ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 21.Εἰς τὸν ἐν ἁγίοις πατέρα ἡμών Εὐστάθιον ἀρχιεπίσκοπον Ἀντιοχείας

Πέμπτη 16 Ιουνίου 2016

21.Εἰς τὸν ἐν ἁγίοις πατέρα ἡμών Εὐστάθιον ἀρχιεπίσκοπον Ἀντιοχείας



Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
21.Εἰς τὸν ἐν ἁγίοις πατέρα ἡμῶν Εὐστάθιον ἀρχιεπίσκοπον Ἀντιοχείας τῆς μεγάλης.

αʹ. Σοφός τις ἀνὴρ καὶ φιλοσοφεῖν εἰδὼς, τῶν ἀνθρω πίνων πραγμάτων τὴν φύσιν μετὰ ἀκριβείας κατα μαθὼν, καὶ ἐπιγνοὺς αὐτῶν τὴν σαθρότητα, καὶ ὡς οὐδὲν ἔχει πιστὸν, οὐδὲ βέβαιον, παραινεῖ κοινῇ πᾶσιν ἀνθρώποις πρὸ τελευτῆς μὴ μακαρίζειν  μη  δένα.  Οὐκοῦν ἐπειδὴ  τετελεύτηκεν  ὁ μακάριος  Εὐ στάθιος, μετὰ ἀδείας αὐτὸν  ἁπάσης ἐγκωμιάσαι λοι πὸν δυνάμεθα· εἰ γὰρ πρὸ τελευτῆς  οὐ δεῖ μακαρίζειν  οὐδένα,  μετὰ τὴν  τελευτὴν  ἀνεύθυνος  ἐπὶ  τῶν  ἀξίων  ὁ μακαρισμὸς γένοιτ' ἄν. Καὶ γὰρ παρῆλθε τὸν εὔρι πον τῶν βιωτικῶν πραγμάτων, ἀπηλλάγη τῆς ταρα χῆς τῶν κυμάτων, πρὸς τὸν εὔδιον καὶ ἀτάραχον κατέπλευσε λιμένα, οὐχ ὑπόκειται τῇ τοῦ μέλλοντος  ἀδηλίᾳ, οὐδέ ἐστιν ὑπεύθυνος καταπτώσει, ἀλλὰ καθάπερ ἐπὶ πέτρας τινὸς καὶ ὑψηλοῦ σκοπέλου νῦν ἑστὼς καταγελᾷ τῶν κυμάτων ἁπάντων. Οὐκοῦν ἀσφαλὴς ὁ μακαρισμὸς, ἀνεπίληπτον τὸ ἐγκώμιον· οὐ γὰρ δέδοικε μεταβολὴν, οὐχ ὑποπτεύει μετάπτωσιν.Ἡμεῖς  μὲν  γὰρ  οἱ  ἔτι  ζῶντες,  καθάπερ  οἱ  ἐν  μέσῳ πελάγει  σαλεύοντες,πολλαῖς ὑποκείμεθα ταῖς μεταβολαῖς· καὶ καθάπερ ἐκεῖνοι νῦν μὲν εἰς ὕψος αἴρονται τῶν  κυμάτων  κορυφουμένων,  νῦν  δὲ πρὸς αὐτὸν  καταφέρονται  τὸν βυθόν· ἀλλ' οὔτε τὸ ὕψος ἀσφαλὲς, οὔτε ἡ ταπείνωσις μόνιμος· ὑδάτων γάρ ἐστι ῥεόντων καὶ οὐχ ἱσταμένων ταῦτα ἀμφότερα· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀνθρωπίνων  πραγμάτων οὐδὲν βέβαιον καὶ ἑστὼς, ἀλλὰ πυκναὶ αἱ μεταβολαὶ καὶ ὀξύῤῥοποι.



 Ὁ μὲν ὑπὸ τῆς εὐημερίας πρὸς τὸ ὕψος ἐπήρθη, ὁ δὲ ὑπὸ δυσπραγίας εἰς πολὺ κατηνέχθη  βάθος· ἀλλὰ  μήτε  ἐκεῖνος  φυσάσθω, μήτε  οὗτος  τα  πεινούσθω·  ταχίστην  γὰρ  ἕκαστος δέξεται τὴν μετα βολήν· ἀλλ' οὐκ ἐκεῖνος ὁ πρὸς τὸν οὐρανὸν μεταστὰς, ὁ πρὸς τὸν ποθούμενον  ἀπελθὼν  Ἰησοῦν,    πρὸς  χω  ρίον  ἐλθὼν  καθαρὸν  θορύβων,  ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Οὐκ ἔστιν ἐκεῖ μεταβολῆς εἰ κὼν, οὐκ ἔστι τροπῆς ἀποσκίασμα, πάντα δὲ πεπη γότα καὶ ἀκίνητα, πάντα βέβαια καὶ ἱδρυμένα, πάντα ἄφθαρτα καὶ ἀθάνατα, πάντα ἀκήρατα καὶ εἰς ἀεὶ διαμένοντα. ∆ιὰ τοῦτό φησι, Πρὸ τελευτῆς  μὴ μακάριζε μηδένα. ∆ιὰ τί; Ἄδηλον  γὰρ τὸ μέλ λον, καὶ ἡ φύσις ἀσθενής· ἡ προαίρεσις ῥᾴθυμος, ἡ ἁμαρτία εὐπερίστατος, πολλαὶ  αἱ παγίδες· Ἐπί γνωθι γὰρ, φησὶν, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις· ἐπάλληλοι οἱ πειρασμοὶ, πολὺς ὁ τῶν πραγμάτων ὄχλος, καὶ διηνεκὴς τῶν δαιμόνων ὁ πόλεμος, καὶ συνεχεῖς αἱ τῶν παθῶν ἐπαναστάσεις· διὰ ταῦτα, Πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, φησίν. Οὐκοῦν μετὰ τελευτὴν μακαρίζειν ἀσφαλὲς τὸν ἄξιον· μᾶλλον δὲ οὐχ ἁπλῶς μετὰ τελευτὴν, ἀλλὰ τελευτὴν τοιαύτην, ὅταν μετὰ στεφάνου τὸν βίον ᾖ καταλύσας τις, ὅταν μετὰ ὁμολογίας καὶ πίστεως ἀνυποκρίτου. Εἰ γὰρ τοὺς ἁπλῶς τελευτήσαντας ἐμακάρισέ τις, πόσῳ μᾶλλον τοὺς οὕτω τελευτήσαντας; Καὶ τίς ἐμακάρισε, φησὶ, τοὺς ἁπλῶς τελευτήσαν τας; Ὁ Σολομὼν, Σολομὼν ἐκεῖνος ὁ πάνσοφος· μὴ γὰρ ἁπλῶς παραδράμῃς τὸν  ἄνθρωπον,  ἀλλ' ἐννόησον  τίς  ἦν, καὶ πῶς  βεβιωκὼς,  καὶ μετὰ πόσης ἀδείας καὶ ἀνέσεως τὸν ὑγρὸν καὶ ἀταλαίπωρον  βίον ἔζη. Ἅπαν γὰρ εἶδος ἐπῆλθε τρυφῆς, καὶ ψυχαγωγίας  παντοδαποὺς ἐπενόησε τρόπους, καὶ ποικίλας καὶ πολυτρόπους τέρψεων εὗρεν ἰδέας, καὶ ταύτας δι ηγούμενος ἔλεγεν· Ὠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι κήπους καὶ παρα δείσους, ἐποίησά μοι κολυμβήθρας ὑδάτων, ἐκτη σάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι· κτῆσις βουκολίων καὶ ποιμνίων  ἐγένετό μοι· συνήγαγον ἀργύριον καὶ χρυσίονἴσα ψάμμῳ· ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, οἰνοχόους καὶ οἰνοχοούσας. Τί οὖν ὁ αὐτὸς οὗτος μετὰ τοσαύτην περιουσίαν τῶν χρημάτων, τῶν κτη μάτων, τῆς τρυφῆς, τῆς ἀνέσεως; Ἐμακάρισα, φησὶ, τοὺς ἀποθανόντας  ὑπὲρ τοὺς ζῶντας, καὶ ἀγαθὸς ὑπὲρ τούτους ὅστις οὔπω ἐγένετο. Ὄντως ἀξιόπιστος οὗτος κατήγορος τρυφῆς, ὁ τοιαῦτα  περὶ  αὐτῆς  ψηφιζόμενος.  Εἰ  μὲν  γάρ  τις  τῶν  ἐν  πενίᾳ  καὶ  πτωχείᾳ βεβιωκότων ταύτην ἐξέφερε τὴν ψῆφον κατὰ τῆς τρυφῆς, ἔδοξεν ἂν οὐκ ἀληθείᾳ, ἀλλ'   ἀπειρίᾳ   ταῦτα   κατηγορεῖν·  ὅταν  δὲ    πᾶσαν   αὐτὴν   ἐπελθὼν    καὶ διερευνησάμενος   αὐτῆς  ἑκάστην  ὁδὸν,  οὗτος  αὐ  τὴν   ἀτιμάζῃ,  ἀνύποπτος   ἡ κατηγορία λοιπόν. Τάχα νομίζετε τῆς παρούσης ὑποθέσεως ἡμῖν ἐκπεπτωκέναι τὸν λόγον· ἀλλ' εἴπερ προσέχωμεν, εὑρήσομεν, ὅτι ταύτης μάλιστα ἔχεται τὰ εἰρημένα. Ἐν γὰρ μαρ τύρων  μνείαις  ἀναγκαῖον  καὶ ἀκόλουθον,  καὶ τοὺς περὶ φιλοσοφίας κινεῖν λόγους. Καὶ ταῦτα λέγομεν οὐ τῆς παρούσης κατηγοροῦντες ζωῆς, μὴ γένοιτο, ἀλλὰ τὴν τρυφὴν  διαβάλλοντες·  οὐ γὰρ τὸ ζῇν κακὸν, ἀλλὰ τὸ εἰκῆ καὶ ἁπλῶς ζῇν.

βʹ. Ὡς ἐάν τις ἐπὶ κατορθώμασι καὶ τῇ τῶν μελλόν των ἀγαθῶν ἐλπίδι τὸν παρόντα ζήσῃ βίον, δυνήσε ται κατὰ Παῦλον λέγειν,  ὅτι Τὸ ζῇν ἐν σαρκὶ πολλῷ κρεῖσσον· τοῦτο γὰρ καρπὸς ἔργου· καθά περ οὖν καὶ ἐπὶ τοῦ μακαρίου γέγονεν Εὐσταθίου, ὃς καὶ τῇ ζωῇ καὶ τῇ τελευτῇ  πρὸς τὸ δέον ἐχρήσατο. Οὐ γὰρ ἐπὶ τῆς οἰκείας γῆς, ἀλλ'  ἐπὶ τῆς ἀλλοτρίας ταύτην ὑπέμεινε διὰ τὸν Χριστόν· τοῦτο τῶν ἐχθρῶν   τὸ  κατόρθωμα.  Ἐκεῖνοι  μὲν   γὰρ  τῆς  πατρίδος   αὐτὸν   ἐξήλασαν  ὡς ἀτιμάζοντες· ὁ δὲ λαμπρότερος ἐγίνετο  μᾶλλον  καὶ περιφανέστερος  τῇ πρὸς τὴν ὑπερορίαν μεταστάσει, ὡς καὶ τῶν  πραγμάτων  τὸ τέλος ἀπέδειξε. Τοσαύτη γὰρ ἡ περιφάνεια γέγονεν, ὡς τοῦ σώματος αὐτοῦ ταφέντος ἐν Θρᾴκῃ, τὴν μνήμην αὐτοῦ καθ' ἑκάστην ἡμέραν παρ' ἡμῖν ἀν θεῖν, καὶ τὸν μὲν τάφον εἶναι ἐν ἐκείνῳ τῷ βαρβα ρικῷ χωρίῳ, τὸν δὲ πόθον παρ' ἡμῖν, τοῖς ἐκ τοσού του ἀπειργομένοις διαστήματος, μετὰ  χρόνον  τοσοῦ τον  καθ' ἑκάστην  αὔξεσθαι τὴν  ἡμέραν· μᾶλλον  δὲ, εἰ  χρὴ τἀληθὲς εἰπεῖν, καὶ ὁ τάφος αὐτοῦ παρ' ἡμῖν, οὐκ ἐν Θρᾴκῃ μόνον. Μνήματα γὰρ ἁγίων οὐ σοροὶ, καὶ λάρνακες, καὶ στῆλαι, καὶ γράμματα, ἀλλ' ἔρ γων κατορθώματα, καὶ πίστεως ζῆλος, καὶ συνειδὸς πρὸς Θεὸν ὑγιές. Καὶ γὰρ πάσης στήλης λαμπροτέρα ἀνέστηκεν αὕτη ἡ Ἐκκλησία τῷ μάρτυρι, γράμματα ἔχουσα οὐκ ἄφωνα, ἀλλὰ διὰ τῶν  πραγμάτων  αὐτῶν  λαμπρότερον  σάλπιγγος  βοῶντα τὴν ἐκείνου  μνήμην  καὶ τὴν λαμπρότητα, καὶ ἕκαστος ὑμῶν τῶν παρ όντων τοῦ ἁγίου τάφος ἐστὶν ἐκείνου, τάφος ἔμψυχος καὶ πνευματικός. Ἂν γὰρ ἀναπτύξω τὸ συνειδὸς ἑκάστου τῶν παρόντων  ὑμῶν, εὑρίσκω τὸν ἅγιον  τοῦτον  ἔνδον  τῆς διανοίας  ὑμῶν  ἐνδιαιτώμενον.  Ὁρᾶτε πῶς οὐδὲν  πλέον ἐγένετο τοῖς ἐχθροῖς; πῶς οὐκ ἔσβεσαν τὴν δόξαν, ἀλλ' ἐπῆραν ταύτην μᾶλλον καὶ λαμπροτέραν   εἰργάσαντο,  τοσούτους  ποιήσαντες   τά  φους   ἀνθ'  ἑνὸς,  τάφους ἐμψύχους, τάφους φωνὴν ἀφιέντας, τάφους πρὸς τὸν αὐτὸν ζῆλον παρασκευα ζομένους; ∆ιὰ τοῦτο τὰ τῶν  ἁγίων  σώματα καὶ πηγὰς, καὶ ῥίζας, καὶ μύρα καλῶ πνευματικά.  Τίνος οὖν ἕνεκεν; Ὅτι ἕκαστον τούτων  τῶν  εἰρημένων  τὴν  οἰκείαν ἀρετὴν οὐ παρ' ἑαυτῷ κατέχει μό νον, ἀλλὰ καὶ μέχρι πολλοῦ διαπέμπεται μήκους. Οἷόν τι λέγω· αἱ πηγαὶ ἀναβλύζουσι μὲν πολλὰ νά ματα, οὐ μὴν εἴσω τῶν οἰκείων κόλπων  ταῦτα  κατ έχουσιν, ἀλλὰ  μακροὺς τίκτουσαι ποταμοὺς συγγί νονται  τῷ πελάγει, καὶ καθάπερ χειρός τινος ἐκτά σει, τῷ μήκει τούτων ἐπιλαμβάνονται  τῶν θαλατ τίων ὑδάτων. Πάλιν ἡ ῥίζα τῶν φυτῶν  κέκρυπται ἐν τοῖς κόλποις τῆς γῆς, ἀλλ' οὐ κάτω κατέχει τὴν ἀρετὴν αὐτῆς ἅπασαν, καὶ μάλιστα τῶν  ἀμπέλων  τῶν ἀναδενδράδων  αὕτη ἡ φύσις. Ὅταν γὰρ ἐφ' ὑψηλῶν  τῶν  καλάμων  τοὺς αὐτῶν ἐκτείνωσι κλά δους, τὰ κλήματα διὰ τῶν δονάκων ἐκείνων ἕρποντα μέχρι πολλοῦ πρόεισι διαστήματος, μακράν τινα  ὀροφὴν  τῇ τῶν  φύλλων  ποιοῦντα  πυκνότητι. Τοιαύτη καὶ τῶν μύρων ἡ φύσις· αὐτὰ μὲν γὰρ κεῖται ἐν οἰκίσκῳ πολλάκις, διὰ δὲ τῶν  θυρίδων  ὑπερεκπί  πτουσα αὐτῶν  ἡ εὐωδία  εἰς  ἄμφοδα  καὶ  στενωποὺς  καὶ ἀγορὰς, καὶ τοὺς ἔξω βαδίζοντας διδάσκει τὴν ἔνδον κειμένην τῶν ἀρωμάτων ἀρετήν. Εἰ δὲ πηγὴ, καὶ ῥίζα, καὶ φυτῶν καὶ ἀρωμάτων φύσις τοσαύ την ἔχουσι τὴν ἰσχὺν,  πολλῷ  μᾶλλον  τῶν  ἁγίων  τὰ  σώματα· καὶ  ὅτι  οὐ  ψευδῆ  τὰ  λεγόμενα, μάρτυρες ὑμεῖς. Τὸ μὲν γὰρ σῶμα τοῦ μάρτυρος κεῖται ἐν Θρᾴκῃ, ὑμεῖς δὲ οὐκ ἐν Θρᾴκῃ διατρίβοντες, ἀλλὰ πολὺ τῆς χώρας ἐκείνης ἀφεστηκότες ἀντιλαμβά νεσθε τῆς  εὐωδίας  ἐκ  τοσούτου  διαστήματος,  καὶ  διὰ  τοῦτο  συνεληλύθατε,  καὶ  οὐ διεκώλυσε τῆς ὁδοῦ τὸ μῆκος, οὐκ ἔσβεσε τοῦ χρόνου τὸ πλῆθος. Τοιαύτη γὰρ τῶν πνευματικῶν κατορθωμάτων ἡ φύσις· οὐδενὶ σωματικῷ διακόπτεται κωλύματι, ἀλλ' ἀνθεῖ καὶ αὔξεται καθ' ἑκάστην ἡμέραν, καὶ οὔτε χρόνου μαραίνει τὸ πλῆθος αὐτὴν, οὐχ ὁδοῦ διατειχίζει μῆκος.Μὴ θαυμάσητε δὲ εἰ τοῦ λόγου καὶ τῶν ἐγκωμίων  ἀρχόμενος μάρτυρα τὸν ἅγιον ἐκάλεσα· καὶ γὰρ οἰ κείῳ τέλει τὴν ζωὴν κατέλυσε· πῶς οὖν ἐστι μάρτυς; Εἶπον πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην, ὅτι μάρ τυρα οὐχὶ ὁ θάνατος ποιεῖ μόνον, ἀλλὰ καὶ ἡ πρό θεσις. Οὐ γὰρ ἀπὸ τῆς ἐκβάσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς γνώμης πλέκεται πολλάκις ὁ τοῦ μαρτυρίου στέφανος. Καὶ τοῦτον οὐκ ἐγὼ, ἀλλὰ Παῦλος δίδωσι τοῦ μαρτυρίου τὸν ὅρον οὑτωσὶ λέγων, Καθ' ἡμέραν ἀποθνήσκω. Πῶς ἀποθνήσκεις καθ' ἡμέραν; πῶς δυνατὸν ἑνὶ σώματι θνητῷ μυρίους δέξασθαι θανά τους; Τῇ προθέσει, φησὶ, καὶ τῷ παρεσκευάσθαι πρὸς τελευτήν. Οὕτω καὶ ὁ Θεὸς ἀποφαίνεται· καὶ γὰρ ὁ Ἀβραὰμ οὐχ ᾕμαξε τὴν μάχαιραν, οὐκ ἐφοίνιξε τὸν βωμὸν, οὐκ ἔθυσε τὸν Ἰσαὰκ, ἀλλ' ὅμως ἀπήρτισε τὴν θυσίαν. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ τὴν θυσίαν δεξάμενος· Οὐκ ἐφείσω γὰρ, φησὶ, τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Καὶ μὴν ζῶντα ἔλαβε, καὶ ὑγιῆ κατήγαγε· πῶς οὖν οὐκ ἐφείσατο; Ὅτι οὐκ ἀπὸ τοῦ τέλους τῶν  πραγμάτων, ἀλλ' ἀπὸ τῆς προ θέσεως τῶν προελομένων, τὰς τοιαύτας κρίνω θυσίας ἐγὼ, φησίν. Οὐκ ἔσφαξεν ἡ χεὶρ, ἀλλ' ἔσφαξεν ἡ προαίρεσις· οὐκ ἐβάπτισε τὸ ξίφος  εἰς τὸν λαιμὸν τοῦ παιδὸς, οὐ διέτεμε τὴν δέρην, ἀλλ' ἔστι θυσία καὶ χωρὶς αἵματος. Ἴσασιν οἱ μεμυημένοι τὸ λεγόμενον· διὰ τοῦτο δὲ κἀκείνη ἡ θυσία χωρὶς αἵματος ἐγένετο, ἐπειδὴ ταύτης ἔμελλεν ἔσεσθαι τύπος. Ὁρᾷς ἐν τῇ Παλαιᾷ προδιαγραφομένην  τὴν εἰκόνα; Μὴ ἀπιστή σῃς τῇ ἀληθείᾳ.

γʹ. Οὗτος τοίνυν ὁ μάρτυς (μάρτυρα γὰρ ἡμῖν αὐτὸν ὁ λόγος ἀπέδειξε) πρὸς μυρίους παρεσκευάσατο θα νάτους, καὶ πάντας αὐτοὺς ὑπέμεινε τῇ γνώμῃ  καὶ τῇ προθυμίᾳ·  τῶν  δὲ  ἐπενεχθέντων   κινδύνων   πολλοὺς  καὶ  δι'  αὐτῆς  τῆς  πείρας ἠνέσχετο.  Καὶ γὰρ  καὶ  τῆς  πατρίδος  αὐτὸν  ἐξήλασαν,  καὶ  πρὸς  τὴν  ὑπερορίαν μετέστησαν, καὶ πολλὰ ἕτερα κατὰ τοῦ μακαρίου ἐκίνησαν τότε ἐκείνου, δίκαιον μὲν οὐδὲν ἔχοντες ἐγκαλεῖν, ὅτι δὲ ἀκούσας τοῦ Παύλου λέγοντος, Ἐσε βάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ἔφυγε τὸ ἀσέβημα, καὶ τὴν παρανομίαν ἔδεισεν· ἀλλὰ  τοῦτο μὲν  στεφάνων,  οὐ κατηγορίας  ἄξιον. Σὺ δέ μοι σκόπει τοῦ διαβόλου   τὴν   πονηρίαν.   Ἐπειδὴ  γὰρ   προσφάτως   ἦν     Ἑλληνικὸς   πόλεμος καταλυθεὶς,  καὶ ἄρτι τῶν  χαλεπῶν  καὶ ἐπαλλήλων  διωγμῶν  ἀνεπεπνεύκεισαν  αἱ Ἐκκλησίαι πᾶσαι, καὶ  οὐκ  ἦν  πολὺς    χρόνος,  ἐξ  οὗ  λαοὶ  μὲν  ἀπεκλείσθησαν ἅπαντες, βωμοὶ δὲ ἐσβέσθησαν, πᾶσα δὲ τῶν δαιμόνων ἡ μανία καταλέλυτο, καὶ ταῦτα ἐλύπει  τὸν πονηρὸν  δαίμονα, καὶ οὐκ ἠδύνατο  πράως φέρειν  τὴν τῆς Ἐκκλησίας εἰρήνην, τί οὖν ποιεῖ; Ἕτερον ἐπεισάγει πόλεμον χαλεπόν. Ὁ μὲν γὰρ ἐξωτικὸς, οὗτος δὲ ἐμφύλιος ἦν· οἱ δὲ τοιοῦτοι δυσφύλακτοι μᾶλλόν εἰσι, καὶ ῥᾳδίως χειροῦνται τοὺς ἐμπίπτοντας. Κατὰ τὸν καιρὸν τοίνυν ἐκεῖνον ὁ μακάριος οὗτος ἐστρατήγει τῆς παρ' ἡμῖν Ἐκκλησίας, καὶ αἴρεται μὲν ἡ νόσος, ὥσπερ τις λοιμὸς χαλεπὸς ἀπὸ τῶν Αἰγύπτου χωρίων, εἶτα διὰ τῶν μεταξὺ πόλεων βαδίζων εἰς τὴν πόλιν ἔσπευδεν ἐμβαλεῖν τὴν ἡμετέραν. Ἀλλ' ἐκεῖνος  ἐγρηγορὼς καὶ νήφων,  καὶ πάντα  τὰ μέλλοντα  προορῶν πόῤῥωθεν, προσιόντα τὸν πόλεμον ἀπεκρούετο· καὶ καθάπερ σοφός τις ἰατρὸς, πρὶν ἢ τὴν νόσον ἐμβαλεῖν εἰς τὴν πόλιν, ἐνταῦθα καθήμε νος, τὰ φάρμακα κατεσκεύαζε, καὶ τὴν ἱερὰν ταύτην ναῦν μετὰ πολλῆς ἐκυβέρνα τῆς ἀσφαλείας, παντα χοῦ περιτρέχων, ναύτας, ἐπιβάτας, τοὺς πλέοντας ἅπαντας συγκροτῶν, νήφειν, ἐγρηγορέναι  παρασκευάζων,  ὡς  πειρατῶν   ἐπιτιθεμένων   καὶ  τῆς  πίστεως  τὸν θησαυρὸν ἀποσυλῆσαι ἐπιχειρούντων.  Οὐκ ἐνταῦθα δὲ μόνον ἐκέχρητο τῇ προνοίᾳ ταύτῃ, ἀλλὰ καὶ παντα χοῦ διεπέμπετο τοὺς διδάξοντας, παρακαλέσοντας, διαλεξομένους, προαποτειχίσοντας  τοῖς πολεμίοις τὴν ἔφοδον. Καὶ γὰρ ἦν πεπαιδευμένος  καλῶς  παρὰ τῆς  τοῦ Πνεύματος χάριτος, ὅτι  τὸν  Ἐκκλησίας προ εστῶτα οὐκ ἐκείνης  μόνης  κήδεσθαι δεῖ τῆς παρὰ τοῦ Πνεύματος ἐγχειρισθείσης αὐτῷ, ἀλλὰ καὶ πάσης τῆς κατὰ τὴν οἰκουμένην κειμένης· καὶ ταῦτα ἀπὸ τῶν ἱερῶν ἐμάνθανεν  εὐχῶν.  Εἰ γὰρ τὰς  εὐχὰς  ποιεῖ  σθαι δεῖ, φησὶν,  ὑπὲρ τῆς  καθολικῆς Ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, πολλῷ μᾶλλον καὶ τὴν πρόνοιαν ὑπὲρ ἁπάσης αὐτῆς ἐπι δείκνυσθαι δεῖ, καὶ ὁμοίως ἁπασῶν κήδεσθαι, καὶ μεριμνᾷν πάσας. Καὶ ὅπερ ἐπὶ τοῦ Στεφάνου γέγονε, τοῦτο καὶ ἐπ' ἐκείνου συνέβαινεν. Ὥσπερ γὰρ οὐκ ἰσχύοντες ἀντιστῆναι τῇ σοφίᾳ τῇ τοῦ Στεφάνου, οἱ Ἰουδαῖοι ἐλίθαζον τὸν ἅγιον ἐκεῖνον· οὕτω καὶ οὗτοι οὐκ ἰσχύοντες ἀντιστῆναι τῇ σοφίᾳ τῇ τούτου, καὶ ὁρῶντες ἠσφαλισμένα τὰ ὀχυρώματα, ἐκβάλλουσι τῆς πόλεως λοιπὸν τὸν κήρυκα. Ἀλλ'    φωνὴ   οὐκ  ἐσίγα,  ἀλλ'  ἐξεβάλλετο  μὲν    ἄνθρωπος,    δὲ  λόγος  τῆς διδασκαλίας οὐκ ἐξεβάλλετο. Καὶ γὰρ Παῦλος ἐδέδετο, καὶ ὁ λόγος τοῦ Θεοῦ οὐκ ἐδέδετο· καὶ οὗτος ἐν ἀλλοτρίᾳ, καὶ ἡ διδασκαλία αὐτοῦ παρ' ἡμῖν. Ἐκ βάλλοντες τοίνυν ἐπεισῄεσαν συμφραξάμενοι, καθά περ χείμαῤῥος σφοδρός· ἀλλ' οὔτε τὰ φυτὰ παρέσυ ραν, οὔτε τὰ σπέρματα κατέχωσαν, οὔτε τὴν γεωρ γίαν ἐλυμήναντο· οὕτω καλῶς καὶ μετ' ἐπιστήμης ὑπὸ τῆς ἐκείνου γεωργηθέντα σοφίας ἐῤῥίζωτο. Ἀλλὰ γὰρ ἄξιον εἰπεῖν, τίνος ἕνεκεν συνεχώρησεν αὐτὸν ὁ Θεὸς ἀπελαθῆναι  ἐντεῦθεν. Προσφάτως ἦν ἀναπνεύ  σασα ἡ Ἐκκλησία· εἶχε παραμυθίαν οὐ τὴν τυχοῦσαν τὴν ἐπιστασίαν  τὴν  ἐκείνου·  πανταχόθεν   αὐτὴν  ἐτείχιζεν,  καὶ  τῶν  πολεμίων   τὰς προσβολὰς ἀπεκρούετο. Τίνος οὖν ἕνεκεν ἐξεβάλλετο, καὶ συνεχώρει τοῖς ἀπάγουσιν αὐτὸν ὁ Θεός; τίνος ἕνεκεν; Καὶ μή τοι νομίσητε ταύτης τῆς ἀπορίας λύσιν εἶναι τὸ λεγόμε νον μόνης· ἀλλὰ κἂν πρὸς Ἕλληνας, κἂν πρὸς αἱρετικοὺς ἄλλους ὑμῖν ὑπὲρ τῶν τοιούτων  γίνηται λόγος, ἱκανὸν τὸ ῥηθησόμενον ἅπασαν λῦσαι τὴν ἀπορίαν. Ὁ Θεὸς τὴν μὲν πίστιν αὐτοῦ τὴν ἀληθῆ καὶ ἀποστο λικὴν  ἐν πολλοῖς συγχωρεῖ πολεμεῖσθαι, τὰς δὲ αἱρέ σεις καὶ τὸν  ἑλληνισμὸν  ἀφίησιν  ἀδείας ἀπο λαύειν. Τί δήποτε; Ἵνα ἐκείνων  μὲν τὴν ἀσθένειαν μάθῃς οὐκ ἐνοχλουμένων,  καὶ αὐτομάτως καταλυο μένων· τῆς δὲ πίστεως τὴν ἰσχὺν γνωρίσῃς πολεμου μένης, καὶ διὰ τῶν κωλυόντων  αὐξανομένης. Καὶ ὅτι οὐκ ἐμός ἐστιν οὗτος στοχασμὸς, ἀλλὰ θεῖος χρησμὸς ἄνωθεν ἐνεχθεὶς, ἀκούσωμεν Παύλου τί περὶ τούτων φησί· καὶ γὰρ ἔπαθέ τί ποτε ἀνθρώπινον  καὶ οὗτος· εἰ γὰρ καὶ Παῦλος ἦν, ἀλλὰ  τῆς ἡμετέρας μετέσχε φύσεως.  Τί δέ  ἐστιν,  ὅπερ ἔπαθεν;  Ἠλαύνετο,  ἐπο  λεμεῖτο,  ἐμαστίζετο, μυρίοις ἐπεβουλεύετο τρόποις, ἔξωθεν, ἔσωθεν, ὑπὸ τῶν δοκούντων οἰκείων εἶναι, ὑπὸ τῶν ἀλλοτρίων.  Καὶ τί δεῖ λέγειν, ὅσας ὑπέμεινε θλίψεις; Κάμνων τοίνυν, καὶ μηκέτι  φέρων  τὰς  προσ βολὰς  τῶν  πολεμίων  ἀεὶ  διακοπτόντων   αὐτοῦ  τὴν  δι δασκαλίαν,  καὶ  ἐναντιουμένων  αὐτοῦ  τῷ  λόγῳ,  προσ πίπτει  τῷ  ∆εσπότῃ, καὶ παρακαλεῖ αὐτὸν, καὶ λέγει· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος  Σατᾶν, ἵνα με κολαφίζῃ· ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρε κάλεσα, καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.Καὶ οἶδα μὲν ὅτι τινὲς ἀσθένειαν εἶναι νομίζουσι σωμα τικήν· οὐκ ἔστι δὲ τοῦτο, οὐκ ἔστιν· ἀλλ' ἄγγελον Σατᾶν τοὺς ἀντικειμένους ἀνθρώπους καλεῖ· τὸ γὰρ Σατᾶν τοῦτο Ἑβραϊκὴ λέξις ἐστί· Σατᾶν δὲ ὁ ἀντικείμενος λέγεται. Τὰ οὖν σκεύη τοῦ διαβόλου, καὶ τοὺς ἐκείνῳ διακονουμένους ἀνθρώπους ἀγγέλους αὐ τοῦ καλεῖ. ∆ιὰ τί οὖν, φησὶ, πρόσκειται τῇ σαρκί; Ὅτι ἡ σὰρξ ἐμαστίζετο, ἡ δὲ ψυχὴ ἐκουφίζετο τῇ ἐλπίδι  τῶν  μελλόντων  ἐπαιρομένη· οὐδὲ γὰρ ἥπτετο τῆς ψυχῆς, οὐδὲ ὑπεσκέλιζε τοὺς  ἔνδον  λογισμοὺς,  ἀλλὰ  μέχρι  τῆς  σαρκὸς εἱστήκει  τὰ  μηχανήματα  καὶ  ὁ πόλεμος, εἴσω διαβῆναι μὴ δυνάμενος. Ἐπεὶ οὖν αὕτη ἐτέμνετο, αὕτη ἐμαστίζετο, αὕτη ἐδεσμεῖτο (ψυχὴν γὰρ δῆσαι ἀδύνατον ἦν), διὰ τοῦτο λέγει, Ἐδόθη μοι σκόλοψ τῇ  σαρκὶ ἄγγελος  Σατᾶν, ἵνα  με  κολαφίζῃ,  τοὺς  πειρασμοὺς, τὰς  θλίψεις,  τοὺς διωγμοὺς αἰνιττόμενος.  Εἶτα τί; Ὑπὲρ τούτου τρὶς, φησὶ, τὸν Κύριον παρεκάλεσα· τοῦτ' ἔστι, Πολλάκις ἐδεήθην, φησὶν, ὥστε ἀναπνεῦσαι μικρὸν ἐκ τῶν πειρασμῶν. Ὑμεῖς δὲ μέμνησθε τῆς αἰτίας ἧς εἶπον, ὅτι διὰ τοῦτο συγχωρεῖ ὁ Θεὸς τοὺς ἑαυτοῦ δούλους  μαστίζεσθαι,  ἐλαύνεσθαι,  μυρία  πάσχειν  δεινὰ,  ἵνα  τὴν  ἑαυτοῦ  δείξῃ δύναμιν. Ἰδοὺ γὰρ καὶ ἐνταῦθα δεηθεὶς, ὥστε ἀποστῆναι αὐτοῦ τὰ μυρία δεινὰ καὶ τοὺς ἀντικει  μένους, οὐκ ἐπέτυχε τῆς αἰτήσεως· καὶ τὴν αἰτίαν τίθησι, δι' ἣν οὐκ ἐπέτυχε  τῆς αἰτήσεως. Τίς οὖν ἐστιν ἡ αἰτία; οὐδὲν γὰρ κωλύει  πάλιν  αὐτῆς ἐπι μνησθῆναι· Ἀρκεῖ σοι, φησὶν, ἡ χάρις μου· ἡ γὰρ δύναμις μου ἐν ἀσθενείᾳ τελειοῦται. δʹ. Ὁρᾷς ὅτι  διὰ τοῦτο  συγχωρεῖ  ὁ Θεὸς τοὺς  ἀγγέλους  τοῦ Σατανᾶ τοῖς  αὐτοῦ δούλοις ἐπικεῖσθαι, καὶ μυρία παρέχειν πράγματα, ἵνα ἡ δύναμις αὐτοῦ διαφαίνη ται; Ὄντως  γὰρ κἂν πρὸς Ἕλληνας, κἂν πρὸς τοὺς ἀθλίους  Ἰουδαίους  διαλεγώμεθα, ἀρκεῖ τοῦτο ἡμῖν εἰς ἀπόδειξιν  τῆς θείας δυνάμεως, τὸ διὰ μυρίων πολέμων  τὴν πίστιν  εἰσενεχθεῖσαν  κρατῆσαι, καὶ τῆς  οἰκουμένης  ἁπάσης ἀντιπραττούσης,  καὶ   μετὰ  πολλῆς   τῆς   σφοδρότητος   ἀπωθουμένων   ἁπάντων   τοὺς   δώδεκα ἀνθρώπους ἐκείνους, τοὺς ἀποστόλους λέγω, δυνηθῆναι ἐν βραχεῖ καιρῷ μαστιζομένους, ἐλαυνομένους, μυρία πάσχοντας δεινὰ, τῶν ταῦτα ποιούντων κρατῆσαι μεθ' ὑπερβολῆς ἁπάσης.∆ιὰ ταῦτα καὶ τὸν μακάριον Εὐστάθιον ἀφῆκε πρὸς τὴν ὑπερορίαν ὁ Θεὸς ἀπενεχθῆναι, ἵνα μειζόνως ἡμῖν δείξῃ καὶ τὴν δύναμιν τῆς ἀληθείας, καὶ τῶν αἱρε τικῶν τὴν ἀσθένειαν. Μέλλων τοίνυν πρὸς τὴν ἀπο δημίαν ἀπιέναι, τὴν μὲν πόλιν ἠφίει, τὴν δὲ ἀγάπην ὑμῶν οὐκ ἠφίει· οὐδὲ ἐπειδὴ τῆς Ἐκκλησίας ἐξεβάλ λετο, καὶ τῆς προστασίας καὶ τῆς ὑπὲρ ὑμῶν κηδε μονίας ἀλλότριον  ἑαυτὸν εἶναι ἐνόμιζεν,ἀλλὰ μειζό νως τότε ἐκήδετο, καὶ ἐφρόντιζε· καὶ καλέσας ἅπαν τας παρεκάλεσε μὴ παραχωρῆσαι, μηδὲ ἐνδοῦναι τοῖς λύκοις, μηδὲ προδοῦναι τὴν ποίμνην αὐτοῖς, ἀλλὰ μένειν ἔνδον ἐπιστομίζοντας μὲν αὐτοὺς καὶ διελέγχοντας,  τοὺς ἀκεραιοτέρους δὲ τῶν ἀδελφῶν ἀσφαλι ζομένους. Καὶ ὅτι καλῶς ἐκέλευσε, τὸ τέλος ἔδειξεν· εἰ γὰρ μὴ ἐμείνατε ἐν τῇ Ἐκκλησίᾳ τότε, τὸ πλέον τῆς πόλεως ἦν διεφθαρμένον, ἐπ' ἐρημίας τῶν  λύκων  τὰ πρόβατα ἐσθιόντων·  ἀλλ' ἐκείνου  τὸ ῥῆμα ἐκώλυσε  μετὰ ἀδείας αὐτοὺς τὴν οἰκείαν ἐπιδείξασθαι πονη ρίαν. Οὐ τὸ τέλος δὲ ἔδειξε μόνον, ἀλλὰ καὶ τὰ Παύ λου ῥήματα· καὶ γὰρ οὗτος παρ' ἐκείνου παιδευθεὶς ταῦτα παρῄνει. Τί οὖν ὁΠαῦλός φησι; Μέλλων ἀπ άγεσθαί ποτε εἰς τὴν Ῥώμην τὴν ἐσχάτην ἀποδημίαν, μεθ' ἣν οὐκ ἔτι ἔμελλεν ὄψεσθαι τοὺς μαθητάς· Οὐκ ἔτι γὰρ ὑμᾶς ὄψομαι, φησί· τοῦτο δὲ ἔλεγεν,  οὐχὶ λυπῆσαι, ἀλλ'  ἀσφαλίσασθαι βουλόμενος· μέλλων  τοίνυν  ἀποδημεῖν ἐκεῖθεν, οὕτω πως αὐτοὺς ἠσφαλίζετο  λέγων·  Οἶδα ὅτι μετὰ τὴν  ἄφιξίν  μου εἰσ ελεύσονται πρὸς ὑμᾶς λύκοι βαρεῖς, καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες  διε στραμμένα. Τριπλοῦς ὁ πόλεμος, ἡ φύσις τῶν θηρίων, ἡ χαλεπότης τοῦ πολέμου, τὸ μὴ ἀλλοτρίους,  ἀλλὰ  καὶ οἰκείους  εἶναι  τοὺς πολεμοῦντας·  διὰ τοῦτο χαλεπώ τερος· εἰκότως. Ἂν μὲν γὰρ ἔξωθέν μέ τις βάλλῃ καὶ πολεμῇ, ῥᾳδίως αὐτοῦ περιγενέσθαι δυνήσομαι· ἂν δὲ ἔνδοθεν ἀπὸ τοῦ σώματος φύῃ τὸ ἕλκος, δυσία τον γίνεται  τὸ κακόν· ὃ δὴ καὶ τότε ἐγένετο. ∆ιὸ καὶ παρῄνει  λέγων,  Προσέχετε ἑαυτοῖς καὶ παντὶ  τῷ ποιμνίῳ· οὐκ εἶπε, Καταλιπόντες τὰ πρόβατα φεύ γετε ἔξω. Ταῦτα καὶ ὁ μακάριος Εὐστάθιος πεπαι δευμένος παρῄνει τοῖς ἑαυτοῦ μαθηταῖς· ἅπερ οὖν  καὶ    σοφὸς  οὗτος  καὶ  γενναῖος   διδάσκαλος  ἀκούσας,  ἔργῳ  τὸν  λόγον ἐπλήρωσεν. Εἰσιόντων γοῦν ἐκείνων, οὐκ ἀφῆκε τὰ πρόβατα, καίτοι γε οὐκ ἦν ἐπὶ τὸν θρό νον τῆς ἀρχῆς ἀνελθών· ἀλλ' οὐδὲν τοῦτο πρὸς τὴν γενναίαν  ἐκείνην καὶ φιλόσοφον ψυχήν. Τὰς μὲν γὰρ τιμὰς τῶν ἀρχόντων ἑτέροις ἠφίει, τοὺς δὲ πόνους τῶν ἀρχόντων  αὐτὸς ὑπέμενεν, ἔνδον μεταξὺ τῶν λύκων στρεφόμενος· οὐδὲν γὰρ αὐτὸν οἱ τῶν θηρίων ὀδόντες ἔβλαπτον, οὕτως ἰσχυροτέραν πίστιν εἶχε τῶν ἐκείνων δηγμάτων.  Ἔνδον τοίνυν  στρεφόμενος, καὶ τῇ γινομένῃ  πρὸς αὐτὸν μάχῃ πάντας αὐτοὺς ἀσχολῶν, πολλὴν ἄδειαν τοῖς προβάτοις παρεσκεύαζεν. Οὐ τοῦτο δὲ μόνον ἐποίει ἐμφράττων αὐτῶν τὰ στόματα,  ἀνακρουόμενος τὰς βλασφημίας, ἀλλὰ καὶ αὐτὰ τὰ θρέμματα περιιὼν  κατεμάνθανε,  μή που βέλος ἐδέξατό τις, μή που τραῦμα  χαλεπὸν   ἔλαβε,  καὶ  εὐθέως  τὸ  φάρμακον  ἐπετίθει.  Καὶ ταῦτα  ποιῶν ἐζύμωσεν ἅπαντας εἰς τὴν ἀληθῆ πίστιν, καὶ οὐ πρότερον ἀπέστη, ἕως ὁ Θεὸς τὸν μακάριον Μελέτιον παρεσκεύασεν ἐλθόντα τὸ φύραμα ἅπαν λαβεῖν· οὗτος ἔσπειρεν, ἐκεῖνος  ἐλθὼν  ἐθέρισεν.  Οὕτω καὶ  ἐπὶ  Μωϋσέως καὶ  Ἀαρὼν  ἐγένετο.  Καὶ γὰρ κἀκεῖνοι ζύμης δίκην ἐν μέσοις τοῖς Αἰγυπτίοις στρεφόμενοι πολλοὺς τῆς οἰκείας εὐσεβείας  ἐποίησαν  ζηλωτάς.  Καὶ  μαρτυρεῖ  τοῦτο  Μωϋσῆς  λέγων,   ὅτι  πολὺς ἐπίμικτος λαὸς συνανέβη μετὰ τῶν Ἰσραηλιτῶν.Τοῦτον δὴ τὸν Μωϋσέα μιμούμενος οὗτος, καὶ πρὸ τῆς ἀρχῆς τὰ τῆς ἀρχῆς ἔπραττε· καὶ γὰρ ἐκεῖνος οὐδέπω τοῦ λαοῦ τὴν προστασίαν ἐγχειρισθεὶς, ἐῤῥωμένως μάλα καὶ γενναίως  τοὺς ἀδικοῦντας ἐκόλαζε, τοῖς ἀδικουμένοις ἤμυνε,  καὶ βασιλικὴν  τράπεζαν  ἀφεὶς,  καὶ  τιμὰς,  καὶ  προεδρίας,  πρὸς  τὸν  πηλὸν  καὶ  τὴν πλινθείαν   ἔδραμε,  πάσης  τρυφῆς,  καὶ  ἀνέσεως,  καὶ  τιμῆς  προτιμοτέραν  εἶναι νομίζων  τὴν  τῶν  οἰκείων  κηδεμονίαν·  πρὸς ὃν  καὶ  αὐτὸς  βλέπων  τότε  πάντας ἄρχοντας τῇ περὶ τὸν λαὸν παρῄνει κηδεμονίᾳ, καὶ ἀνέσεως προετίθει πόνους καὶ τὸ πάντοθεν  ἐλαύνεσθαι  διηνεκεῖς  καθ'  ἑκάστην  ἡμέραν  ἀναδεχόμενος  ἀπεχθείας· ἀλλὰ πάντα ἦν αὐτῷ κοῦφα· ἡ γὰρ τῶν γινομένων  ὑπόθεσις ἱκανὴν αὐτῷ παρεῖχε τῶν συμβαινόντων παραμυθίαν. ∆ιὰ δὴ ταῦτα πάντα εὐχαριστήσαντες τῷ Θεῷ, ζηλώσωμεν τῶν ἁγίων τούτων τὰς ἀρετὰς, ἵνα καὶ τῶν στεφάνων αὐτοῖς κοινωνήσωμεν, χάριτι καὶ φιλανθρωπίᾳτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι,δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


22. Εἰς τὸν ἅγιον μάρτυρα Ῥωμανὸν αʹ.

αʹ. Πάλιν μαρτύρων  μνήμη, καὶ πάλιν  ἑορτὴ, καὶ, πανήγυρις  πνευματική. Ἔκαμον ἐκεῖνοι,  καὶ χαίρομεν  ἡμεῖς· ἐπάλαισαν  ἐκεῖνοι,  καὶ ἡμεῖς  ἀγαλλόμεθα· ἐκείνων ὁ στέφανος, καὶ κοινὸν τὸ κλέος, μᾶλλον δὲ τῆς Ἐκκλησίας ἁπάσης ἡ δόξα. Καὶ πῶς ἂν τοῦτο γένοιτο; φησίν. Ὅτι μέρη καὶ μέλη ἡμῶν εἰσιν οἱ μάρτυρες. Εἴτε δὲ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Ἡ κεφαλὴ στεφανοῦται, καὶ τὸ λοιπὸν σῶμα ἀγάλλεται· εἷς Ὀλυμπιονίκης  γίνεται, καὶ ὁλόκληρος δῆμος εὐφραίνεται,  καὶ μετὰ πολλῆς αὐτὸν δέχεται τῆς εὐφημίας. Εἰ δὲ ἐπὶ τῶν Ὀλυμπιακῶν ἀγώνων οἱ μηδὲν εἰς τοὺς ἱδρῶτας ἐκείνους εἰσενεγκόντες τοσαύτην καρποῦνται τὴν ἡδονὴν, πολλῷ μᾶλλον ἐπὶ τῶν τῆς εὐσεβείας ἀθλητῶν  τοῦτο γένοιτ' ἄν. Πόδες ἐσμὲν ἡμεῖς, οἱ μάρτυρες κεφαλή· ἀλλ' οὐ δύναται εἰπεῖν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω.  Ἔνδοξα τὰ μέλη, ἀλλ' ἡ ὑπεροχὴ τῆς δόξης οὐ ποιεῖ τῆς πρὸ τὰ λοιπὰ μέρη συναφείας ἀλλοτρίωσιν· ταύτῃ γὰρ μάλιστα ἔνδοξα γίνεται, ὅταν τὴν πρὸς ἡμᾶς συνάφειαν μὴ διακρούσηται· ἐπεὶ καὶ ὀφθαλμὸς,  τοῦ λοιποῦ  παντὸς  σώματος λαμπρότερος ὢν, τότε τὴν οἰκείαν διατηρεῖ δόξαν, ὅταν μὴ τοῦ λοιποῦ σώματος ἀποσχίζηται. Καὶ τί λέγω  περὶ μαρτύρων; Εἰ γὰρ ὁ ∆εσπότης αὐτῶν  οὐκ ἐπῃσχύνθη  γενέσθαι  ἡμῶν κεφαλὴ,  πολλῷ  μᾶλλον  αὐτοὶ  μέλη ἡμῶν  εἶναι  οὐκ ἐπαισχύνονται· ἀγάπην  γὰρ ἔχουσιν ἐῤῥιζωμένην, ἡ δὲ ἀγάπη τὰ διεστηκότα συνάπτειν καὶ συνδεῖν εἴωθε, καὶ περὶ  τῆς  ἀξίας  οὐκ  ἀκριβολογεῖται.  Ὥσπερ οὖν  αὐτοὶ  συναλγοῦσιν  ἡμῶν  τοῖς ἁμαρτήμασιν,  οὕτως  ἡμεῖς  συγχαίρομεν  αὐτῶν   τοῖς  κατορθώμασιν.  Οὕτω  καὶ Παῦλος  ἐκέλευσε  ποιεῖν   λέγων,   Χαίρειν  μετὰ  χαιρόντων,   καὶ  κλαίειν   μετὰ κλαιόντων.  Ἀλλὰ  τὸ μὲν  κλαίειν  μετὰ  κλαιόντων  εὔκολον,  τὸ  δὲ χαίρειν  μετὰ χαιρόντων οὐ σφόδρα ῥᾴδιον· ῥᾷον γὰρ τοῖς ἐν συμφοραῖς οὖσι συναλγοῦμεν, ἢ τοῖς εὐδοκιμοῦσι συνηδόμεθα. Ἐκεῖ μὲν γὰρ αὐτὴ τῆς συμφορᾶς ἡ φύσις καὶ τὸν λίθον ἱκανὴ πρὸς συμπάθειαν ἐπικάμψαι· ἐνταῦθα δὲ ἐπὶ τῆς εὐπραγίας ὁ φθόνος καὶ ἡ βασκανία τὸν μὴ σφόδρα φιλοσοφοῦντα οὐκ ἀφίησι γενέσθαι κοινωνὸν τῆς ἡδονῆς. Ὥσπερ γὰρ    ἀγάπη  τὰ  διῃρημένα  συνάγει  καὶ  συνδεῖ,  οὕτως    βασκανία  τὰ ἡνωμένα  διαιρεῖ. ∆ιὸ παρακαλῶ, μελετήσωμεν  συγχαίρειν τοῖς εὐδοκιμοῦσιν, ἵνα καὶ φθόνου καὶ βασκανίας τὴν ψυχὴν ἐκκαθάρωμεν· οὐδὲν γὰρ οὕτως ἀπελαύνει τὸ νόσημα τοῦτο τὸ χαλεπὸν  καὶ δυσίατον, ὡς τὸ συνήδεσθαι τοῖς ἐν ἀρετῇ βιοῦσιν. Ἄκουσον γοῦν πῶς ὁ Παῦλος ἐν ἑκατέροις τούτοις ἐστὶν ἄκρος· Τίς, φησὶν, ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Οὐκ εἶπε, καὶ οὐκ ἐγὼ λυποῦμαι, ἀλλ', οὐκ ἐγὼ πυροῦμαι, τῇ προσηγορίᾳ, τῆς πυρώσεως τὴν ἐπίτασιν τῆς ὀδύνης ἡμῖν παραστῆσαι βουλόμενος.Καὶ πάλιν ἑτέροις γράφων, Χωρὶς ἡμῶν ἐβασιλεύσατε, φησίν· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν· καὶ πάλιν· Νῦν ζῶμεν, ἐὰν ὑμεῖςστήκητε ἐν Κυρίῳ. Ὅρα πῶς περισπούδαστος ἦν αὐτῷ τῶν ἀδελφῶν ἡ εὐδοκίμησις,ὃς  οὔτε  ζῇν  ἐνόμιζεν,  ἐκείνων  μὴ  σωζομένων.  Ἄνθρωπος  εἰς  τρίτον  ἁρπαγεὶς οὐρανὸν, καὶ εἰς παράδεισον ἀπενεχθεὶς,  καὶ μυστηρίων  κοινωνήσας  ἀποῤῥήτων, καὶ τοσαύτης πρὸς τὸν Θεὸν ἀπολαύσας παῤῥησίας, οὐ σφόδρα αἴσθησιν ἐκείνων ἐλάμβανε τῶν ἀγαθῶν, εἰ μὴ καὶ τοὺς ἀδελφοὺς εἶδε σὺν αὐτῷ διασωζομένους. Οἶδε γὰρ, οἶδε σαφῶς,  ὅτι  ἀγάπης  οὐδὲν  οὔτε  μεῖζον  οὔτε  ἴσον  ἐστὶν, οὐδὲ  αὐτὸ  τὸ μαρτύριον, ὃ πάντων  ἐστὶ κεφάλαιον  τῶν ἀγαθῶν· καὶ πῶς, ἄκουσον. Ἀγάπη μὲν γὰρ καὶ χωρὶς μαρτυρίου ποιεῖ μαθητὰς τοῦ Χριστοῦ, μαρτύριον δὲ χωρὶς ἀγάπης οὐκ ἂν ἰσχύσειε τοῦτο ἐργάσασθαι. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτῶν  τῶν  τοῦ Χριστοῦ ῥημάτων· πρὸς γὰρ τοὺς μαθητὰς ἔλεγεν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί μού  ἐστε, ἐὰν  ἀγαπᾶτε  ἀλλήλους.  Ἰδοὺ  ἀγάπη  χωρὶς  μαρτυρίου  μαθητὰς  ποιεῖ. Ὅτι δὲ μαρτύριον χωρὶς ἀγάπης οὐ μόνον μαθητὰς οὐ ποιεῖ, ἀλλ' οὐδὲ ὠφελεῖ τι  τὸν  ὑπομένοντα,  ἄκουσον Παύλου λέγοντος·  Ἐὰν παραδῶ  τὸ  σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.

βʹ.  ∆ιὰ   τοῦτο   μάλιστα   τὸν   ἅγιον   τοῦτον   φιλῶ   τὸν   σήμερον   ἡμᾶς συναγαγόντα, τὸν μακάριον Ῥωμανὸν, ὅτι μετὰ τοῦ μαρτυρίου πολλὴν τὴν ἀγάπην ἐπεδείξατο, διὸ καὶ τὴν γλῶτταν  ἐξεκόπτετο τὴν ἁγίαν. Καὶ γὰρ καὶ τοῦτο ἄξιον ἐξετάσαι, τί δή ποτε οὐκ ἐπὶ βασάνους καὶ κολάσεις καὶ τιμωρίας ἤγαγεν αὐτὸν ὁ διάβολος, ἀλλὰ  τὴν  γλῶτταν  ἀπέτεμεν· οὐ γὰρ εἰκῆ τοῦτο ἐποίησεν, ἀλλὰ  μετὰ πολλῆς  τῆς  πονηρίας·  καὶ  γὰρ  κακουργόν  ἐστι τὸ  θηρίον,  καὶ  πάντα  κατὰ  τῆς ἡμετέρας σωτηρίας πραγματεύεται  καὶ κινεῖ. Φέρε οὖν ἐξετάσωμεν, τί δήποτε ἐπὶ τὴν ἐκκοπὴν τῆς γλώττης  ἐχώρησε, μικρὸν γοῦν ἀνωτέρω  τὸν λόγον  ἀγαγόντες· οὕτω  γὰρ  εἰσόμεθα  καὶ  τὴν  τοῦ  Θεοῦ  φιλανθρωπίαν,   καὶ  τὴν  τοῦ  μάρτυρος ὑπομονὴν, καὶ τὴν τοῦ διαβόλου κακουργίαν· καὶ τὴν μὲν τοῦ Θεοῦ φιλανθρωπίαν μαθόντες  εὐχαριστήσομεν τῷ  ∆εσπότῃ, τὴν  δὲ τοῦ  μάρτυρος ὑπομονὴν  γνόντες μιμησόμεθα τὸν σύνδουλον, τὴν δὲ τοῦ διαβόλου κακουργίαν καταμαθόντες, ἀποστραφησόμεθα τὸν ἐχθρόν. ∆ιὰ γὰρ τοῦτο ἡμῖν ἔδωκεν ὁ Θεὸς εἰδέναι αὐτοῦ τὰς μηχανὰς, ἵνα μειζόνως αὐτὸν μισήσαντες εὐκολώτερον  αὐτοῦ περιγενώμεθα.  Ὅτι γὰρ  δυνατὸν  εἰδέναι  αὐτοῦ  τὰ  νοήματα,  ἄκουσον  τί  φησιν    Παῦλος περὶ  τοῦ πεπορνευκότος· Κορινθίοις γὰρ ἐπιστέλλων  οὕτω πώς φησι· Κυρώσατε εἰς αὐτὸν ἀγάπην, ἵνα μὴ πλεονεκτηθῶμεν  ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Τίς οὖν ἡ αἰτία, δι' ἣν τὴν γλῶτταν ἐξέκοψε; Μικρὸν ἄνωθεν ἀνάσχεσθέ μου διηγουμένου.  Πόλεμος ἀνεῤῥιπίσθη ποτὲ κατὰ τῶν Ἐκκλησιῶν χαλεπὸς, οὐχὶ βαρβάρων ἐπιδραμόντων τὰς πόλεις, οὐδὲ ἀλλογενῶν  τινων, ἀλλ' αὐτῶν τῶν δοκούντων προεστάναι τῆς καθ' ἡμᾶς οἰκουμένης, καὶ βαρβάρων, καὶ πολεμίων, καὶ τυράννων  ἁπάντων  ἀπηνέστερον καὶ ὠμότερον κεχρημένων τοῖς ὑπηκόοις. Οὐ γὰρ ὑπὲρ ἐλευθερίας, καὶ πατρίδος, καὶ χρημάτων, καὶ τῆς παρούσης ζωῆς ὁ κίνδυνος ἦν τότε, ἀλλ' ὑπὲρ βασιλείας οὐρανῶν, καὶ τῶν ἀποκειμένων  ἀγαθῶν, ὑπὲρ ἀθανάτου ζωῆς, ὑπὲρ ὁμολογίας τῆς εἰς τὸν Χριστόν. Καὶ καινός τις αἰχμαλωσίας ἐπενοεῖτο τρόπος· οὐ γὰρ τῆς ἐνταῦθα πόλεως ἐξέβαλλον, ἀλλὰ τῆς ἄνω Ἱερουσαλὴμ τῆς ἐλευθέρας ἐπεχείρουν  ἀποστερεῖν, καὶ τὴν ψυχὴν ἕκαστον καταθύειν ἠνάγκαζον ἐπὶ τῶν βωμῶν, καὶ τὸν οἰκεῖον ∆εσπότην ἐξόμνυσθαι, καὶ τῇ τῶν  δαιμόνων  ὑποκύπτειν  τυραννίδι,  καὶ τοὺς λυμεῶνας  καὶ ἐχθροὺς τῆς σωτηρίας τῆς ἡμετέρας θεραπεύειν δαίμονας· ὃ μυρίων θανάτων  καὶ πάσης γεέννης χαλεπώτερον  ἦν καὶ ἀφορητότερον ταῖς φιλοχρίστοις  ψυχαῖς. Τότε δὴ πολλῶν ὑποβρυχίων γινομένων, καὶ τοῦ χειμῶνος αἰρομένου, καὶ πολλῶν ναυαγούντων,  ὁ μακάριος οὗτος Ῥωμανὸς  παρελθὼν  εἰς μέσους οὐκ ἐσκόπησεν εὐθέως, ὅπως ἑαυτὸν ἐπιδῷ τοῖς κινδύνοις, ἀλλὰ πρότερον τοὺς πεφοβημένους, τοὺς ἀναπεπτωκότας, τοὺς τὴν οἰκείαν προδόντας σωτηρίαν συνῆγε, παρεθάῤῥυνεν, ἀναμαχέσασθαι παρεσκεύαζε, τοὺς μὲν  καταπεσόντας  ἀνορθῶν,  τοὺς δὲ ἑστῶτας ἀσφαλιζόμενος  εὐχαῖς,  καὶ  παραινέσεσι, καὶ  συμβουλαῖς,  περὶ  τῶν  μελλόντων, περὶ τῶν παρόντων  πραγμάτων  πολλὰ φιλοσοφῶν,  δεικνὺς τὸ πρόσκαιρον τούτων, τὸ διηνεκὲς ἐκείνων, ἀντιτιθεὶς  τοῖς πόνοις τὰ ἔπαθλα, ταῖς βασάνοις τοὺς στεφάνους, ταῖς ἀλγηδόσι τὰ βραβεῖα, διδάσκων τίς μὲν ἡ παροῦσα ζωὴ, τίς δὲ ἡ μέλλουσα, καὶ πόσον ἑκατέρας τὸ μέσον, καὶ ὅτι πάντως ἀποθανεῖν ἀνάγκη· κἂν γὰρ μὴ τούτῳ τῷ τρόπῳ καταλύσωμεν τὴν ζωὴν, τῷ νόμῳ τῆς φύσεως πάντως ἀναγκαζόμενοι μικρὸν γοῦν ὕστερον τῶν σωμάτων ἀποστησόμεθα τούτων. Ταῦτα δὴ καὶ τὰ τούτοις ἐοικότα παραινῶν ἀνώρθωσε τὰς παρειμένας χεῖρας, ἐστήριξε τὰ παραλελυμένα γόνατα, τοὺς φυγάδας ἐπανήγαγε, τὴν δειλίαν ἐξέβαλε, τὴν ἀγωνίαν ἀπήλασε, θάρσος ἐνέθηκεν,  ἀντὶ δειλῶν  προθύμους ἐποίησεν, ἀντὶ δορκάδων καὶ ἐλάφων   λέοντας   ἀπειργάσατο  πολλῆς  πνέοντας   τῆς  ἰσχύος,  συνεκρότησε  τοῦ Χριστοῦ τὸ  στρατόπεδον,  τὴν  αἰσχύνην  τὴν  παρ'  ἡμῖν  εἰς  τὰς  τῶν  πολεμίων μετήνεγκε κεφαλάς. Ἰδὼν τοίνυν ὁ διάβολος ἀθρόαν μεταβολὴν γεγενημένην,  καὶ τοὺς χθὲς καὶ πρῴην δεδοικότας αὐτὸν καὶ τρέμοντας, νῦν καταγελῶντας αὐτοῦ καὶ κατατολμῶντας,  ἐπαποδυομένους  τοῖς κινδύνοις,  ἐπιπηδῶντας  τοῖς κολαστηρίοις, καὶ γνοὺς τὸν αἴτιον, πάντας ἀφεὶς, κατ' ἐκείνου λοιπὸν ἔπνευσεν ὅλος, πᾶσαν τὴν δύναμιν  αὐτοῦ καὶ τὴν μανίαν  κατὰ τῆς μακαρίας ταύτης κινῶν  κεφαλῆς. Καὶ τί ποιεῖ; Σκοπεῖτε τὴν  κακουργίαν.  Οὐκ ἤγαγεν  αὐτὸν  ἐπὶ βασάνους, οὐκ ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν· ἐδίδαξε γὰρ αὐτὸν ὁ παρελθὼν  χρόνος, ὅτι πάντα ταῦτα εἰκῆ καὶ μάτην ἐγίνετο. Οὐ γὰρ μόνον οὐκ ἐνέκοψε τῶν πεπιστευκότων  τὴν προθυμίαν, ἀλλὰ καὶ ἐπέτεινε πλέον, καὶ μείζω καὶ θερμοτέραν αὐτὴν ἐποίησεν.Ἄνθρακας ὑπεστόρεσα, φησὶν, οἱ δὲ ὡς ἐπὶ ῥόδα ἔτρεχον· πῦρ ἀνῆψα, οἱ δὲ ὡς εἰς πηγὰς ὑδάτων ψυχρῶν ἑαυτοὺς ἔῤῥιψαν· κατέξανα τὰς πλευρὰς, καὶ βαθείας ἀνέτεμον  αὔλακας,  καὶ  κατήγαγον  ῥύακας αἱμάτων,  οἱ δὲ ὡς  χρυσίῳ  πάντοθεν περιῤῥεόμενοι, οὕτως ἐκαλλωπίζοντο· τοῖς κρημνοῖς ἔῤῥιψα, καὶ εἰς πέλαγος κατεπόντισα, οἱ δὲ οὐχ ὡς εἰς βυθὸν καταβαίνοντες, ἀλλ' ὡς εἰς αὐτὸν ἀναβαίνοντες τὸν οὐρανὸν, οὕτω διέκειντο σκιρτῶντες, καὶ ἀγαλλόμενοι, καὶ ὥσπερ ἐν ἱερᾷ πομπῇ χορεύοντες, καὶ ἐν λειμῶνι παίζοντες χλοερῷ, οὕτω τὰς τιμωρίας ἕκαστος ἥρπαζον, οὐχ ὡς τιμωρίας, ἀλλ' ὡς ἄνθη λαμβάνοντες ἐαρινὰ, καὶ στεφανούμενοι, καὶ τῇ τῆς οἰκείας  προθυμίας  ὑπερβολῇ  τὰς  ἐμὰς  προέφθανον  τιμωρίας.  Τί τοίνυν  ἂν  εἴη πρακτέον, φησίν; Ἀποτέμω τούτου τὴν κεφαλήν; Ἀλλ' ὅπερ εὔχεται, τοῦτο γίνεται, καὶ μείζονα λαμβάνουσιν οἱ μαθηταὶ τὴν διὰ τῶν ἔργων παραίνεσιν· καὶ γὰρ παρῄνεσεν, ὅτι μαρτύρων θάνατος οὐκ ἔστι θάνατος, ἀλλὰ ζωὴ πέρας οὐκ ἔχουσα, καὶ μάλιστά γε ὑπὲρ ταύτης πάντα ὑπομένειν χρὴ, καὶ ὅτι δεῖ καταφρονεῖν τελευτῆς. Ἂν τοίνυν ἀποτέμω τὴν κεφαλὴν, καὶ γενναίως  ἐνέγκῃ τὸ συμβὰν, διὰ τῶν ἔργων αὐτοὺς  παιδεύσει  σαφέστερον, ὅτι  οὕτω  θανάτου  δεῖ  καταφρονεῖν,  καὶ  μᾶλλον αὐτῶν  ἀνορθώσει  τὰ φρονήματα,  καὶ πλείονα  αὐτοῖς  ἐμπνεύσει  τελευτήσας  τὴν προθυμίαν. ∆ιὰ τοῦτο τὴν γλῶτταν  ἀπέτεμεν, ἵνα ἀποστερηθέντες τῆς φωνῆς,  ἧς ἀπήλαυον οἱ τοῦ μάρτυρος μαθηταὶ, καὶ τῆς συμβουλῆς ἐκπεσόντες, καὶ τῆς παραινέσεως  ἐρημωθέντες,  δειλότεροι  γένωνται,  καὶ πρὸς τὴν  προτέραν ἀγωνίαν  ἐπανέλθωσιν,  οὐκ ἔχοντες  τὸν  ἐπαλείφοντα,  οὐδὲ τὸν  διεγείροντα  καὶ καθοπλίζοντα.

γʹ. Καὶ σκόπει  μοι  τὴν  κακουργίαν.  Ἡρώδης  μὲν  ἀπέτεμε  τὴν  κεφαλὴν Ἰωάννου·  οὗτος δὲ οὐχὶ τὴν κεφαλὴν,  ἀλλὰ τὴν γλῶτταν  μόνην. Τί δήποτε; ∆ιὰ πολλὴν κακουργίαν καὶ σκαιότητα. Ἂν ἀποτέμω τὴν κεφαλὴν, φησὶ, καὶ ἀποθάνῃ, ἀπελεύσεται οὐχ ὁρῶν τὴν ἀπώλειαν τῶν ἑαυτοῦ ἀδελφῶν· ἐγὼ δὲ αὐτὸν βούλομαι στῆσαι μάρτυρα τῶν πτωμάτων καὶ τῆς συμφορᾶς τῶν οἰκείων στρατιωτῶν, ἵν', ὑπὸ τῆς ὀδύνης ἄγχηται καταπίπτοντας μὲν ὁρῶν, χεῖρα δὲ ὀρέγειν μὴ δυνάμενος, καὶ τὸ συμβουλεῦσαι ταῦτα ἅπερ καὶ πρότερον οὐκ ἔχων,  τῆς φωνῆς  μετὰ τῆς γλώττης ἐκκοπείσης. Ἀλλ' ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, τὸ σόφισμα τοῦτο   εἰς  τὴν   ἐκείνου   περιέτρεψε   κεφαλὴν,   καὶ  οὐ  μόνον   συμβουλῆς  οὐκ ἀπεστέρησεν, ἀλλὰ  καὶ  πλείονος  αὐτοὺς  ἐποίησεν  ἀπολαῦσαι  παραινέσεως,  καὶ πνευματικωτέρας  μετασχεῖν  διδασκαλίας.  Ἐπειδὴ  γὰρ  τοῦτο  ἐκράτησε, καλεῖται λοιπὸν ἐπὶ τὴν τομὴν ὁ ἰατρὸς, καὶ δήμιος ἀντὶ ἰατροῦ γίγνεται, οὐχὶ τὸ νενοσηκὸς διορθούμενος μέλος, ἀλλὰ τὸ ὑγιαῖνον  διαφθείρων·  καὶ τὴν γλῶτταν  ἐξελὼν, οὐκ ἴσχυσεν αὐτῇ συνεξελεῖν καὶ τὴν φωνήν· ἀλλ' ἡ μὲν τῆς σαρκὸς ἐξεκόπτετο γλῶττα, ἡ δὲ τῆς χάριτος ἐφίπτατο  τῷ στόματι τοῦ μακαρίου· καὶ ἡ μὲν φύσις τὸ οἰκεῖον ἠφίει μέλος, τοῦ σιδήρου τοῦτο καταναγκάζοντος, ἡ δὲ χάρις συνεκπεσεῖν αὐτῇ τὴν φωνὴν  οὐκ εἴασεν· ὅθεν λοιπὸν  πνευματικωτέρας  ἀπήλαυον  οἱ μαθηταὶ διδασκαλίας, οὐκ ἀνθρωπίνῃ φωνῇ καθάπερ τὰ πρότερα ἀκούοντες, ἀλλὰ θείᾳ τινὶ, καὶ  πνευματικῇ,  καὶ  μείζονι  τῆς  φύσεως  τῆς  ἡμετέρας· καὶ  πάντες  συνέτρεχον, ἄνωθεν ἄγγελοι, κάτωθεν ἄνθρωποι, ἕκαστος χωρὶς γλώττης  στόμα ἰδεῖν ἐπιθυμοῦντες, καὶ ἀκοῦσαι φθεγγομένου οὕτως. Καὶ γὰρ ἦν ὄντως θαυμαστὸν καὶ παράδοξον στόμα ἄνευ γλώττης φθεγγόμενον,  πολλὴν  μὲν  τῷ  διαβόλῳ  φέρον  αἰσχύνην,  πολλὴν  δὲ τῷ  μάρτυρι δόξαν, μεγάλην δὲ τοῖς μαθηταῖς παράκλησιν καὶ ὑπομονῆς ὑπόθεσιν. Καὶ γὰρ ἔθος τῷ Θεῷ τοιοῦτον ἄνωθεν καὶ ἐξ ἀρχῆς, ἅπερ ἂν καθ' ἡμῶν ὁ διάβολος ῥάψῃ, ταῦτα εἰς τὴν ἐκείνου τρέπειν κεφαλὴν, καὶ ὑπὲρ τῆς ἡμετέρας κατασκευάζειν σωτηρίας. Σκόπει δέ· ἐξέβαλεν ἐκεῖνος τοῦ παραδείσου τὸν ἄνθρωπον, καὶ ἀνέῳξεν αὐτῷ τὸν οὐρανὸν ὁ Θεός· ἀπήλασεν αὐτὸν ἐκεῖνος τῆς ἀρχῆς τῆς ἐν τῇ γῇ, καὶ ἔδωκεν αὐτῷ τὴν  βασιλείαν  τῶν  οὐρανῶν  ὁ Θεὸς, καὶ ἐν  τῷ  θρόνῳ  τῷ  βασιλικῷ  τὴν  φύσιν ἐνίδρυσε  τὴν   ἡμετέραν.  Οὕτως  ἀεὶ  μείζονα   δίδωσιν   ἀγαθὰ,  ὧν     διάβολος ἀποστερεῖν ἐπιχειρεῖ. Ποιεῖ δὲ τοῦτο, ἐκεῖνόν  τε ὀκνηρότερον  ἐν ταῖς καθ' ἡμῶν κατασκευάζων ἐπιβουλαῖς, ἡμᾶς δὲ παιδεύων μηδέποτε αὐτοῦ δεδοικέναι τὰ μηχανήματα· ὃ δὴ καὶ ἐνταῦθα  γέγονεν  ἐπὶ τοῦ μάρτυρος. Ἧς γὰρ προσεδόκησε φωνῆς ἀποστερήσειν αὐτὸν, πολλῷ μείζονα καὶ σεμνοτέραν αὐτῷ ἐχαρίσατο ὁ Θεός. Οὐ γὰρ ἦν ἴσον μετὰ γλώττης φθέγγεσθαι, καὶ χωρὶς γλώττης· τὸ μὲν γὰρ ἀκόλουθον ἦν, καὶ κοινὸν ἅπασι, τὸ δὲ ὑπὲρ τὴν φύσιν, καὶ αὐτοῦ ἴδιον ἐγένετο μόνου. Καίτοι καὶ εἰ ἄφωνος ἔστη μετὰ τὴν τῆς γλώττης ἐκκοπὴν ὁ μάρτυς, καὶ οὕτως αὐτῷ τὰ τῶν ἀγώνων   πεπλήρωτο,  καὶ    στέφανος  ἀπήρτιστο·  ἧττα  γὰρ  μεγίστη  καὶ  σαφὴς ἀπόδειξις ἦν τὸ τὴν γλῶτταν τεμεῖν. Εἰ γὰρ μὴ  ἐφοβοῦ τὴν γλῶτταν, ὦ μιαρὲ καὶ παμμίαρε, τίνος ἕνεκεν αὐτὴν ἀπέτεμες; τίνος ἕνεκεν οὐκ ἀφῆκας τῶν παλαισμάτων  τὴν ὑπόθεσιν, ἀλλ' ἀπέκλεισας τὸ στάδιον; Ὥσπερ ἂν εἴ τις παγκρατιάζειν μέλλων, εἶτα πληγὰς ἀφάτους λαβὼν, καὶ μὴ δυνάμενος ἀντιστῆναι λοιπὸν, κελεύσειεν ἐκκοπῆναι τοῦ ἀνταγωνιστοῦ τὰς χεῖρας, καὶ οὕτως αὐτὸν παίοι, οὐ χρεία λοιπὸν  ἑτέρας ἀποδείξεως  πρὸς τὸ τὴν  νίκην  τῷ τὰς χεῖρας ἐκκοπέντι ψηφίσασθαι· οὕτω  δὴ καὶ ἐπὶ  τοῦ μάρτυρος σαφεστέρα πάντων  ἀπόδειξις  ἡ τῆς γλώττης ἐκκοπὴ γέγονε τῆς κατὰ τοῦ διαβόλου νίκης. Εἰ γὰρ καὶ θνητὴ ἦν ἡ γλῶττα, ἀλλ' ἐπειδὴ ἀθάνατα τραύματα δέδωκε τῷ διαβόλῳ, διὰ τοῦτο κατ' ἐκείνης ἔπνευσεν ὅλος, ἑαυτὸν μὲν εἰς μείζονα καθιστῶν αἰσχύνην, τῷ δὲ μάρτυρι λαμπρότερον ποιῶν τὸν στέφανον. Ὥσπερ γὰρ θαυμαστὸν χωρὶς ῥίζης δένδρον ἰδεῖν, καὶ χωρὶς πηγῆς ποταμόν· οὕτω καὶ χωρὶς γλώττης φωνήν.

δʹ. Ποῦ νῦν εἰσιν οἱ τῇ τῶν σωμάτων ἀναστάσει διαπιστοῦντες; Ἰδοὺ ἡ φωνὴ καὶ ἀπέθανε  καὶ ἀνέστη, καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ ταῦτα ἀμφότερα γέγονε. Καίτοι τοῦτο τῆς τῶν σωμάτων ἀναστάσεως πολλῷ μεῖζόν ἐστιν· ἐκεῖ μὲν γὰρ ἡ φύσις τῶν σωμάτων ὑπόκειται, ἡ σύνθεσις δὲ διαλέλυται  μόνον· ἐνταῦθα δὲ αὐτὴ ἡ ὑπόθεσις τῆς φωνῆς  ἀνῄρητο, ἀλλ' ὅμως λαμπροτέρα πάλιν  ἐγίγνετο.  Καίτοι γε αὐλοῦ τὰς γλωττίδας ἂν ἀφέλῃς, ἄχρηστον λοιπὸν κεῖται τὸ ὄργανον· ἀλλ' οὐχ οὕτως ὁ αὐλὸς ὁ πνευματικὸς, ἀλλὰ καὶ τὴν γλῶτταν  ἀφαιρεθεὶς οὐ μόνον οὐκ ἦν ἄφωνος, ἀλλὰ καὶ ἐμμελέστερον καὶ μυστικώτερον ἠφίει μέλος, καὶ μετὰ πλείονος τῆς ἐκπλήξεως. Καὶ ἐπὶ κιθάρας δὲ πάλιν, ἂν τὸ πλῆκτρόν τις ἐξαρπάσῃ μόνον, ἀργὸς ὁ τεχνίτης, ἄχρηστος ἡ τέχνη, μάταιον τὸ ὄργανον γίγνεται· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ τοὐναντίον ἅπαν.Καὶ γὰρ ἦν κιθάρα τὸ στόμα, ἦν πλῆκτρον ἡ γλῶττα, τεχνίτης δὲ ἡ ψυχὴ, καὶ τέχνη ἡ ὁμολογία· ἀλλ' ὅμως ἀφαιρεθέντος τοῦ πλήκτρου, τῆς γλώσσης λέγω, οὔτε ὁ τεχνίτης,  οὔτε ἡ τέχνη,  οὔτε τὸ ὄργανον  ἄχρηστον  γέγονεν,  ἀλλὰ  πάντα  τὴν οἰκείαν δύναμιν ἐπεδείκνυτο. Τίς ταῦτα ἐποίησε; τίς ταῦτα ἐπέδειξε τὰ θαυμαστὰ καὶ παράδοξα; Ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος, περὶ οὗ φησιν ὁ ∆αυῒδ, Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν· ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Τότε μὲν οὖν ἐκ στόματος νηπίων  καὶ θηλαζόντων,  νῦν  δὲ ἐκ στόματος ἀγλώττων· τότε φύσις ἄωρος; νῦν δὲ στόμα ἔρημον· ἁπαλὴ τότε ἡ ῥίζα ἐπὶ τῶν παίδων ἦν, ἀλλ' ὁ καρπὸς ἀπηρτισμένος· ἐνταῦθα δὲ καὶ αὐτὴ ἡ ῥίζα ἀνῄρητο, καὶ ἡ τοῦ καρποῦ γένεσις οὐκ ἐκωλύετο· καρπὸς γὰρ γλώττης  φωνή.  Θαυμαστότερα τὰ ὕστερα τῶν προτέρων. Καὶ γὰρ ἵνα ταῦτα μὴ ἀπιστῆται, διὰ τοῦτο ἐκεῖνα προέδραμεν, ἵνα ἐν τούτοις μὴ θορυβώμεθα, τῆς διανοίας ἡμῶν ἐν ἐκείνοις προεθισθείσης ∆ιὰ τοῦτο, ταῦτα ἀπήντησεν, ἵνα ἐκεῖνα τὰ ἀφανῆ καὶ τὰ παλαιὰ ἀπὸ τῶν φανερῶν καὶ νεωστὶ γενομένων  πιστεύηται. Οὕτω ποτὲ καὶ ἡ ῥάβδος Ἀαρὼν ἐβλάστησεν, ὥσπερ ἐβλάστησε τὸ στόμα τοῦ μάρτυρος νῦν. Ἀλλὰ τίνος  ἕνεκεν  ἐβλάστησεν ἡ ῥάβδος Ἀαρὼν τότε; Ἐπειδὴ ὁ ἱερεὺς ἠτιμάζετο. Τίνος δὲ ἕνεκεν ἐβλάστησε νῦν τὸ στόμα τοῦ μάρτυρος; Ἐπειδὴ ὁ μέγας ἀρχιερεὺς ἐβλασφημεῖτο Ἰησοῦς ὁ Χριστός. Ὅρα πόση τοῦ  θαύματος  καὶ  συγγένεια  καὶ  ὑπεροχή.  Καθάπερ γὰρ  ἐκείνη    ῥάβδος  οὐχ ἡνωμένη  ῥίζῃ, οὐδὲ ἕλκουσα τὰς ἀπὸ τῆς γῆς νοτίδας, ἀλλ'  ἔρημος τῆς χορηγίας οὖσα  τῆς  ἐκεῖθεν,  καὶ  τὴν  καρπογόνον  ἀπολέσασα δύναμιν,  ἐξαίφνης  καρπὸν ἔδειξεν· οὕτω δὴ καὶ ἐνταῦθα  ἡ φωνὴ  τῆς ῥίζης ἀποστερηθεῖσα, καὶ τὴν  ἐκ τοῦ ὀργάνου δύναμιν οὐκ ἔχουσα, ἐν ξηρῷ καὶ ἀγόνῳ στόματι ἐξαίφνης ἐβλάστησεν. Ἐν τούτῳ μὲν ἡ συγγένεια, ἐν ἑτέρῳ δὲ ἡ ὑπεροχή· πολὺ γὰρ ἑκατέρου τοῦ καρποῦ τὸ μέσον. Ὁ μὲν γὰρ αἰσθητὸς ἦν, ὁ δὲ πνευματικὸς, καὶ τοὺς οὐρανοὺς ἀνοίγων αὐτοὺς τῷ τὴν φωνὴν ταύτην ἀποτεκόντι τότε.Ὑπὲρ δὴ τούτων ἁπάντων  συγχαίρωμεν τῷ μάρτυρι, δοξάζωμεν τὸν ταῦτα θαυματουργοῦντα  Θεὸν,  μιμησώμεθα  τὴν  ὑπομονὴν  τοῦ  συνδούλου, εὐχαριστήσωμεν ὑπὲρ τῆς χάριτος τῷ ∆εσπότῃ, λάβωμεν ἐκ τῶν εἰρημένων ἱκανὴν ἐν τοῖς πειρασμοῖς παράκλησιν, καὶ τὴν δύναμιν τοῦ πεποιηκότος ἡμᾶς Θεοῦ καὶ τὴν κηδεμονίαν καταπλαγέντες,  τὰ παρ' ἑαυτῶν πάντα εἰσφέρωμεν, καὶ τὰ παρ' αὐτοῦ πάντως ἕψεται. Κἂν ἄνθρωποι, κἂν δαίμονες, κἂν αὐτὸς ὁ διάβολος ἡμῖν πυκτεύῃ, πλέον οὐδὲν ἔσται τοῖς πολεμοῦσιν ἡμῖν· μόνον ἂν τὴν οἰκείαν ἐπιδειξώμεθα προθυμίαν, καὶ ὅσα παρ' ἡμῶν εἰσενεχθῆναι χρὴ πάντα εἰσενέγκωμεν. Οὕτω γὰρ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἐπισπασόμεθα ἐνταῦθα, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν πολλῆς ἀπολαύσομεν δόξης καὶ σωτηρίας· ἧς γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ  Πατρὶ, ἅμα τῷ  ἁγίῳ Πνεύματι, δόξα, τιμὴ καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |