ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 23. Είς τον Αγιον μάρτυρα Ρωμανόν. Λόγος βʹ.

Πέμπτη 16 Ιουνίου 2016

23. Είς τον Αγιον μάρτυρα Ρωμανόν. Λόγος βʹ.



Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50

23. Είς τον Αγιον μάρτυρα Ρωμανόν. Λόγος  βʹ.

αʹ. Παλαῖστραι μὲν  σώμασιν  ἀνδρείαν  χαρίζονται,  καὶ  τέχνης  ἀθλητικῆς ἐπιστήμας·  μαρτύρων  δὲ  μνῆμαι  ταῖς  τῶν  δαιμόνων   τὰς  ψυχὰς  ἀνθοπλίζουσι τέχναις, καὶ πρὸς τὰς κατ' ἐκείνων παιδοτριβοῦσι λαβάς. Τὸν γὰρ ἀθλητικὸν δημοσιεύουσαι τόνον καὶ τὴν ἀνένδοτον  πρὸς τὰς μάστιγας πάλην, ἐγείρουσιν εἰς  θάρσος τὴν εὐσέβειαν, ὥσπερ ἐν σκάμμασι ταῖς τῶν παθῶν διηγήσεσιν ὑπὸ μάρτυρος παντὸς  τεταμένον  προθεῖσαι δίαυλον. Τοιαύτη ἡ τοῦ σήμερον στεφανω θέντος ἀθλητοῦ μνήμη. Τίς γὰρ οὐκ ἂν τὰ κατὰ τοῦ διαβόλου θαῤῥήσειε σκάμματα τοῖς τοῦ μάρτυρος τὴν ψυχὴν παιδοτριβήσας παλαίσμασιν, ὃν τοσούτων κινδύνων οὐ κατέσεισε πλῆθος; Πολλὴ γάρ τις τῷ κόσμῳ  τῆς ἀσεβείας τότε τυραννὶς ἐνωρχεῖτο, καὶ θάλασσαν ἐκ βυθῶν ἐμιμεῖτο σειομένην ὁ βίος, καὶ τοῦ πελάγους εἰς τὴν γῆν αἱ τρικυμίαι μετέστησαν, καὶ σφοδρὸν τὸ τῆς εὐσεβείας σκάφος δυσσεβείας περιήντλει  κλυ δώνιον, ἐν ᾧ πολλοὶ μὲν νεκροὶ πανταχοῦ κυβερνῆται, ναυτῶν  δὲ οὐκ  ὀλίγος   ἀριθμὸς  ὑποβρύχιος·  πάντα  δὲ  ἦν  φόβων   πικρῶν   καὶ  ναυαγίων ἀνάμεστα. Ἔπνεον βασιλεῖς καταιγίδος σφοδρότερον, φοβερὰς τύραννοι τρικυμίας ἐπῆγον,  ἀρχόντων   συγκεκίνηντο   θρόνοι,  δικασταὶ  τὴν  εἰς  Χριστὸν  ἐκήρυττον ἄρνησιν,  πικρὰς  νομοθέται  τιμωρίας  ἠπείλουν,  πρὸς  τὰς  τῶν  δαιμόνων  ἄνδρες θυσίας ἡρπάζοντο, πρὸς τὴν τῶν βω μῶν εἵλκοντο  βδελυρίαν γυναῖκες· ἐσύροντο πρὸς ταύ την καὶ παρθένοι τὴν λύσσαν, φυγαῖς ἱερεῖς καὶ σφα γαῖς παρεδίδοντο, τῶν ἱερῶν ἠλαύνοντο  οἱ πιστοὶ πε ριβόλων. Πρὸς τηλικαύτην  ὁ μάρτυς ἐξωπλίζετο μά χην, καὶ τοσούτοις τὴν γνώμην κινδύνοις ἀνθίστησιν, ὥσπερ τινὰ σκιαμαχίαν γελῶν τὴν  παράταξιν, καὶ καθάπερ ἐν σκάμμασιν ἀντὶ  κόνεως  τῇ πίστει τοὺς δικαστὰς καταπάσσων, οὕτω τὴν τοῦ τότε δικάζοντος ἀνεῤῥίπιζε γνώμην, δρόμον αὐτῷ κατὰ τῆς  Ἐκ κλησίας  μελετώμενον   στήσας. ∆ιὸ  δὴ  πρὸς  κόλασιν  ὀξέως    γενναῖος ἀνήρπαστο, καὶ πολλαὶ μὲν προσ ήγοντο τιμωριῶν ποικιλίαι· ὁ μάρτυς δὲ προσεῴκει κιθάρᾳ, τῷ τῶν βασάνων πλήκτρῳ πρὸς φθόγγον κι νούμενος· συνέτριβον τὸ σῶμα περιστάντες οἱ δή μιοι, ὁ δὲ, ὡς χαλκός τις, τῆς εὐσεβείας τὸ μέλος ὑπήχει κρουόμενος· κρεμῶντες  ἐπὶ  ξύλου  κατέξαινον,  ὁ δὲ ὡς  δένδρον  ζωῆς  τὸ ξύλον ἠσπάζετο· ὡς πλευρὰς  τοῦ δικαίου  τὰς παρειὰς διεσπάραττον, ὁ δὲ ὡς πλείο  να στόματα λαμβάνων ἐῤῥητόρευεν, καὶ καινῷ κατ ῄσχυνε τὸν ἀντίπαλον πτώματι. Ὡς γὰρ εἶδε τὸν δικαστὴν πρὸς τὴν τῶν δαιμόνων σπουδὴν αὐτὸν ἐκκαλούμενον, αἰτεῖ βρέφος ἐξ ἀγορᾶς ἀχθῆναι, ὡς ἐκεῖνο τῶν ζητουμένων  παρὰ τοῦ δικα στοῦ κριτὴν ποιησόμενος· καὶ προσαχθέντι τῷ βρέφει τὴν περὶ τῶν προκειμένων προσῆγεν ἐρώτησιν. 


Τέ κνον,φησὶ, δίκαιόν  ἐστι τὸν  Θεὸν προσκυνεῖν,  ἢ τοὺς θεοὺς τοὺςλεγομένους ὑπὸ τούτων;Πολλὴ τῆς  τοῦ  μάρτυρος σοφίας  ἡ περιουσία· τοῦ  δικαστοῦ δικαστὴν  τὸ παιδίον καθίζει· τὸ δὲ ὑπὲρ τοῦ Χριστοῦ ταχέως ἀπεφήνατο ψῆφον, ἵνα δειχθῇ καὶ παιδία δυσσεβούν των δικαστῶν συνετώτερα, μᾶλλον δὲ ἵνα φανῇ μὴ μόνον μάρτυς ὁ μάρτυς,  ἀλλὰ  καὶ  μαρτύρων  ἀλεί  πτης.  Οὐδὲ τοῦτο  δὲ  ὅμως  τὴν  δικαστικὴν ὑπεσκέλισε λύσσαν, ἀλλ' εὐθὺς ἐπὶ ξύλου μετὰ τοῦ βρέφους ὁ μάρτυς ἡρπάζετο, καὶ τὴν τοῦ ξύλου κόλασιν εἱρκτὴ διεδέχετο, κἀκείνην ψῆφος ποικίλας τοῖς ἀθληταῖς τὰς τιμωρίας μερίζουσα· τὸ μὲν γὰρ βρέφος θανάτῳ, τὸν δὲ μάρτυρα τῇ τῆς γλώττης ἐκτομῇ  κατεδίκασε. Τίς τρόπον  κρίσεως  τοιοῦτον  ἀκήκοε; μαστίζουσι δι  κασταὶ καταδίκους,     συνίσασιν  ἑαυτοῖς,  ὁμολογεῖν   ἀναγκάζοντες,   ἐκτέμνει   δὲ  τὴν γλῶσσαν ὁ τῆς ἀσε βείας κριτὴς, ἃ σύνοιδεν ἑαυτῷ σιγᾷν βιαζόμενος. Ὢ δεινοῦ κακοτεχνίας εὑρήματος. Φρονοῦσαν, φησὶ, τὰ τοῦ Χριστοῦ τὴν ψυχὴν οὐκ ἐξέστησα, κἂν  τὴν  λαλοῦ  σαν  ὑπὲρ  Χριστοῦ διακόψω  γλῶτταν.Ἔκκοψον,    τύραννε, γλῶσσαν, ἵνα μάθῃς τὴν φύσιν καὶ ἄγλωσσον ὑπὲρ Χριστοῦ ῥητορεύουσαν· ἐκκόλαψον  τὴν γλῶσσαν τοῦ στόματος, ἵνα μάθῃς ἀληθῆ τὸν τὰ χαρίσματα τῶν γλωσσῶν ὑποσχόμενον. Τὸ μὲν γὰρ τῆς γλώσσης ἐξ έκοψεν ὄργανον, ὁ λόγος δὲ ἐξώρμα σφοδρότερον,  ὥσπερ ἐμποδίου τινὸς  ἀπηλλαγμένος  τῆς  γλώττης· θέαμα καινὸν  καὶ παράδοξον· σάρκινος σαρκίνοις ἀσάρκως φθεγγόμενος.  Πρέπον ἄρα τῷ μάρτυρι τοῦ προφήτου  τὸ μέλος· Ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν,  καὶ ἡ γλῶσσα ἡμῶν  ἀγαλλιάσεως·  ἐπλήσθη  τὸ  στόμα χαρᾶς, καινὸν  θῦμα  τῷ  Χριστῷ προσκομί σαν τὴν γλῶσσαν· ἔσχεν ἡ γλῶσσα πολλὴν ἀγαλλίασιν, πρόδρομος μάρτυς ὀφθεῖσα τοῦ μάρτυρος. Ὢ γλώσ σης πρὸς τοὺς τῶν μαρτύρων δήμους τὴν ψυχὴν προ λαβούσης· ὢ  στόματος  κρυπτόμενον  γεννήσαντος  μάρτυρα· ὢ  γλώσσης θυσιαστήριον κτησαμένης τὸ στόμα· ὢ στόματος ἱερεῖον κτησαμένου τὴν γλῶσσαν· ναὸν  ἔχων  ἐλελήθεις,    γενναῖε,  τὸ  στόμα, ναὸν  ἐν    τὴν  σύναιμον  γλῶσσαν παράδοξον ἀμνάδα κατέθυσας.

βʹ. Τίς ἄρα σου τὰς  ἀρετὰς ἀξίως  στεφανώσειε  ῥήτωρ; Ἔλαβες παρὰ τῆς φύσεως γλῶσσαν, σὺ δὲ αὐτὴν ἐξέθρεψας μάρτυρα· ἔλαβες στόμα φυλακτήριον γλώσ σης, σὺ δὲ τῇ γλώσσῃ τὸ στόμα βωμὸν κατεσκεύα σας· ἔλαβες εἰς τὸ φθέγγεσθαι πλῆκτρον, σὺ δὲ αὐτὸ τεμνόμενον  ἄσταχυν ἀνέδειξας· ἔλαβες γλῶσσαν ῥη μάτων διάκονον,  σὺ δὲ  αὐτὴν  ἄμωμον  τῷ  Χριστῷ κατέθυσας  πρόβατον.  Τίνι  σου τὴν γλῶσσαν πρεπούσῃ προσηγορίᾳ τιμήσω; ποίῳ σου κοσμήσω τὴν γλῶσ σαν ὀνόματι; Προσῆγον ταύτῃ τὸν σίδηρον δήμιοι, ἡ δὲ κατὰ τὸν δεδεμένον Ἰσαὰκ οὐκ ἐσκίρτα, ἀλλ'  ὡς  ἐν  βωμῷ  κειμένη  τῷ  στόματι  τὴν  πληγὴν   σὺν  ἡδονῇ  προσεδέχετο, διδάσκουσα τῶν  ἀνθρώπων  τὰς γλώσ σας, ὡς οὐ φθέγγεσθαι  μόνον διὰ Χριστὸν, ἀλλὰ  καὶ  σφάττεσθαι  δεῖ.  Τῆς  τοῦ  πατριάρχου  θυσίας  ἥρπασας,  γενναῖε,   τὸ φιλότιμον,  μονογενὲς  βλάστημα γλώττης  ἀντὶ  τέκνου  μονογενοῦς  προσκομίσας. Καλῶς ἄρα σοι δευτέραν ὁ Χριστὸς ἀντεφύτευσε γλῶσσαν· εὗρε γὰρ ἀγαθόν σε τῆς προτέρας γεωργόν· καλῶς σοι τὴν ἄσαρκον ἐχαρίσατο γλῶσσαν· ἀγγελικῷ γὰρ οὐκ ἔπρεπε φρονήματι  σάρκινος· καλῶς σοι τὴν τῆς γλώσ σης ἀντιμισθίαν  ἀπέδωκεν. Ἔχρησάς σου τῷ ∆εσπότῃ πρὸς θυσίαν τὴν  γλῶσσαν, ὁ δὲ αὐτῇ πρὸς ῥητορείαν φωνὴν  ἀντεδάνεισε·  καὶ  γέγονε  τῆς  γλώσσης  καὶ  τοῦ  Χριστοῦ πρὸς  ἀλλήλους συνάλλαγμα, τῆς μὲν γλώσ σης ὑπὲρ Χριστοῦ τεμνομένης, τοῦ Χριστοῦ δὲ ὑπὲρ τῆς γλώσσης λαλοῦντος.  Ποῦ νῦν  ἡμῖν Μακεδόνιος, ὁ τῷ δεδωκότι  τὸ χάρι σμα τῶν γλωσσῶν Παρακλήτῳ μαχόμενος;Ὅτι δὲ οὐ ψεύδομαι τῇ τοῦ Παρακλήτου θεότητι τὰς τῶν χαρισμάτων δωρεὰς περιάπτων,  μάρτυς ἡμῖν ὁ μα κάριος Παῦλος ὁ νῦν πρὸς τὴν ὑμετέραν φιληκοΐαν βοῶν· Πάντα ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦ μα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Κα θὼς βούλεται, φησὶν, οὐ καθὼς ἐπιτάττεται.  Ἀλλ' ἵνα μή τινας πρὸς τούτοις  ἐπιθέντες  προσθήκας τῷ  πλή  θει  τὴν  ὑμετέραν  καταχώσωμεν  μνήμην, ταύτην  οὖσαν  ἰσχυρὰν  τὴν  φωνὴν   ὑπὲρ  τοῦ  Παρακλήτου  μεμνημένοι   οὕτως ἐντεῦθεν  ἐξέλθωμεν,  μεγάλα  μὲν  κατ' ἐκείνων  φρονοῦντες,  συγγινώσκοντες  δὲ τέως  αὐτοῖς πλανωμένοις, καὶ τὴν τοῦ Παρακλήτου προσ κυνοῦντες θεότητα. Ἡ μὲν οὖν προφητικὴ σάλπιγξ τὴν οἰκουμενικὴν  εἰς Χριστὸν προσημαίνουσα συμ φωνίαν  ἔλεγεν,  Ὅτι εἰδήσουσί με, φησὶν,  ἀπὸ μι κροῦ αὐτῶν  καὶ ἕως  μεγάλου αὐτῶν, Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ τῷ ἀλη θινῷ. Καὶ ὁ μὲν προφήτης, ὡς ἔφην, ἅπασαν γλῶσ σαν τῷ τῆς θεογνωσίας περικλείει δικτύῳ· ἡμεῖς δὲ σήμερον καὶ ἀγλώττου  ῥήτορος ἀκουσόμεθα τῇ  εὐ σεβείᾳ συνηγοροῦντος·  οἱονεὶ  γάρ τις κιθάρα  πλῆ  κτρον  οὐκ  ἔχουσα  τὸν  δημιουργὸν  εὐφημεῖ.  Λεγέτω  τοίνυν  καὶ  ὁ μακάριος Ῥωμανός· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ποία γλῶσσα; Οὐχ ἣν ὁ σίδηρος ἀφεῖλεν, ἀλλ' ἣν ἡ τοῦ Πνεύματος χάρις ἐχάλκευσε· τῆς γλώσσης γὰρ  συληθείσης    τοῦ  Πνεύματος  χάρις  ἀντεισήχθη.  Εἶχον  καὶ  οἱ  ἀπό  στολοι γλώσσας, ἀλλ' ἵνα δειχθῇ τοῦ ἐνεργοῦντος ἡ δύναμις, ὁ πηλὸς ἤργει, καὶ τὸ πῦρ τὸ οὐράνιον  ἐφθέγγετο.  Εἶχε καὶ ἡ Μωσαϊκὴ Γραφὴ τοῦ ὑπὲρ λόγον  πράγματος τὴν εἰκόνα· βάτος γὰρ παρ' ἐκείνῳ καὶ πῦρ. Καὶ τὸ ἀποστολικὸν πῦρ τὰς τοῦ κηρύγμα τος φωνὰς ἐπὶ τῆς βάτου προετύπου, καὶ φωνὴν τῷ ἀψύχῳ χαρίζεται, ἵνα τῶν ἐμψύχων ὀργάνων  ἁψά  μενον  πιστευθῇ.  Εἰ γὰρ  τὸ  ἄψυχον    ἁφὴ  τοῦ  πυρὸς  ἔμφωνον ἀπειργάσατο,  πῶς  οὐκ  ἔμελλεν   ἀναπλῆσαί   που  ψυχὰς   λογικὰς   δι'  ἁφῆς   τὸ παναρμόνιον ἀνακρούε σθαι μέλος;Ταύτης μετέσχε τῆς  χάριτος  καὶ Ῥωμα  νὸς  ὁ ἀοίδιμος,  καὶ τὴν  γλῶτταν ἀποτμηθεὶς τρανο τέρῳ φθόγγῳ τὸν τύραννον ἤλεγχεν. Οὐκ ἂν δὲ ὅλως ὁ τύραννοςἐπὶ τὴν τῆς γλώττης  ἔδραμεν ἐκτομὴν, εἰ μὴ τῶν ἐλέγχων  ἐφοβήθη τὰ ῥεύματα, εἰ μὴ τὸν χειμάῤῥουν τοῦ κηρύγματος κατεπλάγη, εἰ μὴ τὰ κύματα τῆς εὐαγγελικῆς ῥητορείας στορέσαι ὑπέλα βεν. Ἀλλ' ἴδωμεν, ὅθεν ὁ τύραννος εἰς ἀνάγκην ἔρχε ται τῆς τοιαύτης τόλμης.

γʹ. ∆αίμοσί ποτε  θύσας    δυσσεβὴς, καὶ  καπνοῦ  καὶ  κνίσσης ἀνάπλεως γεγονὼς, καὶ ταῖς σταγόσι τῆς ἀσεβείας μεμολυσμένος, δρομαίως ἐπὶ τὴν ἐκκλη σίαν ἐχώρει, καὶ τὸν ῃμαγμένον  ἐπιφερόμενος  πέ λεκυν, τὸ ἀναίμακτον  θυσιαστήριον πρὸς ἱερουργίαν  ἀθέμιτον  ἐπεζήτει. Ἀλλ' οὐκ ἔλαθεν  ἡ τοῦ τυράννου  λύττα  τὸν μάρτυρα. Εὐθέως γοῦν ἐκπηδήσας εἰς τὰ προπύλαια, φερομένην  ἤδη τῆς ἀσεβείας τὴν ἐπί κλυσιν ἀναστέλλει· καὶ καθάπερ τις εὐμήχανος κυ βερνήτης τὴν θάλατταν βλέπων  κατὰ τῆς πρώρας ἐπιφερομένην,  ἠρεμεῖν οὐκ ἀνέχεται,  ἀλλὰ  τὸ σκάφος ὅλον κούφῳ ποδὶ διατρέχει, καὶ διὰ τοῦ πηδαλίου τὴν πρύμναν ἐγείρας, ἵστησι τὸ πλοῖον τοῖς κύμασιν ἀντιπρόσωπον, καὶ μετεωρίσας τὸ κινδυνεῦον, μέσην διασχίζει τὴν τρικυμίαν, καὶ τέχνῃ τινὶ τὸ κυρτωθὲν πέλαγος αὐλακίζει· τοῦτο καὶ ὁ μακάριος Ῥωμανὸς ἐποίησε. Τῆς  εἰδωλικῆς  θαλάττης  βλάσφημα  μυκωμένης,  καὶ  κατὰ  τοῦ ἐκκλησιαστικοῦ σκάφους λυττώσης,  καὶ ἀφρὸν  αἱμάτων  κατὰ τῶν  θυσιαστηρίωνἐρευγομένης, μόνος ἀνθοπλίζεται  τῇ μαινομένῃ  θαλάττῃ,  καὶ εἰς ἄκρον ὁρῶν τὸ σκάφος σφαλλόμενον,  ἀφυπνίζει  τὸν ἐν τῷ πλοίῳ  ∆εσπότην, ἀφυπνίζει  δὲ αὐτὸντὸν τῆς μακροθυμίας ὕπνον καθεύδοντα. Βλέπει τὸ πέλαγος ταῖς ἀντιπνοίαις χειμαζόμενον,  καὶ τὰ τῶν  κινδυνευόντων μαθητῶν  φθέγγεται  ῥήματα· Ἐπιστάτα, σῶσον, ἀπολλύμεθα· πειραταὶ  τὸ σκάφος περιστοιχίζονται,  λύκοι πολιορκοῦσι τὸ ποίμνιον,  λῃσταὶ τὴν  παστάδα τὴν  σὴν διορύττουσι, μοιχικὰ  συρίγματα τὴν  σὴν νύμφην   περικτυπεῖ,  πάλιν     ὄφις  τοιχωρυχεῖ   τὸν  παράδεισον·    τῆς Ἐκκλησίας θεμέλιος ἡ πέτρα σαλεύεται· ἀλλ' ἐξ οὐρανοῦ τὴν εὐγγελικὴν ἄγκυραν ῥῖψον, καὶ τὴν πέτραν στήριξον σειομένην· Ἐπιστάτα, σῶσον, ἀπολλύμεθα. Ὁ κοινὸς κίνδυνος  μερίζει τὸν  μάρτυρα, καὶ  πρὸς τὸν  ∆εσπότην παῤῥησιάζεται· ἐπαφίησι ῥέουσαν κατὰ  τοῦ  τυράννου  τὴν  γλῶτταν,  στῆσον, λέγων,  τὸν  ἐμμανῆ  τοῦτον δρόμον, ὦ τύραννε· ἐπίγνωθι  τῆς σῆς ἀσθενείας τὰ μέτρα, αἰδέσθητι τοῦ σταυρωθέντος τοὺς ὅρους· ὅροι δὲ τοῦ σταυρωθέντος οὐ τῆς ἐκκλησίας οἱ τοῖχοι,ἀλλὰ τῆς οἰκουμένης τὰ πέρατα· ἀποτίναξαι τὴν ἀχλὺν τῆς μανίας· βλέψον εἰς γῆν, καὶ τὸ τῆς φύσεως τῆς σῆς ἀσθενὲς ἐνθυμήθητι· ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ τοῦ πολέμου  τὸ  μέγεθος  λόγισαι·  τῶν  δαιμόνων  τὴν  ἀσθενῆ  διάπτυσον  συμμαχίαν· σκόπησον, ὅτι τῷ σταυρῷ πεπληγότες  οἱ δαίμονές σε προστάτην τῶν  βωμῶν  τῶν οἰκείων προβάλλονται.Τί διώκεις ἀκατάληπτα; τί τοξεύεις ἀπέραντα; μὴ γὰρ τοίχοις ὁ Θεὸς περιγράφεται;  ἀπερίγραπτον  τὸ  θεῖον·  μὴ  γὰρ  ὀφθαλμοῖς    ἡμέτερος  ∆εσπότης ὁρᾶται; ἀθεώρητος γάρ ἐστι καὶ ἀνείδεος τῇ οὐσίᾳ, κατὰ δὲ τὸ ἀνθρώπινον γράφεται καὶ ὁρᾶται. Μὴ γὰρ λίθον καὶ ξύλον οἰκεῖ, πιπράσκων ἀντὶ βοὸς καὶ προβάτου τὴν πρόνοιαν;  μὴ  γὰρ  βωμὸς  τοῖς  συναλλάγμασιν  αὐτοῦ  μεσιτεύει;  Αὕτη τῶν  σῶν δαιμόνων ἡ λίχνος προσαίτησις· ὁ ἐμὸς ∆εσπότης, μᾶλλον δὲ ὁ τῶν ὅλων ∆εσπότης, Χριστὸς οὐρανὸν  οἰκεῖ, καὶ  κόσμον ἡνιοχεῖ,  καὶ  θυσία τούτῳ  ψυχὴ  πρὸς αὐτὸν ἀνανεύουσα, μία τούτῳ τροφὴ, τῶν πιστευόντων  σωτηρία. Παῦσαι κατὰ τῆς Ἐκκλησίας τὰ ὅπλα κινῶν· ἐπὶ γῆς τὸ ποίμνιον, καὶ ὁ ποιμαίνων ἐν οὐρανῷ· ἐπὶ γῆς αἱ κληματίδες, καὶ ἐν οὐρανῷ ἡ ἄμπελος· ἂν δὲ ἐκτέμῃς τὰς κληματίδας, πολυπλασιάζεις τὴν ἄμπελον. Λύθρου γέμουσιν αἱ χεῖρές σου, τὸ ξίφος τὸ σὸν ἀπὸ θυμάτων ἐστὶν ἀλόγων· φεῖσαι τῶν ἀναιτίων  θρεμμάτων, καὶ ἡμῖν τοῖς ἐλέγχουσιν ἔπαφες τὸν σίδηρον· φεῖσαι τῶν σιωπώντων ἀλόγων, καὶ ἡμᾶς τοὺς κατηγοροῦντας ἀπόσφαττε. Οὐ γὰρ οὕτω φοβοῦμαι  τὸν  ἀνδροφόνον  σίδηρον, ὡς τὸν  ἐπιβώμιον πέλεκυν· ὁ ἀνδροφόνος  σίδηρος τὸ σῶμα διασπαράττει, ὁ ἐπιβώμιος πέλεκυς τὴν ψυχὴ  ἀναιρεῖ· ὁ ἀνδροφόνος  σίδηρος τὸ θυόμενον  κατασφάττει,  ὁ δὲ ἐπιβώμιος πέλεκυς καὶ τὸ θυόμενον καὶ τὸν θύοντα συναπόλλυσι. Τέμε τὸν αὐχένα τὸν ἐμὸν, καὶ μὴ μολύνῃς θυσιαστήριον· ἔχεις αὐτοκέλευστον ἱερεῖον, τί τὸν δεσμώτην ταῦρον ἀνανεύοντα  συμποδίζεις; Εἰ θύειν ἐπιθυμεῖς, ἐν τοῖς τῆς ἐκκλησίας προθύροις θύε λογικὸν  ἱερεῖον. Οὐ φέρει τὴν ἄμετρον ὁ τύραννος παῤῥησίαν τοῦ μάρτυρος, ἀλλ' εὐθὺς ἀπὸ τῆς γλώττης τοῦ θύματος ἄρχεται.Ἐκτέμνει τοίνυν τὴν γλῶτταν, οὐκ ἀνελεῖν βουλόμενος, ἀλλὰ τῷ κηρύγματι πολεμῶν· οὐ τοσοῦτον τῷ κήρυκι φθονῶν, ὅσον τῷ κηρυττομένῳ βασκαίνων, Ἀλλ' Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ  αὐτῶν,  τὸ ἐκτμηθὲν  ὄργανον  τῆς φωνῆς ἐξ οὐρανοῦ ἀποδίδωσι, καὶ ἀοράτῳ γλώττῃ τὸν χωλεύοντα φθόγγον ὑποστηρίζει,  καὶ  χαρίζεται   τῷ  ἀγλώττῳ   τὴν   φωνὴν,   ἔργῳ  τὴν   ἀνθρωπίνην δημιουργίαν  ἐνδεικνύμενος  τῷ  τυράννῳ,  Καὶ καθάπερ οἱ φρεωρύχοι  τὰς   φλέβας διασκαλεύοντες εὐρυτέραν τῷ ὕδατι τὴν ἐκροὴν ἀπεργάζονται, οὕτω καὶ ὁ τύραννος σιδήρῳ τῆς γλώττης  διορύττων τὴν ῥίζαν, σφοδροτέροις ἐπεκλύζετο τοῖς τῶν ἐλέγχων κρουνοῖς.Ἐβουλόμην ἄχρι τέλους ἐγχορεῦσαι τῇ τοῦ μάρτυρος ὑποθέσει, ἀλλ' ὁ τῆς συμμετρίας ἐπέστη καιρὸς, καί μοι σιωπᾷν ἐγκελεύεται·  ὑμῖν  τε γὰρ πρὸς ὠφέλειαν  ἱκανὰ τὰ ῥηθέντα, καὶ ἀναγκαῖα τοῦ πατρὸς τὰ διδάγματα πρὸς τὸν τῶν ῥηθέντων  ἀπαρτισμόν· ἀλλὰ  καὶ τὰ ῥηθέντα τοῖς  τῆς μνήμης  κόλποις περιπτυξώμεθα, καὶ τοῖς λέγεσθαι μέλλουσι τοὺς τῆς ψυχῆς αὔλακας ἀναπτύξωμεν, καὶ ἐπὶ πᾶσι τὸν θαυματοποιὸν Χριστὸν προσκυνήσωμεν, ὅτι αὐτῷ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


24.Εις τους Αγίους Μακκαβαιους καὶ εἰς τὴν μητέρα αὐτῶν.

Ὁμιλία αʹ.
αʹ. Ὡς φαιδρὰ καὶ περιχαρὴς ἡμῖν ἡ πόλις, καὶ τοῦ παντὸς ἐνιαυτοῦ λαμπροτέρα ἡ  σήμερον  ἡμέρα,  οὐ  τοῦ  ἡλίου  φανερωτέραν   ἀκτῖνα  τῆς  εἰωθυίας  πρὸς  τὴν  γῆν ἀφιέντος  σήμερον, ἀλλὰ τοῦ φωτὸς  τῶν ἁγίων  μαρτύρων ὑπὲρ ἀστραπὴν ἅπασαν τὴν πόλιν  ἡμῖν καταυγάσαντος·  μυρίων  γὰρ ἡλίων  οὗτοι λαμπρότεροι,  καὶ τῶν  μεγάλων φωστήρων  φανότεροι. ∆ιὰ τούτους σεμνοτέρα τοῦ οὐρανοῦ σήμερον ἡ γῆ. Μὴ γάρ μοι τὴν  κόνιν  εἴπῃς, μηδὲ τὴν  τέφραν  λογίζου,  μηδὲ τὰ χρόνῳ  δαπανηθέντα  ὀστᾶ, ἀλλ' ἄνοιξον τῆς πίστεως τοὺς ὀφθαλμοὺς, καὶ βλέπε παρακαθημένην  αὐτοῖς τοῦ Θεοῦ τὴν δύναμιν, περιβεβλημένην  αὐτοῖς τοῦ Πνεύματος τὴν χάριν, περιστέλλουσαν αὐτοὺς τοῦ οὐρανίου  φωτὸς  τὴν  δόξαν.  Οὐ τοιαῦται  ἐξ ἡλιακοῦ  κύκλου  πρὸς τὴν  γῆν  ἀκτῖνες ἀφίενται,  οἷαι  μαρμαρυγαὶ  καὶ  λαμπηδόνες  ἐκ  τῶν  σωμάτων  ἐξαλλόμεναι  τούτων αὐτὰς ἀποτυφλοῦσι τοῦ διαβόλου τὰς ὄψεις.
Καθάπερ γὰρ  λῄσταρχοι  καὶ  τυμβωρύχοι  ἐπειδὰν  ἴδωσιν  ὅπλα  που  κείμενα βασιλικὰ, θώρακα, καὶ ἀσπίδα, καὶ κράνος, χρυσῷ πάντα καταλαμπόμενα,  ἀποπηδῶσιν εὐθέως, καὶ οὐδὲ προσελθεῖν, οὐδὲ ἅψασθαι τολμῶσι μέγαν ὑφορώμενοι κίνδυνον, εἴ τι τοιοῦτον τολμήσαιεν· οὕτω δὴ καὶ οἱ δαίμονες οἱ ἀληθινοὶ  λῄσταρχοι, ὅπουπερ ἂν ἴδωσι μαρτύρων  σώματα κείμενα,  δραπετεύουσι, καὶ ἀποπηδῶσιν  εὐθέως. Οὐ γὰρ πρὸς τὴν φύσιν αὐτῶν βλέπουσι τὴν τέως θνητὴν, ἀλλὰ πρὸς τὴν ἀπόῤῥητον ἀξίαν τοῦ φορήσαντος αὐτὰ Χριστοῦ. Ταῦτα γὰρ τὰ ὅπλα οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, οὐκ ἄλλη τις κτιστὴ ἐνεδύσατο  δύναμις,  ἀλλ' αὐτὸς ὁ τῶν  ἀγγέλων  ∆εσπότης. Καὶ καθάπερ ὁ Παῦλος ἐβόα λέγων· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος  Χριστοῦ; οὕτω καὶ οὗτοι δύνανται  βοᾷν  καὶ λέγειν·  εἰ δοκιμὴν  ζητεῖτε  τοῦ ἐν  ἡμῖν  ἀγνωνισαμένου  Χριστοῦ; Τίμια  γὰρ  τὰ  σώματα,  ἐπειδὴ  πληγὰς  ἐδέξαντο  ὑπὲρ  τοῦ  ἰδίου  ∆εσπότου,  ἐπειδὴ στίγματα   βαστάζουσι  διὰ  τὸν   Χριστόν.  Καὶ  καθάπερ   στέφανος   βασιλικὸς   λίθοις ποικίλοις  πάντοθεν  καλλωπιζόμενος  μαρμαρυγὰς διαφόρους ἀφίησιν, οὕτω δὴ καὶ τὰ σώματα τῶν  ἁγίων  μαρτύρων,  ὥσπερ λίθοις  τιμίοις  τοῖς ὑπὲρ τοῦ Χριστοῦ τραύμασι κατεστιγμένα, παντὸς διαδήματος βασιλικοῦ τιμιώτερα καὶ σεμνότερα φαίνεται. Οἱ μὲν οὖν ἔξωθεν ἀγωνοθέται  ἀγῶνας  τιθέντες  μεγίστην φιλοτιμίαν εἶναι νομίζουσιν, ὅταν νέους ἀθλητὰς καὶ σφριγῶντας  εἰς τὰ σκάμματα καὶ τοὺς ἀγῶνας εἰσάγωσιν, ὥστε πρὸ τῆς ἐν τοῖς παλαίσμασιν ἐπιδείξεως, ἀπὸ τῆς τῶν μελῶν εὐεξίας θαῦμα παρασχεῖν τοῖς θεαταῖς· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πᾶν τοὐναντίον.  Ἀγῶνα γὰρ τιθεὶς ὁ Χριστὸς οὐ τοιοῦτον οἷον ἐκεῖνοι, ἀλλὰ φρικτὸν καὶ φόβου γέμοντα· οὐ γὰρ ἀνθρώπων πρὸς ἀνθρώπους  ἡ πάλη,  ἀλλ' ἀνθρώπων  πρὸς δαίμονας  ἡ μάχη· τοιοῦτον  τοίνυν  ἀγῶνα τιθεὶς ἡμῖν, οὐ νέους ἀθλητὰς καὶ σφριγῶντας πρὸς τὰ παλαίσματα ἤγαγεν, ἀλλὰ μειράκια κομιδῇ, καὶ μετ' ἐκείνων  γέροντα, τὸν Ἐλεάζαρον, καὶ πρὸς τούτοις γυναῖκα γεγηρακυῖαν,   τὴν  μητέρα  τῶν  μειρακίων.  Τί  ποτε  τοῦτο  ἄρα  ἐστὶ,  ∆έσποτα;  τὴν ἄχρηστον  ἡλικίαν  πρὸς  τὰ  ἀγωνίσματα  εἰς  τὰ σκάμματα ἄγεις;  τίς  ἤκουσε γυναῖκα ἀγωνιζομένην ποτὲ ἐν γήρᾳ τοσούτῳ; Οὐδεὶς ἤκουσεν· ἀλλ' ἐγὼ τὸ παράδοξον τοῦτο, φησὶ, καὶ καινὸν καὶ οὔτε ἀκοῇ ποτε παραδεχθὲν διὰ τῶν ἔργων αὐτῶν πιστώσομαι. Οὐ γὰρ τοιοῦτος  ἀγωνοθέτης  ἐγὼ, ὡς τῇ τῶν  ἀγωνιζομένων δυνάμει  τὸ πᾶν ἐπιτρέπειν· ἀλλὰ   παρίσταμαι,   καὶ   βοηθῶ,   καὶ   χεῖρα   ὀρέγω   τοῖς   ἐμοῖς   ἀθληταῖς,   καὶ   τῶν  κατορθουμένων   τὸ  πλέον  αὐτοῖς  ἐκ  τῆς  ἐμῆς  γίνεται  προστασίας.  Ὅταν  οὖν  ἴδῃς γυναῖκα ὑπότρομον, γεγηρακυῖαν, βακτηρίας δεομένην, εἰς ἀγῶνα εἰσιοῦσαν, καὶ καταλύουσαν  τυράννου  μανίαν,  περιγινομένην ἀσωμάτων  δυνάμεων,  κρατοῦσαν τοῦ διαβόλου ῥᾳδίως, συγκόπτουσαν αὐτοῦ τὴν ἕξιν μετ' ἐξουσίας πολλῆς, θαύμασον τοῦ ἀγωνοθέτου  τὴν  χάριν,  ἐκπλάγηθι  τοῦ Χριστοῦ τὴν  δύναμιν.  Οὐ σφριγῶσι κατὰ τὴν σάρκα οἱ  ἀθληταὶ,  ἀλλὰ  σφριγῶσι  κατὰ  τὴν  πίστιν· ἀσθενὴς  αὐτῶν  ἡ φύσις,  ἀλλὰ δυνατὴ      ἀλείψασα   αὐτοὺς   χάρις·   παραλέλυται    τὰ   σώματα   τῷ   γήρᾳ,   ἀλλὰ συγκεκρότηται τὰ φρονήματα  τῷ πόθῳ τῆς εὐσεβείας. Οὐκ ἔστιν αἰσθητὸς ὁ ἀγών· μὴ τοίνυν ἔξωθεν καταμάθῃς τοὺς ἀθλητὰς, ἀλλ' εἴσελθε τῷ λογισμῷ πρὸς τὴν τῆς ψυχῆς αὐτῶν  εὐεξίαν·  κατάμαθε  τῆς  πίστεως  αὐτῶν  τὴν  ἰσχὺν,  ἵνα  μάθῃς  ὅτι    δαίμοσι πυκτεύων  οὐ σώματος ἰσχυρᾶς δεῖται περιβολῆς, οὐδὲ ἡλικίας  ἀκμαζούσης, ἀλλὰ κἂν κομιδῇ  νέος  ᾖ,  κἂν  εἰς  ἔσχατον  γῆρας  ἐληλακὼς,   ψυχὴν   δὲ  ἔχῃ  γενναίαν   καὶ ἐῤῥωμένην, οὐδὲν ἀπὸ τῆς ἡλικίας  εἰς τὰ ἀγωνίσματα  παραβλάπτεται.

 βʹ. Καὶ τί λέγω γέροντα  καὶ νέον, ὅπου γε καὶ γυναῖκες  πρὸς ταῦτα ἀπεδύσαντο τὰ παλαίσματα, καὶ λαμπροὺς  ἀνεδήσαντο  τοὺς  στεφάνους;  Οἱ μὲν γὰρ ἔξωθεν  ἀγῶνες  καὶ ἡλικίαν,  καὶ φύσιν, καὶ ἀξίαν ἐξετάζοντες, καὶ δούλοις, καὶ γυναιξὶ, καὶ πρεσβυτέροις, καὶ μειρακίοις τὴν  πρὸς αὐτοὺς  εἴσοδον ἀποκλείουσιν,  ἐνταῦθα  δὲ πάσῃ μὲν ἀξίᾳ, πάσῃ δὲ ἡλικίᾳ, ἑκατέρᾳ δὲ τῇ φύσει τὸ θέατρον μετὰ πάσης ἀδείας ἠνέῳκται, ἵνα καὶ τὴν ἀφθονίαν  καὶ τὴν ἄφατον δύναμιν τοῦ τὸν ἀγῶνα τιθέντος καταμάθῃς, καὶ τὸ ἀποστολικὸν ἐκεῖνο διὰ τῶν ἔργων βεβαιούμενον ἴδῃς, Ὅτι ἡ δύναμις αὐτοῦ ἐν ἀσθενείᾳ τελειοῦται. Ὅταν γὰρ παιδία καὶ γέροντες τὰ ὑπὲρ τὴν φύσιν ἰσχύωσι, διὰ πάντων  λαμπρῶς ἡ τοῦ δι' αὐτῶν ἐνεργοῦντος  Θεοῦ διαφαίνεται  χάρις. Καὶ ἵνα μάθῃς ὅτι ἡ ἀσθένεια τῶν ἀθλητῶν, αὕτη ἡ ἔξωθεν, λαμπροτέρους ποιεῖ γενέσθαι τοὺς στεφανίτας,  φέρε δὴ, τὸν γέροντα καὶ τὰ παιδία  ἀφέντες  τὴν  ἀσθενεστέραν αὐτῶν  παραγάγωμεν  εἰς μέσον, τὴν  γυναῖκα,  τὴν γεγηρακυῖαν,  τὴν  ἑπτὰ  παίδων  μητέρα· καὶ  γὰρ  αἱ  ὠδῖνες  οὐ  μικρὸν  κώλυμα  τῶν παλαισμάτων  τούτων  εἰσί. Τί οὖν  αὐτῆς  πρότερον  θαυμάσαι  ἄξιον;  τὸ  τῆς  φύσεως ἀσθενὲς, ἢ τὸ τῆς ἡλικίας ὥριμον, ἢ τὸ τῆς συμπαθείας εὐεπηρέαστον; Μεγάλα μὲν γὰρ καὶ ταῦτα κωλύματα πρὸς τὸν τοσαύτης καρτερίας δεόμενον δρόμον. Ἐγὼ δὲ καὶ ἕτερον ἔχω τούτων  μεῖζον εἰπεῖν,  δι' οὗ καὶ τὴν  ἀνδρείαν  τῆς γυναικὸς  καὶ τὴν  τοῦ διαβόλου κακουργίαν  ἅπασαν κατοψόμεθα.  Τί δὲ τοῦτό ἐστι; Σκόπει μιαροῦ δαίμονος πονηρίαν· οὐ πρώτην  αὐτὴν εἵλκυσεν εἰς τὰ σκάμματα, ἀλλὰ μετὰ τοὺς παῖδας ἤγαγε πρὸς τὰ παλαίσματα. Τί δήποτε; Ἵνα ταῖς τῶν  ἑπτὰ παίδων  βασάνοις προκαταβαλὼν αὐτῆς τὸ φρόνημα, καὶ τὸ στεῤῥὸν τῆς διανοίας μαλάξας, διὰ τῆς τῶν γινομένων θέας προδαπανηθείσης αὐτῇ τῆς ἰσχύος ἐν ταῖς τῶν ἐγγόνων κολάσεσιν, ἀσθενεστέρᾳ λοιπὸν γενομένῃ  ῥᾳδίως ἐπιθῆται. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι ἐκεῖνοι τὰς βασάνους ἐδέχοντο, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι αὐτὴ καθ' ἕκαστον αὐτῶν χαλεπωτέρας ὑπέμενε τὰς ὀδύνας, καὶ καθ' ἕκαστον αὐτῶν  ἀπεσφάττετο.  Καὶ τὸ λεγόμενον  τοῦτο ἴσασι καλῶς, ὅσαι πεῖραν ὠδίνων  ἔλαβον γυναῖκες, καὶ μητέρες ἐγένοντο.  Πολλάκις γοῦν ὁρῶσα μήτηρ παιδίον πυρετῷ  φλεγόμενον,  πάντα  ἂν  ἕλοιτο  παθεῖν,  ὥστε ἀπὸ τοῦ  σώματος  ἐκείνου  πρὸς ἑαυτὴν μεταγαγεῖν  τὸ πῦρ τοῦ νοσήματος· οὕτω τῶν οἰκείων  κακῶν τὰς τῶν παίδων συμφορὰς ἀφορητοτέρας  αἱ μητέρες εἶναι νομίζουσιν. Εἰ δὲ τοῦτο ἀληθὲς, ὥσπερ οὖν ἀληθὲς, χαλεπώτερον  τῶν παιδίων  ἐν ταῖς τῶν παιδίων  βασάνοις ἐκολάζετο ἡ μήτηρ, καὶ μεῖζον τὸ μαρτύριον  ἐν τῇ μητρὶ ἢ ἐν τοῖς παιδίοις  ἐγίνετο.  Εἰ γὰρ ἑνὸς παιδίου νόσος ἀκουομένη μόνον διαταράττει τὰ σπλάγχνα τῆς τεκούσης, οὐχ ἑνὸς παιδίου, ἀλλὰ τοσούτου χοροῦ παίδων  ἀναιρουμένου,  οὐκ ἀκοῇ δεχομένη  τὰ παθήματα,  ἀλλ'  ὄψει παραλαμβάνουσα  τὰ γινόμενα,  τί οὐκ ἂν ἔπαθε; πῶς οὐκ ἐξέστη τῇ διανοίᾳ  ἕκαστον αὐτῶν  ὁρῶσα διαφόροις  τισὶ καὶ φρικταῖς  τιμωρίαις  κατὰ μικρὸν ἀναιρούμενον;  πῶς οὐκ ἀπεῤῥάγη τοῦ σώματος ἡ ψυχή; πῶς οὐκ ἀπὸ τῆς πρώτης  ὄψεως  ἐπὶ τὴν  πυρὰν ἐπεπήδησεν ἀπαλλάττουσα ἑαυτὴν τῆς λοιπῆς θεωρίας; Εἰ γὰρ καὶ φιλόσοφος ἦν, ἀλλὰ μήτηρ· εἰ  καὶ  θεοφιλὴς,  ἀλλὰ  καὶ  σάρκα περιέκειτο· εἰ καὶ  πρόθυμος  ἦν,  ἀλλὰ  καὶ γυναικείας μετεῖχε φύσεως· εἰ καὶ τῷ ζήλῳ τῆς εὐσεβείας ἔζεεν, ἀλλὰ καὶ τῷ δεσμῷ τῶν ὠδίνων  κατείχετο.  Εἰ γὰρ ἡμεῖς  ἄνδρες  ὄντες  κατάδικον  πολλάκις  ὁρῶντες  διὰ τῆς ἀγορᾶς ἀγόμενον  τὸ σπαρτίον ἐπὶ τοῦ στόματος ἔχοντα, ἐπὶ τὸ βάραθρον ἑλκόμενον, οὐδὲν δικαίωμα φιλίας  πρὸς αὐτὸν ἔχοντες, ἀπὸ τῆς θέας μόνης κατακλώμεθα,  καίτοι ἱκανὴν ἔχοντες παραμυθίαν πρὸς τὸ μηδὲν τοιοῦτον παθεῖν, τοῦ καταδεδικασμένου τὴν πονηρίαν· τί παθεῖν ταύτην  εἰκὸς οὐχὶ κατάδικον  ἕνα ὁρῶσαν ἀπαγόμενον,  ἀλλ' ἑπτὰ παιδία  ἀθρόον  ἐν ἡμέρᾳ μιᾷ οὐχὶ  συντόμῳ  τελευτῇ,  ἀλλὰ  ποικίλαις  κατακοπτόμενα σφαγαῖς; Εἰ γὰρ λιθίνη τις ἦν, εἰ γὰρ ἐξ ἀδάμαντος αὐτῇ τὰ σπλάγχνα ἐπεπήγει, οὐκ ἂν διεταράχθη,  οὐκ ἂν ἔπαθέ τι τοιοῦτον,  οἷον καὶ γυναῖκα  καὶ μητέρα παθεῖν  εἰκὸς ἦν; Ἐννόησον πῶς θαυμάζομεν  τὸν πατριάρχην  Ἀβραὰμ, ὅτι τὸν υἱὸν  αὐτοῦ ἀνενεγκὼν συνεπόδισε καὶ ἐπὶ τὸ θυσιαστήριον ἀνεβίβασε, καὶ τότε ὄψει καλῶς ὅση τῆς γυναικὸς ἡ ἀνδρεία. Ὢ πικροτάτης  θέας καὶ ἡδίστης ἐκείνης· πικροτάτης  μὲν διὰ τὴν φύσιν τῶν γινομένων,  ἡδίστης δὲ διὰ τὴν διάθεσιν τῆς ὁρώσης. Οὐ γὰρ ἑώρα τὸ καταῤῥέον αἷμα, ἀλλ' ἑώρα τοὺς στεφάνους  τῆς δικαιοσύνης  πλεκομένους·  οὐκ ἔβλεπε διορυττομένας πλευρὰς, ἀλλ' ἔβλεπεν οἰκοδομουμένας σκηνὰς αἰωνίους· οὐχ ἑώρα περιεστῶτας δημίους, ἀλλ' ἑώρα κυκλοῦντας  ἀγγέλους·  ἐπελάθετο  τῶν  ὠδίνων,  κατεφρόνησε  τῆς φύσεως, ὑπερεῖδε τῆς ἡλικίας· κατεφρόνησε φύσεως, πράγματος τυραννικοῦ, φύσεως, ἣ καὶ τῶν θηρίων κρατεῖν εἴωθε.Πολλὰ γοῦν τῶν δυσαλώτων  θηρίων οὕτως ἁλίσκεται, διὰ τὴν πρὸς τὰ παιδία συμπάθειαν  τῆς  οἰκείας  ἀλογοῦντα  σωτηρίας, καὶ ἀφυλάκτως  εἰς τὰς τῶν  θηρατῶν ἐμπίπτοντα χεῖρας· καὶ οὐδέν ἐστι ζῶον οὕτως ἀσθενὲς, ὃ μὴ ὑπερασπίζοι τῶν ἐγγόνων· οὐδὲν οὕτως ἥμερον, ὃ μὴ τῶν παιδίων ἀφαιρουμένων  παροξύνηται. Ἀλλ' αὕτη καὶ τὴν διὰ τῶν  λογικῶν  ἀνθρώπων  καὶ τὴν  διὰ τῶν  ἀλόγων  ζώων  τεταμένην  τῆς φύσεως τυραννίδα κατέλυσε· καὶ οὐ μόνον οὐκ ἐπεπήδησε τῇ κεφαλῇ τοῦ τυράννου, οὐδὲ διεσπάραξεν   αὐτοῦ   τὴν   ὄψιν,   ὁρῶσα  τοὺς   σκύμνους   διασπαρασσομένους,  ἀλλὰ τοσαύτην ἐπεδείξατο φιλοσοφίας ὑπερβολὴν, ὡς καὶ προπαρασκευάζειν αὐτῷ τὴν ἀπάνθρωπον  θοίνην,  καὶ τῶν προτέρων  ἔτι κολαζομένων,  τοὺς ὑπολειπομένους  πρὸς τὴν τῶν αὐτῶν πεῖραν ἀλείφειν δεινῶν.

γʹ. Ἀκουέτωσαν  μητέρες  ταῦτα,  ζηλούτωσαν  τὴν  ἀνδρείαν  τῆς γυναικὸς,  τὴν περὶ τὰ ἔγγονα  φιλοστοργίαν·  οὕτω τρεφέτωσαν  τὰ παιδία· οὐ γὰρ τὸ τεκεῖν  μητρὸς, τοῦτο γὰρ τῆς φύσεως, ἀλλὰ  τὸ θρέψαι μητρὸς, τοῦτο γὰρ τῆς προαιρέσεως. Καὶ ἵνα μάθῃς, ὅτι οὐ τὸ τεκεῖν  ποιεῖ  μητέρα, ἀλλὰ  τὸ θρέψαι καλῶς,  ἄκουσον τοῦ Παύλου στεφανοῦντος  τὴν χήραν οὐ διὰ τὸν τόκον, ἀλλὰ διὰ τὴν τροφὴν τῶν παιδίων. Εἰπὼν γὰρ, Χήρα καταλεγέσθω  μὴ ἔλαττον  ἐτῶν ἑξήκοντα γεγονυῖα,  ἐν ἔργοις καλοῖς μαρτυρουμένη,  τὸ  κεφάλαιον   τῶν  ἀγαθῶν  ἔργων  ἐπήγαγεν.  Τί δὲ  τοῦτό  ἐστιν;  Εἰ ἐτεκνοτρόφησε, φησίν· οὐκ εἶπεν, εἰ ἐτεκνοποίησεν,  ἀλλ', Εἰ ἐτεκνοτρόφησεν. Ἐννοήσωμεν  τοίνυν  τί πάσχειν  εἰκὸς τὴν  γυναῖκα,  εἴ γε γυναῖκα  δεῖ αὐτὴν  καλεῖν, ὁρῶσαν  δακτύλους  σπαίροντας  ἐπὶ  τῶν  ἀνθράκων,  κεφαλὴν  ἐξαλλομένην,  σιδηρᾶν χεῖρα  ἐπιβαλλομένην ἑτέρου παιδίου  κεφαλῇ,  καὶ τὴν  δορὰν  ἀποσύρουσαν, καὶ τὸν ταῦτα πάσχοντα ἑστῶτα ἔτι καὶ διαλεγόμενον.  Πῶς διῆρε στόμα; πῶς ἐκίνησε γλῶτταν;
πῶς οὐκ ἀπέπτη τῆς σαρκὸς ἡ ψυχή; Πῶς, ἐγὼ λέγω. Οὐχ ἑώρα πρὸς τὴν γῆν, ἀλλὰ πρὸς τὰ μέλλοντα  παρεσκευάζετο πάντα· ἓν ἐδεδοίκει μόνον, μὴ φείσηται καὶ προκαταλύσῃ τὸν  ἀγῶνα     τύραννος,   μὴ  διασχίσῃ  τὸν  χορὸν  τῶν  παιδίων,   μὴ  μείνωσί  τινες ἀστεφάνωτοι.  Καὶ ὅτι  τοῦτο  ἐδεδοίκει,  τὸν  ἔσχατον  μονονουχὶ  ταῖς  χερσὶ λαβοῦσα, οὕτως  εἰς  τὸν  λέβητα  ἐνῆκεν,  ἀντὶ  χειρῶν  τῇ  τῶν  λόγων  πρὸς  αὐτὸν  χρησαμένη παρακλήσει καὶ συμβουλῇ. Ἡμεῖς οὐκ ἀκούομεν χωρὶς ἀλγηδόνος  τὰ ἀλλότρια  κακὰ, κἀκείνη ἔβλεπε χωρὶς ἀλγηδόνος  τὰ οἰκεῖα. Ταῦτα μὴ ἁπλῶς ἀκούωμεν, ἀλλ' ἕκαστος τῶν ἀκροατῶν ἐπὶ τῶν οἰκείων ἀναλαμβανέτω  παιδίων ἅπασαν ταύτην τὴν τραγῳδίαν· ὑποτυπούτω  τὴν ὄψιν τὴν ποθουμένην,  καὶ τὰ φίλτατα  ὑπογράφων  ἑαυτῷ, ἐπ' αὐτῶν ἀναζωγραφείτω ταῦτα τὰ πάθη, καὶ τότε εἴσεται καλῶς τῶν λεγομένων  τὴν δύναμιν· μᾶλλον   δὲ  οὐδὲ  οὕτως·  τὰ  γὰρ  τῆς  φύσεως  πάθη  λόγος  μὲν  οὐδεὶς  παραστῆσαι δυνήσεται, πεῖρα δὲ διδάσκει μόνη. Εὔκαιρον πρὸς ἐκείνην εἰπεῖν τὸ προφητικὸν ἐκεῖνο μετὰ τὸν στέφανον  τῶν  ἑπτὰ παίδων·  Σὺ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἐπὶ μὲν οὖν τῶν Ὀλυμπιακῶν  ἀγώνων,  χιλίων  πολλάκις εἰσελθόντων  ἀθλητῶν, εἰς ἕνα περιίσταται μόνον ὁ στέφανος· ἐνταῦθα δὲ ἀπὸ ἑπτὰ ἀθλητῶν  ἑπτὰ στεφανῖται γεγόνασι. Ποίαν ἔχεις μοι δεῖξαι χώραν οὕτως εὔφορον; ποίαν νηδὺν  οὕτως εὔτοκον; ποίας τοιαύτας ὠδῖνας; Ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου ἀποστόλων ἐγένετο μήτηρ, ἀλλὰ δύο μό50.622 νων· ἑπτὰ δὲ μάρτυρας οὐκ οἶδα μίαν ἐξενεγκοῦσαν γαστέρα, καὶ αὐτὴν πάλιν  προστεθεῖσαν αὐτοῖς,  οὐκ ἐν  προσθήκῃ μιᾶς  μάρτυρος μόνον,  ἀλλ' ἐν  πολλῷ πλειόνων. Οἱ μὲν γὰρ παῖδες ἑπτὰ μάρτυρες ἦσαν μόνον· τὸ δὲ σῶμα τῆς μητρὸς αὐτῶν προστεθὲν σῶμα μὲν ἦν ἓν, μαρτύρων δὲ δὶς ἑπτὰ χώραν ἐπλήρου, ὅτι τε καθ' ἕκαστον αὐτῶν  ἐμαρτύρησε, καὶ  ὅτι  κἀκείνους  τοιούτους  εἰργάσατο,  Ἐκκλησίαν  ὁλόκληρον μαρτύρων ἡμῖν ἀποκυήσασα. Ἑπτὰ παῖδας ὤδινε, καὶ οὐδένα ὤδινε τῇ γῇ, ἀλλὰ πάντας τῷ οὐρανῷ, μᾶλλον  δὲ τῷ βασιλεῖ τῶν οὐρανῶν,  εἰς τὴν μέλλουσαν αὐτοὺς ἅπαντας ἀποκυήσασα ζωήν. Ὁ μὲν οὖν διάβολος ἐσχάτην αὐτὴν ἦγε πρὸς τὰ παλαίσματα διὰ τὴν αἰτίαν,  ἣν ἔφθην  εἰπὼν,  ἵνα τῆς δυνάμεως  αὐτῇ προαναλωθείσης  ἐν τῇ θεωρίᾳ τῶν βασάνων, εὐχείρωτος  γένηται  ἐσχάτη δεχομένη  τὸν ἀντίπαλον.  Εἰ γὰρ αἷμα πολλάκις ὁρῶντες καταῤῥέον ἄνθρωποι κατέπεσον ὀλιγοψυχήσαντες, καὶ πολλῆς ἐδεήθησαν πραγματείας,  ὥστε τὴν ζωὴν  ἐκλείπουσαν  αὐτοῖς καὶ τοῦ σώματος ἀφιπταμένην τὴν ψυχὴν  ἐπαναγαγεῖν·  τοσούτους  ἐκείνη  αἵματος  βλέπουσα ῥύακας οὐκ ἐξ ἀλλοτρίας, ἀλλ' ἐκ τῆς τῶν  παιδίων  σαρκὸς καταῤῥέοντας,  τί οὐκ ἂν ὑπέμεινεν; πόσον οὐκ ἂν ἐδέξατο θόρυβον τῇ ψυχῇ; Ὁ μὲν οὖν διάβολος, ὅπερ ἔφθην εἰπὼν, διὰ τοῦτο μετὰ τοὺς παῖδας αὐτὴν  ἐπὶ τοὺς ἀγῶνας  εἵλκυσεν, ὥστε ἀσθενεστέραν ἐργάσασθαι· ἐγένετο  δὲ τοὐναντίον· μᾶλλον γὰρ θαῤῥοῦσα πρὸς τοὺς ἀγῶνας ἤρχετο. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι οὐκ ἐδεδοίκει λοιπὸν, οὐδὲ ἐφρόντιζεν ὑπέρ τινων ἐνταῦθα καταλιμπανομένων αὐτῇ παιδίων, μή ποτε καταμαλακισθέντες  ἀποστερηθῶσι τῶν   στεφάνων·  ἀλλὰ  πάντας   αὐτοὺς  ὥσπερ  εἰς  ἄσυλον  ἀποθεμένη   ταμεῖον   τὸν οὐρανὸν,  καὶ  πρὸς τοὺς  ἄνω  πέμψασα  στεφάνους  καὶ  τὰ ἀκίνητα  ἀγαθὰ,  θαῤῥοῦσα ἐπαπεδύετο  μετὰ πολλῆς  τῆς ἡδονῆς· καὶ καθάπερ στεφάνῳ  τινὶ  τὸν  τιμαλφέστατον λίθον,  αὕτη  τὴν  σάρκα τὴν  ἑαυτῆς  τῷ  χορῷ  τῶν  παιδίων   ἐναρμόσασα  πρὸς  τὸν ποθούμενον  Ἰησοῦν ἀπεδήμησε, μεγίστην  ἡμῖν καταλιποῦσα  παράκλησιν  καὶ συμβουλὴν,  τὴν  διὰ  τῶν  ἔργων  παραίνεσιν,  ὥστε  ἐῤῥωμένῃ  ψυχῇ  καὶ  ὑψηλῷ  τῷ φρονήματι  πάντων  κατατολμᾷν  τῶν δεινῶν.  Τίς γὰρ ἀνὴρ, ποία γυνὴ, τίς πρεσβύτης, ποῖος νέος  συγγνώμης  τεύξεται  λοιπὸν,  ἢ ἀπολογίαν  ἕξει δεδοικὼς  διὰ τὸν  Χριστὸν  ἐπαγομένους αὐτῷ κινδύνους, ὅταν γυνὴ, καὶ γεγηρακυῖα, καὶ τοσούτων παίδων μήτηρ, καὶ πρὸ τῆς χάριτος ἀγωνισαμένη, κεκλεισμένων ἔτι τῶν τοῦ θανάτου πυλῶν, οὔπω τῆς ἁμαρτίας σβεσθείσης, οὐδὲ τοῦ θανάτου καταγωνισθέντος, μετὰ τοσαύτης προθυμίας τε καὶ ἀνδρείας τοσαύτας φαίνηται  διὰ τὸν Θεὸν ὑπομένουσα τιμωρίας; Ταῦτα δὲ πάντα λογισάμενοι, καὶ γυναῖκες καὶ ἄνδρες, καὶ νέοι καὶ γέροντες, τοὺς ἀγῶνας καὶ τὰ παλαίσματα  ὥσπερ  ἐπὶ  πίνακός   τινος   τῆς  καρδίας  ἡμῶν   ἀπογράψαντες,   διηνεκῆ συμβουλὴν   πρὸς   τὴν   τῶν   δεινῶν    ὑπεροψίαν   τὴν   ἐκείνης   καρτερίαν   ἔχωμεν ἐναποκειμένην   ἡμῶν  τῇ  ψυχῇ,  ἵνα  ἐνταῦθα  μιμησάμενοι  τὴν  ἀρετὴν  τῶν  ἁγίων τούτων,  κἀκεῖ τῶν  στεφάνων  δυνηθῶμεν  αὐτοῖς κοινωνῆσαι,  ὅσην ἐν τοῖς κινδύνοις φιλοσοφίαν ἐπεδείξαντο, τοσαύτην ἐν τοῖς ἀλόγοις πάθεσιν ἡμεῖς καρτερίαν ἐπιδεικνύμενοι,  θυμῷ, καὶ ἐπιθυμίᾳ χρημάτων, σωμάτων, δόξης κενῆς, καὶ τῶν ἄλλων τῶν τοιούτων  ἁπάντων. Εἰ γὰρ τῆς τούτων περιγενοίμεθα  φλογὸς καθάπερ ἐκεῖνοι τοῦ πυρὸς, δυνησόμεθα στῆναι  πλησίον αὐτῶν, καὶ τῆς αὐτῆς μετασχεῖν παῤῥησίας· ἧς γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ,  δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο
Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο

©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |