ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 25.Εις το αποστολικον ρητον, Ὄφελον ἀνείχεσθέ μου μικρὸν τή ἀφροσύνῃ.

Δευτέρα 13 Ιουνίου 2016

25.Εις το αποστολικον ρητον, Ὄφελον ἀνείχεσθέ μου μικρὸν τή ἀφροσύνῃ.



patrologia

Ιωάννης Χρυσόστομος
Ελληνική Πατρολογία Τόμος 51
25.Εις το αποστολικον ρητον, Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ.

αʹ. Ἅπαντας  μὲν φιλῶ  τοὺς ἁγίους, μάλιστα δὲ τὸν μακάριον Παῦλον, τὸ σκεῦος τῆς ἐκλογῆς, τὴν σάλ πιγγα τὴν οὐράνιον, τὸν νυμφαγωγὸν  τοῦ Χριστοῦ. Τοῦτο δὲ εἶπον, καὶ ὃν περὶ αὐτὸν ἔρωτα ἔχω, εἰς μέσον ἐξήνεγκα, ἵνα καὶ ὑμᾶς κοινωνοὺς ποιήσω τοῦ φίλτρου. Οἱ μὲν γὰρ τὸν σωματικὸν ἔρωτα ἐρῶντες εἰκότως αἰσχύνονται ὁμολογεῖν, ἅτε καὶ ἑαυτοὺς κατ αισχύνοντες, καὶ τοὺς ἀκούοντας βλάπτοντες· οἱ δὲ τὸν πνευματικὸν, μηδέποτε ὁμολογοῦντες παυέσθω σαν· καὶ γὰρ καὶ  ἑαυτοὺς  καὶ  τοὺς  ἀκούοντας  ὠφε  λοῦσι  διὰ  τῆς  καλῆς  ταύτης  ὁμολογίας. Ἐκεῖνος μὲν γὰρ ὁ ἔρως ἔγκλημα,  οὗτος δὲ ἐγκώμιον·  ἐκεῖνος  μὲν πάθος ψυχῆς διαβεβλημένον ἐστὶν, οὗτος δὲ εὐφρο σύνη ψυχῆς, καὶ ἀγαλλίαμα, καὶ κόσμος ἄριστος· ἐκεῖνος εἰσάγει πόλεμον  εἰς τὴν τῶν  ἐρώντων  διά νοιαν,  οὗτος καὶ τὸν ὄντα πόλεμον ἐκβάλλει, καὶ ἐν εἰρήνῃ πολλῇ τοὺς ἐρῶντας καθίστησι. Κἀκεῖθεν μὲν οὐδὲν ὄφελος γίνεται, ἀλλὰ καὶ πολλὴ ζημία χρημά των καὶ δαπάνη τις ἀνόητος, καὶ ζωῆς ἀνατροπὴ, καὶ οἰκιῶν ὁλόκληροι διαφθοραί· ἐντεῦθενδὲ πολὺς ὁ πλοῦτος τῶν κατορθωμάτων, πολλὴ ἡ περιουσία τῆς ἀρετῆς. Πρὸς δὲ τοῖς εἰρημένοις, οἱ μὲν σωμά των εὐμόρφων ἐρῶντες, καὶ πρὸς τὰς λαμπρὰς τῶν ὄψεων κεχηνότες, ἂν ὦσιν αἰσχροὶ καὶ δυσειδεῖς, οὐδὲν ἐκ τῆς ἐκείνων ἐπιθυμίας εἰς ἀπαλλαγὴν τῆς οἰκείας κερδαίνουσιν ἀμορφίας, ἀλλὰ καὶ αἰσχρότεροι κρίνονται καὶ εἰδεχθέστεροι· ἐπὶ δὲ τοῦ ἔρωτος τού του τοὐναντίον ἅπαν. Ὁ γὰρ ψυχῆς ἁγίας ἐρῶν, καὶ εὐμόρφου, καὶ λαμπρᾶς, καὶ περικαλλοῦς, κἂν αὐτὸς αἰσχρὸς ᾖ καὶ δυσειδὴς, κἂν ἁπάντων   ἀνθρώπων   αἴσχιστος,  ἐμμένων   τῷ  ἔρωτι  τῶν   ἁγίων,   ταχέως   ἔσται τοιοῦτος, οἷος ὁ ἐρώμενος. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας  ἔργον, τὸ σῶμα μὲν ἄμορφον καὶ πεπηρωμένον  μὴ δύνασθαι διορθοῦν, ψυχὴν  δὲ αἰσχρὰν καὶ δυσειδῆ δύνασθαι λαμπρὰν  καὶ  περικαλλῆ  ποιεῖν.  Ἀπὸ γὰρ τῆς  εὐμορφίας  τῆς  ἐκεί  νου  οὐδὲν  ἂν γένοιτο κέρδος· ἀπὸ δὲ τοῦ κάλλους τοῦ ταύτης τοσαῦτα ἔξεστι καρπώσασθαι ἀγαθὰ,ὅσα εἰκὸς κεκτῆσθαι τὸν ἐραστὴν ἔχοντα τὸν Θεόν. Περὶ ταύτης τῆς εὐμορφίας καὶ ὁ ∆αυῒδ ἐν ψαλμοῖς ᾄδων, Ἄκουσον, φησὶ, θύγατερ, καὶ ἴδε, καὶ κλῖ νον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βα σιλεὺς τοῦ  κάλλους  σου· κάλλος  ἐνταῦθα  λέγων  τὸ  κατὰ  ψυχὴν,  ὅπερ δι'  ἀρετῆς  καὶ εὐλαβείας συν ίσταται.



βʹ.  Ἐπεὶ  οὖν   τοσοῦτόν   ἐστι  τὸ  κέρδος  τοῖς   κοινωνοῦσι   τῶν   ἁγίων, κοινωνήσατέ  μοι τοῦ ἔρωτος, καὶ φιλή σωμεν τὸν ἅγιον τοῦτον μετὰ πολλῆς τῆς ὑπερβολῆς. Ἂν γὰρ οὗτος εἰς τὴν ψυχὴν  τὴν ἡμετέραν ὁ ἔρως εἰσέλθῃ καὶ φλόγα ἀνάψῃ λαμπρὰν, κἂν ἀκανθῶδες, κἂν λιθῶδές  τι καὶ σκληρὸν καὶ ἀναίσθητον ἐν τοῖς λογισμοῖς εὕρῃ τοῖς ὑμετέροις, τὸ μὲν ἀναλώσας, τὸ δὲ μαλάξας, βαθεῖάν τινα καὶ  λιπαρὰν  ἄρουραν τὴν  ἡμετέραν  ἐργάσεται ψυχὴν,  καὶ  πρὸς τὴν  τῶν  θείων σπερμάτων καταβολὴν ἐπιτηδείαν. Καὶ μή μοι λε γέτω τὶς, ὅτι Νῦν οὐ πάρεστιν, οὐδὲ ὁρᾶται  τοῖς  ἡμε  τέροις  ὀφθαλμοῖς    Παῦλος· καὶ  πῶς  δυνατὸν  φιλεῖν  τὸν  μὴ βλεπόμενον; Οὐδὲν γὰρ τῷ  ἔρωτι  τούτῳ  κώ  λυμα  γίνεται·  ἔξεστι γὰρ  καὶ  ἀπελθόντα φιλεῖν, καὶ μὴ ὁρώμενον ἀγαπᾷν, καὶ μάλιστα ὅταν τοσαῦτα καὶ τοιαῦτα τῆς ἀρετῆς ἐκείνου  καθ' ἑκάστην ἡμέραν ὑπομνήματα  βλέπωμεν,  τὰς πανταχοῦ  τῆς γῆς Ἐκ κλησίας, τῆς ἀσεβείας τὴν ἀνατροπὴν, τοῦ πονηροῦ βίου τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν,  τῆς πλάνης  τὴν ἀπαλλαγὴν,  τοὺς ἀνατραπέντας  βωμοὺς, τοὺς ἀποκε κλεισμένους ναοὺς, τὴν τῶν δαιμόνων σιγήν. Πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα τῆς Παύλου γλώττης  ἡ δύναμις ὑπὸ τῆς τοῦ Θεοῦ χάριτος ἐμπνεομένη κατ έβαλε, καὶ λαμπρὰν   πανταχοῦ    τῆς   εὐσεβείας   ἀνῆψε   τὴν   φλόγα.   Ἔχομεν   μετὰ   τῶν κατορθωμάτων τού των καὶ τὰς ἐπιστολὰς ἐκείνου τὰς ἁγίας, αἳ τὸν χαρακτῆρα τῆς μακαρίας ἐκείνης ψυχῆς ἀκριβῶς ἡμῖν ὑπογράφουσιν. Ὡς οὖν αὐτῷ τῷ Παύλῳ δια λεγόμενοι παρόντι καὶ συγγινομένῳ, οὕτω μετὰ προ θυμίας πειθώμεθα τοῖς γεγραμμένοις,  ἀναπτύξωμεν  τὰ ἔνδον  εἰρημένα, μάθωμεν  τί ποτέ ἐστιν ὅπερ σή μερον ἐβόα λέγων· Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχεσθέ μου· ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Τί λέγεις, ὦ Παῦλε; ὁ κελεύων  τοῖς μαθηταῖς ἐν σοφίᾳ περιπατεῖν πρὸς τοὺς ἔξω, ὁ λέγων, Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀπο κρίνεσθαι· ὁ πᾶσιν ἐπευχόμενος, ἵνα σοφίας πληρω θῶσι πνευματικῆς, αὐτὸς λέγεις, ὅτι Εἴθε ἀνείχεσθέ μου μικρὸν τῆς ἀνοίας; Οὐκ ἤρκει σοι τὸ φθέγξα σθαί τι ἀφροσύνης ῥῆμα, ἀλλὰ καὶ εἰς τοὺς μαθητὰς τοῦτο ἐκφέρεις; καὶ οὐκ εἰς τοὺς μαθητὰς ἐκφέρεις μόνον, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα  πᾶσι γινομένοις  ἀν  θρώποις  διὰ τῆς  ἐπιστολῆς  τοῦτο  δῆλον  ποιεῖς; Ὁρᾶτε πῶς  οὐχ  ἁπλῶς  δεῖ παρατρέχειν  τὰ λεγόμενα,  ἀλλ' ἕκαστον περισκοπεῖν ἀκριβῶς; Τοῦτο μὲν γὰρ ἁπλῶς μὲν ἀναγινωσκόμενον  περιίσταται τοῖς ἀκροαταῖς, ἐρευνηθὲν  δὲ πολλὴν  δείκνυσι  τοῦ Παύλου τὴν  σο φίαν,  μεγάλην  τὴν  σύνεσιν, ἄφατον τὴν κηδεμονίαν.

γʹ. Τί ποτ' οὖν ἐστι τὸ λεγόμενον;  Ψευδαπόστολοι πολλοὶ  ἦσαν παρὰ τοῖς Κορινθίοις, διαφθείροντες  αὐ τοὺς, κατηγοροῦντες  τοῦ Παύλου, ὑπορύττοντες  αὐ τοῦ τὴν δόξαν, ἢν παρὰ τοῖς μαθηταῖς εἶχεν, εἰς εἰρωνείαν  αὐτὸν σκώπτοντες, ὡς ἀλαζόνος κατηγο ροῦντες. Πρὸς τούτους καὶ διατεινόμενος πολλαχοῦ τῆς ἐπιστολῆς φαίνεται. Καὶ γὰρ ὅταν λέγῃ, Οὔκ ἐσμεν ὥσπερ οἱ λοιποὶ, καπηλεύοντες τὸν λόγον τοῦ  Θεοῦ· καὶ  πάλιν   εἰπὼν,  Ἀβαρῆ  ὑμῖν  ἐμαυτὸν  ἐτήρησα,  καὶ  ὑποσχόμενος διαπαντὸς  τοῦτον  ἀκίνη  τον  διατηρῆσαι τὸν  νόμον  (Ἔστι γὰρ, φησὶν,  ἀλή  θεια Χριστοῦ ἐν  ἐμοὶ, ὅτι    καύχησίς  μου  αὕτη  οὐ  φραγήσεται  ἐν  τοῖς  κλίμασι  τῆς Ἀχαΐας), ἐν τῇ τῆς αἰτίας  ἐπαγωγῇ  ᾐνίξατο  τοὺς μιαροὺς ἐκείνους  οὕτως  εἰπών· ∆ιὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ Θεὸς οἶδεν. Ἀλλ' ὃ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορ μὴν τῶν θελόντων ἀφορμήν· καὶ ἀνωτέρω δὲ τού των παρακαλεῖ τοὺς μαθητὰς μὴ καταστῆσαι αὐτὸν εἰς ἀνάγκην τοῦ τὴν οἰκείαν ἐπιδεῖξαι δύναμιν αὐτοῖς, οὑτωσὶ λέγων· ∆έομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾖ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους  ἡμᾶς ὡς κατὰ σάρκα περιπα τοῦντας. Αὐτοὶ γὰρ οὗτοι, περὶ ὧν ταῦτά φησιν, εἰς εἰρωνείαν αὐτὸν διαβάλλοντες, οὕτως ἔλεγον, ὅτι αἱ μὲν ἐπιστολαὶ Παύλου πολὺν ἔχουσιν ὄγκον καὶ ῥημά των ἀπόνοιαν, αὐτὸς δὲ οὐδαμινὸς καὶ εὐτελὴς καὶ ἀπεῤῥιμμένος. Ἐπειδὰν γοῦν  ἐνταῦθα  παραγένηται,  οὐδενὸς ἄξιος φαίνεται  λόγου· ὅπερ οὖν καὶ αὐτὸ πά λιν ἐμφαίνων  ἔλεγεν, Ἵνα δὲ μὴ δόξω ὡς ἂν ἐκφο βεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν· ὅτι αἱ μὲν ἐπιστο λαὶ, φησὶ, βαρεῖαι καὶ ἰσχυραὶ, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος. Εἶτα αὐτοῖς ἐγκαλῶν τοῖς Κορινθίοις τοῖς ἀναπειθομέ  νοις, φησίν· Ἢ ἁμαρτίαν  ἐποίησα ἐμαυτὸν  ταπει νῶν,  ἵν' ὑμεῖς ὑψωθῆτε; Καὶ ἀποδυόμενος δὲ τὸ ἔγκλημα αὐτὸ ἐκεῖνο πάλιν λέγει· Ὅτι οἷοί ἐσμεν δι' ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. Ἐπεὶ οὖν πολλοὶ παρ' αὐτοῖς ἦσαν ψευδαπό στολοι, οὓς καὶ ἐργάτας δολίους καλεῖ, οὕτω λέγων· Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. Καὶ οὐ θαυμαστόν· καὶ γὰρ αὐτὸς ὁ Σατανᾶς μετα σχηματίζεται εἰς ἄγγελον φωτός. Οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται  ὡς διά κονοι δικαιοσύνης. Ἐπεὶ οὖν οὗτοι μυρίας εὑρόν τες κατ' αὐτοῦ διαβολὰς, τοὺς μαθητὰς ἔβλαπτον, οὑ τὴν προσήκουσαν περὶ αὐτοῦ πείθοντες αὐτοὺς ἔχειν δόξαν, ἀναγκάζεται λοιπὸν εἰς διήγησιν τῶν οἰκείων ἐγκωμίων  ἐμπεσεῖν· οὐδὲ γὰρ ἦν τὸ σιγᾷν λοιπὸν ἀ σφαλές. Ἐπεὶ οὖν μέλλει  τοὺς οἰκείους ἄθλους ἡμῖν ἐξηγεῖσθαι, καὶ τὰς ἀποκαλύψεις,  ἃς εἶδε,  καὶ  τοὺς  μόχθους,  οὓς  ἐμόχθησε, βουλόμενος  δεῖξαι  πᾶσιν,  ὅτι  ἄκων  καὶ βιαζόμενος τοῦτο ποιεῖ, καὶ ἀνάγκην  οὖσαν ὁρῶν, ὅμως ἀφροσύνης αὐτὸ πρᾶγμα ἐκάλεσεν, οὕτως εἰπών· Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφρο σύνῃ. Μέλλω, φησὶ, πρᾶγμα ἀνόητον ποιεῖν, καὶ ἐγκωμιάζειν καὶ ἐπαινεῖν· ἀλλ' οὐκ ἐγὼ τούτων αἴ τιος, ἀλλ' οἱ εἰς τοιαύτην με ἀνάγκην ἐμβαλόντες· διὰ τοῦτο παρακαλῶ ὑμᾶς ἀνασχέσθαι, κἀκείνοις τὴν αἰτίαν λογίσασθαι.

δʹ. Καὶ ὅρα τὴν Παύλου σύνεσιν· εἰπὼν, Ὄφελον ἀνεί χεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχε σθέ μου· ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ, οὐκ εὐ θέως ἦλθεν ἐπὶ τὴν  διήγησιν  τῶν  ἐγκωμίων,  ἀλλὰ  με ταξὺ πάλιν  ἐνθεὶς  ῥήματα, οὕτω  πώς φησιν· Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε, κἂν ὡς ἄφρονα δέξασθέ με. Καὶ οὐδὲ οὕτως ἥψατο τῆς διηγήσεως, ἀλλὰ πάλιν ἐπάγει καὶ λέγει· Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, ἀλλ' ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Καὶ οὐδὲ μετὰ ταῦτα τὰ ῥήματα ἐτόλμησε καθεῖναι, ἀλλὰ πά λιν ὁρμήσας ἀνακρούεται καί φησιν· Ἐπειδὴ πολ λοὶ καυχῶνται  κατὰ τὴν σάρκα, κἀγὼ καυχήσο μαι· ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνι μοι ὄντες. Εἶτα πάλιν ἀναδύεται καὶ ὀκνεῖ, καὶ ἕτερά τινα εἰπὼν, πάλιν ἐπάγει· Ἐν ᾧ δ' ἄν τις τολμῶ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.  Καὶ τότε  μόλις  51.305 μετὰ  τοσαύτας προδιορθώσεις  κατετόλμησε  τῆς  δι ηγήσεως  τῶν   ἐγκωμίων.   Καὶ  καθάπερ  ἵππος  κρημνὸν   ἀπότομον   ὑπερβαίνειν μέλλων,  ὁρμᾷ μὲν  ὡς ὑπερ βάλλεσθαι  μέλλων,  τὸ δὲ βάθος ἰδὼν  ναρκᾷ καὶ συ στέλλεται, εἶτα τὸν ἐπιβάτην ὁρῶν σφοδρότερον ἀναγ κάζοντα, πάλιν ἐπιχειρεῖ, καὶ τὸ αὐτὸ τοῦτο πάσχει, καὶ τὴν ἀνάγκην  ἐνδεικνύμενος  καὶ τὴν βίαν, ἵσταται ἐπὶ πολὺ χρεμετίζων ἐπὶ τοῦ χείλους τῆς φάραγγος, ὅπως παραθαῤῥύνας ἑαυτὸν κατατολμήσῃ· οὕτω  καὶ ὁ μακάριος Παῦλος καθάπερ ἐπὶ κρημνόν  τινα  μέλ λων ἑαυτὸν ἀφιέναι, τῶν οἰκείων ἐγκωμίων τὴν δι ήγησιν, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις ἀνα δύεται οὕτω λέγων· Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· καὶ πάλιν, Μή τις με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε, κἂν ὡς ἄφρονα δέξασθέ με· καὶ, Ὃ λαλῶ,  οὐ λαλῶ  κατὰ Κύριον, ἀλλ' ὡς ἐν ἀφρο σύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως·  καὶ  πάλιν,  Ἐπεὶ πολλοὶ  καυχῶνται  κατὰ  σάρκα, κἀγὼ  καυχήσομαι· ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες· καὶ πάλιν, Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Καὶ μυριάκις ἑαυ τὸν ἄφρονα καλέσας καὶ ἀνόητον, τότε μόλις ἐτόλμη σεν ἐλθεῖν  εἰς τοὺς ἐπαίνους τοὺς ἑαυτοῦ· Ἑβραῖοί εἰσι; κἀγώ· Ἰσραηλῖταί εἰσι; κἀγώ·σπέρμα Ἀβραάμ εἰσι; κἀγώ· διάκονοι  Χριστοῦ εἰσι; κἀγώ. Καὶ οὐδὲ ἐνταῦθα ἐπελάβετο ἑαυτοῦ, ἀλλὰ πάλιν τί θησι τὴν προδιόρθωσιν, οὕτως ἐπάγων· Παραφρονῶν  λαλῶ,  ὑπὲρ ἐγώ. Καὶ οὐδὲ ἐνταῦθα  ἔστη, ἀλλὰ  μετὰ τὸ διηγήσασθαι πάντααὐτοῦ τὰ ἐγκώμια, λέ γει· Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγ κάσατε. Ὡσεὶ ἔλεγεν,   Ἐκείνων   μοι  λόγος   οὐδεὶς  ἦν,  εἰ  τὰ  ὑμέτερα  ἦν  ἐῤῥωμένα,  εἰ  μὴ παρετρέπεσθε, μηδὲ ἐσαλεύεσθε. Καὶ γὰρ εἰ διαπαντὸς ἡμᾶς ἔλεγον ἐκεῖνοι κακῶς, οὐδεμία μοι βλάβη διὰ τῆς ἐκείνων ἐγίνετο κακηγορίας. Ἐπειδὴ δὲ εἶδον τὸ ποίμνιον διαφθειρόμενον,  τοὺς μαθητὰς ἀποπηδῶντας,  κατ εφρόνησα φορτικοῦ πράγματος καὶ ἐπαχθοῦς, καὶ ἠναγκάσθην ἄφρων γενέσθαι, τὰ ἐμαυτοῦ λέγων ἐγκώμια δι' ὑμᾶςκαὶ τὴν ὑμετέραν σωτηρίαν.

 εʹ. Τοιοῦτον γὰρ τῶν  ἁγίων  τὸ ἔθος· εἰ μέν τι πρά ξαιεν φαῦλον, ἐκπομπεύουσιν   αὐτὸ,  καὶ   καθ'  ἑκάστην   ἡμέραν   θρηνοῦσι   καὶ   πᾶσι  ποιοῦσι κατάδηλον· εἰ δέ τι γενναῖον  καὶ μέγα, ἀποκρύπτουσι καὶ λήθῃ παρα πέμπουσιν. Αὐτὸς γοῦν οὗτος ὁ ἅγιος τὰ μὲν ἁμαρ τήματα καὶ μηδενὸς βιαζομένου, συνεχῶς ἔστρεφε καὶ ἐξεπόμπευε, νῦν  μὲν  λέγων,  Χριστὸς Ἰησοῦς ἦλθεν  εἰς τὸν  κόσμον ἁμαρτωλοὺς   σῶ  σαι,  ὧν   πρῶτός   εἰμι   ἐγώ·  νῦν   δὲ  λέγων,   Χάριν  ἔχω   τῷ ἐνδυναμώσαντί  με  Χριστῷ, ὅτι  πιστόν  με  ἡγήσατο,  θέμενος  εἰς  διακονίαν  τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην  καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην,  ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· καὶ πάλιν, Ἔσχατον δὲ πάντων  ὡσπερεὶ τῷ ἐκτρώ ματι ὤφθη κἀμοί· ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπό στολος, ὅτι ἐδίωξα  τὴν  Ἐκκλησίαν τοῦ Θεοῦ· καὶ πάλιν,  Ἐμοὶ τῷ  ἐλαχιστοτέρῳ πάντων  ἁγίων ἐδόθη ἡ χάρις αὕτη. Ὁρᾷς πῶς οὐ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ ἁπλῶς τῶν πιστῶν ἁπάντων ἔσχατον ἑαυτὸν καλεῖ, Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ, εἰπὼν, πάν των τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη;Οὕτως οὐδὲ  τῆς σωτηρίας, δι' ἧς ἐσώθη, ἄξιος εἶναί φησιν· εἰ πὼν γὰρ ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κό σμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ·ἄκουσον καὶ διὰ ποίαν αἰτίαν  τοῦτο λέγει· Ἀλλὰ διὰ τοῦτο ἠλεήθην,  ἵνα ἐν ἐμοὶ πρῶτον ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων  πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον.  Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ διὰ τὴν ἀξίαν μετάθεσιν τοῦ βίου ἠλεήθην, μὴ τοῦτο νο μίσῃς· ἀλλ' ἵνα μηδεὶς ἀπογνῷ τῶν  ἐν  κακίᾳ  βεβιω  κότων,  μηδὲ  τῶν  τῷ  Χριστῷ πολεμησάντων,  τὸν  πάντωνἔσχατον, καὶ μεθ' ὃν οὐδεὶς ἦν ἕτερος οὕτω πολέμιος τῷ Χριστῷ, σωθέντα ὁρῶν. Καὶ ὁ μὲν Χρι στός φησιν, Ὅτι σκεῦος ἐκλογῆς  μοί ἐστι τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βα σιλέων· οὗτος δὲ οὐδὲν ὑπὸ τῶν ἐγκωμίων ἐκείνων φυσηθεὶς, μένει ταλανίζων ἑαυτὸν μετὰ τοσαύτην παῤῥησίαν, πρῶτον τῶν ἁμαρτωλῶν ἑαυτὸν καλῶν, καὶ διὰ τοῦτο ἠλεῆσθαι λέγων, ἵνα μηδεὶς τῶν πρὸς ἐσχάτην ἐληλακότων κακίαν ἀπογνῷ  τῆς οἰκείας σω τηρίας, πρὸς αὐτὸν  καὶ τὴν εἰς αὐτὸν γενομένηνφιλανθρωπίαν  βλέπων.


ςʹ. Τὰ μὲν οὖν ἁμαρτήματα, καὶ μηδεμιᾶς οὔσης ἀνάγκης, ἐκπομπεύει καθ' ἑκάστην ἡμέραν ἐν ταῖς ἐπιστολαῖς αὐτοῦ πάσαις, στηλιτεύων καὶ δῆλα ποιῶν οὐχὶ τοῖς τότε μόνον ἀνθρώποις, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα ἐσομένοις πᾶσι· τὰ δὲ ἐγκώμια, καὶ ἀνάγκην οὖσαν ὁρῶν, ὅμως ὀκνεῖ καὶ ἀναδύεται διηγήσασθαι. Καὶ τοῦτο δῆλον μὲν ἐξ ὧν μυριάκις ἀφροσύνην τὸ πρᾶγμα ἐκάλεσε, δῆλον δὲ καὶ ἀπὸ τοῦ χρόνου παν τὸς, ὃν ἐσίγησε τὴν θαυμαστὴν καὶ θείαν ἀποκάλυψιν ἐκείνην· οὐ γὰρ δὴ τότε, οὐδὲ πρὸ δύο καὶ τριῶν καὶ δέκα ἐτῶν, ἀλλὰ πολλῷ πλειόνων  ἦν αὐτὴν ἑωρακώς. ∆ιὰ τοῦτο καὶ τὸν χρόνον  αὐτὸν τίθησιν  οὕτω λέγων·  Οἶδα ἄνθρωπον  πρὸ ἐτῶν δεκατεσσάρων ἁρπα γέντα ἕως τρίτου οὐρανοῦ· ἵνα σὺ μάθῃς, ὅτι οὐκ ἂν οὐδὲ τότε ἐφθέγξατο, εἰ μὴ πολλὴν εἶδεν ἀνάγκην ἐπικειμένην. Εἰ γὰρ ἐβούλετο τοὺς οἰκείους ἐπαί νους διεξιέναι, εὐθέως ἂν αὐτὴν εἶπεν, ὅτε εἶδεν, ἢ τῷ πρώτῳ καὶ δευτέρῳ καὶ τρίτῳ  ἔτει·  νυνὶ  δὲ  ἔτη  δεκατέσσαρα ἐκαρτέρησε καὶ  ἐσίγησε καὶ  πρὸς  οὐδένα ἐξεῖπεν, ἀλλὰ πρὸς Κορινθίους μόνον.Καὶ πότε; Ὅτε τοὺς ψευδαποστόλους εἶδεν ἐπιφυέντας,  δεικνὺς ὅτι οὐδ' ἂν τότε ἐφθέγξατο, εἰ μὴ τοσαύτην ἑώρα διαφθορὰν ἐν τοῖς μαθηταῖς γενομένην. Ἀλλ' οὐχ ἡμεῖς οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν ποιοῦμεν· τῶν μὲν ἁμαρτημάτων οὐδὲ μίαν μεμνήμεθα ἡμέραν, ἀλλὰ κἂν ἑτέρων μνησθέντων ἀκούσωμεν, ἀγανακτοῦ μεν, δυσχεραίνομεν, ὕβριν τὸ πρᾶγμα λογιζόμεθα, μυρίαις αὐτοὺς πλύνομεν λοιδορίαις· εἰ   δέ   τι   μικρὸν   ἐργασώμεθα   ἀγαθὸν,   τοῦτο   συνεχῶς   στρέφομεν,   καὶ   τοῖς  μεμνημένοις αὐτὸ χάριν ἴσμεν, καὶ φίλους τοὺς τοιούτους εἶναι νομίζομεν· καίτοι γε ὁ Χριστὸς τὸ ἐναντίον  ἐπέταξε, κατορθωμάτων  μὲν ἐπιλελῆσθαι, ἁμαρτημάτων δὲ μεμνῆσθαι. Καὶ τοῦτο δῆλον μὲν ἡμῖν ἐποίησε καὶ δι' ὧν τοῖς μαθηταῖς παρῄνει λέ γων·  Ὅταν  πάντα  ποιήσητε, λέγετε,  ὅτι  Ἀχρεῖοι δοῦλοί  ἐσμεν· καὶ  διὰ  τῆς  τοῦ Φαρισαίου παραβο λῆς, τὸν τελώνην αὐτοῦ προθείς. Ὥσπερ γὰρ τοῦτον ἡ μνήμη τῶν ἁμαρτημάτων ἐδικαίωσεν, οὕτως ἐκεῖ νον ἡ μνήμη τῶν κατορθωμάτων  ἀπώλεσε. Καὶ Ἰου δαίοις δὲ ὁ Θεὸς τὰ αὐτὰ δὴ ταῦτα παραινεῖ, λέγων  οὕτως· Ἐγώ εἰμι αὐτὸς ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθῶ· σὺ δὲ μνήσθητι.


ζʹ. Τοιοῦτον τῶν ἀποστόλων τὸ ἦθος ἦν, τοιοῦτον τῶν προφητῶν  καὶ τῶν δικαίων  ἁπάντων. Ὁ γοῦν ∆αυῒδ τῆς μὲν ἁμαρτίας τῆς ἑαυτοῦ συνεχῶς ἐμέμνητο, τῶν  δὲ  κατορθωμάτων   οὐδαμοῦ,  πλὴν  εἴ  ποτε  κατηναγ   κάσθη.  Ὅτε  γοῦν  ὁ βαρβαρικὸς ἐκεῖνος πόλεμος τὴν Ἰουδαίαν κατέλαβε, καὶ πάντα κινδύνων ἦν μεστὰ, νέος ὢν ἔτι καὶ πολέμων  ἄπειρος, καταλιπὼν  τὰ πρό βατα, καὶ εἰς τὴν παράταξιν ἐλθὼν, πάντας κατ επτηχότας βλέπων καὶ δεδοικότας καὶ τρέμοντας, οὐδὲν ἔπαθεν ἀνθρώπινον,  οὐδὲ ἐγένετο δειλότερος τοὺς οἰκείους τεταπεινωμένους  ὁρῶν· ἀλλὰ τῇ πίστει πάντα τὰ βλεπόμενα ὑπερβὰς, καὶ πρὸς τὸν Βασιλέα τῶν οὐρανῶν ἰδὼν, καὶ πολλῆς ἑαυτὸν ἐμπλήσας προθυμίας, προσῆλθε τοῖς στρατιώταις καὶ τοῖς ἀδελφοῖς,  ἐπαγγελλόμενος  ἀπαλλάσσειν αὐτοὺς τοῦ κατέχοντος  κινδύνου.  Ὡς δὲ ἐγέλασαν τὸ εἰρημένον οἱ ἀδελφοὶ (οὐ γὰρ ἑώρων τὸν ἔνδον αὐτὸν ἀλείφοντα Θεὸν, οὐδὲ τὴν  ψυχὴν  τὴν  γενναίαν  ἐκείνην,  καὶ οὐ ρανομήκη, καὶ πολλῆς  γέμουσαν φιλοσοφίας), κατα λιπὼν ἐκείνους, πρὸς ἑτέρους ἀπῆλθεν. Ὡς δὲ πρὸς τὸν βασιλέα αὐτὸν εἰσήγαγον, καὶ εὗρεν αὐτὸν ἀπο τεθνηκότα τῷ δέει, πρῶτον αὐτοῦ διανίστησι τὸ φρό νημα, οὕτω λέγων· Μὴ συμπεσέτω ἡ καρδία τοῦ κυρίου μου ἐπ' αὐτὸν, ὅτι ὁ δοῦλός σου πορεύ σεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου  τούτου. Ἐπειδὴ δὲ ἐκεῖνος ἠπίστει λέγων, Οὐ δυνήσῃ πο ρευθῆναι· σὺ παιδάριον εἶ, αὐτὸς δὲ ἀνὴρ πολε μιστὴς ἐκ νεότητος αὐτοῦ, ἐν ἀπορίᾳ ὢν λοιπὸν ὁ ∆αυῒδ ἀναγκάζεται  τὰ οἰκεῖα διηγεῖσθαι ἐγκώμια. Ὅτι γὰρ οὐκ ἐβούλετο, διὰ τῶν προτέρων ἔδειξεν, οὔτε πρὸς τοὺς ἀδελφοὺς εἰπών τι τῶν αὑτοῦ κατορ θωμάτων, οὔτε πρὸς τοὺς στρατιώτας, ἀλλ' οὐδὲ πρὸς αὐτὸν  τὸν βασιλέα, ἕως εἶδεν αὐτὸν ἀπιστοῦντα καὶ ἀγωνιῶντα  καὶ κωλύοντα τὴν ἔφοδον τὴν κατ' ἐκεί νου. Τί γὰρ ἔδει πρᾶξαι λοιπόν; σιγῆσαι τὰ ἐγκώ μια; Ἀλλ' οὐκ ἂν ἐπέτρεψεν ἀπελθεῖν, οὐδὲ ἀπαλ λάξαι τῶν κατεχόντων  κινδύνων.  ∆ιὰ τοῦτο σιγήσας ἡνίκα ἔδει, ἐπειδὴ τὸν καιρὸν εἶδε κατ αναγκάζοντα εἰπεῖν, οὐκ ἔτι σιγᾷ, ἀλλά φησι πρὸς αὐτόν· Ποιμαίνων ἤμην ὁ δοῦλός σου ἐν τῷ ποι μνίῳ τοῦ πατρός μου, καὶ ὅταν ἤρχετο λέων ἢ ἄρ κτος, καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης, ἐξηρ χόμην κατόπισθεν αὐτοῦ, καὶ ἐπάτασσον αὐτὸν, καὶ ἐξέσπων ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἐκράτουν τοῦ φάρυγγος αὐτοῦ, καὶ ἐθανάτουν αὐτόν· καὶ τὸν λέοντα καὶ τὴν ἄρκτον ἔτυπτεν ὁ δοῦλός σου· καὶ ἔσται ὁ ἀλλόφυλος οὗτος καὶ ἀπερίτμητος, ὡς ἓν τούτων. Ὁρᾷς πῶς ἐδήλωσε, τίνος ἕνεκεν εἶπε τὰ οἰκεῖα κατορθώματα; Τότε δὴ, τότε θαῤῥήσας ὁ βασιλεὺς λοιπὸν ἐκέλευσεν ἀπελθεῖν. Καὶ ἀπῆλθε, καὶ παρετάξατο, καὶ ἐνίκησεν. Εἰ δὲ μὴ ἐγκώμια εἶπεν, οὐκ ἂν αὐτῷ  τὴν  μονομαχίαν  ἐκείνην  ἐπίστευ σεν ὁ βασιλεύς· μὴ πιστεύσας δὲ, οὐκ ἂν ἀφῆκεν  αὐτὸν  εἰς  τὴν  παράταξιν  ἀπελθεῖν·  μὴ  ἀφεὶς  δὲ,  διεκώλυ  σεν  ἂν  τὸ κατόρθωμα· τοῦ δὲ κατορθώματος κωλυ θέντος, οὔτε ὁ Θεὸς ἂν ἐδοξάσθη τότε, οὔτε ἡ πόλις τῶν ἐπικειμένων  ἀπηλλάγη κινδύνων. Ἵν' οὖν μὴ το σαῦτα γένηται ἄτοπα,μηδὲ οἰκονομίας μέγεθος κω λυθῇ τοσοῦτον, ἠναγκάσθη τοὺς οἰκείους ἄθλους εἰ πεῖν ὁ ∆αυΐδ. Ὥσπερ γὰρ σιγᾷν ἴσασιν, οὐδεμιᾶς οὔ σης ἀνάγκης, οὕτω καὶ λέγειν ἐπίστανται, ἐπειδὰν πολλὴν ἴδωσι βίαν ἐπικειμένην.


 ηʹ. Οὐκ ἐπὶ τούτου δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ Σαμουὴλ 51.308 τὸ αὐτὸ τοῦτο γεγενημένον  ἴδοι τις  ἄν. Καὶ γὰρ ἐκεῖ νος ἔτη τοσαῦτα προστὰς τοῦ δήμου τῶν Ἰουδαίων  οὕτως, ὡς ὁ Θεὸς ἤθελε, καὶ μηδὲν μηδέποτε μέγα περὶ ἑαυτοῦ φθεγξάμενος,  καίτοι πολλὰ ἔχων,  εἴπερ ἐβούλετο, λέγειν,  τὴν ἐκ πρώτης ἡλικίας ἀνατροφὴν, τὴν ἐν τῷ ναῷ διατριβὴν, τὴν ἐκ σπαργάνων αὐτοῦ προφητείαν, τοὺς μετὰ ταῦτα πολέμους, τὰς νίκας ἃς ἐνίκησεν, οὐχ ὅπλοις χρώμενος, ἀλλὰ μετὰ τῆς εὐ νοίας τοῦ Θεοῦ παραταττόμενος, ἐν τοῖς ἔμπροσθεν χρόνοις οὐδὲν τούτων εἶπεν. Ἐπειδὴ δὲ ἔμελλεν ἀφ ίστασθαι τῆς προστασίας, καὶ τὴν ἀρχὴν ἐγχειρίζειν  ἑτέρῳ, τότε λοιπὸν  ἠναγκάσθη τὰ ἐγκώμια  αὐτοῦ διεξελθεῖν,  καὶ ταῦτα ὑφειμένως.  Καὶ καλέσας τὸν δῆμον ἅπαντα, παρόντος καὶ τοῦ Σαοὺλ, οὕτω πώς φησιν· Ἰδοὺ ἤκουσα τῆς φωνῆς  ὑμῶν, καὶ ἐβασί λευσα ἐφ' ὑμᾶς βασιλέα· καὶ ἐγὼ ἰδοὺ ἀνέστραμ μαι ἐνώπιον   ὑμῶν  ἐκ  νεότητός  μου,  καὶ  ἕως  τῆς  ἡμέρας  ταύτης,  καὶ  γεγήρακα. Ἀποκρίθητε κατ' ἐμοῦ ἐνώπιον  τοῦ Κυρίου, καὶ ἐνώπιον  χριστοῦ αὐ τοῦ· μόσχον τίνος ὑμῶν εἴληφα; ἢ ὄνον τίνος εἴληφα; ἢ τίνα ὑμῶν κατεδυνάστευσα; ἢ τίνα ἐξ επίεσα ὑμῶν; ἢ ἐκ χειρὸς τίνος ὑμῶν εἴληφα ἐξ ίλασμα ἢ ὑπόδημα, καὶ ἀπέκρυψα τοὺς ὀφθαλμούς μου ἐν αὐτῷ; Εἴπατε κατ' ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν. Καὶ ποία ἦν ἀνάγκη ταῦτα λέγειν, φησί; Πολλὴ καὶ μεγάλη. Ἐπειδὴ γὰρ ἄρχοντα ἔμελλεν εἰσάγειν αὐτοῖς τὸν Σαοὺλ, ἐν τῇ καθ'  ἑαυτὸν  ἀπολογίᾳ  διδάξαι  βουλό  μενος  ἐκεῖνον,  πῶς  προΐστασθαι δεῖ  καὶ κήδεσθαι τῶν ἀρχομένων, αὐτοὺς τοὺς ὑπηκόους μάρτυρας αὐτοῦ τῆς φιλοσοφίας παράγει. Καὶ οὐ ποιεῖ τοῦτο ἐν τῷ καιρῷ τῆς ἀρχῆς, ἵνα μή τις εἴπῃ, ὅτι δεδοικότες αὐτὸν καὶ φοβούμενοι, τὰ μὴ ὄντα ἐμαρτύρησαν· ἀλλ' ὅτε παρελύθη τὰ τῆς δημαγωγίας, καὶ εἰς ἕτερον μετέστη τὰ τῆς προστασίας, καὶ κίνδυνος οὐ δεὶς ἦν τῷ κατηγοροῦντι  λοιπὸν,  τότε  δικάζεται  πρὸς  αὐτούς.  Καίτοι γε  εἰ  ἕτερός  τις  ἦν, ἐμνησικάκησεν ἂν τοῖς Ἰουδαίοις, καὶ οὐκ ἂν ἠθέλησε τὸν ἄρχοντα τὸν μετ' αὐτὸν ἐπιεικῆ  γενέσθαι καὶ μέτριον, οὐ διὰ μνησικακίαν  δὲ μόνον,  ἀλλ' ἵνα  καὶ αὐτὸς ἐπαινῆται μειζόνως.


θʹ. Καὶ γὰρ νόσημα τοῦτο δεινὸν τοῖς ἄρχουσιν ἔνεστι· τοὺς μετ' αὐτοὺς ἐπὶ τὴν ἀρχὴν ἐρχομένους εὔχονται φαύλους εἶναι καὶ πονηρούς. Ἄν τε γὰρ γενναῖοι τύ χωσιν ὄντες, λαμπροτέρους αὐτοὺς φανεῖσθαι νομί ζουσι, τῶν  διαδεξαμένων  τὴν ἀρχὴν οὐκ ὄντων τοιού των· ἄν τε σκαιοὶ καὶ διεφθαρμένοι, ἀπολογίαν τῆς οἰκείας ἔσεσθαι πονηρίας τοῦ μετὰ ταῦτα ἄρχοντος τὴν κακίαν. Ἀλλ' οὐχ ὁ μακάριος οὗτος τοιοῦτος·  ἀλλ'  ἠβούλετο   καὶ  ηὔχετο   καὶ  ἐπεθύμει   πολλῷ   βελτίονος   αὐτοὺς ἀπολαῦσαι  τῆς  προστασίας· οὕτω  φιλόστοργος  ἦν,  οὕτω  φθόνου  καθαρὸς, οὕτω κενοδοξίας  ἀπηλλα   γμένος.  Καίτοι  γε  ἓν  μόνον   ἐζήτει,  τῶν   ἀνθρώπων   τὴν σωτηρίαν.  ∆ιὰ  τοῦτο  καὶ  τὸν  ἄρχοντα  αὐτοῖς  ἐν  τῇ  καθ'  ἑαυτὸν  ἐῤῥύθμιζεν ἀπολογίᾳ.  Ἐπειδὴ γὰρ τὸ μὲν  καλέσαι τὸν  βασιλέα καὶ εἰπεῖν,  Ἐπιεικὴς ἔσο καὶ μέτριος καὶ ἀδωροδόκητος, καὶ μηδένα βιάζου, μηδὲ ἀδίκει, μηδὲ πλεονέκτει, φορτικὸν ἦν καὶ ἐπ αχθὲς τῷ μέλλοντι ταῦτα ἀκούειν· τὸ δὲ σιγῆσαι πάλιν προδοσία τοῦ  δήμου  ἐγίνετο·  ἐν  ἀπολογίας   προσχή  ματι  ἀμφότερα  ταῦτα  κατώρθωσε, κἀκεῖνον  ἐδίδαξεν ὁποῖον εἶναι  χρὴ τὸν βασιλεύοντα, καὶ τὴν ἐκ τοῦ δι δάσκειν ἐπάχθειαν ἔφυγε. Καὶ δοκεῖ μὲν ὑπὲρ τῶν  καθ' ἑαυτὸν ἀγωνίζεσθαι· παιδεύει δὲ ἐκεῖνον, πῶς καὶ τίνι τρόπῳ τῶν ἀρχομένων ἐπιμελεῖσθαι χρή. Σὺ δέ μοι σκόπει πῶς μετὰ ἀκριβείας ἁπάσης καθαρὸν ἑαυτὸν ἔδειξε λημμάτων.  Οὐδὲ γὰρ εἶπε, Μὴ ἀγρούς  τινος  ὑμῶν  ἔλαβον;  μὴ  χρυσίον;  ἀλλ'    πάντων  εὐτελέστερον  ἦν,  Μὴ ὑπόδημα; φησίν. Εἶτα καὶ ἑτέραν ἑαυτοῦ πολλὴν ἡμῖν ἐδήλωσεν ἀρετήν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν  ἀρχόντων,  ὅταν μὲν κλέπτωσιν, ἐπιεικεῖς εἰσι καὶ μέτριοι καὶ προσηνεῖς οὐκ οἴκοθεν, ἀλλὰ διὰ τὴν ἀνάγκην  τοῦ συνειδότος, ἐκ τῶν κλεμμάτων  περιηρημένοι τὴν  παῤῥησίαν· οἱ  δὲ  ἀδωροδόκητοι,  φορτικοὶ  καὶ  ἐπαχθεῖς,  οὐδὲ  αὐτοὶ  πάλιν οἴκοθεν, ἀλλ' ὑπό τινος κενοδοξίας καὶ τοῦ καθαροὶ λημμάτων εἶναι· ἀμφότερα δὲ οὐκ ἄν τις ἴδοι ῥᾳδίως συνελθόντα  εἰς ἕνα· δεῖξαι βουλόμενος ὁ ἅγιος οὗτος, ὅτι ἀμφοτέρων περιεγένετο, καὶ λημμάτων ἐκράτει καὶ ὀργῆς, εἰπὼν, Μὴ μόσχον τινὸς ὑμῶν  εἴληφα;  οὐκ  ἐσίγησεν,  ἀλλ'  ἐπήγαγεν,    κατεδυνάστευσά  τινα  ὑμῶν  ἢ ἐξεπίεσα; τοῦτ' ἔστιν, ἐξέθλιψα; Ὃ δὲ λέγει τοιοῦτόν  ἐστιν· Οὐδεὶς ἂν ἔχοι τοῦτο εἰπεῖν, ὅτι οὐκ ἔλαβον μὲν, ἐπειδὴ δὲ οὐκ ἔλαβον, φορτικὸς ἐγενόμην καὶ ἐπαχθὴς καὶ  ὠμὸς  καὶ  ἄγριος. ∆ιὰ τοῦτο  ἔλεγεν,  Ἢ κατεδυνάστευσά τινα  ὑμῶν;  Τί οὖν ἐκεῖνοι; Οὔτε κατεδυνάστευσας ἡμᾶς, οὔτε ἐξεπίεσας, οὐδὲ εἴληφας ἐκ χειρὸς ἡμῶν οὐδέν. Καὶ ἵνα μάθῃς, ὅτι καὶ τὸν βασιλέα αὐτὸν παιδεύων ταῦτα ἔλεγεν, ἐπήγαγε· Μάρτυς Κύριος, καὶ μάρτυς ὁ χριστὸς αὐτοῦ· τοῦτο δὲ ἡμῖν αὐτὸ παραδηλῶν  καὶ δεικνὺς,  ὡς  οὐκ  ἦν    μαρτυρία  κεχαρισμένη,  αὐτὸν  ἐκάλεσε  μάρτυρα  τὸν  τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδότα, ὅπερ ἐστὶ καθαροῦ συνειδότος ἀπόδειξις. Οὐδεὶς γὰρ, οὐδεὶς, εἰ μὴ σφόδρα ἦν μεμηνὼς καὶ ἐξεστηκὼς, τοῦ συνειδότος τοῦ ἑαυτοῦ καλέσειεν ἄν ποτε μάρτυρα τὸν Θεὸν, εἰ μὴ σφόδρα ἑαυτῷ θαῤῥοίη. Μαρτυρησάντων τοίνυν  ἐκείνων  ἐπὶ  τοῖς  εἰρημένοις  αὐτῷ,  καὶ  ἑτέραν  ἑαυτοῦ  δείκνυσιν  αὐτὸς ἀρετήν· καὶ τῶν παλαιῶν ἀναμνήσας ἁπάντων τῶν κατὰ τὴν Αἴγυπτον, καὶ τῆς τοῦ Θεοῦ προστασίας, καὶ τῶν μετ' ἐκείνους πολέμων, ἀναμιμνήσκει τῆς μάχης τῆς ἐπ' αὐτοῦ γενομένης  καὶ τῆς νίκης  τῆς παραδόξου· καὶ εἰπὼν  πῶς πολλάκις  διὰ τὰς οἰκείας ἁμαρτίας τοῖς πολεμίοις  παραδοθέντων,  ἐκάλεσεν  αὐτὸς τὸν Θεὸν, καὶ ἀπήλλαξεν  αὐτοὺς τῶν πολεμίων, συνάπτων  τοῖς παλαιοῖς τὰ νέα, ἐπάγει καὶ λέγει·  Ἐξαπέστειλε Κύριος τὸν  Ἱεροβάαλ,  τὸν  Γεδεὼν, καὶ  τὸν  Βαρὰκ, καὶ  τὸν Ἰεφθάε, καὶ τὸν Σαμουὴλ, καὶ ἐξείλετο ὑμᾶς κύκλωθεν ἐκ χειρὸς τῶν ἐχθρῶν ὑμῶν, καὶ κατοικεῖτε πεποιθότες. ιʹ. Ὁρᾷς πῶς ἔθος τοῖς ἁγίοις μὴ τὰ ἑαυτῶν κατορθώματα λέγειν, εἰ μή ποτε καταναγκασθεῖεν; ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος πρὸς τούτους βλέπων, καὶ  παιδευόμενος  ἀκριβῶς,  ὅτι  τὸ  αὐτόν  τινα  περὶ  ἑαυτοῦ  λέγειν  ἐπαχθὲς  καὶ φορτικὸν,  ἔλεγεν·  Ὄφελον  ἀνείχεσθέ  μου  μικρὸν  τῇ  ἀφροσύνῃ· οὐ  μέγα,  ἀλλὰ μικρόν τι. Οὐδὲ γὰρ ἀνάγκης οὔσης μετὰ δαψιλείας ἐκχεῖν ἑαυτὸν εἰς τὴν διήγησιν τῶν  ἐγκωμίων  παρεσκεύασται, ἀλλὰ  διὰ βραχέων  αὐτὰ παρατρέχει· καὶ αὐτὸ δὴ τοῦτο δι' ἐκείνους καὶ τὴν ἐκείνων σωτηρίαν. Ὥσπερ γὰρ, οὐκ οὔσης ἀνάγκης λέγειν τὰ οἰκεῖα κατορθώματα, ἀνοίας ἐστὶν ἐσχάτης, οὕτως ἀνάγκης ἐπικειμένης καὶ βίας ὠθούσης, πάλιν προδοσία ἐστὶ τὸ σιγᾷν τὰ αὐτῶν πεπραγμένα. Ἀλλ' ὅμως ὁ Παῦλος καὶ ἀνάγκην  οὖσαν ὁρῶν, ἀπώκνει,  καὶ τὸ πρᾶγμα ἀφροσύνην ἐκάλει, ἵνα μάθῃς αὐτοῦ τὴν σύνεσιν καὶ τὴν σοφίαν καὶ τὴν πολλὴν  ἀσφάλειαν. Καὶ γὰρ εἰπὼν, Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, προσέθηκεν, Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Μὴ νομίσῃς, φησὶ, καθόλου με τοῦτο λέγειν. Ὥστε διὰ τοῦτο αὐτὸν μάλιστα ἐπαινῶ καὶ θαυμάζω καὶ σοφώτατον καλῶ, ὅτι πρᾶγμα ἀφροσύνης εἶναι ἐνόμισε τὸ ἑαυτὸν ἐγκωμιάζειν καὶ ἐπαινεῖν. Εἰ δὲ οὗτος ἀνάγκην  οὖσαν ὁρῶν, ἀφροσύνην τοῦτο ἐκάλει, τίνος ἂν εἶεν συγγνώμης  ἄξιοι, ποίας ἀπολογίας, οἱ μηδὲ ἀνάγκης οὔσης περὶ ἑαυτῶν  λέγοντες μεγάλα, ἢ καὶ ἑτέρους λέγειν καταναγκάζοντες; Ταῦτ' οὖν εἰδότες, μὴ ἐπαινῶμεν τὰ λεγόμενα μόνον, ἀλλὰ καὶ μιμησώμεθα καὶ ζηλώσωμεν, καὶ κατορθωμάτων ἐπιλανθανόμενοι,   τῶν   ἁμαρτημάτων   ἀεὶ   μνημονεύωμεν,   ἵνα   καὶ   μετριάζειν δυνώμεθα, καὶ πρὸς τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι,  τὸ βραβεῖον λάβωμεν τῆς ἄνω κλήσεως, χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |