ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός.

Τρίτη 4 Οκτωβρίου 2016

Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός.





Ιωάννης Χρυσόστομος  Τόμος 55 Μέρος Α΄
Ομιλίαι είς τούς Ψαλμούς
ΕΙΣ ΤΟΝ ΡΜς ʹ ΨΑΛΜΟΝ.Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός.

αʹ. Ἀνωτέρω  ἐν  μὲν  τῷ  τεσσαρακοστῷ τετάρτῳ  καὶ  ἑκατοστῷ  ψαλμῷ  ἔλεγε, Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ πολλὰ περὶ τῆς δόξης αὐτοῦ διαλέγεται· ἐνταῦθα δὲ  δείκνυσι  καὶ  αὐτὸ  τὸ  αἰνεῖν  ὅτι  καλὸν,  καὶ  μυρίων  ἀγαθῶν  αἴτιον    ψαλμός. Ἀφίστησι γὰρ τὴν  διάνοιαν  τῆς γῆς, καὶ πτεροῖ τὴν  ψυχὴν,  κουφίζει  καὶ μεταρσίους ποιεῖ. ∆ιὸ καὶ Παῦλος λέγει, Ἄδοντες καὶ ψάλλοντες  ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις. Ἕτερος, Ἀλληλούϊα, ὅτι καλὸν ᾠδὴ τῷ Θεῷ. Τί ἐστι, Τῷ Θεῷ ἡμῶν  ἡδυνθείη  αἴνεσις; Εὐπρόσδεκτος γένοιτο,  φησίν. Οὐ γὰρ ἀρκεῖ τὸ ψάλλειν ἁπλῶς πρὸς τὸ ἡδυνθῆναι  τῷ Θεῷ τὴν αἴνεσιν, ἀλλὰ δεῖ καὶ τοῦ βίου καὶ τῆς προσευχῆς καὶ τῆς ἀκριβείας τοῦ ᾄδοντος. ∆οκεῖ δέ μοι οὗτος ὁ ψαλμὸς εἶναι τῆς ἐπανόδου. Καὶ δείκνυσι διὰ τῆς ἐπαγωγῆς.  Ἐπάγει γὰρ λέγων  Οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος· τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει. Εἰ γὰρ καὶ Κῦρος αὐτοὺς ἀφῆκεν,  ἀλλ' οὐ τῆς ἐκείνου γνώμης, ἀλλὰ τῆς τοῦ Θεοῦ ῥοπῆς τὸ πᾶν ἐγίνετο. Ἕτερος δὲ ἑρμηνευτὴς, ἀντὶ τοῦ, Οἰκοδομῶν, Οἰκοδομήσει. Τὰς δὲ διασπορὰς, Τοὺς ἐξωσμένους εἶπε.


 Τί δή ποτε; Ὅτι οὐκ ἀθρόον ἀνήχθησαν  πάντες,  ἀλλὰ  μετὰ τὴν ἐπάνοδον  κατὰ μικρὸν συνήγοντο.  Ὁ ἰώμενος τοὺς συντετριμμένους τῇ καρδίᾳ, καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν. Ἄλλος, Τὰ  κατεαγμένα   αὐτῶν.   Ἐπειδὴ  τὴν   ἀπὸ  τοῦ  βίου  παῤῥησίαν  οὐκ  εἶχεν   εἰπεῖν, προβάλλεται  πάλιν  τὴν συμφορὰν, καὶ τὸ τῷ Θεῷ σύνηθες. Ἔργον γὰρ αὐτῷ, τὸ τοὺς τεταπεινωμένους παρακαλεῖν, καὶ ἴδιον αὐτοῦ τοῦτο· ὥσπερ ὅταν λέγῃ καὶ Παῦλος, Ὁ ζωοποιῶν τοὺς νεκρούς· καὶ πάλιν, Ὁ καλῶν τὰ μὴ ὄντα, ὡς ὄντα, τὸ ἴδιον αὐτοῦ λέγων ἔργον· οὕτω δὴ καὶ ἐνταῦθα οὗτος, Ὁ ἰώμενος τοὺς συντετριμμένους, λέγει, δεικνὺς ὅτι κἂν ἀνάξιοι ὦμεν, ἐπειδὴ ἔργον αὐτοῦ ἐσμεν, τὴν πρᾶξιν αὐτοῦ οὐκ ἐγκαταλείψει,  τὸ εἰωθὸς  αὐτῷ  οὐκ  ἀφήσει.  Οὕτω  καὶ  Παῦλος,  Ἀλλ'    παρακαλῶν  τοὺς  ταπεινοὺς, παρεκάλεσεν  ἡμᾶς. Καὶ πάλιν·  Ὁ διδοὺς τοῖς ὀλιγοψύχοις  μακροθυμίαν.  Καὶ ὁ αὐτὸς οὗτος προφήτης  ἀλλαχοῦ,  Καρδίαν συντετριμμένην  καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ὅταν τοίνυν βουληθῇς παρακλήσεως ἀπολαῦσαι, ταπεινοῦ σαυτὸν, σύντριψόν  σου τὴν  διάνοιαν.  Τοῦτο  μὲν  οὖν  περὶ  τῆς  βουλήσεως  αὐτοῦ,  περὶ  τῆς χρηστότητος  καὶ  τῆς  φιλανθρωπίας, ὅτι  ἔργον  αὐτοῦ  τοῦτο,  τὸ  τοὺς  ἐν  συμφοραῖς παραμυθεῖσθαι· τὸ δὲ ἑξῆς περὶ τῆς δυνάμεως. Ὁ ἀριθμῶν πλήθη ἄστρων· τουτέστιν, ὁ εἰδώς.  Ἐπειδὴ γὰρ περὶ πλήθους  ἦν διασπαρέντος  ὁ λόγος  καὶ οὐδαμοῦ φαινομένου τέως, εἰκότως  τοῦτο τὸ ὑπόδειγμα  εἰς μέσον ἤγαγε, δεικνὺς  διὰ τούτου, ὅτι καὶ τοὺς διεσπαρμένους   δυνήσεται   συναγαγεῖν.   Τούς  τε  γὰρ  συντετριμμένους   ἔθος  αὐτῷ διορθοῦν   καὶ  παραμυθεῖσθαι,  τά  τε  ἄπειρα  πλήθη   τῶν   ἀστέρων  μετὰ  ἀκριβείας ἐπίσταται. Οὐκοῦν καὶ ἡμᾶς, οἷς ἐπηγγείλατο  κατὰ τὸ πλῆθος  ἐκείνων  ἔσεσθαι, μετὰ ἀκριβείας  συνάξει.  Καὶ πᾶσιν  αὐτοῖς  ὀνόματα  καλῶν.  Ἄλλος,  Τοῖς  πᾶσιν  ὀνόματα καλῶν. Ἕτερος, Πάντας αὐτοὺς ὀνομαστὶ καλέσει. Ἡγοῦμαι τοῦτο περὶ τῶν Ἰσραηλιτῶν εἰρῆσθαι, καὶ ταὐτὸ  λέγειν  τὸν  προφήτην,  ὅπερ καὶ Ἡσαΐας μετὰ ταῦτα· Μὴ φοβοῦ, Ἰσραήλ· ἐκ τῶν σκοπιῶν τῆς γῆς ἐκάλεσά σε, καὶ εἶπά σοι· Παῖς μοι εἶ. Τί ἐστι, Πάντας αὐτοὺς ὀνομαστὶ καλέσει; Οὐδεὶς αὐτῶν,  φησὶν, ἀπολεῖται,  ἀλλ' ὥσπερ οἱ κατ' ὄνομα καλοῦντες,  οὕτω καὶ αὐτὸς μετὰ ἀκριβείας πάντας συνάξει. Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. Ἐπειδὴ πρᾶγμα εἶπε μέγιστον, ὅτι τοσαύτας μυριάδας πανταχοῦ τῆς οἰκουμένης διασπαρείσας ἐπισυνάξει, περὶ τῆς δυνάμεως αὐτοῦ λοιπὸν διαλέγεται, καὶ  τοὺς  σφόδρα θορυβουμένους  τῶν  Ἰουδαίων  εἰς  πίστιν  ἄγων.  Καὶ τῆς  συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Μὴ ζήτει τοίνυν  πῶς καὶ τίνι τρόπῳ· καὶ γὰρ ἡ μεγαλωσύνη αὐτοῦ ἄπειρος. .477 ∆ιὰ τοῦτο ἔλεγε, Τῆς μεγαλωσύνης  αὐτοῦ οὐκ ἔστι πέρας. Ἀλλ' ὥσπερ ἡ μεγαλωσύνη ἄπειρος, οὕτω καὶ ἡ σύνεσις. ∆ιὰ τοῦτο καὶ εἰπὼν, Μέγας ὁ Κύριος ἡμῶν,  ἐπήγαγε· Καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Καὶ ἡ γνῶσις  δὲ αὐτοῦ θαυμαστή· διὸ καὶ ἔλεγεν·  Ἐθαυμαστώθη  ἡ γνῶσίς  σου ἐξ ἐμοῦ· ἐκραταιώθη,  οὐ μὴ δύνωμαι  πρὸς αὐτήν. Καὶ τὰ κρίματα δὲ αὐτοῦ πάλιν  ἀνεξερεύνητα· διὸ καὶ ἔλεγε· Τὰ κρίματά σου ἄβυσσος πολλή. βʹ. Ὅταν τοίνυν καὶ μέγας καὶ δυνατὸς ᾖ, καὶ συνετὸς, μὴ περιεργάζου,   πῶς   ταῦτα   ἔσται.   Ἀναλαμβάνων    πραεῖς      Κύριος,  ταπεινῶν    δὲ ἁμαρτωλοὺς ἕως γῆς. Ἵνα γὰρ μὴ λέγωσί τινες τῶν ἀνοήτων Τί πρὸς ἡμᾶς, ὅτι τὰ ἄστρα οἶδε μετὰ ἀκριβείας; λέγει καὶ τὴν ἐπ' ἀνθρώπων  κηδεμονίαν οὕτω γενομένην· καὶ οὐκ εἶπε, Βοηθῶν πραέσιν ὁ Κύριος, ἀλλ' ὃ πολλῷ  μεῖζον, Ἀναλαμβάνων·  ὡς περὶ πατρὸς φιλοστόργου διαλεγόμενος. Τί δέ ἐστιν, Ἀναλαμβάνων; Ἀνακτώμενος, φέρων, διαβαστάζων.  Εἶδες πάλιν  ἐφ' ἑκάτερα  τὴν  δύναμιν  αὐτοῦ  ἀπηρτισμένην,  ἐπί  τε τὸ αἴρειν τοὺς ταπεινοὺς,  καὶ ταπεινοῦν  τοὺς ἀπονενοημένους; Οὐχ ἁπλῶς  δὲ ταπεινοῖ, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς ὑπερβολῆς· τοῦτο γάρ ἐστι τὸ, Ἕως γῆς. Ἐξάρξατε τῷ Κυρίῳ ἐν  ἐξομολογήσει. Ἄλλος,  Καταλέξατε. Εἰπὼν αὐτοῦ  τὰ κατορθώματα,  πάλιν  ἐπὶ τὸν ὕμνον αὐτοὺς καλεῖ, λέγων· Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει· τουτέστιν, ἐν εὐχαριστίᾳ, μετὰ πολλῆς  τῆς σπουδῆς. Ψάλατε τῷ Θεῷ ἡμῶν  ἐν κιθάρᾳ. Ἄλλος,  ∆ιὰ λύρας. Τῷ περιβάλλοντι  τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν. Ἵνα μή τις τῶν ἀναισθήτων  λέγῃ, καὶ τί πρὸς ἐμὲ τὰ οὐράνια; ἐπήγαγεν εὐθέως τὴν χρείαν τὴν ἀνθρωπίνην, δεικνὺς  διὰ τῆς ἐπαγωγῆς,  καὶ τίνος  ἕνεκεν  περιβάλλει  τὸν οὐρανὸν ἐν νεφέλαις.  ∆ιὰ σὲ, φησὶν,  ἵνα  σοι παρασκευάζῃ ὑετόν. Καὶ ὑετὸς διὰ σὲ, ἵνα  ἐκβάλλῃ χόρτον. Καὶ ὅρα σοφίαν· Λέγει τὰ καθολικὰ ἀγαθὰ ἃ πᾶσιν ἔδωκεν, ἐπιστομίζων αὐτοὺς ἐκ περιουσίας. Εἰ γὰρ ἐπὶ τῶν ἀπίστων τοσαύτῃ κέχρηται τῇ δαψιλείᾳ, ὥστε καὶ νέφη συνάγειν,  καὶ  ὑετὸν  πινεῖν,  καὶ  γῆν  διεγείρειν,  πολλῷ  μᾶλλον  ὑμῖν,  οἳ  αὐτῷ  λαὸς  περιούσιος  ἐχρηματίσατε.  Τῷ  ἐξανατέλλοντι  ἐν  ὄρεσι χόρτον.  Ὅρα περιουσίαν  τῆς προνοίας, ὅταν μὴ μόνον ἐν ἀροσίμῃ γῇ, ἀλλὰ καὶ ἐν τοῖς ὄρεσι δαψιλῆ αὐτοῦ παρέχῃ τὴν τράπεζαν, τὴν διατροφὴν τῶν κτηνῶν τῶν πρὸς ὑπηρεσίαν τῶν ἀνθρώπων γεγενημένων. ∆ιὸ καὶ ἐπάγει· ∆ιδόντι  τοῖς κτήνεσι τροφὴν  αὐτῶν,  καὶ τοῖς νεοσσοῖς τῶν  κοράκων  τοῖς  ἐπικαλουμένοις  αὐτόν.  Ἑτέραν πάλιν  λέγει  φιλοτιμίαν,  ὅταν  μὴ μόνον  τοῖς  ὑπηρετουμένοις   ἀνθρώποις   κτήνεσι  τροφὴν  παρέχῃ,  ἀλλὰ  καὶ  ἑτέροις ἀλόγοις· Καὶ τοῖς νεοσσοῖς γὰρ, φησὶ, τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Εἰ δὲ ἐν τοῖς ἀλόγοις,  καὶ ἀλόγοις  ἀγρίοις  καὶ οὐ παρέχουσιν  ἀνθρώποις  διακονίαν, τοσαύτη ἡ πρόνοια· πολλῷ  μᾶλλον  ἐν ἀνθρώποις,  καὶ ἀνθρώποις  ὑμνοῦσιν,  οὓς καὶ λαὸν  περιούσιον  καὶ μερίδα αὐτοῦ  ἐκάλεσεν. Εἶτα ἐπειδὴ  ἀσθενεῖς  ἦσαν καὶ ὅπλων ἔρημοι, καὶ πάντων γεγυμνωμένοι,  ἵνα μηδὲ ἐντεῦθεν θορυβῶνται, ὅρα πῶς καὶ ταύτην αὐτῶν διορθοῦται τὴν ἀσθένειαν, λέγων· Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ. Εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν, καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. Ἕτερος, Τοῖς ἀναμένουσι τὸ ἔλεος αὐτοῦ. Ἂν ταῦτα ἔχητε, φησὶ, τὸν φόβον καὶ τὴν ἐλπίδα τὴν εἰς αὐτὸν μετὰ ἀκριβείας, ἐπισπάσεσθε αὐτοῦ τὴν   εὔνοιαν·   ἐπισπασάμενοι   δὲ,  πάντων   τῶν   ἵππους   καὶ  ὅπλα  ἐχόντων   ἔσεσθε δυνατώτεροι.  Ἓν τοίνυν  ἐστὶ τὸ ζητούμενον,  ὥστε μὴ ἀσχάλλειν,  μηδὲ θορυβεῖσθαι, ἀλλ'  ἀναμένειν   τὸ  ἔλεος  αὐτοῦ·  τοῦτο  γὰρ  μάλιστα  ἐλπὶς,  τὸ  καὶ  παραυτίκα  μὴ λαβόντας  μὴ ἀπογινώσκειν,  μηδὲ ἀπαγορεύειν. Καὶ καλῶς εἶπε, Τὸ ἔλεος αὐτοῦ. Οὐδὲ γὰρ εἶχον  τὴν ἀπὸ τῶν  ἔργων  παῤῥησίαν. Ἀλλ' ὅμως, φησὶ, κἂν ἀπὸ τῶν  ἔργων  ἦτε προδεδομένοι, ἐλπίζητε δὲ ἐπὶ τὸν ἔλεον αὐτοῦ, τεύξεσθε τῆς προνοίας καὶ τῆς βοηθείας αὐτοῦ· ὧν γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΕΙΣ ΤΟΝ ΡΜΖʹ ΨΑΛΜΟΝ.Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών.

αʹ. Οὐ πρὸς τὴν πόλιν, ἀλλὰ πρὸς τοὺς ἐνοικοῦντας  ἀποτείνει  τὸν λόγον, ὃ διὰ παντὸς   τοῦ  βιβλίου   ποιεῖ,  τοῦτο  καὶ  ἐνταῦθα   ποιῶν.   Παραινεῖ  δὲ  συνεχῶς   καὶ συμβουλεύει, ὥστε τὰς ὑπὲρ τῶν εὐεργεσιῶν εὐχαριστίας ἀναφέρειν  τῷ Θεῷ, καὶ μήτε οἰκοδομήμασι, μήτε ἀσφαλείᾳ περιβόλων,  ἀλλὰ  τῇ αὐτοῦ προνοίᾳ θαῤῥεῖν. Τοῦτο δὴ προκατασκευάσας,  ἐπάγει,  καὶ  λέγει·  Ὅτι  ἐνίσχυσε  τοὺς  μοχλοὺς  τῶν  πυλῶν  σου, εὐλόγησε τοὺς υἱούς σου ἐν σοί. Τί ἐστι, Τοὺς μοχλοὺς ἐνίσχυσεν; Ἐν ἀσφαλείᾳ σε, φησὶ, κατέστησεν,  ἀχείρωτον  ἐποίησεν.  Εὐλόγησε τοὺς  υἱούς  σου, τουτέστιν,  εἰς  πλῆθος ἐπιδοῦναι ἐποίησεν. Ἓν μὲν τοῦτο εἶδος εὐεργεσίας· ἕτερον δὲ τὸ καὶ Ἐν σοί. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· Οὐ διεσπαρμένους, οὐδὲ διεσκορπισμένους, ἀλλὰ συναχθέντας,  καὶ ἐν σοὶ ὄντας ἐπιδοῦναι ἐποίησεν. Εἶτα καὶ ἄλλο προνοίας εἶδος δεικνὺς λέγει· Ὁ τιθεὶς τὰ  ὅριά  σου  εἰρήνην.   Ἔστι  γὰρ  καὶ  ἐν  ἀσφαλείᾳ  εἶναι,  καὶ  πολλοὺς   εἶναι,  καὶ πολεμεῖσθαι·  ἀλλ' ἐνταῦθα  καὶ  ταύτης  ἀπηλλαγμένους δείκνυσι  τῆς  ἐπιβουλῆς,  τῷ οὕτως εἰπεῖν, καὶ δεῖξαι οὐ τὴν πόλιν μόνον ἀπαλλαγεῖσαν  τῶν ἐπιβουλευόντων, ἀλλὰ καὶ αὐτὰς τὰς ἐσχατιάς. Εἶδες πόσας εὐεργεσίας ἀπαριθμεῖ; Καὶ πρώτην καὶ μείζονα πάντων, τῷ εἰπεῖν, Τὸν Θεόν σου. ∆ιὰ γὰρ τοῦ ῥήματος τούτου πάντα ταῦτα λέγει, ὅτι  ᾠκειώσατό  σε, ὅτι  κληρονόμον   σε  ἐποίησεν  ἑαυτοῦ,  ὅτι  κοινὸς  ὢν  ἁπάντων ∆εσπότης, ἐξαιρέτως σός ἐστιν· ὅπερ κεφάλαιον  πρῶτον τῶν ἀγαθῶν. ∆εύτερον, ὅτι ἐν ἀσφαλείᾳ τὴν πόλιν κατέστησε. Τρίτον, ὅτι πολλοὺς αὐτοὺς εἶναι ἐποίησε. Τέταρτον, ὅτι  πολέμων ἀπήλλαξε καὶ ταραχῆς οὐχὶ τὴν πόλιν μόνην, ἀλλὰ καὶ τὸ ἔθνος ἅπαν· ὅτι οὐχ ἑνὶ καιρῷ καὶ δευτέρῳ καὶ τρίτῳ, ἀλλὰ διηνεκῶς  τοῦτο ἐποίει· οὐ γὰρ εἶπεν, Ὁ θεὶς, ἀλλ', Ὁ τιθείς. Εἰ δέ ποτε καὶ πόλεμοι συνέβαινον, οὐκ αὐτοῦ ἐγκαταλιμπάνοντος, ἀλλ' αὐτῶν ἀποπηδώντων·  ὡς τό γε αὐτοῦ ἔργον τοῦτο ἦν διηνεκὲς, τὸ τειχίζειν, τὸ ἀσφαλίζεσθαι, τὸ ποιεῖν ἀπηλλάχθαι  πάσης ταραχῆς καὶ πολέμου. Εἶτα καὶ ἑτέραν μετ' ἐκείνης λέγει εὐεργεσίαν, τὴν εὐετηρίαν καὶ εὐθηνίαν  τῶν ἀπὸ γῆς καρπῶν, πάλιν καὶ ἐνταῦθα παιδεύων αὐτοὺς μὴ τῇ γῇ, μηδὲ τῇ φύσει τῶν ἀέρων, ἀλλὰ τῇ αὐτοῦ προνοίᾳ τὸ πᾶν λογίζεσθαι. Ποίαν δὲ ταύτην; Ἣν ἐπήγαγε λέγων, Καὶ στέαρ πυροῦ ἐμπιπλῶν  σε. Ὅρα·  οὐκ  εἶπεν   ἁπλῶς,   Πυρὸν,  ἀλλὰ,   Στέαρ  πυροῦ,  πολλὴν   ἐνδεικνύμενος   τὴν εὐημερίαν. Στέαρ γὰρ πυροῦ τὸ λιπαρὸν  τοῦ καρποῦ δηλοῖ. Τοιαῦτα γὰρ τοῦ Θεοῦ τὰ δῶρα, δόκιμα  καὶ  εὐθαλῆ.  Τὸν κάλλιστον  οὖν  πυρὸν  ἐνταῦθα  λέγει  ἐμπιπλᾷν  μετὰ δαψιλείας.  Τοῦτο γὰρ δηλῶν  οὐκ εἶπε, ∆ιδοὺς, ἀλλ',  Ἐμπιπλῶν  σε. Ὁ ἀποστέλλων  τὸ λόγιον αὐτοῦ τῇ γῇ. Ὅπερ αὐτῷ σύνηθές ἐστιν ἀπὸ τῶν ἰδικῶν ἐπὶ τὰ κοινὰ μεταφέρειν τὸν λόγον, καὶ πάλιν ἀπὸ τῶν κοινῶν ἐπὶ τὰ ἰδιάζοντα, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Ἐπειδὴ γὰρ εἶπεν, Αἴνει τὸν Θεόν σου, ἵνα μή τις τῶν ἀνοήτων  νομίσῃ τῶν Ἰουδαίων  μόνων Θεὸν εἶναι, δείκνυσι πῶς κοινὸς τῆς οἰκουμένης ἐστὶ, καὶ πανταχοῦ τῆς γῆς ἡ πρόνοια αὐτοῦ τέταται, ἀπὸ τῶν ἰδιαζόντων  ἐπὶ τὸ κοινὸν ἐξάγων τὸν λόγον καὶ τὴν καθόλου πρόνοιαν. ∆ιὸ καὶ εἰπὼν, Ὁ ἀποστέλλων  τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἐπήγαγεν, Ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ. Τοῦτο δὲ εἶπε, δεικνὺς  ὅτι οὐ μόνον  τῆς ἡμετέρας κήδεται, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης. Λόγον δὲ ἐνταῦθα τὸ πρόσταγμά φησι, τὴν ἐνέργειαν τὴν προνοητικήν.  Εἶτα τὴν  εὐκολίαν  παριστὰς,  οὐ τῷ  ὀνόματι  τοῦ  λόγου,  ἀλλὰ  καὶ  τῇ προσηγορίᾳ τοῦ δρόμου ταύτην παρίστησι. Καὶ οὐδὲ τοῦτο αὐτῷ ἤρκεσεν, ἀλλὰ καὶ τὸ τάχος προσέθηκεν. Ὃ δὲ λέγει τοιοῦτόν  ἐστιν· Ὅπερ ἂν ἐπιτάξῃ, μετὰ πολλῆς  γίνεται τῆς  ταχυτῆτος.  Ἐπιτάττει  γὰρ πανταχοῦ  τῆς  οἰκουμένης.  Τί δὲ ἐπιτάττει;  Ταῦτα τὰ συνέχοντα τὴν ζωὴν τὴν ἡμετέραν, λέγω δὴ τὰ περὶ τῆς τῶν ἀέρων οἰκονομίας, καὶ τῶν τροπῶν  καὶ τῶν μεταβολῶν.  ∆ιὸ καὶ ἐπάγει λέγων· ∆ιδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον· ὁμίχλην  ὡσεὶ σποδὸν πάσσοντος. Τοῦτο ἕτερος ἑρμηνευτὴς, ∆ρόσον πεπηγμένην.  Ὁ δὲ Ἑβραῖος, Χεφὸρ χαέφηρ. Βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς. Κατὰ πρόσωπον ψύχους  αὐτοῦ τίς ὑποστήσεται· Ἕτερος δέ φησι, Κατὰ πρόσωπον καύματος αὐτοῦ τίς ὑποστήσεται; Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα. Ἐνταῦθά μοι τὸ ἄμαχον καὶ ἀπέραντον αὐτοῦ τῆς δυνάμεως παρίστησιν, ὅτι καὶ οὐκ οὔσας .παράγει τὰς οὐσίας, καὶ γενομένας μετατίθησι, καὶ πρὸς ὃ βούλεται μεταῤῥυθμίζει. βʹ. Ὅπερ καὶ ἕτερος προφήτης δηλῶν ἔλεγεν· Ὁ ποιῶν πάντα,  καὶ μετασκευάζων  αὐτά. Εἰ γὰρ καὶ φύσεως ἀκινήτοις  ὅροις πεπέδηνται,  ἀλλ' ὅταν αὐτῷ δοκῇ, λύονται οὗτοι οἱ ὅροι. Αὐτῷ γὰρ πάντα εἴκει καὶ παραχωρεῖ. Καὶ ποτὲ μὲν αὐτὰς μεταβάλλει  τὰς οὐσίας, ποτὲ δὲ μενούσας εἰς ἑτέραν μετατίθησιν  ἐνέργειαν, καὶ τὴν  μὲν  οἰκείαν  αὐτῷ  καὶ συγκεκληρωμένην  ἀφίησιν  ἡσυχάζειν,  ἑτέραν  δὲ τὴν ἐναντίαν  ἐπιδείκνυται· ὅπερ καὶ ἐπὶ τῆς καμίνου ἐποίησε. Πῦρ γὰρ ἦν, καὶ οὐκ ἔκαιεν· ἀλλὰ δρόσου τινὸς ἡδίστης οἱ ἐμβληθέντες  ἀπέλαυον.  Πέλαγος ἦν ἐπὶ τῶν Ἰουδαίων, καὶ οὐ κατεπόντιζε  τὰ ὕδατα, ἀλλὰ  πέτρας στεῤῥότερον διεβιβάζοντο.  Γῆ ἦν ἐπὶ τοῦ ∆αθὰν  καὶ  Ἀβειρὼν,  καὶ  ὅμως  οὐκ  ἔστεγεν  αὐτῶν   τὰ  σώματα,  ἀλλὰ   θαλάσσης εὐκολώτερον  κατεποντίζοντο.  Ξύλον ἦν ξηρὸν ἡ ῥάβδος τοῦ Ἀαρὼν, καὶ τῶν ἐπὶ γῆς πεφυτευμένων ὡραιότερον καρπὸν ἤνεγκεν. Ὄνος ἦν τὸ πάντων νωθέστερον ζῶον ἐπὶ τοῦ Βαλαὰμ, καὶ ἀνθρώπου λογικοῦ οὐκ ἔλαττον ἀπολογίαν  εἰς τὸν παίοντα πεποίηκε. Λέοντες ἦσαν ἐπὶ τοῦ ∆ανιὴλ,  καὶ προβάτων  ἡμερότητα ἐπεδείξαντο,  οὐ τῆς φύσεως αὐτῶν   ἀφανισθείσης,   ἀλλὰ   τῆς   ἐνεργείας   μεταβληθείσης.   Πολλὰ  ἕτερα  τοιαῦτα θαύματα καὶ ἐπὶ τῆς κτίσεως ἔστιν ἰδεῖν. Μὴ οὖν, ἐπειδὴ καθ' ἕκαστον γίνεται ἐνιαυτὸν, καὶ ἐν ὄψεσιν ἡμῶν συμβαίνει, μικρὸν νομίσῃς τὸ θαῦμα· ἐπεὶ ἐννόησον  ἡλίκον  ἐστὶ, νῦν μὲν χιόνα φαίνεσθαι, νῦν δὲ ὕδωρ, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τοσαύτας γίνεσθαι μεταβολάς. Ἵνα γὰρ μή τις τῶν ἀνοήτων  λογίζηται τῇ φυσικῇ τῶν στοιχείων ἐνεργείᾳ, καὶ  τούτων   ἁπλῶς  αἴτια  ταῦτα  νομίζῃ,  ἀλλ'  εἰδῇ  τίς  ἐστιν    ἐπιτάττων,   ἐπὶ  τὸ πρόσταγμα αὐτοῦ πάντων τούτων ἀνάγει τὸν λόγον, καί φησιν· Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ,  καὶ  τήξει   αὐτά·  τουτέστι,   τὸ  πρόσταγμα·  οὐ  γὰρ  τῶν   ἀνέμων     φύσις προηγουμένως  τοῦτο ἐργάζεται, ἀλλ' ὁ τοὺς ἀνέμους ποιήσας Θεός. Ἐξήγαγε δὲ ἐπὶ τὰ στοιχεῖα  τὸν  λόγον,  καὶ τὰς ἐν τοῖς στοιχείοις  μεταβολὰς,  πείθων  τὸν  Ἰουδαῖον  τὸν παχὺν καὶ ἀναίσθητον ἀπὸ τῶν καθ' ἕκαστον ἐνιαυτὸν γινομένων εἰδέναι τοῦ Θεοῦ τὴν ἰσχὺν, ὅτι καὶ τὰ κατ' αὐτὸν ῥᾴδιον αὐτῷ διαθεῖναι  πάντα, ὡς ἂν ἐθέλῃ, καὶ ἀπὸ τῶν ἐναντίων εἰς τὰ ἐναντία  μεταβάλλειν.  Ὥσπερ γὰρ κρυμοῦ γινομένου  καὶ πάγου ἀνυποίστου, ῥᾴδιον αὐτῷ γαλήνην ἐργάσασθαι καὶ πάντα διαλῦσαι· οὕτω δὴ καὶ αὐτοὺς ἐν αἰχμαλωσίᾳ  γενομένους  καὶ ἐν πολέμοις εὐκολώτερον  αὐτῷ πρὸς εἰρήνην  καὶ τὴν ἑαυτῶν  ἐπαναγαγεῖν,  καὶ πρὸς τὴν  προτέραν  εὐημερίαν  χειραγωγῆσαι.  Οὐ τοῦτο  δὲ μόνον δηλοῖ, ἀλλὰ καὶ ἕτερον κεκρυμμένως  αἰνίττεται.  Ποῖον δὴ τοῦτο; Ὅτι καθάπερ ταῦτα καὶ λυποῦντα  πολλάκις  χρησίμως  τε καὶ ὠφελίμως  γίνεται,  οὕτω  καὶ τὰ κατ' αὐτοὺς συμφερόντως γέγονε, καὶ ἐργασάμενα πολλὴν τὴν ὠφέλειαν.  Ἵνα μὴ ἐπὶ πλέον λυπήσῃ, πάλιν  εἰς μεταβολὴν  μετέστη τὴν εὐδιεινοτέραν.  Τί δὲ αὐτῷ βούλεται καὶ τὰ παραδείγματα;  Οὐ γὰρ εἶπε, ∆ιδόντος χιόνα,  μόνον, ἀλλ' ἐπήγαγεν,  Ὡσεὶ ἔριον· οὐδὲ, Ὁμίχλην πάσσοντος, ἀλλ' ἐπήγαγεν, Ὡσεὶ σποδόν· οὐδὲ, Βάλλοντος κρύσταλλον, ἀλλ' ἐπήγαγεν,  Ὡσεὶ ψωμούς.  Ἐμοὶ δοκεῖ κἀντεῦθεν  τὴν  εὐκολίαν  τοῦ ἐργαζομένου δηλοῦν καὶ τὴν εὐπορίαν. Ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ. Ἕτερος, Ἀκριβασμούς. ἌλλοςΠροστάγματα.  ∆ικαιώματα  καὶ  κρίματα  αὐτοῦ  τῷ  Ἰσραήλ. Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει. Ἄλλος, Ὅμοια. Καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. Ὅρα πῶς πάλιν ἀπὸ τῶν καθολικῶν ἐπὶ τὰ μερικὰ μετάγει τὸν λόγον, καὶ τῶν Ἰουδαίων τὰ ἐξαίρετα, βουλόμενος  διεγεῖραι αὐτοὺς πρὸς πλείονα  σπουδήν. Ἀρχόμενος οὖν τοῦ ψαλμοῦ   περὶ  τῶν   αἰσθητῶν   διελέχθη   καὶ  σῶμα  ὠφελούντων,  οἷον   ἀσφαλείας, εὐετηρίας, εἰρήνης· ἐνταῦθα δὲ ἐπὶ τὰ ὑψηλότερα ἀνάγει τὸν λόγον, τὸν περὶ τῆς νομοθεσίας   λόγον   ἀναπλῶν,    ὅπερ   μάλιστα   εἶδος   εὐεργεσίας,   ἀπάγειν    κακίας, χειραγωγεῖν  πρὸς ἀρετὴν,  φωτίζειν  διάνοιαν.  ∆ιὸ καὶ Μωϋσῆς ἄνω  καὶ κάτω  τοῦτο στρέφων  ἔλεγε· Ποῖος ὡς οὗτος λαός; τὸ ἔθνος  τὸ μέγα, ᾧ ἐστιν αὐτῷ Θεὸς ἐγγίζων αὐτοῖς, ὡς Κύριος ὁ Θεὸς ἡμῶν, ἐπὶ πᾶσιν οἷς αὐτὸν ἐπικαλεσώμεθα; Καὶ ὁ ∆αυῒδ πάλιν· Ποιῶν ἐλεημοσύνας  ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.  Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσεῖ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Καὶ ὁ Ἰερεμίας· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ μὴ δηλώσας τοῖς λοιποῖς ἀνθρώποις, πῶς αὐτοὺς κολάζει; Ὅτι μὲν γὰρ κολάζει καὶ τοὺς πρὸ τοῦ νόμου καὶ τοὺς πανταχοῦ τῆς οἰκουμένης ἁμαρτάνοντας, δῆλον ἐξ ὧν ὁ Χριστός φησι· Βασίλισσα νότου ἀναστήσεται, καὶ κατακρινεῖ  τὴν γενεὰν  ταύτην. Καὶ πάλιν· Ἄνδρες Νινευῗται ἀναστήσονται καὶ κατακρινοῦσι τὴν γενεὰν  ταύτην. Πάντως γὰρ   διὰ   τοῦτο   οὕτως   εἴρηται,   ὡς   κἀκείνων    λόγον   ὑπεχόντων,    καὶ   τῶν   μὲν ἐπαινουμένων, τῶν δὲ κολαζομένων. Εἰ δὲ μὴ ἦν δῆλα αὐτοῖς τὰ πρακτέα, πῶς ἤμελλον κατακρίνειν  τούτους; Πῶς δὲ πάλιν ἔλεγεν, ὅτι Τὸ αἷμα ἐκδικηθήσεται ἀπὸ τοῦ αἵματος  Ἄβελ  τοῦ  δικαίου  ἕως  τοῦ  αἵματος  Ζαχαρίου;  πῶς  δὲ  καὶ,  Ἀνεκτότερον  ἔσται  γῇ Σοδόμων  καὶ  Γομόῤῥας; Τῷ γὰρ  εἰπεῖν,  Ἀνεκτότερον,  οὐ τελείαν  ἀπαλλαγὴν,  ἀλλὰ κουφοτέραν  τιμωρίαν. ὧν ἥμαρτον, αὐτοὺς διδόναι δηλοῖ. Εἰ δὲ οἱ κολασθέντες  οὕτω χαλεπῶς  πάλιν δίκην διδόασι, τίς τῶν ἄλλων  διαφεύξεται;

γʹ. Ὁρῶμεν δὲ καὶ τοὺς ἐπὶ τοῦ κατακλυσμοῦ δίκην δεδωκότας, καὶ ἑτέρους πολλοὺς, καὶ αὐτὸν δὲ τὸν Κάϊν. Καὶ ὁ Παῦλος δέ φησι, τὸ αὐτὸ τοῦτο  δηλῶν· Ἀποκαλύπτεται  ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ  ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων  τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων·  διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ὁ γὰρ .Θεὸς αὐτοῖς ἐφανέρωσεν. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως  κόσμου τοῖς  ποιήμασι νοούμενα  καθορᾶται,  ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους.  Εἶτα τὸν περὶ τοῦ βίου κινῶν  λόγον, οὐδὲ ἐνταῦθα ἀφίησιν αὐτοὺς ἀνευθύνους,  οὕτω λέγων· Οἵτινες τὸ δικαίωμα  τοῦ Θεοῦ ἐπιγνόντες,  ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου  εἰσὶν, οὐ μόνον  αὐτὰ  ποιοῦσιν,  ἀλλὰ  καὶ  συνευδοκοῦσι  τοῖς  πράσσουσι. Λογίζῃ δὲ  τοῦτο,  ὦ ἄνθρωπε,  ὁ κρίνων  τοὺς τὰ τοιαῦτα  πράσσοντας, καὶ ποιῶν  αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ  τὸ κρῖμα  τοῦ  Θεοῦ; Ἢ τοῦ  πλούτου  τῆς  χρηστότητος  αὐτοῦ,  καὶ  τῆς  ἀνοχῆς,  καὶ  τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον  καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ, δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον·  τοῖς δὲ ἐξ ἐριθείας ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις  δὲ τῇ ἀδικίᾳ, θυμὸς   καὶ   ὀργὴ   καὶ   θλίψις   καὶ   στενοχωρία   ἐπὶ   πᾶσαν   ψυχὴν   ἀνθρώπου   τοῦ κατεργαζομένου  τὸ κακὸν, Ἰουδαίου τε πρῶτον, καὶ Ἕλληνος. Ὁρᾷς διὰ πάντων  τῶν εἰρημένων  πῶς ἅπαντες  ὅσοι γεγόνασιν  ἄνθρωποι,  καὶ πρὸ τοῦ νόμου, δίκην διδόασι, καὶ ὅσοι τῆς ἀρετῆς ἐπεμελήσαντο  καὶ ἀσεβείας ἀπηλλάγησαν,  ἀγαθῶν  ἀπολαύουσι; Πῶς οὖν ἢ τοῦτο ἔσται, ἢ ἐκεῖνο, εἴπερ οὐκ ᾔδεισαν τὸ πρακτέον; Εἰ δὲ καὶ ᾔδεισαν τὸ πρακτέον, φησὶ, πῶς λέγει, Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν  αὐτοῖς; Τί οὖν  ἐστι  τὸ  εἰρημένον,  καὶ  τί  ποτε  δηλοῦν  βούλεται; Ἄκουε. Γραπτὸν νόμον οὐδενὶ τῶν ἄλλων ἔδωκε· τὸν μὲν γὰρ φυσικὸν ἔνδοθεν εἶχον ἅπαντες ἐνηχοῦντα,  τί μὲν καλὸν, τί δὲ οὐ τοιοῦτον. Ὁμοῦ γὰρ πλάττων  τὸν ἄνθρωπον  ὁ Θεὸς, τοῦτο  αὐτῷ  ἐνέθηκε  δικαστήριον  ἀδέκαστον, τὴν  ἐν ἑκάστῳ τοῦ συνειδότος  ψῆφον. Τοῖς δὲ Ἰουδαίοις  ἐξαίρετόν  τι  ἐπραγματεύσατο,  τὸ καὶ διὰ γραμμάτων  δηλῶσαι  τὰ νόμιμα. ∆ιὰ τοῦτο καὶ αὐτὸς οὐκ εἶπεν, ὅτι Οὐκ ἐποίησεν ἐν παντὶ ἔθνει, ἀλλ', Οὕτως οὐκ  ἐποίησε.  Τουτέστιν,  οὐ  πλάκας  αὐτοῖς  ἔπεμψεν,  οὐ  γράμματα,  οὐ  νομοθέτην Μωϋσέα, οὐ  τἄλλα  τὰ  ἐπὶ  τοῦ  Σινᾶ  ὄρους·  ἀλλὰ  τούτων   ἁπάντων   ἐκ  περιουσίας Ἰουδαῖοι μόνοι ἀπήλαυσαν· ἡ μέντοι πᾶσα φύσις ἡ ἀνθρωπίνη  ἀρκοῦντα εἶχε τὸν ἀπὸ τοῦ συνειδότος νόμον. Ἅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. ∆ιὸ καὶ μείζονος  τῆς  κατακρίσεως  Ἰουδαῖοι  ἄξιοι,  ὅτι  μετὰ  τοῦ  φυσικοῦ  καὶ  τὸν  γραπτὸν λαβόντες,  τοσαῦτα παρηνόμησαν. Ὥστε ἡ πολλὴ  τοῦ Θεοῦ εὐεργεσία πλείονος  αὐτοῖς κατακρίσεως ὑπόθεσις γίνεται  ἐῤῥᾳθυμηκόσι. Κατὰ μὲν οὖν τὸ ῥητὸν ἀρκεῖ τὰ εἰρημένα· εἰ δέ τις ἐπιθυμίαν ἔχει καὶ κατὰ ἀναγωγὴν  τὸν ψαλμὸν ἐκλαβεῖν, οὐ παραιτησόμεθα  καὶ  ταύτην  ὁδεῦσαι  τὴν  ὁδὸν,  οὐ  λυμαινόμενοι   τὴν  ἱστορίαν,  μὴ γένοιτο, ἀλλὰ μετ' ἐκείνης καὶ ταῦτα προστιθέντες τοῖς φιλοπονωτέροις, καθὼς ἂν οἷόν τε ᾖ. Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον· αἴνει τὸν Θεόν σου, Σιών. Οἶδεν Ἱερουσαλὴμ τὴν ἄνω ὁ Παῦλος, περὶ ἧς λέγει· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ  ἡμῶν·  ὥσπερ καὶ Σιὼν οἶδε τὴν  Ἐκκλησίαν, ὅταν  λέγῃ· Οὐ γὰρ προσεληλύθατε  ὄρει ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ  καὶ σκότῳ καὶ θυέλλῃ, ἀλλὰ προσεληλύθατε  Σιὼν πόλει καὶ Ἐκκλησίᾳ πρωτοτόκων  ἀπογεγραμμένων  ἐν οὐρανοῖς.∆υνατὸν οὖν κατὰ ἀναγωγὴν  καὶ περὶ ταύτης λέγεσθαι τὸ, Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών· ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς  υἱούς  σου ἐν  σοί. Καὶ γὰρ τῆς  Ἱερουσαλὴμ  ἀσφαλέστερον  αὐτὴν  ἐτείχισεν,  οὐ μοχλοῖς   καὶ  θύραις,  ἀλλὰ  τῷ  σταυρῷ  περιφράξας,  καὶ  τῇ  ἀποφάσει  τῆς  οἰκείας δυνάμεως, δι' ἧς ἀνέστησεν αὐτῆς πανταχοῦ  τὸν περίβολον, εἰπὼν, ὅτι Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. δʹ. Ἐν γοῦν προοιμίοις βασιλεῖς ἅπαντες, καὶ δῆμοι καὶ πόλεις, καὶ τῶν  δαιμόνων  αἱ φάλαγγες,  καὶ αὐτὴ τοῦ διαβόλου  ἡ τυραννὶς,  καὶ μυρία πράγματα ἐπέθεντο  τῇ  Ἐκκλησίᾳ· καὶ  ὅμως  πάντα  μὲν  ἐκεῖνα  διελύθη  καὶ  ἀπώλετο·  αὕτη  δὲ αὐξομένη πρὸς ὕψος ἤρθη τοσοῦτον, ὅτι καὶ αὐτοὺς ὑπερέβη τοὺς οὐρανούς. Εὐλόγησε τοὺς  υἱούς  σου  ἐν  σοί.  Ὥσπερ  ἐξ  ἀρχῆς  εἶπεν,  Αὐξάνεσθε,  καὶ  πληθύνεσθε,   καὶ πληρώσατε  τὴν  γῆν,  καὶ διὰ  τῆς  γῆς  ἁπάσης ὁ λόγος  διέδραμεν·  οὕτω  μετὰ  ταῦτα, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· καὶ ὅτι Κηρυχθήσεται τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ· καὶ αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα ἐν βραχείᾳ καιροῦ ῥοπῇ κατέλαβε τὸ ἐπίταγμα.  ∆ιὸ καὶ ἔλεγεν·  Ὁ κόκκος τοῦ σίτου, ἐὰν πεσὼν εἰς τὴν  γῆν  μὴ ἀποθάνῃ, αὐτὸς μόνος  μένει· ἐὰν δὲ ἀποθάνῃ,  πολὺν  καρπὸν  φέρει. Καὶ πάλιν,  Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Παρὰ μὲν οὖν τὴν ἀρχὴν ἐξ ἑνὸς ἐγένοντο πολλοὶ, νόμῳ φύσεως τοῦ πλήθους  αὐξομένου· διὸ καὶ σχολαιότερον  τὸ πρᾶγμα προῄει· ἐπὶ δὲ τῶν ἀποστόλων  οὐ νόμῳ φύσεως, ἀλλὰ χάριτι τὸ πλῆθος  ἐπεδίδου· διόπερ εὐθέως ἐν μιᾷ ἡμέρᾳ τρισχίλιοι, εἶτα πεντακισχίλιοι,  εἶτα μύριοι, εἶτα πᾶσα ἡ οἰκουμένη διὰ τῆς καλῆς ταύτης  ἀναγεννήσεως  τεχθέντες,  ηὐξήθησάν τε καὶ ἐπληθύνθησαν,  καὶ τὴν εὐλογίαν διὰ τῶν ἔργων ἣν ἔλαβον ἐπεδείξαντο· Οὐ γὰρ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ  τῆς  τοῦ  Θεοῦ χάριτος  ἐγεννήθησαν.  Ὁ τιθεὶς  τὰ  ὅριά  σου εἰρήνην.  Τοῦτο μάλιστα περὶ τῆς Ἐκκλησίας ἄν τις εἴποι κυρίως· καὶ τὸ δὴ θαυμαστότερον, ὅτι πολεμουμένη  εἰρήνης  ἀπέλαυε, καὶ πάντων  ἐπιβουλευόντων τῇ ἀδείᾳ ἐνετρύφα.  ∆ιὸ καὶ ἔλεγεν· Εἰρήνην τὴν ἐμὴν ἀφίημι  ὑμῖν, εἰρήνην  τὴν ἐμὴν δίδωμι ὑμῖν. Καὶ στέαρ πυροῦ ἐμπιπλῶν  σε. ∆υνατὸν καὶ ἐπὶ τῆς Ἐκκλησίας τοῦτο .λαμβάνεσθαι ἑτέρως εἰς πνευματικὴν  τροφὴν,  ὅτι  ἄρτον  ἡμῖν  δέδωκε  τὸν  τῆς  ζωῆς.  Ὁ ἀποστέλλων  τὸν λόγον αὐτοῦ τῇ γῇ· ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ. Ποῖος λόγος, εἰπέ μοι. Ὁ διὰ τῶν  ἀποστόλων,    πτεροῦ  κουφότερον  πάντα  περιδραμών.  ∆ιὸ  καὶ    ∆αυῒδ  τοῦτο ἀλλαχοῦ αἰνιττόμενος  λέγει· Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις  δυνάμει πολλῇ. Εἰ δέ τις ἀμφιβάλλοι  τῶν ἀνοήτων,  ἀπὸ τῶν κατὰ τὰ στοιχεῖα γινομένων  λαμβανέτω τὴν ἀπόδειξιν, καὶ μανθανέτω  πῶς ἡ χιὼν ἀθρόον ἔπεισι, καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ πᾶσαν καλύπτει  τὴν γῆν, οὐκ ἐκ περιόδου ἐπιοῦσα τῷ προσώπῳ ταύτης, ἀλλ' ἀθρόον αὐτὴν περιστέλλουσα. Ἐπειδὴ τοίνυν προφήτης ἦν, καὶ εἰκὸς αὐτὸν τὰ μέλλοντα προαναφωνοῦντα καὶ αἰνιττόμενον κατὰ ἀναγωγὴν  ταῦτα λέγειν, ἀκολούθως τῷ περὶ τῶν στοιχείων ἐνδιατρίβει λόγῳ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Μέλλει πᾶσα ἡ γῆ τῷ λόγῳ τοῦ Θεοῦ κατηχεῖσθαι, καὶ μετὰ πολλοῦ τοῦ τάχους, καὶ ἐν βραχεῖ καιρῷ. Εἶτα ἵνα μή τις ἀμφιβάλλῃ,  εἰ Ἰουδαῖοι ἔθνος ἓν τοσούτῳ χρόνῳ  τοσαύτης ἀπολαῦσαν ἐπιμελείας  οὐ γέγονε δόκιμον, πῶς τοὺς τὴν οἰκουμένην οἰκοῦντας ἐν βραχεῖ καιρῷ δυνατὸν μεταῤῥυθμισθῆναι, εἰς βεβαίωσιν τοῦ λόγου τὰ ἀπὸ τῶν στοιχείων παραδείγματα παραλαμβάνει,  τὴν χιόνα, τὴν ὁμίχλην,  τὸν κρύσταλλον, ἅπερ μάλιστα ἐν μιᾷ καιροῦ ῥοπῇ γίνεται. Μὴ τοίνυν ἀπιστήσῃς, εἰ καὶ τὰ τῆς γνώμης αὐτῶν μέλλοι μεταβάλλεσθαι εὐκόλως.  Ἀλλὰ  πολλοὶ  οἱ ἀνθιστάμενοι;  Ἀλλὰ  καὶ οὗτοι  ἐκστήσονται  καὶ παραχωρήσουσιν.   Εἰ  γὰρ  ψῦχος   ὀλίγον   σφοδρότερον   γινόμενον   οὐδεὶς   ἐνεγκεῖν δύναται, ἀλλ' εἴκουσιν αὐτῷ πάντες καὶ παραχωροῦσι· πολλῷ μᾶλλον τῷ λόγῳ καὶ τῷ ἐπιτάγματι   αὐτοῦ  πάντα  ἐκστήσεται  τὰ  ἐναντιούμενα.   Καὶ γὰρ  τὰς  οὐσίας  ἱκανὸς μεταθεῖναι,  καὶ μὴ οὔσας παραγαγεῖν,  καὶ εἰς τοσαύτην αὐξῆσαι δύναμιν,  ὡς πᾶσι καὶ ἀνύποιστα ταῦτα γίνεσθαι. Ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακὼβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ. Ἐνταῦθα καὶ τὸν Ἰακὼβ οὐκ ἄν τις ἁμάρτοι τὸν πνευματικὸν εἰπὼν, καὶ τὸν Ἰσραὴλ, ὃν καὶ Παῦλος οἶδε λέγων, Εἰρήνη ὑμῖν καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ΕΙΣ ΤΟΝ ΡΜΗʹ ΨΑΛΜΟΝ.  Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ.

αʹ. Ἔθος τοιοῦτον  τοῖς  ἁγίοις  διὰ πολλὴν  εὐγνωμοσύνην,  ἐπειδὰν  μέλλωσιν εὐχαριστεῖν τῷ Θεῷ, πολλοὺς καλεῖν κοινωνοὺς  τῆς εὐφημίας, καὶ παρακαλεῖν συνεφάπτεσθαι  τῆς  καλῆς  ταύτης  λειτουργίας  αὐτοῖς.  Τοῦτο καὶ  οἱ  παῖδες  οἱ  τρεῖς πεποιήκασι, τὴν κτίσιν ἅπασαν, ἡνίκα ἦσαν ἐν τῇ καμίνῳ, πρὸς τὴν εὐφημίαν τῆς ὑπὲρ αὐτῶν  εὐεργεσίας  καλέσαντες  καὶ  πρὸς  τὴν  τοῦ  Θεοῦ ὑμνῳδίαν.  Τοῦτο  καὶ  οὗτος ἐνταῦθα  ποιεῖ, ἑκάτερον  τὸν  κόσμον καλῶν,  τὸν  ἄνω,  τὸν  κάτω,  τὸν  αἰσθητὸν,  τὸν νοητόν. Τοῦτο καὶ ὁ προφήτης Ἡσαΐας, ὡς ὅταν λέγῃ· Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω  ἡ γῆ, ὅτι ἠλέησεν  ὁ Θεὸς τὸν  λαὸν  αὐτοῦ. Καὶ αὐτὸς δὲ οὗτος πάλιν, ὅταν λέγῃ· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.  Καὶ ἀλλαχοῦ  πάλιν  ὁ Ἡσαΐας· Νεφέλαι ῥανάτωσαν  δικαιοσύνην.  Ἅτε γὰρ οὐκ ὄντες ἱκανοὶ μόνοι πρὸς τὴν εὐφημίαν  τοῦ  ∆εσπότου, περιέρχονται  πάντας  κοινωνοὺς  λαβεῖν  τῆς  ὑμνῳδίας.  Καὶ τοῦτο συνεχῶς μάλιστα οὗτος ποιεῖ, ὡς ὅταν λέγῃ, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι  Θεοῦ. Καὶ πάλιν, ∆υνατοὶ ἰσχύϊ, ποιοῦντες  τὸν λόγον  αὐτοῦ. Καὶ ἕτερον δέ τι πάλιν  ἐκ τούτων  κατασκευάζει. Ποῖον δὴ τοῦτο; Τὸ μηδένα τῶν ἀλογωτέρων  νομίσαι δύο δημιουργοὺς εἶναι. Ἐπειδὴ γὰρ αἱ κτίσεις διάφοροι, καὶ διεστήκασιν ἀλλήλων  ταῖς οὐσίαις ἡ μὲν γάρ ἐστιν αἰσθητὴ, ἡ δὲ νοητή· ἡ μὲν ὁρατὴ, ἡ δὲ ἀόρατος· ἡ μὲν σωμάτων ἐμπέπλησται, ἡ δέ ἐστιν ἀσώματος, ἵνα μή τις ἐκ τῆς διαφορᾶς τῶν ἔργων διαφόρους δημιουργοὺς  ἐπεισαγάγῃ,  ἕνα  χορὸν  ἵστησιν,  ἐξ  ἁπάντων   μίαν  ἀνάγων   αὐτῷ  τὴν μελῳδίαν,  καὶ  τὸν  αὐτὸν  λέγων  δεῖν  ὑπό  τε  τῆς  ἄνω,  ὑπό  τε  τῆς  κάτω  κτίσεως ἀνυμνεῖσθαι  Θεὸν, δηλῶν  καὶ ἐντεῦθεν,  ὅτι εἷς ἑκατέρας ὁ δημιουργός. Καὶ πρότερον ἄνωθεν  ἄρχεται, λέγων· Αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Ἕτερος, Πᾶσαι αἱ στρατιαὶ αὐτοῦ· τὰ Χερουβὶμ λέγων,  τὰ Σεραφὶμ, τὰς Κυριότητας, τὰς Ἀρχὰς, τὰς Ἐξουσίας. Τοῦτο σφόδρα ἐκκαιομένης  ψυχῆς,  τοῦτο φίλτρου πεπυρωμένου, τὸ πάντας διεγείρειν πρὸς τὴν εὐφημίαν τοῦ ποθουμένου· τοῦτο συνεχῶς ἐντρυφώσης  διανοίας τῇ περὶ τοῦ Θεοῦ ἐννοίᾳ, ἐκπληττομένης,  θαυμαζούσης τὴν δόξαν αὐτοῦ, ἀνακειμένης  αὐτῷ. Αἰνεῖτε αὐτὸν, ἥλιος καὶ σελήνη· αἰνεῖτε  αὐτὸν, πάντα  τὰ ἄστρα καὶ τὸ φῶς. Ἕτερος, Ἀστέρες φωτός.  Αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρανῶν· καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν  αἰνεσάτωσαν  τὸ ὄνομα Κυρίου. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν·  αὐτὸς ἐνετείλατο,  καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα,  καὶ  εἰς  τὸν  αἰῶνα  τοῦ  αἰῶνος.  Ἄλλος,  Ἔστησεν αὐτὰ  διαμένειν   αἰωνίως. Πρόσταγμα  ἔθετο,  καὶ  οὐ  παρελεύσεται.  Τίνος  ἕνεκεν   ὀλίγα   περὶ  τῶν   οὐρανίων
 δυνάμεων   εἰπὼν,  ταχέως  ἀπεπήδησεν  ἐκεῖθεν,  καὶ  ἐν  τοῖς  ὁρωμένοις  τὸν  λόγον ἀγαγὼν,  ἐνταῦθα  αὐτὸν μηκύνει, πάντα καθ' ἕκαστον ἐπεξιὼν,  τὰ ἄνω, τὰ κάτω; Ὅτι ταῦτα τοῖς τότε ἀκούουσι σαφέστερα ἦν, ὁρώμενα καὶ πρὸ ὀφθαλμῶν  κείμενα. ∆ιὸ καὶ Μωϋσῆς ἀρχόμενος τῆς δημιουργίας, καὶ μηδὲν περὶ τῶν ἄνω διαλεχθεὶς, μὴ μικρὸν, μὴ μέγα, ἀπ' οὐρανοῦ  καὶ γῆς  ποιεῖται  τὴν  ἀρχὴν,  καὶ διαβαίνει  λοιπὸν  διὰ ἡλίου  καὶ σελήνης, καὶ βοτανῶν,  καὶ νηκτῶν,  καὶ τετραπόδων,  καὶ εἰς τὸν ἄνθρωπον  καταλύει τὸν  λόγον.  Οὐρανοὺς  δὲ  οὐρανῶν   ἐνταῦθα  λέγων,   οὐ  πλῆθος  ἐνδείκνυται,   ἀλλ' οὐρανὸν οὐρανοῦ τὸν αὐτὸν λέγει. Τῇ γὰρ Ἑβραίων φωνῇ τὸν οὐρανὸν ἔθος οὐρανοὺς καλεῖν· καθάπερ καὶ ἑτέρωθί φησιν· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ· τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων.  Καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Ἤκουες καὶ Μωϋσέως λέγοντος, ὅτι τῶν ὑδάτων τὰ μὲν εἴασε κάτω, τὰ δὲ ὑπὲρ τῶν νώτων  τῶν οὐρανίων  μετεωρίζεσθαι παρεσκεύασεν, ἐν τῷ μέσῳ τῆς ἀβύσσου πήξας τὸ στερέωμα, καὶ ὑπὲρ τῶν νώτων  ἀφεὶς τὰ ὕδατα μένειν. Καὶ πῶς ταῦτα αἰνεῖ, ἴσως εἴποι τις ἂν, οὐ φωνὴν  ἔχοντα, οὐ γλῶτταν,  οὐ ψυχὴν, οὐ λογισμὸν, οὐ νοῦν, οὐ φωνητικὸν ὄργανον, οὐ διάνοιαν; Ὅτι δύο δοξολογίας τρόποι· εἷς μὲν, ὁ διὰ ῥημάτων, ἕτερος δὲ, ὁ δι' ὄψεως, καὶ  τρίτος  δὲ  μετὰ  τούτων,     διὰ  βίου  καὶ  ἔργων.  Καὶ  γὰρ  καὶ  ἀνθρώπων   οὐ φθεγγομένων μόνον,  ἀλλὰ  καὶ  σιγώντων,   δόξα  ἀναφέρεται  τῷ  Θεῷ·  ὥσπερ  καὶ  ὁ Χριστός φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ  ἔργα, καὶ  δοξάσωσι τὸν  Πατέρα ὑμῶν  τὸν  ἐν  τοῖς  οὐρανοῖς.  Καὶ πάλιν,  Τοὺς δοξάζοντάς με δοξάσω. Ἔστι καὶ διὰ γλώττης  δοξολογία, ὡς καὶ Μωϋσῆς ἐδόξασε μετὰ τῆς Μαρίας λέγων·  Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως  γὰρ δεδόξασται. Ἔστι καὶ ἡ διὰ τῆς κτίσεως αὐτῆς, ὡς αὐτὸς οὗτός φησιν· Οἱ οὐρανοὶ διηγοῦνται  δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν  αὐτοῦ  ἀναγγέλλει  τὸ στερέωμα. Οὕτω καὶ ἐνταῦθα  αἰνεῖ  αὐτὸν  ἡ κτίσις τῷ κάλλει,  τῇ  θέσει,  τῷ  μεγέθει,  τῇ  φύσει,  τῇ  χρήσει,  τῇ  διακονίᾳ,  τῇ  διαμονῇ,  τῇ λυσιτελείᾳ  τῇ  ἐξ  αὐτῶν  γινομένῃ.  Ὅταν  οὖν  λέγῃ,  Αἰνεῖτε  τὸν  Κύριον, ἄγγελοι, δυνάμεις, οὐρανοὶ, σελήνη, ἥλιος, ἀστέρες, τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν,  τοῦτο λέγει, ὅτι ἕκαστον τῶν γινομένων ἄξιον τῆς τοῦ πεποιηκότος σοφίας, καὶ πολλοῦ γέμει τοῦ θαύματος· ὅπερ συντόμως  ὁ Μωϋσῆς ἐν προοιμίοις  ἔλεγε· Καὶ εἶδεν  ὁ Θεὸς ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν· οὕτω καλὰ, ὡς δοξάζειν τὸν πεποιηκότα, καὶ τὸν θεατὴν ἐνάγειν εἰς εὐφημίαν τοῦ τεκτηναμένου.

βʹ. Αἶνον οὖν τοῦτόν  φησι, τὸ κάλλος  τῶν  γενομένων  τίκτον  ὑμνολογίαν  τῷ πεποιηκότι.  Ὅπερ  καὶ    Παῦλος  δηλοῖ·  Τὰ γὰρ  ἀόρατα  ἀπὸ  κτίσεως  κόσμου  τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Καὶ ὁ προφήτης δὲ οὗτος, εἰπὼν τὰ κτίσματα, καὶ τῇ ὄψει τῶν θεωμένων  καταλιπὼν  τὸ κάλλος αὐτῶν καταμανθάνειν καὶ τὸ μέγεθος καὶ τὴν χρείαν, αὐτὸς ἑτέραν τίθησιν αἰτίαν, λέγων, ὅτι Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο,  καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Ὅτι μὲν οὖν καλὰ καὶ θαυμάσια, καὶ αὐτὴ ἡ ὄψις δηλοῖ· ὅτι δὲ καὶ δημιουργὸν  ἔχει, καὶ οὐκ αὐτόματα ταῦτα, οὐδὲ ἀγένητα, ἱκανὸν μὲν καὶ τοῦτο ἀπὸ τῆς ἑρμηνείας αὐτῆς κατιδεῖν. Εἰ δέ τις  ἀμφιβάλλοι,  παρ' ἐμοῦ μανθανέτω,  ὅτι  δημιουργὸν  ἔχει  καὶ  ποιητὴν,  καὶ προνοητὴν  καὶ κηδεμόνα. ∆ύο γὰρ ἐνταῦθα τίθησι, μᾶλλον  δὲ τρία· εἰ δέ τις ἀκριβῶς ἐξετάζοι,  καὶ  τέσσαρα·  ὅτι  τε  ἐποίησε, καὶ  ἐξ οὐκ  ὄντων  ἐποίησε, καὶ  μετ' εὐκολίας ἐποίησε, καὶ γενόμενα διακρατεῖ. Τὸ μὲν γὰρ εἰπεῖν, Αὐτὸς εἶπε, τὴν εὐκολίαν δηλοῖ· ὡς καὶ Παῦλος δηλῶν ἔλεγε· Τοῦ ζωοποιοῦντος  τοὺς νεκροὺς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· τῷ ὀνόματι τῆς κλήσεως τὴν εὐκολίαν ἡμῖν αἰνιττόμενος.  Ὅτι δὲ καὶ γενόμενα  διακρατεῖ, αὐτὸς ὁ προφήτης  πάλιν  δείκνυσιν  ἐπαγαγὼν,  Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Ὅρα καὶ ἐνταῦθα πάλιν τὴν ἐξουσίαν, τὴν αὐθεντίαν πῶς παρεδήλωσεν, οὐ τῷ στῆναι μόνον, ἀλλὰ   καὶ  τῷ  εἰπεῖν,   Πρόσταγμα,  ταῖς  ἀνθρωπίναις   λέξεσι  τὴν   ἐνέργειαν   αὐτοῦ παραδηλῶν. Ὥσπερ γὰρ σοὶ τὸ εἰπεῖν εὔκολον, καὶ τὸ προστάξαι ῥᾴδιον· οὕτω τῷ Θεῷ τὸ ποιῆσαι οὐκ ὄντα, καὶ γενόμενα διακρατῆσαι· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ πλέον.  Οὐδὲ γὰρ  δυνατὸν  παραστῆσαι τῆς  εὐκολίας  τὴν  ὑπερβολὴν,  μεθ' ἧς  ταῦτα ἐποίησε. Καὶ τὸ δὴ θαυμαστὸν, οὐχ ὅτι διακρατεῖ μόνον, οὐδὲ ὅτι ἑστήκασιν ἀκίνητοι οἱ νόμοι τῆς φύσεως, ἀλλ' ὅτι καὶ χρόνον οὕτως ἄπειρον. Ἐννόησον γοῦν πόσος αἰὼν, καὶ οὐδὲν  συνεχύθη  τῶν  ὄντων·  οὐ  θάλαττα  τὴν  γῆν  ἐπέκλυσεν,  οὐχ  ἥλιος  τόδε  τὸ ὁρώμενον κατέκαυσεν, οὐκ οὐρανὸς παρεσαλεύθη, οὐ νυκτὸς, οὐδὲ ἡμέρας ὅροι συνεχύθησαν, οὐχ ὡρῶν τροπαὶ, οὐκ ἄλλο τῶν τοιούτων  οὐδέν· ἀλλ' ἕκαστον καὶ τῶν κάτω καὶ τῶν ἄνω μετὰ πάσης ἕστηκε τῆς ἀκριβείας τοὺς ἅπαξ τεθέντας ὅρους ἐξ ἀρχῆς αὐτῷ διατηροῦν. Εἰπὼν τοίνυν περὶ τῆς ἄνω κτίσεως καὶ τῶν κατ' οὐρανὸν, κάτεισιν ἐπὶ τὴν  γῆν.  Ὅπερ δὲ  ἐποίησεν  ἐπὶ  τῶν  ἄνω,  ἀρξάμενος  μὲν  ἀπὸ  τῶν  ὑπερουρανίων, καταβὰς δὲ εἰς τὰ οὐράνια, τοῦτο καὶ ἐνταῦθα  ποιεῖ ἀπὸ τῶν  οὐρανίων  ἐπὶ τὴν  γῆν μεταπηδῶν.   Ἐπειδὴ  γάρ  τινές  εἰσι  λέγοντες   τὰ  μὲν  κατ'  οὐρανὸν  τῆς  τοῦ  Θεοῦ δημιουργίας ἄξια εἶναι, τῶν δὲ ἐπὶ γῆς ἐπιλαμβάνονται,  διὰ τὸ ἐν αὐτῇ εἶναι σκορπίους λέγοντες,  ἔχεις,  δράκοντας,  καὶ  τὸ  λοιπὸν  τῶν  θηρίων  γένος,  καὶ  τὰ  ἄκαρπα  τῶν δένδρων,  πρὸς τούτους  ὥσπερ ἀπολογούμενος,  ἑτέρως πάλιν  μεταχειρίζει  τὸν λόγον. Καὶ ὅρα τί ποιεῖ· Τὰ ὡμολογημένα  καλὰ ἀφεὶς, πρόβατα καὶ βόας, ὧν καὶ ἡ πεῖρα τὴν χρείαν δείκνυσιν, ὄνους, καμήλους, καὶ ὅσα πρὸς τὴν τῶν ἀγωγίμων  ἡμῖν μετακομιδὴν ἐπιτήδεια, ἐν τοῖς δοκοῦσιν ἀχρήστοις εἶναι περιάγει τὸν λόγον, δράκοντας εἰς μέσον ἄγων, καὶ τὸ ἄπλωτον  τοῦ πελάγους μέρος, καὶ τὰ δοκοῦντα λυπεῖν, οἷον τὸ πῦρ, τὴν χάλαζαν, τὴν χιόνα, τὸν κρύσταλλον· εἶτα τὰ ἄκαρπα τῶν δένδρων, τὰ ὄρη· καὶ πάλιν τὰ πεδία καταλιπὼν,  τὰ ὕπτια καὶ πρὸς γεωργίαν ἐπιτήδεια καὶ καρπῶν ἡμέρων φορὰν, ἐπὶ τὰ ὄρη μεταβαίνει καὶ τοὺς βουνοὺς καὶ τὰ ἐρημότερα τῶν χωρίων, καὶ τῶν ἑρπετῶν μέμνηται  πάντων.  Ὥστε δὲ σαφέστερον  ταῦτα  μαθεῖν,  ἄξιον  ἐπακοῦσαι αὐτῶν  τῶν ῥημάτων. Μετὰ γὰρ τὸ εἰπεῖν, Πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται, ἐπήγαγεν· Αἰνεῖτε τὸν  Κύριον ἐκ  τῆς  γῆς,  δράκοντες  καὶ  πᾶσαι  ἄβυσσοι· πῦρ,  χάλαζα;  χιὼν, κρύσταλλος,  πνεῦμα  καταιγίδος,   τὰ  ποιοῦντα   τὸν  λόγον  αὐτοῦ.  Ἕτερος,  Ἄνεμος τυφῶνος. Τὰ ὄρη καὶ πάντες οἱ βουνοὶ, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι· τὰ θηρία καὶ πάντα  τὰ  κτήνη,  ἑρπετὰ  καὶ  πετεινὰ  πτερωτά.  Τίνος  ἕνεκεν  οὕτω  μεταχειρίζει  τὸν λόγον;  Ἐκ περιουσίας δεικνὺς  τοῦ Θεοῦ τὴν  πρόνοιαν.  Εἰ γὰρ τὰ δοκοῦντα  ἄχρηστα εἶναι, καὶ πολέμια  τῷ γένει  τῶν  ἀνθρώπων,  οὕτως ἐστὶ καλὰ, οὕτω χρήσιμα, ὡς καὶ αὐτὰ ὕμνον ἀναφέρειν  τῷ Θεῷ καὶ δοξολογίαν  διὰ τῆς οἰκείας δημιουργίας· ἐννόησον οἷα τὰ ἄλλα. Καὶ εἰ δοκεῖ, ἐπέλθωμεν  ἕκαστον τῶν  εἰρημένων.  ∆ράκοντες, φησὶ, καὶ πᾶσαι ἄβυσσοι. ∆ράκοντας ἐνταῦθα τὰ κήτη λέγει, ὡς καὶ ἀλλαχοῦ, ὅταν λέγῃ, ∆ράκων οὗτος,  ὃν  ἔπλασας  ἐμπαίζειν  αὐτῷ.  Καὶ πολλαχοῦ  ἴδοι  τις  ἂν  τὸ  ζῶον  τοῦτο  οὕτω καλούμενον.

γʹ. Καὶ πῶς τοῦτο αἰνεῖ τὸν ποιήσαντα; φησί. Καὶ πῶς οὐκ αἰνεῖ; Ὅταν γὰρ ἴδῃς τὸ μέγεθος, τὴν σύμπηξιν τοῦ σώματος, ἣν ἐν τῷ Ἰὼβ ἡ Γραφὴ διηγεῖται μετὰ πλείονος τῆς σαφηνείας· πῶς οὐ θαυμάσεις τὸν δημιουργήσαντα, ἡλίκον ζῶον παρήγαγεν; Οὐ διὰ  τὸ μέγεθος δὲ μόνον, ἀλλ' ὅτι καὶ χωρίον αὐτῷ τῆς θαλάσσης τὸ ἄπλωτον  ἀπεκλήρωσε μέρος. Καὶ ἄξιον θαυμάζειν, πῶς οὐχ ὑπερβαίνει τοὺς οἰκείους ὅρους, ζῶον ἄγριον ὂν καὶ σφόδρα μέγιστον, ἀλλὰ μένει τοῖς οἰκείοις τόποις ἐνδιαιτώμενον, καὶ οὐ μόνον οὐκ ἔξεισι πρὸς τὴν γῆν, οὐδὲ πρὸς τὴν οἰκουμένην χώραν, ἀλλ' οὐδὲ τῆς θαλάττης τὸ πρὸς ναυτιλίαν ἐπιτήδειον  λυμαίνεται  μέρος· οὐ δαπανᾷ τῶν ἰχθύων  τὰ γένη, ἀλλ' εἴσω τῆς οἰκείας ἐνδιαιτᾶται  χώρας. Καὶ οὐ ταῦτα μόνον ἄξιον θαυμάζειν, ἀλλὰ καὶ τὴν ἄβυσσον, ὅση τὸ βάθος ἐστίν. Ὅπερ δὲ ἐπὶ τοῦ θηρίου, τοῦτο καὶ ἐπὶ τῆς θαλάσσης ἔστιν ἰδεῖν. Καὶ γὰρ καὶ αὕτη ταῖς τῶν πνευμάτων  βίαις οὖσα ἀφόρητος, καὶ τοσοῦτον πλῆθος ὑδάτων ἔχουσα, οὐκ ἐκρήγνυται  τῶν οἰκείων  ὅρων, οὐκ ἐπικλύζει  τὴν γείτονα  γῆν, ἀλλὰ καὶ αὐτὴ δεσμοῖς ἀκινήτοις πεπέδηται· καίτοι γε ἄτακτος ἡ τῶν ὑδάτων φύσις. Ὅταν δὲ καὶ πλῆθος τοσοῦτον ᾖ, καὶ ὑπὸ τοσούτων πνευμάτων  ὠθῆται, ἐννόησον ἡλίκου θαύματος τὸ μήτε κατὰ τὴν ἀταξίαν μήτε τὸν ὄγκον μήτε τὴν βίαν ἐκπίπτειν  τῆς οἰκείας χώρας, ἀλλὰ  πᾶσαν  ἐν  ἀταξίᾳ  τοσαύτῃ  διατηρεῖν  εὐταξίαν.  Ταῦτα  τοίνυν  ἀναλογιζόμενος δυνήσῃ καὶ ἐντεῦθεν  ὕμνον ὑφαίνειν  τῷ Θεῷ, καὶ θαυμάζειν αὐτοῦ τὴν δύναμιν,  τὴν σοφίαν,  τὴν  ἰσχὺν, τὴν  ἐξουσίαν. Εἰσὶ δὲ καὶ ἕτεροι λόγοι  ἀπόῤῥητοι  τούτων,  οὓς ὁ ποιήσας οἶδεν αὐτός. ∆ιὸ καί τις ἔλεγε· Μὴ εἴπῃς, ∆ιὰ τί τοῦτο; Εἰς τί τοῦτο; Πάντα γὰρ εἰς  χρείαν  αὐτοῦ  ἐγένετο.  Πῦρ, χάλαζα,  χιὼν,  κρύσταλλος,  πνεῦμα  καταιγίδος,  τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. Ἐνταῦθα καὶ ἕτερόν τι μετὰ τῶν εἰρημένων προστίθησιν. Ἐν μὲν γὰρ τῷ προτέρῳ ψαλμῷ τοῦτο ἐθαύμαζεν, ὅτι ἐν βραχείᾳ καιροῦ ῥοπῇ πᾶσαν ἔπεισι τὴν  γῆν  ἡ χιὼν,  ὁ κρύσταλλος, ὅτι πήγνυται,  ὅτι μεταβάλλεται,  ὅτι πρὸς τὰ ἐναντία μεθίσταται· ἐνταῦθα δὲ, ὅτι τε οὐκ ὄντα γέγονε, καὶ ὅτι γενόμενα μένει, . καὶ ὅτι μένοντα  διακόνων  τάξιν  ἀναπληροῖ,  καίτοι  γε ἄλογα  ὄντα, καὶ τὸ πρόσταγμα αὐτοῦ μετὰ  πολλῆς  τῆς  ὑπακοῆς  εἰς  ἔργον  ἐξάγει.  Μᾶλλον  δὲ  καὶ  ἐναντία  τῇ  φύσει  ἓν πολλάκις ἐπίταγμα ἤνυσεν, ὥσπερ ἐπὶ τῆς Βαβυλωνίας καμίνου τό τε καῖον τὸ πῦρ καὶ δροσίζον, ἑκάτερα πρᾶττον ἐδείκνυτο. Τοῦτο οὖν, φησὶν, εὐχαριστίας ἄξιον; Καὶ πολλῆς μὲν οὖν. Τὸν γὰρ Θεὸν ὁμοίως ἀνυμνεῖν  χρὴ, καὶ κολάζοντα  καὶ ἀνιέντα  κολάσεως. Ἀμφότερα γὰρ κηδεμονίας, ἀμφότερα ἀγαθότητος. Ἄνθρωποι μὲν γὰρ τὸ μὲν ἀγαθότητι ποιοῦσι, τὸ δὲ πονηρίᾳ  καὶ  θυμῷ· ὁ δὲ Θεὸς ἀμφότερα  φιλανθρωπίᾳ. Ὁμοίως  γοῦν αὐτὸν ἀνυμνεῖν  δεῖ, καὶ ὅτι ἔθηκεν ἐν παραδείσῳ τὸν Ἀδὰμ, καὶ ὅτι ἐξέβαλε, καὶ χάριν εἰδέναι οὐχ ὑπὲρ τῆς βασιλείας μόνον, ἀλλὰ καὶ ὑπὲρ τῆς γεέννης. Καὶ γὰρ καὶ ταύτην ἐποίησέ τε καὶ ἠπείλησεν,  ὥστε κακίας  ἀπαλλάξαι.  Ὥσπερ οὖν  ἰατρὸν  οὐ τρέφοντα μόνον, ἀλλὰ καὶ ἄγχοντα λιμῷ, οὐκ εἰς ἀγορὰν μόνον ἐξάγοντα, ἀλλὰ καὶ ἐν οἴκοις που κατακλείοντα,  οὐκ ἀλείφοντα  μόνον, ἀλλὰ καὶ καίοντα  καὶ τέμνοντα  θαυμάζομεν· εἰ γὰρ καὶ ἐναντία τὰ γινόμενα, ἀλλὰ πρὸς ἓν ὁρᾷ τέλος· οὕτω καὶ τὸν Θεὸν ὑπὲρ ἁπάντων ἀνυμνεῖν χρὴ, καὶ πολλῷ πλέον, ὅσῳ ὁ μὲν Θεὸς, ὁ δὲ ἄνθρωπος· καὶ ὅτι τὰ μὲν τούτων πολλάκις  καὶ  εἰς  τοὐναντίον ἐξέβη, τὰ δὲ τοῦ  Θεοῦ μετὰ  τῆς  προσηκούσης γίνεται σοφίας καὶ κηδεμονίας.  Οὐ τιμωρεῖται  δὲ μόνον  χάλαζα  καὶ πῦρ, ἀλλὰ  καὶ τιμωρίας ἀπήλλαξε, καὶ πολέμους ἔστησε, καὶ ἐχθροὺς ἐπιόντας  ἀπεκρούσατο. Ἢ οὐκ οἶσθα ἐν Αἰγύπτῳ ὅσα διὰ τούτων  ἐθαυματουργήθη  τῶν στοιχείων,  καὶ ἐπὶ τῶν Ἰουδαίων,  καὶ ἐπὶ  τῆς  γενεᾶς  τῆς  ἡμετέρας;  Καὶ τοσαύτη  ἡ τοῦ  κελεύοντος  δύναμις,  ὅτι  ἅπερ δι' ἀγγέλων  ἐποίει, τῶν νοερῶν ἐκείνων  καὶ μεγάλων  δυνάμεων, ταῦτα πολλάκις καὶ διὰ τῶν στοιχείων ἐθαυματούργει, ἵνα ὅταν καὶ ἄγγελος ταῦτα ἐργάσηται, μηδεὶς τῶν ἀνοητοτέρων  ἐκείνῳ  λογίζηται,  ἀλλὰ τῷ ἐπιτάξαντι.  Ἔστησεν οὖν ἄγγελος  πόλεμον; Ἔστησε καὶ χάλαζα. Ἀνεῖλε τὰ πρωτότοκα ἄγγελος; Ἀνεῖλε καὶ καταιγὶς θαλάττης  τὸν δῆμον  ἅπαντα.  Ὑπὲρ ἁπάντων  τοίνυν  εὐχαρίστει  τῷ  φιλανθρώπῳ Θεῷ. Τὰ ὄρη καὶ
 πάντες  οἱ βουνοὶ, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· τὰ θηρία καὶ πάντα  τὰ κτήνη, ἑρπετὰ, καὶ πετεινὰ πτερωτά. Ὅρα πῶς τοῖς ἀχρηστοτέροις μᾶλλον ἐμφιλοχωρεῖ,  ὄρεσι καὶ  νάπαις,  καὶ  βουνοῖς,  καὶ  θηρίοις  ἑρπετοῖς,  καὶ  ξύλοις  ἀκάρποις.  Τὰ  μὲν  γὰρ καρποφόρα αὐτόθεν δήλην ἔχει τὴν χρείαν, ὥσπερ καὶ τὰ ὕπτια πεδία καὶ τὰ ἥμερα ζῶα· τὰ δὲ θηρία, καὶ τὰ ἑρπετὰ, καὶ τὰ ὄρη, καὶ τὰ ἄκαρπα δένδρα ποίαν ἀνύει χρείαν; φησί. Πολλὴν  μὲν  οὖν,  καὶ  σφόδρα  τὴν  ζωὴν  συνέχουσαν  τὴν  ἡμετέραν.  Καὶ γὰρ  πρὸς οἰκοδομίας ὄρη καὶ βουνοὶ καὶ ξύλα ἄκαρπα σφόδρα ἡμῖν ἐπιτή .490 δεια, καὶ εἰ μὴ τούτων  ἀπελαύομεν,  οὐδὲν ἐκώλυε  διαφθείρεσθαι  τὸ γένος  τὸ ἡμέτερον. Ὥσπερ οὖν ἐπιδεόμεθα  τῶν  ἡμέρων  χωρίων  εἰς τὸ τρέφεσθαι,  οὕτω  δεόμεθα καὶ τῶν  ἀκάρπων ξύλων καὶ λίθων εἰς τὸ τὰς οἰκίας οἰκοδομεῖν, καὶ μυρία ἕτερα ἐντεῦθεν κατασκευάζειν.

δʹ. Ἀλλ' οἱ ὄφεις,  φησὶ, καὶ οἱ σκορπίοι, καὶ οἱ δράκοντες,  καὶ οἱ λέοντες,  τί χρήσιμον εἰσάγουσιν εἰς τὸν βίον; τί δὲ αὐτῶν  τὸ κέρδος; Πολὺ καὶ ἄφατον,  καὶ τῶν ἡμέρων  οὐκ ἔλαττον.  Ἐκεῖνα μὲν γὰρ πρὸς τὴν τοῦ σώματος χρείαν  ἐστὶν ἐπιτήδεια· ταῦτα δέ σοι καὶ φόβον ἐπιτειχίζει,  καὶ σωφρονεῖν  παρασκευάζει, καὶ ἐναγώνιον ποιεῖ, καὶ ἀναμιμνήσκει  σε τῆς ἐν  τῷ  παραδείσῳ τοῦ προπάτορος ἁμαρτίας,  καὶ δείκνυσιν ὅσων κακῶν  αἰτία  ἡ παρακοή. Οὐ γὰρ τοιαῦτα  ἦν πρὸ τούτου  τὰ θηρία, φοβερὰ καὶ φευκτὰ τῷ ἀνθρώπῳ,  ἀλλὰ τιθασσὰ καὶ χειροήθη. Ἤγαγε γοῦν αὐτὰ πρὸς τὸν Ἀδὰμ ὁ Θεὸς, καὶ αὐτὸς ἐπέθηκεν  αὐτοῖς τὰ ὀνόματα. Ὁ ὄφις τῇ γυναικὶ  διαλέγεται,  καὶ οὐκ ἀποπηδᾷ ἡ Εὔα. Ἐπειδὴ δὲ παρεβάθη ἡ ἐντολὴ, καὶ ὁ Θεὸς παρηκούσθη, ἠκρωτηριάσθη τὰ   τῆς   τιμῆς.   Ὅταν   τοίνυν   ἴδῃς   λέοντα,   ὅταν   ἴδῃς   ὄφιν,   ἀναμιμνήσκου   τῶν διηγημάτων,  καὶ οὐ μικράν σοι παρέξει ταῦτα φιλοσοφίας  ὑπόθεσιν. Ἀναμιμνήσκου δὲ καὶ τοῦ ∆ανιὴλ, πῶς, ἐπειδὴ πρὸς τὴν παλαιὰν  ἐπανῆλθεν  εἰκόνα, εὐκαταφρόνητα  ἦν αὐτῷ  τὰ φοβερὰ θηρία· ὥσπερ καὶ Παύλῳ ἡ ἔχις· καὶ οὐ μικρὰν  ἐντεῦθεν  καρπώσῃ σπουδὴν καὶ ἐπιμέλειαν  ψυχῆς. Μετὰ τούτων δὲ καὶ ἑτέρωθεν ἔστι θαυμάσαι τοῦ Θεοῦ τὴν  οἰκονομίαν  τὴν  ἐπ' αὐτοῖς  καὶ τὴν  διάταξιν.  Ποίαν δὲ ταύτην; Ὅτι καὶ τούτοις ἀφώρισε  χωρία  ἀπῳκισμένα  τῶν  πόλεων,  τὰς  ἐρημίας· καὶ  οὕτω  φοβερὰ  ὄντα  οὐκ ἐμφιλοχωρεῖ  ταῖς πόλεσιν,  οὐδὲ κατατρέχει  τοὺς ἔνδον  οἰκοῦντας,  ἀλλὰ  στέργει καὶ ἀγαπᾷ  τὴν  ἔρημον,  ἄνωθεν   τοῦ  Θεοῦ  τοῦτο  αὐτοῖς  συγκληρώσαντος,   καὶ  τόπον ἐπιτήδειον  ἔχειν καὶ κλῆρον διαίτης. Ὅταν γὰρ σὺ καθεύδῃς, τότε ἐκεῖνα τὴν ἔρημον ἔπεισιν.  Ὅπερ καὶ  ἀλλαχοῦ  δείκνυσιν  ὁ προφήτης,  οὕτω  λέγων· Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Εἶδες πῶς καὶ νῦν μένει σοι τῆς ἀρχῆς τὰ ἴχνη, εἰ καὶ ἠκρωτηριασμένα, ἀλλ' ὅμως ἔχοντα αἴνιγμα τῆς παλαιᾶς τιμῆς; Ὥσπερ γὰρ δοῦλα,  οὕτως  ἀπῴκισται  καὶ  τῷ  καιρῷ  καὶ  τῷ  τόπῳ·  κἂν  μὴ σὺ τούτοις  ἐπέλθῃς,  αὐτὰ οὐκ ἔπεισιν, ἀλλ' ἐνδιαιτᾶται  ταῖς ἐρήμοις. Εἰ δὲ ἀθυμεῖς  καὶ δυσχεραίνεις,  τίνος  ἕνεκεν  γέγονε  θηρία,  σφόδρα ἀνοηταίνεις.  Ἂν  γὰρ  σὺ τὰ  κατὰ σαυτὸν καλῶς οἰκονομήσῃς, οὐδὲν ἐντεῦθεν  βλαβήσῃ· εἰ δὲ ἀπὸ θηρίων δέχῃ βλάβην, ἐννόησον ὅτι καὶ παρὰ ἀνθρώπων  πολλάκις  χαλεπωτέραν  ἐδέξω. Ἔστι γὰρ καὶ θηρίου ἄνθρωπος χαλεπώτερος. Τὸ μὲν γὰρ προφανῆ τὴν θηριωδίαν ἔχει, οὗτος δὲ κρύπτει τὴν πονηρίαν τῷ τῆς ἐπιεικείας  προσωπείῳ, ὅθεν καὶ πολλάκις  ἐστὶ δυσφύλακτος. Ἀλλ' ἐὰν  νήφῃς,  οὔτε  θηρίον,  οὔτε  ἄνθρωπός  σε δεινόν  τι  ἐργάσεται, ἀλλὰ  καὶ  τὰ μέγιστα ὠφελήσει. Καὶ τί λέγω θηρίον καὶ ἄνθρωπος, ὅπου γε καὶ αὐτὸς ὁ διάβολος οὐ μόνον  οὐδὲν ἔβλαψε τὸν Ἰὼβ, ἀλλὰ καὶ μυρίων  στεφάνων  αὐτῷ γέγονεν  ἀφορμή; τί λέγω  θηρίον  καὶ  ἄνθρωπον,  ὅπου  γε  καὶ  ὑπὸ  τῶν  ἐν  σοὶ κειμένων  στοιχείων  ἐὰν ῥᾳθυμήσῃς πολλῷ χαλεπώτερα πείσῃ, οἷον ὑπὸ χολῆς ἢ φλέγματος, ἂν ἀμετρίᾳ τινὶ τὴν  τούτων πλεονεξίαν  περιίδῃς; Οὕτω πανταχόθεν  νηφούσης χρεία διανοίας. Ἀλλ' ὥσπερ ῥᾳθυμῶν  μεγίστην  ἐντεῦθεν  ὑποστήσῃ βλάβην,  οὕτω  νήφων  καὶ ἐγρηγορὼς  οὐ τὴν τυχοῦσαν καρπώσῃ πάλιν ὠφέλειαν· τὸ γὰρ πᾶν ἐπὶ τῇ σῇ κεῖται γνώμῃ. Ὅπερ οὖν ἐστι χιὼν  ἐν τῷ παντὶ, καὶ πῦρ καὶ πνεῦμα, τοῦτο καὶ ἐν τῷ σώματι φλέγμα, καὶ αἷμα, καὶ χολή.  Καὶ δεῖ μετὰ ἀρίστου λόγου  ταῦτα  οἰκονομεῖν,  ὡς καρποῦσθαί τι παρ' αὐτῶν ὄφελος, ἀλλὰ μὴ βλάπτεσθαι. Καὶ τί λέγω περὶ τοῦ σώματος, ὅπου γε καὶ ἡ ψυχὴ ἔχει τινὰ,   ἅπερ  ἐὰν  ἀφῇς   εἰς  ἀμετρίαν   ἐξελθεῖν,   νοσήματα  γίνεται,   κολαζόμενα   δὲ, βοηθήματα; Καὶ γὰρ ὁ θυμὸς, ἂν μὲν εἰς δέον χρήσῃ, γέγονέ σοι φάρμακον σωτηρίας· ἂν δὲ ἀμέτρως, γέγονεν  ἀπωλείας  ὑπόθεσις. Καὶ ἡ ἐπιθυμία, μετὰ μέτρου μὲν οἰκονομουμένη, πατέρα σε ποιεῖ· καὶ μὴν εἰς παιδοποιίαν γέγονε χρήσιμος· ἀφιεμένη δὲ, εἰς πορνείαν  καὶ μοιχείαν  σε καταβάλλει  πολλάκις.  Μὴ δὴ τὰ πράγματα αἰτιῶ,  ἀλλὰ πανταχοῦ  τὴν σὴν γνώμην,  ἂν γὰρ ταύτης ἀμελῇς, καὶ ὑπὸ σαυτοῦ βλαβήσῃ, καὶ ὑπὸ τοῦ οἰκείου σώματος ἀπολῇ· ἂν δὲ ταύτης ἐπιμελῇ, οὐδὲ ὑπὸ τῶν δαιμόνων,  οὐδὲ ὑπὸ τοῦ διαβόλου, μήτι γε ὑπὸ θηρίων,  πείσῃ τι δεινὸν  καὶ ἀηδές. Βασιλεῖς τῆς γῆς, καὶ πάντες  λαοί.  Ἄλλος,  Πάντα  φῦλα.  Ἄρχοντες  καὶ  πάντες  κριταὶ  γῆς.  Νεανίσκοι καὶ παρθένοι. Ἄλλος, Ἐκλεκτοί. Πρεσβύτεροι μετὰ νεωτέρων,  Ἄλλος, Μετὰ νέων. Αἰνεσάτωσαν τὸ ὄνομα  Κυρίου. Πάλιν ἕτερον  ἐνταῦθα  κινεῖ  προνοίας  εἶδος, τὸ τῶν ἀρχόντων·  ὃ καὶ  Παῦλος  ἐν  τῇ  πρὸς  Ῥωμαίους  τίθησι,  μετὰ  πολλῆς  τῆς  συνέσεως δεικνὺς, ὅτι τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστὶ, τὸ εἰς ἄρχοντας καὶ εἰς ἀρχομένους τόδε τὸ πᾶν διατάξαι. Θεοῦ γὰρ διάκονός ἐστί σοι, φησὶν, εἰς τὸ ἀγαθόν. Ἂν δὲ τοῦτο ἀνέλῃς, τὸ πᾶν οἴχεται. Εἰ γὰρ νῦν ὄντων ἀρχόντων καὶ πολλῶν ἐν αὐτοῖς διεφθαρμένων,  τοσαύτη τοῦ  πράγματός   ἐστιν    χρεία,  ὡς  καὶ  κακῶς  διακειμένων   πολλὴν   γίνεσθαι  τὴν ὠφέλειαν,  ἐννόησον  εἰ καλῶς μετεχείριζον  οἱ τὰς ἀρχὰς ἐγχειριζόμενοι,  πόσης ἂν τὸ γένος ἀπήλαυσεν εὐημερίας. Ἀλλὰ τὸ μὲν τυπῶσαι τὰς ἀρχὰς, τοῦ Θεοῦ γέγονεν ἔργον· τὸ δὲ πονηροὺς ἐπὶ τοῦτο ἄγεσθαι, καὶ μὴ εἰς δέον αὐταῖς κεχρῆσθαι, τῆς τῶν ἀνθρώπων πονηρίας.




εʹ. Λέγει τοίνυν, ὅτι καὶ ὑπὲρ τοῦ βασιλέας εἶναι, καὶ ὑπὲρ τοῦ δικαστὰς εἶναι, δεῖ μεγάλας εὐχαριστίας ἀναφέρειν  τῷ Θεῷ. Τῆς γὰρ εὐταξίας τῆς τῶν ἀνθρώπων ἐπιμελούμενος,   καὶ  τοῦ  μὴ  θηρίων   ἀλογώτερον   διακεῖσθαι  τοὺς  πολλοὺς,  ὥσπερ ἡνιοχείαν  καὶ κυβερνητικὴν,  οὕτως ἀρχὰς καὶ βασιλείας ἐχαρίσατο. Κἂν  ἄρχων τοίνυν  ᾖς, εὐχαρίστει τῷ φιλανθρώπῳ Θεῷ, ὅτι ἔλαβες ἀφορμὴν τοσαύτης ἐπιμελείας· κἂν ἀρχόμενος, πάλιν εὐχαρίστει, ὅτι ἔχεις τὸν ἐπιμελούμενον,  καὶ οὐκ ἀφιέντα σε ὑπὸ τῶν  πονηρῶν  ἐπιβουλεύεσθαι.  Κἂν εἰς γῆρας ἔλθῃς, κἂν νέος ᾖς, εὐχαρίστει τῷ Θεῷ. Τοῦτο γὰρ μάλιστα διὰ πάντων  ὁ ψαλμὸς οὗτος κατασκευάζει, ὅτι δεῖ ὑπὲρ ἁπάντων αἰνεῖν  αὐτὸν, κἂν ἄρχων ᾖς, κἂν τοῦ λαοῦ ᾖς. ∆ιὸ καὶ τοῦτο δηλῶν, Καὶ πάντες, εἶπε, λαοί. Κἂν νέος, φησὶν, ᾖς, κἂν γεγηρακὼς, κἂν γυνὴ, κἂν ἀνήρ. Ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ  μόνου.  Ἄλλος,  Ὅτι  ὑπερέχον.  Ἡ ἐξομολόγησις  αὐτοῦ  ἐπὶ  γῆς  καὶ  οὐρανοῦ. Ἄλλος,  Καὶ ὁ ὕμνος  αὐτοῦ. Καὶ ὑψώσει  κέρας λαοῦ  αὐτοῦ. Ὕμνος πᾶσι τοῖς  ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραὴλ, λαῷ ἐγγίζοντι  αὐτῷ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἔδειξα μὲν καὶ ἀπὸ τῶν ὁρωμένων ἁπάντων  αὐτοῦ τὴν κηδεμονίαν, τὴν δόξαν, τὴν μεγαλωσύνην· δεῖ δὲ αὐτὸν  αἰνεῖν  οὐ διὰ ταῦτα  μόνον,  ἀλλὰ  καὶ τούτων  χωρίς.  Καὶ γὰρ καὶ πρὸ τούτων, καὶ τούτων ἄνευ, συγκεκλήρωται αὐτῷ τὸ ὕψος καὶ ἡ δόξα καὶ ἡ παρὰ πάντων εὐχαριστία. Τὸ καὶ, Αὐτοῦ μόνου, πρὸς ἀντιδιαστολὴν  τῶν οὐκ ὄντως θεῶν εἶπεν. Εἶτα ἀνάγων  ἐπὶ μείζονα τὸν ἀκροατὴν ἔννοιαν,  πάλιν ἀπὸ τῆς γῆς ἐπὶ τὸν οὐρανὸν αὐτὸν
 μετατίθησιν. Ὥσπερ γὰρ ἀρχόμενος ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν κατέβη, οὕτως ἀπὸ τῶν   ὁρωμένων    ἁπάντων    ἀνάγει   πάλιν   αὐτὸν   ὑπὲρ   τὸν   οὐρανὸν,   λέγων·   Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. Τουτέστιν, εἰ καὶ αἱ ἄνω δυνάμεις αἱ ἀόρατοι καὶ  νοεραὶ  οὐ παύονται  εὐχαριστοῦσαι  καὶ  ἀνυμνοῦσαι,  ἀλλ' ὅμως  ὁ τοσοῦτος  καὶ τηλικοῦτος  Θεὸς κατηξίωσε λαὸν αὐτοῦ καὶ ἡμᾶς ὀνομάσαι, καὶ οὐκ ὀνομάσαι μόνον, ἀλλὰ καὶ ἐπᾶραι καὶ ὑψῶσαι. ∆ιὸ καὶ ἐπήγαγε·  Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ, ταύτῃ πάλιν  αὐτοὺς  ἐπισπώμενος  πρὸς μείζονα  αὐτοῦ  θεραπείαν,  δεικνὺς  ὅτι  οὐ τῆς  παρ' αὐτῶν  δεόμενος  θεραπείας, πῶς γὰρ ὁ φύσει συγκεκληρωμένην  ἔχων  τὴν  δόξαν καὶ τοσαύτην κτίσιν ὑποτεταγμένην;  ἀλλὰ δι' ἀγαθότητα μόνην ᾠκειώσατο αὐτοὺς ἑαυτῷ, καὶ περιφανεῖς  ἐποίησε καὶ λαμπροὺς πανταχοῦ  τῆς οἰκουμένης. Ὅπερ οὖν καὶ δηλῶν ἔλεγεν· Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραὴλ, λαῷ ἐγγίζοντι  αὐτῷ. Ἵνα γὰρ μὴ ταύτῃ πάλιν ῥᾳθυμοτέρους ποιήσῃ καὶ ὑπτιωτέρους  τῷ λέγειν, καὶ λαὸς αὐτοῦ, καὶ τούτῳ μόνῳ θαῤῥοῦντες τῆς κατὰ ψυχὴν ἀμελῶσι τῆς ἀρετῆς· εἰπὼν, Ὕμνος πᾶσιν, οὐχ ἁπλῶς  εἶπε,  Τοῖς ἀνθρώποις,  ἀλλὰ,  Τοῖς ὁσίοις αὐτοῦ· καὶ  πάλιν  εἰπὼν,  Τοῖς υἱοῖς Ἰσραὴλ, προσέθηκε, Λαῷ ἐγγίζοντι  αὐτῷ.  Ἕτερος δὲ  ἑρμηνευτὴς,  ἀντὶ  τοῦ  Ὕμνος, Ἔπαινος  εἶπεν.  Ὃ τοίνυνλέγει, τοιοῦτόν  ἐστιν· ἐὰν  ἦτε  ὅσιοι, Ἐὰν ἐγγίζητε  αὐτῷ, πολλῆς ἀπολαύσεσθε δόξης. Τὰ μὲν γὰρ αὐτοῦ πάντα διαρκῆ ἐστιν, οὕτω πλουτοῦντος καὶ τοσαύ .493 την δόξαν ἔχοντος. ∆εῖ δὲ καὶ τὰ παρ' ἡμῶν λοιπὸν ἀκολουθεῖν,  καὶ πολλῆς  ἀπολαύσομεν καὶ ἡμεῖς τῆς περιφανείας,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΕΙΣ ΤΟΝ ΡΜΘʹ ΨΑΛΜΟΝ.Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

αʹ. Κατὰ μὲν ἀναγωγὴν  τὸ τῆς Καινῆς ∆ιαθήκης ᾆσμα καινὸν εἴρηται. Πάντα γὰρ τότε γέγονε καινά. ∆ιαθήκη· ∆ιαθήσομαι ὑμῖν διαθήκην, φησὶ, καινήν. Κτίσις· Εἴ τις ἐν Χριστῷ, φησὶ, καινὴ κτίσις. Ἄνθρωπος· Ἀπεκδυσάμενοι, φησὶ, τὸν παλαιὸν  ἄνθρωπον, καὶ  ἐνδυσάμενοι   τὸν  νέον,   τὸν  ἀνακαινούμενον  εἰς  ἐπίγνωσιν   κατ'  εἰκόνα   τοῦ κτίσαντος  αὐτόν.  ∆ιὰ τὴν  καινὴν  τοίνυν  ζωὴν,  καὶ τὰ ἄλλα  πάντα,  ∆ιαθήκη  Καινὴ λέγεται, καὶ ᾆσμα καινὸν τὸ ταύτης ᾄδειν νῦν ὁ προφήτης προτρέπει. Κατὰ δὲ ἱστορίαν, ὃ ἐπὶ νίκαις, ὃ ἐπὶ κατορθώμασιν, ὃ ἐπὶ τροπαίοις ἔμελλον ᾄδειν, λαμπρὸν καὶ ἐπίσημον. Ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ ὁσίων. Ὁρᾷς πῶς πρὸ τῶν ῥημάτων τὴν διὰ τοῦ βίου καὶ τῶν  ἔργων  εὐχαριστίαν  ἐπιζητεῖ, καὶ τούτους εἰς τὸν χορὸν ἄγει τῶν  ὑμνούντων;  Οὐ γὰρ ἀρκεῖ τὸ διὰ ῥημάτων  εὐχαριστεῖν  μόνον,  ἂν  μὴ καὶ ἡ διὰ τῆς  πράξεως  ἀρετὴ συμβαίνῃ.    αἴνεσις  αὐτοῦ  ἐν  Ἐκκλησίᾳ  ὁσίων.  Καὶ ἕτερόν  τι  ἐνταῦθα  παιδεύει.
∆είκνυσι γὰρ, ὅτι ὁμοῦ καὶ μετὰ συμφωνίας ἁπάσης δεῖ τὰς εὐφημίας ἀναφέρειν. Ἐκκλησία γὰρ συστήματος καὶ συνόδου ἐστὶν ὄνομα. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν. Πρὸ τῶν ἰδικῶν εὐεργεσιῶν τίθησι τὴν καθολικὴν, μονονουχὶ  τοῦτο, δι' ὧν ἐπήγαγε, παραινῶν καὶ λέγων· Εὐχαρίστει τῷ Θεῷ, ὅτι οὐκ ὄντα σε παρήγαγε, καὶ ψυχὴν ἐνέπνευσεν. Οὐ μικρὸν γὰρ καὶ τοῦτο εὐεργεσίας μέρος. Ἐνταῦθα δὲ καὶ πλέον τι δείκνυσιν.  Οὐ γὰρ ἁπλῶς  τὴν  δημιουργίαν,  ἀλλὰ  τὴν  οἰκειότητα  ἐμφαίνει  τῷ οὕτως εἰπεῖν·  καὶ εὐχαριστεῖν  παρακελεύεται,  οὐχ ὅτι ἐποίησεν αὐτὸν, ἀλλ' ὅτι καὶ οἰκεῖον λαόν. Ὁρᾷς πῶς ἑνῶν  αὐτὸν τῷ Θεῷ καὶ συνάπτων  οὐχ ἁπλῶς εὐχαριστεῖν βούλεται, ἀλλὰ μετὰ ἡδονῆς, μετὰ εὐφροσύνης, καὶ διαθερμαινόμενον  τὴν διάνοιαν;  Ταῦτα γὰρ πάντα διὰ τοῦ, Εὐφρανθήτω, ᾐνίξατο. Τὴν διάθεσιν οὖν ζητεῖ τοῦ εὐχαριστοῦντος, ἵνα  ἐκκαίηται  τῷ  πόθῳ,  ἵνα  διεγείρηται  τῷ  φίλτρῳ,  ἵνα  ὅλος ἀνακέηται  τῷ  ὑμνουμένῳ Θεῷ· καθάπερ καὶ ἀλλαχοῦ  τὸ αὐτὸ δηλῶν  ἔλεγεν, Ὃν τρόπον ἐπιποθεῖ  ἡ ἔλαφος ἐπὶ τὰς  πηγὰς  τῶν  ὑδάτων,  οὕτως  ἐπιποθεῖ    ψυχή  μου  πρὸς  σὲ, ὁ  Θεός. Καὶ πάλιν, Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα. Καὶ πάλιν, Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ, καὶ ἀβάτῳ, καὶ ἀνύδρῳ· ὅπερ ἕτερος ἑρμηνευτὴς,   Ὡς  ἐν   γῇ  διψάδι,   εἶπε.  Βουλόμενος  γὰρ  τὴν   διάθεσιν   τῆς  ἑαυτοῦ παραστῆσαι ψυχῆς  καὶ  τὸν  πόθον,  γῇ  παραβάλλει  διψάδι,  ἐλάφῳ  διψώσῃ.  Καὶ διὰ ῥημάτων δὲ πάλιν  τὸν αὐτὸν πόθον ἐνδείκνυται,  λέγων· Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Τοιαῦται γὰρ αἱ τῶν ἁγίων ψυχαὶ, ὥσπερ καὶ ἡ Παύλου στενάζουσα ἐποίει τῇ μελλήσει τῆς ἐντεῦθεν  . ἀποδημίας. Καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν  ἐπὶ τῷ  βασιλεῖ  αὐτῶν.  Ὁρᾷς  ὅτι  τοῦτο,  ὅπερ  ἔφθην   εἰπὼν,  ἐνταῦθα  αἰνίττεται,   τὴν οἰκείωσιν, τὸ ἐξαίρετον αὐτοῦ εἶναι λαόν; ∆ιὰ δὴ τοῦτο καὶ ἐπήγαγε τὸ, Ἐπὶ τῷ βασιλεῖ αὐτῶν, τοῦτο δηλῶν.  Οὐ γὰρ δὴ κατὰ τὸν τῆς δημιουργίας λόγον μόνον ἦν βασιλεὺς, ἀλλὰ καὶ κατὰ τὸν τῆς οἰκειώσεως. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ. Ὅρα πάλιν καὶ ταύτην τὴν συμφωνίαν  διαλάμπουσαν. ∆ιὰ γὰρ τοῦτο χοροὶ, ἵνα κοινῇ πάντες καὶ ὁμοθυμαδὸν ἀναφέρωσι τὰς εὐφημίας. Τοῦτο καὶ Παῦλος δηλοῖ λέγων, Μὴ καταλιμπάνοντες τὴν ἐπισυναγωγὴν  ἑαυτῶν. Καὶ αὐτὴ δὲ ἡ εὐχὴ τοῦτο αἰνίττεται,  ἀπὸ τοῦ κοινοῦ πάντων  ἀναφερομένη·  Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· καὶ, Ἄφες ἡμῖν τὰ ὀφειλήματα  ἡμῶν· καὶ, Μὴ εἰσενέγκῃς  ἡμᾶς εἰς πειρασμόν· καὶ, Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· τῷ πληθυντικῷ ὀνόματι κεχρημένους. Οὕτω καὶ τὸ παλαιὸν ἐπαιδεύοντο μετὰ συμφωνίας   ψάλλειν   καὶ  ᾄδειν  τῷ  Θεῷ,  πανταχόθεν   εἰς  ἀγάπην  ἀλειφόμενοι   καὶ ὁμόνοιαν· Ἐν τυμπάνῳ  καὶ ψαλτηρίῳ  ψαλάτωσαν αὐτῷ. βʹ. Τινὲς μὲν καὶ τούτων  τῶν ὀργάνων τὸν λόγον κατὰ ἀναγωγὴν  ἐκλαμβάνοντες, λέγουσιν ὅτι τὸ μὲν τύμπανον τὴν νέκρωσιν τῆς σαρκὸς ἡμῶν ἐπιζητεῖ, τὸ δὲ ψαλτήριον τὸ πρὸς τὸν οὐρανὸν βλέπειν. Καὶ γὰρ ἄνωθεν τὸ ὄργανον τοῦτο κινεῖται, οὐ κάτωθεν, ὥσπερ ἡ κιθάρα. Ἐγὼ δὲ ἐκεῖνο ἂν εἴποιμι, ὅτι τὸ παλαιὸν οὕτως ἤγοντο διὰ τῶν ὀργάνων  τούτων, διὰ τὴν παχύτητα τῆς διανοίας  αὐτῶν,  καὶ  τὸ ἄρτι  ἀπεσπάσθαι ἀπὸ τῶν  εἰδώλων.  Ὥσπερ οὖν  τὰς  θυσίας συνεχώρησεν, οὕτω καὶ ταῦτα ἐπέτρεψε, συγκαταβαίνων  αὐτῶν  τῇ ἀσθενείᾳ. Ἀπαιτεῖ τοίνυν  ἐνταῦθα τὸ μεθ' ἡδονῆς ᾄδειν· τοῦτο γάρ ἐστι τὸ, Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, τὸ μετὰ συμφωνίας, τὸ μετὰ βίου καθαροῦ. Εἶτα πάλιν εἰς πλείονα προθυμίαν αὐτοὺς διεγείρων, λέγει καὶ τοῦ ὑμνουμένου τὴν εὔνοιαν τὴν περὶ αὐτούς. Ἐπάγει γάρ· Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς εὐημερίας, ὅταν ὁ Θεὸς ἵλεως ᾖ; Καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Ὅρα πάλιν πῶς καὶ τὰ τοῦ Θεοῦ τίθησι, καὶ τὰ τῶν ἀνθρώπων.  Ὥσπερ οὖν ἄνω τὴν εὐχαριστίαν  παρ' αὐτῶν  ἀπαιτῶν,  καὶ τὰ τοῦ Θεοῦ εἰσῆγε, λέγων· Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ· οὕτω καὶ ἐνταῦθα πάλιν ἐπαγγελλόμενος τὰ παρὰ τοῦ Θεοῦ, ἀπαιτεῖ καὶ τὰ παρὰ ἀνθρώπων, λέγων· Καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Τὸ μὲν γὰρ ὑψῶσαι, τοῦ Θεοῦ· τὸ δὲ πρᾶον εἶναι, τῶν ἀνθρώπων.  Οὐ γὰρ γίνεται  τὰ παρὰ τοῦ Θεοῦ, ἐὰν μὴ τὰ παρὰ ἀνθρώπων  προηγήσηται. Καὶ ὅρα τῆς δωρεᾶς τὸ μέγεθος. Οὐκ εἶπε, Σώσει, ἁπλῶς, ἀλλ', Ὑψώσει ἐν σωτηρίᾳ Τουτέστιν, Οὐκ ἀπαλλάξει τῶν δεινῶν μόνον, ἀλλὰ καὶ περιβλέπτους ποιήσει καὶ περιφανεῖς, μετὰ τῆς σωτηρίας καὶ τὴν  δόξαν αὐτοῖς  παρέχων.  Τοῦτο γοῦν  καὶ διασαφῶν  ἐπήγαγε  πάλιν, λέγων· Καυχήσονται ὅσιοι ἐν δόξῃ. Ὥσπερ ἐκεῖ πραεῖς ἐπιζητεῖ, οὕτως ἐνταῦθα ὁσίους. Πανταχοῦ  γὰρ ὁ Θεὸς μετὰ θαυμάτων  τὰ ἑαυτοῦ  πάντα  ἐπιδείκνυται.  Οὕτως αὐτοὺς ἀπήλλαξεν   Αἰγύπτου,  οὕτως  ἐπανήγαγεν   ἀπὸ  Βαβυλῶνος,  οὐκ  ἐν  τῇ  τῶν  δεινῶν ἀπαλλαγῇ,  ἀλλὰ  καὶ  ἐν  τῷ  θαύματι  τῶν  γινομένων  λαμπροτέρους  αὐτοὺς  
 ἐργασάμενος. Καὶ ἀγαλλιάσονται  ἐπὶ τῶν κοιτῶν  αὐτῶν. Πολλὴν δείκνυσι τὴν ἄδειαν, ἐξ  ὧν  οὕτως  ἐπήγαγε,  πολλὴν  τὴν  ἄνεσιν,  πολλὴν  τὴν  εὐφροσύνην,  πολλὴν  τὴν ἡδονήν.  Ταῦτα δὲ λέγει,  ὥστε εἰδέναι  αὐτοὺς,  ὅτι  οὐκ οἰκείοις  ὅπλοις,  οὐδὲ  οἰκείᾳ δυνάμει,  ἀλλὰ  τῇ τοῦ Θεοῦ ῥοπῇ τὸ πᾶν  γέγονε,  καὶ ὅτι ταύτην  ἐπισπᾶσθαι δεῖ διὰ ταπεινοφροσύνης  καὶ πραότητος. Αἱ ὑψώσεις  τοῦ Θεοῦ ἐν τῷ λάρυγγι  αὐτῶν,  καὶ αἱ ῥομφαῖαι  δίστομοι  ἐν  ταῖς  χερσὶν  αὐτῶν·  τοῦ  ποιῆσαι  ἐκδίκησιν  ἐν  τοῖς  ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Ἐνταῦθα τὸν μετὰ χορείας πόλεμον δηλοῖ, καὶ ὅτι ᾄδοντες καὶ ὑμνοῦντες οὕτω περιέσονται. Ὑψώσεις γὰρ τὰς ὑμνολογίας, τὰς ψαλμῳδίας, τὰς εὐχαριστίας   λέγει.  ∆ιὸ  καὶ  ἕτερος  τὰς  Ὑψώσεις,  Ὑμνολογίας   εἶπε.  Τοῦ  ποιῆσαι ἐκδίκησιν  ἐν τοῖς ἔθνεσιν,  ἐλεγμοὺς  ἐν τοῖς λαοῖς.  Τί ἐστι τοῦτο; Ἐπειδὴ τὸν  πάντα χρόνον κρατήσαντες ὠνείδιζον, ἐλέγξαι αὐτοὺς διὰ τῶν ἔργων ἐπαγγέλλεται,  καὶ δεῖξαι διὰ τῶν ἔργων  αὐτῶν,  ὅτι οὐχ ἡ τοῦ Θεοῦ ἀσθένεια, ἀλλ' αἱ αὐτῶν  ἁμαρτίαι ἔδωκαν αὐτοῖς κρατῆσαι. Ὅτε γοῦν δίκην ἔδοσαν ἱκανὴν,  ἔνευσε μόνον ὁ φιλάνθρωπος Θεὸς, καὶ τὰ πράγματα εἰς θαυμαστὴν  ἦλθε μεταβολήν.  Καὶ ὅρα τῆς νίκης  τὴν ὑπερβολήν. Ἐπάγει γὰρ καὶ λέγει· Τοῦ δῆσαι τοὺς βασιλεῖς  αὐτῶν  ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν   ἐν  χειροπέδαις  σιδηραῖς.  Εἶδες  περιουσίαν  ἰσχύος;  Οὐ γὰρ  ἀπήλασαν  τοὺς πολεμίους μόνον, οὐδὲ ἀπώσαντο. ἀλλὰ καὶ δεσμώτας λαβόντες ἐπανῆλθον, πᾶσιν ἐπιδεικνύμενοι  τοῦ Θεοῦ τὴν ἰσχύν. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον.  Τί ἐστι, Κρῖμα ἔγγραπτον; Φανερὸν, ὡμολογημένον,  οὐ δυνάμενον  λήθῃ παραδοθῆναι. Τὰ γὰρ τοῦ  Θεοῦ τοιαῦτα·  καὶ  τῷ  μεγέθει  τῶν  κατορθωμάτων,  καὶ  τῇ  τῆς  θαυματουργίας ὑπερβολῇ  εἰς  πάντα  διατείνεται   τὸν  χρόνον.  Τοιαύτη  οὖν  ἔσται    νίκη,  φησὶ,  καὶ τοιοῦτον   τὸ  τρόπαιον,   ὡς  ἅπασιν  εἶναι   δῆλον,  οὕτω  σαφὲς,  καθάπερ  ἐν  στήλῃ γεγραμμένον, καὶ μηδέποτε ἐξαλειφόμενον.  ∆όξα αὕτη ἐστὶ πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ποία αὕτη; Τὸ νικῆσαι, μᾶλλον  δὲ οὐ τὸ νικῆσαι ἁπλῶς, ἀλλὰ τὸ οὕτω νικῆσαι, διὰ τῆς τοῦ Θεοῦ συμμαχίας, διὰ τῆς ἄνωθεν  ῥοπῆς. Ὅρα δὲ πῶς τῶν  ὁσίων μέμνηται,  διεγείρων αὐτοὺς εἰς τὴν τοῦ βίου καὶ τῆς ἀρετῆς ἐπιμέλειαν. Ἐμοὶ δὲ δοκεῖ, οὐχὶ τὴν νίκην μόνον λέγει  δόξαν, ἀλλὰ  καὶ τὸν  αἶνον,  καὶ τὰς μελῳδίας,  καὶ τοὺς ὕμνους,  παιδεύων  διὰ πάντων, ὅτι Θεὸν ἀνυμνοῦντες,  μεγάλην ἑαυτοῖς περιθήσουσι δόξαν, καὶ λαμπροτέρους ἑαυτοὺς ἀποφανοῦσι,  χάριτι  καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΕΙΣ ΤΟΝ ΡΝʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ.

Ἄλλος, Ἐν τῷ ἁγίῳ αὐτοῦ. Ἄλλος, Ἐν τῷ ἡγιασμένῳ αὐτοῦ. Ἢ περὶ τοῦ λαοῦ ἐνταῦθα  τοῦτο  λέγει,  ἢ περὶ βίου ἁγίου  καὶ ἀνδρῶν  ἁγίων.  Ὅρα δὲ πῶς  τὸ βιβλίον κατέκλεισε πάλιν εἰς εὐχαριστίαν, παιδεύων ἡμᾶς ὅτι . τοῦτο καὶ ἀρχὴν καὶ τέλος εἶναι δεῖ καὶ τῶν πραγμάτων καὶ τῶν ῥημάτων ἡμῶν. ∆ιὸ καὶ Παῦλός φησι· Πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ καὶ ἔργῳ, πάντοτε εὐχαριστεῖτε τῷ Θεῷ καὶ Πατρὶ δι' αὐτοῦ. Οὕτω καὶ τῆς εὐχῆς  ἡμῶν  τὸ προοίμιον  ἐντεῦθεν  ἔχει τὴν  ἀρχήν. Τὸ γὰρ λέγειν,  Πάτερ ἡμῶν, εὐχαριστούντων   ἐστὶν  ἐπὶ  ταῖς  γεγενημέναις   δωρεαῖς,  καὶ  πάσας  αὐτὰς  διὰ  τοῦ ὀνόματος τούτου δεικνύντων. Ὁ γὰρ εἰπὼν  Πατέρα, τὴν υἱοθεσίαν ὡμολόγησεν· ὁ δὲ τὴν υἱοθεσίαν ὁμολογήσας, τὴν δικαιοσύνην, τὸν ἁγιασμὸν, τὴν ἀπολύτρωσιν, τὴν τῶν ἁμαρτημάτων  ἄφεσιν, τοῦ Πνεύματος τὴν χορηγίαν  ἀνεκήρυξε. ∆εῖ γὰρ ταῦτα πάντα
 προϋπάρξαι, ὥστε τῆς υἱοθεσίας ἡμᾶς οὕτως ἀπολαῦσαι, καὶ καλέσαι Πατέρα ἀξιωθῆναι. Ἐμοὶ δὲ ἕτερον δοκεῖ αἰνίττεσθαι  λέγων· τὸ γὰρ, Ἐν τοῖς ἁγίοις αὐτοῦ, τοῦτό ἐστι, διὰ τοὺς ἁγίους αὐτοῦ. Εὐχαριστεῖτε οὖν, ὅτι τοιαύτην  πολιτείαν  εἰς τὸν βίον εἰσήγαγεν, ἢ τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε. ∆ιὸ πρότερον, Ἐν τοῖς ἁγίοις εἰπὼν, τότε ἐπήγαγεν· Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ· ἐμφαίνων  ὅπερ ἔφθην εἰπών. Τοῦτο γὰρ μᾶλλον τῷ Θεῷ περισπούδαστον, ἢ ἐκεῖνο. Καὶ γὰρ οὐρανὸς διὰ τὸν ἄνθρωπον γέγονεν, οὐκ ἄνθρωπος  διὰ τὸν οὐρανόν. Ἕτερος δὲ ἀντὶ τοῦ, Ἐν στερεώματι, Τῷ ἀκαθαιρέτῳ εἶπε. Καὶ ἄλλος,  Ἐν στερεώματι κράτους αὐτοῦ. Καὶ ἕτερον δέ μοι δοκεῖ αἰνίττεσθαι πάλιν, ὡς ἐν τῷ προτέρῳ ψαλμῷ. Ὡς γὰρ ἐκεῖ εἶπεν, Αἰνεῖτε αὐτὸν οἱ ἄγγελοι  αὐτοῦ· οὕτω  καὶ  ἐνταῦθα,   Αἰνεῖτε  αὐτὸν   ἐν  στερεώματι  αὐτοῦ·  τουτέστιν,   οἱ  ὄντες   ἐν στερεώματι  αὐτοῦ. Οὐ γὰρ παύεται  συνεχῶς  κοινωνοὺς  λαμβάνων  τῆς εὐφημίας  τὰς ἄνω δυνάμεις. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ. Ἄλλος, ∆ιὰ τῶν δυναστειῶν αὐτοῦ. Ὁ δὲ Ἑβραῖός φησιν, Βεγεβουροθαῦ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Αἰνεῖτε αὐτὸν διὰ τὰς δυναστείας αὐτοῦ, διὰ τὴν δύναμιν αὐτοῦ, διὰ τὰ θαύματα αὐτοῦ, διὰ τὴν ἰσχὺν, ἣν διὰ πάντων  ἐπιδείκνυται,  τῶν ἄνω, τῶν κάτω, τῶν κοινῇ, τῶν ἰδίᾳ, τῶν καθ' ἕκαστον, τῶν διηνεκῶς. Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης  αὐτοῦ. Καὶ πῶς τοῦτο δυνατὸν, ἀντίῤῥοπον τοῦ πλήθους τῆς μεγαλωσύνης  αὐτοῦ αἶνον ἀναγαγεῖν;  Οὐ τοῦτο λέγει,  ὅτι  ἀντίῤῥοπον,  ἀλλ' ὅσον, φησὶ,  δυνατὸν  ἐκτείνειν,  ἐννοῶν  τὸ  πλῆθος  τῆς μεγαλωσύνης αὐτοῦ, τοιοῦτον ὡς ἐγχωρεῖ σοι ἀνάφερε, καὶ οἷον εἰκὸς τοιούτῳ μεγάλῳ Θεῷ καὶ  μεθ' ὑπερβολῆς  μεγάλῳ  ἀναφέρειν  ὕμνον  ἄνθρωπον  ὄντα·  καὶ  γὰρ  ἄξιον οὐδεὶς   ἀνενεγκεῖν    δύναται.   Εἶδες   πόθον   ψυχῆς;   εἶδες   ἐκκαιομένην    διάνοιαν, βιαζομένην,  φιλονεικοῦσαν   καὶ  τὴν  οἰκείαν  ἀσθένειαν  ὑπερβῆναι,  καὶ  ἀναπτῆναι λοιπὸν πρὸς αὐτὸν τὸν οὐρανὸν, συνδεδεμένην  τῷ Θεῷ, ἀνακειμένην  αὐτῷ πολλῷ τῷ πόθῳ; Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος. Ἄλλος, ∆ι' ἤχου κερατίνης. Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ  καὶ κιθάρᾳ. Ἄλλος, ∆ιὰ νάβλας  καὶ λύρας. Αἰνεῖτε αὐτὸν  ἐν τυμπάνῳ  καὶ χορῷ· αἰνεῖτε  αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἄλλος, ∆ιὰ χορδῶν  καὶ κιθάρας. Αἰνεῖτε αὐτὸν  ἐν  κυμβάλοις  εὐήχοις·  αἰνεῖτε  αὐτὸν  ἐν  κυμβάλοις  ἀλαλαγμοῦ.  Ἄλλος,  Ἐν κυμβάλοις σημασίας. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἄλλος, Ἀναπνοή. Πάντα ἀνακινεῖ τὰ ὄργανα, καὶ διὰ πάντων τὴν μελῳδίαν ἀναφέρεσθαι παρακελεύεται, διαθερμαίνων  τὴν διάνοιαν  αὐτῶν  καὶ ἀνεγείρων.  Ὥσπερ οὖν Ἰουδαίοις  διὰ πάντων τῶν ὀργάνων,  οὕτως ἡμῖν παρακελεύεται  διὰ πάντων  τῶν μελῶν  ἀνυμνεῖν  τὸν Θεὸν, δι' ὀφθαλμοῦ,  διὰ γλώττης,  δι' ἀκοῆς, καὶ διὰ χειρός. Ὅπερ οὖν καὶ ὁ Παῦλος δηλοῖ λέγων·  Παραστήσατε τὰ σώματα ὑμῶν  θυσίαν ζῶσαν, ἁγίαν,  εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Αἰνεῖ γὰρ καὶ ὀφθαλμὸς, ὅταν μὴ ἀκόλαστα βλέπῃ· καὶ γλῶττα, ὅταν ψάλλῃ· καὶ ἀκοὴ, ὅταν μὴ δέχηται πονηρὰ ᾄσματα, μηδὲ κατηγορίας τοῦ πλησίον· καὶ διάνοια, ὅταν μὴ δόλους ῥάπτῃ, ἀλλὰ ἀγάπην βρύῃ· καὶ πόδες, ὅταν μὴ ἐπὶ πονηρίαν τρέχωσιν,  ἀλλ' ἐπὶ ἀγαθῶν  ἔργων  οἰκονομίαν·  καὶ χεῖρες, ὅταν  μὴ ἐπὶ ἁρπαγὴν  καὶ πλεονεξίαν  καὶ πληγὰς, ἀλλ' ἐπὶ ἐλεημοσύνην  καὶ τὴν τῶν  ἀδικουμένων  προστασίαν ἐκτείνωνται. Τότε γίνεται κιθάρα ἐμμελὴς ὁ ἄνθρωπος, παναρμόνιόν τινα μελῳδίαν καὶ πνευματικὴν  ἀναφέρων  τῷ Θεῷ. Καὶ τὰ ὄργανα δὲ ἐκεῖνα διὰ τοῦτο ἐπετέτραπτο τότε, διά τε τὴν ἀσθένειαν αὐτῶν, καὶ διὰ τὸ κιρνᾷν αὐτοὺς εἰς ἀγάπην καὶ συμφωνίαν,  καὶ ἐγείρειν αὐτῶν τὴν διάνοιαν  μεθ' ἡδονῆς ποιεῖν τὰ τὴν ὠφέλειαν  παρεχόμενα, καὶ εἰς πολλὴν   βούλεσθαι  αὐτοὺς  ἄγειν  σπουδὴν  διὰ  τῆς  τοιαύτης  ψυχαγωγίας.   Τὸ  γὰρ βάναυσον αὐτῶν καὶ ῥᾴθυμον καὶ ἀναπεπτωκὸς σοφιζόμενος ὁ Θεὸς, ἀφυπνίζειν αὐτοὺς ταύτῃ μεθώδευσε τῇ σοφίᾳ, ἀνακεράσας τῷ πόνῳ  τῆς προσεδρίας τὸ ἡδὺ τῆς  μελῳδίας. Τί δέ ἐστιν, Ἐν κυμβάλῳ σημασίας; Τοὺς ψαλμοὺς οὕτω φησίν. Οὐ γὰρ ἁπλῶς ἐκυμβάλιζον, οὐδὲ ἁπλῶς ἐκιθάριζον, ἀλλ' ὡς οἷόν τε ἦν, καὶ διὰ τῶν κυμβάλων,  καὶ διὰ τῶν σαλπίγγων, καὶ διὰ τῶν τῆς κιθάρας ψαλμῶν  τὰς σημασίας ἐνδεικνύμενοι·  καὶ ἦν αὐτοῖς εἰς ταῦτα σπουδὴ καὶ πόνος πολὺ τὸ κέρδος φέρων. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἐπειδὴ γὰρ ἐκάλεσε τοὺς ἐξ οὐρανοῦ, ἐπειδὴ  διήγειρε  τὸν  δῆμον, ἐπειδὴ  τὰ ὄργανα ἅπαντα ἐκίνησεν, εἰς τὴν φύσιν πᾶσαν ἐκβαίνει λοιπὸν, πᾶσαν ἡλικίαν  εἰς τὴν μελῳδίαν καλῶν, πρεσβύτας, ἄνδρας, νέους, ἐφήβους, γυναῖκας, ἅπαντας τοὺς τὴν οἰκουμένην  οἰκοῦντας, καὶ ἐντεῦθεν  ἤδη προκαταβαλλόμενος  τῆς Καινῆς ∆ιαθήκης τὰ σπέρματα τοῖς  πανταχοῦ  γῆς  ἐκτεταμένοις.  Αἰνῶμεν  τοίνυν  τὸν  Θεὸν διηνεκῶς,  μὴ διαλείπωμεν  ὑπὲρ ἁπάντων  εὐχαριστοῦντες, καὶ διὰ ῥημάτων, καὶ διὰ τῶν πραγμάτων. Αὕτη γὰρ  ἡμῶν  θυσία  καὶ  προσφορὰ,  αὕτη  λειτουργία  ἀρίστη  καὶ  ταῖς  ἀγγελικαῖς πολιτείαις  ἐοικυῖα. Κἂν διαμείνωμεν  οὕτως αὐτὸν ἀνυμνοῦντες,  καὶ τὸν παρόντα βίον ἀπροσκόπως ἀνύσομεν, καὶ τῶν μελλόντων ἀπολαυσόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Πρώτη αποκλειστική εισαγωγή και δημοσίευση στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος  Τόμος 55 Μέρος Α ΄  Ομιλίαι είς τούς Ψαλμούς

Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |