ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου.

Τρίτη 4 Οκτωβρίου 2016

Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου.



Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

ΕΙΣ ΤΟΝ ΡΙΒʹ ΨΑΛΜΟΝ.Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου.

αʹ. Πολὺς ἐν ταῖς Γραφαῖς τῶν αἴνων τούτων ὁ λόγος· οὐδὲ γὰρ τὸ τυχὸν πρᾶγμά  ἐστιν, ἀλλὰ  θυσία τις  καὶ προσφορὰ ἀρέσκουσα τῷ  Θεῷ· Θυσία γὰρ, φησὶν, αἰνέσεως δοξάσει με. Καὶ πάλιν· Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει· καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα  καὶ ὁπλάς. Καὶ πολλαχοῦ  καὶ αἱ ἱεραὶ  Βίβλοι παρακελεύονται,  καὶ οἱ σωζόμενοι  ἀντὶ  μεγάλων εὐχαριστηρίων  τοῦτο προσφέρουσι. Καὶ ποίαν  τοῦτο δυσκολίαν  ἔχει; φησί· τίνι  δὲ οὐ ῥᾴδιον καὶ τῶν τυχόντων  αὐτὸ ἀνύειν,  καὶ αἰνεῖν  τὸν Θεόν; Ἂν ἀκριβῶς καταμάθῃς, ὄψει καὶ τὸν πόνον τὸν ἐν τῷ πράγματι, καὶ τὸ κέρδος τὸ ἐξ αὐτοῦ. Πρῶτον μὲν γὰρ καὶ παρὰ δικαίων  ὁ τοιοῦτος  ἐπιζητεῖται  ὕμνος, καὶ δεῖ πρότερον τὸν βίον κατορθοῦντα, οὕτως ᾄδειν ὕμνους τῷ Θεῷ. Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ. ∆εύτερον δὲ, ὅτι οὐχὶ διὰ ῥημάτων  μόνον  ἔστιν αἰνεῖν,  ἀλλὰ  καὶ διὰ τῶν  πραγμάτων,  καὶ τοῦτον μάλιστα ἐπιζητεῖ  ὁ Θεὸς τὸν  αἶνον,  ταύτην  τὴν  δόξαν. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν  ἔμπροσθεν τῶν  ἀνθρώπων,  ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. 


Οὕτως αἰνεῖ τὰ Χερουβίμ. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης ἀκούσας  τῆς  μελῳδίας  ἐκείνης  τῆς  μυστικῆς,  ταλανίζει  ἑαυτὸν,  λέγων·  Οἴ μοι,  ὅτι ἄνθρωπος  ὢν, καὶ ἀκάθαρτα χείλη  ἔχων,  ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη  ἔχοντος  ἐγὼ οἰκῶ.  ∆ιὰ  τοῦτο  καὶ  παρακελευόμενος  αἴνους  ἀναφέρειν,  ἀπὸ  τῶν  ἄνω  δυνάμεων ἄρχεται  λέγων  οὕτως· Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν  οὐρανῶν,  αἰνεῖτε  αὐτὸν  πάντες  οἱ  ἄγγελοι  αὐτοῦ. Ὥστε ἄγγελον  δεῖ γενέσθαι, καὶ οὕτως  αἰνεῖν.  Μὴ τοίνυν  ἁπλῶς  τὸν αἶνον τοῦτον εἶναι νομίσωμεν· ἀλλὰ πρὸ τοῦ στόματος ἡμῶν ὁ βίος αὐτὸν ἠχείτω, καὶ πρὸ τῆς γλώττης  ἡ πολιτεία  βοάτω. Οὕτω καὶ σιωπῶντες  δυνάμεθα  τὸν Θεὸν ὑμνεῖν· οὕτω καὶ φθεγγόμενοι  σύμφωνον τῷ βίῳ τὴν μελῳδίαν ἐργασόμεθα. Οὐ τοῦτο δὲ μόνον ἔστιν ἰδεῖν ἀπὸ τοῦ ψαλμοῦ, ἀλλ' ὅτι καὶ εἰς συμφωνίαν  πάντας ἄγει, καὶ ὁλόκληρον τὸν χορὸν ἵστησι. Οὐ γὰρ ἑνὶ καὶ δύο διαλέγεται,  ἀλλ' ὁλοκλήρῳ δήμῳ. Καὶ καθάπερ ὁ Χριστὸς ἐνάγων ἡμᾶς εἰς ὁμόνοιαν καὶ ἀγάπην, ἐν ταῖς εὐχαῖς κοινὴν ἐπέταξε ποιεῖσθαι τὴν εὐχὴν, καὶ ἀπὸ τῆς Ἐκκλησίας πάσης ὡς ἐξ ἑνὸς προσώπου λέγειν, Πάτερ ἡμῶν· καὶ, Τὸν ἄρτον ἡμῶν, τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφίεμεν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ Πονηροῦ· πανταχοῦ τῷ πληθυντικῷ κεχρημένος ὀνόματι, καὶ κελεύων ἑνὶ ἑκάστῳ, κἂν καθ' ἑαυτὸν εὔχηται, κἂν κοινῇ, καὶ ὑπὲρ τῶν ἀδελφῶν εὐχὴν ἀναφέρειν· οὕτω καὶ ὁ Προφήτης κοινῇ  πάντας  εἰς τὴν συμφωνίαν  καλεῖ τῆς εὐχῆς, καὶ λέγει· Αἰνεῖτε τὸ ὄνομα Κυρίου. Τί οὖν βούλεται ἡ προσθήκη τοῦ ὀνόματος; Μάλιστα μὲν τῆς διαθέσεως παραστατικόν ἐστι τοῦ λέγοντος· αἰνίττεται  δέ τι καὶ ἕτερον. Ποῖον δὴ τοῦτο; Ὥστε τὸ ὄνομα  αὐτοῦ  δοξάζεσθαι  δι' ἡμῶν,  ὥστε  αἰνετὸν  φαίνεσθαι  καὶ  διὰ  τοῦ  βίου  τοῦ ἡμετέρου· ἔστι γὰρ φύσει τοιοῦτον· βούλεται δὲ καὶ διὰ τῆς πολιτείας  ἡμῶν τὸν αἶνον τοῦτον διαλάμπειν.  Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν, ὅρα τὸ . ἑξῆς· ἐπάγει γὰρ, Εἴη, φησὶ, τὸ ὄνομα Κυρίου εὐλογημένον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος. Τί λέγεις; οὐ γάρ ἐστιν εὐλογημένον,  ἐὰν μὴ σὺ εὔξῃ; Ὁρᾷς ὅτι οὐ περὶ τῆς εὐλογίας  λέγει  τῆς αὐτῷ προσούσης, καὶ  τῇ  φύσει  αὐτοῦ  συγκεκληρωμένης,   ἀλλὰ  τῆς  διὰ  τῶν  ἀνθρώπων γινομένης;  Περὶ ταύτης  καὶ  ὁ Παῦλος γράφων  λέγει·  ∆οξάσατε δὲ τὸν  Θεὸν ἐν  τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν. Αὐτὸς τοίνυν  καὶ ὑψηλός ἐστι, καὶ μέγας, καὶ αἰνετὸς  καθ' ἑαυτόν·  γίνεται  δὲ καὶ παρὰ ἀνθρώποις  τοιοῦτος,  ὅταν  οἱ δουλεύοντες αὐτῷ  τοιοῦτον  ἐπιδεικνύωνται βίον,  ὡς  πάντας  τοὺς  ὁρῶντας  αὐτοὺς  εὐλογεῖν  τὸν ∆εσπότην. Τοῦτο καὶ ἐν  τῇ εὐχῇ  ἐκέλευσεν  ἡμᾶς  ὁ Χριστὸς ἀεὶ λέγειν  εὐχομένους· Ἁγιασθήτω τὸ ὄνομά σου· τουτέστι, καὶ διὰ τοῦ βίου τοῦ ἡμετέρου δοξασθήτω. Ὥσπερ γὰρ βλασφημεῖται,  κακῶς πολιτευομένων ἡμῶν, οὕτω δοξάζεται, καὶ εὐλογεῖται,  καὶ ἁγιάζεται, ἀρετῆς ἐπιμελουμένων. Ὃ τοίνυν  λέγει τοῦτό ἐστι· ∆ιαπαντὸς  καταξίωσον ἡμᾶς ἐνάρετον βίον ζῇν, ὡς εὐλογητὸν εἶναι τὸ ὄνομά σου καὶ δι' ἡμῶν. Ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν αἰνετὸν  τὸ ὄνομα Κυρίου. Ὁρᾷς τὴν καινὴν  ἤδη προανακρουόμενον  αὐτὸν πολιτείαν,  καὶ παρανοίγοντα  τῆς Ἐκκλησίας τὴν εὐγένειαν; Οὐκ ἔτι γὰρ ἐν Παλαιστίνῃ, οὔτε ἐν Ἰουδαίᾳ, ἀλλὰ πανταχοῦ  τῆς οἰκουμένης. Πότε δὲ τοῦτο γέγονεν, ἢ ὅτε τὰ ἡμέτερα ἤνθησεν; Ὡς τό γε παλαιὸν οὐ μόνον οὐκ ηὐλογεῖτο ἐν Παλαιστίνῃ, ἀλλὰ καὶ ἐβλασφημεῖτο διὰ τοὺς ἐν αὐτῇ κατοικοῦντας Ἰουδαίους. ∆ι' ὑμᾶς γὰρ  τὸ  ὄνομά  μου  βλασφημεῖται,   φησὶν,  ἐν  τοῖς  ἔθνεσι.  Νυνὶ  δὲ  πανταχοῦ   τῆς οἰκουμένης  ὑμνεῖται.  Ὅπερ οὖν  καὶ  ἄλλος  προφήτης  δηλῶν  ἔλεγεν· Ἐπιφανήσεται Κύριος, καὶ ἐξολοθρεύσει  πάντας  τοὺς  θεοὺς  τῶν  ἐθνῶν,  καὶ προσκυνήσουσιν  αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ. Καὶ ἕτερος πάλιν·  ∆ιότι καὶ ἐν ἡμῖν  συγκλεισθήσονται θύραι, καὶ οὐκ ἀνάψεται  τὸ θυσιαστήριόν μου δωρεάν·  ὅτι ἀπὸ ἀνατολῶν  ἡλίου  καὶ μέχρι δυσμῶν  τὸ ὄνομά  μου δεδόξασται ἐν τοῖς  ἔθνεσι, καὶ ἐν παντὶ  τόπῳ  θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά.

βʹ. Ὁρᾷς πῶς κατέστειλε τὰ Ἰουδαϊκὰ, καὶ ἔπαυσε, καὶ πανταχοῦ τῆς οἰκουμένης τῆς  Ἐκκλησίας  τὴν  πολιτείαν  ἐξέτεινε,  καὶ  λατρείαν  προανεκήρυξεν;  Ὁ γὰρ  ταῦτα  λέγων  προφήτης  μετὰ  τὴν  ἐπάνοδόν  ἐστι τὴν  ἐκ Βαβυλῶνος·  καὶ  διὰ  τοῦτο  ταῦτα προεφήτευσε τότε, ἵνα μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι ἐκεῖνον λέγει τὸν συγκλεισμὸν καὶ ἐκείνην  τὴν  ἐρήμωσιν  τὴν  ἐν  Βαβυλῶνι.  Μετὰ γὰρ τὸ λυθῆναι  ἐκεῖνα,  καὶ ἐπὶ  τὴν προτέραν αὐτοὺς ἐπανελθεῖν  πολιτείαν, ταῦτα ὁ ἄγγελός φησι, δηλῶν τὴν ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου γενομένην  ἐρήμωσιν, μεθ' ἣν οὐκ ἔσται λοιπὸν  τῆς ἐρημίας ἐκείνης μεταβολή τις. ∆ιεδέξατο γὰρ τὰ τῆς Ἐκκλησίας πράγματα. ∆ιό φησιν, ὅτι Μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, τουτέστιν, εὐλογημένον,  διὰ τοῦ βίου αὐτῶν αἰνούμενον· ὥσπερ καὶ ἐνταῦθα ἔλεγεν, Εὐλογημένον τὸ ὄνομα Κυρίου. Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος. Ὁρᾷς πάλιν τὰ ἔθνη δεχόμενα αὐτοῦ τὴν λατρείαν, καὶ οὐχ ἁπλῶς  ἓν καὶ δύο  καὶ  τρία,  ἀλλὰ  πάντα   τὰ  κατὰ  τὴν  οἰκουμένην;  Τί  ταύτης   τῆς  προφητείας σαφέστερον;  Πῶς  δὲ  ὑψηλὸς   ἐπὶ  πάντα   τὰ  ἔθνη;   Ὅτι  μεγαλύνομεν   αὐτὸν,   οὐ προστιθέντες αὐτῷ ὕψος; Ἄπαγε· ἀλλὰ τοῖς δόγμασι, τῇ λατρείᾳ, τῇ προσκυνήσει, τοῖς ἄλλοις  ἅπασιν,  οὐδὲν  ταπεινὸν  ἐννοοῦντες,   καθάπερ  οἱ  Ἰουδαῖοι,  ἀλλ'  ὑψηλότερα πολλῷ  καὶ μείζονα. Τοιαύτη γὰρ αὕτη ἡ πολιτεία· ὅσον οὐρανὸς τῆς γῆς ὑψηλότερος, τοσοῦτον αὕτη τῆς παλαιᾶς. ∆ιό φησιν· Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος. Καὶ γὰρ μετὰ τοῦ ὑψοῦν  αὐτὸν  διὰ τῆς λατρείας,  κἀκεῖνο  ἴσμεν, ὅτι καὶ ταῦτα συγκατάβασίς ἐστιν. Ὥστε κἂν τῶν ἐν τῇ παλαιᾷ ὑψηλότερα, ἀλλὰ τῆς ἀξίας αὐτοῦ καταδεέστερα. Καὶ ταῦτα Παῦλος δηλῶν,  καὶ ἑκατέρας τῆς γνώσεως  τῆς τε νῦν κατεχούσης, τῆς τε τότε ἐσομένης ἐν τῷ μέλλοντι  τὸ διάφορον  παριστὰς ἔλεγεν· Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐφρόνουν,  ὡς νήπιος  ἐλογιζόμην· ὅτε δὲ γέγονα  ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου. Καὶ πάλιν· Ἐκ μέρους γινώσκομεν,  καὶ ἐκ μέρους προφητεύομεν.  Καὶ, Βλέπομεν ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. ∆είκνυσι γὰρ διὰ τούτου, ὅτι τοσοῦτον ἀφέστηκεν ἡ γνῶσις αὕτη τῆς τότε, ὅσον τὸ νήπιον  τοῦ ἐλθόντος  ἀνδρὸς εἰς ἡλικίαν  τελείαν.  Ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. Ἐπειδὴ γὰρ περὶ αἴνου καὶ ὕψους διελέχθη  τοῦ  διὰ  τῆς  πολιτείας  τῆς  ἀνθρωπίνης   γενομένου,  καὶ  παρῄνεσεν  οὕτως ὑψοῦν τὸν Θεὸν, οὕτως αἰνεῖν,  οὕτω μεγαλύνειν,  εἰς μείζονα προτρεπόμενος  ἀρετὴν, δείκνυσι ποῦ τοῦτο γίνεται  μάλιστα. Ποῦ τοίνυν  τοῦτο γίνεται; Ἐν τοῖς οὐρανοῖς. Ἐκεῖ γάρ ἐστιν ἡ δόξα αὐτοῦ. Μάλιστα γὰρ ἄγγελοι  δοξάζουσιν αὐτὸν, οὐκ ἀπὸ τῆς οἰκείας φύσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ὑπακοῆς τῶν διακονουμένων ἀνθρώπων  δοξάζουσι, μετὰ  ἀκριβείας  τὰ θελήματα  αὐτοῦ  καὶ τὰ προστάγματα  αὐτοῦ  ἀνύοντες.  ∆ιό φησι· ∆υνατοὶ  ἰσχύϊ, ποιοῦντες  τὸν  λόγον  αὐτοῦ. ∆ιὸ καὶ ἐν  τοῖς  Εὐαγγελίοις  ἐκέλευεν  ὁ Χριστὸς εὔχεσθαι, καὶ λέγειν· Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τουτέστιν, ὥσπερ ἄγγελοι αὐτὸν ἁγιάζουσι, πονηρίας μὲν πάσης ἀπηλλαγμένοι,  ἀρετὴν δὲ μετιόντες μετὰ ἀκριβείας· οὕτω δὴ καταξιωθείημεν  καὶ ἡμεῖς αὐτὸν ἁγιάζειν. Τοῦτο καὶ οὗτος δηλῶν, ἐπήγαγεν· Ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. Μὴ γὰρ δὴ μόνον ἐν τῇ γῇ ἴδῃς τὰ κτίσματα ταῦτα  τὰ ὁρώμενα,  μηδὲ τὴν  κατὰ τὸν  οὐρανὸν  εὐταξίαν,  ἀλλ' ἀνάβηθι τῷ νῷ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοερὰ, ἐπὶ τὰ κάλλη τῶν οὐσιῶν ἐκείνων, ἐπὶ τὴν φαιδρότητα τῆς πολιτείας ἐκείνης· καὶ τότε εἴσῃ πῶς ἐν τοῖς οὐρανοῖς ἡ δόξα αὐτοῦ. Τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς  κατοικῶν,  καὶ τὰ ταπεινὰ  ἐφορῶν; Ἆρα οὐ δοκεῖ μέγα εἶναι  τὸ εἰρημένον;  Ἀλλ' ὅταν ἐννοήσῃς περὶ τίνος  εἴρηται, σφόδρα ἔσται καταδεές. Οὕτως, ὅπερ ἔλεγον, οὐ χρὴ μέχρι τῶν ῥημάτων ἵστασθαι, ἀλλ' ἀναβαίνειν  τῇ διανοίᾳ. Πῶς γὰρ ἐν οὐρανοῖς κατοικεῖ .ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν,  ὁ πανταχοῦ  παρὼν, ὁ λέγων· Θεὸς ἐγγίζων  ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν· Ὁ μετρήσας τὸν οὐρανὸν σπιθαμῇ, καὶ τὴν γῆν δρακί· ὁ κατέχων  τὸν γῦρον τῆς γῆς; Ἀλλ' ἐπειδὴ πρὸς Ἰουδαίους αὐτῷ ἦν ὁ λόγος, διὰ τοῦτο τέως οὕτω κέχρηται τῷ λόγῳ, κατὰ μικρὸν  ἀνάγων  αὐτῶν  τὴν διάνοιαν,  καὶ πτερῶν τὴν γνώμην,  καὶ ἀναβιβάζων  ἠρέμα. ∆ιὰ δὴ τοῦτο  οὐδὲ  ἁπλῶς  εἶπεν,    ἐν  ὑψηλοῖς  κατοικῶν,  καὶ  τὰ  ταπεινὰ  ἐφορῶν·  ἀλλὰ πρότερον εἰπὼν, Τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν; τότε ἐπήγαγεν,  Ὁ ἐν ὑψηλοῖς  κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν· εἶπε δὲ ἐκεῖνο δηλῶν, τίνος ἕνεκεν τὸ δεύτερον εἶπε. ∆ιὰ γὰρ τὴν   ἀσθένειαν   τὴν   Ἰουδαϊκὴν    τὴν   πρὸς   τὰ   εἴδωλα    ἐπτοημένην,    καὶ   θεοὺς προσκυνοῦσαν τοὺς ἐν τόποις καὶ ναοῖς συγκεκλεισμένους. ∆ιὰ δὴ τοῦτο κατὰ μικρὸν τὴν  σύγκρισιν ποιεῖται,  καίτοι  ἀσυγκρίτως  ἁπάντων  ὁ Θεὸς ὑπερέχει· ἀλλὰ  πρὸς τὴν ἀσθένειαν τῶν ἀκουόντων, ὅπερ ἔφθην εἰπὼν οὐ γὰρ παύσομαι συνεχῶς τὸ αὐτὸ λέγων, ῥυθμίζει τὸν λόγον. Οὐ γὰρ ἐζήτει, ὅπως ἄξιόν τι τῆς δόξης εἴποι τοῦ Θεοῦ τέως, ἀλλ' ὅπως ἐκείνοις  χωρητὸν  γένηται.  ∆ιὰ δὴ τοῦτο κατὰ μικρὸν αὐτοὺς ἀνάγει,  καὶ ὅμως οὐδὲ οὕτως ἐναπομένει  τῇ ταπεινότητι,  ἀλλὰ διανοίγνυσι  πάλιν  ὑψηλότερα  νοήματα ἕτερα. Ἐπειδὴ γὰρ εἶπεν, Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, πάλιν ἐπὶ τὸ ὑψηλότερον ἄγων τὸν λόγον, φησίν· Ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· δεικνὺς ὅτι πανταχοῦ ἐστι, κἀκεῖ καὶ ἐνταῦθα. Οὐ γὰρ ὡς ἄν τις ἐν οὐρανῷ συγκεκλεισμένος, πόῤῥωθεν βλέπει τὰ ἐν τῇ γῇ, ἀλλὰ πανταχοῦ παρὼν, καὶ πᾶσι παριστάμενος.

γʹ. Εἶδες πῶς κατὰ μικρὸν πτεροῖ τὴν διάνοιαν τῶν ἀκουόντων; Εἶτα ἀναστήσας ἀπὸ τῆς γῆς τὸν ἀκροατὴν καὶ τῷ οὐρανῷ προσηλώσας, πάλιν  μεῖζόν τι φαντάζεσθαι παρασκευάσας, ἐφ' ἕτερον ἔρχεται τῆς δυνάμεως αὐτοῦ δεῖγμα, λέγων· Ὁ ἐγείρων ἀπὸ γῆς  πτωχὸν,  καὶ ἀπὸ κοπρίας  ἀνυψῶν  πένητα.  Μεγάλης  γὰρ δυνάμεως  καὶ σφόδρα ἀφάτου,  καὶ τὰ μικρὰ ἐπαίρειν.  Ἀλλαχοῦ  μέντοι  καὶ τὸ ἐναντίον  τίθησιν· ὅτι καὶ τὰ μεγάλα  ταπεινοῖ,  λέγων  οὕτως·  ∆ιαιρῶν  σύντριμμα  ἐπὶ  ἰσχὺν,  καὶ ταλαιπωρίαν  ἐπὶ ὀχύρωμα ἐπάγων.  Ἐνταῦθα μέντοι γε εἴρηται, ὅτι τοὺς μικροὺς ἐπᾶραι δύναται. Ἔστι μὲν οὖν καὶ καθολικὸς ὁ λόγος. Εἰ δέ τις καὶ κατὰ ἀναγωγὴν  αὐτὸν ἐκλαβεῖν βουληθείη, ὄψεται τοῦτο ἐπὶ τῶν ἐθνῶν γινόμενον,  ὄψεται τοῦτο ἐπὶ τῶν ἀνθρώπων  ἡμῶν ἐπὶ τῆς παρουσίας τοῦ Χριστοῦ. Τί γὰρ τῆς ἡμετέρας φύσεως  πτωχότερον;  Ἀλλ' ὅμως αὐτὴν ἤγειρε  καὶ  ἀνήγαγε  μετὰ  τῆς  ἀπαρχῆς  ἡμῶν  εἰς  οὐρανὸν,  καὶ  συνεκάθισεν  εἰς  τὸν πατρικὸν θρόνον. Καὶ ἀπὸ κοπρίας ἀνυψῶν  πένητα· τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων  τοῦ λαοῦ αὐτοῦ. Κοπρίαν ἐνταῦθα  τὸ εὐτελὲς  λέγει, καὶ τὴν  ἐκεῖθεν ἀθρόον  γινομένην   μεταβολὴν,  δεικνὺς  ὅτι  πάντα  αὐτῷ  ῥᾴδια  καὶ  εὔκολα.  Εἶτα ἐφ' ἕτερον ἔρχεται μεῖζον. Ποῖον δὴ τοῦτο; Ὅτι οὐ τὰ πράγματα μεταθεῖναι  δύναται, οὐδὲ τὴν εὐτέλειαν  εἰς ἀξίωμα μεταστῆσαι μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς φύσεως μεταθεῖναι τοὺς ὅρους, καὶ στεῖραν ποιῆσαι μητέρα. ∆ιόπερ ἐπήγαγεν·  Ὁ κατοικίζων  στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις  εὐφραινομένην. Ὅπερ γέγονεν  ἐπὶ τῆς Ἄννης, ὅπερ γέγονεν  ἐπὶ μυρίων  ἑτέρων.  Εἶδες ὕμνον  ἀπηρτισμένον;  εἶδες ὕμνον  πεπληρωμένον; Εἶπε τὰ μέλλοντα κατορθοῦσθαι τῇ οἰκουμένῃ, πῶς ὁ Ἰουδαϊσμὸς παύεσθαι μέλλει, πῶς καινὴ  τῆς  Ἐκκλησίας  πολιτεία  διαλάμπειν,  πῶς  θυσία πανταχοῦ  προσάγεσθαι. Εἶτα ἀξιόπιστον ποιῶν καὶ τοῖς παχυτέροις τὸν λόγον, ἀπὸ τῶν ἤδη γινομένων καὶ περὶ τῶν μελλόντων βεβαιοῦται. Ὃ δὲ λέγει  τοῦτό ἐστι· Μὴ ἀπιστήσῃς, ἄνθρωπε,  ὅτι τοσαύτη ἔσται μεταβολὴ,  καὶ  τὰ  ἀπεῤῥιμμένα  ἔθνη  εἰς  δόξαν  ἥξει  μεγίστην.  Οὐχ ὁρᾷς  καθ' ἑκάστην ἡμέραν ταῦτα γινόμενα; τοὺς ταπεινοὺς ὑψουμένους, καὶ μετὰ ἀρχόντων καθημένους; οὐχ ὁρᾷς τὴν φύσιν πηρουμένην καὶ διορθουμένην, στείρας μητέρας γινομένας; Τοιοῦτόν τι καὶ περὶ τῆς Ἐκκλησίας συνέβη· στεῖρα ἦν, ἀλλ' ἐγένετο μήτηρ τέκνων  πολλῶν. ∆ιὸ καὶ λέγει ὁ Ἡσαΐας· Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα·  ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον  ἢ τῆς ἐχούσης τὸν  ἄνδρα· τοῦτο καὶ ἐπὶ τῆς Ἐκκλησίας ἐσόμενον προαναφωνῶν. ∆ιὰ δὴ τοῦτο καὶ οὗτος ἐνταῦθα τὸν λόγον κατέλυσε, τὴν προφητείαν  ἀξιόπιστον καὶ ἐντεῦθεν  ἀποφήνας, ἀπὸ τῶν  ἤδη γενομένων,  ἀπὸ τῆς μεγαλωσύνης  αὐτοῦ. Πάντα γὰρ ὅσα ἂν δόξῃ τῷ Θεῷ, ῥᾴδια ποιῆσαι. Καὶ γὰρ φύσιν μεταθεῖναι δύναται, καὶ ταπεινότητα μεταβαλεῖν εἰς ὕψος, καὶ διορθῶσαι  τρόπους. Ταῦτ' οὖν  εἰδότες  ἅπαντα,  τὰ παρ' ἑαυτῶν  εἰσφέρωμεν,  καὶ πάσης   ἀπολαυσόμεθα   δόξης,   καὶ   πρὸς   ἄφατον   ὕψος   ἀναβησόμεθα,   τῆς   ῥοπῆς ἀπολαύοντες  τοῦ Θεοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΡΙΓʹ ΨΑΛΜΟΝ. Ἐν ἐξόδῳ  Ἰσραὴλ  ἐξ Αἰγύπτου, οἴκου  Ἰακὼβ  ἐκ λαοῦ  βαρβάρου, ἐγενήθη  Ἰουδαία ἁγίασμα αὐ τοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ.

αʹ. Μεγάλην ἐνταῦθα τοῦ Θεοῦ τὴν πραότητα μαρτυρεῖ καὶ ἡμερότητα. Ποίαν δὴ ταύτην; Ὅτι πρῶτον  ἀποδείξεις  παρεχόμενος  τῆς οἰκείας δυνάμεως,  τότε ἀπαιτεῖ  τὴν προσκύνησιν. Τοῦτο γὰρ δηλῶν ἔλεγεν· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, ἐγενήθη Ἰουδαίαἁγίασμα αὐτοῦ. Τότε γὰρ ἔδειξε τὴν δύναμιν  αὐτοῦ, φησὶ, διὰ τῶν ἐν Αἰγύπτῳ σημείων, διὰ τῶν ἐν τῇ ἐρήμῳ· τότε καὶ τὸν λαὸν ᾠκειώσατο. Τοῦτο καὶ ἐπὶ τοῦ Ἀδὰμ ἐποίησε. Πρότερον γὰρ τὸν κόσμον ποιήσας, καὶ δείξας αὐτοῦ καὶ τῆς σοφίας καὶ τῆς δυνάμεως τὴν ἰσχὺν, οὕτω τὸν ἄνθρωπον ἔπλασε, καὶ τὴν προσκύνησιν ἀπῄτησεν. Οὕτω καὶ ὁ μονογενὴς  Υἱὸς τοῦ Θεοῦ σημεῖα πρῶτον  παρασχόμενος πολλὰ καὶ παντοδαπὰ, τότε τὴν πίστιν ἀπῄτει. ∆ιά τοι τοῦτο τοῖς μὲν ἐξ ἀρχῆς προσιοῦσιν, ἅτε οὐκ ἔχουσιν αὐτοῦ ἐνέχυρα, οὐδὲ ἀπόδειξιν τῆς θεότητος, οὐκ ἔλεγε, Πιστεύετε, ὅτι δύναμαι τοῦτο ποιῆσαι; ἀλλὰ μόνον τὰ σημεῖα ἐπεδείκνυ. Ἐπειδὴ δὲ πανταχοῦ τῆς Παλαιστίνης ὑπομνήματα  τῆς ἑαυτοῦ δυνάμεως  ἐναπέθετο,  σώματα πεπηρωμένα  διορθῶν,  κακίαν ἐξελαύνων,  περὶ βασιλείας διαλεγόμενος,  τοὺς σωτηριώδεις εἰσάγων νόμους, τότε καὶ τὴν πίστιν ἀπῄτει παρὰ τῶν προσιόντων. Ἄνθρωποι μὲν γὰρ πρότερον ἄρχειν ἐθέλουσι, καὶ τότε εὐεργετεῖν  ἐπιχειροῦσιν· ὁ Θεὸς δὲ ἀπὸ τῶν εὐεργεσιῶν ἄρχεται. Καὶ τί λέγω τὰς  ἄλλας   εὐεργεσίας,  ὅπου  γε  καὶ  τὸν  σταυρὸν  αὐτὸν   ὑπέμεινε,  καὶ  τότε  τῆς οἰκουμένης ἐκράτησε, διὰ τῶν .305 ἔργων ἐπιδειξάμενος τὴν κηδεμονίαν; Τοῦτο γοῦν καὶ ὁ ψαλμὸς ἐνταῦθα δηλῶν  ἔλεγεν· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ  βαρβάρου,  ἐγενήθη  Ἰουδαία  ἁγίασμα  αὐτοῦ.  Τουτέστιν,  ἐν  τῇ  ἐξόδῳ,  ἐν  τῇ ἀπαλλαγῇ, ἐν τῇ ἐλευθερίᾳ, τῆς Αἰγύπτου. καὶ οὐχ ἁπλῶς εἶπεν, Αἰγύπτου, ἀλλὰ προσέθηκε, Λαοῦ βαρβάρου· τῷ ὀνόματι  τῶν πολεμίων  τὴν κηδεμονίαν  ἐνδειξάμενος τοῦ Θεοῦ. Τῶν γὰρ χαλεπῶν  ἐκείνων, καὶ ἀνημέρων, καὶ βαρβαρικώτερον διακειμένων Αἰγυπτίων οὐκ ἂν ἠδυνήθησαν ἀπαλλαγῆναι,  εἰ μὴ τῆς κραταιᾶς ἀπήλαυσαν χειρὸς καὶ τῆς  δεξιᾶς  τῆς  ἀμάχου.  Καὶ γὰρ  θηρίων  ἦσαν ἀγριώτεροι,  καὶ  πέτρας  σκληρότεροι, μυρίαις  παιόμενοι  πληγαῖς,  καὶ  οὐκ  ἐνδιδόντες.  Εἰπὼν  τοίνυν  τὸν  λαὸν  βάρβαρον, ἔδειξε τοῦ Θεοῦ τῆς δυνάμεως τὴν ὑπερβολὴν, ὅτι τὸν οὕτω βάρβαρον, τὸν οὕτως ὠμὸν νῦν   μὲν   ἔπεισε,  νῦν   δὲ  καὶ  ἄκοντα   κατηνάγκασεν   ἀφεῖναι   τοὺς   δούλους,   καὶ φιλονεικοῦντας ὕστερον τῇ θαλάττῃ  παρέδωκε, καὶ οὕτω  τὸν λαὸν  ἠλευθέρωσε  τὸν ἑαυτοῦ. Τί δέ ἐστιν, Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ; Ἀντὶ τοῦ, λαὸς αὐτῷ λατρεύων, λαὸς αὐτῷ ἀνακείμενος, λαὸς αὐτῷ ᾠκειωμένος. Ἁγίασμα δὲ κυρίως ἐλέγετο ὁ ναὸς, τὰ  ἄδυτα,  τὰ  Ἅγια  τῶν  ἁγίων,  καθάπερ  καὶ  Ζαχαρίας  εἰσάγει  τινὰς  ἐρωτῶντας,   καὶ λέγοντας· Εἰσῆλθεν ὧδε τὸ ἁγίασμα· ἢ νηστεύσομεν; περὶ τῆς ἐπανόδου τῆς κιβωτοῦ καὶ τῶν  ἄλλων   ἁπάντων   δηλῶν.   Ἐγενήθη  Ἰουδαία  ἁγίασμα  αὐτοῦ.  Πρὸ γὰρ  τούτου ἀκάθαρτός τις ἦν καὶ ἐναγὴς  ἡ χώρα· ἐπειδὴ  δὲ ἐπανῆλθεν  ὁ λαὸς, ἐγένετο  ἡ πόλις ἁγίασμα αὐτοῦ· τουτέστιν, ἁγίασμα ἤγετο διὰ τῆς ἐποπτείας, διὰ τῶν θυσιῶν, διὰ τῆς λατρείας,  διὰ  τῆς  ἄλλης  ἁγιστίας.  Ἰσραὴλ ἐξουσία αὐτοῦ.  Τί ἐστιν, Ἰσραὴλ ἐξουσία αὐτοῦ; Ὑπὸ τὴν ἀρχὴν αὐτοῦ, φησί. Καίτοι πᾶσα ἡ οἰκουμένη ὑπὸ τὴν αὐτοῦ ἀρχὴν ἦν, ἀλλ' οὗτοι καὶ κατ' οἰκείωσιν ἑτέραν. Ἐπειδὴ καὶ προφητείας  ἐδέχοντο, καὶ διελέγετο αὐτοῖς, καὶ τὰ κατ'  αὐτοὺς ᾠκονόμει  μειζόνως. Εἶτα καθ'  ἕτερον δὲ τρόπον καὶ λαὸς αὐτοῦ ἐχρημάτιζε. Καὶ γὰρ τῷ νεύματι τῷ ἐκείνου πολλάκις καὶ εἰς πολέμους ἐξῄεσαν, καὶ πολλὰ τῶν ἄλλων ἔπραττον. Βαρβαρικῶν γὰρ αὐτοὺς ἀπαλλάξας χειρῶν, καὶ τυραννίδος,  καὶ  δουλείας,  καὶ  κινδύνου  ἐσχάτου,  καὶ  παρανόμου  γνώμης,  γέγονεν αὐτῶν βασιλεύς. Τοῦτο γοῦν καὶ ἀλλαχοῦ δικαιολογούμενος  καὶ δεικνὺς, ὅτι πρότερον τὰ παρ' ἑαυτοῦ ἐπιδειξάμενος  ἀπῄτει τὰ παρ' ἐκείνων,  ἔλεγε· Μὴ ἔρημος ἐγενόμην  τῷ οἴκῳ  Ἰσραὴλ, ἢ γῆ  κεχερσωμένη;  Ὃ δὲ λέγει  τοῦτό  ἐστι· Μὴ ἄκαρπος, φησὶν,  ὑμῖν ἐγενόμην; οὐ μυρία ἀγαθὰ εἰς ὑμᾶς ἐπεδειξάμην; οὐ τὴν φύσιν αὐτὴν μετέβαλον; οὐ τὰ στοιχεῖα   πρὸς   τὴν   ὑπηρεσίαν   ὑμῶν   ἐῤῥύθμισα;  οὐ   διαγωγὴν    ὑμῖν   ἐχαρισάμην ἀνθρωπίνων ἀπηλλαγμένην πόνων;  ∆ιὰ τοῦτό  φησι· Μὴ ἔρημος ἐγενόμην  τῷ  οἴκῳ Ἰσραήλ; Τουτέστιν, οὐ μυρίους ἤνεγκα καρπούς; ἐλευθερίαν  ἀπ' Αἰγύπτου, ἀπαλλαγὴν βαρβάρων, θαυμάτων ἐπίδειξιν, τὴν ἐν ἐρήμῳ διαγωγὴν, τὴν τῆς Παλαιστίνης κληρονομίαν,  τὴν τῶν ἐθνῶν  κράτησιν, τὰ συνεχῆ τρόπαια, τὰς ἐπαλλήλους  νίκας, τὰ θαύματα τὰ παράδοξα, τὰ τεράστια τὰ συνεχῆ, τῆς γῆς τὴν εὐετηρίαν, τοῦ γένους ὑμῶν τὴν ἐπίδοσιν, τὴν πανταχοῦ  τῆς οικουμένης δόξαν, ἕτερα μυρία; Εἶδες καρποὺς τοῦ Θεοῦ; ∆ιὰ τοῦτο ἐπήγαγε· Μὴ γῆ ἐγενόμην  κεχερσωμένη;  Τουτέστιν, Οὐ μυρίους ἐδρέψασθε παρ' ἐμοῦ καρπούς; οὐκ ηὐλόγησα τὴν εἴσοδον ὑμῶν καὶ τὴν ἔξοδον ὑμῶν, τὰ ποίμνια  ὑμῶν, καὶ τὰ βουκόλια ὑμῶν, τὸν ἄρτον ὑμῶν, καὶ τὸ ὕδωρ ὑμῶν; οὐκ ἐν ἀσφαλείᾳ κατέστησα; οὐ πᾶσιν ἀχειρώτους  εἰργασάμην, οὐ φοβεροὺς καὶ ἀμάχους; οὐ καθάπερ ἀπὸ πηγῶν πάντα ἡμῖν ἐπέῤῥει τὰ ἀπὸ τῆς γῆς, τὰ ἀπὸ τοῦ οὐρανοῦ; Τὸν γὰρ ἄρχοντα   ταῦτα   μάλιστα   δείκνυσι,   τὸ  προνοεῖν   τῶν   ὑπηκόων,   τὸ  κήδεσθαι  καὶ φροντίζειν.

βʹ. ∆ιὸ  καὶ    Χριστὸς  ἔλεγεν·    ποιμὴν     καλὸς,  οὐκ  εἶπε,  Τιμᾶται  καὶ θεραπεύεται, ἀλλὰ, τὴν ψυχὴν  αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Τοῦτο ἀρχὴ, τοῦτο ποιμαντικὴ ἐπιστήμη, τὸ τὰ αὑτοῦ παρορᾷν, καὶ τὰ τῶν ἀρχομένων μεριμνᾷν. Ὅπερ γάρ ἐστιν ἰατρὸς, τοῦτό ἐστιν ἄρχων·  μᾶλλον  δὲ καὶ ἰατροῦ πλέον.  Ὁ μὲν γὰρ ἰατρὸς τῇ τέχνῃ τὴν σωτηρίαν περιποιεῖται· ὁ δὲ ἄρχων καὶ ἐν τοῖς ἰδίοις κινδύνοις.  Ὅπερ καὶ ὁ Χριστὸς ἐποίησε, ῥαπισθεὶς, σταυρωθεὶς, τὰ μυρία παθών. ∆ιὸ καὶ Παῦλος ἔλεγε· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον  ἐπ'  ἐμέ.  ∆ύο  τοίνυν   μᾶλλον   δὲ  καὶ  τρεῖς  καὶ  μυρίας  τίθησιν   ἐνταῦθα εὐεργεσίας, ὅτι βαρβάρων ἀπήλλαξεν,  ὅτι τῆς ἀλλοτρίας  ἠλευθέρωσεν,  ὅτι δουλείας ἐξέβαλεν, ὅτι πόνους ἔλυσε καὶ ταλαιπωρίας, ὅτι μυρία θαύματα εἰργάσατο· εἶτα ὅτι καὶ ἁγίασμα αὑτοῦ αὐτοὺς κατηξίωσε γενέσθαι καὶ ὑπηκόους. Καὶ γὰρ καὶ τοῦτο οὐ μικρὸν εὐεργεσίας εἶδος, τὸ ἐν τάξει τῶν  ὑπηκόων  αὐτοὺς καταλέγειν.  Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν· ὁ Ἰορδάνης  ἐστράφη  εἰς τὰ ὀπίσω. Ὅρα τὸν  λόγον  κορυφούμενον,  καὶ τὴν εὐεργεσίαν αὐξανομένην. Τί γὰρ δεῖ λέγειν, φησὶ, περὶ βαρβάρων καὶ ἐθνῶν, ὁπότε καὶ  ἡ κτίσις ὑπεξίστατο, καὶ παρεχώρει, καὶ πρὸς τὰ ἐναντία  μεθίστατο, τὸν στρατηγοῦντα ὁρῶσα, καὶ τῷ δημαγωγῷ  παραχωροῦσα; Πάντα γὰρ τότε τῷ δήμῳ τῷ τῶν  Ἑβραίων ὑπεξίστατο  καὶ  παρεχώρει,  ἵνα  μάθωσιν,  ὅτι  οὐκ  ἀνθρωπίνης   ἀκολουθίας   ἦν  τὰ γινόμενα, ἀλλὰ θείας καὶ ἀποῤῥήτου δυνάμεως τὰ θαυματουργούμενα  ἅπαντα. Καὶ ὅρα τὴν ἔμφασιν τῆς λέξεως, πῶς ἀρίστως αὐτὴν τέθεικεν. Οὐ γὰρ εἶπεν· Ἀνεχώρησεν, οὐδὲ, Ὑπεξέστη· ἀλλὰ  τί· Ἡ θάλασσαεἶδε, καὶ ἔφυγε·  τὸ τάχος  τῆς ἀναχωρήσεως  τῇ φυγῇ παραστῆσαι βουλόμενος,  τὸ  μέγεθος  τῆς  ἐκπλήξεως,  τὸ  εὔκολον  τῆς  ἐνεργείας  τοῦ Θεοῦ. Καὶ ἵνα μή τις νομίσῃ ἐκ περιόδου τινὸς καὶ συντυχίας τοῦτο γίνεσθαι, ἐξ ἐκείνου οὐκ ἔτι γέγονεν, ἀλλ' ἅπαξ, ὅτε ὁ Θεὸς ἐκέλευσε, καὶ ἐπὶ διαφόρων προσώπων. Καὶ γὰρ ἡ ἄτακτος τῶν  ὑδάτων  ῥύμη καθάπερ λογική  τις καὶ ἔμψυχος, τοῦ Θεοῦ κελεύοντος, οὕτω τοὺς μὲν ἔσωσε, τοὺς δὲ ἀπώλλυε, τοῖς μὲν τάφος, τοῖς δὲ ὄχημα γινομένη. Τοῦτο καὶ ἐπὶ τῆς Βαβυλωνίας καμίνου  ἴδοι τις ἄν. Καὶ γὰρ τὸ πῦρ, τὸ ἁπλῶς  καὶ ὡς ἔτυχε φερόμενον,  πολλὴν  εὐταξίαν  ἐπεδείκνυτο,  ὅτε  ὁ Θεὸς ἐπέταξε,  οὓς  μὲν  ἔνδον  εἶχε διασῶζον, τοὺς δὲ ἔξωθεν περικαθημένους . ἁρπάζον καὶ ἀναλίσκον. Ὁ Ἰορδάνης ἐστράφη  εἰς τὰ ὀπίσω. Εἶδες καὶ ἐν  διαφόροις  καιροῖς, καὶ ἐν  διαφόροις  χωρίοις  τὰ θαύματα γινόμενα; Ἵνα γὰρ μάθωσιν, ὅτι πανταχοῦ  ἡ δύναμις ἐκτέταται τοῦ Θεοῦ, καὶ οὐ περικλείεται  τόπῳ, καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐν τῇ τῶν βαρβάρων χώρᾳ, καὶ πανταχοῦ παρεγίνετο  θαυματουργῶν,  καὶ νῦν μὲν ἐν θαλάττῃ, νῦν δὲ ἐν ποταμοῖς, καὶ τότε μὲν ἐπὶ Μωϋσέως ὕστερον δὲ ἐπὶ τοῦ Ἰησοῦ· καὶ πανταχοῦ  διὰ σημείων παρεπέμποντο, ἵνα τὴν ἀναίσθητον αὐτῶν γνώμην, καὶ τὴν σκληρὰν διάνοιαν τοῖς θαύμασι μαλασσομένην, εὐήνιον  καὶ ἐπιτηδειοτέραν  καταστήσωσι πρὸς τὴν τῆς θεογνωσίας  ὑποδοχήν.  Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. Ἐνταῦθα ζήτημα οὐ μικρὸν ἡμῖν ἀνακύπτει. Καὶ γάρ τινες διαποροῦντές φασιν· Ὅτι μὲν τὰ πρότερα γέγονεν ἴσμεν· καὶ γὰρ ἱστορία παρέδωκεν, ὅτι καὶ ἡ Ἐρυθρὰ θάλασσα ἐσχίσθη ἐν τῇ ἐξόδῳ, καὶ ὅτι ὁ Ἰορδάνης  ἐστράφη εἰς τὰ ὀπίσω, ἡνίκα ἡ κιβωτὸς  παρῄει· ὅτι δὲ ὄρη ἐσκίρτησαν καὶ βουνοὶ,  οὐδαμοῦ  τοῦτο  ὁρῶμεν  γεγραμμένον.  Τί οὖν  ἔστιν  εἰπεῖν;  Ὅτι τὴν  ἡδονὴν ὑπερβολικῶς  παραστῆσαι  βουλόμενος  καὶ  τῶν  θαυμάτων  τὸ  μέγεθος    Προφήτης, εἰσάγει καὶ τὰ ἄψυχα αὐτὰ μονονουχὶ χορεύοντα καὶ πηδῶντα, ἅπερ ἐπὶ τῶν εὐφραινομένων γίνεται.  ∆ιὰ τοῦτο καὶ ἡ προσθήκη τῆς εἰκόνος  τὸ, Ὡς κριοὶ, καὶ ὡς ἀρνία  προβάτων.  Καὶ γὰρ  ἐκεῖνα  τὰ  ἄλογα  ἡνίκα  εὐφραίνηται,  τοῖς  πηδήμασι  τὴν ἡδονὴν  δηλοῖ. Ὥσπερ οὖν ἐν ταῖς συμφοραῖς ἄλλος φησὶν, ὅτι καὶ ἄμπελος ἐπένθησε, καὶ οἶνος· οὐχ ὡς τῆς ἀμπέλου πενθούσης  πῶς γὰρ ἂν πενθήσει  ἄμπελος;, ἀλλὰ  τὴν ὑπερβολὴν  τῆς  κατηφείας  ἐνδείξασθαι  βουλόμενος,  καὶ τῶν  ἀψύχων  αὐτῶν  σχεδὸν ἁπτομένων  ὑπερβολικῶς  λέγει· οὕτω δὴ καὶ ἐνταῦθα  τὴν κτίσιν εἰσάγει κοινωνοῦσαν τῆς ἡδονῆς, ἵνα τὸ μέγεθος δείξῃ τῆς εὐφροσύνης. Τοῦτο καὶ ἡμῖν ἔθος λέγειν, ὅτε τὸ ἐνταῦθα φαιδρὰ γέγονεν, ἐπειδάν τινα ἴδωμεν ἔντιμον παραγενόμενον· Ἐνέπλησας τὴν οἰκίαν χαρᾶς· οὐ περὶ τῶν τοίχων  διαλεγόμενοι,  ἀλλὰ τὴν ὑπερβολὴν τῆς εὐφροσύνης παριστῶντες.  Τί σοι ἐστὶ, θάλασσα, ὅτι ἔφυγες,  καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ, ὡς ἀρνία προβάτων;  Κατὰ ἐρώτησιν τὸν λόγον προάγει, καὶ τοῖς στοιχείοις διαλέγεται, ἀπὸ τῆς αὐτῆς γνώμης ἀφ' ἧς ἔφησεν αὐτὰ σκιρτᾷν. Ὥσπερ γὰρ οὐκ αἴσθησιν αὐτοῖς διδοὺς ταῦτα ἔλεγεν,  ἀλλ' ὅπερ ἔφθην εἰπὼν, τὴν ὑπερβολὴν τῆς ἡδονῆς ἐνδεικνύμενος  καὶ τῶν κατορθωμάτων τὸ μέγεθος· οὕτω καὶ τὴν ἐρώτησιν αὐτοῖς προσάγει· οὐχ ὡς ἀποκρίνασθαι δυναμένοις, καὶ  αἴσθησιν  ἔχουσιν,  ἀλλ'  ὥστε  σαφέστερον  ποιῆσαι  τὸν  λόγον   καὶ  δεῖξαι  τὸ παράδοξον.

 γʹ. Ὡς γὰρ καινοῦ  τινος  γενομένου,  καὶ οὐ κατὰ ἀκολουθίαν  συμβάντος, τὴν ἐρώτησιν ἐπάγει, καὶ προστίθησι τῇ ἀποκρίσει. Τίς δὲ ἦν αὕτη; Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη      γῆ,   ἀπὸ   προσώπου   τοῦ   Θεοῦ  Ἰακώβ.   Ἐνταῦθα   πάλιν   σάλον   τὴν ἔκπληξινλέγει,  τὸ θαῦμα, τὴν ἔκστασιν, ὥστε δεῖξαι τὸ μέγεθος τῶν γεγενημένων. Εἶτα δεικνὺς ὅσον ἐστὶν ἀνδρὸς ἀρετὴ, ἀπὸ τοῦ .308 δούλου τὸν ∆εσπότην ἐκάλεσεν. Ὃ καὶ Παῦλος ἀντὶ  μεγίστης τιμῆς ἔφη τοῖς ἁγίοις  δεδόσθαι ἐκείνοις,  ὅτι δὴ τῶν  βιωτικῶν ἀπηλλάγησαν  ἁπάντων.  Οὐδὲ γὰρ τὴν τιμὴν  μόνον  τίθησιν, ἀλλὰ καὶ τὴν αἰτίαν  τῆς τιμῆς προστίθησιν, ἵνα τὸν ἀκροατὴν διδάξῃ τὴν ὁδὸν, δι' ἧς δύναται ταύτης ἀπολαῦσαι τῆς προεδρίας. Τίς δέ ἐστιν αὕτη; Τὸ ἀπὸ τῶν δούλων καλεῖσθαι τὸν ∆εσπότην. ∆ιὸ καὶ ἔλεγε· ∆ι' ἢν αἰτίαν  οὐκ ἐπαισχύνεται  ὁ Θεὸς, Θεὸς καλεῖσθαι αὐτῶν.  Πῶς δὲ ὁ Θεὸς αὐτῶν ἐκαλεῖτο· Λέγων· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Εἶτα καὶ  τὴν  αἰτίαν  τῆς  τοιαύτης  κλήσεως  ἀνωτέρω  τιθεὶς,  εἶπε· Καὶ οὗτοι  πάντες ἀπέθανον, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν. Αὕτη ἡ αἰτία, διὸ καὶ ἐπήγαγε· ∆ι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται  αὐτοὺς ὁ Θεὸς, Θεὸς καλεῖσθαι αὐτῶν. Ποίαν αἰτίαν; εἰπέ μοι. Ὅτι ὡμολόγησαν ξένοι καὶ παρεπίδημοι εἶναι, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς  τὰ  παρόντα,  ἀλλ'  ἀποῤῥήξαντες  ἑαυτοὺς  τῶν  βιωτικῶν,   οὕτως  ἐν  ἀλλοτρίᾳ διέτριβον. Τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων. Ποίαν ἔχοιεν ἂν, εἰπέ μοι, συγγνώμην οἱ σκληροὶ καὶ δυσένδοτοι, ὅταν ἡ πέτρα καὶ ἡ ἀκρότομος καὶ σκληρὰ καὶ δυσένδοτος εἴκῃ τῷ προστάγματι τοῦ Θεοῦ, ἄνθρωπος δὲ, ὁ λόγῳ  τετιμημένος,  καὶ  πάντων  ἡμερώτερος,  ἐκείνης  ἀναισθητότερος  γίνηται; Ἀκρότομον  γὰρ ἐνταῦθά  φησι τὴν  σιδήρῳ οὐ ῥᾳδίως  εἴκουσαν, ἀλλ' ἐκ τῶν  ἄκρων μόλις ἀποθραυομένην. Ἀλλ' ὅμως καὶ ἐκείνη εἰς τὴν ἐναντίαν  διελύθη φύσιν, καὶ πηγὰς ἀφῆκεν  ὑδάτων.  Ὁ γὰρ τῆς  φύσεως  δημιουργὸς,  καὶ τοὺς  ὅρους αὐτοὺς  μεταθεῖναι δύναται, καὶ τὰ ἐναντία ἐπιδείξασθαι· ὃ πολλαχοῦ πολλάκις ἐποίησε, δεικνὺς ὅτι αὐτός ἐστιν  ὁ ἐξ οὐκ ὄντων  τὰ πάντα  ποιήσας. Εἰπὼν  τοίνυν  τὰς  παλαιὰς  εὐεργεσίας, τὰ θαύματα, τὰ τεράστια, πῶς ἀπήλλαξε βαρβαρικῆς δουλείας, πῶς εἰς ἐλευθερίαν ἐχειραγώγησε,  καὶ τὰ στοιχεῖα  μετέβαλε, καὶ πάντα  ἡδονῆς  ἐνέπλησε,  καὶ ὑπὲρ τῶν παρόντων δεῖται, ἐπὶ τὸν αὐτὸν καταφεύγων  λιμένα. Εἶτα ἐπειδὴ κἀκεῖνο γεγένηται, οὐ διὰ τὴν ἀξίαν τῶν εὐεργετουμένων,  ἀλλὰ διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ διὰ τὸ ὄνομα αὐτοῦ· ὅπερ ἔλεγεν, Ἵνα μὴ βεβηλωθῇ  τὸ ὄνομά μου, ἀλλὰ πάντες μάθωσι διὰ τῶν  γινομένων τὴν  ἰσχὺν  αὐτοῦ  καὶ  τὴν  δύναμιν,  καὶ τοῦτο  διδασκαλίας  ὑπόθεσις γένηται·   τοῦτο  καὶ  νῦν   προβάλλεται   τὸ  δικαίωμα,  λέγων·   Εἰ  καὶ  ὑπὸ  τοῦ  βίου προδεδόμεθα, καὶ ἀπὸ τῶν ἔργων ἐσμὲν ἀπαῤῥησίαστοι, διὰ τὸ ὄνομά σου ποίησον, ὃ καὶ Μωϋσῆς τότε ἔλεγεν. Ὃ καὶ οὗτός φησι, συνῳδὰ ἐκείνῳ φθεγγόμενος·  Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Μὴ δι' ἡμᾶς, φησὶν, ἵνα ἡμᾶς λαμπροτέρους ποιήσῃς καὶ ἐπισήμους, ἀλλ' ἵνα αὐτὸς πανταχοῦ  κατάδηλόν  σου τὴν δύναμιν  ἐργάσῃ. Ἀλλ' ὥσπερ τὸ ὄνομα αὐτοῦ δοξάζεται, ἀντιλαμβανομένου καὶ βοηθοῦντος· οὕτω πάλιν δοξάζεται ἐν ἀρετῇ βιούντων  ἡμῶν καὶ λαμπόντων κατὰ τὴν πολιτείαν. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς  ὑμῶν  ἔμπροσθεν τῶν  ἀνθρώπων,  ὅπως  ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν,  καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν, τὸν ἐν τοῖς οὐρανοῖς. Ὥσπερ τοίνυν  δοξάζεται ἐν ἀρετῇ ὄντων  ἡμῶν, οὕτω πάλιν βλασφημεῖται ἐν κακίᾳ διατριβόντων.  Τοῦτο γοῦν καὶ διὰ τοῦ προφήτου δηλῶν, ἔλεγε· Τὸ ὄνομά μου δι' ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Ἀλλ' ἐπειδὴ οὐδαμόθεν ἑτέρωθεν ἔχει τὴν συνηγορίαν τὴν ὑπὲρ αὐτῶν ποιήσασθαι, ἐπὶ
 τοῦτο καταφεύγει, καθάπερ καὶ Μωϋσῆς. Ἀλλ' οὐκ ἀεὶ αὐτὸ ποιεῖ ὁ Θεὸς, τῆς σωτηρίας κηδόμενος  τῶν  ἀνθρώπων.  Εἰ γὰρ  ἀεὶ  τοῦτο  ποιεῖν  ἔμελλε,  πολλοὶ  τῶν  ῥᾳθύμων χείρους  ἂν ἐγένοντο,  μέγιστον  ἐνέχυρον  ἔχοντες  τοῦ μὴ πάσχειν  κακῶς,  τὸ διὰ τὴν δόξαν αὐτοῦ διηνεκῶς  σώζεσθαι. Ἀλλ' οὐ γίνεται  τοῦτο. Οὐ γὰρ οὕτω μέλει τῆς δόξης αὐτοῦ  αὐτῷ,  ὡς  τῆς  σωτηρίας  τῆς  τῶν  ἀνθρώπων.  Εἰ γὰρ ἄνθρωποι  καταφρονοῦσι τούτου, πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ μὴ δεόμενός τινος τῶν παρ' ἡμῶν· ἀλλ' ὅπερ ἔφην, ὁ Προφήτης, ἐπειδὴ συνηγόρου τάξιν ἔχει, ἀπὸ τῶν ἐνόντων  τὴν συνηγορίαν ποιεῖται, καὶ διπλασιάζει  τῷ  λόγῳ,  λέγων·  Μὴ  ἡμῖν,  Κύριε, μὴ  ἡμῖν·  σφόδρα  τὸ  ἀνάξιον  τῶν σωζομένων  δεικνύς· Ἀλλ' ἢ τῷ ὀνόματί  σου δὸς δόξαν. Ἡμεῖς μὲν γὰρ μυρίων  ἄξιοι κακῶν· ἀλλ' ὅπως τὸ ὄνομά σου μὴ βεβηλωθῇ. Ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου. Ἕτερος ἑρμηνευτής φησι, ∆ιὰ τὸ ἔλεός σου. Ὁρᾷς πῶς αὐτὸ καὶ αὐτὸς οἶδε σαφῶς, ὅτι πολλάκις  τούτου  καταφρονῶν   ὁ Θεὸς πρὸς  ἓν  ὁρᾷ μόνον,  τὴν  τῶν  ἁμαρτανόντων διόρθωσιν. ∆ιὰ τοῦτο ἐπήγαγεν· Ἐπὶ τῷ ἐλέει σου, καὶ τῇ ἀληθείᾳ σου. Τουτέστι, διὰ τὸ ἔλεός σου βοήθησον ἡμῖν, εἰ καὶ τῆς δόξης οὐ μέλει σοι τῆς παρὰ τῶν ἀνθρώπων,  ἀλλὰ διὰ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου. Ἔστι γὰρ, ἔστι καὶ κολάζοντα δόξαν λαβεῖν, οὐκ ἐλεοῦντα  μόνον. Ἀλλὰ μὴ οὕτω, φησὶν, ἀλλὰ  διὰ τὸ ἔλεός σου. Ἐχρῆν μὲν γὰρ παρ' ἡμῶν τῷ ὀνόματί σου δίδοσθαι δόξαν διὰ τοῦ βίου καὶ τῆς πολιτείας· ἐπειδὴ δὲ τοῦτο προδεδώκαμεν,  διὰ  τῆς  ἀντιλήψεως  ποίησον,  διὰ τοῦ  ἐλέου  καὶ  τῆς  φιλανθρωπίας. Μήποτε εἴπωσι τὰ ἔθνη, Ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν;

δʹ. Πολλῶν  καὶ  νῦν  εὐχομένων  ἀκούω  ταῦτα  λεγόντων·  ἀλλὰ  δέος, μήποτε ἄλλως  εἴπωσι τὸ, Ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν; ὅταν  ἁρπάζωσι πολλοὶ,  καὶ ἀδικῶσι, καὶ μυρία ποιῶσι δεινά. Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν ἐποίησεν.   Ἐνταῦθα   τὴν   πλάνην   τῶν   ἀνοήτων   διορθοῦται.   Ἐπειδὴ   γὰρ   πολλοὶ ἀγνοοῦσιν εἶναι Θεὸν, τὸ τοιοῦτον δόγμα διορθούμενος, φησίν· Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Εἰ δὲ ἐν τῷ οὐρανῷ, πολλῷ μᾶλλον ἐπὶ τῆς γῆς. Τί δέ ἐστιν, Ἐν τῷ οὐρανῷ  πάντα  ὅσα ἠθέλησεν  ἐποίησεν; Ἢ τὰς δυνάμεις  τὰς ἄνω φησὶ,  καὶ  τοὺς  δήμους  τοὺς  ἀπείρους  ἐκείνους,    τὰ  ἐπιτάγματα,  ἃ μετὰ  εὐκολίας ἀνύεται. Εἰ δὲ ἡ γῆ πολλὴν  ἔχει τὴν σύγχυσιν καὶ τὴν ἀταξίαν, μὴ θαυμάσῃς. Ἀπὸ τῆς τῶν ἀνθρώπων  κακίας, καὶ τῆς πονηρίας τῶν μετιόντων,  ἀλλ' οὐ παρὰ τὴν ἀτονίαν τοῦ Θεοῦ τοῦτο  γίνεται.  Ὅτι γὰρ  ἰσχυρὸς  καὶ  . δυνατὸς,  τὰ  ἐν  τῷ  οὐρανῷ  δηλοῖ πραττόμενα.  Εἰ δὲ ἐν τῇ γῇ οὐχ οὕτως,  οἱ ἀναξίους  ἑαυτοὺς καθιστῶντες  αἴτιοι.  Καὶ ἑτέρως  δ' ἄν  τις  τοῦτον  μεταχειρίσειε  τὸν  λόγον,  ὅτι  πολλὰ  καὶ  διὰ  μακροθυμίαν οὐδέπω   τὴν   κατ'   ἀξίαν   λαμβάνει   ἀντίδοσιν.   ∆ιὰ   τοῦτο   καὶ   πονηροὶ   δικαίων περιγίνονται,  οὐ βουλομένου τοῦ φιλανθρώπου Θεοῦ παρὰ πόδας ἕκαστον τὰς εὐθύνας ἀπαιτεῖν  τῶν  πεπλημμελημένων· ἐπεὶ  πάλαι  ἂν  τὸ  γένος  ἀνηρπάσθη  τὸ  ἡμέτερον. Τοῦτο τοίνυν ἐνταῦθά φησιν, ὅτι δυνατὸς μέν ἐστι καὶ ἰσχυρὸς, καὶ οἷός τε ἐπεξελθεῖν· καὶ  δῆλον   ἐκ  τῶν   ἐν  τῷ  οὐρανῷ  γενομένων·  οὐ  ποιεῖ  δὲ  τοῦτο,  πανταχοῦ   τῇ μακροθυμίᾳ χρώμενος,  καὶ εἰς μετάνοιαν  ἕλκων  τοὺς ἐν πονηρίᾳ  ζῶντας.  Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν·  ὀφθαλμοὺς  ἔχουσι, καὶ οὐκ ὄψονται·  ὦτα  ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥῖνας  ἔχουσι, καὶ  οὐκ ὀσφρανθήσονται·  χεῖρας  ἔχουσι, καὶ  οὐ ψηλαφήσουσι·  πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν  ἐν τῷ λάρυγγι  αὐτῶν.  Ὅμοιοι αὐτοῖς γένοιντο  οἱ ποιοῦντες  αὐτά. Ἐν μὲν τῷ ἑκατοστῷ πέμπτῳ  ψαλμῷ  τὴν μανίαν  αὐτῶν διηγούμενος ἔλεγεν, ὅτι Τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας ἔθυσαν τοῖς δαιμονίοις· ἐν δὲ τῷ παρόντι τὴν ἀναισθησίαν, ὅτι ταῖς ἀψύχοις ὕλαις προστετήκασι. Καὶ πάντα αὐτῶν ἔπεισι τὰ μέλη, πλατυτέραν τὴν κωμῳδίαν ἐργαζόμενος. Εἶτα καὶ ἐπάγων φησίν· Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. Καίτοι γε τοῦτο ἀρετὴ, τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἐνταῦθα  κατάρα γέγονεν.  Ἐννόησον οὖν τίνες  ἂν εἶεν, ὅταν ἡ πρὸς αὐτοὺς ὁμοίωσις ἀντὶ ἀρᾶς προφέρηται τῆς ἐσχάτης. Καὶ καλῶς οὕτω τὸν λόγον ἐσχημάτισε, κωμῳδῶν  αὐτοὺς εἰς ἐσχάτην ἄνοιαν, καὶ καταγελάστους  δεικνύς. Πῶς γὰρ οὐ καταγέλαστον,  εἰπέ μοι, τὸ προσδεδέσθαι ξοάνῳ τύπον ἔχοντι τῆς ἐσχάτης ἀσχημοσύνης; Τίς γὰρ ἂν ἕλοιτο γυμνὴν  γυναῖκα  ἰδεῖν; Ὁ δὲ δαίμων  καὶ γυμνῷ  τύπῳ παρεδρεύει.  Καὶ νῦν  μὲν  πορνείας  εἰκόνες  τὰ  ξόανα,  νῦν  δὲ  μανίας  τῆς  κατὰ  τῶν ἀῤῥένων. Τί γὰρ ἂν ὁ ἀετὸς βούλεται; τί δὲ ὁ Γανυμήδης; τί δὲ ὁ διώκων  τὴν παρθένον Ἀπόλλων;  τί δὲ τὰ ἕτερα μυσαρὰ σχήματα; Πανταχοῦ ἀσέλγεια, πανταχοῦ  ἀκολασία, πανταχοῦ  μίξεων  ἀθέσμων  καὶ ἐρώτων  λυσσώντων  τύποι. Καὶ γὰρ τὰ ξόανα, καὶ αἱ ἑορταὶ, καὶ αἱ πανηγύρεις, καὶ αἱ τελεταὶ, ἔλεγχοι καὶ ὑπομνήματα καὶ διδασκαλίαι τῶν ἀτόπων εἰσίν. Οὐ μόνον δὲ τῶν αἰσχρῶν, ἀλλὰ καὶ φόνων  τῶν πρὸς ἀνθρώπους. Ὅθεν καὶ ἀποτροπιάζονται  τοὺς δαίμονας. Οὐδὲν γὰρ ἕτερον παρ' ἐκείνοις, ἢ ἀσέλγεια, καὶ μέθαι ἀκόλαστοι, καὶ ὠμότης,  καὶ ἀπανθρωπία,  καὶ μιαιφονίαι,  καὶ τὰς ἑορτὰς ὅλας ἐντεῦθεν  συνισταμένας ἴδοι τις ἄν. Κωμῳδήσας τοίνυν τῶν εἰδώλων  τὴν ἀναισθησίαν, καὶ τὴν  ἄνοιαν  τῶν  πεποιθότων  αὐτοῖς, μετάγει  τὸν λόγον  ἐπὶ τὸν τοῦ Θεοῦ ὕμνον λέγων· Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἱ φοβούμενοι  τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστι. ∆ιὰ γὰρ τούτων  καὶ τὴν δύναμιν τοῦ Θεοῦ ἀνακηρύττει, καὶ τὴν ἀσύγκριτον αὐτοῦ καὶ κατὰ πάντων ὑπεροχήν.  Τὰ γὰρ  εἰς  τὸν  δῆμον  τὸν  Ἰουδαϊκὸν  γινόμενα  εἰς  μέσον  ἄγων,  διπλῆν δείκνυσιν  αὐτοῦ τὴν εὐεργεσίαν, μᾶλλον  δὲ καὶ τριπλῆν.  Πρῶτον μὲν, ὅτι δαιμόνων αὐτοὺς ἀπήλλαξεν·  ἔπειτα, ὅτι ἑαυτὸν ἐγνώρισεν· καὶ τρίτον, ὅτι καὶ βοήθειαν αὐτοῖς τὴν  παρ' ἑαυτοῦ  παρέσχε. ∆ιαιρεῖ δὲ τὸν  λόγον  εἴς τε τὸν  Ἰσραὴλ, καὶ τὸ ἱερατικὸν γένος, καὶ τοὺς ἐξ ἐθνῶν  προσιόντας αὐτῷ. Οὐ γάρ ἐστιν ἴσον ἱερεὺς καὶ ἰδιώτης, ἀλλ' ἔχει τι πλέον οὗτος· διὸ καὶ τὴν διαίρεσιν εἰκότως ποιεῖται. Καὶ γὰρ μείζων εἰς αὐτοὺς ἡ τιμὴ ἐγένετο.

εʹ. Εἶτα δεικνὺς,  ὅτι οὐκ εἰς τὰ Ἰουδαϊκὰ αὐτοῦ κατεκέκλειστο  ἡ πρόνοια, καὶ τῶν  προσηλύτων  ἐμνήσθη, τῶν  ἐκ τῶν  ἐθνῶν  προσιόντων,  τήν τε βοήθειαν, καὶ τὴν εὐλογίαν  εἰς  ἅπαντας  γεγενῆσθαι  λέγων.  Κύριος μνησθεὶς  ἡμῶν,  εὐλόγησεν  ἡμᾶς. Εὐλόγησε τὸν οἶκον Ἰσραήλ· εὐλόγησε τὸν οἶκον Ἀαρών· εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον. Τί ἐστιν, Εὐλόγησε; Μυρίων, φησὶν, ἐνέπλησεν  ἀγαθῶν.  Εὐλογεῖ μὲν γὰρ ἄνθρωπος  Θεὸν, ὡς ὅταν  λέγῃ,  Εὐλόγει, ἡ ψυχή  μου, τὸν  Κύριον. Ἀλλ' ὁ τὸν  Θεὸν εὐλογῶν, αὐτὸς κερδαίνει, λαμπρότερον ἑαυτὸν καθιστὰς, οὐκ ἐκείνῳ τι χαριζόμενος· ὁ δὲ Θεὸς εὐλογῶν,  ἡμᾶς λαμπροτέρους ποιεῖ, οὐκ αὐτός τι προσλαμβάνει. Ἀνενδεὲς γὰρ τὸ Θεῖον· ὥστε ἑκατέρωθεν ἡμέτερόν ἐστι τὸ κέρδος. Πῶς δὲ εὐλόγησεν αὐτούς; Ἄρτον αὐτοῖς  ἐξ οὐρανοῦ  ἔδωκεν,  ὕδωρ ὤμβρησεν ἐκ πέτρας, τὰς εἰσόδους αὐτῶν  καὶ τὰς ἐξόδους ἐφύλαξε, τὰ βουκόλια αὐτῶν ἐπλήθυνε καὶ τὰ ποίμνια αὐτῶν, λαὸν περιούσιον ὠνόμασε, καὶ βασίλειον ἱεράτευμα, νόμον ἔδωκε, προφήτας ἔπεμψε. Ταῦτα καὶ ἀλλαχοῦ κηρύττων, Οὐκ ἐποίησε, φησὶν, οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. Καὶ ἄλλος· Ποῖον ἔθνος οὕτω σοφὸν, ᾧ ἐγγίζει Κύριος ὁ Θεός; Τοὺς μικροὺς μετὰ τῶν  μεγάλων.  Οὐδὲ ἓν γένος,  φησὶν,  ἔρημον εὐλογίας  ἦν, ἀλλ'  εἰς πάντας  ἐκτέτατο ταῦτα.  Προσθείη Κύριος ἐφ' ὑμᾶς· ἐφ' ὑμᾶς, καὶ ἐπὶ  τοὺς  υἱοὺς  ὑμῶν.  Εἶδες ἕτερον εὐλογίας  εἶδος, τὸ ἐπιδοῦναι  τὸ γένος; ∆ιὰ δὴ τοῦτο ἐν τάξει κολάσεως τὸ ἐναντίον ἕτερος  προφέρων  φησί· Καὶ ἐσμικρύνθημεν,  καὶ  ἐσμὲν ὀλιγοστοὶ  παρὰ πάντας  τοὺς κατοικοῦντας  τὴν γῆν. Ταύτης τῆς εὐλογίας  καὶ ἐν Αἰγύπτῳ ὄντες  ἀπήλαυον,  καίτοι μυρίων ὄντων τῶν διακωλυόντων, τῶν ἔργων, τῆς ταλαιπωρίας, τῆς τῶν ἐνεστηκότων ὠμότητος·  ἀλλ'  οὐδὲν  τοῦ  Θεοῦ τὸν  λόγον  διέκοπτεν,  ἀλλ'  οὕτω  προῄει  τὰ  τῆς εὐλογίας,  ὡς  ἐν  διακοσίοις  ἔτεσιν  ἑξακοσίας  γενέσθαι  χιλιάδας.  Ἀλλὰ  τότε  μὲν  ἐν τούτοις τὰ τῆς εὐλογίας, νυνὶ δὲ ἐν πολλῷ βελτίοσιν ἐπὶ τῆς Καινῆς. ∆ιό φησι Παῦλος· Εὐλογητὸς ὁ Θεὸς, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ  ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. Καὶ πάλιν· Τῷ δὲ δυναμένῳ  ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, αὐτῷ ἡ δόξα ἐν τῇ Ἐκκλησίᾳ. ∆ιὰ δὴ τοῦτο καὶ οἱ προφῆται τὸ παλαιὸν  εὐεργεσίας ζητοῦντες,  ταύτην  τὴν εὐλογίαν  παρεῖχον.  Ὁ γὰρ Ἐλισσαῖος τὴν ὑποδεξαμένην τῇ τοῦ παιδὸς δόσει ἀμείβεται. Ἐπὶ δὲ τῆς Καινῆς οὐ ταῦτα, ἀλλὰ πολλῷ μείζονα. Ἡ γοῦν  πορφυροπῶλις  οὐ ταῦτα ᾔτει παρὰ τῶν  ἀποστόλων,  ἀλλὰ  τί; Εἰ οὐ κεκρίκατέ με ἀναξίαν τῷ Κυρίῳ, εἰσελθόντες μείνατε παρ' ἐμοί. Εἶδες πόσον τὸ μέσον, καὶ τίνα  μὲν  ᾔτουν  οἱ ἐν  τῇ Παλαιᾷ, τίνα  δὲ οἱ ἐν  τῇ Καινῇ; Καὶ πάλιν  ὁ Χριστός· Χαίρετε, ὅτι  τὰ ὀνόματα  ὑμῶν  ἐγράφη  ἐν  τοῖς  οὐρανοῖς.  Καὶ ὁ Παῦλος· Ὁ δὲ Θεὸς πληρώσαι ὑμᾶς πάσης χάριτος  καὶ ἐλπίδος  ἐν τῷ πιστεύειν,  εἰς τὸ περισσεύειν ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος ἁγίου. Εἶδες εὐλογίας δύναμιν τὰ ἀπόῤῥητα χαριζομένην ἀγαθὰ, καὶ οὐδὲν ἔχουσαν γήϊνον; Καὶ πάλιν ὁ Παῦλος· Ὁ Θεὸς συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἀλλ' ἐν τῇ Παλαιᾷ, ὅτε παχύτερον  τὰ τῶν ἀνθρώπων διέκειτο,  ἀπὸ τῶν  αἰσθητῶν  τὰ  τῆς  εὐλογίας  ὑφαίνετο,  καὶ  ἡ πολυπαιδία  μέγιστον πρᾶγμα   εἶναι   ἐνομίζετο.   Ἐπειδὴ   γὰρ   ἐκ   τῆς   ἁμαρτίας   εἰσῆλθεν      θάνατος, παραμυθούμενος  τὸ  γένος    Θεὸς, καὶ  δεικνὺς,  ὅτι  οὐ  μόνον  οὐκ  ἀναλώσει,  οὔτε πανωλεθρίᾳ παραδώσει, ἀλλὰ καὶ πολλῷ πλείους ἔσονται τοῦ προτέρου, φησίν· Αὐξάνεσθε, καὶ πληθύνεσθε. Ἐπειδὴ δὲ ἐγνώσθη ὕπνος ὢν ὁ θάνατος, εἰσήγετο τὸ τῆς παρθενίας  καλόν.  ∆ιὸ  καὶ    Παῦλος  ἔλεγε·  Θέλω  δὲ  πάντας  ἀνθρώπους  εἶναι  ἐν ἐγκρατείᾳ, ὡς καὶ ἐμαυτόν. Καὶ πάλιν· Καλὸν ἀνθρώπῳ  γυναικὸς  μὴ ἅπτεσθαι. Καὶ ὁ Χριστός· Εἰσὶν εὐνοῦχοι, οἵτινες  εὐνούχισαν  ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄλλως δὲ καὶ ἐν ἀρχῇ τοῦτο ᾐνίξατο, ὅτι ἀρετῆς, οὐ πολυπαιδίας χρεία. Καὶ ἄκουε πῶς. Λέγει γάρ τις σοφός· Μὴ ἐπιθύμει  πλῆθος  τέκνων  ἀχρήστων,  εἰ μή ἐστι μετ' αὐτῶν φόβος  Θεοῦ·  καὶ  μὴ  ἔπεχε  ἐπὶ  τὸ  πλῆθος  αὐτῶν·  κρεῖσσον  γὰρ  εἷς,    χίλιοι,  καὶ ἀποθανεῖν  ἄτεκνον, ἢ ἔχειν τέκνα ἀσεβῆ· καὶ κρείσσων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Ἀλλ' οἱ ἀναίσθητοι Ἰουδαῖοι, καὶ πρὸς τὴν σάρκα κεχηνότες ἀεὶ, καὶ ἀρετῆς ἀμελοῦντες, ἔλεγον· Τί ζητεῖ ὁ Θεὸς, ἀλλ' ἢ σπέρμα; ∆εικνὺς τοίνυν  αὐτοῖς, ὅτι οὐ τοῦτο ζητεῖ, μυριάκις αὐτοὺς ἀπώλεσεν, ἀρετῆς ἐρήμους ὄντας. Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ. Καλῶς προσέθηκε, Τῷ Κυρίῳ. Τοῦτο γὰρ μάλιστα εὐλογία, Εἰσὶ γὰρ καὶ παρὰ ἀνθρώποις  εὐλογούμενοι,  ἀλλ' ἀνθρώπινα  τὰ ἐκείνων.  Ἡ δὲ μεγίστη  εὐλογία  αὕτη. Ἄνθρωποι μὲν γὰρ εὐλογοῦσι, τουτέστι, ἐγκωμιάζουσιν, ἐπαινοῦσι τοὺς ἐν πλούτῳ καὶ δυναστείαις  καὶ δόξαις ὄντας.  Ἀλλ' αὕτη ἡ εὐλογία  πρόσκαιρος, καὶ ἡνίκα  ἂν παρῇ, οὐδὲν  ἔχουσα κέρδος· ἡ δὲ τοῦ Θεοῦ διηνεκὴς,  καὶ ἐν τοῖς μεγίστοις  παρέχουσα τὴν ὠφέλειαν. Τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.

 ςʹ. Εἶδες ὅση τῆς εὐλογίας ἡ ἰσχύς; Τὰ γὰρ ῥήματα αὐτοῦ ἔργα γίνεται. Τὸν γοῦν οὐρανὸν   τὸ   ῥῆμα   αὐτοῦ   πεποίηκε.   Τῷ   λόγῳ   γὰρ,   φησὶ,   Κυρίου  οἱ   οὐρανοὶ  ἐστερεώθησαν. Ἐκείνῳ  τῷ  λόγῳ  σε εὐλογεῖ,  τῷ  τοσαῦτα δυναμένῳ.  Ὁ οὐρανὸς  τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων.  Τί λέγεις; ἐξελέξατο τὸν οὐρανὸν οἴκημα ἑαυτῷ, καὶ τὰ ὑπερῷα λαβὼν, ἡμῖν ἀφώρισε τὰ ἐνταῦθα; Ἄπαγε· οὐκ ἔστι τοῦτο, ἀλλὰ συγκαταβάσεως ὁ λόγος. Εἰ γὰρ τοῦτό ἐστι, πῶς τὸ ἕτερον ἕστηκε τὸ παρὰ τοῦ Θεοῦ λεγόμενον; Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος. Ἐκεῖνο γὰρ ἐναντίον  τούτῳ, εἰ κατὰ τὴν πρόχειρον αὐτὸ προφορὰν ἐκδεξώμεθα, καὶ μὴ τὴν ἀποκειμένην  αὐτοῖς σκοπήσωμεν θεωρίαν.  Τί οὖν ἐστιν ὅ φησιν· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ  τῷ  Κυρίῳ, τὴν  δὲ  γῆν  ἔδωκε  τοῖς  υἱοῖς  τῶν  ἀνθρώπων;  Συγκαταβατικῷ κέχρηται λόγῳ, οὐκ ἀποκλείων  ἐν τῷ οὐρανῷ τὸν Θεόν. Οὐδὲ γὰρ τὸ, Οὐρανὸς θρόνος αὐτοῦ, καὶ ἡ γῆ ὑποπόδιον·  ὥσπερ οὐδὲ τὸ, Οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, ἀξίως αὐτοῦ εἴρηται· ἀλλὰ καὶ αὐτὸ συγκατάβασις. Πάντα γὰρ αὐτὸς περιέχει, πάντα φέρει, οὐ δεόμενος τόπου, ἀλλ' αὐτὸς ἅπαντα συγκρατῶν· ἀλλὰ λέγεται ὁ οὐρανὸς αὐτοῦ οἶκος, διὰ τὸ καθαρὸν  εἶναι  χωρίον  πονηρίας.  Ὥσπερ οὖν  ἐνταῦθα  οὐκ ἐκλογὴ  ὁ οὐρανός· οὕτως  οὐδὲ  ὅταν  λέγῃ,  Ἔστησεν ὅρια  ἐθνῶν  κατὰ  ἀριθμὸν  ἀγγέλων   Θεοῦ, ἢ  ὅτι Ἐξελέξατο τὸν οἶκον Ἰακώβ. Οὐδὲ γὰρ ἐνταῦθά φησι τοῦτο, ὅτι οἱ μὲν Ἰουδαῖοι αὐτοῦ, οἱ δὲ ἄλλοι ἄνθρωποι οὐκ ἔτι· ἀλλ' ἔρημοι τῆς προνοίας αὐτοῦ εἰσι, καὶ τῆς δημιουργίας ἀπεστέρηνται. Κοινὸς γὰρ ἁπάντων  Θεός ἐστι· κέχρηται δὲ τῷ λόγῳ τούτῳ, δεικνὺς τὸν πόθον τὸν περὶ αὐτοὺς, ἐπειδὴ ὁπωσοῦν τῶν ἄλλων  ἐδόκουν εἶναι ἀμείνους. Ὅτι γὰρ οὐκ αὐτοὺς  ἐξελέξατο  μόνους,  ἀλλὰ  πάντων  ἦν  κηδεμὼν,  δείκνυσι  μὲν  καὶ τὰ πρὸ Μωϋσέως, οὐκ ἔλαττον δὲ καὶ τὰ ἐπ' αὐτοῦ· καὶ μετὰ τοῦτον τὰ καθέκαστον γινόμενα. Τόν τε γὰρ ἥλιον, τὴν γῆν, τὴν θάλασσαν, τὰ ἄλλα πάντα κοινῇ πᾶσιν ἔδωκε, τόν τε φυσικὸν νόμον πᾶσιν ἐνέσπειρε. Τόν τε Ἀβραὰμ, Πέρσην ὄντα, καὶ ἐφίλει, καὶ μετετίθει· τούς τε γὰρ Αἰγυπτίους, τούς τε ἐν τῇ Χαναὰν, τούς τε ἀπὸ Περσίδος ἐλθόντας δι' αὐτοῦ διώρθωσε· πάλιν  διά τε τοῦ παιδὸς  τοῦ ἐκείνου  καὶ τοῦ ἐκγόνου  πολλοὺς  τῶν  ἐκεῖ γειτόνων  βελτίους ἐποίει, τὸ γοῦν ἑαυτοῦ μέρος. Ἐπειδὴ δὲ καὶ Μωϋσῆς ἐτέχθη, μετὰ ταῦτα διὰ τῶν εἰς τοὺς Ἰουδαίους γινομένων τοὺς Αἰγυπτίους πρὸς θεογνωσίαν ἐχειραγώγει,  καὶ τοὺς ἐν Παλαιστίνῃ, καὶ μετὰ ταῦτα τοὺς ἐν Βαβυλῶνι. Οὕτως ὅταν λέγῃ, Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τοῦτο λέγει, ὅτι διὰ τοῦτο ἐπαναπαύεται  τοῖς ἐκεῖ, ἐπειδὴ πάσης εἰσὶ πονηρίας ἀπηλλαγμένοι.  Καὶ σὺ δὲ, ἂν μὴ τῇ γῇ προσηλωμένος ᾖς, ἀλλ' ἄγγελος  γένῃ, ταχέως  εἰς τὸν οὐρανὸν καὶ τὸν πατρῷον  οἶκον ἀναβήσῃ, καὶ  πρὸ τῆς ἀναστάσεως δὲ ἐντεῦθεν ἤδη μετέστης, καὶ τὸ ἀξίωμα ἔχεις. Καθάπερ γὰρ πολλοὶ τῶν εἰς τὴν μεγάλην  σύγκλητον τελούντων,  καὶ ἐν ἀγρῷ διατρίβοντες  ἀξίωμα ἔχουσι· οὕτω καὶ σὺ ἐὰν βουληθῇς  ἐν οὐρανῷ  πολιτεύεσθαι,  καὶ ἐνταῦθα  διατρίβων, ἀπολαύσῃ  τῆς  ἀξίας  ἐκείνης.  Οὐχὶ  οἱ  νεκροὶ  αἰνέσουσί  σε, Κύριε, οὐδὲ  πάντες  οἱ καταβαίνοντες  εἰς ᾅδου. Ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως  τοῦ  αἰῶνος.  Νεκροὺς οὐ  τοὺς  τετελευτηκότας   φησὶν,  ἀλλὰ  τοὺς  ἐν  ἀσεβείαις ἐναποθανόντας,  ἢ τοὺς ἐν ἁμαρτήμασι κατασαπέντας. Ἐπεὶ καὶ Ἀβραὰμ τετελευτηκὼς ἦν, καὶ Ἰσαὰκ καὶ Ἰακὼβ,ἀλλ' ὅμως οὕτως ἔζων, ὡς τὴν ἐκείνων μνήμην ποιεῖσθαι τοὺς ζῶντας. Ὁ γοῦν Μωϋσῆς ὑπὲρ τοῦ ὑπ' αὐτοῦ δημαγωγουμένου  λαοῦ προσευχόμενος, δι' αὐτῶν  δυσωπεῖ τὸν Θεὸν, εἰς ἱκετηρίαν  αὐτοὺς προσλαβών. Καὶ οἱ τρεῖς δὲ παῖδες διὰ τούτους ἀξιοῦσι σώζεσθαι· διὸ καὶ λέγουσι· Μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, δι' Ἀβραὰμ τὸν ἠγαπημένον  ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸν ἅγιόν σου. Εἰ δὲ τοσαύτην  εἶχον  ἰσχὺν, πῶς ἦσαν νεκροί; Καὶ πάλιν  ὁ Χριστός· Ἄφες  τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. ∆ιὰ τοῦτο Παῦλος τοὺς ἀποθανόντας, οὐ νεκροὺς καλεῖ, ἀλλὰ τοὺς κοιμηθέντας,  γράφων·  Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν,  ἀδελφοὶ, περὶ τῶν  κεκοιμημένων.   Ὁ γὰρ  δίκαιος  κἂν  τελευτήσῃ,  οὐ  τέθνηκεν,  ἀλλὰ  καθεύδει.  Ὁ γὰρ μέλλων   εἰς  ζωὴν   βελτίονα   παραπέμπεσθαι,  καθεύδει·    δὲ  μέλλων   εἰς  θάνατον ἀθάνατον ἀπάγεσθαι, καὶ ζῶν τετελεύτηκε, καὶ νεκρός ἐστιν. Ἐκεῖνοι εἰς ᾅδην καταβαίνουσιν· οὗτοι εἰς οὐρανὸν ἀναβήσονται, καὶ μετὰ Χριστοῦ ἔσονται. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Προφήτης οὐχ ἁπλῶς εἶπεν, Οἱ ζῶντες, ἀλλ', Ἡμεῖς οἱ ζῶντες, καὶ τὸ καθ' ἑαυτὸν θείς. Καὶ διὰ τί μὴ εἶπεν, Οἱ ζῶντες, ἀλλὰ προσέθηκεν, Ἡμεῖς; Ὅτι καὶ Παῦλος οὕτως εἶπεν, ὅτι Ἡμεῖς οἱζῶντες,  οἱ περιλειπόμενοι,  οὐ μὴ φθάσομεν εἰς τὴν παρουσίαν τοῦ Κυρίου. Καθάπερ ἐκεῖ τὸ, Ἡμεῖς, προσκείμενον, οὐκ ἀφίησι τὸ εἰρημένον  περὶ πάντων λέγεσθαι, ἀλλὰ περὶ τῶν  πιστῶν, καὶ ἐκείνῳ  κατὰ τὴν πολιτείαν  ἐοικότων·  οὕτω καὶ ἐνταῦθα τὸ, Ἡμεῖς οἱ ζῶντες, τοὺς κατὰ τὸν ∆αυῒδ λέγει, καὶ τοὺς ἐν ἀρετῇ ζῶντας. Ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὁρᾷς καὶ τὴν ἐπαγωγὴν  τοῦτο δηλοῦσαν; Τοῦτο, ποῖον; Ὅτι περὶ τῶν κατ' ἀρετὴν ζώντων  λέγει. Οὐδεὶς γοῦν τὸν αἰῶνα ζῇ τὴν ζωὴν ταύτην, ἀλλ'  ἐκεῖνοι  μόνοι,  οἳ  καὶ  διαπαντὸς  ζῶσι  τὴν  μετὰ  δόξης  ζωήν.  Καὶ γὰρ  καὶ  οἱ ἁμαρτωλοὶ ζῶσιν· ἀλλ' ἐν κολάσει καὶ τιμωρίᾳ, καὶ τῷ βρύχειν τοὺς ὀδόντας· οὗτοι δὲ ἐν λαμπρότητι  καὶ περιφανείᾳ,  ἔργον ἔχοντες  τὸ μετὰ τῶν ἀσωμάτων δυνάμεων  τοὺς μυστικοὺς  ἀναφέρειν  τῷ  Θεῷ ὕμνους.  Ἵνα  οὖν  καὶ ἡμεῖς  ταύτης  ἀπολαύσωμεν  τῆς χαρᾶς, ταύτην  διώξωμεν  τὴν ζωὴν, ἵνα καὶ ἐπ' ἐκείνην  ἔλθωμεν  τὴν λῆξιν,  ἣν οὔτε λόγος, οὔτε νοῦς, οὔτε ἕτερον οὐδὸν παραστῆσαι δυνήσεται, ἀλλ' αὐτὴ .μόνη ἡ πεῖρα δείκνυσιν αὐτῆς τὴν μακαριότητα· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΕΙΣ ΤΟΝ ΡΙ∆ʹ ΨΑΛΜΟΝ. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.


αʹ. Καὶ τίς οὐκ ἀγαπᾷ ἀκουόμενος; φησί. Πολλοὶ τῶν βιωτικῶν  ἀνθρώπων.  Οὐ γὰρ  δὴ  βούλονται   ταῦτα   ἀκοῦσαι,    αὐτοῖς   συμφέρει,  ἀλλ'  ἀξιοῦσι  μὲν  τὰ  μὴ συμφέροντα  αὐτοῖς γίνεσθαι· εἶτα ἐπειδὰν  γένηται,  ἀλύουσι, καὶ δυσανασχετοῦσι. Τὰ γὰρ συμφέροντα ἐκεῖνά εἰσιν, ἃ ὁ Θεὸς οἶδε καὶ ἐπίσταται εἶναι συμφέροντα ἡμῖν, κἂν πενίαν εἴπῃς, κἂν λιμὸν, κἂν νόσον, κἂν ὁτιοῦν ἕτερον τοιοῦτον. Ἃ δὲ Θεὸς δοκιμάσῃ συμφέροντα εἶναι καὶ δῷ, ταῦτά ἐστι τὰ λυσιτελῆ. Ἐπεὶ καὶ Παύλῳ ἄκουσον τί φησιν· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.  Τοῦτο γὰρ ἦν αὐτῷ συμφέρον, διωγμοὶ,  καὶ θλίψεις,  καὶ στενοχωρίαι.  Ἀκούσας δὲ, ὅτι τοῦτο συνέφερεν, ἔλεγε· ∆ιὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς. Ὥστε οὐ τῶν τυχόντων ἐστὶ χαίρειν,  ὅταν    Θεὸς αὐτῶν  ἐπακούῃ,  τὰ  συμφέροντα  παρέχων.  Πολλοὶ  γοῦν  τὰ ἀσύμφορα βούλονται, καὶ τούτοις ἐνευφραίνονται· ὁ δὲ Προφήτης οὐχ οὕτως, ἀλλὰ τί; Ἠγάπησεν, ὅτι εἰσήκουσεν αὐτοῦ ὁ Θεὸς, τὰ συμφέροντα  διδούς.  Ὅτι ἔκλινε  τὸ οὖς αὐτοῦ ἐμοί. Πάλιν ἀνθρωπίνοις  ῥήμασι τοῦ Θεοῦ τὸ νεῦμα παρίστησι. Καὶ ἕτερον δέ τι αἰνίττεται  διὰ τοῦ ῥήματος τούτου, λέγων,  ὅτι Οὐκ ἐγὼ ἄξιος ἀκουσθῆναι, ἀλλ' αὐτὸς κατέβη πρός με. Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Τί ἐστιν, Ἐν ταῖς ἡμέραις μου; Οὐκ ἐπειδὴ, φησὶν, ἠκούσθην, ἀποπηδήσω, καὶ ῥᾳθυμότερος ἔσομαι, ἀλλὰ τὰς ἡμέρας μου  πάσας  τοῦτο  ἔργον  ποιήσομαι.  Περιέσχον  με  ὠδῖνες  θανάτου,  κίνδυνοι   ᾄδου εὕροσάν με. Θλίψιν καὶ ὀδύνην εὗρον· καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην. Εἶδες ὅπλον ἰσχυρόν; εἶδες παραμυθίαν πάντα λύουσαν τὰ δεινά; εἶδες ψυχὴν διαθερμαινομένην τῷ πόθῳ  τοῦ  ∆εσπότου;    δὲ  λέγει,  τοῦτό  ἐστιν·  Ἤρκεσέ  μοι  εἰς  ἀπαλλαγὴν   τῶν περιεχόντων  κακῶν  τὸ καλέσαι τὸν Θεόν. Τί οὖν ἡμεῖς καλοῦμεν  πολλάκις,  καὶ οὐκ ἀπαλλαττόμεθα τῶν δεινῶν; Ὅτι οὐ καλοῦμεν ὡς καλεῖν δεῖ. Ὅτι γὰρ αὐτὸς ἕτοιμος ἀεὶ παρέχειν, ἄκουσον τί φησιν ἐν τοῖς Εὐαγγελίοις· Τίς ἐστιν ἐξ ὑμῶν, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ· ἢ ἰχθὺν ἐὰν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Εἰ δὲ ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ τοῖς τέκνοις ὑμῶν διδόναι· πολλῷ μᾶλλον ὁ Πατὴρ  ὑμῶν    οὐράνιος  δώσει  ἀγαθὰ  τοῖς  αἰτοῦσιν  αὐτόν.  Ὁρᾷς  πόση  αὐτοῦ  ἡ ἀγαθότης,  ὅταν  ἡ ἡμετέρα  πρὸς ἐκείνην  συγκρινομένη  πονηρία  φαίνηται; Ἐπεὶ οὖν τοιοῦτος    ἡμέτερος  ∆εσπότης,  πρὸς  αὐτὸν  ἀεὶ  καταφεύγωμεν,   καὶ  βοηθὸν  μόνον τοῦτον καλῶμεν, καὶ ἕτοιμον εἰς τὸ σώζειν εὑρήσομεν. Εἰ γὰρ οἱ ναυαγίῳ περιπεσόντες, καὶ ἐπὶ σανίδος φερόμενοι, τοὺς πόῤῥωθεν ἐξ εὐθείας καλοῦντες πείθουσι φιλανθρωπεύεσθαι, καίτοι γε οὐδὲν κοινὸν  πρὸς αὐτοὺς ἔχοντας, ἀλλ' ἀπὸ τῆς συμφορᾶς γνωριζόμενοι  μόνον· πολλῷ μᾶλλον ὁ φιλάνθρωπος, καὶ φυσικὴν τὴν χρηστότητα ἔχων, τοὺς ἐν συμφοραῖς ὄντας ἐξελεῖται, εἰ μόνον ἐπ' αὐτὸν καταφεύγειν βουληθῶσι, καὶ γνησίᾳ καλεῖν αὐτὸν διανοίᾳ, τὰς ἀνθρωπίνας  ἀφέντες  ἐλπίδας. Ὅταν τοίνυν  ἀδοκήτῳ  τινὶ  περιπέσῃς κακῷ, μὴ καταπέσῃς, ἀλλ' εὐθέως  ἀνάστησόν σου τὸ φρόνημα, καὶ πρὸς τὸν ἀκύμαντον  κατάδραμε λιμένα, καὶ τὸν ἀχείρωτον  πύργον, τὴν τοῦ Θεοῦ βοήθειαν.  ∆ιὰ τοῦτο  γάρ σε εἴασε περιπεσεῖν,  ἵνα  αὐτὸν  καλέσῃς. Ἀλλ' οἱ πολλοὶ   τότε   μάλιστα   ἀναπεσόντες   καὶ   τὴν   οὖσαν  εὐλάβειαν   ἐκβάλλουσι,   δέον τοὐναντίον ποιεῖν.  Ἐπειδὴ γὰρ σφόδρα ἡμᾶς φιλεῖ,  διὰ τοῦτο  ἀφίησι  θλίβεσθαι,  ἵνα ἀκριβέστερον αὐτῷ συναπτώμεθα. Ἐπεὶ καὶ μητέρες τὰ ἀφηνιῶντα παιδία προσωπείοις διαφόροις  ἐκδειματοῦσαι  ἀναγκάζουσιν  εἰς  τοὺς  οἰκείους  καταφεύγειν κόλπους,  οὐ λυπῆσαι αὐτὰ βουλόμεναι, ἀλλὰ τὴν προσεδρείαν αὐτῶν σοφιζόμεναι· οὕτω καὶ ὁ Θεὸς ἀεὶ  βουλόμενος  ἡμᾶς  ἑαυτῷ  συνάπτειν,  καθάπερ  τις  ἐραστὴς  σφοδρὸς,  μᾶλλον  δὲ παντὸς  ἐραστοῦ  σφοδρότερος  ὢν,  εἰς  χρείας  ἀφίησί  σε  τοιαύτας  καταστῆναι,  ἵνα διηνεκῶς  εὐχῇ  σχολάζῃς,  καὶ  διηνεκῶς  αὐτὸν  καλῇς,  καὶ  τῶν  ἄλλων  ἀφέμενος  τὰ αὐτοῦ μεριμνᾷς. Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν  μου. Ἕτερος ἑρμηνευτής· Ἀξιῶ δὴ, Κύριε, ἐξελοῦ τὴν ψυχήν μου. Ἄλλος· Ὦ δὴ Κύριε, περίσωσον τὴν ψυχήν μου. Εἶδες φιλόσοφον ψυχήν; πῶς τὰ βιωτικὰ πάντα ἀφεὶς, ἓν μόνον ζητεῖ, τὸ τὴν ψυχὴν διαμεῖναι ἀσινῆ, καὶ μηδὲν παθεῖν τῶν παραβλαπτόντων αὐτήν; Ταύτης γὰρ εὖ διακειμένης, τὰ λοιπὰ πάντα ἕψεται, ὥσπερ οὖν οὐκ εὖ ἐχούσης, τῆς λοιπῆς ἡμῖν οὐδὲν ὄφελος εὐημερίας. ∆ιὸ πάντα δεῖ  καὶ  ποιεῖν  καὶ  λέγειν,  ὥστε  ταύτην  διασώζεσθαι. Τοῦτο γάρ  ἐστιν  ὃ αἰνίττεται λέγων·  Γίνεσθε φρόνιμοι  ὡς οἱ ὄφεις. Καθάπερ γὰρ ἐκεῖνος τὸ λοιπὸν  σῶμα προΐεται, ὥστε  τὴν  κεφαλὴν  διασῶσαι·  οὕτω  καὶ  σὲ τὰ  ἄλλα  πάντα  ἐκδιδόναι  χρὴ  ὑπὲρ  τῆς σωτηρίας τῆς ψυχῆς. Οὐδὲ γὰρ πενία, οὐ νόσος, οὐκ αὐτὸ τὸ πάντων κεφάλαιον  δοκοῦν εἶναι  τῶν  δεινῶν,     θάνατος,  παραβλάψαι  δυνήσεται  τὸν  ἐμπεσόντα,  σωζομένης ἐκείνης· ὥσπερ οὐδὲ ἀπὸ τῆς ζωῆς πλέον τι ἕξεις, ἀπολωλυίας καὶ διεφθαρμένης. ∆ιὰ δὴ τοῦτο τὸν ὑπὲρ ταύτης ποιεῖται  λόγον, πάντα τὰ ἄλλα ἀφεὶς, καὶ ἀξιοῖ ἡμέρους αὐτῇ γενέσθαι τὰς εὐθύνας, καὶ τῶν ἀφορήτων  ἀπαλλαγῆναι κολάσεων. Ἐλεήμων ὁ Κύριος καὶ   δίκαιος,   καὶ     Θεὸς  ἡμῶν   ἐλεεῖ.   Εἶδες  πῶς   παιδεύει   τὸν   ἀκροατὴν   μήτε ἀπογινώσκειν,   μήτε  ἀναπεπτωκέναι;   Μονονουχὶ  γὰρ  τοῦτο  λέγει·  Μήτε  ἀπογνῷς· ἐλεήμων γὰρ ὁ Θεός· μήτε ἀναπέσῃς, καὶ γὰρ καὶ δίκαιος. Τούτου μὲν οὖν τὴν ῥᾳθυμίαν ἐκκόπτει·  ἐκείνου  δὲ τὴν ἀπόγνωσιν  ἀναιρεῖ, ἑκατέρωθεν  τὴν σωτηρίαν ἡμῶν πραγματευόμενος.


 βʹ. Εἶτα δεικνὺς τὸ πρὸς τὴν φιλανθρωπίαν ἐπιῤῥεπέστερον, ἐπάγει πάλιν λέγων· Καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Καὶ καλῶς εἶπεν· Ὁ Θεὸς ἡμῶν, πρὸς ἀντιδιαστολὴν  τῶν θεῶν, ὧν πρώην ἐμνήσθη. Ἐκείνοις μὲν γὰρ τὸ σφάζειν καὶ ἀναιρεῖν, καὶ ἀκήρυκτα πολεμεῖν ἔργον· τούτῳ  δὲ τὸ φιλανθρωπεύεσθαι, καὶ συγγινώσκειν,  καὶ κινδύνων ἐξαρπάζειν διηνεκῶς·    δὴ  μάλιστα  μετὰ  τῶν  ἄλλων   δείκνυσι  τοὺς  μὲν  δαίμονας  ὄντας  καὶ ἀλιτηρίους, τὸν δὲ κηδεμόνα καὶ προστάτην καὶ Θεὸν ἀληθινόν.  Φυλάσσων τὰ νήπια ὁ Κύριος· ἐταπεινώθην,  καὶ ἔσωσέ με. Ἐνταῦθα μέγιστον εἶδος προνοίας αὐτοῦ ἀνακινεῖ. Ἐπειδὴ γὰρ εἶπεν· Ἐλεήμων καὶ δίκαιος, καὶ ἐλεεῖ, μεγίστης αὐτοῦ φιλανθρωπίας ἔργον δείκνυσι. Ποῖον δὴ τοῦτο; Τὸ τῶν  νηπίων.  Ἡμεῖς μὲν γὰρ καὶ λόγον  ἔχομεν  τὰ μὲν φυλάττεσθαι,  τὰ δὲ ἑλέσθαι παιδεύοντα, καὶ τὰ ἐπερχόμενα διακρούεσθαι κακὰ, καὶ τὰ παρόντα διαλῦσαι, καὶ ἰσχὺν κεκτήμεθα, καὶ τέχνας  ἐπιστάμεθα· τὰ δὲ παιδία τούτων ἔρημα πάντων,  ὡς ἀπροστάτευτα· ἀλλὰ διὰ πάντων  ἔχει τοῦ Θεοῦ τὴν πρόνοιαν, ἧς εἰ μὴ  συνεχῶς   ἀπήλαυον,   πάντα   ἂν  ἀπολώλει.   Καὶ  γὰρ  καὶ  ὄφις  ἂν  ἠφάνισεν   ἐν σπαργάνοις ἔτι ὂν τὸ παιδίον,  καὶ κατοικίδιος  ὄρνις, καὶ πολλὰ  τῶν  ἑρπόντων  ἕτερα τῶν  κατὰ  τὰς  οἰκίας.  Οὐδὲ γὰρ ἀρκεῖ οὔτε  τροφὸς,  οὔτε  μήτηρ, οὔτε  ἕτερος  οὐδεὶς ἀπηρτισμένην  ἐπιδείκνυσθαι  περὶ αὐτὰ πρόνοιαν,  ἂν μὴ τῆς ἄνωθεν  ἀπολαύῃ  ῥοπῆς. Τινὲς δέ φασι καὶ περὶ τῶν ἐμβρύων καὶ μήπω τῆς γαστρὸς ἐξελθόντων  τοῦτον εἰρῆσθαι τὸν λόγον. Ἐταπεινώθην,  καὶ ἔσωσέ με. Οὐκ εἶπεν· Οὐκ εἴασεν εἰς κινδύνους  ἐμπεσεῖν· ἀλλὰ, Μετὰ τὸ ἐμπεσεῖν διέσωσεν. Ἐπειδὴ γὰρ εἶπε τὴν καθόλου αὐτοῦ πρόνοιαν, καὶ ἐπὶ τοῦ οἰκείου προσώπου προάγει τὸν λόγον, ὅπερ ἔθος αὐτῷ ἀπό τε τῶν καθολικῶν, ἀπό τε τῶν μερικῶν ταῦτα συνιστᾷν. Μὴ τοίνυν μηδὲ σὺ ζήτει τὸν ἀδείας γέμοντα βίον· οὐ γάρ ἐστί σοι λυσιτελές. Εἰ γὰρ τοῖς προφήταις οὐκ ἦν συμφέρον, πολλῷ μᾶλλον σοί. Ὅτι γὰρ οὐκ ἦν συμφέρον, ἄκουσον τί φησιν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω  τὰ  δικαιώματά   σου.  ∆ιπλῆ    εὐχαριστία  ἐνταῦθα,   ὅτι  εἴασεν  ἐμπεσεῖν  εἰς κινδύνους, καὶ ὅτι ἐμπεσόντα οὐ κατέλιπεν. Ἀμφότερα δέ πως εὐεργεσίας εἶδος, καὶ τοῦ δευτέρου τὸ πρότερον οὐκ ἔλαττον, ἀλλ', εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, καὶ μεῖζον. Τὸ μὲν γὰρ κινδύνους  διέλυσε, τὸ δὲ τὴν ψυχὴν  φιλοσοφωτέραν  εἰργάσατο. Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε. Ὅτι ἐῤῥύσατο τὴν ψυχήν μου ἀπὸ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. Εὐαρεστήσω ἐνώπιον  Κυρίου ἐν χώρᾳ ζώντων.  Ὁ μὲν τῆς ἱστορίας λόγος δεινὴν ἀπαλλαγήν φησι, καὶ ἄνεσίν τινα καὶ ἐλευθερίαν. Εἰ δέ τις κατὰ ἀναγωγὴν  αὐτὸν ἐκλάβοι, δυνήσεται  τὴν  ἐντεῦθεν  ἀποδημίαν  λύτρωσιν  λέγειν,  καὶ ἀνάπαυσιν ταύτην  καλεῖν.  Ἀπαλλαγὴ  γάρ ἐστι πάντων  τῶν  ἀδοκήτων  δεινῶν.  καὶ  οὐκ ἔτι  τῇ ἀδηλίᾳ λοιπὸν ὑπόκειται, ἐν ἀσφαλείᾳ γεγονὼς, ὁ μετὰ χρηστῆς καταλύσας ἐλπίδος. Εἰ γὰρ καὶ ἐξ ἁμαρτίας ὁ θάνατος  εἰσενήνεκται,  ἀλλ' ὅμως εἰς εὐεργεσίαν ἡμῶν αὐτῷ ὁ Θεὸς ἐχρήσατο. ∆ιὰ δὴ τοῦτο οὐκ αὐτῷ μόνον ἠρκέσθη, ἀλλὰ καὶ τὸν βίον ἐπίμοχθον ἐποίησεν, ἵνα μάθῃς, ὅτι οὐδὲ τὸ πρότερον συνεχώρησεν ἂν, εἰ μὴ σφόδρα χρήσιμον ἦν παρὰ τὴν  αὐτοῦ  σοφίαν  τοῦτο  γενόμενον.  ∆ιὰ δὴ τοῦτο  εἰπών· Ἧ  ἂν  ἡμέρᾳ φάγῃ, θανάτῳ ἀποθανῇ, οὐκ ἠρκέσθη τῷ ἐπιτιμίῳ· τὸ γὰρ ἐπιτίμιον τοῦτο ἦν· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· νῦν δὲ καὶ ἕτερον δείκνυσι λέγων·  Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι· ἐν λύπαις φάγῃ αὐτήν. Καὶ τῇ γυναικὶ εἶπε· Πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου. Ἐν λύπαις τέξῃ τέκνα. Οὐ γὰρ ἱκανὸν  ἦν ἐκεῖνο  αὐτοὺς σωφρονίσαι. Πολλοὺς γοῦν  ὁρῶμεν  ταύτῃ  μάλιστα γινομένους  βελτίους. Ὁ γὰρ θάνατος ἀναισθησίᾳ παραδίδωσιν, ἐπειδὰν ἐπέλθῃ· ταῦτα δὲ ζῶντας βελτίους ἐργάζεται. Εἰ δὲ φοβερὸν τὸ πρᾶγμα εἶναι δοκεῖ, παρὰ τὴν ἀσθένειαντῶν  οὕτω  διακειμένων.   Ὅτι γὰρ  τῆς  ἀσθενείας  ἦν  ὁ φόβος,  ἄκουσον  Παύλου, καὶ εὐχομένου  τοῦτο, καὶ χαίροντος,  ὡς ὅταν  λέγῃ· Τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι, πολλῷ  μᾶλλον  κρεῖττον·  καὶ πάλιν·  Χαίρω καὶ συγχαίρω  πᾶσιν ὑμῖν· τὸ δ' αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι· ἐπὶ δὲ τοῖς ἐναντίοις ἀλγοῦντος· Οὐ μόνον γὰρ, φησὶν, ἀλλὰ καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν· καὶ πάλιν· Οἱ ὄντες ἐν τῷ σκήνει τούτῳ, στενάζομεν βαρούμενοι.

γʹ. Εἶδες πόσον ἐστὶ φιλοσοφία καλόν; Ἃ τοῖς ἄλλοις ἄξια δακρύων εἶναι δοκεῖ, ταῦτα τούτῳ εὐχῆς· καὶ ἃ τοῖς ἄλλοις ἄξια εὐφροσύνης καὶ ἡδονῆς, ταῦτα τούτῳ στεναγμῶν. Ἢ οὐκ ἄξια στεναγμῶν τὸ ἐπ' ἀλλοτρίας εἶναι, καὶ πόῤῥωθεν τῆς ἡμετέρας ἀπῳκίσθαι πατρίδος; Ἢ οὐκ ἄξιον εὐφροσύνης τὸ ταχέως καταδραμεῖν  ἐπὶ τὸν εὔδιον λιμένα, καὶ ἀπολαβεῖν τὴν ἄνω πόλιν, ἔνθα ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός; Καὶ τί πρὸς ἐμὲ, φησὶ, τὸν ἁμαρτωλόν; Ὁρᾷς ὅτι οὐχ ὁ θάνατός ἐστιν ὁ ποιῶν τὴν λύπην, ἀλλὰ τὸ πονηρὸν συνειδός; Παῦσαι οὖν τοῦ εἶναι ἁμαρτωλὸς, καὶ ἔσται σοι ποθεινὸς ὁ θάνατος. Τοὺς ὀφθαλμούς  μου ἀπὸ δακρύων. Εἰκότως οὕτως εἶπεν· οὐ γάρ ἐστιν ἐκεῖ λύπη,  οὐδὲ ἀθυμία,  οὐδὲ θρῆνος.  Καὶ τοὺς  πόδας  μου ἀπὸ ὀλισθήματος.  Τοῦτο τοῦ προτέρου μεῖζον. Πῶς; Ὅτι οὐ μόνον λύπης ἐσμὲν ἀπηλλαγμένοι,  ἀλλὰ καὶ τοῦ ὑποσκελίζεσθαι καὶ ἐπιβουλεύεσθαι. Ἐπὶ τῆς πέτρας ἕστηκε γὰρ ὁ ἀπελθὼν μετὰ κατορθωμάτων·   τοῦ  λιμένος   ἐπείληπται·   πάντα   ἀνῄρηται   τὰ  κωλύματα   λοιπόν· οὐδαμοῦ  θόρυβος, οὐδὲ ταραχή· ἀλλ' ἐν  εὐδοκιμήσει  διηνεκεῖ  μένει  ὁ οὕτως  ἐντεῦθεν  ἀναχωρήσας. Εὐαρεστήσω ἐνώπιον  Κυρίου ἐν χώρᾳ ζώντων.  Ἕτερος, Ἔμπροσθεν Κυρίου. Ἄλλος, Ἐμπεριπατήσω. Τοῦτο καὶ ὁ Παῦλος δείκνυσι λέγων· Καὶ ἡμεῖς ἁρπαγησόμεθα ἐν νεφέλαις  εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν  Κυρίῳ ἐσόμεθα.  Καὶ καλῶς  εἶπεν,  Ἐν  χώρᾳ  ζώντων.  Ἐκείνη  γὰρ  ὄντως  ζωὴ, ἀπηλλαγμένη  θανάτου, ἀμιγῆ τὰ ἀγαθὰ ἔχουσα. Ὅταν καταργήσῃ, φησὶ, πᾶσαν ἀρχὴν, καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν,  ἔσχατος ἐχθρὸς καταργεῖται  ὁ θάνατος.  Τούτων δὲ καταργηθέντων, οὐδὲν τῶν  λυπηρῶν  μένει, οὐ φροντὶς,  οὐ πόνος· ὥστε πάντα  χαρὰ, πάντα  εἰρήνη, πάντα  ἀγάπη, πάντα εὐθυμία, καὶ πάντα  εὐφροσύνη, πάντα  ἀληθῆ καὶ εἰλικρινῆ καὶ πεπηγότα· οὐδὲν γάρ ἐστιν ἐκεῖ τῶν τοιούτων ὀλισθημάτων, οὐ θυμὸς, οὐ λύπη, οὐ χρημάτων  ἔρως, οὐ σωμάτων  πόθος, οὐ πενία, οὐ πλοῦτος, οὐκ ἀτιμία, οὐκ ἄλλο τῶν τοιούτων  οὐδέν. Ταύτης τοίνυν  καὶ ἡμεῖς ἐπιθυμῶμεν  τῆς ζωῆς, καὶ πάντα πρὸς τοῦτο πράττωμεν.  ∆ιὰ γὰρ τοῦτο καὶ ἐν τῇ εὐχῇ κελευόμεθα  λέγειν,  Ἐλθέτω ἡ βασιλεία  σου, ἵνα  ἀεὶ πρὸς ἐκείνην  βλέπωμεν  τὴν  ἡμέραν. Ὁ γὰρ ἐκείνῳ  τῷ  ἔρωτι κατεχόμενος,  καὶ ταῖς ἐλπίσι τῶν ἀγαθῶν  τρεφόμενος  ἐκείνων,  οὐδενὶ τῶν παρόντων βαπτίζεται δεινῶν, ὑπ' οὐδενὸς τῶν ἐνταῦθα καθέλκεται λυπηρῶν· ἀλλ' ὥσπερ οἱ πρὸς πόλιν βασιλικὴν ὁδεύοντες οὐδενὶ τῶν παρὰ τὴν ὁδὸν κατέχονται, οὔτε λειμῶσιν, οὔτε παραδείσοις, οὔτε φάραγξιν,  οὔτε ἐρημίαις, ἀλλ' ἑκατέρων  ἀλογοῦντες  πρὸς ἓν μόνον ὁρῶσι τὴν ἐκδεξομένην αὐτοὺς πατρίδα· οὕτω καὶ ὁ καθ' ἑκάστην τὴν ἡμέραν ἐκείνην ἀναπλάττων  ἑαυτῷ  τὴν  πόλιν,  καὶ  τὸν  πόθον  αὐτῆς  τρέφων,   οὐδὲν  τῶν  δεινῶν ἡγήσεται δεινὸν,  οὐδὲ τῶν φαιδρῶν  καὶ περιφανῶν  φαιδρὸν  καὶ περιφανές.  Τί λέγω, οὐχ ἡγήσεται; Ἀλλ' οὐδὲ ὄψεται ταῦτα, ἑτέρους κτώμενος ὀφθαλμούς· τοιούτους, οἵους ὁ Παῦλος ἐκέλευε, λέγων· Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Εἶδες τὴν ὁδὸν πῶς ἑτέρᾳ λέξει  παρέστησεν;  Ἐκείνων   τοίνυν   ἀντεχώμεθα,   ἵνα  αὐτῶν   ἐπιτύχωμεν,   καὶ  τῆς ἀκηράτου   ζωῆς   ἀπολαύσωμεν·   ἧς   γένοιτο   πάντας   ἡμᾶς   ἐπιτυχεῖν,    χάριτι   καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

Η ηλεκτρονική επεξεργασία  επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο

©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
 http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |