξίωμα δέῃ, πάντα ἀθρόως ἐκεῖνα μεταμφιασάμενον ἐξαίφνης μετὰ τῆς ἁλουργίδος, καὶ τοῦ διαδήματος, καὶ τοῦ πλήθους τῶν δορυφόρων, μετὰ πολλῆς προκάθηται τῆς παῤῥησίας, τὰ ταπεινὰ καὶ κατηφῆ ῥίψας ἀπὸ τῆς ψυχῆς, καὶ ἕτερα ἀντ’ ἐκείνων λαβών· οὕτω καὶ τότε συμβήσεται τοῖς ἁγίοις πᾶσι. Καὶ ὅτι οὐ κομπὸς τὰ ῥήματα, πορευθῶμεν ἐπὶ τὸ ὄρος τῷ λόγῳ, ἔνθα μετεμορφώθη Χριστός· ἴδωμεν αὐτὸν λάμποντα ὥσπερ ἔλαμψε· καίτοι γε οὐδὲ οὕτω πᾶσαν ἡμῖν ἔδειξε τὴν τοῦ μέλλοντος αἰῶνος λαμπρότητα. Ὅτι γὰρ συγκατάβασις τὸ φαινόμενον ἦν, ἀλλ’ οὐκ ἐπίδειξις τοῦ πράγματος ἀκριβής, ἀπ’ αὐτῶν δῆλον τῶν ῥημάτων τοῦ εὐαγγελιστοῦ. Τὶ γὰρ φησιν; Ἔλαμψεν ὡς ὁ ἥλιος. Ἡ δὲ τῶν ἀφθάρτων σωμάτων δόξα οὐ τοσοῦτον ἀφίησι τὸ φῶς, ὅσον τοῦτο τὸ σῶμα τὸ φθαρτόν, οὐδὲ τοιοῦτον οἷον καὶ θνητοῖς ὄμμασι γενέσθαι χωρητόν, ἀλλὰ ἀφθάρτων καὶ ἀθανάτων δεόμενον ὀφθαλμῶν πρὸς τὴν θέαν αὐτοῦ. Τότε δὲ ἐπὶ τοῦ ὄρους τοσοῦτον αὐτοῖς ἀπεκάλυψεν, ὅσον ἰδεῖν δυνατὸν ἦν, καὶ μὴ βλάψαι τὰς τῶν ὁρώντων ὄψεις· καὶ οὐδὲ οὕτως ἤνεγκαν, ἀλλ’ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν. Εἰπὲ μοι, εἰ τὶς σε εἰς τόπον τινὰ φαιδρὸν ἤγαγεν, ἔνθα πάντες ἐκάθηντο χρυσᾶς ἀναβεβλημένοι στολάς, καὶ ἐν μέσῳ τῷ πλήθει ἕτερόν τινα ἐπέδειξεν ἀπὸ λίθων τιμίων μόνον καὶ τὰ ἱμάτια καὶ τὸν στέφανον ἔχοντα τὸν ἐπὶ τῆς κεφαλῆς, εἶτά σε ἐπηγγείλατο εἰς ἐκεῖνον κατατάξαι τὸν δῆμον, ἆρ’ οὐκ ἂν πάντα ἔπραξας, ὥστε τῆς ἐπαγγελίας ταύτης τυχεῖν; Ἀναπέτασον οὖν καὶ νῦν τῷ νῷ τοὺς ὀφθαλμούς, καὶ βλέψον εἰς ἐκεῖνο τὸ θέατρον, οὐκ ἀπὸ τῶν τοιούτων συγκείμενον ἀνδρῶν, ἀλλ’ ἀπ’ ἐκείνων οἳ καὶ τοῦ χρυσοῦ, καὶ τῶν λίθων τῶν τιμίων, καὶ τῶν ἀκτίνων τῶν ἡλιακῶν, καὶ πάσης τῆς ὁρωμένης φαιδρότητός εἰσι τιμιώτεροι, καὶ οὐκ ἐξ ἀνθρώπων δὲ μόνον, ἀλλ καὶ ἀπὸ τῶν πολλῷ τούτων τιμιωτέρων, ἀγγέλων, ἀρχαγγέλων, θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν. Περὶ γὰρ τοῦ βασιλέως οὐδὲ εἰπεῖν ἔνι οἶός ἐστιν. Οὕτως ἅπαντα λόγον καὶ νοῦν ἐκεῖνο διαφεύγει τὸ κάλλος, ἡ ὡραιότης, ἡ λαμπρότης, ἡ δόξα, ἡ μεγαλωσύνη, ἡ μεγαλοπρέπεια. Τοσούτων οὖν ἀγαθῶν ἀποστερήσομεν ἑαυτούς, εἰπὲ μοι, ἵνα μὴ μικρὸν κοκοπαθήσωμεν χρόνον; Εἰ γὰρ μυρίους καθ’ ἑκάστην ἡμέραν θανάτους ὑπομένειν ἐχρῆν, εἰ γὰρ τὴν γέενναν αὐτήν, ὑπὲρ τοῦ τὸν Χριστὸν ἐρχόμενον ἰδεῖν ἐν τῇ δόξῃ αὐτοῦ, καὶ εἰς τὸν τῶν ἁγίων καταλεγῆναι χορόν, οὐκ ἐχρῆν ἅπαντα ὑπομένειν ἐκεῖνα; Ἄκουσον τὶ φησιν ὁ μακάριος Πέτρος· «Καλὸν ἐστιν ἡμᾶς ὧδε εἶναι». Εἰ δὲ ἐκεῖνος ἀμυδρὰν τινα τῶν μελλόντων εἰκόνα ἰδών, πάντα ἐξαίφνης ἔῤῥιψεν ἀπὸ τῆς ψυχῆς διὰ τὴν ἀπὸ τῆς ὄψεως ἐκείνην ἡδονὴν αὐτοῦ ἐντεθεῖσαν τῇ ψυχῇ· τὶ ἂν τις εἴποι, ὅταν αὐτῇ τῶν πραγμάτων ἡ ἀλήθεια παραγένηται, ὅταν, τῶν βασιλείων ἀνοιγέντων, κατοπτεύειν ἐξῇ τὸν βασιλέα αὐτόν, μηκέτι ἐν αἰνίγματι, μηδὲ δι’ ἐσόπτρου, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον, μηκέτι διὰ πίστεως, ἀλλὰ διὰ εἴδους;



ιβ’. Οἱ μὲν οὖν πολλοὶ τῶν ἀλογωτέρως διακειμένων τὸ τῆς γεέννης ἀπαλλαγῆναι ἀγαπητὸν τιθέναι μόνον· ἐγὼ δὲ τῆς γεέννης πολλῷ χαλεπωτέραν κόλασιν εἶναί φημι τὸ μὴ γενέσθαι ἐν ἐκείνῃ τῇ δόξῃ, καὶ τὸν ἐκπεσόντα ἐκεῖνον οὐχ οὕτως οἶμαι δεῖν πενθεῖν τὰ ἐν τῇ γεέννῃ κακά, ὡς τὴν ἀπόπτωσιν τὴν ἐκ τῶν οὐρανῶν· τοῦτο γὰρ μόνο πάντων χαλεπώτερον εἰς κολάσεως λόγον ἐστί. Νῦν δὲ βασιλέα μὲν πολλάκις ὁρῶντες μετὰ πολλῶν τῶν δορυφόρων εἰς τὰ βασίλεια εἰσελαύνοντα, τοὺς πλησίον ὄντας αὐτοῦ, καὶ λόγου καὶ γνώμης κοινωνοῦντας αὐτῷ, καὶ τῆς δόξης μετέχοντας τῆς λοιπῆς μακαρίζομεν καί, κἂν μυρία ἔχωμεν ἀγαθά, ταλανίζομεν ἑαυτούς, καὶ οὐδενὸς ἐκείνων λαμβάνομεν αἴσθησιν, εἰς τὴν δόξαν ἀφορῶντες τῶν περὶ αὐτόν, καίτοι γε εἰδότες ἐπισφαλῆ καὶ οὐ βεβαίαν τὴν τοιαύτην λαμπρότητα καὶ διὰ τοὺς πολέμους, καὶ διὰ τὰς ἐπιβουλάς, καὶ διὰ τὰς βασκανίας, καὶ διὰ τὸ χωρὶς τούτων αὐτὴν καθ’ ἑαυτὴν οὐδενὸς ἀξίαν εἶναι λόγου. Ἐπὶ δὲ τοῦ βασιλέως πάντων, τοῦ κατέχοντος οὐ μέρος γῆς, ἀλλὰ πάντα τὸν γῦρον τῆς γῆς, μᾶλλον δὲ τοῦ πᾶσαν αὐτὴν περιλαμβάνοντος ἐν δρακί, καὶ τοὺς οὐρανοὺς μετροῦντος σπιθαμῇ, τοῦ πάντα φέροντος τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, τὰ σύμπαντα, ᾧ πάντα τὰ ἔθνη ὡς οὐδὲν καὶ ὡς σίελος ἐλογίσθησαν, ἐπὶ τούτου δὴ οὐχ ἡγησόμεθα ἐσχάτης εἶναι κολάσεως τὸ μὴ καταταχθῆναι εἰς τὸν χορὸν ἐκεῖνον τὸν περὶ αὐτόν, ἀλλὰ στέρξομεν, ἂν τῆς γεέννης ἀπαλλαγῶμεν μόνον; καὶ τὶ ταύτης ἐλεεινότερον γένοιτ’ ἂν τῆς ψυχῆς; Οὗτος γὰρ ὁ βασιλεὺς οὐ ζεῦγος ἔχων ἡμιόνων λευκῶν, οὐδὲ ὄχημα χρυσοῦν, οὐδὲ ἁλουργίδα καὶ διάδημα περικείμενος, οὕτως ἔρχεται κρῖναι τὴν γῆν.
Ἀλλὰ πῶς; Ἄκουσον τῶν προφητῶν βοῶντων καὶ λεγόντων, ὡς ἀνθρώποις εἰπεῖν δυνατόν· ὁ μὲν γὰρ φησιν· «Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα· προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ». Ὁ δὲ Ἡσαΐας καὶ τὴν κόλασιν ἡμῖν αὐτὴν προστίθησιν οὑτωσὶ λέγων· «Ἰδοὺ ἡμέρᾳ Κυρίου ἔρχεται ἀνίατος θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ, καὶ ὁ Ὠρίων, καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ, τὸ φῶς αὐτῶν οὐ δώσουσι, καὶ σκοτισθήσεται ὁ ἥλιος ἐν τῇ ἐξόδῳ αὐτοῦ, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Καὶ ἐντελοῦμαι ὅλη τῇ οἰκουμένῃ κακά, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω, καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ἄνθρωπος ἔντιμος ἔσται μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ. Καὶ γὰρ ὁ οὐρανὸς σαλευθήσεται, καὶ ἡ γῇ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς, διὰ θυμὸν ὀργῆς Κυρίου Σαβαώθ, ἐν τῇ ἡμέρᾳ ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ». Καὶ πάλιν, «Θυρίδες, φησίν, ἐκ τοῦ οὐρανοῦ ἀνοιχθήσονται, καὶ σεισθήσονται τὰ θεμέλια τῆς γῆς· ταραχῇ ταραχθήσεται ἡ γῆ, κλινομένη κλιθήσεται ἡ γῇ, ἀπορίᾳ ἀπορηθήσεται, σαλῶ σαλευθήσεται ἡ γῆ, ὡς ὁ μεθύων καὶ ὁ κραιπαλῶν· σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ, πεσεῖται, καὶ οὐ μὴ δύνηται ἀναστῆναι· κατίσχυσε γὰρ ἐπ’ αὐτῆς ἡ ἀνομία. Καὶ ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ ἐν τῷ ὕψει τὴν χεῖρα αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐπὶ τὰς βασιλείας τῆς γῆς· καὶ συνάξουσι συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον, καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα». Καὶ ἰδοὺ Μαλαχίας συνῳδὰ τούτοις φθεγγόμενος ἔλεγε· «Ἰδοὺ ἔρχεται Κύριος παντοκράτωρ, καὶ τὶς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ, ἢ τὶς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον». Καὶ πάλιν, «Ἰδού, φησίν, ἡμέρα Κυρίου καιομένη, ὡς κλίβανος, καὶ καταφλέξει αὐτούς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς, καὶ πάντες οἱ ποιοῦντες τὰ ἄνομα καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος παντοκράτωρ· καὶ οὐ μὴ ὑπολειφθῇ ῥίζα οὐδὲ κλίμα». Ὁ δὲ ἀνὴρ τῶν ἐπιθυμιῶν, «Ἐθεώρουν, φησίν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ παλαιὸς τῶν ἡμερῶν ἐκάθητο· καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκε πορευόμενος ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν». Εἶτα μετὰ μικρόν, «Ἐθεώρουν, φησίν, ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνωπίων αὐτοῦ προσηνέχθη αὐτῷ· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχή, καὶ ἡ τιμή, καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύουσιν. Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. Ἔφριξε τὸ πνεῦμα μου, ἐγὼ Δανιήλ, ἐν τῇ ἕξει μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάρασσόν με». Τότε ἀναπετάννυνται πᾶσαι τῶν οὐρανίων ἀψίδων αἱ πύλαι, μᾶλλον δὲ καὶ αὐτὸς λαμβάνεται ἐκ μέσου ὁ οὐρανός. «Εἱλιγήσεται γάρ», φησίν, «ὡς βιβλίον ὁ οὐρανός», καθάπερ τίνος σκηνῆς διφθέρα καὶ παραπέτασμα συστελλόμενος ἐκ τοῦ μέσου, ὥστε μετασχηματισθῆναι ἐπὶ τὸ βέλτιον. Τότε πάντα ἐκστάσεως γέμει καὶ φρίκης καὶ τρόμου· τότε καὶ αὐτοὺς πολὺς ἔχει τοὺς ἀγγέλους φόβος, οὐκ ἀγγέλους δὲ μόνον, ἀλλὰ καὶ ἀρχαγγέλους καὶ θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας· «Σεισθήσονται γάρ, φησίν, αἱ δυνάμεις τῶν οὐρανῶν», διὰ τὸ τοὺς ὁμοδούλους τὰς εὐθύνας ἀπαιτεῖσθαι τῆς ἐνθάδε ζωῆς. Εἰ γάρ, πόλεως μιᾶς κρινομένης ἐπὶ τούτων τῶν ἀρχόντων, πεφρίκασιν ἅπαντες καὶ οἱ κινδύνων ὄντες ἐκτός, τῆς οἰκουμένης ἁπάσης δικαζομένης ἐπὶ τοιούτου κριτοῦ οὐ μαρτύρων δεομένου, οὐκ ἐλέγχων, ἀλλὰ χωρὶς τούτων ἁπάντων καὶ πράξεις καὶ ῥήματα καὶ ἐνθυμήματα παριστῶντος εἰς μέσον, καὶ πάντα ὥσπερ ἐν εἰκόνι τινὶ τοῖς τε ἡμαρτηκόσιν αὐτά, καὶ τοῖς ἀγνοοῦσιν ἐπιδεικνύντος, πῶς οὐκ εἰκὸς πᾶσαν κλονεῖσθαι δύναμιν καὶ σαλεύεσθαι; Εἰ γὰρ μὴ ποταμὸς εἵλκετο πυρός, μηδὲ ἄγγελοι παρειστήκεισαν φοβεροί, μόνον δὲ καλούμενοι τῶν ἀνθρώπων οἱ μὲν ἐπῃνοῦντο καὶ ἐθαυμάζοντο, οἱ δὲ παρεπέμποντο ἀτιμῶς, ἵνα μὴ ἴδωσι, τὴν δόξαν τοῦ Θεοῦ («Ἀρθήτω γάρ, φησίν, ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ δόξαν Κυρίου»), καὶ τοῦτο μόνον ἡ κόλασις ἦν, οὐκ ἂν πάσης γεέννης πικρότερον ἡ τῶν τοιούτων ἔκπτωσις ἀγαθῶν τὰς τῶν ἀπεστερημένων ἔδακνε ψυχάς; Τοῦτο γὰρ ὅσον κακόν, νῦν μὲν οὐ δυνατὸν παραστῆσαι τῷ λόγῳ· τότε δὲ ἐπὶ τῶν πραγμάτων εἰσόμεθα σαφῶς. Σὺ δὲ μοι προστίθει νῦν καὶ τὴν κόλασιν, καὶ μὴ μόνον αἰσχυνομένους, μηδὲ ἐγκαλυπτομένους καὶ κάτω νεύοντας, ἀλλὰ καὶ τὴν ἐπὶ τὸ πῦρ ἑλκομένους ὁδόν, καὶ πρὸς αὐτὰ συρομένους τὰ βασανιστήρια καὶ ταῖς ἀποτόμοις παραδιδομένους δυνάμεσι, καὶ ταῦτα πάσχοντας κατὰ τὸν καιρόν, καθ’ ὃν στεφανοῦνται καὶ ἀποκηρύττονται καὶ τῷ θρόνῳ παρίστανται τῷ βασιλικῷ οἱ τὰ ἀγαθὰ πράξαντες πάντες, καὶ ἄξια τῆς αἰωνίου ζωῆς ποιήσαντες.


ιγ’. Καὶ ταῦτα μὲν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὰ δὲ ἑξῆς λοιπὸν τὶς ἡμῖν παραστήσει λόγος, τῆς μετὰ τοῦ Χριστοῦ συνουσίας τὴν ἡδονήν, τὴν ὠφέλειαν, τὴν χαράν; Ψυχὴ γὰρ εἰς τὴν οἰκείαν εὐγένειαν ἐπανελθοῦσα, καὶ μετὰ παῤῥησίας λοιπὸν δυνηθεῖσα τὸν ἑαυτῆς Δεσπότην ὁρᾷν, οὐκ ἔστιν εἰπεῖν ὅσην καρποῦται τὴν ἡδονήν, ὅσον τὸ κέρδος, οὐ τοῖς ἐν χερσὶ μόνον χαίρουσα ἀγαθοῖς, ἀλλὰ καὶ τῷ πεπεῖσθαι λοιπόν, ὅτι οὐδαμοῦ ταῦτα τελευτήσει τὰ καλά. Πᾶσαν μὲν οὖν τὴν εὐφροσύνην ἐκείνην οὔτε λόγῳ παραστῆσαι, οὔτε νῷ διαλαβεῖν ἔστιν· ἀμυδρῶς δὲ καὶ ὡς ἂν τις διὰ μικρῶν μεγάλα δεικνύῃ, πειράσομαι ποιῆσαι φανερόν. Ἐξετάσωμεν γὰρ τοὺς ἐν τῷ παρόντι βίῳ τῶν τοῦ κόσμου καλῶν ἀπολαύοντας, πλούτου λέγω καὶ δυναστείας καὶ δόξης, πῶς ὑπὸ τῆς εὐθυμίας γαυρούμενοι, οὐδὲ ἐπὶ τῆς γῆς εἶναι νομίζουσι, καὶ ταῦτα οὔτε ὁμολογουμένων ἀπολαύοντας καλῶν, οὔτε παραμενόντων αὐτοῖς, ἀλλ’ ἀφιπταμένων ὀνείρου ταχύτερον· εἰ δὲ ποτε και σταίη μικρόν, μέχρι τῆς παρούσης ζωῆς τὴν εὔνοιαν ἐπιδεικνυμένων, περαιτέρω κὲ οὐκ ἰσχυόντων συνεξελθεῖν. Εἰ δὲ ταῦτα εἰς τοσαύτην αἴρει τοὺς ἔχοντας χαράν, τὶ οἴει γίνεσθαι ἐκείνας τὰς ψυχάς, τὰς καλουμένας ἐπὶ τὰ μυρία ἀγαθὰ τὰ ἐν τοῖς οὐρανοῖς, τὰ πεπηγότα καὶ ἑστῶτα βεβαίως διαπαντός; Οὐδὲ γὰρ τοῦτο μόνον, ἀλλὰ καὶ τῇ ποσότητι καὶ τῇ ποιότητι τοσοῦτο κρείττω τῶν παρόντων ἐστίν, ὡς μηδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀναβῆναί ποτε. Νῦν μὲν γὰρ καθάπερ ἐν μήτρᾳ παιδίον, οὕτως ἐν τῷ κόσμῳ τούτῳ διάγομεν στενοχωρούμενοι, καὶ τοῦ μέλλοντος αἰῶνος τὴν λαμπρότητα καὶ τὴν ἐλευθερίαν οὐ δυνάμενοι συνιδεῖν· ὅταν δὲ ὁ καιρὸς ἐπιστῇ τῶν ὠδίνων, καὶ ἀποτέκῃ κατὰ τὴν τῆς κρίσεως ἡμέραν οὓς ὑπεδέξατο πάντας ἀνθρώπους ὁ παρὼν βίος, τὰ μὲν ἐξαμβλωθέντα ἀπὸ σκότους εἰς σκότος ἔρχεται, καὶ ἀπὸ θλίψεως εἰς θλῖψιν χαλεπωτέραν· τὰ δὲ ἄρτια καὶ τῆς βασιλικῆς εἰκόνος τοὺς χαρακτῆρας διαφυλάξαντα παραστήσονται τῷ βασιλεῖ, καὶ τὴν λειτουργίαν ἀναδέξονται ἐκείνην, ἣν ἄγγελοι καὶ ἀρχάγγελοι τῷ πάντων διακονοῦνται Θεῷ. Μὴ τοίνυν εἰς τέλος τούτους ἡμῖν ἀφανίσῃς τοὺς χαρακτῆρας, ᾧ φίλος, ἀλλὰ ταχέως αὐτοὺς ἀνακτησάμενος, ἐπὶ τὸ βέλτιον διατύπωσον. Τὸ μὲν γὰρ κάλλος τὸ σωματικὸν εἴσω τῶν τῆς φύσεως ὅρων συνέκλεισεν ὁ Θεός, ἡ δὲ τῆς ψυχῆς ὥρα τῆς μὲν ἐκεῖθεν ἀνάγκης καὶ δουλείας ἀπήλλακται, ἅτε δὴ πολλῷ βελτίων οὖσα τῆς σωματικῆς εὐμορφίας· ἐφ’ ἡμῖν δὲ ἅπασα κεῖται καὶ τῇ ῥοπῇ τοῦ Θεοῦ. Φιλάνθρωπος γὰρ ὣν ὁ Δεσπότης ἡμῶν, καὶ τούτῳ μάλιστα τὸ ἡμέτερον ἐτίμησε γένος, τὰ μὲν ἐλάττονα καὶ οὐδὲν μέγα συντελοῦντα ἡμῖν, ἀλλ’ ὅπως ἂν πέσῃ ἀδιάφορα ὄντα, τῇ τῆς φύσεως ἐπιτρέψας ἀνάγκη. Τῶν δὲ ὄντως καλῶν ἡμᾶς ποιήσας εἶναι δημιουργούς. Εἰ μὲν γὰρ καὶ τοῦ σωματικοῦ κάλλους ἡμᾶς ἐποίησεν εἶναι κυρίους, καὶ φροντίδα περιττὴν ἐδεξάμεθα ἄν, καὶ ἐν τοῖς οὐδὲν ὠφελοῦσι τὸν ἅπαντα ἂν ἀπησχολήσαμεν χρόνον, καὶ τῆς ψυχῆς σφόδρα ἂν ἠμελήσαμεν.
Ὅπου γὰρ νῦν οὐκ οὔσης ἐν ἡμῖν τῆς ἐξουσίας ταύτης ἅπαντα πράττομεν καὶ βιαζόμεθα, καὶ σκιαγραφίας ἐκδιδόαμεν ἑαυτούς, καὶ ἐπειδὴ τῇ ἀληθείᾳ μὴ δυνάμεθα καὶ χρώμασι βαφαῖς καὶ συνθέσει τριχῶν καὶ ἱματίων περιβολαῖς καὶ γραφαῖς ὀφθαλμῶν, καὶ πολλοῖς ἑτέροις μηχανήμασι τοιαῦτα σοφιζόμεθα κάλλη· τίνα ἂν τῇ ψυχὴ καὶ τοῖς σπουδαίοις σχολὴν ἀπενείμαμεν, εἰ πρὸς τὴν ὄντως αὐτὸ εὐμορφίαν μεταθεῖναι εἴχομεν; Τάχα γὰρ οὐδ’ ἂν ἐγένετο ἡμῖν ἔργον ἕτερον, εἰ τοῦτο ἔργον ἡμέτερον ἦν, ἀλλὰ πάντα τὸν χρόνον ἂν ἀνηλώσαμεν· τὴν μὲν δούλην καλλωπίζοντες μυρίοις καλλωπισμοῖς, τὴν δὲ ταύτης κυρίαν παντὸς ἀνδραπόδου μᾶλλον ἐν ἀμορφίᾳ καὶ ῥαθυμίᾳ ἐῶντες κεῖσθαι διαπαντός. Διὰ τοῦτο ταύτης ἡμᾶς τῆς κακοσχολίας ἀπαλλάξας ὁ Θεός, τοῦ βελτίονος ἡμῖν τὴν τέχνην ἐνέθηκε, καὶ ὁ τὸ σῶμα μὴ δυνάμενος εὔμορφον ποιῆσαι ἐξ εἰδεχθοῦς, οὗτος τὴν ψυχήν, κἂν εἰς ἐσχάτην δυσειδίαν κατενεχθῇ, εἰς αὐτὴν τὴν τῆς ὥρας ἀναγαγεῖν δυνήσεται κορυφήν, καὶ οὕτως ἐπέραστον ποιῆσαι καὶ ποθεινήν, ὥστε μὴ μόνον τοὺς ἄνδρας τοὺς ἀγαθοὺς εἰς ἐπιθυμίαν αὐτῆς ἐλθεῖν, ἀλλὰ καὶ αὐτὸν τὸν τῶν ἁπάντων βασιλέα καὶ Θεόν, καθὼς καὶ ὁ Ψαλμῳδὸς περὶ τούτου τοῦ κάλλους διαλεγόμενος ἔλεγε· «Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου». Οὐχ ὁρᾷς καὶ ἐν τοῖς χαμαιτυπείοις τῶν γυναικῶν, ὅτι τὰς μὲν εἰδεχθεῖς καὶ ἀναισχύντους μονομάχοι καὶ δραπέται καὶ θηριομάχοι μόλις ἂν πρόσοιντο· εἰ δὲ ποὺ τις εὔμορφος καὶ εὐγενὴς καὶ αἰσχυντηρὰ κατὰ τινα περίστασιν εἰς ταύτην ἔλθοι τὴν ἀνάγκην, οὐδὲ τῶν σφόδρα λαμπρῶν καὶ μεγάλων ἀνδρῶν τὸν ἐκείνης τις γάμον ἐρυθριάσειεν; Εἰ δὲ παρὰ ἀνθρώποις τοσοῦτος ἔλεος, καὶ τοσαύτη δόξης ὑπεροψία, ὥστε τὰς πολλάκις καταισχυνθείσας ἐπὶ τοῦ τέγους ἀπαλλάξαι τῆς δουλείας ἐκείνης, καὶ ἐν τάξει ἔχειν γυναικῶν, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτό ἐστι, καὶ τῶν ψυχῶν τῶν ἀπὸ τῆς ἄνωθεν εὐγενείας κατὰ τὴν τοῦ διαβόλου τυραννίδα εἰς τὸ τοῦ παρόντος βίου χαμαιτυπεῖον καταπεσουσῶν. Καὶ τούτων εὑρήσεις τῶν παραδειγμάτων τοὺς προφήτας πεπληρωμένους, ὅταν διαλέγωνται τῇ Ἱερουσαλήμ· καὶ γὰρ ἐκείνην εἰς πορνείαν ἐμπέζουσαν, πορνείαν τινὰ καινοτέραν, καθὼς καὶ ὁ Ἰεζεκιὴλ φησι· «Πάσαις πόρναις δίδοται μισθώματα, σὺ δὲ προσεδίδως μισθώματα, καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς λοιπάς»· καὶ πάλιν ἕτερος· «Ἐκάθισας προσδοκῶσα αὐτοὺς ὡσεὶ κορώνη ἠρημωμένη». Ταύτην οὖν τὴν οὕτω πορνεύσασαν ἀνακαλεῖται πάλιν ὁ Θεός. Καὶ γὰρ ἡ αἰχμαλωσίᾳ ἡ γενομένη, οὐ τιμωρίας τοσοῦτον ἦν, ὅσον ἐπιστροφῆς καὶ διορθώσεως· ἐπεί, εἰ κολάσαι αὐτοὺς καθάπαξ ἐβούλετο ὁ Θεός, οὐκ ἂν πάλιν ἐπανήγαγεν οἴκαδε, οὐκ ἂν μείζονα καὶ λαμπροτέραν καὶ τὴν πόλιν καὶ τὸν ναὸν κατεσκεύαζεν. «Ἔσται γάρ, φησίν, ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν ἔμπροσθεν». Εἰ δὲ τὴν πολλάκις ἐκπορνεύσασαν οὐκ ἀπέκλεισε τῆς μετανοίας ὁ Θεός, πολλῷ μᾶλλον τῆς σῆς ἀνθέξεται ψυχῆς, τοῦτο πρῶτον πεσούσης τὸ πτῶμα. Οὐδεὶς γάρ, οὐδεὶς σωμάτων ἐραστής, κἂν σφόδρα ᾗ μανικός, οὕτω τῆς ἐρωμένης τῆς αὐτοῦ περικαίεται, ὡς ὁ Θεὸς τῆς σωτηρίας ἐφίεται τῶν ἡμετέρων ψυχῶν· καὶ τοῦτο ἔνεστι μὲν καὶ ἐκ τῶν καθ’ ἑκάστην ἡμέραν γινομένων ἰδεῖν, ἔνεστι δὲ καὶ ἀπὸ τῶν θείων Γραφῶν. Ὅρα γοῦν, καὶ ἐν τοῖς προοιμίοις τοῦ Ἱερεμίου, καὶ πολλαχοῦ δὲ τῶν προφητῶν, καταφρονούμενον αὐτὸν καὶ ὑπερορώμενον, καὶ πάλιν ἐπιτρέχοντα καὶ διώκοντα τὴν φιλίαν τῶν ἀποστρεφομένων αὐτόν· ὅπερ καὶ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις ἐδήλου λέγων· «Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν. Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας αὐτῆς, καὶ οὐκ ἠθελήσατε»; Καὶ ὁ Παῦλος δὲ Κορινθίοις ἐπιστέλλων ἔλεγεν· «Ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ». Τοῦτο καὶ πρὸς ἡμᾶς εἰρῆσθαι νόμιζε νῦν. Οὐ γὰρ ἀπιστία μόνον, ἀλλὰ καὶ βίος ἀκάθαρτος τὴν ἀπευκτὴν ταύτην ἔχθραν ἱκανὸς ἐργάσασθαι. «Τὸ γὰρ φρόνημα, φησί, τῆς σαρκός, ἔχθρα εἰς Θεόν». Καταλύσωμεν οὖν τοῦτο τὸ διάφραγμα, καὶ διέλωμεν, καὶ θῶμεν νεκρόν, ἵνα τῆς μακαρίας τύχωμεν καταλλαγῆς, ἵνα γενώμεθα πάλιν ἐπέραστοι καὶ ποθεινοὶ τῷ Θεῷ.


ιδ’. Οἶδα ὅτι θαυμάζεις τὴν Ἐρμιόνης ὥραν νῦν, καὶ τῆς εὐμορφίας ἐκείνης οὐδὲν ὅμοιον κρίνεις ἐπὶ τῆς γῆς εἶναι· ἀλλ’ ἐὰν θέλῃς ὦ φίλε, τοσοῦτον αὐτῆς εὐπρεπέστερος ἔσῃ καὶ ὡραιότερος, ὅσῳ τῶν πηλίνων οἱ χρυσοῖ βελτίους ἀνδριάντες εἰσίν. Εἰ γὰρ ἐπὶ τοῦ σώματος ὃν τὸ κάλλος οὕτω τὰς ψυχὰς τῶν πολλῶν ἐκπλήττει ψυχὰς καὶ ἀναπτεροῖ, ὅταν ἐν τῇ ψυχῇ τοῦτο ἀποστίλβῃ, τὶ ἴσον τοῦ οὕτω καλοῦ καὶ ὡραίου γένοιτ’ ἄν; Ἡ μὲν γὰρ τούτου τοῦ κάλλους ὑπόστασις οὐδὲν ἕτερόν ἐστιν, ἢ φλέγμα καὶ αἷμα καὶ ρεῦμα καὶ χολὴ καὶ τροφῆς διαμασηθείσης χυλός. Τούτοις γὰρ καὶ ὀφθαλμοὶ καὶ παρειαὶ καὶ τὰ λοιπὰ πάντα ἄρδεται· κἂν μὴ καθ’ ἑκάστην ἡμέραν δέξηται τὴν ἀρδείαν ἐκείνην, ἀπὸ τῆς γαστρὸς καὶ τοῦ ἥπατος ἀνιοῦσαν, τοῦ δέρματος παρὰ τὸ προσῆκον ὑφιζάνοντος, τῶν ὀφθαλμῶν κοιλαινομένων, εὐθέως ἡ ἅπασα ἀφίπταται τῆς ὄψεως ὥρᾳ· ὥστε, ἂν ἐννοήσῃς τὶ μὲν τῶν καλῶν ἔνδον ἀπόκειται ὀφθαλμῶν, τὶ δὲ τῆς εὐρείας ρινός, τὶ δὲ καὶ τοῦ στόματος καὶ τῶν παρειῶν, οὐδὲν ἕτερον ἢ τάφον κεκονιαμένον εἶναι φήσεις τοῦ σώματος τὴν εὐμορφίαν. Τοσαύτης τὰ ἔνδον ἀκαθαρσίας ἐστὶ μεστά. Εἶτα ῥάκος μὲν ἰδὼν ἔχον τι τούτων, οἷον ἢ φλέγμα ἢ σίελον, οὐδὲ ἄκροις ψαύσαι τοῖς δακτύλοις ὑπομένεις, ἀλλ’ οὐδὲ ἰδεῖν ἀνέχη· πρὸς δὲ τὰ ταμιεῖα τούτων καὶ τὰς ἀποθήκας ἐπτόησαι; Ἀλλ’ οὐ τὸ γε σὸν κάλλος τοιοῦτον ἦν, ἀλλ’ ὅσον τῆς γῆς βελτίων ὁ οὐρανός· μᾶλλον δὲ καὶ πολλῷ τούτου λαμπρότερόν τε καὶ ἄμεινον. Ψυχὴν γὰρ καθ’ ἑαυτὴν σώματος μὲν γεγυμνωμένην οὐδεὶς εἶδεν οὐδαμοῦ· ὅμως δὲ καὶ οὕτως ἑτέρωθέν σοι παραστῆσαι τὸ ταύτης κάλλος πειράσομαι ἀπὸ τῶν δυναμένῳ τῶν μειζόνων. Ἄκουσον γοῦν πῶς τὸν ἄνδρα τῶν ἐπιθυμιῶν ἡ τούτων ὡραιότης ἐξέπληξε· βουλόμενος γὰρ αὐτῶν παραστῆσαι τὸ κάλλος, καὶ οὐκ ἔχων σῶμα τοιοῦτον εὑρεῖν, ἐπὶ τὰς μεταλλικὰς ὕλας κατέφυγε, καὶ οὐδὲ ταύταις ἠρκέσθη μόνο, ἀλλὰ καὶ τὴν τῆς ἀστραπῆς λαμπρότητα εἰς τὸ ὑπόδειγμα παρελάμβανεν. Εἰ δὲ μὴ καθαρὰς μηδὲ γυμνὰς φήνασαι τὰς ἑαυτῶν οὐσίας ἐκεῖναι, ἀλλ’ ἀμυδρῶς σφόδρα καὶ συνεσκιασμένως, ὅμως οὕτω διέλαμψαν, ὁποίας αὐτὰς εἰκὸς παντὸς ἀπηλλαγμένας παραπετάσματος φαίνεσθαι; Τιοῦτόν τι καὶ πὲρ τοῦ κάλλους τῆς ψυχῆς φαντάζεσθαι χρή. «Ἔσονται γάρ, φησίν, ἰσάγγελοι». Καὶ ἐπὶ τῶν σωμάτων δὲ τὰ κουφότερα καὶ λεπτοτέρα καὶ πρὸς τὴν ἐπὶ τὰ ἀσώματα φέρουσαν ὁδὸν ἀνακεχωρηκότα, πολλῷ μᾶλλον βελτίω καὶ θαυμαστότερα τῶν ἑτέρων ἐστί. Τῆς γοῦν γῆς ὁ οὐρανός, καὶ τοῦ ὕδατος τὸ πῦρ, καὶ οἱ ἀστέρες τῶν λίθων εἰσιν ὡραιότεροι· καὶ τὴν ἶριν δὲ πολλῷ πλέον ἴων καὶ ρόδων καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐπὶ τῆς γῆς θαυμάζομεν ἀνθῶν. Καὶ ὅλως, εἰ γε ἐνῆν τοῖς σωματικοῖς ὀφθαλμοῖς τὸ τῆς ψυχῆς κάλλος ἰδεῖν, κατεγέλασα ἂν τῶν σωματικῶν ὑποδειγμάτων τούτων, οὕτως ἀσθενῶς ἡμῖν τὴν τῆς ψυχῆς παραστησάντων ὡραιότητα. Μὴ δὴ τοιούτου κτήματος μηδὲ τοσαύτης μακαριότητος ἀμελήσωμεν, καὶ μάλισθ’ ὅτε εὔκολος ἡμῖν ἡ ἐπάνοδος πρὸς ἐκεῖνο τὸ κάλλος ταῖς τῶν μελλόντων ἐλπίσι γίνεται. «Τὸ γὰρ παραυτίκα, φησίν, ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια». Εἰ δὲ αἱ θλίψεις οἵας οἶδας ἐλαφρὰς ἐκάλεσε καὶ κούφας ὁ μακάριος Παῦλος, διὰ τὸ μὴ σκοπεῖν τὰ βλεπόμενα, πολλῷ μᾶλλον τὸ παύσασθαι ἀσελγαίνοντα φορητόν. Οὐδὲ γὰρ ἐπὶ τοὺς κινδύνους σε καλοῦμε τέως ἐκείνους, οὐδὲ ἐπὶ τοὺς θανάτους τοὺς καθημερινούς, τὰς πληγὰς τὰς συνεχεῖς, τὰς μάστιγας, τὰ δεσμά, τὴν πρὸς τὴν οἰκουμένην ἀπέχθειαν, τὸ παρὰ τῶν οἰκείων μῖσος, τὰς ἀγρυπνίας τὰς ἐπαλλήλους, τὰς ὁδοιπορίας τὰς μακράς, τὰ ναυάγια, τὰς τῶν λῃστῶν ἐφόδους, τὰς παρὰ τῶν συγγενῶν ἐπιβουλάς, τὰς ὑπὲρ τῶν φίλων ὀδύνας, τὸν λιμόν, τὸ κρυμόν, τὴν γυμνότητα, τὴν πύρωσιν, τὴν ἀθυμίαν τὴν ὑπὲρ τῶν αὐτοῦ, τὴν ὑπὲρ τῶν οὐκ αὐτοῦ. Οὐδὲν τούτων ἀπαιτοῦμεν τέως, ἀλλὰ μόνον τοσοῦτον ἀξιοῦμεν, τῆς ἐπαράτου δουλείας ἀπαλλαγῆναι, καὶ πρὸς τὴν προτέραν ἐλευθερίαν ἐπανελθεῖν, ἐννοήσαντα καὶ τὴν ἐκ τῆς ἀσελγείας κόλασιν, καὶ τὴν ἐκ τοῦ προτέρου βίου τιμήν. Τὸ μὲν γὰρ τοὺς ἀπιστοῦντας τῷ τῆς ἀναστάσεως λόγῳ ῥαθύμως διακεῖσθαι, καὶ μηδέποτε ἐν τοιούτῳ γενέσθαι φόβῳ, θαυμαστὸν οὐδέν· τὸ δὲ ἡμᾶς τοὺς περὶ τῶν ἐκεῖ μᾶλλον ἢ τῶν ἐνταῦθα πεπεισμένους οὕτως ἀθλίως διάγειν καὶ ταλαιπώρως, καὶ μηδὲν ὑπὸ τῆς μνήμης πάσχειν ἐκείνων, ἀλλ’ εἰς ἐσχάτην ἀναισθησίαν καταπεσεῖν, τοῦτο πολλῆς ἀλογίας γέμον ἐστίν. Ὅταν γὰρ οἱ πιστεύοντες τὰ τῶν ἀπίστων πράττωμεν, μᾶλλον δὲ κἀκείνων ἀθλιώτερον διακεισώμεθα (εἰσὶ γὰρ ἐν αὐτοῖς οἳ κατὰ τὴν τοῦ βίου διέλαμψαν ἀρετήν)· τὶς ἔσται ἡμῖν παράκλησις, ποία συγγνώμη λοιπόν; Καὶ ναυαγίῳ μὲν περιπεσόντες πολλοὶ τῶν ἐμπόρων, οὐκ ἀνέπεσον, ἀλλὰ πάλιν ἐπέβησαν τῆς αὐτῆς ὁδοῦ, καὶ ταῦτα οὐ παρὰ τὴν οἰκείαν ῥαθυμίαν, ἀλλὰ παρὰ τὴν τῶν πνευμάτων ἀνάγκην τῆς ζημίας γεγενημένης αὐτοῖς· ἡμεῖς δὲ οἱ περὶ τοῦ τέλους θαῤῥεῖν ἔχοντες, καὶ ἀκριβῶς εἰδότες, ὅτι μὴ βουλομένων ἡμῶν, οὔτε ναυάγιον, οὔτε περὶ τὸ τυχὸν ἡμῖν ἡ ζημία συμβήσεται, οὐχ ἁψόμεθα πάλιν αὐτῶν καὶ ἐμπορευσόμεθα καθάπερ καὶ τὸ πρότερον, ἀλλὰ κεισόμεθα ἀργοῦντες καὶ τὰς χεῖρας παρ’ ἑαυτοῖς ἔχοντες; Καὶ εἴθε παρ’ ἑαυτοῖς μόνον, καὶ μὴ καθ’ ἑαυτῶν, ὅπερ λαμπρᾶς μανίας ἐστί. Καὶ γὰρ εἲ τις τῶν πυκτευόντων, τὸν ἀνταγωνιστὴν ἀφείς, κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τρέποι τὰς χεῖρας, καὶ τὴν οἰκείαν ὄψιν συγκόπτοι, οὐ μετὰ τῶν μαινομένων αὐτὸν κατατάξομεν, εἰπὲ μοι; Ὑπεσκέλισεν ἡμᾶς ὁ διάβολος καὶ κατέβαλεν· οὐκοῦν ἀναστῆναι δεῖ, οὐχ ὑποσύρεσθαι πάλιν, καὶ κατακρημνίζειν ἑαυτούς, καὶ ταῖς παρ’ ἐκείνου πληγαῖς προστιθέναι τὰς παρ’ ἑαυτῶν. Καὶ γὰρ καὶ ὁ μακάριος Δαυῒδ ἔπεσε πτῶμα τοιοῦτον, ὅπερ καὶ σὺ νῦν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον ἐφεξῆς, τὸ τοῦ φόνου λέγω. Τὶ οὖν; Ἔμεινε κείμενος; Οὐχὶ δὲ εὐθέως ἀνέστη δυνάμει πάλιν, καὶ παρετάξατο πρὸς τὸν ἐχθρόν; Οὕτω μὲν οὖν γενναίως αὐτὸν κατεπάλαισεν, ὡς καὶ τελευτήσαντα προστῆναι τῶν ἐκγόνων αὐτοῦ. Τῷ γὰρ Σολομῶντι τὴν μεγάλην παρανομίαν τετολμηκότι καὶ μυρίων ἀξίω γενομένῳ θανάτων, διὰ τὸν Δαυῒδ ὁ Θεὸς φησιν ἀφεῖναι αὐτῷ τὴν βασιλείαν ὁλόκληρον, οὑτωσὶ λέγων· «Διαῤῥήσσων διαῤῥήξω τὴν βασιλείαν σου ἐκ χειρὸς σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. Πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω τοῦτο». Διατί; «Διὰ Δαυῒδ τὸν πατέρα σου· ἐκ χειρὸς τοῦ υἱοῦ σου, λήψομαι αὐτήν». Καὶ τῷ Ἐζεκίᾳ δὲ μέλλοντι κινδυνεύειν ὑπὲρ τῶν ἐσχάτων καίτοι γε ὄντι δικαίῳ, πάλιν διὰ τὸν μακάριον ἐκεῖνον ἔλεγε βοηθεῖν· «Ὑπερασπιῶ γάρ, φησίν, ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι’ ἐμὲ καὶ διὰ Δαυῒδ τὸν παῖδά μου». Τοσαύτη τῆς μετανοίας ἡ ἰσχύς. Εἰ δὲ ἐκεῖνος ταῦτα ἐβουλεύσατο, ἅπερ καὶ σὺ νῦν, ὅτι λοιπὸν ἀδύνατον ἐξιλεώσασθαι τὸν Θεόν, καὶ ἐν ἐν ἑαυτῷ εἶπεν. Ἐτίμησέ με τιμὴν μεγάλην ὁ Θεός, καὶ εἰς προφήτας ἔταξε, καὶ τὴν ἀρχὴν τῶν ὁμοφύλων ἐνεχείρισε, καὶ μυρίων κινδύνων ἐξήρπασε, πῶς οὖν δυνήσομαι μετὰ τοσαύτας εὐεργεσίας προσκεκρουκώς, καὶ τὰ τῶν ἐσχάτων τολμήσας, ἵλεω καταστῆσαι πάλιν αὐτόν; Εἰ ταῦτα ἐνενόησεν, οὐ μόνον τὰ μετὰ ταῦτα οὐκ ἂν ἔπραξεν, ἀλλὰ καὶ τὰ πρότερα ἐπέτριψεν ἄν.


ιε’. Οὐδὲ γὰρ τὰ ἐν τοῖς σώμασι τραύματα μόνον θάνατον ἐργάζεται ἀμελούμενα, ἀλλὰ καὶ τὰ τῆς ψυχῆς· ἀλλ’ ὅμως εἰς τοσοῦτον ἀνοίας ἠλάσαμεν ἡμεῖς, ὡς ἐκείνων μὲν ἐπιμελεῖσθαι σφοδρῶς, τούτων δὲ ὑπερορᾷν. Καίτοι ἐπὶ μὲν τοῦ σώματος ἀνίατα πολλάκις πολλὰ συμβαίνειν εἰκός, καὶ οὐδὲν ἀπαγορεύομεν, ἀλλὰ συνεχῶς τῶν ἰατρῶν λεγόντων ἀκούοντες, ὅτι τοῦτο τὸ πάθος ἀφανίσαι φαρμάκοις οὐκ ἑνί, ὅμως ἐπικείμεθα παρακαλοῦντες παραμυθίαν γοῦν τινα ἐπινοῆσαι μικράν· ἐπὶ δὲ τῶν ψυχῶν, ἔνθα οὐδὲν ἐστιν ἀνίατον νόσημα· οὐδὲ γὰρ ὑπὸ τὴν τῆς φύσεως ἀνάγκην ἐστίν. Ἐνταῦθα ὡς ἀλλοτρίων ὄντων τῶν παθῶν, οὕτως ἀμελοῦμεν καὶ ἀπογινώσκομεν· καὶ ἔνθα μὲν ἡ τῶν νοσημάτων φύσις εἰς ἀπόγνωσιν ἡμᾶς ἐμβάλλειν εἴωθε, καθάπερ τῶν πολλὰς ἐλπίδας ἐχόντων ὑγιείας ἐπιμελούμεθα· ἔνθα δὲ οὐδὲν ἐστιν ὧν ἀπαγορεῦσαι χρή, ὥσπερ τῶν ἀπεγνωσμένων ἀφιστάμεθα καὶ παραμελοῦμεν· τοσούτῳ πλείονα τοῦ σώματος, ἢ τῆς ψυχῆς λόγον ἔχομεν. Διὰ τοι τοῦτο οὐδὲ τὸ σῶμα διασώσαι δυνάμεθα. Ὁ μὲν γὰρ τοῦ προηγουμένου παραμελῶν, καὶ περὶ τὰ ἐλάττονα πᾶσαν τὴν σπουδὴν ἐπιδεικνύμενος, ἀμφότερα καταλύει καὶ ἀπόλλυσιν· ὁ δὲ τὴν τάξιν φυλάττων, καὶ τὸ κυριώτερον διασώζων καὶ θεραπεύων, κἂν ἀμελήσῃ τοῦ δευτέρου, διὰ τῆς τοῦ πρώτου σωτηρίας καὶ τοῦτο διέσωσεν. Ὅπερ καὶ ὁ Χριστὸς ἡμῖν παραδηλῶν ἔλεγε· «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ». Ἆρά σε πείθομεν, ὅτι οὐδέποτε τῶν τῆς ψυχῆς ὡς ἀνιάτων ἀπογινώσκειν δεῖ παθῶν, ἢ καὶ ἑτέρους πάλιν λογισμοὺς ἀνακινῆσαι χρή; Κἂν γὰρ μυριάκις ἀπογνῷς σεαυτοῦ, ἡμεῖς οὐκ ἀπογνωσόμεθά σου ποτέ, οὐδὲ ὅπερ ἑτέροις ἐγκαλοῦμεν, αὐτοὶ πεισόμεθα· καίτοι γε οὐκ ἔστιν ἴσον αὐτὸν τινα ἀπελπίζειν ἑαυτόν, καὶ ἕτερον αὐτόν. Ὁ μὲν γὰρ ὑπὲρ ἑτέρου ταύτην ἔχων τὴν ὑπόνοιαν, κἂν συγγνωσθείη ταχέως ὁ δὲ αὐτὸς περὶ ἑαυτοῦ, οὐκέτι. Τὶ δήποτε; Ὅτι αὐτὸς μὲν οὐκ ἔστι κύριος τῆς ἐκείνου σπουδῆς καὶ μετανοίας, τῆς δὲ ἑαυτοῦ τὴν ἐξουσίαν ἔχει μόνος αὐτός. Ἀλλ’ ὅμως οὐδὲ οὕτως ἀπογνωσόμεθά σου, κἂν μυριάκις σὺ τοῦτο πάθης· ἴσῳ γάρ, ἴσως ἔσται τις ἐπάνοδος πρὸς τὴν ἀρετὴν καὶ τὴν καταλλαγὴν τὴν πρὸς τὸν πρότερον βίον. Ἄκουε δὲ καὶ τῶν ἑξῆς. Οἱ Νινευΐται τοῦ προφήτου διατεινομένου καὶ σαφῶς ἀπειλοῦντος ἀκούσαντες, «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται», οὐδὲ οὕτως ἀνέπεσον, ἀλλὰ καίτοι μὴ θαῤῥοῦντες ὅτι πείσουσι τὸν Θεόν, μᾶλλον δὲ καὶ τοὐναντίον ἔχοντες ὑποπτεύειν ἀπὸ τοῦ χρησμοῦ (οὐ γὰρ μετὰ διορισμοῦ τινος εἴρητο τὸ λεχθέν, ἀλλ’ ἀπόφασις ἦν καθαρά), καὶ οὕτω τὴν μετάνοιαν ἐπεδείκνυντο λέγοντες· «Τὶς οἶδεν, εἰ μετανοήσει, καὶ παρακληθήσεται ὁ Θεός, καὶ ἀποστρέψει ἀπὸ ὀργῆς τοῦ θυμοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα; Καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησε τοῦ ποίησε αὐτοῖς, καὶ οὐκ ἐποίησεν». Εἰ δὲ ἄνθρωποι βάρβαροι καὶ ἀλόγιστοι τοσοῦτον ἠδυνήθησαν συνιδεῖν, πολλῷ μᾶλλον ἡμᾶς τοῦτο ποιεῖν χρή, τοὺς τὰ θεῖα δόγματα παιδευθέντας, καὶ τῶν τοιούτων παραδειγμάτων καὶ ἐν ῥήμασι καὶ ἐν πράγμασι πολὺ τὸ πλῆθος ἑωρακότας. «Οὐ γάρ, φησίν, εἰσὶν αἱ βουλαὶ μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ αἱ ὁδοὶ μου ὥσπερ αἱ ὁδοὶ ὑμῶν· ἀλλ’ ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, τοσοῦτον ἀπέχει τὰ διανοήματά μοὺ ἀπὸ τῆς διανοίας ὑμῶν, καὶ αἱ βουλαὶ μου ἀπὸ τῶν βουλῶν ὑμῶν». Εἰ δὲ ἡμεῖς τοὺς πολλάκις προσκεκρουκότας τῶν οἰκετῶν, ἐὰν ἐπαγγέλλωνται γίνεσθαι βελτίους, καὶ προσιέμεθα καὶ πάλιν ἐπὶ τῆς προτέρας ἄγομεν τιμῆς, πολλάκις δὲ καὶ πλείονος αὐτοῖς τῆς παῤῥησίας μεταδιδόαμεν· πολλῷ μᾶλλον αὐτός. Εἰ μὲν γὰρ διὰ τοῦτο ἐποίησεν ἡμᾶς, ἵνα κόλασῃ, καλῶς ἂν ἀπεγνώκεις καὶ ἠμφισβήτεις ὑπὲρ τῆς σωτηρίας τῆς ἑαυτοῦ· εἰ δὲ δι’ οὐδὲν ἕτερον ἢ δι’ ἀγαθότητα μόνην ἡμᾶς ἐδημιούργησεν, καὶ ἵνα τῶν αἰωνίων ἀπολαύσωμεν καλῶν, καὶ πάντα ὑπὲρ τούτου ποιεῖ καὶ πραγματεύεται ἐκ πρώτης ἡμέρας εἰς τὸ παρόν, τὶ ποτὲ ἐστι τὸ ποιοῦν ἐνδοιάζειν ἡμᾶς; Σφόδρα αὐτὸν παρωργίσαμεν, καὶ οὐδεὶς ἀνθρώπων ἕτερος; Οὐκοῦν διὰ τοῦτο μάλιστα ἀποστῆναι δεῖ τῶν παρόντων, καὶ μεταγνῶναι ἐπὶ τοῖς προγεγενημένοις, καὶ πολλὴν ἐπιδείξασθαι τὴν μεταβολήν. Οὐδὲ γὰρ οὕτως αὐτὸν τὰ ἅπαξ τολμηθέντα ὑφ’ ἡμῶν παροξῦναι δυνατ’ ἄν, ὡς τὸ μηδὲ θελῆσαι μεταβαλέσθαι λοιπόν. Τὸ μὲν γὰρ ἁμαρτεῖν ἴσως ἀνθρώπινον, τὸ δὲ ἐπιμεῖναι τοῖς αὐτοῖς, τοῦτο οὐκ ἀνθρώπινον λοιπόν, ἀλλ’ ὅλον σατανικὸν. Ὅρα γὰρ καὶ διὰ τοῦ προφήτου πῶς τοῦτο μᾶλλον ἐκείνου μέμφεται ὁ Θεός. Καὶ «εἶπον γάρ, φησί, μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα, Πρὸς με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε». Καὶ ἑτέρωθι πάλιν τὴν πολλὴν ῥοπήν, ἣν ἔχει πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν, ἐπιδεῖξαι βουλόμενος, ἐπειδὴ μετὰ τὰς πολλὰς παρανομίας ἐπηγγείλαντο τὴν ὀρθὴν βαδίζειν ὁδόν, ἀκούσας εἶπε· «Τὶς δώσει εἶναι οὕτω τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς, ὥστε φοβεῖσθαι με καὶ φυλάσσεσθαι τὰς ἐντολὰς μου πάσας τὰς ἡμέρας αὐτῶν, ἵνα εὖ ᾗ αὐτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν δι’ αἰῶνος»; Καὶ ὁ Μωϋσῆς δὲ διαλεγόμενος αὐτοῖς ἔλεγε· «Καὶ νῦν, Ἰσραήλ, τὶ Κύριος ὁ Θεὸς αἰτεῖ παρὰ σοῦ, ἀλλ’ ἢ φοβεῖσθαι Κύριον τὸν Θεὸν σου, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ἀγαπᾶν αὐτόν»; Ὁ τοίνυν σπουδάζων φιλεῖσθαι παρ’ ἡμῶν, καὶ πάντα ὑπὲρ τούτου ποιῶν, καὶ μηδὲ τοῦ Μονογενοῦς ὑπὲρ τῆς ἡμετέρας φεισάμενος φιλίας, καὶ ὅτε δήποτε ἂν καταλλαγῶμεν αὐτῷ τὸ πρᾶγμα τιθέμενος ἀγαπητόν, πῶς μετανοοῦντας οὐ δέξεται καὶ φιλήσει; Ἄκουε γοῦν καὶ διὰ τοῦ προφήτου τὶ φησι· «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς». Καὶ τοῦτο δέ, ὑπὲρ τοῦ σφοδρὰν γενέσθαι τὴν πρὸς αὐτὸν φιλίαν, ἀπαιτεῖ παρ’ ἡμῶν. Ὅταν γὰρ ὁ φιλῶν πολλὰ παρὰ τῶν φιλουμένων ὑβρισθεὶς μηδὲ οὕτω σβέση τὸν πόθον, δι’ οὐδὲν ἕτερον εἰς μέσον ἐνεχθῆναι σπουδάζει τὰς ὕβρεις ἐκείνας, ἀλλ’ ἵνα τὸ στεῤῥὸν αὐτοῦ τῆς φιλίας ἐπιδειξάμενος, εἰς πλείονα καὶ συντονωτέραν ἐπισπάσηται ἀγάπην ἐκείνους. Εἰ δὲ τὸ ὁμολογῆσαι τὰ ἁμαρτήματα τοσαύτην ἔχει τὴν παραμυθίαν, πολλῷ μᾶλλον τὸ διὰ τῶν ἔργων αὐτὰ ἀπονίψασθαι. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἀλλὰ τοὺς ἅπαξ τῆς εὐθείας παρατραπέντας ὁδοῦ ἐπὶ τὰ προτέρα πάλιν ἐκώλυεν ἐπανελθεῖν, οὐδεὶς ἂν τάχα, πλὴν ὀλίγων καὶ εὐαριθμήτων σφόδρα, εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσῆλθέ ποτε· νῦν δὲ τοὺς μάλιστα λάμψαντας ἀπὸ τῶν πτωμάτων τούτων ὄντας εὑρήσομεν. Οἱ γὰρ πολλὴν ἐν τοῖς κακοῖς ἐπιδειξάμενοι τὴν σφοδρότητα, καὶ ἐν τοῖς ἀγαθοῖς τὴν αὐτὴν ἐπιδείξονται πάλιν, συνειδότες ὅσων ἑαυτοὺς ὀφλημάτων ὑπευθύνους κατέστησαν· ὅπερ οὖν καὶ ὁ Χριστὸς ἐδήλωσεν, ὅτε τῷ Σίμωνι περὶ τῆς γυναικὸς ἔλεγε· «Βλέπεις γάρ, φησί, ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ ἀφ’ οὗ εἰσῆλθον, οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. Ἐλαίῳ οὐκ ἤλειψας τὴν κεφαλὴν μου, αὕτη δὲ μύρῳ ἤλειψε τοὺς πόδας μου. Οὖ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ. Ὦ δὲ ὀλίγον ἀφίενται, ὀλίγον ἀγαπᾷ». Εἶπε δὲ αὐτῇ· «Ἀφέωνταί σου αἱ ἁμαρτίαι».


ις. Διὰ τοῦτο καὶ ὁ διάβολος εἰδώς, ὅτι οἱ τὰ μεγάλα ἐργασάμενοι κακά, ὅταν ἄρξωνται μετανοεῖν, μετὰ πολλοῦ τοῦ τόνου τοῦτο πράττουσιν ἅτε εἰδότες τὰ πλημμεληθέντα αὐτοῖς, δέδοικε καὶ τρέμει μήποτε ἀρχὴν τινα τοῦ πράγματος λάβωσι· μετὰ γὰρ τὸ λαβεῖν ἀκάθεκτοι λοιπὸν εἰσι, καὶ πυρὸς δίκην ὑπὸ τῆς μετανοίας ἀναζέσαντες, χρυσίου καθαροῦ καθαρωτέρας τὰς ἑαυτῶν ἀπεργάζονται ψυχάς, καθάπερ ὑπὸ τινος πνεύματος σφοδροῦ τοῦ συνειδότος καὶ τῆς μνήμης τῶν προτέρων ἁμαρτημάτων εἰς τὸν τῆς ἀρετῆς λιμένα ὠθούμενοι. Καὶ τοῦτό ἐστιν ὃ πλεονεκτοῦσι τῶν οὐδαμῶς καταπεσόντων, ὅτι σφοδροτέρᾳ κέχρηνται τῇ προθυμίᾳ· μόνο, ὅπερ ἔφην, ἂν τῆς ἀρχῆς ἐπιλάβωνται. Τὸ γὰρ δυσχερὲς καὶ δυσκατόρθωτον τοῦτό ἐστι, τὸ δυνηθῆναι ἐπιβῆναι τῆς εἰσόδου, καὶ τῶν προθυρὼν ἐφάψασθαι τῆς μετανοίας, καὶ τὸν ἐχθρὸν ἐκεῖ πολὺ πνέοντα καὶ ἐπικείμενον ἀπώσασθαι καὶ καταβαλεῖν. Μετὰ δὲ ταῦτα οὔτε ἐκεῖνος τοσαύτην ἐπιδείξεται τὴν μανίαν ἅπαξ ἡττηθείς, καὶ ἔνθα ἧν ἰσχυρὸς καταπεσών, ἡμεῖς δὲ μείζονα τὴν προθυμίαν ληψόμεθα, καὶ μετὰ πολλῆς τῆς εὐκολίας δραμούμεθα τὸν καλὸν ἀγῶνα τοῦτον. Ἐπιλαβώμεθα τοίνυν τῆς ἐπανόδου λοιπόν, ἀναδράμωμεν εἰς τὴν πόλιν τὴν ἐν τοῖς οὐρανοῖς, ἐν ᾗ καὶ πολιτεύεσθαι προστετάγμεθα. Τὸ γὰρ ἀπογινώσκειν ἑαυτῶν, οὐ τοῦτο μόνον ἔχει τὸ κακόν, ὅτι τὰς πύλας ἡμῖν ἀποκλείει τῆς πόλεως ἐκείνης οὐδ’ ὅτι εἰς μείζονα ῥαθυμίαν ἄγει καὶ καταφρόνησιν, ἀλλ’ ὅτι καὶ εἰς ἀπόνοιαν ἐμβάλλει σατανικήν. Καὶ γὰρ καὶ ὁ διάβολος οὐδαμόθεν ἑτέρωθεν τοιοῦτος ἐγένετο, ἀλλ’ ἦ ἀπὸ τοῦ πρότερον μὲν ἀπογνῶναι, ὕστερον δὲ ἐκ τῆς ἀπογνώσεως εἰς ἀπόνοιαν ἐμπεσεῖν. Ψυχὴ γάρ, ἐπειδὰν ἅπαξ ἀπαγορεύσῃ τὴν σωτηρίαν τὴν ἑαυτῆς, οὐδὲ αἰσθήσεται λοιπὸν ὅπως κατακρημνίζεται, πάντα αἱρουμένη καὶ λέγειν καὶ ποιεῖν τὰ κατὰ τῆς σωτηρίας τῆς ἑαυτῆς. Καὶ καθάπερ οἱ μαινόμενοι, ἐπειδὰν ἅπαξ τῆς ὑγιοῦς ἐκπέσωσι καταστάσεως, οὐδὲν δεδοίκασιν, οὐδὲ αἰσχύνονται, ἀλλ’ ἀδεῶς ἅπαντα τολμῶσι, κἂν εἰς πῦρ μέλλωσιν ἐμπίπτειν, κἂν εἰς πέλαγος, κἂν εἰς κρημνόν· οὕτω καὶ οἱ τῇ τῆς ἀπογνώσεως παραφροσύνῃ ληφθέντες ἀφόρητοι λοιπὸν εἰσι, πανταχοῦ τῆς κακίας διατρέχοντες, κἂν μὴ θάνατος αὐτοῖς ἐπελθὼν κωλύσῃ τῆς μανίας ἐκείνης καὶ τῆς φορᾶς, μύρια ἑαυτοῖς ἐργάζονται δεινά. Διὰ τοῦτο παρακαλῶ πρὶν ἢ σφόδρα ὑπὸ ταύτης βαπτισθῆναί σε της μέθης, ἀνανῆψαι καὶ διεγερθῆναι, καὶ τὴν σατανικὴν κραιπάλην ἀπώσασθαι, καὶ εἰ μὴ δυνατὸν ἀθρόως, ἀλλ’ ἠρέμα καὶ κατὰ μικρόν. Ἐμοὶ μὲν γὰρ εὐκολώτερον εἶναι φαίνεται, τὸ πάντων ὁμοῦ τῶν κατεχόντων ἀποσπασθέντα σχοινίων μεταθεῖναι ἑαυτὸν εἰς τὸ τῆς μετανοίας γυμνάσιον. Εἰ δὲ σοι δύσκολον εἶναι τοῦτο δοκεῖ, ὡς ἂν ἐθέλῃς ἅψαι τῆς ὁδοῦ τῆς ἐπὶ τὰ κρείττω φερούσης, μόνον ἅψαι καὶ ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς. Ναί, δέομαι καὶ ἀντιβολῶ, πρὸς τῆς εὐδοκιμήσεως τῆς προτέρας, πρὸς τῆς παῤῥησίας ἐκείνης, οὕτω πάλιν σε ἐπὶ τῆς κορυφῆς καὶ τῆς καρτερίας ἴδωμεν τῆς αὐτῆς. Φεῖσαι τῶν σκανδαλιζομένων διὰ τὴν σὴν κεφαλήν, τῶν ἀπογινωσκόντων τὴν τῆς ἀρετῆς ὁδόν. Νῦν μὲν γὰρ κατήφεια τὸν τῶν ἀδελφῶν ἔχει χορόν, ἡδονὴ δὲ καὶ εὐθυμία τὰ τῶν ἀπίστων συνέδρια καὶ τὰ τῶν νέων τῶν ῥᾳθυμότερον διακειμένων. Ἂν δὲ ἐπανέλθῃς πάλιν ἐπ’ ἐκείνην τοῦ βίου τὴν ἀκρίβειαν, τοὐναντίον γενήσεται, καὶ ἡ μὲν ἡμέτερα αἰσχύνη εἰς ἐκείνους μεταστήσεται πᾶσα, ἡμεῖς δὲ ἐν παῤῥησίᾳ ἐσόμεθα πολλῇ, μετὰ πλείονος λαμπρότητος στεφανούμενόν σε καὶ ἀνακηρυττόμενον ὁρῶντες πάλιν. Μείζονα γὰρ αἱ τοιαῦται νῖκαι φέρουσι καὶ τὴν εὐδοκίμησιν καὶ τὴν ἡδονήν. Οὐδὲ γὰρ τῶν οἰκείων κατορθωμάτων μόνον λήψῃ τὸν μισθόν, ἀλλὰ καὶ τῆς ἑτέρων παρακλήσεως καὶ παραμυθίας, ὑπόδειγμα μέγιστον ἐκκείμενος, εἶ ποτὲ τις τοῖς αὐτοῖς περιπέσοι, πρὸς τὸ διαναστῆναι πάλιν καὶ ἀνακτήσασθαι ἑαυτόν. Μὴ δὲ κέρδος παρίδῃς τοσοῦτον, μηδὲ καταγάγῃς εἰς ᾅδου μετὰ λύπης τὰς ἡμετέρας ψυχάς, ἀλλὰ δὸς ἡμῖν ἀναπνεύσαι, καὶ τὸ κατέχον ἡμᾶς διὰ σὲ τῆς ἀθυμίας ἀποσείσασθαι νέφος. Νῦν μὲν γὰρ τὰ οἰκεῖα παρέντες κακά, θρηνοῦμεν τὰς σὰς συμφοράς· ἐὰν δὲ θελήσῃς ἀνανῆψαι καὶ διαβλέψαι, καὶ τῆς στρατιᾶς ἀπαλλάξεις ἡμᾶς, καὶ τῶν ἡμετέρων ἁμαρτημάτων τὸ πλέον ἀρεῖς. Ὅτι γὰρ ἔστι τοὺς ἐκ μετανοίας πάλιν ἐπανελθόντας λάμψαι μέγα καὶ φαιδρόν, καὶ πλέον πολλάκις τῶν μηδὲ πεσόντων τὴν ἀρχήν, ἀπεδείξαμεν καὶ ἀπὸ τῶν θείων Γραφῶν. Οὕτω γοῦν καὶ οἱ τελῶναι καὶ αἱ πόρναι τὴν βασιλείαν τῶν οὐρανῶν κληρονομοῦσιν, οὕτω πολλοὶ τῶν ἐσχάτων τῶν πρώτων ἔμπροσθεν τίθενται.


ιζ’. Ἐρῶ δὲ σοι καὶ τὰ ἐφ’ ἡμῶν γεγενημένα, καὶ ὢν δυνήσῃ γενέσθαι μάρτυς αὐτός. Οἶσθά που τὸν νέον ἐκεῖνον τὸν Οὐρβανοῦ παῖδα, τὸν Φοίνικα, τὸν ἐν ὀρφανία μὲν καταλειφθέντα ἀώρῳ, κύριον δὲ πολλῶν χρημάτων καὶ οἰκετῶν γενόμενον καὶ ἀγρῶν. Οὗτος τὸ μὲν πρῶτον ἐῤῥῶσθαι πολλὰ ταῖς ἐν τοῖς μουσείοις διατριβαῖς εἰπών, καὶ τὴν λαμπρὰν ἐκείνην ἀμφίασιν ἀφείς, καὶ τὸν τῦφον ἅπαντα τὸν βιωτικόν, ἐξαίφνης ἱμάτιον εὐτελὲς περιθέμενος, καὶ πρὸς τὴν ἐν τοῖς ὄρεσιν ἐρημίαν ἀναχωρήσας, πολλὴν ἐπεδείξατο τὴν φιλοσοφίαν, οὐ κατὰ τὴν ἡλικίαν μόνον, ἀλλ’ ὅσην ἂν τις τῶν μεγάλων καὶ θαυμαστῶν ἀνδρῶν. Μετὰ δὲ ταῦτα καὶ τῆς ἱερᾶς τῶν μυστηρίων τελετῆς ἀξιωθείς, πολλῷ μᾶλλον ἐπεδίδου πρὸς ἀρετήν. Καὶ πάντες ἔχαιρον, καὶ ἐδόξαζον τὸν Θεόν, ὅτι καὶ ἐν πλούτῳ τραφείς, καὶ προγονοὺς ἔχων λαμπρούς, καὶ σφόδρα ἔτι νέος ὧν, ἐξαίφνης πᾶσαν τὴν φαντασίαν τοῦ βίου καταπατήσας, πρὸς τὸ ὕψος ἀνέδραμε τὸ ἀληθινόν. Ἐν τούτῳ δὲ αὐτὸν ὄντα καὶ θαυμαζόμενον, φθόροι τινὲς ἄνδρες κατὰ τὸν τῆς συγγενείας ἐπισκοποῦντες νόμον, αὖθις ἐπὶ τὸν πρότερον κλύδωνα ἐπανήγαγον. Καὶ πάντα ῥιψας ἐκεῖνα, πάλιν ἀπὸ τῶν ὀρέων εἰς μέσην εὐθέως κατέβη τὴν ἀγοράν, καὶ ἵππῳ ὀχούμενος, καὶ ἀκολούθους ἔχων πολλούς, οὕτω περιῄει τὴν πόλιν ἅπασαν καὶ οὐδὲ σωφρονεῖν λοιπὸν ἤθελεν. Ὑπὸ γὰρ τῆς πολλῆς ἐκκαιόμενος τρυφῆς, καὶ εἰς ἔρωτας ἀτόπους ἐμπίπτειν ἠναγκάζετο, καὶ οὐδεὶς ἦν τῶν ἐν μέσῳ στρεφομένων, ὅστις τὴν σωτηρίαν οὐκ ἀπηγόρευσε τὴν ἐκείνου· τοσοῦτος αὐτὸν συνεῖχε κολάκων ἐσμός, καὶ προσῆν ὀρφανία καὶ νεότης καὶ πλοῦτος πολύς. Καὶ οἱ τὰ πάντα εὐκόλως μεμφόμενοι, τῶν ἐπὶ τοῦτο τὴν ἀρχὴν ἀγαγόντων αὐτὸν κατηγόρουν λέγοντες, ὅτι καὶ τῶν πνευματικῶν διήμαρτε, καὶ οὐδὲ τοῖς αὐτοῦ πράγμασι χρήσιμος ἔσται λοιπόν, πρὸ ὥρας τῶν περὶ λόγους πόνων ἀποπηδήσας, καὶ μηδὲν ἐκεῖθεν καρπώσασθαι δυνηθείς. Τούτων δὲ λεγομένων καὶ πολλῆς τῆς αἰσχύνης οὔσης, ἅγιοι τινὲς ἄνδρες καὶ πολλάκις τοιαύτης θήρας ἐπιτυχόντες, καὶ διὰ τῆς πείρας μαθόντες καλῶς, ὅτι οὐδὲν τῶν τοιούτων ἀπογινώσκειν χρὴ ταῖς εἰς τὸν Θεὸν ὁπλιζομένους ἐλπίσι, παρατηροῦντες αὐτὸν συνεχῶς, εἲ ποτε εἶδον φανέντα ἐπὶ τῆς ἀγορᾶς, καὶ προσῄεσαν καὶ ἠσπάζοντο. Καὶ τὸ μὲν πρῶτον ἄνωθεν αὐτοῖς ἐκεῖνος ἀπὸ τοῦ ἵππου παρακολουθοῦσιν ἐκ πλαγίων διελέγετο· τοσαύτη κατεῖχεν αὐτὸν ἀναισχυντία τὴν ἀρχήν. Οἱ δὲ εὔσπλαγχνοι καὶ φιλόπαιδες ἐκεῖνοι τούτων μὲν ᾐσχύνοντο οὐδέν, εἰς ἓν δὲ μόνον ἑώρων. Ὅπως τῶν λύκων τὸ ἀρνίον ἀποσπάσωσιν· ὅπερ οὖν καὶ διὰ τῆς καρτερίας ἤνυσαν. Ὕστερον γὰρ ὥσπερ ἐκ τινος παραπληξίας ἐν ἑαυτῷ γενόμενος ἐκεῖνος, καὶ τὴν πολλὴν αὐτῶν προσεδρείαν ἐρυθριάσας, εἲ ποτε αὐτοὺς πόῤῥωθεν προσιόντας εἶδεν, ἀπεπήδα τε εὐθέως, καὶ κάτω νεύων οὕτω μετὰ σιγῆς τὰ παρ’ ἐκείνων ἤκουεν ἅπαντα, καὶ προϊὼν πλείονα τὴν πρὸς αὐτοὺς αἰδὼ καὶ τιμὴν ἐπιδεδείκνυτο. Καὶ οὕτως αὐτὸν κατὰ μικρὸν τῇ τοῦ Θεοῦ χάριτι πάντων ἐκείνων ἐξελκύσαντες τῶν δικτύων, τῇ προτέρᾳ πάλιν ἐρημίᾳ, καὶ φιλοσοφίᾳ παρέδωκαν. Καὶ ἐπὶ τοσοῦτον ἔλαμψε νῦν, ὡς τὸν πρότερον αὐτοῦ βίον τῷ μετὰ τὴν ἔκπτωσιν παραβαλλόμενον μηδὲν εἶναι δοκεῖν. Συνιδὼν γὰρ ἀπὸ τῆς πείρας καλῶς τὸ δέλεαρ, καὶ πάντα εἰς τοὺς δεομένους ἀναλώσας τὸν πλοῦτον, καὶ τῶν φροντίδων ἀπολύσας ἑαυτὸν ἐκείνων, πᾶσαν τοῖς βουλομένοις ἐπιβουλεύειν ἐξέκοψε τὴν πρόφασιν· καὶ νῦν τὴν ἐπὶ τὸν οὐρανὸν βαδίζων ὁδόν, πρὸς αὐτὸ λοιπὸν τὸ τέλος ἔφθασε τῆς ἀρετῆς. Ἀλλ’ οὗτος μὲν ἔτι νέος ὤν, καὶ κατέπεσε καὶ ἀνέστη· ἕτερος δὲ τις μετὰ τοὺς πολλοὺς ἵδρωτας, οὓς ἐν ταῖς ἐρημίαις διατρίβων ἤνεγκεν, ἕνα σύνοικον ἔχων μόνον, καὶ ἀγγελικὸν βίον βιούς, καὶ πρὸς γῆρας ἐλαύνων λοιπόν, οὐκ οἶδα πῶς ὑπὸ σατανικῆς τινος περιστάσεως καὶ τοῦ ἀπονυστάξαι μικρὸν πάροδον δοὺς τῷ Πονηρῷ, εἰς ἐπιθυμίαν τῆς πρὸς γυναῖκας ὁμιλίας ἐνέπεσεν, ὁ μηδέποτε γυναῖκα ἰδὼν ἐξ οὗ πρὸς τὸν μοναχῶν βίον μετέθηκεν ἑαυτόν. Καὶ πρῶτον μὲν ἠξίου τὸν σύνοικον κρέα καὶ οἶνον αὐτῷ παρασχεῖν, καὶ ἠπείλει, εἰ μὴ λάβοι, κατελεύσεσθαι εἰς τὴν ἀγοράν. Ταῦτα δὲ οὐχ οὕτω κρεῶν ἐπιθυμῶν ἔλεγεν, ἀλλ’ ὡς ἀφορμὴν τινα καὶ πρόφασιν βουλόμενος λαβεῖν τῆς εἰς τὴν πόλιν καθόδου. Ἐπὶ τούτοις ἐκεῖνος ἀπορούμενος καὶ δεδοικώς, μὴ τοῦτο κωλύσας ἐπὶ μέγα αὐτὸν ὤση κακόν, δίδωσιν ἐμφορηθῆναι τῆς ἐπιθυμίας αὐτῷ. Ὡς δὲ ἔγνω τὸ σοφὸν τοῦτο ἕωλον γεγονός, φανερῶς ἀναισχυντήσας λοιπόν, ἀπεκάλυψε τὴν ὑπόκρισιν, καὶ δεῖν ἔλεγε πάντως εἰς τὴν πόλιν αὐτὸν κατελθεῖν. Ὡς δὲ οὐδὲν ἴσχυε κωλύων ἐκεῖνος, τέλος ἀφῆκε, καὶ πόῤῥωθεν ἀκολουθῶν ἐπετήρει τὶ ποτε ἄρα αὐτῷ βούλεται αὕτη ἡ κάθοδος. Ἰδὼν δὲ εἰς χαμαιτυπεῖον εἰσελθόντα, καὶ γνοὺς ὅτι πόρνη συγγέγονε γυναικί, περιμείνας μετὰ τὸ πληρῶσαι τὴν ἄτοπον ἐπιθυμίαν ἐκείνην, ἐξελθόντα ὑπτίαις δέχεται ταῖς χερσί, καὶ περιχυθεὶς καὶ καταφιλήσας θερμῶς, καὶ ὑπὲρ τῶν γεγενημένων ἐγκαλέσας οὐδέν, παρεκάλει μόνον, ἐπειδὴ τὴν ἐπιθυμίαν ἐπλήρωσε τὴν ἑαυτοῦ, πάλιν ἐπὶ τὸ τῆς ἐρημίας οἰκητήριον ἐπανελθεῖν. Ὁ δὲ τὴν πολλὴν ἐπιείκειαν αὐτοῦ αἰσχυνθείς, ἐπλήγη τε εὐθέως τὴν ψυχήν, καὶ κατανυγεὶς ἐπὶ τοῖς τολμηθεῖσιν, εἴπετο πρὸς τὸ ὄρος αὐτῷ· καὶ γενόμενος ἐκεῖ δεῖται τοῦ ἀνδρός, ἐν οἰκίσκῳ τε αὐτὸν καθεῖρξαι ἑτέρῳ, καὶ τὰς θύρας ἀποκλείσαντα τοῦ δωματίου ἄρτον αὐτῷ παρέχειν καὶ ὕδωρ δι’ ἡμερῶν, καὶ τοῖς ἐπιζητοῦσιν αὐτὸν ἠξίου λέγειν, ὅτι κεκοίμηται. Καὶ ταῦτα εἰπὼν καὶ πείσας καθεῖρξεν ἑαυτόν, καὶ ἦν ἐκεῖ διαπαντός, νηστείας καὶ δεήσεσι καὶ δάκρυσι τὸν τῆς ἁμαρτίας ῥύπον ἀποσμήχων τῆς ψυχῆς. Χρόνου δὲ παρελθόντος οὐ πολλοῦ, καὶ αὐχμοῦ τὴν πλησίον χώραν καταλαβόντος, καὶ τῶν ἐν τῇ χώρᾳ πάντων ὀδυρομένων, ἐκελεύσθη τις δι’ ὀνείρατος ἀπελθεῖν καὶ τὸν ἄνδρα ἐκεῖνον παρακαλέσαι τὸν καθειργμένον, ὥστε εὔξασθαι καὶ λῦσαι τὸν αὐχμόν. Ὡς ἀπῆλθεν ἑταίρους παραλαβών, τὸν συνοικοῦντα αὐτῷ πρότερον μόνον εὗρον ἐκεῖ περὶ δὲ ἐκείνου ἐρωτῶντες ἐμάνθανον ὅτι τέθνηκε. Νομίσαντες δὲ ἠπατῆσθαι, εἰς προσευχὰς αὖθις ἐτρέποντο, καὶ πάλιν διὰ τῆς αὐτῆς ὄψεως τὰ αὐτὰ τοῖς προτέροις ἤκουον. Καὶ τότε τὸν ἀληθῶς ἀπατήσαντα περιστάντες, παρεκάλουν ἐπιδεῖξαι τὸν ἄνδρα αὐτοῖς· οὐδὲ γὰρ τεθνηκέναι αὐτὸν ἔλεγον, ἀλλὰ ζῇν. Ταῦτα ἀκούσας ἐκεῖνος, καὶ τὰς συνθήκας ἐξεληλεγμένας ἰδών, ἐπάγει αὐτοὺς πρὸς τὸν ἅγιον ἐκεῖνον· καὶ διελόντες τὸν τοῖχον (καὶ γὰρ καὶ τὴν εἴσοδον ἔτυχεν ἀποφράξας), καὶ ἐπεισελθόντες ἅπαντες, τῶν ποδῶν αὐτοῦ προκυλινδούμενοι, καὶ τὰ γεγενημένα ἀπαγγέλλοντες, παρεκάλουν αὐτὸν ἐπαμύναι τῷ λιμῷ. Ἐκεῖνος δὲ τὸ μὲν πρῶτον ἀντέτεινε, πόῤῥω ταύτης λέγων ἑαυτὸν εἶναι τῆς παῤῥησίας· καὶ γὰρ ὡς εὐθέως γεγενημένην τὴν ἁμαρτίαν, οὕτω πρὸ τῶν ὀφθαλμῶν εἶχεν ἀεί· ὡς δὲ τὰ συμβάντα αὐτοῖς ἅπαντα διηγήσαντο, τότε ἔπεισαν εὔξασθαι· καὶ εὐξάμενος ἔλυσε τὸν αὐχμόν. Τὰ δὲ κατὰ τὸν νέον ἐκεῖνον, τὸν πρότερον μὲν Ἰωάννου τοῦ Ζεβεδαίου γενόμενον μαθητήν, ὕστερον δὲ ἐπὶ πλοῦν λησταρχήσαντα χρόνον, καὶ πάλιν ὑπὸ τῶν ἁγίων τοῦ μακαρίου θηρευθέντα χειρῶν, ἀπὸ τῶν καταδύσεων τῶν λῃστρικῶν καὶ σπηλαίων καὶ ἐπὶ τὴν προτέραν ἐπανελθόντα ἀρετήν, οὐδὲ αὐτὸς ἀγνοεῖς, ἀλλ’ οἶσθα ἡμῶν οὐχ ἧττον ἅπαντα ἀκριβῶς· καὶ σου πολλάκις ἤκουσα θαυμάζοντος τὴν συγκατάβασιν τὴν πολλήν, καὶ ὅτι τὴν αἱμαχθεῖσαν πρῶτον ἐφίλησε δεξιὰν τῷ νέῳ περιχυθείς, καὶ οὕτως αὐτὸν ἐπὶ τὰ προτέρα ἐπανήγαγε.


ιη’. Καὶ ὁ μακάριος δὲ Παῦλος τὸν Ὀνήσιμον, τὸν ἄχρηστον, τὸν δραπέτην, τὸν κλέπτην, τοῦτον οὐ μόνον αὐτὸς περιπλέκεται, ἐπειδὴ μετεβάλλετο, ἀλλὰ καὶ τὸν δεσπότην ἀξιοῖ ἐν ἴσῃ τοῦ διδασκάλου τὸν μετανοήσαντα ἀγαγεῖν τιμῇ οὑτωσὶ λέγων· «Παρακαλῶ σε, φησί, περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου Ὀνήσιμον, τὸν ποτέ σοι ἄχρηστον, νῦν δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα· σὺ δὲ αὐτόν, τουτέστι τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ. Ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ Εὐαγγελίου· χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατ’ ἀνάγκην τὸ ἀγαθὸν σου ᾗ, ἀλλὰ κατὰ ἑκούσιον. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκέτι ὡς δοῦλον, ἀλλ’ ὑπὲρ δοῦλον καὶ ἀδελφὸν ἀγαπητὸν μάλιστα ἐμοί· πόσῳ δὲ μᾶλλον σοί, καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ; Εἰ μὲν οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ». Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ὁ αὐτὸς ἔλεγε· «Μήπως ἐλθὼν πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων». Καὶ πάλιν· «Ὡς προείρηκα, καὶ πάλιν προλέγω, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι». Ὁρᾷς τινὰς πενθεῖ, καὶ τινῶν οὐ φείδεται; Οὐ τῶν ἡμαρτηκότων, ἀλλὰ τῶν μὴ μετανοησάντων, καὶ οὐχ ἁπλῶς τῶν μὴ μετανοησάντων, ἀλλὰ τῶν καὶ ἅπαξ καὶ δεύτερον ἐπὶ τοῦτο παρακληθέντων καὶ πεισθῆναι μὴ βουληθέντων. Τὸ γάρ, «Προείρηκα καὶ προλέγω ὡς παρών, τὸ δεύτερον καὶ ἀπὼν γράφω», οὐδὲν ἕτερον ἢ τοῦτο αἰνίττεται, ὅπερ δέος μὴ καὶ ἐφ’ ἡμῶν γένηται νῦν. Εἰ γὰρ καὶ μὴ Παῦλος πάρεστιν, ὁ τότε Κορινθίοις ἀπειλῶν, ἀλλ’ ὁ Χριστὸς πάρεστιν, ὁ [καὶ τότε] δι’ ἐκείνου λαλῶν· κἂν ἐπιμείνωμεν ἀνενδότως ἔχοντες, οὐ φείσεται ἡμῶν, ἀλλὰ πατάξει πληγῇ μεγάλη καὶ ἐνταῦθα καὶ ἐκεῖ. «Προφθάσωμεν οὖν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει», ἐκχέωμεν ἐνώπιον αὐτοῦ τὰς καρδίας ἡμῶν. «Ἥμαρτες γάρ, φησί, μὴ προσθῇς μηκέτι, καὶ περὶ τῶν προτέρων σου δεήθητι»· καὶ πάλιν, «Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογία». Μὴ τοίνυν περιμείνωμεν τὸν κατήγορον, ἀλλὰ τὴν ἐκείνου προαρπάσωμεν τάξιν, καὶ οὕτως ἡμερώτερον διὰ τῆς εὐγνωμοσύνης καταστήσωμεν τὸν κριτήν. Σὺ δὲ ὅτι μὲν ὁμολογεῖς τὰ ἁμαρτήματά σου, καὶ ταλανίζεις ἑαυτὸν ὑπὲρ τὸ μέτρον, οἶδα σαφῶς· ἀλλ’ οὐ τοῦτο βούλομαι μόνο, ἀλλ’ ὅτι σε καὶ δικαιῶσαι τὸ πρᾶγμα δύναται, πεισθῆναι ἐπιθυμῶ. Ἕως γὰρ ἐὰν μὴ ἐπικερδῆ ποιῇς τὴν ἐξομολόγησιν ταύτην, κἂν κατηγορῇς σεαυτοῦ, οὐδὲ ἀποστῆναι δυνήσῃ τῶν ἁμαρτημάτων τῶν ἑξῆς. Οὐδὲν γὰρ οὐδεὶς μετὰ προθυμίας καὶ τοῦ προσήκοντος θεσμοῦ δυνήσεται ποιεῖν, ὅταν μὴ πρότερον πεπεικὼς ἑαυτὸν ᾗ, ὅτι ἐπ’ ὠφελείᾳ τοῦτο ποιεῖ. Καὶ γὰρ ὁ σπείρων μετὰ τὸ ῥίψαι τὰ σπέρματα, ἂν μὴ προσδέχηται τὸν ἀμητόν, οὐκ ἀμήσει ποτέ. Τὶς γὰρ ἂν ἕλοιτο μάτην κόπτεσθαι, μηδὲν ἀπὸ τοῦ πονεῖν κερδανῶν ἀγαθόν; Οὕτως οὖν καὶ ὁ ῥήματα σπείρων καὶ δάκρυα καὶ ἐξομολόγησιν, ἂν μὴ μετ’ ἐλπίδος ποιῇ τοῦτο χρηστῆς, οὐδὲ ἀποστῆναι τοῦ ἁμαρτάνειν δυνήσεται, ἔτι τῷ τῆς ἀπογνώσεως κατεχόμενος κακῷ· ἀλλ’ ὥσπερ ὁ γεωργὸς ἐκεῖνος ὁ τῆς τῶν καρπῶν φορᾶς ἀπογνούς, οὐδὲν τῶν λυμαινομένων τοῖς σπέρμασι κωλύσει λοιπόν· οὕτω καὶ οὗτος ὁ σπείρων μὲν τὴν διὰ τῶν δακρύων ἐξομολόγησιν, οὐδὲν δὲ ἀπὸ ταύτης προσδεχόμενος κέρδος, οὐδὲ ἀνατρέψαι δυνήσεται τὰ διαφθείροντα τὴν μετάνοιαν. Διαφθείρει δὲ τὴν μετάνοιαν τὸ πάλιν τοῖς αὐτοῖς ἐνέχεσθαι κακοῖς. «Εἶς γάρ, φησίν, οἰκοδομῶν, καὶ εἶς καθαιρῶν, τὶ ὠφέλησαν πλέον ἢ κόπων; Βαπτιζόμενος ἀπὸ νεκροῦ, καὶ πάλιν ἁπτόμενος αὐτοῦ, τὶ ὠφέλησεν ἐν τῷ λουτρῷ αὐτοῦ»; Οὕτως ἄνθρωπος νηστεύων ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ πάλιν πορευόμενος, καὶ τὰ αὐτὰ ποιῶν, τῆς προσευχῆς αὐτοῦ τὶς εἰσακούσεται; Καὶ πάλιν, «Ἐπανάγων, φησίν, ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν, ὁ Κύριος ἑτοιμάσει εἰς ῥομφαίαν αὑτόν». Καί, «Ὥσπερ κύων, ὅταν ἐπανέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἐμετόν, καὶ μισητὸς γένηται οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν».


ιθ’. Μὴ τοίνυν ὡς κατηγορῶν σαυτοῦ μόνον τὴν ἁμαρτίαν ἐκπόμπευε, ἀλλὰ καὶ ὡς δικαιωθῆναι ὀφείλων διὰ τοῦ τρόπου τῆς μετανοίας· οὕτω γὰρ δυνήσῃ καὶ τὴν ἐξομολογουμένην ψυχὴν ἐντρέψαι, μηκέτι τοῖς αὐτοῖς περιπίπτειν. Τὸ μὲν γὰρ σφόδρα καταδικάζειν ἑαυτοὺς καὶ ἁμαρτωλοὺς καλεῖν, κοινόν, ὡς εἰπεῖν, καὶ τοῖς ἀπίστοις ἐστί. Πολλοὶ γοῦν καὶ τῶν ἀπὸ τῆς σκηνῆς καὶ ἄνδρες καὶ γυναῖκες, οἱ μάλιστα ἀναισχυντίαν μελετῶντες, ταλανίζουσιν ἑαυτούς, ἀλλ’ οὐ μετᾲ σκοποῦ τοῦ προσήκοντος. Διόπερ οὐδ’ ἂν εἴποιμι τοῦτο ἐξομολόγησιν ἐγώ· οὐ γὰρ μετὰ τοῦ κατανύξαι τὴν ψυχήν, οὐδὲ μετὰ τοῦ δακρῦσαι πικρόν, οὐδὲ μετὰ τοῦ μεταβαλέσθαι, τὰς ἁμαρτίας οὕτως ἐξαγγέλουσι τὰς αὐτῶν, ἀλλ’ αὐτὸ οἱ μὲν δόξαν παρὰ τῶν ἀκουόντων ἐπὶ τῇ τῶν λόγων εὐγνωμοσύνη θηρώμενοι. Οὐδὲ γὰρ ὁμοίως φαίνεται τὰ ἁμαρτήματα χαλεπά, ὅταν ἕτερός τις αυτα ἀπαγγέλλῃ, καὶ ὅταν αὐτὸς ὁ τετολμηκώς. Οἱ δὲ ὑπὸ τῆς σφοδρᾶς ἀπογνώσεως εἰς ἀναλγησίαν ἐκπεσόντες, καὶ τῆς τῶν ἀνθρώπων δόξης καταφρονήσαντες, μετὰ πολλῆς τῆς ἀδείας λοιπὸν ὥσπερ ἀλλότρια τὰ οἰκεῖα ἅπασιν ἐξαγορεύουσι κακά. Ἀλλὰ σε τούτων οὐδένα εἶναι βούλομαι, οὐδὲ ἐξ ἀπογνώσεως ἐπὶ τὴν ἐξομολόγησιν ἔρχεσθαι, ἀλλὰ μετὰ προσδοκίας ἀγαθῆς, καὶ τῆς ἀπογνώσεως τὴν ῥίζαν ἐκκόψαντα πᾶσαν, τὴν ἐναντίαν ἐπιδείκνυσθαι σπουδήν. Τὶς δὲ ἡ ταύτης ῥίζα καὶ μήτηρ ἐστί; Ἡ ῥαθυμίᾳ· μᾶλλον δὲ οὐκ ἂν τις ῥίζαν καλέσειεν αὐτὴν μόνον, ἀλλὰ καὶ τροφὸν καὶ μητέρα. Καθάπερ γὰρ ἐπὶ τῶν ἐρίων τίκτει μὲν τοὺς σῆτας ἡ φθορά, αὔξεται δὲ πάλιν ὑπ’ αὐτῶν· οὕτω καὶ ἐνταῦθα τίκτει μὲν ἡ ῥαθυμίᾳ τὴν ἀπόγνωσιν, τρέφεται δὲ πάλιν ὑπὸ τῆς ἀπογνώσεως αὐτή, καὶ ἀλλήλαις τὴν ἐπάρατον ταύτην παρέχουσαι ἀντίδοσιν δύναμιν οὐ μικρὰν προσλαμβάνουσιν. Ἂν οὖν τὴν ἑτέραν τις ἀποτέμῃ καὶ διακόψῃ δυνήσεται καὶ τῆς λειπομένης περιγενέσθαι εὐκόλως. Οὔτε γὰρ ὁ μὴ ῥαθυμῶν εἰς ἀπόγνωσιν ἂν ἐμπέσοι ποτέ, οὔτε ὁ τρεφόμενος ἐλπίσι χρησταῖς, καὶ μὴ ἀπογινώσκων ἑαυτοῦ, εἰς ῥαθυμίαν δυνήσεται ἐμπεσεῖν. Ταύτην οὖν μοι τὴν ξυνωρίδα διάσπασον, καὶ τὸν ζυγὸν σύγκλασον, τὸν λογισμὸν λέγω τὸν ποικίλον καὶ βαρύν· οὐ γὰρ μονοειδὴς ὁ ταῦτα συνέχων ἐστίν, ἀλλὰ πολυειδὴς καὶ παντοδαπός. Τὶς δὲ οὖτός ἐστι; Συμβαίνει τινὰ μεταγνόντα κατορθῶσαι πολλὰ καὶ μεγάλα, μεταξὺ δὲ καὶ ἁμαρτεῖν πάλιν τῶν κατορθωμάτων ἐκείνων ἁμαρτίαν ἀντίῤῥοπον· καὶ τοῦτο μάλιστα ἱκανὸν εἰς ἀπόγνωσιν ἐμβαλεῖν, ὡς τῶν οἰκοδομηθέντων καθαιρεθέντων, καὶ πάντων ἐκείνων μάτην καὶ εἰς κενὸν πονηθέντων αὐτῷ. Δεῖ δὲ ἐκεῖνο λογίζεσθαι, καὶ τοῦτον ἐκκρούειν τὸν λογισμόν, ὅτι, εἰ μὴ φθάσαντες κατορθωμάτων μέτρον ἀντίῤῥοπον τοῖς μετὰ ταῦτα γενομένοις ἁμαρτήμασιν ἀπεθέμεθα, οὐδὲν ἂν ἡμᾶς σφόδρα καὶ ὁλοσχερῶς καταδῦναι ἐκώλυσε. Νυνὶ δὲ καθάπερ τις θώραξ ἰσχυρὸς βέλος ὀξὺ καὶ πικρὸν οὐκ ἀφῆκεν ἐργάσασθαι τὸ ἑαυτοῦ, ἀλλ’ αὐτὸς διατμηθεὶς τὸν πολὺν ἤμυνε τῷ σώματι κίνδυνον. Ὁ μὲν γὰρ μετὰ πολλῶν ἔργων καὶ ἀγαθῶν καὶ πονηρῶν ἀπερχόμενος ἐκεῖ, ἕξει τινά, παραμυθίαν ἐπὶ τῇ κολάσει καὶ τοῖς βασανιστηρίοις ἐκείνοις· ὁ δὲ τούτων μὲν ἔρημος, ἐκεῖνα δὲ μόνον ἐπάγων, οὐδὲ ἔνεστιν εἰπεῖν ὅσα πείσεται πρὸς τὴν ἀθάνατον παραπεμπόμενος κόλασιν. Καὶ γὰρ ἀντίστασις ἔσται ἐκεῖ καὶ τῶν πονηρῶν πράξεων, καὶ τῶν οὐ τοιούτων· κἂν μὲν αὗται καθελκύσωσι τὸν ζυγόν, ἔσωσαν οὐ μικρῶς τὸν ἐργάτην τὸν ἑαυτῶν, καὶ οὐ τοσοῦτον ἴσχυσεν ἡ τῆς τῶν πονηρῶν πράξεων ἐργασίας βλαβῇ, ὅσον κατασπάσαι τῆς πρώτης χώρας αὐτόν· ἂν δὲ ἐκεῖναι περιγένωνται, εἰς τὸ τῆς γεέννης ἀπάγουσι πῦρ, διὰ τὸ μὴ τοσοῦτον εἶναι τὸ πλῆθος τῶν κατορθωμάτων, ὡς καὶ δυνηθῆναι στῆναι πρὸς τὸν βίαιον ἐκεῖνον ὠθισμόν. Καὶ ταῦτα οὐχ ὁ ἡμέτερος μόνον ὑποβάλλει λογισμόν, ἀλλὰ καὶ τὰ θεῖα λόγια· αὐτὸς γὰρ φησίν· «Ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ οὐκ ἐν τῇ γεέννῃ μόνο, ἀλλὰ καὶ ἐν τῇ βασιλεία πολλὰς εἰσι παρὰ τῷ Πατρὶ μου»· Καί, «Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης». Καὶ τὶ θαυμαστόν, εἰ μέχρι τοσούτων ἠκριβολογήσατο, ὅπου γε καὶ τὴν ἀστέρος πρὸς ἀστέρα διαφορὰν εἶναί φησιν ἐκεῖ; Ταῦτα οὖν ἅπαντα εἰδότες, μηδέποτε τῆς τῶν ἀγαθῶν ἐργασίας ἀποστῶμεν, μηδὲ ἀποκάμωμεν, μηδέ, ἐπειδὰν εἰς τὴν τοῦ ἡλίου τάξιν ἢ τῆς σελήνης ἐλθεῖν μὴ δυνηθῶμεν, καὶ τῆς τῶν ἀστέρων καταφρονήσωμεν; Ὡς γὰρ ἂν τοσαύτην γοῦν ἀρετὴν ἐπιδειξώμεθα, δυνησόμεθα εἶναι ἐν τῷ οὐρανῷ. Κἂν χρυσός, κἂν λίθος τίμιος μὴ γενώμεθα, τὴν γοῦν τοῦ ἀργύρου τάξιν ἐπέχοντες ἐν τῷ θεμελίῳ μενοῦμεν· μόνον μὴ πρὸς ἐκείνην πάλιν τὴν ὕλην παλινδρομήσωμεν, ἢν εὐχερῶς καταφλέγει τὸ πῦρ, μηδέ, ὅταν μεγάλα κατορθῶσαι μὴ δυνηθῶμεν, καὶ τῶν μικρῶν ἀποσχώμεθα· ἐσχάτης γὰρ ταῦτα ἀνοίας ἐστίν, ὅπερ μὴ πάθωμεν. Ὥσπερ γὰρ ὁ πλοῦτος ὁ σωματικὸς αὔξεται τῷ μηδὲ τῶν ἐλαχίστων κερδῶν καταφρονεῖν τοὺς ἐραστὰς τοὺς ἐκείνου, οὕτω καὶ ὁ πνευματικός. Καὶ γὰρ ἄτοπος τὸν μὲν κριτὴν μηδὲ ψυχροῦ ποτηρίου μισθὸν παρορᾷν, ἡμᾶς δέ, εἰ μὴ πάνυ μεγάλα εἴη τὰ κατορθώματα, καὶ τῆς τῶν μικρῶν ἐργασίας ἀμελεῖν. Ὁ μὲν γὰρ τῶν ἐλαττόνων μὴ καταφρονῶν, πολλῇ καὶ περὶ τὰ μέγιστα χρήσεται σπουδῇ· ὁ δὲ ταῦτα παρορῶν, καὶ ἐκείνων ἀποστήσεταί ποτε· ὅπερ ἵνα μὴ γένηται, καὶ τούτων μεγάλους τοὺς μισθοὺς ὤρισεν ὁ Χριστός. Τὶ γὰρ τοῦ ἐπισκέπτεσθαι τοὺς κάμνοντας εὐκολώτερον; Ἀλλ’ ὅμως καὶ τούτου μεγάλην ἀποδίδωσι τὴν ἀμοιβήν. Ἐπιλαβοῦ τοίνυν τῆς αἰωνίου ζωῆς, κατατρύφησον τοῦ Κυρίου, καὶ ἱκέτευσον αὐτόν· πάλιν τὸν ζυγὸν ἀναδέξαι τὸν χρηστόν, ὕπελθε τὸ φορτίον τὸ ἐλαφρόν, ἐπίθες ἄξιον τῆς ἀρχῆς τὸ τέλος· μὴ δὴ παρίδῃς τοσοῦτον διαῤῥυέντα πλοῦτον. Ἂν μὲν γὰρ ἐπιμένῃς παροξύνων τὸν Θεὸν δι’ ὦν ποιήεις, σαυτὸν ἀπολεῖς· ἂν δὲ πρὶν ἢ πολλὴν γενέσθαι τὴν ζημίαν, καὶ πᾶν ἐπικλυσθῆναι τὸ γεώργιον, ἀπόφραξης τῆς κακίας τοὺς ὀχετούς, καὶ τὰ διαφθαρέντα ἀνακτήσασθαι δυνήσῃ πάλιν, καὶ ἑτέραν αὐτοῖς προσθεῖναι φορὰν οὐ μικράν. Ἅπερ ἅπαντα λογισάμενος ἀποτίναξον τὸν χοῦν, ἀνάστηθι ἀπὸ τῆς γῆς καὶ φοβερὸς ἔσῃ τῷ ἀνταγωνιστῇ· αὐτὸς μὲν γὰρ σε κατέβαλεν, ὡς οὐκ ἀναστησόμενον λοιπόν· ἂν δὲ ἴδῃ πάλιν τὰς χεῖρας ἀνταίροντα, τῷ ἀπροσδοκήτῳ πληγείς, ὀκνηρότερος ἔσται πρὸς τὸ ὑποσκελίσαι σε πάλιν, αὐτὸς δὲ ἀσφαλέστερος ἔσῃ πρὸς τὸ μηκέτι τραῦμα τοιοῦτον λαβεῖν. Εἰ γὰρ αἱ τῶν ἄλλων ἡμᾶς ἱκαναὶ παιδεύσαι συμφοραί, πολλῷ μᾶλλον ἃς ὑπεμείναμεν αὐτοί. Ὅπερ καὶ ἐπὶ τῆς σῆς προσδοκῶ ταχέως ὄψεσθαι κεφαλῆς, καὶ πάλιν τῇ τοῦ Θεοῦ ῥοπῇ φαιδρότερόν σε γενέσθαι, καὶ τοσαύτην ἐπιδείξασθαι τὴν ἀρετήν, ὡς καὶ ἑτέρων προστῆναι ἐκεῖ. Μόνον μὴ ἀπογνῷς, μηδὲ ἀναπέσῃς· τοῦτο γὰρ σοι καὶ παρὰ πάντα τὸν λόγον καὶ ὅπου δ’ ἂν ἴδω, καὶ δι’ ἑτέρων οὐ παύσομαι ἐπιλέγων· κἂν τούτου ἀκούσῃς, οὐκέτι δεήσῃ φαρμακὼν ἑτέρων.



Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |