ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εἰς τὸν Λάζαρον. αʹ.

Πέμπτη 20 Οκτωβρίου 2016

Εἰς τὸν Λάζαρον. αʹ.



Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα
Τόμος 62

17. Εἰς τὸν Λάζαρον. αʹ

Πᾶσα ἔνθεος  διδασκαλία  συνάγειν  εἴωθε  τῶν   φιλομαθῶν   ἀνδρῶν   τὰς ὠφελείας,  μάλιστα  δὲ αἱ κατὰ  καιρὸν  ἀεὶ γινόμεναι  ἑορταὶ, μιμούμεναι  τὰ τῶν ὑδάτων νάματα, ἃ τοῖς διψῶσιν ὀρεγόμενα, καὶ τὴν ἐπιθυμίαν θεραπεύοντα, μᾶλλον γίνονται τοῖς λαμβάνουσι ποθεινότερα. Τί οὖν μοι τὸ προοίμιον βούλεται; Λάζαρος ὁ τετραήμερος νεκρὸς κατὰ ταύτας τὰς ἡμέρας τῶν νηστειῶν ἀνέστη, ἤδη τοῦ Χριστοῦ πρὸς   τὴν   τοῦ   πάθους   σωτηρίαν   ἐπειγομένου,   καὶ   πρὸ   θαυμάτων   θαύματα γυμνάζοντος, καὶ πρὸ ἑορτῆς ἑορτὴν ἀνακαινοῦντος, καὶ πρὸ ἔργου ἔργον ἀναδεικνύντος,  ἵν',  ὅταν αὐτὸς σταυρῷ παραδοθῇ, μὴ ἀπαγορεύσωσιν οἱ μαθηταὶ τοῦ οἰκείου διδασκάλου τὴν ἀνάστασιν, ἀλλὰ πιστεύσωσιν ὅτι τὸν θάνατον ἄλλου χάριν ὑποτάξας, αὐτὸς οὐδὲν δεινὸν ὑπὸ τοῦ θανάτου παθεῖν δύναται.∆ίκαιον   τοίνυν  ἐστὶ καὶ  τῷ  καιρῷ,  καὶ  ἑαυτοῖς,  καὶ  τῇ  μελλούσῃ πανηγύρει χαριζομένους κοινωνῆσαι τῆς ἐπὶ τῷ Λαζάρῳ ἀναστάσεως εὐφροσύνης, κοινωνῆσαι  δὲ μὴ δακρύων  μόνον,  ἀλλὰ  καὶ θυμηδίας  καὶ χαρᾶς, ταῖς  περὶ τὴν Μαρίαν χρησταῖς  γυναιξὶ,  τιμῆσαι  δὲ  καὶ  τὸν  ἡμέτερον  διδάσκαλον  Ἰησοῦν  τῇ σπουδῇ τῆς ἱστορίας. Ὁ γὰρ τοὺς ἐκείνου φίλους τιμῶν, εἰς ἐκεῖνον παραπέμπει τὸ δῶρον· φιλάνθρωπος γὰρ ὢν, εἴωθεν ἀεὶ τὰς ὑπὲρ ἐκείνων οἰκειοῦσθαι τιμάς. Αὐτός ἐστιν ὁ εἰρηκὼς  ἐν  τοῖς  Εὐαγγελίοις· Ὁ δεχόμενος  ὑμᾶς, ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν ἀποστείλαντά με Ἦν δέ τις, φησὶν, ἀσθενῶν Λάζαρος, ἀπὸ Βηθανίας τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἁπλοῦς ὁ συγγραφεὺς ἀπερίεργον ἱστορίαν παραγαγών· ἁλιεὺς γὰρ ἦν ὁ Ἰωάννης.  Μέλλων οὖν παράδο  ξον ἔργον ἐκτιθέναι, οὐκ ἐθεράπευσε τῇ λέξει τὸν ἀκροατήν. Βλέπε ὃ λέγω·


Ἔγραψεν εἰς Βηθανίαν τὴν  κώμην  τὸ θαῦμα, τὸν  τρόπον, τὰς παρούσας καὶ μὴ παρούσας γυναῖκας,  τί  ἐλέχθη,  τί  ἐπράχθη,  ποῦ  ἀπήντησαν  τῷ  διδασκάλῳ,  πῶς ἐδάκρυσε, πῶς παρεκάλεσαν, πῶς ἐνεκάλεσαν πενθοῦσαι τῷ ∆εσπότῃ, ὅτι μὴ παρῆν τελευτῶντι  Λαζάρῳ, μηδ' ἔκλεισε τῷ λόγῳ τοῦ θανάτου τὰς πύλας, μηδ' ἐπέσχε τῆς ἀπωλείας τὰ κύματα· κυβερνήτου γὰρ παρόντος, τὸ σκάφος, ἂν ἐσώθη. Καὶ ἔγραψεν ἐν Ἐφέσῳ καθήμενος, ὡς δι' ἀκτημοσύνην καὶ πενίαν μηδὲ μέλανι καὶ χάρτῃ ἰδίῳ χρήσασθαι. Γράψαντος τοίνυν Ἰωάννου, πάντες συντρέχουσιν ἰδεῖν τάφον, νεκρὸν ἀπολέσαντα, βασιλεῖς, ἰδιῶται,  δικασταὶ, βαρβάρων φυλαὶ,  στρατιωτῶν  ἔθνη.  Τί λέγω τάφον; ἡ θήκη Λαζάρου γέγονεν ἐκκλησία. Πάντες γὰρ ἐπείγονται  αὐτόθι προσεύξασθαι, ὅπου Ἰησοῦς προσηύξατο, τῇ κοινωνίᾳ  τοῦ σχήματος τὴν ὠφέλειαν  ποριζόμενοι. Ἦν τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας τῆς κώμης Μαρίας καὶ Μάρθας. Μηδεὶς τόπον ὑπεροράτω· πανταχοῦ γὰρ ὁ Θεὸς, καὶ ἐν κώμῃ, καὶ ἐν πόλει, καὶ ἐν ὄρεσιν οἰκεῖ· πάντα ἐφορᾷ· πανταχοῦ γὰρ ὁ Θεὸς, οὐ τόποις προσέχων, ἀλλὰ γνώμαις εὐσεβῶν. Ὁ Λάζαρος ἔκαμνε, καὶ ὑπὸ τῆς νόσου κατηπείγετο. Ἐνταῦθα αἱ περὶ τὴν Μαρίαν καὶ Μάρθαν πισταὶ γυναῖκες οὐκ ἐπένθησαν πρὸς τὸ κακὸν, οὐκ ἀπηγόρευσαν πρὸς τὴν τοῦ πυρετοῦ προσβολὴν, οὐ φάρμακα ἐζήτησαν, οὐ γείτονας, οὐκ ἰατρὸν παρεκάλεσαν· περιττὸν γὰρ ἦν, Ἰησοῦν ἔχοντας, ἀληθινὸν  ἰατρὸν, ἕτερον ἐπιζητεῖν· ἀλλ' ἔγνωσαν ὅθεν σωθῆναι χρὴ καὶ ἀδελφοῦ νοσοῦντος πρεσβευτὰς πέμπουσι τοῦ μέλλοντος  θανάτου. Καὶ σὺ τοίνυν, ὅταν  παῖς,  ἢ  μήτηρ,  ἢ  ἀδελφὸς,  ἢ  γνώριμος  ἀσθενῶν  ὑπὸ  τῶν  κάτω  δημίων ἕλκωνται,  πέμψον πρὸς τὸν Ἰησοῦν, μὴ ἀνδρὶ διακόνῳ  χρώμενος, ἀλλὰ ταῖς σαῖς εὐχαῖς πολὺ τῶν  ἀνδρῶν  ἰσχυροτέραις οὔσαις, καὶ μίμησαι τὰς περὶ τὴν Μάρθαν  γυναῖκας. Τί λέγουσιν; Οὐ, Παρακλήθητι· οὐκ, Ἐπείχθητι· οὐκ, Ἐλθὲ, δὸς τὴνχάριν· ἀλλὰ  τί  φασι; Κύριε, ἴδε,  ὃν  φιλεῖς,  ἀσθενεῖ.  Ἐπετηρήσατο ὁ  θάνατος  τὴν  σὴν ἀποδημίαν, καὶ τὸν σὸν ἐκβιάζεται φίλον.  Ἐπίστηθι Λαζάρῳ κλεπτομένῳ, ἁρπαζομένῳ, πολεμουμένῳ,  πολλοῖς  τοξεύμασι βαλλομένῳ,  πυρετῷ καὶ ἀλγηδόσι καὶ νέφει κακῶν· ἄδηλον δὲ, εἰ καὶ τὸν φίλον εὑρήσεις.Ἤκουσεν ὁ Ἰησοῦς, καὶ εἶπεν· Ἡ ἀσθένεια αὐτὴ οὐκ ἔστι πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς  δόξης τοῦ Θεοῦ, ἵνα  δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου  δι' αὐτῆς. Τί οὖν θαυμάσω; τῶν  λεχθέντων  τὴν  πρόνοιαν,  τὴν  προφητείαν,  τὴν  ἔκβασιν; τὸ ὑπὲρ ἄνθρωπον ἐπίταγμα, τὴν ἀπόῤῥητον φιλανθρωπίαν,  τὴν ἐπιείκειαν τῶν λόγων, τὴν πρὸς τὸν Πατέρα τιμήν; Πάντα εὑρίσκω Θεοῦ. Προεῖπεν ὡς Θεὸς, Ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον, καὶ ἐπήγαγε μετ' οὐ πολὺ τὸ ἔργον. Ἀνέπεμψε τὴν δόξαν τῷ Θεῷ, μίαν εἶναι Πατρὸς καὶ Υἱοῦ δεικνὺς  δοξολογίαν· παρεμυθήσατο τῇ φάσει τὰ ἀδελφὰς, χρηστὰς ἐλπίδας αὐταῖς ἐπιδοὺς, εἰπών· Ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον. Οὐκ ἀποθνήσκει Λάζαρος. Εἰ γὰρ μὴ δίδοται τῷ θανάτῳ, μένει ζῶν. Ἀλλὰ δίδοται, καὶ οὐ δίδοται. Ὅταν γάρ τις, ὃ ἔλαβεν, ἀποδῷ, τῇ ἀληθείᾳ οὐ λαμβάνει. Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, φησὶν, ἐν τῷ τόπῳ ἐκείνῳ ἔμεινε δύο ἡμέρας. ∆ιὰ τί ἔμεινε; Τὸν χρόνον  ἐδαπάνησεν,  ἵνα  σαφῶς  τὸν  Λάζαρον ὁ θάνατος  λάβῃ· ἵνα  τὸ κῦμα παρερχόμενον τὸ σκάφος βαπτίσῃ. Εἰ γὰρ παρῆν, ἐδραπέτευσεν ἂν ὁ πυρετὸς, καὶ τῇ φύσει   τοῦ   νοσήματος   ἐλογίζετο   τὸ   γινόμενον·   εἰ   δὲ  καὶ   τῷ   Ἰησοῦ,  ἀλλὰ καταδεέστερον τὸ θαῦμα. Ἔλαβε τοίνυν αὐτὸν ὁ κοινὸς τῶν ἀνθρώπων θάνατος, καὶ τοῦτον εἶχε δεσμώτην. Μετὰ ταῦτα ὁ Ἰησοῦς, ὁ μὴ παρὼν, ὁ μὴ ψηλαφήσας, ὁ μὴ αὐτοπτήσας τοῖς μὴ εἰδόσι λέγει· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται. Ἀλλὰ πορεύομαι, ἵνα ἐξυπνίσωαὐτόν.  Πολλὴ  τῶν  ἀνθρώπων   παραμυθία·  ὁ  θάνατος  εἰς  ὕπνον  μετεβλήθη,  ἡ ἀπώλεια εἰς σωτηρίαν μετηνέχθη λόγῳ. Μηδεὶς τοίνυν τοὺς τεθνεῶτας ἀπαγορεύσῃ· πάντες γὰρ ζῶσι τῷ Θεῷ, ὅτε θέλει καθεύδοντες, καὶ ὅτε θέλει ἐγειρόμενοι. Λέγουσιν αὐτῷ  οἱ μαθηταὶ,  ἀγνοήσαντες  τοῦ αἰνίγματος  τὸν  λόγον·  Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Θεραπεία γὰρ τοῖς κάμνουσιν ὁ κατὰ φύσιν ὕπνος. Τότε λέγει  αὐτοῖς παῤῥησίᾳ· Λάζαρος ἀπέθανε,  καὶ  χαίρω  δι'  ὑμᾶς.  Καὶ τίς  ἐπὶ  νεκρῷ  χαίρει;  τίς εὐφραίνεται  ἐπὶ  φίλου  τεθνεῶτος;  σκυθρωπάζειν  ἔδει καὶ λυπεῖσθαι  πολέσαντας τοὺς ἑαυτῶν. Ἀλλὰ, Χαίρω δι' ὑμᾶς, ὅτι  οὐκ ἤμην ἐκεῖ. Εἰ γὰρ ἤμην, ὁ πυρετὸς ἐσβέννυτο λόγῳ, καὶ ἔλαττον ἐδείκνυτο τὸ θαῦμα, ἢ συνηθείας τὸ πρᾶγμα ἐνομίζετο· νῦν δὲ ἔμεινα, ἵνα ὁλοκλήρως ὁ λύκος τὸν ἀμνὸν διαρπάσῃ· κατέπιε γὰρ ὁ θάνατος ἰσχύσας, καὶ πάλιν  ἀφεῖλεν  ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς  προσώπου τῆς γῆς. Ἦλθον, ἠπείχθησαν ἐπὶ τὴν Βηθανίαν, οὐ τὴν πυρκαϊὰν σβέσαι δραμόντες, ἀλλὰ τῆς πυρκαϊᾶς τὴν κόνιν  θεάσασθαι· τάχα δὲ, ὅτε λείψανα  ναυαγίου  εὑρεῖν ἠδύναντο·ἤδη γὰρ ὦζε τετραήμερος ὤν. Ἐπὶ γὰρ τῶν  ναυαγίων  ἐστι καὶ τρόπιν εὑρεῖν, καὶ σανίδας συναγαγεῖν, καὶ κέρας λαβεῖν. καὶ πηδάλια εἰς ἑτέρας νηὸς χρῆσιν φυλάξαι, καὶ πολλῇ σπουδῇ χρησαμένους μέρος τι τοῦ φόρτου διασῶσαι· ἐπὶ δὲ τοῦ Λαζάρου πάντα φορτικὰ, καὶ παῦσις, καὶ δυσωδίας ἀνάδοσις. Τὸ πένθος ἦν ἐν ἀκμῇ, καὶ ὁ νεκρὸς ὑπὸ τὸν λίθον κατείχετο. Καὶ πολλοὶ, φησὶ, τῶν Ἰουδαίων ἐληλύθεισαν ἀπὸ τῆς πόλεως, ἵνα παραμυθήσωνται τὰς ἀδελφὰς τοῦ τεθνεῶτος. Μάρτυρας ἔχω, φησὶ, τῆς ἐσομένης χάριτος, ἵνα μὴ τὸ ἔργον κλοπὴ νομισθῇ, ἀλλ' ἀληθείας  ἀσφάλεια. Ἦλθεν ὁ Ἰησοῦς, κυβερνήτης μετὰ ναυάγιον, ἰατρὸς μετὰ νεκρόν. Καὶ τί ἦλθες ὧδε, ὦ ∆έσποτα; ἵνα ἐγκληθῇς, ὡς ῥᾳθυμήσας τοῦ φίλου, ὡς παριδὼν ἀπολλύμενον,  ὡς μὴ συνταξάμενος μέλλοντι  τελευτᾷν; Ἤκουσεν ἡ Μάρθα, καὶ μικρὸν τοῦ λυπηροῦ σχήματος φροντίσασα ἔρχεται  δρομαία κατὰ τὴν  ὁδὸν, καὶ ἐγκαλεῖν  ἄρχεται  τῷ Σωτῆρι πενθικῶς· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. Ποιμένος γὰρ παρόντος, πῶς ἀπόλλυται πρόβατον; στρατηγοῦ μαχομένου, πῶς διηνοίγοντο πύλαι; ἡλίου φαίνοντος,  πῶς ὁ χρυσὸς ἐσυλᾶτο; Κύριε, εἰ ἦς ὧδε, οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός. Ἄπιστος ὁ λόγος, ἔτι δὲ καὶ ἀσθενής· κεραμέως γὰρ παρόντος, δυνατὸν ἦν τὸ  διαπεσὸν  σκεῦος πάλιν  ἀναπλασθῆναι.  Λέγει αὐτῇ  ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου. Ἡ δὲ πρὸς αὐτὸν, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Εἶπε δὲ ὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ἀνάστασις. Τί τοίνυν,  ὃ ἔχεις, ζητεῖς, Ἔκδεξαι μικρὸν, καὶ ὄψει τὴν χάριν. Ἤκουσεν, ἐπίστευσεν ἡ Μάρθα, καὶ τὴν ἀδελφὴν  ἐπεγείρει, καὶ δρομαῖοι φέρονται πάντες οἱ πενθοῦντες, οἱ τὸ πάθος παραμυθούμενοι. Πάλιν ὁ Ἰησοῦς ἐν ὄχλῳ καὶ ἐν γάμῳ καὶ ἐν πένθει, πανταχοῦ τοῖς πιστεύουσι λύων τὰς δυσκολίας. Ὡς δὲ εἶδε τὸ πένθος καὶ τὰ δάκρυα, λέγει ὁ Ἰησοῦς· Ποῦ τεθείκατε αὐτόν; ∆ιὰ τί ἐξετάζεις, ὦ ∆έσποτα; μὴ παρὼν  ᾔδεις  τὸν  θάνατον,  καὶ  παρὼν  οὐκ  οἶδας  τὸν  τόπον,  ἀλλὰ  λέγεις,  Ποῦ τεθείκατε αὐτόν; ∆ότε μοι, φησὶ, τοὺς θάψαντας, τοὺς καταδήσαντας, τοὺς ἐνειλίξαντας   τὸν   νεκρόν.   Οὗτοί  μου   μάρτυρες   τῶν   ἐσομένων   καταστάντες γνωρίσωσι τὰ ἑαυτῶν, ἵν', ὅταν ἴδωσι τὸν ὑπ' αὐτῶν ταφέντα ἀναστάντα, μὴ φαντασίαν εἶναι νομίσωσι τὸ ἔργον. Ἦλθεν ἐπὶ τὸ μνημεῖον ἠνέσχετο δεικνύντων  ὁ πάντα εἰδώς· μετὰ ταῦτα καὶ ἐδάκρυσε. Καὶ τί δακρύεις, εἰ ἀληθεύεις ὃ ὑπέσχου, εἰ μέλλεις αὐτὸν ἐγείρειν; Ἀλλὰ δακρύει τὸν ἄνθρωπον, δεικνὺς τὸ φιλάνθρωπον  τῆς γνώμης· τάχα δὲ καὶ διὰ τὴν τῶν Ἰουδαίων  ἀγνωμοσύνην,  ὅτι καὶ μετὰ τοῦτο τὸ θαῦμα πάλιν τῇ ἀπιστίᾳ παρέμειναν.Τινὲς γὰρ ἐξ αὐτῶν εἶπαν, Οὐκ ἠδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ,  ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; Ἠδύνατο. Τί δὲ προσλαμβάνετε τὴν λοιδορίαν; μείνατε, καὶ βλέπετε τὸ ἔργον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. Παράδοξος ὁ λόγος. Ὁ πύλας χαλκᾶς ἀνατρέπων, καὶ μοχλοὺς σιδηροῦς συντρίβων τοῦ θανάτου, λέγει, Ἄρατε τὸν λίθον; διὰ τί τῳ λόγῳ τὸν λίθον  οὐκ ἀφορμάζεις, ∆έσποτα; Ἄρατε, φησὶν, ὑμεῖς οἱ συκοφάνται τὸν λίθον, οἱ ἄπιστοι. οἱ ἀπατεῶνες·ἄρατε, ψηλαφήσατε, πληροφορήσατε, ἵνα μὴ πάλιν ἑαυτοῖς ἀπιστῆτε, ἀσφαλίσασθε τὴν   θέαν.   Οὐ  σκιὰ  ἐξιέναι   μέλλει,   οὐδὲ   φαντασία·   ταῦτα   γὰρ   καὶ   λίθων πεφραγμένων ἐξιέναι δύναται. Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα· Κύριε, ἤδη  ὄζει· τεταρταῖος  γάρ ἐστιν. Ἐχρῆν αὐτὸν  δοῦλον  ὄντα  μὴ τοῖς  δεσποτικοῖς χαρίσμασιν ἐξομοιοῦσθαι. Ὁ μὲν γὰρ ∆εσπότης κατὰ τὰς ἰδίας ὑποσχέσεις τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη· αὐτὸς δὲ τεταρταῖος ἐξανίσταται· ἄλλο γὰρ δοῦλος, καὶ ἄλλο ∆εσπότης. Λέγουσιν αὐτῷ,Κύριε, τεταρταῖός ἐστι, καὶ ἤδη ὄζει. Μικρὰ ταῦτα πρὸς Θεόν· οὔπω ὀστᾶ ξηρὰ, οὔπω σαρκῶν καὶ νεύρων ἔρημα, ὥς ποτε ἐπὶ τοῦ Ἰεζεκιὴλ τῶν νεκρῶν τὸ στρατόπεδον χαμαὶ  κείμενον,  καὶ  ἔρη   μον  πάντων,   ψυχῆς,  αἰσθήσεως,  ἀντιλήψεως, ζωτικοῦ πνεύματος, ἔστη παρὰ τὸν τάφον ἤδη τῆς μελλούσης ἀναστάσεως ἀπόδειξιν ἐναργῆ  παρέχον.  Ἐσιώπησε Μάρθα, καὶ  ὁ  λίθος  ἀφήρμοστο,  καὶ  πάντες  ἦσαν μετέωροι, νεκροὶ ζῶντες· τάχα δὲ καὶ ὁ ᾅδης αὐτὸς, ἤδη τῶν πυλῶν  τοῦ θανάτου παραλυομένων.  Καὶ πρῶτον  Ἰησοῦς ὁ Κύριος ἀπὸ δοξολογίας  ἄρχεται. Ἦρε γὰρ, φησὶ, τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν, τῆς οἰκείας καθόδου μηνύων  τὸν τρόπον, εὐχαριστῶν ὑπὲρ ἡμῶν τῷ Πατρὶ, καὶ λέγων· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἔχων μὲν ἀφ' ἑαυτοῦ τὴν τῆς ζωῆς χορηγίαν, ποιεῖ δὲ τοῦτο, ἐπειδήπερ πρὸς αὐτὸν ἡ Μαρία καὶ Μάρθα ἔλεγον· Οἴδαμεν ὅτι ὅσα ἂν αἰτήσῃς τὸν Θεὸν, δῴη σοι. ∆ιὰ τοῦτο ἀσθενεστέραν αὐτῶν τὴν διάνοιαν βλέπων λέγει· Ὅλως οἴδατε, ὅτι εἴ τι ἂν αἰτήσω Πατέρα, δώσει μοι· τοίνυν προέλθετε τῇ διανοίᾳ ἐμοὶ, καὶ τῷ Πατρί.
Καὶ λοιπὸν  ἐπάγει λέγων· Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τοὺς παρεστῶτας εἶπον. Εἶδες πῶς οὐ δεῖται τῆς προσευχῆς; ἀλλὰ τοῦτο ποιεῖ διὰ τὴν τῶν παρόντων  ἀπιστίαν. Ἤκουσάς μου, φησὶ, πάντοτε. Μὴ ζήτει τὸ, πότε; ὅσον γὰρ ἐξετάζομεν, οὐ καταλαμβάνομεν. Εὔχῃ  μὲν πάντα κατὰ φύσιν ὡς Υἱός· ἐμνημόνευσε δὲ τὴν τιμὴν  ἀναπέμπων,  ἵνα μίαν συμφωνίαν  Υἱοῦ καὶ Πατρὸς ἐπιδείξηται  τοῖς  ἀγνοοῦσιν.  Ὡς δὲ ἠσφαλίσατο τὴν πίστιν, καὶ τοὺς τῶν ἀκροωμένων λογισμοὺς ὠχύρωσε, λοιπὸν ἐπὶ τὸ ἔργον χωρεῖ. Λάζαρε, δεῦρο ἔξω. Οὐκ ἐδιπλασίασε τὸν λόγον, ἵν' ὁ εἷς μόνος ἀναστῇ, καὶ μὴ ὁ δῆμος τῶν νεκρῶν  ἄτακτον δράμῃ δρόμον. Ἕνα ζητῶ νεκρὸν, μὴ πάντες ἔλθητε· οὔπω γὰρ ἐκείνου τοῦ νεύματος ὁ καιρός. Ὅτε ἀκούσουσιν οἱ νεκροὶ τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ οἱ ἀκούσαντες ζήσονται. Εἷς μόνος ἡκέτω τέως, εἷς λυέσθω διὰ τὴν τοῦ ἑνὸς Μονογενοῦς φιλίαν, ἑνὸς δέομαι δεσμώτου. Μηδεὶς ἀντιταττέσθω τῶν  κάτω,  μὴ πυλωρὸς  ἀφανὴς,  μὴ δεσμοφύλαξ  βαρὺς, μὴ οἱ κάτω  κλειδοῦχοι μελετήσαντες πάντες λαμβάνειν. Μάθε τοὺς ἐμοὺς πρῶτον διδόναι. Καὶ σὺ δὲ, ὦ ᾅδη, σιώπα, πεφίμωσο,  μηδὲν ξένον παθὼν,  ∆εσπότῃ ὑπακούων, μηδὲν τούτων προσποιούμενος. Ἄνθρωπος φυγὰς γίνεται  τῶν σῶν προθύρων. Λάζαρε, δεῦρο ἔξω· νίκησον θάνατον  τοῖς  ἐμοῖς ἐπιτάγμασιν,  νίκησον  θάνατον  συλήσας τὰ κάτω.  Ἔτι μένω δεδεμένος,  ἤδη  κατ'  αὐτοῦ  στεφανούμενος.  Ἐξῆλθεν  ὁ  Λάζαρος δεδεμένος  καὶ βαδίζων   ἐξῆλθε  πάντα   δεδεμένος,  καὶ  ὅλος  κινούμενος·   ὅλος  γὰρ  δι'   ὅλου σφιγγόμενος ἦν πόδας καὶ χεῖρας, κατὰ τὸν ἐπιχώριον τῆς ταφῆς τρόπον. Οὐδὲ ἦν λοιπὸν ἔξω θανάτου καὶ τάφου. Πάλιν ἐπιτάσσει ὁ Ἰησοῦς καινὸν ἐπίταγμα· Λύσατε αὐτὸν, φησὶ, καὶ ἄφετε ὑπάγειν. ∆ιὰ τί αὐτομάτως οὐ λύεται ὁ θάνατον φυγὼν,  ὁ τὴν κάτω φρουρὰν ἀνατρέψας· Ὑμεῖς λύσατε οἱ πάλαι δήσαντες, ἵνα τῶν οἰκείων δεσμῶν ἐπιγνῶτε  τὰ σήμαντρα. Ὡς δὲ ἤκουσαν ταῦτα οἱ Φαρισαῖοι, ξένον βουλευτήριον  συγκροτοῦσι λέγοντες,  Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος  τοιαῦτα σημεῖα ποιεῖ; Μεγάλα ἐγκλήματα· νεκρῶν  ἐγειρομένων  θάνατος  θανατοῦται,  καὶ Λάζαρος ἀνίσταται  ἐκ νεκρῶν·  οἱ δὲ Ἰουδαῖοι  νεκροῦνται  τῇ γνώμῃ.  Μὴ ἀτελὲς τοίνυν  κάθησθε  βουλευτήριον,  ἀλλὰ  πρόσθετε τὸν  τοῦ  ἐγκλήματος  λόγον,  καὶ εἴπατε· Τί ποιοῦμεν, ὅτι μετ' ὀλίγας ἡμέρας ἄνωθεν  ἥλιος σκοτίζεται, κάτωθεν γῆ τρέμει μὴ φέρουσα τὰ πεπραγμένα, ἔνδοθεν τοῦ ναοῦ τὸ καταπέτασμα διαῤῥήγνυται, νεκρῶν δῆμος πρὸς ζωὴν ἐπανέρχεται; Πάλιν εἴπατε· Τί ποιοῦμεν, ὅτι ναὸς λύεται, ὅτι λατρεία παύεται, ὅτι ἡ πόλις ἐμπίπραται, ὅτι ἡμεῖς ἐκβαλλόμεθα, καὶ ἕτεροι ἀνθ' ἡμῶν  κληρονόμοι  καθίστανται;  Τί ποιοῦμεν,  ὅτι  πάντα  μεταφέρεται,  προφῆται, ἀπόστολοι, ἱερωσύνη, νηστεία, πανήγυρις, λατρεία; καὶ Θεὸς δέξεται. Περὶ τούτων σκέψασθε, περὶ τούτων βουλεύσασθε· αἱ γὰρ τῶν λόγων λέξεις ἀνωφελεῖς εἰσιν ὑμῖν, ἡ γνώμη μένει· λόγον γὰρ ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμένει ἐν ὑμῖν. Ἅπαξ τοίνυν  δέδωκεν ὁ Θεὸς οἷς δέδωκεν, ἀεὶ ἑορτάζειν, ἀεὶ πανηγυρίζειν, καθ'  ἕκαστον ἔτος ἀνανεοῦσθαι τῆς πανηγύρεως  τὸν λόγον, ἐν Χριστῷ Ἰησοῦ τῷΚυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


18. Εἰς τὸν τετραήμερον Λάζαρον. βʹ.


Ἀγαπητοὶ, ὥσπερ μήτηρ φιλότεκνος ἐπιδοῦσα τὴν θηλὴν τῷ νηπίῳ τέρπεται, τοῦ παιδὸς ἐφέλκοντος τὴν ἁπαλὴν τροφὴν τοῦ γάλακτος· ἐπειδὰν δὲ ὁ θρόμβος τοῦ γάλακτος τυρωθεὶς ἐμφράξῃ τοὺς ὀχετοὺς τοῦ μαζοῦ, τότε δὴ καὶ τὸ παιδίον κλαυθμυρίζει, καὶ ἡ μήτηρ ὀδυνᾶται, τὴν μὲν προαίρεσιν τοῦ τρέφειν ἡπλωμένην ἔχουσα, τὴν δὲ τροφὴν μὴ ἐπιδιδομένην  ὁρῶσα· ὡσαύτως καὶ ἡμεῖς τῇ προτεραίᾳ τὴν θηλὴν τῆς διανοίας ὑμῖν ὑποβαλόντες, ἐτερπόμεθα, ὑμῶν ἐφελκόντων  τὸ γάλα τοῦ λόγου· ὅτε δὲ τὸ τῆς λήθης νέφος ὑπέδραμον τῇ διανοίᾳ, τὸν λόγον ἀνέκοψε, τότε δὴ καὶ ὑμεῖς ἠγανακτήσατε ὡς ἀποστερούμενοι τῶν εὐαγγελικῶν  διδαγμάτων τὰ νοήματα, καὶ ἡμεῖς ἐδυσφοροῦμεν, τὴν μὲν προθυμίαν τοῦ λέγειν ἐκτεταμένην ἔχοντες, τὸν δὲ νοῦν κωλυόμενον ὑπὸ τῆς λήθης ὁρῶντες. Ἀλλ' ἴσως τοῦτο συμβέβηκεν ἡμῖν, ἵνα γνῶμεν, ὅτι Οὔτε τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, οὐδὲ τοῦ διώκοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. ∆εῦρο τοιγαροῦν, ἐπειδήπερ Θεὸς δίδωσι τοῖς λέγουσι χάριν, οὐ διὰ τὴν ἀξίαν τῶν λεγόντων,  ἀλλὰ διὰ τὴν χρείαν τῶν ἀκουόντων,  αὐτὸν παρακαλέσαντες, ἀπὸ τῶν ἀρτίως ὑμῖν ὑπαναγνωσθέντων εὐαγγελικῶν  ἀναγνωσμάτων  κατὰ δύναμιν τὸ πότιμον  τῆς διδασκαλίας  ἀρυσώμεθα νᾶμα. Ἦν τις  ἀσθενῶν,  φησὶ, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς  αὐτῆς. Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. Εἶπε δὲ ὁ Ἰησοῦς· Οὐκ ἔστιν ἡ ἀσθένεια αὕτη πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ Θεὸς δι' αὐτῆς. Ἀνθυποφέρων  λέγω, ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ· οὐκ ἔστιν ἀσθένεια, ἀλλ' εὐαγγέλια, οὐκ ἔστιν ἀσθένεια, ἀλλ' ἀσφάλεια. Ὦ ἀσθένεια ἀῤῥωστούντων ἰατρὲ, πίστεως ὁδηγὲ, θανάτου ἀντίπαλε, διαβόλου ἀντίδικε, σωτηρίας ἀρχηγέ! ὦ ἀσθένεια, ἀρετῆς θεμέλιε ἄῤῥηκτε, πίστεως διδάσκαλε, εὐσεβείας οἰκονόμε! ὦ . ἀσθένεια πυρετοὺς ψυχῶν ἀποσοβοῦσα, καὶ ἱδρῶτας βαπτίσματος δροσίζουσα, καὶ λαμπρὰς στολὰς ψυχῆς ἐξυφαίνουσα! ὦ ἀσθένεια, οὐρανίου ἄρτου πάροχε, πίστεως λαμπαδοῦχε ἄριστε, διαβόλου παγὶς καὶ ἀνθρώπου σφραγίς! Ὅτε δὲ ἤκουσε, φησὶν, ὁ Ἰησοῦς, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας. Τί δὲ  τὸ  ἀναγκαῖον  τοῦ  ἐπιμεῖναι  τὸν  Κύριον ἀκούσαντα,  καὶ  μὴ  εὐθὺς ἀπελθεῖν πρὸς τὸν ἀσθενοῦντα; Ἀλλὰ πάντως ἐξεδέχετο τὸν θάνατον τοῦ Λαζάρου, ὅπως  ἐν  τῷ  θανάτῳ  μείζονα  τῶν  θαυματουργημάτων   τὴν  πίστιν  τοῖς  ὁρῶσιν ἐνδείξηται. Μετὰ ταῦτα οὖν λέγει τοῖς μαθηταῖς ὁ Ἰησοῦς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Ἀληθῶς γὰρ ὁ τῶν  ἀνθρώπων θάνατος ὕπνος παρὰ τῷ Κυρίῳ λελόγισται. Πορεύομαι, ἵνα ἐξυπνίσω αὐτόν. Τί γάρ; καὶ ἐνταῦθα  ὢν  ἀδυνατεῖς  ζωοποιῆσαι τὸν νεκρόν; Ἀλλ' οὐχ οὕτω δέχονται  τὴν χάριν  οἱ  Ἰουδαῖοι  ἐμοῦ  ἀπόντος·  ἴσως  γὰρ  ἀναστάντος  αὐτοῦ  νομίσουσιν  ἐκ συντυχίας  τινὸς  ἀναβιῶσαι  τὸν  Λάζαρον. Αὐτὸς  οὖν  ἐγὼ  παραγίνομαι,  ὅπως παρόντος μου αὐτόπται γενόμενοι  τῶν παρ' ἐμοῦ γενομένων  θαυματουργημάτων, καὶ τὴν χάριν παρ' ἐμοῦ δεξάμενοι, εἰς πίστιν βεβαίαν ἐνεχθῶσι. Λάζαρος ὁ φίλος ἡμῶν  κεκοίμηται·  ἀλλὰ  πορεύομαι ἐξυπνίσαι  αὐτόν.  Οἱ δὲ μαθηταὶ  ἀκούσαντες, εἶπον· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Οὐ τοσοῦτον δὲ θεοσεβῶς ἀπεκρίναντο, ὅσον ἰατρικῶς. Ὕπνος γὰρ ληθαργικοὺς μὲν βλάπτει ἐπεκτεινόμενος,  πυρετοὺς δὲ λύει μᾶλλον  ἱδρώτων.  Ἐπειδὴ τοίνυν  ἔδοξαν  οἱ μαθηταὶ  λέγειν  τὸν  Κύριον περὶ τῆς κοιμήσεως τοῦ ὕπνου, εἶπε μετὰ παῤῥησίας·  Λάζαρος ὁ φίλος  ἡμῶν  ἀπέθανε· καὶ χαίρω δι' ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. Ὁ μὴ θέλων  τὸν θάνατον  τοῦ ἁμαρτωλοῦ, χαίρει νῦν  ἐπὶ θανάτῳ  φίλου· Χαίρω, οὐ δι' ἐμαυτὸν, οὐδὲ διὰ τὸν τεθνεῶτα, ἀλλὰ δι' ὑμᾶς· κέχρημαι γὰρ τῷ θανάτῳ πρὸς τὸν τῆς ὑμετέρας πίστεως θεμέλιον. Ὢ θάνατος Χριστοῦ ἀγαλλίασις!  ὢ θάνατος, ζωῆς  ἀνάπλεως! ὢ  θάνατος  θανάτου  λυτήριον,  σωτηρίας ἀρχηγὸς,  πεπτωκότων ἀνάστασις,  καμνόντων   ἀνάπαυσις,  ἀσθενούντων   ῥῶσις,  δικαίων   ἀνάψυξις!  ὢ θάνατος, διαβόλου κατάλυσις, δαιμόνων καθαίρεσις, τοῦ πρωτοπλάστου Ἀδὰμ ἀνανέωσις! ὦ θάνατε, εὐφροσύνης συνεργὲ, ἀφθαρσίας μηνυτὰ, χαρᾶς χορευτά! Ἵνα δὲ ἐπιτεμὼν τῷ λόγῳ εἴπω, ἔρχεται Ἰησοῦς εἰς τὴν Βηθανίαν, ἀπήντησαν αὐτῷ αἱ ἀδελφαὶ  Λαζάρου, προσπίπτουσι τοῖς γόνασι τοῦ Κυρίου κλαίουσαι καὶ λέγουσαι· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός. Ἆρα γὰρ οὐκ ἦν ἐκεῖ; Ἀλλὰ τῷ μὲν σώματι οὐκ ἦν ἐκεῖ, τῇ δὲ θεότητι οὐ μόνον ἐκεῖ, ἀλλὰ καὶ ἐν οὐρανοῖς. Πῶς γὰρ ἐγίνωσκε τὸ πότε ἀπέθανεν ὁ Λάζαρος, εἰ μὴ παρὼν ἦν κατὰ τὴν ἀόρατον δύναμιν τῆς θεότητος; Καὶ ἔλεγον· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός. Εἶπε δὲ πρὸς αὐτὰς ὁ Κύριος· Πιστεύσατε, καὶ ὄψεσθε τὴν δόξαν τοῦ Θεοῦ· διδάσκων ὅτι τῶν ἔργων τῶν ἀγαθῶν ἡ πίστις ἐστὶν ἀρχηγός. Καὶ θεωρήσας αὐτὰς κλαιούσας, καὶ τοὺς παρόντας Ἰουδαίους, Ἐνεβριμήσατο τῷ πνεύματι, καὶ ἐτάραξεν ἑαυτὸν,  καὶ  εἶπε· Ποῦ τεθείκατε  αὐτόν;  Τί ἐστι τὸ, Ἐνεβριμήσατο τῷ  πνεύματι; Ἔκδεξαι, ἀγαπητὲ, καὶ μετ' ὀλίγον εὑρήσεις τοῦ ζητουμένου τὴν λύσιν. Ἐτάραξεν ἑαυτὸν, οὐχ ὡς ἡμεῖς ὑπὸ δειλίας ἢ λύπης ταρασσόμεθα, ἀλλ' αὐτὸς ἑαυτὸν ἐτάραξε, καὶ λέγει· Ποῦ τεθείκατε  αὐτόν; Ἆρα γὰρ ἠγνόει  ποῦ τέθαπται,  ὁ ἐγνωκὼς  πότε τετελεύτηκεν;  Ἀλλὰ μιγνύει τὰ ἀνθρώπινα  ῥήματα τοῖς θείοις θαυματουργήμασιν, ἵνα δείξῃ. ὅτι καὶ ἄνθρωπος ἦν, καθὰ καὶ ὁ προφήτης λέγει· Καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Τοῦτο δὲ προέταξεν ἵνα σημαίνῃ, ὅτι καὶ ἄλλο τί ἐστιν, ὅπερ ἐστὶ Θεός. Ποῦ τεθείκατε  αὐτόν; Ἡ δὲ Μαρία, Ἔρχου, φησὶ, καὶ ἴδε, Κύριε. Καὶ ἐδάκρυσεν ὁ Ἰησοῦς. Τίς δὲ χρεία δακρύειν, ὃν ἔμελλεν ἀνιστᾷν μετ' ὀλίγον; Ἀλλ' ἐδάκρυσεν ὁ Ἰησοῦς, ἵνα τὸ συμπαθὲς καὶ τὸ φιλάνθρωπον  περὶ τοὺς ὁμοφύλους ἡμῖν ὑποδείξῃ· ἐδάκρυσεν ὁ Ἰησοῦς, ἵνα τὸ κλαίειν μετὰ κλαιόντων  ἔργῳ μᾶλλον ἢ λόγῳ  διδάξῃ· ἐδάκρυσεν ὁ Ἰησοῦς· ἐδάκρυσεν, οὐκ ἐπένθησε, τὸ μὲν  ἀδάκρυτον παντελῶς ὡς ἀπηνὲς καὶ ἀπάνθρωπον παραιτούμενος, τὸ δὲ φιλοπενθὲς ὡς ἀγεννὲς καὶ ἄνανδρον διωθούμενος· τάξιν δὲ ἐπιτιθεὶς τῇ συμπαθείᾳ, ἐδάκρυσεν. Ἔρχεται ἐπὶ τὸ σπήλαιον, καὶ θεωρεῖ λίθον ἐπικείμενον τῷ μνήματι. Κελεύει τοῖς παρεστῶσιν Ἰουδαίοις ἀποκυλῖσαι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ σπηλαίου. Ὁ λέγων· Ἐὰν πίστιν ἔχητε  ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Ἄρθητι καὶ  βλήθητι  εἰς  τὴν  θάλασσαν,  καὶ  γενήσεται  ὑμῖν·  πῶς  νῦν  αὐτὸς  ἀδυνατεῖς ἀποκυλῖσαι  τὸν  λίθον;  Ἀλλ' οὐχ  ὡς  ἀδυνάτων  τοῦτο  ποιῶ,  φησὶν,  ἀλλ' ἵνα  μὴ δόξωσι φαντασίαν εἶναι τὸ γινόμενον, ἐπιτάσσω αὐτοῖς τοῖς Ἰουδαίοις ἰδίαις χερσὶν ἀποκυλῖσαι  τὸν  λίθον,  τὸ  μέγιστον  σημεῖον  ἐμαυτῷ  καταλιμπάνων·   ἵνα  αὐτοὶ μάρτυρες γένωνται  τῶν ὑπ' ἐμοῦ γενομένων σημείων. Εἶτα μετὰ τὸ ἀποκυλῖσαι τὸν λίθον,  ἀναβλέψας  ὁ Ἰησοῦς εἰς  τὸν  οὐρανὸν,  εἶπεν·  Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς  μου.  Πότε  δὲ  προσηύξατο;  Νῦν  λάμβανε,  ἀγαπητὲ,  τὴν  πρὸ  βραχέοςζητουμένην  παρὰ σοῦ λύσιν τοῦ ῥητοῦ· ὅτε γὰρ ἐνεβριμήσατο τῷ πνεύματι,  τότε προσηύξατο. Καὶ ταῦτα εἰπὼν, ἔκραξε φωνῇ μεγάλῃ, λέγων, Λάζαρε, δεῦρο ἔξω. Καὶ εὐθέως ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τὰς χεῖρας καὶ τοὺς πόδας κειρίαις. Ὢ φωνῆς δύναμις  ᾅδην  διαῤῥήξασα, πύλας  χαλκᾶς  συντρίψασα, μοχλοὺς  σιδηροῦς συνθλάσασα, διάβολον καταστρώσασα, θάνατον καταργήσασα, νεκρὸν ἀνεγείρασα! ὢ φωνῆς  δύναμις, τὰ διεστῶτα μέλη εἰς ἓν συναγαγοῦσα καὶ ἀνορθοῦσα, καὶ τὸ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγοῦσα! ὢ φωνῆς δύναμις, τὸν τετραήμερον νεκρὸν ὡς ἐξ ὕπνου ἐγείρουσα, καὶ τὸν κειρίαις δεδεμένον ὡς εὔλυτον καὶ ὀξυδρομέα τοῦ τάφου προαγαγοῦσα! Ἐπίστησον, ἀγαπητὲ, τὸν νοῦν σου τῇ φωνῇ, καὶ εὑρήσεις αὐτὸν τὸν λόγον τὸν λέγοντα ἐν τῇ κοσμοποιίᾳ, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, καὶ ἐγένοντο, τὸν αὐτὸν καὶ νῦν λέγοντα· Λάζαρε, δεῦρο ἔξω, Καὶ οἱ ἀποῤῥεύσαντες ἰχῶρες τῶν σαρκῶν τὰς κοτύλας πάλιν ἀνεπλήρουν, καὶ αἱ ἀποπεσοῦσαι τρίχες τὴν οἰκείαν τάξιν ἐπεγίνωσκον, καὶ ἐν τοῖς μέλεσι κατεφυτεύοντο. Λάζαρε, δεῦρο ἔξω· καὶ ὁ νεκρὸς ἀνίστατο, καὶ τεταρταῖος ἴσος ἦν τῷ μήτε τὴν ἀρχὴν τεθνεῶτι. Λάζαρε, δεῦρο ἔξω· καὶ ἡ ψυχὴ ἐκ τῶν καταχθονίων ἀνάσπαστος ἐγίνετο, μὴ διαβόλου ἀντιλέγοντος,  μὴ θανάτου ἀντιπαλαίοντος,  καὶ χαίρουσα τὸ ἴδιον οἴκημα ἐπεγίνωσκε. Τούτων τῶν  θαυματουργημάτων,  ἀγαπητὲ, τὸ θεῖον  ἔργον θεωρήσας, τὴν ἀνάστασιν μὴ ἀμφίβαλλε· γενέσθω σοι ἔσοπτρον ὁ Λάζαρος, καὶ ἐν ἐκείνῳ σεαυτὸν θεωρήσας, τὴν ἀνέγερσιν πίστευε. Ἡ αὐτὴ γὰρ φωνὴ πάντας ἡμᾶς ἀναστήσει, ὥς που καὶ ὁ Ἀπόστολος λέγει·  Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἀναστήσονται  ἄφθαρτοι· τῇ χάριτι  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων. Ἀμήν.


19. Εἰς τὸν τετραήμερον Λάζαρον. γʹ.


Ἔλυσε τὸν Λάζαρον τὸ φῶς· ἀλλ' οὕτω καλούμενος ἔσπευσεν, ὡς ἐσπαργανωμένος  ἐπιδείξασθαι δρόμον, ὁ τετάρτην  μὲν ἡμέραν κατασαπεὶς ἐν τῷ μνημείῳ, πολλὰ δὲ τῶν σπλάγχνων ὑπὸ σκωλήκων πεπορθημένος, πᾶσαν δὲ τὴν τοῦ σώματος διασπασθεὶς ἁρμονίαν, καὶ τῆς φθορᾶς μάρτυρα τὸ τοῦ τάφου κεκτημένος δυσῶδες. Ἀλλ' ἡ τῆς ζωῆς ὀσφράνασα τὸν νεκρὸν  εὐοσμία, τὴν  τῶν  σπλάγχνων ἀνεχάλκευσε λύσιν· γέγονε μήτρα τοῦ κειμένου τὸ μνῆμα, καὶ καθάπερ ἐν γαστρὶ σπαρεὶς, οὐκ ἐν μνήματι, νεόπλαστος ἐξήλλετο Λάζαρος. Ὢ καινῆς θαυματοποιίας! ἄνθρωπον ἡμῖν εἰς ζωὴν ἐξεφόρησε τάφος, τοῖς ἐνταφίοις, ὥσπερ τὸ βρέφος, ἐνειλημμένον σπαργάνοις. Ἡ γὰρ τοῦ ∆εσπότου φωνὴ τῷ νεκρῷ γνωρισθεῖσα, μετὰ τῶν σπαργάνων ἐκ τοῦ μνήματος εἷλκεν αὐτόν. Λάζαρε, φησὶ, δεῦρο ἔξω· καὶ τῷ λόγῳ ταχέως ὁ νεκρὸς συνεξήρχετο,  καὶ  συνέτρεχεν  ἀλλήλοις  ἐν  τῷ  τάφῳ  τὰ  μέλη· πρὸς τὴν  οἰκείαν ὀφθαλμὸς  ἐπανήρχετο  τάξιν,  τὴν  οἰκείαν  ἡ  ῥὶς  κατελάμβανε  χώραν,  πρὸς  τὸ πρότερον παρειαὶ κατηπείγοντο σχῆμα, τράχηλος ὤμοις καὶ κεφαλῇ συνεσφίγγετο, ἡ τῶν   χειρῶν   πρὸς  κίνησιν   εὐτρεπὴς   συζυγία,  ἄρθρων   ἁρμονίαι   συνήπτοντο, δακτύλων  συνετίθετο  τάξις,  νεύρων  ἀνεδεσμοῦντο  συνθῆκαι,  ὀστέων  ἐνεδύετο φύσις, διετείνοντο  σὺν φλεψὶν  ἀρτηρίαι, μυελὸς ἀνεπλάττετο,  ὑμένες ὑφαίνοντο, ἠνθετίζοντο τρίχες. Βραδὺν τῷ λόγῳ τῶν μελῶν κατασκευάζω τὸν δρόμον. Ὥσπερ ἐκ συνθήματος  ἵππος,  οὕτως  ἐκ τῆς  τοῦ ∆εσπότου φωνῆς  νυσσόμενος ὁ νεκρὸς ἀνεπήδα. Λάζαρε, δεῦρο ἔξω. Πρὶν εἰπεῖν, ἀνάστηθι, προστάττει τὴν ἔξοδον·  κείμενον ἔτι κατεπείγει πρὸς δρόμον. Ἀνάστησον πρότερον, εἶθ' οὕτως ἀναστάντι τὸ τρέχειν ἐπίταξον. Τί πρὸ τῆς ἀναστάσεως ἔξοδον, ∆έσποτα, τῷ κειμένῳ  κηρύττεις; Κειμένῳ, φησὶν, ἐπιτάττω τὸν δρόμον, ἵνα μὴ πρὸς δύο τὸν νεκρὸν ἀσχολήσας, ἐχρονοτρίβησα τὴν  ἔξοδον.  Οὐ λέγω  πρὸς  αὐτὸν,  ἔγειρε,  καὶ  δεῦρο  ἔξω,  ἵν' ὀξύτερον  δράμῃ, ἐγέρσεως  καὶ  δρόμου  μίαν  λαβὼν   προθεσμίαν.  Ἐντεῦθεν   ὑπόπτερος  Λάζαρος ἐξεπήδα τοῦ μνήματος, ὡς φύλαξ μᾶλλον, ἢ νεκρὸς, τῷ τάφῳ παρακαθήμενος. Ἅδης δὲ κάτωθεν, ὡς ἔοικε, τὸν νεκρὸν ἀποδιδοὺς ἀνεβόα· Τίς οὗτος ὁ φωνῇ τοὺς νεκροὺς ἐκ τῶν  τάφων,  ὡς ὑπνοῦντας  ἐγείρων; τίς οὗτος ὁ νόμους τεθνεώτων  παλαιοὺς παραλύων; τίς οὗτος ὁ κατεξανίστασθαι τόσον κήρυγμα προθεὶς τοῖς νεκροῖς ἐπανόδου; τίς οὗτος ὁ πρὸς ζωὴν τοὺς ταφέντας ἀνατρέχειν ἐθίζων; τίς οὗτος ὁ τοὺς ἐμοὺς  οὕτως  εὐκόλως  ἀναλύων   νεκρούς;  τίς  οὗτος  ὁ  νεκρούς  μου  παλαιοὺς ἀποσπῶν ἐπιτάγματι; Οἴχεταί μοι τῆς κατὰ τῶν ἀνθρώπων,  ὡς ὁρῶ, τυραννίδος τὸ σκῆπτρον, σαθρόν μοι λοιπὸν τοῦ θανάτου τὸ δεσμωτήριον ἀπῆλθεν. Ἠλίας νεκρὸν ἀνέστησε πρὸς χάριν  γυναικὸς  ἀποδείξας· ἐπελθὼν  Ἑλισσαῖος ἅρπαξ μοι νεκρῶν κατεσκευάσθη διπλοῦς· νῦν πικρότερος οὗτος ὑπὲρ τῶν νεκρῶν μοι βοηθὸς ἐπεστράτευσε, κλέπτων  τοὺς σεσηπότας νεκροὺς, καὶ κινδυνεύω  λοιπὸν μήτε σαπέντων ἐξουσιάζειν νεκρῶν. Σεσύλημαι γὰρ νεκρὸν ὃν ἀνήλωσα· θριαμβεύει με τετραήμερον σῶμα μετὰ τῆς ἐνταφίου τοῖς ζῶσι συγχορεύων αἰσθητός· πατηθήσομαι λοιπὸν μετὰ σπαργάνων, παρ' ἐμοῦ νεκροῦ δραπετεύσαντος. Τίς γάρ με τοῦ  λοιποῦ  δειλιάσει, τὸν  παρὰ σαπέντος νενικημένου νεκροῦ,   καὶ   ὡς    παρακαταθηκῶν    τινων    φύλακα    τῶν    νεκρῶν    γεγονότα;παρακαταθήκη γάρ τις τοῦ μνήματος Λάζαρος, ὥσπερ τις χρυσὸς, μεθ' ὧν παρετέθη σφραγίδων  ἀποδιδόμενος·  δεδεμένος  κειρίαις  παρετέθη  τῷ  μνήματι,  μετ' αὐτῶν αὖθις τῷ βίῳ δεδεμένος ἀπεδίδοτο. Ἄπιστος γὰρ τῶν Ἰουδαίων  ὁ δῆμος, καὶ πρὸς τὴν τῶν θαυμάτων μεγαλουργίαν ἀμφίβολος. Εἶπον ἂν ἐπὶ Λαζάρῳ καὶ νῦν, ὥσπερ ἐπὶ  τῷ  τυφλῷ   θεραπευθέντι  ποτέ·  Οὗτός  ἐστιν,  οὐκ  ἔστιν  οὗτος.  Ὥσπερ οὖν παρακαταθήκην   ἀποδώσειν   τις   μέλλων,   καὶ  τὴν   τοῦ  παραθεμένου   προορῶν ὑποψίαν, τὰς τῆς παρακαταθήκης διαφυλάττει σφραγῖδας, ἵν' ἡ τῶν σφραγίδων ὄψις τὸν  παραθέμενον  πείσῃ· οὕτω  καὶ  ὁ ∆εσπότης Χριστὸς τὸν  Λάζαρον ἀποδιδοὺς Ἰουδαίοις ἐκ νεκρῶν, τὴν τετραήμερον ἐν νεκροῖς παραθήκην, τὰ τῶν σπαργάνων αὐτῷ, καθάπερ τινὰ σφραγῖδα, συνεξάγει σημεῖα, ἵνα λύοντες ἴδωσιν, ὡς οὐκ ἄλλος τις, ἀλλ' αὐτὸς, ὃν κατέθεντο.Ἀλλ'  ἡ  τῆς  ἀπιστίας  ἀδιόρθωτος  πήρωσις· γνωρίσαντες  γὰρ  τὸν  νεκρὸν ἐφθόνουν  τῷ θαύματι, καὶ τυφλὴν  διενοοῦντο  βουλήν. Ἐβουλεύσαντο γὰρ, φησὶν,οἱ ἀρχιερεῖς, ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν· ὅτι δι' αὐτὸν πολλοὶ τῶν Ἰουδαίων ὑπήγοντο καὶ ἐπίστευον εἰς αὐτόν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.Ἀμήν.   

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |