ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Σʹ Καλλιστράτῳ ἐπισκόπῳ Ἰσαυρίας

Πέμπτη 29 Σεπτεμβρίου 2016

Σʹ Καλλιστράτῳ ἐπισκόπῳ Ἰσαυρίας




Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

Σʹ  Καλλιστράτῳ ἐπισκόπῳ Ἰσαυρίας.

Ἐγὼ μέν σου τὴν εὐλάβειαν καὶ ἐνταῦθα παραγενομένην ἐπεθύμουν ἰδεῖν, ὥστε ἐντρυφῆσαί σου τῇ συνουσίᾳ, καὶ ἀπολαῦσαί σου τῆς γνησίας καὶ θερμῆς ἀγάπης· ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, διά τε τὴν τοῦ ἔτους ὥραν, καὶ τὸ τῆς ὁδοῦ μῆκος, τὴν διὰ γραμμάτων ὀφειλομένην  σοι πρόσρησιν ἀποδίδωμι,  καὶ χάριν  ἔχω  σου τῇ εὐλαβείᾳ, ὅτι καὶ πρότερος  τοῖς  πρὸς  ἡμᾶς  ἐπεπήδησας  γράμμασι. Θερμῆς γὰρ  τοῦτο  καὶ  γνησίας φιλίας· καὶ οὐ μόνον οὐκ ἀπεικότως ἔπραξας, ἀλλὰ καὶ σφόδρα σοι προσηκόντως. Χαρίζου δὴ ταύτην συνεχῶς ἡμῖν τὴν χάριν, καὶ πυκνότερον ἡμῖν δήλου τὰ περὶ τῆς ὑγείας τῆς σῆς. Ἂν δὲ καὶ δυνατὸν γένηται τῇ εὐλαβείᾳ τῇ σῇ σκυλῆναι ἕως ἡμῶν, τὰ μέγιστα ἡμῖν χαριῇ, καὶ πολλῆς ἡμᾶς ἐμπλήσεις εὐφροσύνης. Ἐννοήσας τοίνυν ὡς καὶ ἡμεῖς ἐπιθυμοῦμεν ἰδεῖν σου τὴν εὐλάβειαν, καὶ ὡς τὸ πρᾶγμα οὐ σφόδρα ἐργῶδες, εἰ γένοιτο καιρὸς ἐπιτήδειος πρὸς ὁδοιπορίαν, μὴ ἀποστερήσῃς ἡμᾶς τῆς συντυχίας τῆς σῆς. Ἕως δ' ἂν τοῦτο γένηται, τῇ πυκνότητι τῶν γραμμάτων τὴν ἐκ τῆς παρουσίας ἡδονὴν σοφίζεσθαι παρακλήθητι.



ΣΑʹ. Ἑρκουλίῳ.

 Μὴ κάμνε ζητῶν ἀπολογίαν τῆς μακρᾶς σιγῆς, δέσποτά μου θαυμασιώτατε καὶ μεγαλοπρεπέστατε, καὶ ἐπὶ τὴν σπάνιν τῶν γραμματηφόρων καταφεύγων.  Ἡμεῖς γὰρ, καὶ γράφοντός  σου καὶ σιγῶντος, ἀκίνητόν  σου τὴν περὶ τῆς ἀγάπης σου ψῆφον  ἔχομεν, ἣν διὰ τῶν ἔργων ἐπεδείξω οὕτω σαφῶς, ὡς πᾶσαν εἰδέναι  τὴν πόλιν  τὸν θερμὸν ἡμῶν  καὶ μανικὸν ἐραστήν. Πλὴν ἀλλὰ καὶ οὕτω διακείμενοι, σφόδρα ἐπιθυμοῦμεν συνεχῶς δέχεσθαι γράμματα παρὰ τῆς σῆς θαυμασιότητος, τὰ περὶ τῆς ὑγείας δηλοῦντα τῆς σῆς. Ὥσπερ γὰρ αὐτὸς μεγίστην ἔφης παραψυχὴν εἶναι τοῦ χωρισμοῦ, τὸ περὶ τῆς ὑγείας τῆς ἡμετέρας μανθάνειν  καὶ οἶσθα ἡλίκον τοῦτο ἀνδρὶ φιλεῖν  ἐπισταμένῳ, ἐπειδὴ καὶ φιλεῖν  οἶσθα καλῶς, οὕτω καὶ ἡμῖν περισπούδαστον τοῦτο. Χαρίζου δὴταύτην  ἡμῖν  τὴν  χάριν, ἵνα καὶ ἐν ἐρημίᾳ τοσαύτῃ καθήμενοι, πολλὴν  ἐντεῦθεν καρπωσώμεθα  τὴν  παράκλησιν.

ΣΒʹ.  Κυριακῷ ἐπισκόπῳ.

 Ταῦτα  ἀνεκτά;  ταῦτα φορητά; οἴει κἂν σκιὰν ἀπολογίας  ἔχειν; Ἐν τῇ τοσαύτῃ ἀθυμίᾳ, ἐν οὕτω χρόνῳ μακρῷ, ἐν τοσούτῳ θορύβῳ, καὶ ταραχῇ, καὶ συντριβῇ, καὶ ταλαιπωρίᾳ καθεστώτων ἡμῶν, οὐδὲ ἅπαξ ἡμῖν ἐπιστεῖλαι κατεδέξω· ἀλλ' ἡμεῖς μὲν καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις ἐπεστάλκαμεν, σὺ δὲ σιγᾷς χρόνον οὕτω μακρὸν, καὶ νομίζεις τὸ τυχὸν ἡμαρτηκέναι ἁμάρτημα, οὕτως ἀγνώμων  περὶ ἡμᾶς γεγενημένος; Ἐμὲ εἰς πολλὴν  ἀπορίαν κατέστησας. Οὐδὲ γὰρ δύναμαι τῆς σιγῆς τὴν αἰτίαν εὑρεῖν, ὅταν ἐννοήσω σου τὴν θερμὴν ἀγάπην καὶ γνησίαν, ἣν ἀεὶ περὶ ἡμᾶς ἐπεδείξω. Οὐδὲ γὰρ ῥᾳθυμίαν λογίσασθαι ἔχω· οἶδα γάρ σου τὴν ἄγρυπνον ψυχήν· οὔτε δειλίαν· οἶδα γάρ σου τὴν ἀνδρείαν· οὐκ ὄκνον· οἶδα γάρ σου τὸ διεγηγερμένον  καὶ ἐντρεχές· ἀλλ' οὐδὲ ἀῤῥωστίαν· καίτοι γε οὐδὲ αὕτη ἱκανὴ ἦν σε κωλῦσαι· πλὴν  ἀλλὰ μανθάνω παρὰ τῶν ἐκεῖθεν ἐρχομένων, ὅτι ὑγιαίνεις καὶ ἔῤῥωσαι. Τί οὖν ἐστι τὸ αἴτιον, εἰπεῖν οὐκ ἔχω, ἀλλ' ἓν μόνον, ἀλγῶ καὶ ὀδυνῶμαι. Πάντα τοίνυν ποίησον ὥστε ἀπαλλάξαι ἡμᾶς καὶ τῆς λύπης, καὶ τοῦ διαπορεῖν. Ἐπεὶ εἰ καὶ μετὰ τὰ γράμματα ταῦτα μὴ μετὰ πολλοῦ  τοῦ  τάχους  ἡμῖν  βουληθείης  ἐπιστεῖλαι,  οὕτως  ἡμᾶς  ἔχεις  λυπῆσαι, ὡς πολλοῦ δεηθῆναι πόνου εἰς τὸ θεραπεῦσαι ἡμῶν τὴν ἀθυμίαν. ΣΓʹ. Σαλουστίῳ πρεσβυτέρῳ. Οὐχ ὡς ἔτυχεν ἤλγησα ἀκούσας ὅτι καὶ σὺ καὶ Θεόφιλος ὁ πρεσβύτερος ἀνεπέσετε. Ἔγνων γὰρ ὅτι ὁ μὲν ὑμῶν πέντε ὁμιλίας εἶπεν ἕως Ὀκτωβρίου μηνὸς, ὁ δὲ  οὐδεμίαν,  καὶ  τῆς  ἐρημίας  μοι  τῆς  ἐνταῦθα   τοῦτο  γέγονε   χαλεπώτερον. Βουλήθητε τοίνυν, εἰ μὲν ψεῦδος τοῦτο, δηλῶσαί μοι· εἰ δὲ ἀληθὲς, διορθώσασθαι· καὶ ἀλλήλους  διεγείρατε·  ἐπεὶ  σφόδρα με ἔχετε  λυπῆσαι, καίτοι  μεθ' ὑπερβολῆς σφόδρα ἀγαπῶντα ὑμᾶς. Καὶ τὸ δὴ χαλεπώτερον,  ὅτι καὶ παρὰ τοῦ Θεοῦ πολὺ καθ' ἑαυτῶν  ἐπισπάσεσθε τὸ  κρῖμα, ἀργίᾳ  τοσαύτῃ  συζῶντες  καὶ  ὄκνῳ,  καὶ  τὰ  παρ' ἑαυτῶν οὐκ εἰσφέροντες. Ποίαν γὰρ σχοίητε συγγνώμην ἑτέρων διωκομένων, ἐξοριζομένων,  ἐλαυνομένων,  ὑμεῖς  δὲ μηδὲ τὴν  ἀπὸ τῆς παρουσίας ὑμῶν  ἢ τῆς διδασκαλίας  εἰσφέροντες  τῷ  χειμαζομένῳ   λαῷ  σπουδήν; 

Σ∆ʹ. Παιανίῳ.

 Ὅταν ἐννοήσῃς, δέσποτά μου θαυμασιώτατε  καὶ μέλιτος  ἡμῖν  γλυκύτερε,  ὅτι βαρὺ καὶ ἐπαχθὲς τὸ κεχωρίσθαι ἡμῶν, λογιζόμενος οἷον πρᾶγμα μεταχειρίζῃ, καὶ ὅτι πόλιν ὁλόκληρον κατορθοῖς, μᾶλλον δὲ οἰκουμένην ὁλόκληρον διὰ τῆς πόλεως ἐκείνης, σκίρτα καὶ εὐφραίνου. Μετὰ γὰρ τῆς ὠφελείας  πολλὴν  ἔξεστί σοι καρποῦσθαι καὶ τὴν ἡδονήν. Εἰ γὰρ χρήματά τινες συλλέγοντες  τά τε ἀπολλύμενα  καὶ ἀπολλύντα αὐτοὺς,  τοσαύτης  ἐμφοροῦνται  τῆς  εὐφροσύνης,  καὶ  οἰκιῶν,  καὶ  γυναικὸς,  καὶ τέκνων, καὶ πάντων τῶν προσηκόντων ἐπὶ πολὺν χωριζόμενοι χρόνον, τίς ἂν παραστήσειε λόγος  τὴν  ἡδονὴν  τοῦ  πλούτου,  τὸν  τοσοῦτον  θησαυρὸν, ὃν  καθ' ἑκάστην  συνάγεις  ἡμέραν,   καὶ  φαινόμενος   αὐτόθι  μόνον;  Οὐ  γὰρ  δὴ κολακεύων  σε ταῦτα λέγω, καὶ ἴσασιν οἱ καὶ ἀκούοντες ἀπόντος  σου ταῦτα παρ' ἡμῶν ἐνταῦθα, ἀλλ' ἡδόμενος σφόδρα, καὶ χαίρων, καὶ πτερούμενος ὑπὸ τῆς εὐφροσύνης. Ἀρκεῖς γὰρ, καὶ φαινόμενος,  πολλοὺς ὀρθῶσαι τῶν αὐτόθι, στηρίξαι, ἀλεῖψαι, συγκροτῆσαι. Οἶδα ἐγὼ τὸν ἀριστέα τὸν ἐμὸν, οἶδά σου τὰς ἀνδραγαθίας τὰς αὐτόθι,  τὸν  ζῆλον,  τὴν  ἀγρυπνίαν,  τοὺς  δρόμους,  τὸν  πόνον  τῆς  ψυχῆς,  τὴν παῤῥησίαν,  τὴν  ἐλευθερίαν  μεθ'  ἧς  καὶ  ἐπισκόπων  κατεξανίστασο,  τοῦ  καιροῦ τούτου ἀπαιτοῦντος,  μετὰ τοῦ προσήκοντος μέντοι μέτρου. Καὶ ἐθαύμαζόν σε ἐπ' ἐκείνοις, πολλῷ δὲ πλέον νῦν, ὅτι, καὶ μηδενός σοι παραστάντος αὐτόθι, ἀλλὰ τῶν μὲν φευγόντων,  τῶν δὲ ἐλαυνομένων,  τῶν δὲ κρυπτομένων, μόνος ἕστηκας ἐπὶ τῆς παρατάξεως,   τὸ   μέτωπον   αὐτῆς   κατακοσμῶν,   καὶ   οὐδένα   ἀφιεὶς   γενέσθαι λειποτάκτην, ἀλλὰ καὶ τοὺς μετὰ τῶν ἐναντίων  τεταγμένους τῇ ἐμμελείᾳ σου καθ' ἑκάστην ἡμέραν μεθιστᾷς. Οὐ διὰ ταῦτα  δὲ θαυμάζω μόνον,  ἀλλ' ὅτι καὶ ἐν ἑνὶ ἱδρυμένος  χωρίῳ,  τὴν  οἰκουμένην  ἅπασαν  μεριμνᾷς,  τὰ  ἐν  Παλαιστίνῃ,  τὰ  ἐν Φοινίκῃ, τὰ ἐν Κιλικίᾳ, ὧν καὶ μάλιστα φροντίζειν  ὀφείλεις. Παλαιστινοὶ μὲν γὰρ καὶ  Φοίνικες,  καθὼς   ἔγνων   σαφῶς,  οὐκ  ἐδέξαντο   τὸν   παρὰ  τῶν   ἐναντίων ἀποσταλέντα ἐκεῖσε, οὐδὲ ἀποκρίσεως αὐτὸν ἠξίωσαν· ὁ δὲ Αἰγῶν, ὡς ἔγνων, καὶ ὁ Ταρσοῦ μετ'  ἐκείνων  τάττονται,  καὶ  ὁ Κασταβάλων ἐνταῦθα  ἐδήλωσέ  τινι  τῶν ἡμετέρων   φίλων,   ὅτι  ἀναγκάζουσιν   αὐτοὺς  οἱ  ἀπὸ  Κωνσταντινουπόλεως   τῇ παρανομίᾳ  αὐτῶν  συνθέσθαι,  καὶ  τέως  ἀντέχουσι.  Πολλῆς  τοίνυν  σοι  δεῖ  τῆς μερίμνης, πολλῆς τῆς ἀγρυπνίας, ὥστε καὶ τοῦτο διορθῶσαι τὸ μέρος, τῷ δεσπότῃ μου γράψαντι τῷ ἀνεψιῷ σου, τῷ κυρίῳ τῷ ἐπισκόπῳ Θεοδώρῳ. Τὰ κατὰ Φαρέτριον λυπηρὰ  μὲν  καὶ  σφόδρα  ἀνιαρά·  πλὴν  ἀλλ'  ἐπειδὴ  οἱ  πρεσβύτεροι αὐτοῦ  οὔτε συνέτυχον  τοῖς  ἐναντίοις,  ὡς  φὴς,  οὔτε  αἱροῦνται  αὐτοῖς  κοινωνῆσαι,  ἀλλ' ὡς λέγουσιν, ἔτι μεθ' ἡμῶν ἑστήκασι, μηδὲν τούτων  κοινωνήσῃς  πρὸς αὐτούς· ἐπεὶ ἃ ἐποίησεν εἰς ἡμᾶς ὁ Φαρέτριος οὐδεμίαν ἔχει συγγνώμην.  Ὁ μέντοι κλῆρος αὐτοῦ πᾶς καὶ ἤλγει, καὶ ὠδύρετο, καὶ ἐθρήνει, καὶ μεθ' ἡμῶν ὅλως ἦν τῇ γνώμῃ. Ἀλλ' ἵνα μὴ τούτους ποιήσωμεν ἀποπηδῆσαι, καὶ τραχυτέρους ἐργασώμεθα, μαθὼν ἅπαντα τὰ ἀπὸ τῶν ἐπαρχικῶν, παρὰ σαυτῷ κάτεχε, καὶ μετὰ πολλῆς ἡμερότητος αὐτοῖς προσφέρου· οἶδα γάρ σου τὸ οἰκονομικόν· καὶ λέγε, ὅτι Καὶ ἡμεῖς ἠκούσαμεν, ὅτι σφόδρα ἤλγησεν ἐπὶ τοῖς γενομένοις,  καὶ ὅτι ἕτοιμος ἦν πάντα  παθεῖν  ὑπὲρ τοῦ διορθῶσαι πάντα  τὰ κακῶς  τολμηθέντα.  Τὸ σῶμα ἡμῖν  ἐν  ὑγείᾳ  πολλῇ,  καὶ τὰ λείψανα τῆς ἀῤῥωστίας ἀπεθέμεθα· ὅταν δὲ ἐννοήσωμεν, ὅτι σοὶ καὶ τοῦτο φροντίς ἐστιν, οὐ μικρὰ καὶ τοῦτο ὑγείας ἡμῖν ὑπόθεσις γίνεται, ὅτι οὕτω σφοδρὸν ἔχομεν ἐραστήν. Ὁ Θεός σοι τῆς τοιαύτης σπουδῆς, τῆς ἀγάπης, τοῦ ζήλου, τῆς ἀγρυπνίας δῷ τὸν  μισθὸν, κἀν  τῷ  παρόντι  βίῳ, κὰν  τῷ  μέλλοντι  αἰῶνι,  καὶ τειχίσειε,  καὶ φρουρήσειε,  καὶ  ἀσφαλίσαιτο,  καὶ  καταξιώσειε  τῶν  ἀποῤῥήτων  ἐκείνων ἀγαθῶν. ∆οίη δὲ καὶ ἡμῖν ταχέως ἰδεῖν σου τὸ ποθεινὸν πρόσωπον, ἀπολαῦσαί σου τῆς γλυκείας ψυχῆς, καὶ τὴν καλλίστην ταύτην ἑορτὴν ἀγαγεῖν. Οἶσθα γὰρ ὅτι καὶ ἑορτὴ  ἡμῖν  καὶ  πανήγυρις  τὸ  καταξιωθῆναι  τῆς  ἡδίστης  καὶ  πολλῶν   ἀγαθῶν γεμούσης συνουσίας σου, καὶ ταύτης  ἀπολαῦσαι πάλιν.

ΣΕʹ.  Ἀνατολίῳ  ἐπαρχικῷ.

 Ὀψὲ μὲν ἐπιστέλλω καὶ βραχέα, μᾶλλον δὲ βραδέως, πρὸς τὴν σὴν εὐγένειαν· πλὴν ἀλλ'  οὐ  ῥᾳθυμία  τὴν  σιγὴν  εἰργάσατο, ἀλλ'  ἀῤῥωστία μακρά· ὡς  τῇ  γε  ἀγάπῃ διηνεκῶς  συνδεδέμεθα, τὸ  γνήσιόν  σου τῆς  ἀγάπης  εἰδότες,  τὸ  ἐλευθέριον  τῆς γνώμης,  τὸ ἄπλαστον καὶ εἰλικρινές.  Καὶ οὐκ ἐπαυσάμεθα πρὸς ἅπαντας ἀνακηρύττοντες  τὴν διάθεσιν, ἧς συνεχῶς  ἀπηλαύσαμεν παρὰ τῆς σῆς εὐγενείας, οὐχὶ παρόντες μόνον, ἀλλὰ καὶ ἀπόντες· οὐ γὰρ μετὰ τὴν ἀποδημίαν ἔλαθεν ἡμᾶς, ὅσα καὶ ποιεῖν καὶ λέγειν ὑπὲρ ἡμῶν ἐσπούδακας. Ὁ Θεός σοι δῴη τὸν μισθὸν τῆς τοιαύτης  σπουδῆς, καὶ ἐνταῦθα, καὶ ἐν τῷ μέλλοντι  αἰῶνι.  Ἵνα δὲ καὶ πλείονος ἀπολαύωμεν ἡδονῆς, μὴ γράφοντες μόνον, ἀλλὰ καὶ γράμματα δεχόμενοι παρὰ τῆς ἐμμελείας τῆς σῆς, ἐπιστεῖλαι ἡμῖν παρακλήθητι, περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζόμενος,  ἵνα καὶ ἐν τῇ ἐρημίᾳ ταύτῃ καθεζόμενοι πολλὴν  καρπωσώμεθα τὴν παράκλησιν. Ἂν γὰρ δεξώμεθα ἐπιστολὴν τῆς ἀγάπης σου, τὰ περὶ τῆς ῥώσεως ἡμῖν ἀπαγγέλλουσαν τῆς σῆς, καὶ τῶν σοὶ προσηκόντων ἁπάντων,  πολλὴν, καὶ ἐν ἀλλοτρίᾳ  διατρίβοντες  γῇ, δεξόμεθα παράκλησιν.

Σς ʹ.  Θεοδούλῳ διακόνῳ.

Εἰ καὶ χαλεπὸς ὁ χειμὼν,  καὶ πρὸς ὕψος ἐγήγερται μέγα, καὶ οἱ βουλόμενοι λυμαίνεσθαι ταῖς Ἐκκλησίαις ταῖς εἰς Γοτθίαν πολλὴν  ποιοῦνται  σπουδὴν, πανταχοῦ περιτρέχοντες, ἀλλ' ὑμεῖς μὴ διαλίπητε τὰ παρ' ἑαυτῶν εἰσφέροντες. Κἂν γὰρ μηδὲν ἀνύσητε  πλέον,  ὅπερ οὐχ  ἡγοῦμαι,  ἀλλ'  ὅμως  τῆς  γνώμης,  καὶ  τῆς  προθέσεως ἀπηρτισμένον  ἔχετε παρὰ τοῦ φιλανθρώπου  Θεοῦ τὸν μισθόν. Μὴ τοίνυν  κάμῃς, ἀγαπητὲ, σπουδάζων, μεριμνῶν, φροντίζων,  καὶ διὰ σαυτοῦ, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, ὥστε μὴ γενέσθαι ταραχὰς αὐτόθι καὶ θορύβους. Πρὸ δὲ πάντων εὔχεσθε, καὶ μὴ διαλίπητε  ἐκτενῶς  δεόμενοι τοῦ φιλανθρώπου  Θεοῦ, καὶ μετὰ τῆς προσηκούσης σπουδῆς, ἵνα λύσῃ τὰ κατέχοντα νῦν κακὰ, καὶ πολλὴν παράσχῃ καὶ βαθεῖαν τῇ Ἐκκλησίᾳ εἰρήνην. Τέως μέντοι, ὅπερ καὶ ἔμπροσθεν ἐπέσταλκα, πάντα ποιήσατε, ὥστε ἀναβολήν τινα γενέσθαι τῷ πράγματι, καὶ γράφε ἡμῖν συνεχῶς, ἕως ἂν ᾖς αὐτόθι.

ΣΖʹ. Τοῖς μονάζουσι Γότθοις τοῖς ἐν τοῖς Προμώτου.

 Ἔγνων καὶ πρὸ τῶν  γραμμάτων  τῶν  ὑμετέρων  ὅσην ὑπομένετε  θλίψιν,  ὅσας ἐπιβουλὰς, ὅσους πειρασμοὺς, ὅσας ἐπηρείας·  καὶ  διὰ  τοῦτο  μάλιστα  ὑμᾶς  μακαρίζω,  τοὺς στεφάνους  τοὺς  ἐκ  τούτων   ἐννοῶν,   τὰ  βραβεῖα,  τὰ  ἔπαθλα.  Ὥσπερ  γὰρ  οἱ ἐπιβουλεύοντες    ὑμῖν,   καὶ   ταράττοντες   ὑμᾶς,   κρῖμα   καθ'   ἑαυτῶν   χαλεπὸν ἐπιφέρουσι, καὶ τὸ τῆς γεέννης κατὰ τῆς ἑαυτῶν κεφαλῆς ἐπισωρεύουσι πῦρ· οὕτως ὑμεῖς   οἱ   ταῦτα   πάσχοντες,   πολλῆς   ἀπολαύσεσθε  τῆς   ἀμοιβῆς,   πολλῆς   τῆς ἀντιδόσεως.  Μὴ δὴ θορυβεῖσθε, μηδὲ διαταράττεσθε  ἐντεῦθεν,  ἀλλὰ  χαίρετε  καὶ σκιρτᾶτε,  ἀποστολικὸν   φρόνημα   διατηροῦντες   τὸ  λέγον·  Νῦν  χαίρω  ἐν  τοῖς παθήμασί μου· καὶ πάλιν,  Οὐ μόνον  δὲ, ἀλλὰ  καὶ καυχώμεθα  ἐν  ταῖς  θλίψεσιν, εἰδότες ὅτι ἡ θλίψις  ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν. ∆οκιμώτεροι τοίνυν γενόμενοι, καὶ εὐπορώτεροι τὴν εὐπορίαν τὴν ἐν οὐρανοῖς, κἂν χαλεπώτερα τούτων  πάσχητε, μειζόνως  ἀγάλλεσθε. Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν  καιροῦ πρὸς τὴν  μέλλουσαν  δόξαν  ἀποκαλύπτεσθαι  εἰς  ἡμᾶς. Οὐδὲ γὰρ ἔλαθεν  ἡμᾶς ἡ ὑπομονὴ ὑμῶν, ἡ ἀνδρεία, ἡ καρτερία, ἡ γνησία καὶ θερμὴ διάθεσις, τὸ ἀκλινὲς ὑμῶν τῆς γνώμης, τὸ ἀπερίτρεπτον, τὸ ἀκίνητον. ∆ιὸ καὶ ἡμεῖς ὑμῖν πολλὰς ὁμολογοῦμεν χάριτας, καὶ συνδεδέμεθα ὑμῶν ταῖς ψυχαῖς διηνεκῶς, καὶ τῆς ὁδοῦ τὸ μῆκος οὐδὲ ῥᾳθυμοτέρους ἡμᾶς περὶ τὴν ἀγάπην τὴν ὑμετέραν ἐργάζεται. Χάριν δὲ ὑμῖν ἔχω καὶ τῆς σπουδῆς ἣν ἐπεδείξασθε ὑπὲρ τοῦ μηδένα θόρυβον γενέσθαι ἐν τῇ Ἐκκλησίᾳ τῇ τῶν Γότθων, ἀλλ' εἰς ἀναβολὴν τὸ πρᾶγμα ἐμπεσεῖν. Καὶ οὐ μόνον οὐκ ἐγκαλῶ, ὅτι οὐδένα ἐπέμψατε, ἀλλὰ καὶ ἐπαινῶ καὶ θαυμάζω. Ἐκεῖνο γὰρ πολὺ τούτου προτιμότερον,  τὸ  πάντας  ὑμᾶς  εἰς  τὴν  ὑπόθεσιν  ταύτην  ἀσχολεῖσθαι.  Μὴ  δὴ διαλίπητε τὰ παρ' ὑμῶν αὐτῶν εἰσφέροντες καὶ δι' ὑμῶν αὐτῶν, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, ὥστε ὑπέρθεσιν τῷ πράγματι γενέσθαι. Ἄν τε γὰρ ἀνύσητέ τι, ἄν τε μὴ, τὸν  μισθὸν  ἀπηρτισμένον  ἔχετε  τῆς  γνώμης  καὶ  τῆς  προθυμίας. 

ΣΗʹ. Ἀκακίῳ πρεσβυτέρῳ.

 Ὁ οὕτω θερμὸς ἡμῶν ἐραστὴς, ὁ οὕτω σφοδρῶς περὶ ἡμᾶς διακείμενος, οὐδὲ γραμμάτων ἡμῖν μεταδίδως τῶν σῶν. Καίτοι γε ἤδη ἐπεστάλκαμεν καὶ ἅπαξ, καὶ  δίς· αὐτὸς  δὲ ὀκνηρότερος  περὶ τοῦτο  γέγονας.  Ἐννοῶν  τοίνυν  ἡλίκα  ἡμῖν χαρίζῃ,  τὰ  περὶ  τῆς  ὑγιείας  σου δηλῶν,  μετὰ  πολλοῦ  τοῦ  τάχους  ἡμῖν  γράψαι παρακλήθητι. Πολλὴν γὰρ καρπούμεθα παράκλησιν, τὰ περὶ τῆς ὑγείας ὑμῶν τῶν ἀγαπώντων  ἡμᾶς μανθάνοντες  συνεχῶς.

Σαλβίωνι.

Ὅτι μὲν ἡμᾶς ἀγαπᾷς, κἂν γράφῃς, κἂν σιγᾷς, οἶδα σαφῶς. Οὐδὲ γὰρ δύνασαι λαθεῖν οὕτω σφοδρὸς ἡμῶν ὢν ἐραστὴς, ἀλλὰ πάντες τοῦτο ᾄδουσι, καὶ πολλοὶ πρὸς ἡμᾶς ἀφικνούμενοι τὴν θερμήν σου καὶ  γνησίαν ἡμῖν ἀπαγγέλλουσιν ἀγάπην. Ἐβουλόμεθα δὲ καὶ γράμματα συνεχῶς δέχεσθαι παρὰ τῆς εὐγενείας τῆς σῆς, περὶ τῆς ὑγείας τῆς σῆς δηλοῦντα, καὶ τῆς δεσποίνης μου τῆς ἐλευθέρας σου, καὶ τοῦ οἴκου σου παντός· οἶσθα γὰρ ὅπως ἡμῖν τοῦτο περισπούδαστον. Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου τιμιώτατε, εἰ καὶ ἐργῶδες ὅπερ αἰτοῦμεν  λοιπὸν  διὰ τὴν  τοῦ χειμῶνος  ὥραν, καὶ τὸ σπανιάκις  ἡμῖν  τινας ἐπιχωριάζειν, ὅτε ἂν ἐξῇ, γράφειν ἡμῖν μὴ κατόκνει, ταῦτα δηλῶν ἅπερ ᾐτήσαμεν. Τὴν γὰρ ὑγείαν τὴν ὑμετέραν καὶ τὴν ἀσφάλειαν ἡμέτερον εἶναι νομίζομεν πλοῦτον, καὶ εὐφροσύνην, καὶ πολλὴν  ἡδονήν. Μὴ δὴ τοσαύτης ἡμᾶς ἀποστερήσῃς ἡδονῆς, ἀλλὰ   χαρίζου   τοῖς   σφόδρα  σε  ἀγαπῶσι   τὴν   διὰ  τῶν   τοιούτων   γραμμάτων παράκλησιν, πολλὴν  ἡμῖν  κομίζουσαν τὴν  παραμυθίαν.

ΣΙʹ. Θεοδώρῳ.

Ἐθαύμασα πῶς  παρ'  ἑτέρων  ἔμαθον  τὴν  ῥᾳθυμίαν  Σαλουστίου τοῦ  πρεσβυτέρου. Καὶ γὰρ ἐγνωρίσθη  μοι ὅτι μόλις πέντε  ὁμιλίας  εἶπεν  ἕως Ὀκτωβρίου μηνὸς, καὶ ὅτι καὶ αὐτὸς καὶ Θεόφιλος ὁ πρεσβύτερος, ὁ μὲν ὄκνῳ, ὁ δὲ δειλίᾳ, οὐ παραβάλλουσι τῇ συνάξει. Ἀλλὰ Θεοφίλῳ μὲν σφοδρότερον ἐπέστειλα, καθαψάμενος αὐτοῦ, Σαλουστίου δὲ ἕνεκεν τῇ σῇ ἐπιστέλλω τιμιότητι, ἐπειδὴ οἶδα πῶς αὐτοῦ σφοδρὸς ἐραστὴς εἶ· καὶ σφόδρα χαίρω καὶ εὐφραίνομαι ἐπὶ τούτῳ. Καὶ ἀλγῶ πρὸς τὴν σὴν τιμιότητα,  ὅτι  μοι  οὐκ  ἐποίησας  τοῦτο  δῆλον,  δέον  καὶ  διορθῶσαι,  αὐτὸς  δὲ οὐδέτερον τούτων ἐποίησας. Νῦν γοῦν παρακαλῶ, καὶ σαυτῷ καὶ ἡμῖν τὰ μέγιστα χαριζόμενος, διέγειρον αὐτὸν σφοδρότερον, καὶ μὴ ἔα αὐτὸν καθεύδειν, μηδὲ ἀργεῖν. Εἰ γὰρ μὴ νῦν ἐν τῷ χειμῶνι τῶν πραγμάτων τούτων καὶ τῇ ζάλῃ τὴν προσήκουσαν ἐπιδείξαιτο  ἀνδρείαν,  πότε αὐτοῦ δεηθησόμεθα οὕτως; ὅταν  γαλήνη  γένηται  καὶ εἰρήνη;  Παρακαλῶ  τοίνυν,  τὰ  σαυτῷ  πρέποντα  ποιῶν  καὶ  αὐτὸν  καὶ  πάντας διέγειρον εἰς τὴν σπουδὴν καὶ τὴν ἀντίληψιν  τοῦ χειμαζομένου λαοῦ, ὃ καὶ πρὸ τῶν ἡμετέρων  γραμμάτων  εὖ οἶδ' ὅτι οἴκοθεν  καὶ παρὰ σαυτοῦ ποιεῖς.

ΣΙΑʹ.  Τιμοθέῳ πρεσβυτέρῳ.

Ἡμεῖς  μὲν  σοὶ  καὶ  πρώην  ἐπεστάλκαμεν  καὶ  τῷ  κυρίῳ  μου  τῷ τιμιωτάτῳ   τριβούνῳ  Μαρκιανῷ·  αὐτὸς  δὲ  οὔτε  παρ'  ἐκείνου  γράμματα  ἡμῖν πεμφθῆναι  παρεσκεύασας, οὔτε αὐτὸς ἡμῖν ἐπέσταλκας. Ἀλλ'  ὅμως ἡμεῖς ἑαυτοὺς μιμούμενοι, οὐ παυόμεθα διηνεκῶς ὑμῶν μεμνημένοι καὶ ἐπιστέλλοντες, ἡνίκα ἂν ἐξῇ· ὃ δὴ καὶ νῦν πεποιήκαμεν, χάριτας ὑμῖν ὁμολογοῦντες μυρίας ὑπὲρ τῆς σπουδῆς ἧς ἐπιδείκνυσθε, καὶ τῶν κινδύνων  οὓς ὑπομένετε, καὶ μακαρίζοντες ὑμᾶς. Οὐ γὰρ μικροὺς ἐντεῦθεν ὑμῖν προαποτίθεσθε στεφάνους, πρὸς ὀλίγον μὲν θλιβόμενοι, διηνεκεῖς δὲ ἀμοιβὰς ἐν τοῖς οὐρανοῖς προπαρασκευάζοντες ὑμῖν, καὶ πολλῷ μείζους τῶν  ἱδρώτων  τούτων. Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν  καιροῦ πρὸς τὴν μέλλουσαν  δόξαν  ἀποκαλυφθῆναι  εἰς  ἡμᾶς.




Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |