ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Περὶ εὐχῆς

Πέμπτη 20 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Περὶ εὐχῆς




Ιωάννης Χρυσόστομος
Προσθήκαι είς Ομιλίας
Τόμος 64

ΟΜΙΛΙΑ ʹ. Περὶ εὐχῆς

Πρότερον διεξελθόντες ὑμῖν περὶ νηστείας, καὶ τὰ ταύτης πλεονεκτήματα διηγησάμενοι κατὰ δύναμιν, καὶ πάλιν τῇ προτέρᾳ περὶ βαπτίσματος τῇ ὑμετέρᾳ διεξελθόντες φιληκοΐᾳ, βουλόμεθα καὶ περὶ εὐχῆς ὑμῖν διηγήσασθαι σήμερον· τίς γε ἡ ταύτης δύναμις, καὶ τίς ἡ ἀπ' αὐτῆς ὠφέλεια περιγίνεται τοῖς ταύτην συνδιατελοῦσιν. Παρακαλῶ οὖν ὑμᾶς, εὐγνωμόνως καὶ εὐλαβῶς ἀκούσατε, τὴν ἀκοὴν εὐθεῖαν τοῖς λεγομένοις ὑποθέντες. Μεγίστη οὖσα ἀληθῶς καὶ πρεσβυτέρα, καὶ μήτηρ τῶν ἐντολῶν ἁπασῶν αὕτη τετύχηκεν, ἅπαντα τὰ τοῦ Κυρίου ἀπογεννῶσα προστάγματα.Τίς γὰρ εὐχόμενος παριδεῖν τὸν πλησίον πενόμενον δύναται, ἵνα τὸν πόνον τὸν περὶ ταύτην ἀνόνητον ἔχῃ; Τίς δὲ τοιούτου πλούτου καὶ περιουσίας ὀρέγεσθαι δύναται, ἵνα τῷ σώματι μόνον ἀναδέχηται κάματον εἰκαῖον, ἀλλαχοῦ που τῆς καρδίας ἁλωμένης;



Ἔοικε γὰρ τῆς φιλοχρηματίας ἡ νόσος πάθει τινὶ δυσιάτῳ καὶπαραμόνῳ, μήτε τάχιον ἐπάγοντι τὸν θάνατον, μήτε τελείαν τὴν ὑγείαν παρέχοντι, ἀλλὰ κατὰ βραχὺ τὸ σῶμα τῶν οἰκείων ὑπεκλύοντι τόνων, ἄχρις οὗ ταῖς ἐγγινομέναις ἐνολκαῖς ὑποῤῥεῦσαν μετὰ μυρίους καμάτους τῷ κοινῷ τοῦ θανάτου παραπέμψῃ πτώματι. Τίς δὲ τῆς εὐχῆς ἐραστὴς νηστείας ἀμελῆσαι δυνήσεται ὑπ' αὐτῆς τῆς Γραφῆς διδασκόμενος, ὅτι Νηστεία καὶ δέησις ἐκ θανάτου ῥύεται. Ἄλλως γε οὐ δυνατὸν ἐκ καρδίας ἐπικαλεῖσθαι τὸν Κύριον ἀδηφαγίᾳ καὶ κραιπάλῃ συζῶντα·
καθὼς καὶ ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ τοῖς ἑαυτοῦ μαθηταῖς παρήγγειλεν· Βλέπετε, φησὶν, μὴ βαρηθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ καὶ μέθῃ. Ἡ γὰρ ἀναθυμίασις τοῦ πλήθους τῶν εἰσπορευομένων τροφῶν περὶ τὰ κοῖλα τοῦ ἐγκεφάλου μέρη τὸ περὶ αὐτὸν τὸν λογισμὸν ἐπιθολοῖ χρήσιμον, αὐτὴν ἐπιταράττουσα τὴν καρδίαν, Οὕτως ἡ κατὰ ἀλήθειαν εὐχὴ πασῶν τῶν ἐντολῶν ἀφετηρία τις ὑπάρχει, συμπαρατρέχειν τῷ οἰκείῳ κόσμῳ πάσας καταναγκάζουσα. ΓΚορυφαιότατον ἀγαθὸν εὐχὴ καὶ ὁμιλία Θεοῦ· κοινωνία γάρ ἐστι καὶ ἕνωσις πρὸς Θεόν· καὶ ὥσπερ οἱ τοῦ σώματος ὀφθαλμοὶ φῶς καθορῶντες φωτίζονται, οὕτως καὶ ψυχὴ πρὸς Θεὸν ἐκτεινομένη τῷ ἀνεκλαλήτῳ αὐτοῦ φωτὶ καταλαμπομένη φωτίζεται. Εὐχὴ οὖν οὐκ ἐν σχήματι γινομένη, ἀλλ' ἐκ καρδίας ἐπιτελουμένη· οὐ καιροῖς καὶ διαστήμασιν ὡρῶν περικλειομένη, ἀλλὰ νύκτωρ καὶ μεθ' ἡμέραν ἄπαυστον τὴν ἐργασίαν ἔχουσα. Οὐ γὰρ χρὴ μόνον ἐπὶ τὴν εὐχὴν ἀπιόντα ὀξέως ἀπάγειν τὸν λογισμὸν πρὸς τὸν Θεόν· ἀλλὰ δεῖ καὶ ἐπί τινας ἀσχολούμενον χρείας, ἢ περὶ κηδεμονίαν πτωχῶν, ἢ περὶ φροντίδας ἑτέρας, ἢ ἐπωφελεῖς εὐποιΐας, τὸν πόθον καὶ τὴν μνήμην τοῦ Θεοῦ καταμίσγειν, ἵνα καθάπερ ἅλατι τῇ τοῦ Θεοῦ ἀρτυομένη ἀγάπῃ, βρῶμα ἡδύτατον τῷ πάντων ∆εσπότῃ γίνωνται. ∆υνάμεθα δὲ τὴν ἐκ ταύτης ὄνησιν παρὰ πάντα τὸν βίον ἀναφαίρετον κτήσασθαι, ταύτῃ τὸ πλεῖστον ἀπονέμοντες τοῦ καιροῦ.Εὐχὴ φωτισμὸς ψυχῆς, ἀληθὴς Θεοῦ ἐπίγνωσις, Θεοῦ καὶ ἀνθρώπων μεσίτης, παθῶν ἰατρὸς, ἀλεξιφάρμακον νόσων, γαλήνη ψυχῆς, ὁδηγὸς οὐρανία, οὐ περὶ γῆν στρεφομένη, ἀλλ' εἰς αὐτὴν τῶν οὐρανῶν πορευομένη τὴν ἁψῖδα. Ὑπερπηδᾷ κτίσματα, τέμνει νοητῶς τὸν ἀέρα, ὑπὲρ τὸν ἀέρα πορεύεται, διαβαίνει τὰς τῶν ἄστρων χορείας, ἀνοίγει πύλας οὐρανῶν, ὑπὲρ τοὺς ἀγγέλους γίνεται, Θρόνους καὶ Κυριότητας παρέρχεται, διαβαίνει τὰ Χερουβὶμ, καὶ ὑπεράνω πάσης φύσεως γενητῆς γενομένη, πρὸς αὐτὴν τὴν ἀπρόσιτον παραγίνεται Τριάδα. Ἐκεῖ προσκυνεῖ τῇ θεότητι, ἐκεῖ καταξιοῦται συνόμιλος γενέσθαι τῷ οὐρανίῳ βασιλεῖ. ∆ι' αὐτῆς ἡ ψυχὴ μετέωρος ἀρθεῖσα εἰς οὐρανοὺς, περιπλέκεται τῷ Κυρίῳ περιπλοκαῖς ἀῤῥήτοις, ὥσπερ νήπιον πρὸς ἰδίαν μητέρα μετὰ δακρύων βοᾷ τοῦ θείου γλιχομένη γάλακτος· αἰτεῖ δὲ τὰ οἰκεῖα θελήματα, καὶ λαμβάνει δωρεὰς κρείττονας πάσης ὁρατῆς φύσεως. Πρέσβις γὰρ αἰδέσιμος ὑπάρχει εὐχὴ, χαροποιεῖ τὴν καρδίαν, ἀναπαύει τὴν ψυχὴν, φόβον ἐγγενᾷ κολάσεως, βασιλείας οὐρανῶν ἐπιθυμίαν, ταπεινοφροσύνην διδάσκει, ἐπίγνωσιν ἁμαρτίας παρέχει, ἁπαξαπλῶς πᾶσι κατακοσμεῖ τοῖς ἀγαθοῖς τὸν ἄνθρωπον, ὥσπερ τινὰ πέπλον ποικίλον πᾶσαν φύσιν ἀρετῆς τῇ ψυχῇ περιτιθεῖσα. Αὐτὴ καὶ τῇ Ἄννῃ τὸν Σαμουὴλ ἐδωρήσατο, καὶ τοῦτον προφήτην τοῦ Κυρίου ἀπέδειξεν· αὐτὴ καὶ τὸν Ἠλίαν ζηλωτὴν τοῦ Κυρίου πεποίηκεν· καὶ τῆς ἐπὶ τὴν θυσίαν καθόδου τοῦ οὐρανίου πυρὸς ὁδηγὸς γεγένηται. Τῶν γὰρ ἱερέων τῆς Βάαλ πανημέριον ἐπικαλουμένων τὸ εἴδωλον, αὐτὸς ἐκ καθαρᾶς καρδίας τὴν φωνὴν ἀνατείνας, καὶ βοήσας καρδίᾳ καὶ στόματι, τὸ πῦρ κατήγαγεν ἐξ οὐρανῶν, μαρτυρία τῆς εὐχῆς τῆς δικαίας. Καθάπερ γάρ τις ἀετὸς ἐπὶ τὸ θυσιαστήριον ἐπιπτὰς, τῷ λάβρῳ τῆς φύσεως κατεκάρπωσεν ἅπαντα. Τοῦτο δὲ πεποίηκεν ὁ μέγας θεράπων τοῦ Θεοῦ Ἠλίας ὁ ζηλωτὴς, ἡμᾶς ἐπὶ τὰ πνευματικὰ διὰ τῶν τότε παιδαγωγῶν, ἵνα καὶ ἡμεῖς ἐκ καρδίας πρὸς τὸν Θεὸν βοῶντες, τὸ ἄῤῥητον τοῦ Πνεύματος πῦρ ἐπὶ τὸ θυσιαστήριον τῆς ἡμετέρας καρδίας κατελθεῖν προτρεψώμεθα, διὰ τοῦτο τέλειον ὁλοκάρπωμα γινόμενοι τῷ Κυρίῳ. Εὐχὴ καὶ Μωυσῆν τὸν νομοθέτην ἱλαστήριον τοῦ Θεοῦ πεποίηκεν τὸν Ἰσραὴλ, καὶ πρόπαια κατὰ τῶν ἐναντίων τοῖς Ἰσραηλίταις ἔπηξεν. ∆ι' εὐχῆς καὶ Ἰησοῦς, ὁ τοῦ Ναυῆ, τὸ μέγα καὶ περιφανέστατον ἐν τοῖς οὐρανοῖς ἄστρον τὸν ἥλιον, μέσον ἤδη τοῦ πόλου κατατέμνοντα τὸν αἰθέρα, ἐν αὐτῷ τῷ τόπῳ καιρὸν ἡμέρας διατρίψαι πεποίηκεν. Οὕτω δὴ ταύτῃ τὰ πρεσβεῖα τῶν ἐντολῶν ὁ Κύριος ἔδωκεν, ὥστε πόλεων καὶ κωμῶν καὶ τῶν ἰδίων ἀποφεύγοντα μαθητῶν, ἐν ταῖς ἐρήμοις ὑποχωρεῖν τῆς προσευχῆς ἕνεκεν, ἵνα ἐκτὸς θορύβων καὶ περιστάσεων ἀνθρωπίνων ἐν ἡσυχίᾳ ταύτῃ μετὰ μεγάλου πόθου προσομιλῇ, διδάσκων ἡμᾶς ἅμα, ὅτι χρὴ τὸν τοιαύτην ἐπαγγελλόμενον πολιτείαν, τόπους καταλαμβάνειν ἐρήμους,ἀπερισπάστως τὸ τοιοῦτον πράττοντας. ∆ι' εὐχῆς καὶ τὸ μέγα τῶν ἀποστόλων σύστημα κατηξιώθη τὸν Παράκλητον δέξασθαι σήμερον· τούτου γὰρ ἕνεκεν περὶ αὐτῆς ὑμῖν ἠναγκάσθην σήμερον διεξελθεῖν. Εὐχὴ, τοῦ σώματος ἐπὶ γῆς κειμένου, τὴν ψυχὴν πρὸς ἐκείνην τὴν ἐπουράνιον ἀποκομίζει πηγὴν, κἀκείνου τοῦ πόματος ἐμφορήσασα ταύτην ποιεῖ ἐν αὐτῇ πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Αὐτὴ τῶν μελλόντων ἀληθῆ δίδωσιν πληροφορίαν, κρείττονα λοιπὸν πίστεως τὴν ἐπίγνωσιν τῶν ἐκεῖσε παρεχομένη ἀγαθῶν, θησαυροὺς ἀποκρύφους, ἀοράτους, σκοτεινοὺς ἀνοίγει, δεικνύει σοι τὸν ἀντίπαλον· τέμνει τὰς τῶν ἀλλοφύλων παρατάξεις, τὰς ἀντικειμένας ἀφανίζει δυνάμεις, καὶ πρὸς αὐτὸν ὁδηγεῖ τὸν βασιλέα. Εὐχὴν ὅταν εἴπω, μὴ νομίσῃς λόγους εἶναι.
Πόθος ἐστὶ πρὸς Θεὸν, ἀγάπη ἀνεκλάλητος, οὐκ ἐξ ἀνθρώπων ἐπιτελουμένη, ἀλλ' ἐκ θείας ἐνεργουμένη χάριτος περὶ ἦς καὶ ὁ Ἀπόστολος λέγει· Τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν, ἀλλ' αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Τὴν τοιαύτην εὐχὴν ἐάν τινι χαρίσηται ὁ Κύριος, πλοῦτός ἐστιν ἀναφαίρετος, καὶ σίτισις οὐρανία κορεννύουσα τὴν ψυχήν· ἧς ὁ γευσάμενος τὸν πρὸς Κύριον πόθον ἀΐδιον κέκτηται, ὥσπερ πῦρ τι λάβρον τὴν αὐτοῦ καρδίαν ἐκκαῖον.
Ταύτην δὲ πρωτοτύπως ἐπιτελῶν, ἐπιεικείᾳ καὶ καρδίᾳ ταπεινῇ, ζωγράφει τὸν οἶκόν σου, καταφαίδρυνε τῷ τῆς δικαιοσύνης φωτὶ, ἔργοις ἀγαθοῖς, ὥσπερ τινὶ δοκίμῃ πλακὶ, τὸν σεαυτοῦ διακόσμησον οἶκον, καὶ ἀντὶ τειχέων καὶ ψηφίδος πίστει καὶ μακροθυμίᾳ καλλώπισον· ἐπὶ πᾶσι τὴν εὐχὴν ὥσπερ ὄροφον εἰς ἀπαρτισμὸν ἐπιτιθεὶς τοῦ οἴκου, ἵνα τέλειον τὸν σαυτοῦ οἶκον παρασκευάσῃ τῷ ∆εσπότῃ, καὶ ὥσπερ ἐν οἴκῳ βασιλικῷ καὶ περιφανεῖ τὸν Κύριον ὑποδέξῃ, καθάπερ ἄγαλμα λοιπὸν αὐτὸν ἐν τῷ τῆς ψυχῆς ναῷ καθιδρυμένον ἔχων διὰ τῆς χάριτος αὐτοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΟΜΙΛΙΑ Ηʹ. Ὅτι πάντων ἡ κατὰ ψυχὴν ἀρετὴ προτιμοτέρα.

Ἀριθμῶν τὰ τοῦ βίου πολλάκις κατ' ἐμαυτὸν ἀγαθὰ, καὶ μεστὴν εὑρίσκων πολλῶν πανταχόθεν τὴν κτίσιν, καὶ μυρίων τῷ γένει παρεκτικὴν ἀγαθῶν, οὐδὲν ὁρῶ τοῦ ψυχῆς ὡραιότητα φιλοκαλεῖν ἀγαθώτερον, οὐδὲ μᾶλλον ἀνθρώπου πρεπωδέστερον φύσει. Τίς γὰρ οὕτω πρέπων ἀνθρωπότητι πλοῦτος, ὡς ἐλπίδων εὐσεβῶν εὐπορία; Τίς οὕτως ἐκ δυναστείας λαμπρὸς, ὡς ἐκ γνώμης τῷ τῶν ὅλων βασιλεῖ τιμωμένης; Τίς ἐκ τρυφῆς ἡδονὴ τηλικαύτη, ὁπόση τις συνειδότος ζωοποιοῖς ἑστιωμένου μαθήμασιν; Πᾶν ὅπερ ἂν εἰς μέσον ἀγαθὸν παραγάγῃς, ἐξ οὐδενὸς ἂν εὕροις ὡς ἐκ γνώμης ἐνθέου σεμνυνόμενον ἄνθρωπον. Τῶν μὲν γὰρ ἄλλων καλῶν ἐστίν τις καὶ τοῖς ἀλόγοις πρὸς ἡμᾶς κοινωνία· οἷον ἡ τῆς ἀκτῖνος καλή τις ἀπόλαυσις, ἀλλὰ πρόκειται καὶ τοῖς κτήνεσιν αὐτή· ἡ τῶν βρωμάτων ἀγαθὴ χορηγία, ἀλλὰ τούτων κἀκείνοις μετάσχεσις· αἱ τοῦ κάλλους ἐράσμιοι χάριτες, ἀλλ' εὕροις ἂν καὶ κάλλος ἐξ ὀρνίθων ἀστράπτον· τὸ δὲ ἰσχύος πολυθρύλλητον δῶρον, ἀλλ' ἔστιν τὸ ταύτης καὶ βουσὶν πλεονέκτημα· ἡ τοῦ πλούτου πολύευκτος ἄθροισις, ἀλλ' ἴδοις ἂν καὶ ὄστρεα πλούσια μαργαριτῶν θησαυροῖς. Οὐδενὸς τῶν σαρκίνων παρ' ἡμῖν καυχημάτων ἡ τῶν ἀλόγων ἀκοινώνητος φύσις, οὐδενὸς σωματικοῦ παρ' ἡμῖν πλεονεκτήματος χείρων.Ἐξ ἑνὸς δὲ αὐτοῖς μόνου πρὸς ἡμᾶς παραχώρησις, ἑνὶ μόνῳ παρ' ἡμῶν νικῶνται πλεονεκτήματι. Ποίῳ δὴ τούτῳ; Τῇ τῆς γνώμης ἀξίᾳ, δι' ἢν ἄνθρωπος Θεῷ παραπλήσιος, νῷ κεχρημένος κυβερνήτῃ τῶν ὄντων, διανοίᾳ διοικῶν τὰ τῆς κτίσεως, λογισμῷ τὸν οὐρανὸν διεξιὼν, ἐννοίᾳ τὸ ὑπήκοον ἄγων, ἡνιοχῶν σοφίᾳ τῆς ἀτάκτου θαλάσσης τὸ δύσχρηστον, προνοίᾳ τὰ φυόμενα σώζων, ἐπιστήμῃ δεικνὺς τὰ φαινόμενα, δεσπόζων τῆς τῶν ὄντων, ὡς ὁ κτίστης, καλλιτεχνίας. Καὶ ταῦτα δηλῶν ἐκ προοιμίων ἐφ' ἡμῖν ὁ Θεὸς ἀνεβόα· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν. Καὶ φοβερὰ τῆς εἰκόνος ἡ τιμὴ, καὶ φιλάνθρωπος· φοβερὰ μὲν ὡς εἰκὼν ἀρχετύπου φρικώδους. Κίνδυνος γὰρ οὐ μικρὸς, μὴ σχοίη τις πρόσκρουσιν τῷ τῆς ἁμαρτίας σπίλῳ τὴν εἰκόνα σπιλώσας· φιλάνθρωπος δὲ, ὡς μεγάλη δωρεὰ πρὸ ἱδρώτων, ἣν ἡμῖν ὁ κτίστης πρὸ γενετῆς παρεσκεύαζεν. Ποιήσωμεν γὰρ, φησὶν, ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν. Πρὸ τῆς πλάσεως μερίμνῃ τιμώμεθα. Ἑκάστῳ μὲν γὰρ τῶν ὄντων παρεχόμενος ὕπαρξιν, αὐθεντίαν ἐτήρει προστάττοντος, καὶ πᾶσαν τῶν ὁρωμένων τὴν φύσιν ἐκ προστάγματος ἔκτιζεν, προστακτικῶς τοῖς οὐκ οὖσιν ἐπιφθεγγόμενος· Γενηθήτω φῶς· γενηθήτω στερέωμα· γενηθήτωσαν φωστῆρες εἰς φαῦσιν· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· ἐξαγαγέτω ἡ γῆ τετράποδα κατὰ γέ νος!
Ὡς δὲ ἔδει κτισθῆναι τὸν ἄνθρωπον, ἀφεὶς τὸν προστάττοντα, τὸν αὐτουργὸν ἀνελάμβανεν, ἀφεὶς τὸν σχεδιάζοντα τῶν ὄντων τὴν σύνθεσιν, τὴν ἀνθρωπογένειαν ἐσκέπτετο, ἀφεὶς εἰπεῖν πρὸς τὴν γῆν, ἐξάγαγε ἄνθρωπον! Ὡς κτίσαι τὸν ἄνθρωπον μὴ δυνάμενος μόνος, καὶ κοινωνοὺς συγκαλεῖ πρὸς τὴν πλάσιν, καὶ ὡς συνεργῶν δεόμενος κέκραγεν· Ποιήσωμεν· οὐ μελέτης εἰς τέχνην δεόμενος, οὐ συνεργῶν εἰς διάπλασιν χρῄζων, ἀλλὰ τῷ τῆς μελέτης καὶ συνεργίας σχηματισμῷ μεμεριμνημένον αὐτῷ καὶ πάμμεγα διαπλάττειν ἐνδεικνύμενος γένος. Ἐν δὲ τῇ τιμῇ καὶ παιδαγωγία τις τῷ γένει πρὸς εὐσέβειαν κέκρυπται. Πᾶσαν γὰρ τὴν κτίσιν θεοποιίας ἐξέβαλεν, εἰκόνι τῆς ἰδίας αὐτὴν παραδοὺς μοναρχίας· εἰκόνος γὰρ βασιλέως ἅπαν μέγα νομιζόμενον. ∆εύτερον· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν· καὶ προβλέπων μὲν τὸ ἄγνωμον, τὸ φίλτρον οὐκ ἤμβλυνεν· οὐ γὰρ ἔδει μὴ λάμψαι τὸν ἥλιον διὰ τοὺς πρὸς τὴν ἀκτῖνα τυφλούς· διὰ τοῦτο καὶ προειδὼς τὴν παράβασιν, τὴν φιλανθρωπίαν ἀνέτελλεν· καὶ προορῶν τὸ μέλλον, τὴν τιμὴν οὐκ ἀνεῖλεν, καὶ προγιγνώσκων τὴν ὕβριν, οὐ κατέσχεν τὴν χάριν, φιλοκαλῶν πλαττομένους, ἵνα κἂν ὡς πρόσκαιρος ἀπομάθῃ τὸ ἄπληστον, καὶ δῷ πρόφασιν τῷ Θεῷ δευτέρου δώρου πρὸς ἀρχὴν ἀϊδίου. ∆εινὸν γὰρ εἰς ἀπληστίας σωφρονισμὸν τελευτή. Τῷ γὰρ μετὰ μικρὸν κεισομένῳ τῆς ἀπλήστου τίς ὄνησις κτίσεως; Τῷ τὸν βίον ὡς ὁδὸν διϊόντι ἡ τῶν περιττῶν ἀχθοφορία ματαία. Ὁδὸν γὰρ τὸν βίον, οὐ πατρίδα κεκτήμεθα. Οὕτως αὐτὸν ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις καλῶν· Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ.
Εὔλογος ἡ τῆς ὁδοῦ προσηγορία τῷ βίῳ· μεμέτρηται γὰρ ζωὴ ὥσπερ ὁδὸς διαστήμασιν· πρόσκαιρόν ἐστιν πλουτούντων καὶ πτωχῶν πανδοχεῖον· ὀλιγοχρόνιος παρερχομένων ἀνάπαυσις· Αἱ ἡμέραι γὰρ ἡμῶν ὡς σκιὰ παράγουσιν. Ποῦ τὰ πρῶτα τῆς ζωῆς ἡμῶν ἔτη; Παρῆλθεν ὡς σκιᾶς φαντασία, διέδραμεν ὡς σχήματος σκίασμα. Πόσον ἡμῖν τῆς ὑπολοίπου ζωῆς τὸ διάστημα; Τίθει πολυετίαν φιλότιμον, ἑκατοντοῦτιν ζωήν· εἰ δὲ βούλει, τριπλασίασιν δὸς ἔτεσιν, καὶ οὐδενὶ τῶν βιωτικῶν τούτων παρέξῃ τὸ μόνιμον· κἂν πλούτῳ φιλοτιμῆται, κἂν τρυφῇ περικλύζηται, κἂν θρόνων ὑψηλότητι λάμπῃ, κἂν ὅ τι οὖν τῶν τοῦ βίου συμπεριφέρῃ λαμπρῶν. Πάντα γὰρ τοῖς τῶν ἀνθέων μαρασμοῖς ἐοικότα, πάντα διαδοχῆς θρηνώδους ὑπεύθυνα, σαθρὰ μὲν ὄντα, καὶ καθ' ὃν θάλλει καιρόν· ἔχει γὰρ κινδύνων διὰ παντὸς ἀγωνίαν. Ὁ πλοῦτος μεριμνᾷ τὰς λῃστείας, ἡ τρυφὴ κινδυνώδης ταῖς νόσοις, μεταβολαὶ ταῖς δυναστείαις· καὶ παλαίσας πολυτρόποις κινδύνοις καὶ μυρίοις ἐκτακεὶς μεριμνήμασιν, ἔχει θάνατον αὐτῷ φυλαττόμενον, ἀντίπαλον ἄῤῥηκτον, ἀπερίγραφον τόποις, ἀκολάκευτον δώροις, ἀδυσώπητον θρήνοις, αἰφνίδιον ἅρπαγα. Ὁ χθὲς ἐν πλούτῳ, σήμερον ἐξαπίνης ἐν τάφῳ· ὁ χθὲς ἐν συμποσίῳ τρυφῆς, σήμερον ἐν καταλόγῳ νεκρῶν· ὁ χθὲς ἐν τοῖς θρόνοις, τῇ μετὰ ταύτην ἐν σπαργάνοις· ὁ χθὲς ἐν τοῖς κόλαξι, μετὰ μικρὸν ἐν τοῖς σκώληξι. Ποῦ τῶν ἀριθμουμένων ἡ χαρὰ βαλαντίων; Ποῦ τῆς προσόδου τῶν κτημάτων ὁ κόμπος; Ποῦ πλουσίου καὶ πενομένου νεκροῦ τὸ διάφορον; Ποῦ βασιλέως καὶ προσαίτου τὸ μέσον; Ἀμφοτέρων ὁ διάδοχος θάνατος, ἑκατέρου τὸ συμπέρασμα τάφος· πλὴν ἐνταφίων οὐδενὶ συνοδία Εὖγε τῆς Παύλου φωνῆς· Πορισμὸς, φησὶν, μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας· οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἄμαχος συλλογισμὸς αὐταρκείας, τῷ μηδὲν τῶν κτηθέντων συνεξιέναι τοῖς κτήτορσιν· οὐδὲν γὰρ, φησὶν, ἐξενεγκεῖν δυνησόμεθα. Τί, φησὶν, ἃ μὴ μετάγεις, συνεξάγεις; Τί κατέχεις τὰ μὴ κρατούμενα; Τὸ πέρας τῆς αὐταρκείας τοῖς κτησαμένοις ἀνόνητον. Ὅσα γὰρ ἂν συλλέξειεν ἄνθρωπος, εἰς σκέπην αὐτῷ καὶ τροφὴν τελευτήσει, τῶν δὲ λοιπῶν ἁπάντων κληρονόμος ὁ βίος. Ψυχαγωγούμεθα δὲ ταῖς διαθήκαις οἱ κτήτορες, ἃ λαβεῖν οὐκ ἰσχύομεν, χαριζόμενοι γράμμασιν· ἃ κατέχειν οὐκ ἔστιν, ἀφιέναι δοκοῦντες, ὡς, εἴγε κατέχειν ἦν, οὐκ ἂν ἐξέστημεν ἄλλῳ. Καὶ δηλοῖ τὴν γνώμην τῆς διαθήκης ὁ πρόλογος· εἴη μέν με, φησὶν, ζῇν, καὶ κυριεύειν με τῶν ἐμῶν. Εὐχὴν περισφίγγοντος καὶ παραχωροῦντος φωνῇ γράφει τὸ γράμμα καὶ τοῦ γράμματος τὸ ἔργον ἀπεύχεται· εἴη μέν με ζῇν, καὶ κυριεύειν με τῶν ἐμῶν. Οὐδὲ ψυχοῤῥαγοῦντες τοῦ τῶν χρημάτων ἀφιστάμεθα φίλτρου· ἂν δέ τι, φησὶν, τὸν κατ' ἄνθρωπον πάθω, βούλομαι εἶναι κληρονόμους.
Κληρονομεῖ κἂν μὴ βούλει· ἡ φύσις σε καὶ ἄκοντα κληρονομεῖσθαι διέθετο. Κἂν σὺ τοῖς χρήμασι κληρονόμον μὴ γράψῃς, εὑρήσει κληρονόμον τὰ χρήματα· κἂν μηδενὶ καταλίπῃς, οὐδὲν ἐξενεγκεῖν ὧν ἐκτήσω δυνήσῃ. Οὐχ ὡς φαῦλον τὸ διατίθεσθαι λέγω· παραινεῖ γάρ που καὶ προφήτης ἀνθρώπῳ· Τάξαι περὶ τοῦ οἴκου σου· ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ· ἀλλὰ τὰς τῶν γηΐνων ἡμῶν κωμῳδῶ προαιρέσεις, ὅτι τὰ τούτοις ἐκ τούτων παραπεμπόμενα χρήματα τῶν ἀδιαδόχων τιμιώτερα κρίνομεν. Ὄντως πορισμὸς μέγας ἡ εὐσέβεια· οὐχ ὑπόκειται θανάτου διαδοχαῖς, οὐ διαθηκῶν σκορπίζεται γράμμασιν, οὐκ ἀφεὶς τὸν κτησάμενον κληρονομεῖται παρ' ἄλλων. Αὐτὸς ἑαυτοῦ κιβωτὸς ὁ φιλόθεος, αὐτὸς κληρονόμος τῆς οἰκείας οὐσίας, τῷ τῆς εὐσεβείας συνεκδημεῖ βαλαντίῳ, τῷ τῶν ἐλπίδων συνεπάγεται πλούτῳ, βαστάζει τῶν ἀρετῶν ὁδεύων τὴν πρόσοδον, εὑρίσκει τὸν οὐρανὸν οἰκίαν, ἀναμίγνυται συμποσίῳ δικαίων, καρποῦται βασιλείας ἀξίαν αἰώνιον, πρόσεισι τῷ βασιλεῖ σὺν παῤῥησίᾳ βοῶν· Σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. Πρὸς ἐκεῖνα Χριστιανοῖς ὁ σκοπός· δι' ἐκεῖνα τὸ τεχθῆναι μακαριστὸν, ὅτι τεύξεταί τις θέας ὑπὲρ ἔννοιαν θείας· τῆς τῶν ἀνθρώπων ἐξαίφνης ἀνοίξεως, τῆς παραδόξου τῆς γῆς ἀλλοιώσεως, τῶν τοὺς ἐξ αἰῶνος σαλπίγγων νεκροὺς ἐγειρουσῶν, τῶν φερομένων δι' ἀέρος δικαίων, τῶν ἀγγελικῶν ὀφθαλμοφανῶς βακχευμάτων, τῆς ἐπὶ τὴν γῆν ὑπ' ὄψεσιν τῆς οἰκουμένης τοῦ δεσπότου καθόδου. Ὦ πηλίκον τὸ νῦν αὐτοὺς πεφιληκότας θερμῶς κατὰ τὴν τότε βοῆσαι προσελθόντας ἀπάντησιν· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθημεν ἐνώπιόν σου μετὰ ἀληθείας καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποιήσαμεν, καὶ βοῶντας εὐθέως ἀντακοῦσαι βοῶντος· Καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν.
Ἀνανεύσωμεν δὴ τῆς πολλῆς περὶ τὰ βιωτικὰ φροντίδος· κουφίσωμεν τῶν γηΐνων τὴν ψυχὴν φορτισμάτων· διέλθωμεν πρὸς τὸ μέλλον ἐννοίαις· τῶν ἀδιαδόχων θησαυρῶν ἐρασθῶμεν· φυλάξωμεν ἀρετῆς ἁλουργίδι τὸ τῆς βασιλικῆς εἰκόνος ἀξίωμα· βασιλεύειν τῶν τοῦ βίου ταχθέντες, εἰς δουλείαν τὴν βασιλείαν μὴ στρέφωμεν· πρὸ παντὸς πλούτου ζητῶμεν τὸν τοῦ πλούτου προστάτην· Πλούσιοι γὰρ, φησὶν, ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |