ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Λόγος Δεύτερος Εἰς τὸν Λάζαρον, καὶ ὅτι αἱ ψυχαὶ τῶν βιοθανάτων οὐ γίνονται δαίμονες

Τετάρτη 1 Ιουνίου 2016

Λόγος Δεύτερος Εἰς τὸν Λάζαρον, καὶ ὅτι αἱ ψυχαὶ τῶν βιοθανάτων οὐ γίνονται δαίμονες




Ιωάννης Χρυσόστομος
Τόμος 48


Λόγος Δεύτερος  Εἰς τὸν Λάζαρον, καὶ ὅτι αἱ ψυχαὶ τῶν βιοθανάτων οὐ γίνονται δαίμονες, καὶ περὶ κρίσεως καὶ ἐλεημοσύνης


α’. Ἐθαύμασα τὴν ἀγάπην ὑμῶν, ὅτε τὸν περὶ τοῦ Λαζάρου πρώην ἐκίνησα λόγον, ὅτι καὶ τὴν ὑπομονὴν τοῦ πένητος ἀπεδέξασθε, καὶ τὴν ὠμότητα καὶ ἀπανθρωπίαν τοῦ πλουτοῦντος ἀπεστράφητε· οὐ μικρὰ δὲ ταῦτα καλοκαγαθίας δείγματα. Κἂν γὰρ μὴ μετίωμεν ἀρετήν, ἐπαινῶμεν δὲ ἀρετήν, δυνησόμεθα πάντως αὐτὴν μετελθεῖν· κἂν μὴ φεύγωμεν κακίαν, ἀλλὰ ψέγωμεν κακίαν, δυνησόμεθα πάντως αὐτὴν ἐκφυγεῖν. Ἐπεὶ οὖν μετὰ πολλῆς εὐνοίας ἐκείνους ὑποδέξασθε τοὺς λόγους, φέρε, καὶ τὰ λειπομένα ὑμῖν ἀποδώσωμεν. Εἴδετε αὐτὸν ἐν τῷ πυλῶνι τοῦ πλουσίου τότε, βλέπετε αὐτὸν σήμερον ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ· εἴδετε αὐτὸν ὑπὸ κυνῶν περιλειχόμενον· βλέπετε αὐτὸν ὑπὸ τῶν ἀγγέλων δορυφορούμενον


εἴδετε αὐτὸν ἐν πενίᾳ τότε, βλέπετε ἐν τρυφῇ νῦν· εἶδε ἐν λιμῷ, βλέπετε ἐν ἀφθονίᾳ πολλῇ· εἴδετε ἀγωνιζόμενον, βλέπετε στεφανούμενον· εἴδετε τοὺς πόνους, βλέπετε τὰς ἀμοιβὰς καὶ πλούσιοι καὶ πένητες· πλούσιοι μέν, ἵνα μὴ μέγα εἶναι νομίζητε τὸν πλοῦτον χωρὶς ἀρετῆς, πένητες δέ, ἵνα μηδὲν κακὸν νομίζητε εἶναι τὴν πενίαν· ἑκατέροις δὲ διδάσκαλος οὗτος ἕστηκεν. Εἰ γὰρ ἐν πενίᾳ ἐκεῖνος ὢν οὐκ ἀπεδυσπέτησε, τίνα ἕξουσι συγγνώμην οἱ ἐν πλούτῳ τοῦτο ποιοῦντες; Εἰ ἐν λιμῷ καὶ τοσούτοις κακοῖς ὢν εὐχαρίστησε, ποίαν ἕξουσιν ἀπολογίαν οἱ μετ’ ἀφθονίας μὴ βουλόμενοι πρὸς τὴν αὐτὴν ἐλθεῖν ἀρετήν; Πάλιν οἱ πένητες οἱ διὰ τὴν πτωχίαν ἀγανακτοῦντες καὶ δυσχεραίνοντες, τίνα ἕξουσι συγγνώμην, ὅταν οὗτος ἐν λιμῷ καὶ πενίᾳ καὶ ἐρημίᾳ καὶ ἀῤῥωστίᾳ διηνεκεῖ ζῶν ἐν οἰκίᾳ πλουτοῦντος, καὶ παρὰ πάντων ὑπερορώμενος, καὶ πρὸς ἕτερον τὰ αὐτὰ αὐτῷ πεπονθότα ἰδεῖν οὐκ ἔχων, οὕτω φαίνηται φιλοσόφων;
Ἀπὸ τούτου μάθωμεν, μὴ τοὺς πλουτοῦντας μακαρίζειν, μηδὲ τοὺς πενομένους ταλανίζειν. Μᾶλλον δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, οὐδὲ πλούσιός ἐστιν ἐκεῖνος ὁ πολλὰ περιβεβλημένος, ἀλλ’ ὁ μὴ πολλῶν δεόμενος· οὐδὲ πένης ἐστὶν ἐκεῖνος ὁ μηδὲν κεκτημένος, ἀλλ’ ὁ πολλῶν ἐφιέμενος· καὶ τοῦτο ὅρον πενίας καὶ πλούτου δεῖ νομίζειν εἶναι. Ἂν τοίνυν ἴδῃς τινὰ πολλῶν ἐφιέμενον, πάντων αὐτὸν πενέστερον εἶναι νόμιζε, κἂν τὰ πάντων ᾗ κεκτημένος χρήματα· ἂν δὲ πάλιν ἴδῃς τινὰ μὴ πολλῶν δεόμενον, πάντων αὐτὸν εὐπορώτερον εἶναι ψηφίζου, κἂν μηδὲν κεκτημένος ᾗ. Τῇ γὰρ διαθέσει τῆς γνώμης, οὐ τῷ μέτρῳ τῆς οὐσίας, τὰς πενίας καὶ εὐπορίας κρίνειν εἰώθαμεν. Ὥσπερ οὖν τὸν διηνεκῶς διψῶντα οὐκ ἂν εἴποιμεν ὑγιαίνειν, κἂν ἀφθονίας ἀπολαύῃ, κἂν παρὰ ποταμοὺς καὶ πηγὰς κατακέηται (τὶ γὰρ ὄφελος τῆς τῶν ὑδάτων δαψιλείας ἐκείνης, ὅταν τὸ πάθος ἄσβεστον μένῃ;) οὕτω δὴ καὶ ἐπὶ τῶν πλουτούντων ποιῶμεν· τοὺς ἐπιθυμοῦντας ἀεὶ καὶ διψῶντας τῶν ἀλλοτρίων μηδέποτε νομίζωμεν ὑγιαίνειν, μηδὲ ἀφθονίας ἀπολαύειν τινός. Ὁ γὰρ τὴν ἑαυτοῦ στῆσαι μὴ δυνάμενος ἐπιθυμίαν, κἂν ἃ πάντως περιβέβληται, πῶς οὗτος ἔσται ἐν εὐπορίᾳ ποτέ; Τοὺς μέντοι τοῖς οἰκείοις ἀρκουμένους, καὶ στέργοντας τὰ ἑαυτῶν, καὶ μὴ περισκοπουμένους τὰς ἀλλοτρίας οὐσίας, κἂν ἁπάντων ὦσιν ἀπορώτεροι, πάντων εὐπορωτέρους εἶναι χρὴ νομίζειν. Ὁ γὰρ μὴ δεόμενος τῶν ἀλλοτρίων, ἀλλ’ ἐν αὐταρκείᾳ ἀγαπῶν εἶναι πάντων ἐστὶν εὐπορώτερος. Ἀλλ’ εἰ δοκεῖ, ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἐπανέλθωμεν. «Ἐγένετο, φησίν, ἀποθανεῖν τὸν Λάζαρον, καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων».
Ἐνταῦθα πονηρὸν νόσημα τῆς ὑμετέρας ἐξελεῖν βούλομαι ψυχῆς. Καὶ γὰρ πολλοὶ τῶν ἀφελεστέρων νομίζουσι τὰς ψυχὰς τῶν βιαίῳ θανάτῳ τελευτώντων δαίμονας γίνεσθαι. Οὐκ ἔστι δὲ τοῦτο, οὐκ ἔστιν. Οὐ γὰρ αἱ ψυχαὶ τῶν βιοθανατούντων δαίμονες γίνονται, ἀλλ’ αἱ ψυχαὶ τῶν ἐν ἁμαρτήμασι ζώντων, οὐ τῆς οὐσίας αὐτῶν μεταβαλλομένης ἀλλὰ τῆς προαιρέσεως αὐτῶν τὴν ἐκείνων μιμουμένης κακίαν. Τοῦτο γοῦν καὶ πρὸς τοῦ Ἰουδαίους δηλῶν ὁ Χριστὸς ἔλεγεν· «Ὑμεῖς τοῦ διαβόλου υἱοὶ ἐστε»· υἱοὺς δὲ διαβόλου αὐτοὺς εἶπεν, οὐκ ἐπειδὴ εἰς τὴν οὐσίαν τὴν ἐκείνου μετέπεσον, ἀλλὰ ἐπειδὴ τὰ ἔργα ἐκείνου ἐποίουν· διὸ καὶ προστίθησι· «Τὰς γὰρ ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν». Καὶ πάλιν ὁ Ἰωάννης· «Γεννήματα ἐχιδνῶν, τὶς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν, Πατέρα ἔχομεν τὸν Ἀβραάμ». Συγγενείας γὰρ νόμους, οὐ τοὺς ἀπὸ τῆς φύσεως, ἀλλὰ τοὺς ἀπὸ τῆς ἀρετῆς καὶ τῆς κακίας οἶδεν ἡ Γραφὴ καλεῖν· καὶ ὧν ἂν τὶς ὁμότροπος γένηται, τοῦτον καὶ υἱὸν καὶ ἀδελφὸν εἶναί φησιν ἡ Γραφή.


β’. Ἀλλὰ τινὸς ἕνεκεν ὁ διάβολος τὸ πονηρὸν δόγμα τοῦτο εἰσήγαγε; Τὴν τῶν μαρτύρων ἐπεχείρησε διορύξαι δόξαν. Ἐπειδὴ γὰρ βιαίῳ θανάτῳ τελευτῶσιν ἐκεῖνοι, βουλόμενος αὐτῶν κατασκεδάσαι πονηρὰν ὑπόληψιν, τοῦτο ἐποίησεν. Ἀλλὰ τοῦτο μὲν οὐκ ἴσχυσε· μένουσι γὰρ τὴν οἰκείαν ἔχοντες λαμπρότητα· ἕτερον δὲ χαλεπώτατον κατειργάσατο, τοὺς γόητας τοὺς ὑπηρετουμένους αὐτῷ διὰ τούτων πείσας τῶν δογμάτων, πολλῶν νέων ἁπλῶν σώματα κατασφάττειν ἐλπίδι τοῦ δαίμονας ἔσεσθαι, καὶ πάλιν αὐτοῖς ὑπηρετεῖν. Ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Τὶ οὖν, ὅτι οἱ δαίμονες λέγουσι, Τοῦ μοναχοῦ τοῦ δεῖνος ἡ ψυχὴ εἰμι, φησί; Διὰ γὰρ τοῦτο οὐ πιστεύω, ἐπειδὴ δαίμονες λέγουσιν· ἀπατῶσι γὰρ τοὺς ἀκούοντας.
Διὰ τοῦτο καὶ ὁ Παῦλος καίτοι γὲ ἀληθεύοντας ἐπεστόμισεν αὐτούς, ἵνα μὴ πρόφασιν λαβόντες τοῖς ἀληθέσι καὶ ψευδῆ πάλιν ἀναμίξωσι, καὶ ἀξιόπιστοι γένωνται. Ἐπειδὴ γὰρ ἔλεγον, «Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσί, καταγγέλλοντες ὑμῖν ὁδὸν σωτηρίας», διαπονηθεὶς τῷ πνεύματι ἐπετίμησε τῷ Πύθωνι, καὶ ἐξελθεῖν ἐκέλευσε· καίτοιγε τὶ πονηρὸν ἔλεγον; «Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν». Ἀλλ’ ἐπειδὴ πολλοὶ τῶν ἀφελεστέρων ἀεὶ διακρίνειν οὐκ ἴσασι τὰ παρὰ τῶν δαιμόνων λεγόμενα, καθάπαξ αὐτοῖς ἀπέκλεισε τὸ πιστεύεσθαι. Τὴν ἠτιμωμένων εἴ, φησίν, ἀπαῤῥησίαστος εἶ, σιώπα, πεφίμωσο· οὐκ ἔστι σὸν τὸ κηρύττειν, ἀποστόλων ἐστὶ τοῦτο τὸ ἀξίωμα. Τὶ ἁρπάζεις τὸ μὴ σόν; Σίγα, ἠτίμωσαι. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε· λέγουσιν αὐτῶν τοῖς δαίμοσιν, Οἴδαμέν σε τὶς εἰ, ἐπετίμησεν αὐτοῖς μετὰ πολλῆς τῆς σφοδρότητος, διδάσκων ἡμᾶς, μηδαμοῦ δαίμονι πείθεσθαι, μηδὲν ἂν σοὶ ὑγιὲς τι λέγῃ. Ἅπερ δὲ καὶ μαθόντες μὴ πειθώμεθα δαίμονι καθόλου, ἀλλὰ κἂν ἀληθὲς τι φθέγγεται, φεύγωμεν αὐτὸν καὶ ἀποστρεφώμεθα· τὰ γὰρ ὑγιῆ δόγματα καὶ σωτηρία οὐ παρὰ δαιμόνων, ἀλλὰ παρὰ τῆς θείας Γραφῆς ἐστι μετ’ ἀκριβείας μαθεῖν. Ὅτι γὰρ οὐκ ἔστι ψυχὴν τοῦ σώματος ἐξελθοῦσαν ὑπὸ τὴν τῶν δαιμόνων γενέσθαι τυραννίδα, ἄκουσον τὶ φησιν ὁ Παῦλος· «Ὁ γὰρ ἀποθανὼν δεδικαίωται» ἀπὸ τῆς ἁμαρτίας, τουτέστιν, οὐκ ἔτι ἁμαρτάνει. Εἰ γὰρ ἐν τῷ σώματι οἰκούσῃ τῇ ψυχῇ βίαν ἐπαγαγεῖν οὐ δυνήσεται ὁ διάβολος, εὔδηλον ὅτι οὐδὲ ἀπελθούσῃ. Πῶς οὖν ἁμαρτάνουσι, φησίν, εἰ μὴ βίαν πάσχωσιν; Ἑκοῦσαι καὶ βουλόμεναι, καὶ ἑαυτὰς ἐκδιδοῦσαι, οὐκ ἀναγκαζόμεναι, οὐδὲ τυραννούμεναι. Καὶ τοῦτο ἐδήλωσαν ἅπαντες οἱ περιγενόμενοι τῶν ἐκείνου μηχανημάτων. Τὸν γοῦν Ἰὼβ μυρία κυκήσας οὐκ ἴσχυσε πεῖσαι βλάσφημόν τι ῥῆμα ἐξενεγκεῖν.
Ὅθεν δῆλον ὅτι καὶ τοῦ πείθεσθαι καὶ τοῦ μὴ πείθεσθαι ταῖς ἐκείνου συμβουλαῖς ἡμεῖς ἐσμεν κύριοι, καὶ ἀνάγκην οὐδεμίαν, οὐδὲ τυραννίδα ὑφιστάμεθα παρ’ ἐκείνου. Οὐκ ἐκ τῶν εἰρημένων δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῆς προκειμένης παραβολῆς εὔδηλον, ὅτι τοῦ σώματος αἱ ψυχαὶ ἐξελθοῦσαι, οὐκ ἔτι ἐνταῦθα διατρίβουσιν, ἀλλ’ εὐθέως ἀπάγονται· καὶ ἄκουε πῶς· «Ἐγένετο γὰρ αὐτόν, φησίν, ἀποθανεῖν, καὶ ἀπενεχθεῖναι ὑπὸ τῶν ἀγγέλων». Οὐχ αἱ τῶν δικαίων δὲ μόνον, ἀλλὰ καὶ τῶν ἐν πονηρίᾳ ζώντων ἀπάγονται ἐκεῖ αἱ ψυχαί· καὶ τοῦτο δὲ πάλιν ἐξ ἑτέρου πλουσίου δῆλον. Ἐπειδὴ γὰρ εὐφόρησεν ἡ χώρα αὐτοῦ, εἶπεν ἐν ἑαυτῷ· «Τὶ ποιήσω; Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω». Οὐδὲν ἀθλιώτερον τῆς τοιαύτης γνώμης. Ὄντως καθεῖλεν αὐτοὺς τὰ ἀποθήκας· ἀποθῆκαι γὰρ ἄσυλοι οὐχ οἱ τοῖχοι, ἀλλ’ αἱ τῶν πενήτων εἰσὶ γαστέρες· ὁ δὲ ἐκείνας ἀφείς, περὶ τοίχους ἠσχολεῖτο. Τὶ οὖν φησι πρὸς αὐτὸν ὁ Θεός; «Ἄφρον, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχὴν σου ἀπὸ σοῦ». Καὶ ὅρα· ἐνταῦθά φησιν ἐπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων, ἐκεῖ ἀπαιτοῦσι· καὶ τὸν μὲν σῷ δεσμώτην ἐξῆγον, τὸν δὲ ὡς στεφανίτην ἐδορυφόρουν. Καὶ καθάπερ ἐν τῷ σκάμματι πολλὰ τινα τραύματα λαβόντα καὶ αἵματι κατεῤῥαντισμένον, εἶτα τὴν κεφαλὴν ἀναδησάμενον οἱ πρὸ τοῦ σκάμματος ἑστῶτες ὑποδεξάμενοι μετὰ πολλῆς τῆς εὐφημίας οἴκαδε ἄγουσι κροτοῦντες, εὐφημοῦντες, θαυμάζοντες· οὕτω καὶ τὸν Λάζαρον ἄγγελοι τότε ἀπήγαγον· ἐκείνου δὲ τὴν ψυχὴν ἀπῃτοῦ φοβερᾶί τινες δυνάμεις, ἴσως ἀπεσταλμέναι ἐπὶ τούτῳ· οὐ γὰρ αὐτόματος ἡ ψυχὴ πρὸς ἐκείνην ἀναχώρει τὴν ζωήν, ἐπειδὴ μηδὲ δυνατόν. Εἰ γὰρ πόλιν ἐκ πόλεως ἀμείβοντες, τοῦ χειραγωγοῦντος δεόμεθα, πολλῷ μᾶλλον ἡ ψυχὴ τῆς σαρκὸς ἀποῤῥαγεῖσα, καὶ πρὸς τὴν μέλλουσαν μεθισταμένην ζωήν, τῶν ὁδηγησόντων αὐτὴν δεήσεται. Διὰ τοῦτο πολλάκις ἀναδύεται, καὶ πρὸς τὸ βάθος κάτω χωρεῖ, καὶ δέδοικε καὶ φρίττει, μέλλουσα τῆς σαρκὸς ἀφίπτασθαι. Ἀεὶ μὲν γὰρ ἡμᾶς κεντεῖ τῶν ἁμαρτημάτων τὸ συνειδός, μάλιστα δὲ κατ’ ἐκείνην τὴν ὥραν, ὅταν μέλλωμεν ἐντεῦθεν ἀπάγεσθαι πρὸς τὰ εὐθύνας τὰς ἐκεῖ καὶ τὸ φοβερὸν δικαστήριον. Τότε, εἴτε ἥρπασέ τις, εἴτε ἐπλεονέκτησεν, εἴτε τινὰ ἐπηρέασε, εἴτε τινὸς γέγονεν ἐχθρὸς ἀδίκως, εἴτε ἄλλο ὁτιοῦν εἰργάσατο, ἅπας ὁ τῶν ἁμαρτημάτων ἐσμὸς ἀνανεοῦται καὶ πρὸ τῶν ὀφθαλμῶν ἵσταται καὶ τὴν διάνοιαν κεντεῖ. Καὶ καθάπερ οἱ τὸ δεσμωτήριον οἰκοῦντες, ἀεὶ μὲν ἐν κατηφείᾳ καὶ ὀδύναις εἰσί, μάλιστα δὲ κατὰ τὴν ἡμέραν ἐκείνην, καθ’ ἢν ἂν μέλλωσιν ἐξάγεσθαι, καὶ παρ’ αὐτὰς τὰς τοῦ δικάζοντος ἄγεσθαι θύρας, καὶ πρὸ τῶν κιγκλίδων ἑστῶτες, καὶ τῆς τοῦ κρίνοντος φωνῆς ἔνδοθεν ἀκούοντες, ἀποπήγνυνται τῷ φόβῳ, καὶ τῶν νεκρῶν οὐδὲν ἄμεινον διάκεινται· οὕτω καὶ ἡ ψυχὴ μάλιστα μὲν καὶ ἐν αὐτῷ τῷ καιρῷ τῆς ἁμαρτίας ὀδυνᾶται καὶ στενοχωρεῖται, πολλῷ δὲ πλέον ὅταν ἐντεῦθεν ἀποσπασθεῖσα ἀπάγεσθαι μέλλῃ.


γ’. Σιγᾶτε ταῦτα ἀκούοντες; Πολλὴν ἡμῖν ἔχω χάριν τῆς σιγῆς ταύτης μᾶλλον, ἢ τῶν κρότων· οἱ μὲν γὰρ κρότοι καὶ οἱ ἔπαινοι λαμπρότερον ἐμὲ ποιοῦσιν, ἡ σιγὴ δὲ αὕτη σωφρονεστέρους ὑμᾶς ἐργάζεται. Οἶδα ὅτι λυπεῖ τὰ λεγόμενα, ἀλλὰ πολὺ κέρδος ἔχει καὶ ἄφατον. Ὁ πλούσιος ἐκεῖνος, εἲ τινα εἶχε τοιαῦτα αὐτῷ παραινοῦντα, ἀλλὰ μὴ κόλακας τοὺς πρὸς χάριν ἅπαντα συμβουλεύοντας, καὶ εἰς τρυφὴν ἕλκοντας, οὐκ ἂν εἰς τὴν γέενναν ἦλθεν ἐκείνην, οὐκ ἂν τὰς βασάνους ὑπέμεινε τὰς ἀφορήτους, οὐκ ἂν ἀπαρηγόρητα μετὰ ταῦτα μετενόησεν· ἀλλ’ ἐπειδὴ τὰ πρὸς χάριν ἅπαντες διελέγοντο, παρέδωκαν αὐτὸν τῷ πυρί. Εἴθε ἦν ἀεὶ καὶ διηνεκῶς ταῦτα φιλοσοφεῖν, καὶ περὶ γεέννης φθέγγεσθαι. «Ἐν πᾶσι γάρ, φησί, τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς». Καὶ πάλιν· «Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου πρὸς τὴν ὁδόν». Εἶ τινος ἥρπασάς τι, ἀπόδος, καὶ εἰπὲ κατὰ τὸν Ζακχαῖον· «Δίδωμι τετραπλασίονα τὰ ἁρπαγέντα»· εἲ τινὸς τι συκοφαντήσας, εἲ τινος γέγονας ἐχθρός, καταλλάγηθι τοῦ δικαστηρίου. Πάντα ἐνταῦθα διαλῦσαι, ἵνα χωρὶς πραγμάτων τὸ βῆμα ἴδῃς ἐκεῖνο.
Ἕως ἂν ἐνταῦθα ὦμεν, ἐλπίδας ἔχομεν, χρηστάς· ἐπειδὰν δὲ ἀπέλθωμεν ἐκεῖ, κύριοι λοιπὸν μετανοίας οὐκ ἐσμεν, οὐδὲ τοῦ τὰ ἡμαρτημένα ἡμῖν ἀπονίψασθαι. Διὸ χρὴ παρασκευάζεσθαι συνεχῶς πρὸς τῆς ἐνθένδε ἔξοδον. Τὶ γὰρ ἐὰν ἑσπέρας δόξῃ τῷ Δεσπότῃ καλέσαι ἡμᾶς; Τὶ δὲ ἐὰν αὔριον; Ἄδηλον γὰρ τὸ μέλλον, ἵνα ἐναγώνιοι διηνεκῶς ὦμεν, καὶ πρὸς τὴν ἀποδημίαν εὐτρεπεῖς ἐκείνην, καθάπερ οὖν οὗτος ὁ Λάζαρος διαπαντὸς ἦν ἐν ὑπομονῇ καὶ καρτερίᾳ· διὸ καὶ μετὰ τοσαύτης ἀπήγετο τιμῆς. Ἀπέθανε δὲ καὶ ὁ πλούσιος, καὶ ἐτάφη, καθάπερ ἐν μνήματι τῷ σώματι τῆς ψυχῆς αὐτοῦ κατορωρυγμένης, καὶ τάφον περιφερούσης τὴν σάρκα. Ὥσπερ γὰρ ἁλύσει τινί, τῇ μέθῃ καὶ τῇ γαστριμαργίᾳ πεπεδημένος, οὕτως ἄπρακτον αὐτὴν καὶ νεκρὰν εἰργάσατο. Μὴ ἁπλῶς παραδράμῃς, ἀγαπητέ, τὸ «ἐτάφη»· ἀλλ’ ἐνταῦθά μοι νόει τὰς τραπέζας τὰς περιηργυρωμένας, τὰς κλίνας, τοὺς τάπητας, τὰ ἐπιβλήματα, τὰ ἀλλὰ τὰ κατὰ τὴν οἰκίαν ἅπαντα, τὰ μύρα, τὰ ἀρώματα, τὸν πολὺν ἄκρατον, τῶν ἐδεσμάτων τὰς ποικιλίας, τὰ καρυκεύματα, τοὺς μαγείρους, τοὺς κόλακας, τοὺς δορυφόρους, τοὺς οἰκέτας, τὴν ἄλλην ἅπασαν φαντασίαν κατεσβεσμένην καὶ καταμαρανθεῖσαν. Πάντα σποδός, πάντα τέφρα καὶ κόνις, θρῆνοι καὶ ὀδυρμοί, οὐδενὸς δυναμένου βοηθῆσαι λοιπόν, οὐδ’ ἀπελθοῦσαν ἐπαναγαγεῖν τὴν ψυχήν. Τότε ἡ δύναμις ἠλέγχετο τοῦ χρυσίου, καὶ τῆς πολλῆς περιουσίας. Ἐκ γὰρ τοσαύτης θεραπείας γυμνὸς καὶ μόνος ἀπήγετο, οὐδὲν ἐκ τῆς τοσαύτης εὐπορίας ἀπενεγκεῖν ἐντεῦθεν δυνάμενος, ἀλλ’ ἔρημος, ἀπροστάτευτος ἀπήγετο· οὐδεὶς τῶν θεραπευσάντων, οὐδεὶς τῶν βοηθησόντων παρῆν ἐξαιρησόμενος τῆς κολάσεως καὶ τῆς τιμωρίας, ἀλλὰ πάντων ἐκείνων ἀποσπασθείς, μόνον ἀπελαμβάνετο τὰς ἀφορήτους ὑπομένειν τιμωρίας. Ὄντως «Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα». Ἦλθεν ὁ θάνατος, καὶ πάντα ἔσβεσεν ἐκεῖνα· καὶ καθάπερ αἰχμάλωτον λαβών, οὕτως ἀπήγαγε κάτω κύπτοντα, αἰσχύνης γέμοντα, ἀπαῤῥησίαστον, τρέμοντα, δεδοικότα ὥσπερ ἐν ὀνείροις ἀπολαύσαντα τῆς τρυφῆς ἐκείνης ἁπάσης· καὶ λοιπὸν ἱκέτης ὁ πλούσιος τοῦ πένητος ἐγίνετο, καὶ τῆς τούτου τραπέζης ἐδεῖτο, τοῦ λιμώττοντός ποτε, καὶ τοῖς στόμασι τῶν κυνῶν προκειμένου· καὶ τὰ πράγματα μετεβάλλετο, καὶ ἐμάνθανον ἅπαντες, τὶς ἦν ὁ Λάζαρος πάντων ἦν εὐπορώτερος, οὗτος δὲ πάντων πενέστερος. Καθάπερ γὰρ ἐν σκηνῇ προσωπεῖα βασιλέων καὶ στρατηγῶν καὶ ἰατρῶν καὶ ῥητόρων καὶ σοφιστῶν καὶ στρατιωτῶν λαμβάνοντες εἰσέρχονταί τινες, οὐδὲν τούτων ὄντες αὐτοί· οὕτω δὴ καὶ ἐπὶ τοῦ παρόντος βίου καὶ πενία καὶ πλοῦτος προσωπεῖα μόνον εἰσιν. Ὥσπερ οὖν ἐν τῷ θεάτρῳ καθήμενος, ἂν ἴδῃς τινὰ τῶν κάτω παιζόντων προσωπεῖον ἔχοντα βασιλέως, οὐ μακαρίζεις αὐτόν, οὐδὲ βασιλέα εἶναι νομίζεις, οὐδ’ ἂν εὔξαιο γενέσθαι τοιοῦτος· ἀλλ’ εἰδώς, ὅτι τῶν ἀγοραίων τὶς ἐστι, σχοινοστρόφος τυχόν, ἢ χαλκοτύπος, ἢ ἕτερόν τι τοιοῦτον, οὐ μακαρίζεις διὰ τὸ προσωπεῖον καὶ τὴν στολήν, οὐδ’ ἀπὸ τούτων αὐτοῦ κρίνεις τὴν πολιτείαν, ἀλλὰ καταπτύεις αὐτοῦ διὰ τὴν ἄλλην εὐτέλειαν· οὕτω δὴ καὶ ἐνταῦθα, καθάπερ ἐν θεάτρῳ τῷ κόσμῳ καθήμενος καὶ ἐπὶ σκηνῆς παίζοντας βλέπων, ἐπειδὰν ἴδῃς πλουτοῦντας πολλούς, μὴ πλουσίους ἀληθῶς εἶναι νόμιζε, ἀλλὰ πλουσίῳ περικεῖσθαι προσωπεῖα. Καθάπερ γὰρ ἐκεῖνος ὁ ἐπὶ τῆς σκηνῆς τὸν βασιλέα καὶ τὸν στρατηγὸν ὑποκρινόμενος, πολλάκις οἰκέτης ὢν τυγχάνει, ἢ τῶν σῦκα καὶ βότρυς πωλούντων ἐπ’ ἀγοράς· οὕτω δὴ καὶ οὗτος ὁ πλούσιος πολλάκις πάντων πενέστερος ὢν τυγχάνει. Ἂν γὰρ περιέλῃς αὐτοῦ τὸ προσωπεῖον, καὶ τὸ συνειδὸς ἀναπτύξῃς, καὶ εἰς τὴν διάνοιαν εἰσέλθῃς, πολλὴν εὑρήσεις ἀρετῆς ἐκεῖ πενίαν, καὶ πάντων ἐπὶ τῶν θεάτρων τῆς ἑσπέρας καταλαβούσης, καὶ τῶν συγκαθημένων ἀναχωρησάντων, ἐξελθόντες ἔξω, καὶ τὸ σχῆμα τῆς ὑποκρίσεως ἀποθέμενοι, οἱ βασιλεῖες καὶ στρατηγοὶ πᾶσιν εἶναι δοκοῦντες φαίνονται λοιπὸν ὅπερ εἰσίν· οὕτω δὴ καὶ νῦν τοῦ θανάτου παραγενομένου καὶ τοῦ θεάτρου λυθέντος, τὰ τοῦ πλούτου προσωπεῖα καὶ τὰ τῆς πενίας ἀποθέμενοι πάντες, ἀπῆλθον ἐκεῖ· καὶ ἀπὸ τῶν ἔργων μόνον κρινόμενοι φαίνονται, τινὲς μὲν ἀληθῶς πλούσιοι, τινὲς δὲ πένητες, καὶ τινὲς μὲν ἔντιμοι, τινὲς δὲ ἀδοξοῖ.


δ’. Πολλάκις γοῦν τῶν ἐνταῦθά τις πλουτούντων εὑρέθη πάντων ἐκεῖ πενέστερος ὤν, καθάπερ οὖν καὶ ὁ πλούσιος οὗτος. Ἐπειδὴ γὰρ ἡ ἑσπέρα κατέλαβε, τουτέστιν ὁ θάνατος, καὶ ἐκ τοῦ θεάτρου τῆς παρούσης ζωῆς ἐξῆλθε, καὶ τὸ προσωπεῖον ἐπέθετο, ὤφθη πάντων ἐκεῖ πενέστερος ὤν, καὶ οὕτω πένης, ὡς μηδὲ σταγόνος ὕδατος εἶναι κύριος, ἀλλ’ ὑπὲρ ταύτης προσαιτεῖν, καὶ μηδ’ αὐτῆς ἐπιτυχεῖν τῆς αἰτήσεως. Τὶ ταύτης τῆς πενίας πενέστερον γένοιτ’ ἄν; Καὶ ἄκουε πῶς· ἐπάρας γὰρ τοὺς ὀφθαλμοὺς αὐτοῦ, φησὶ πρὸς τὸν Ἀβραάμ· «Πάτερ, ἐλέησὸν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ ἐπίσταξῃ τῷ στόματί μου». Ὁρᾷς πόσον ἐστὶν ἡ θλῖψις; Πλησίον ὄντα παρέτρεχε, καὶ πόῤῥω γε ὄντα καλεῖ νῦν· ὃν πολλάκις εἰσιὼν τε καὶ ἐξιὼν οὐχ ἑώρα, τοῦτον μακρόθεν ὄντα μετ’ ἀκριβείας βλέπει. Τινὸς δὲ ἕνεκεν αὐτὸν ὁρᾷ; Πολλάκις ἴσως εἶπεν ὁ πλούσιος οὗτος· τὶ μοι εὐλαβείας καὶ ἀρετῆς χρεία; Πάντα μοι καθάπερ ἐκ πηγῶν ἐπιῤῥεῖ, πολλῆς ἀπολαύω τῆς ἀφθονίας, πολλῆς τῆς εὐημερίας, οὐδὲν ὑπομενῶ τῶν ἀδοκήτων· τινὸς ἕνεκα μετέρχομαι ἀρετήν; Οὗτος ὁ πένης ἐν δικαιοσύνῃ καὶ εὐσεβείᾳ ζῶν, μυρία πάσχει δεινά. Τοῦτα δὴ πολλοὶ καὶ νῦν πολλάκις λέγουσιν. Ἳν’ οὖν προῤῥιζα ταῦτα ἀνασπασθῇ τὰ κακὰ δόγματα, δείκνυσιν αὐτῷ, ὅτι καὶ τῇ κακίᾳ κόλασις κεῖται, καὶ τιμὴ καὶ στέφανος τοῖς ὑπὲρ τῆς εὐσεβείας πόνοις. Οὐ διὰ τοῦτο δὲ μόνον αὐτὸν εἶδεν, ἀλλ’ ἵνα, ὅπερ ἔπαθεν ὁ πένης, τοῦτο καὶ πλούσιος πάθῃ νῦν μετὰ μείζονος τῆς ὑπερβολῆς. Καθάπερ γὰρ ἐκείνῳ χαλεπωτέραν ἐποιεῖτο τὴν βάσανον ὃν ἐν τῷ πυλῶνι τοῦ πλουσίου κεῖσθαι, καὶ ὁρᾷν τὰ ἀλλότρια ἀγαθά, οὕτω δὴ καὶ τούτῳ χαλεπωτέραν ἐποίει τὴν τιμωρίαν νῦν τὸ ἐν τῇ γεέννῃ κεῖσθαι, καὶ ὁρᾷν τὴν τοῦ Λαζάρου τρυφήν, ἵνα μὴ τῇ φύσει τῶν βασάνων μόνον, ἀλλὰ καὶ τῇ παραθέσει τῆς ἐκείνου τιμῆς ἀφορητοτέραν ἔχῃ τὴν κόλασιν. Καὶ καθάπερ τὸν Ἀδὰμ ἐκβάλλων τοῦ παραδείσου, καταντικρὺ τοῦ παραδείσου κατῴκισεν ὁ Θεός, ἵνα ἡ συνεχὴς ὄψις ἀνανεοῦσα τὸ πάθος, ἀκριβεστέραν αὐτῷ παράσχῃ τῆς ἐκπτώσεως τῶν ἀγαθῶν τὴν αἴσθησιν· οὕτω δὴ καὶ τοῦτον κατέναντι τοῦ Λαζάρου κατῴκισεν, ἵνα ἴδῃ τίνων ἑαυτὸν ἀπεστέρησεν. Ἔπεμψά σοι, φησίν, εἰς τὸν πυλῶνα τὸν πένητα Λάζαρον, ἵνα σοι γένηται διδάσκαλος ἀρετῆς, καὶ φιλανθρωπίας ὑπόθεσις. Παρεῖδες τὸ κέρδος, οὐκ ἠθέλησας εἰς δέον χρήσασθαι τῇ τῆς σωτηρίας ἀφορμῇ· χρήσῃ λοιπὸν αὐτῷ εἰς μείζονα κολάσεως καὶ τιμωρίας ὑπόθεσιν. Ἀπὸ τούτων μανθάνομεν, ὅτι πάντες οἱ παρ’ ἡμῶν ἐπηρεαζόμενοι καὶ ἀδικούμενοι, κατὰ πρόσωπον ἡμῶν στήσονται τότε. Καίτοι οὗτος οὐδὲν ἠδίκητο παρὰ τοῦ πλουσίου· οὐ γὰρ τὰ ἐκείνου ἔλαβε χρήματα ὁ πλούσιος, ἀλλὰ τῶν ἑαυτοῦ οὐ μετέδωκεν. Εἰ δὲ τῶν ἑαυτοῦ μὴ μεταδιδούς, κατήγορον ἔχει τὸν οὐκ ἐλεηθέντα, ὁ καὶ τὰ ἀλλότρια ἁρπάσας, πόας τεύξεται συγγνώμης, πανταχόθεν αὐτὸν περιεστώτων τῶν ἠδικημένων; Οὐ γὰρ μαρτύρων ἐκεῖ χρεία, οὐδὲ κατηγορῶν, οὐδὲ ἀποδείξεων, οὐδὲ τεκμηρίων· ἀλλ’ αὐτὰ καθ’ ἑαυτὰ τὰ πράγματα, οἵαπερ αὐτὰ κατεσκευάσαμεν, πρὸ τῶν ὀφθαλμῶν φαίνεται τῶν ἡμετέρων.
Ἰδοὺ γάρ, φησίν, ἄνθρωπος, καὶ τὰ ἔργα αὐτοῦ· καὶ γὰρ καὶ τοῦτο ἁρπαγὴ τὸ μὴ μεταδοῦναι τῶν ὄντων. Καὶ τάχα ὑμῖν θαυμαστὸν εἶναι δοκεῖ τὸ λεγόμενον, ἀλλὰ μὴ θαυμάσητε· μαρτυρίαν γὰρ ὑμῖν ἀπὸ τῶν θείαν παρέξομαι Γραφῶν λέγουσαν, ὅτι οὐ τὸ τὰ ἀλλότρια ἁρπάζειν μόνον, ἀλλὰ καὶ τὸ τῶν ἑαυτοῦ μὴ μεταδιδόναι ἑτέροις, καὶ τοῦτο ἁρπαγὴ καὶ πλεονεξία καὶ ἀποστέρησίς ἔστι. Τὶς οὖν ἐστιν αὕτη; Τοῖς Ἰουδαίοις ἐγκαλῶν ὁ Θεὸς διὰ τοῦ προφήτου φησίν· «Ἐξήνεγκεν ἡ γῆ τὰ ἐκφόρια αὐτῆς, καὶ οὐκ εἰσηνέγκατε τὰ ἐπιδέκατα· ἀλλ’ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν». Ἐπειδὴ τὰς προσφοράς, φησί, τὰς εἰωθυίας οὐκ ἐδώκατε, ἡρπάσατε τὰ τοῦ πένητος. Τοῦτο δὲ λέγει, δεικνὺς τοῖς πλουσίοις, ὅτι τὰ τῶν πενήτων ἔχουσι, κἂν πατρῷον διαδέξωνται κλῆρον, κἂν ὀθενδήποτε συλλέξωσι τὰ χρήματα. Καὶ πάλιν ἀλλαχοῦ λέγει· «Μὴ ἀποστερήσῃς τὴν ζωὴν τοῦ πτωχοῦ»· ὁ δὲ ἀποστερῶν, τὰ ἀλλότρια ἀποστερεῖ· ἀποστέρησις γὰρ λέγεται, ὅταν τὰ ἀλλότρια λαβόντες κατέχωμεν. Καὶ διὰ τούτου τοίνυν παιδευόμεθα, ὅτι ὅταν ἐλεημοσύνην μὴ παράσχωμεν, ἐν ἴσῳ τοῖς ἀποστεροῦσι κολασόμεθα. Δεσποτικὰ γὰρ ἐστι τὰ χρήματα, ὅθεν ἂν αὐτὰ συλλέξωμεν· κἂν τοῖς δεομένοις αὐτὰ παρέξωμεν, πολλῆς ἐπιτευξόμεθα τῆς ἀφθονίας. Καὶ διὰ τοῦτό σοι πλείονα ἔχειν συνεχώρησεν ὁ Θεός, οὐχ ἵνα εἰς πορνείαν, καὶ μέθην, καὶ ἀδηφαγίαν, καὶ ἱματίων πολυτέλειαν, καὶ τὴν ἄλλη βλακείαν ἀναλώσῃς, ἀλλ’ ἵνα τοῖς δεομένοις αὐτὰ διανείμῃς. Καθάπερ γὰρ ὑποδέκτης τις βασιλικὰ δεξάμενος χρήματα, ἂν ἀφεὶς οἷς ἂν κελεύηται διανεῖμαι, εἰς οἰκείαν καταναλώσῃ βλακείαν, εὐθύνας δίδωσι καὶ προσαπόλλυται· οὕτω δὴ καὶ ὁ πλούσιος, ὑποδέκτης τὶς ἐστι τῶν τοῖς πένησιν ὀφειλομένων χρημάτων διανεμηθῆναι, ἐπιταχθεὶς αὐτὰ διανέμειν τῶν ἑαυτοῦ συνδούλων τοῖς πενομένοις. Ἂν οὖν πλέον τι τῆς χρείας εἰς ἑαυτὸν ἀναλώσῃ τῆς ἀναγκαίας, χαλεπωτάτας ἐκεῖ δώσει τὰς εὐθύνας. Οὐ γὰρ ἐστιν αὐτοῦ τὰ αὐτοῦ, ἀλλὰ τῶν συνδούλων τῶν ἑαυτοῦ.


ε’. Φειδώμεθα τοίνυν αὐτῶν, ὡς ἀλλοτρίων, ἵνα γένηται ἡμέτερα. Πῶς δὲ αὐτῶν φεισόμεθα, ὡς ἀλλοτρίων; Ὅταν μὴ εἰς περιττὰς αὐτὰ ἀναλίσκωμεν χρείας, μηδὲ εἰς ἡμετέρας μόνον, ἀλλὰ ταῖς τῶν πενήτων αὐτὰ συμμερίζωμεν χερσί· κἂν εὔπορος ἧς, πλέον δὲ τι τῆς χρείας ἀναλίσκῃς, λόγον δώσεις τῶν ἐμπιστευθέντων σοι χρημάτων. Τοῦτο καὶ ἐπὶ τῶν οἰκιῶν γίνεται τῶν μεγάλων. Πολλοὶ γοῦν τὰ ταμεῖα τὰ ἑαυτῶν τοῖς οἰκέταις τοῖς ἑαυτῶν ἐνεπίστευσαν· ἀλλ’ ὅμως οἱ πιστευθέντες ἐκεῖνοι φυλάττουσι τὰ δεδομένα, καὶ οὐκ ἀποχρῶνται τοῖς ἐμπιστευθεῖσιν, ἀλλ’ οἷς ἂν ὁ δεσπότης, καὶ ἡνίκα κελεύσῃ, διανεμοῦσι. Τοῦτο καὶ σὺ ποίησον. Καὶ γὰρ ἔλαβες ἑτέρων πλείονα, καὶ ὑπεδέξω, οὐχ ἵνα αὐτὰ ἀναλώσῃς μόνος, ἀλλ’ ἵνα καὶ ἑτέροις οἰκονόμος γένῃ καλός.
Ἄξιον δὲ κἀκεῖνο ζητῆσαι, τὶ δήποτε οὐχὶ παρ’ ἑτέρῳ δικαίῳ τὸν Λάζαρον ὁρᾷ, ἀλλ’ ἐν τοῖς κόλποις εἶδε τοῦ Ἀβραάμ. Φιλόξενος ἦν ὁ Ἀβραάμ· ἳν’ οὖν καὶ οὗτος ἔλεγχος αὐτῷ γένηται τῆς μισοξενίας, διὰ τοῦτο αὐτὸν μετ’ ἐκείνου βλέπει. Ἐκεῖνος γὰρ καὶ τοὺς παριόντας ἐθήρευε, καὶ εἰς τὴν οἰκίαν εἷλκεν εἴσω τὴν ἑαυτοῦ· οὗτος δὲ καὶ τῶν ἔσω κείμενον παρεώρα, καὶ θησαυρὸν τοσοῦτον ἔχων καὶ σωτηρίας ὑπόθεσιν, παρέτρεχε καθ’ ἑκάστην ἡμέραν, καὶ οὐκ ἐχρήσατο εἰς δέον τῇ τοῦ πένητος προστασίᾳ. Ἀλλ’ οὐχ ὁ πατριάρχης τοιοῦτος, ἀλλὰ τοὐναντίον ἅπαν πρὸ τῶν θυρῶν καθήμενος ἐσαγήνευε τοὺς παριόντας ἅπαντας, καὶ καθάπερ τις ἁλιεὺς ἀμφίβληστρον βάλλων εἰς τὴν θάλασσαν ἀνασπᾷ μὲν ἰχθύν, ἀνασπᾷ δὲ καὶ χρυσίον πολλάκις καὶ μαργαρίτας· οὕτω δὴ καὶ οὗτος, σαγηνεύων ἀνθρώπους, ἡλίευσέ ποτε καὶ ἀγγέλους, καὶ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι μὴ εἰδώς.
Ὅπερ οὖν καὶ Παῦλος ἐκπληττόμενος παραινεῖ καὶ λέγει· «Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ γὰρ ταύτης ἔλαθόν τινες ξενίσαντες ἀγγέλους». Καὶ καλῶς εἶπεν, «Ἔλαθον». Εἰ γὰρ εἰδὼς αὐτοὺς ὑπεδέξατο μετὰ τοσαύτης εὐνοίας, οὐδὲν μέγα καὶ θαυμαστὸν ἐποίησεν· ὁ δὲ πᾶς ἔπαινος, ὅτι ἀγνοῶν τίνες οἱ παριόντες ἦσαν, καὶ ἀνθρώπους αὐτοὺς εἶναι νομίζων ἁπλῶς ὁδίτας, μετὰ τοσαύτης αὐτοὺς ἔνδον ἐκάλεσε τῆς προθυμίας. Καὶ σὺ τοίνυν ἂν μὲν τινα περιφανῆ καὶ λαμπρὸν ὑποδεξάμενος, πολλὴν ἐπιδείξῃ τὴν προθυμίαν, θαυμαστὸν οὐδὲν εἰργάσω· ἡ γὰρ ἀρετὴ τοῦ ξενισθέντος καὶ τὸν μισόξενον καταναγκάζει πολλάκις πᾶσαν εὔνοιαν ἐπιδείξασθαι· τὸ δὲ μέγιστον καὶ θαυμαστόν, ὅταν καὶ τοὺς τυχόντας, καὶ τοὺς ἀπεῤῥιμμένους, καὶ τοὺς εὐτελεῖς μετὰ πολλῆς δεχώμεθα τῆς εὐνοίας. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοὺς ποιοῦντας οὕτως ὑποδεχόμενος ἔλεγεν· «Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε». Καὶ πάλιν· «Οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ Πατρὸς ὑμῶν, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων». Καὶ πάλιν· «Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ῥιφῇ ἐν τῇ θαλάσσῃ». Καὶ πανταχοῦ πολὺς τῷ Χριστῷ τῶν μικρῶν καὶ ἐλαχίστων ὁ λόγος. Ὅπερ οὖν καὶ ὁ Ἀβραὰμ εἰδώς, οὐκ ἐξήταζε τοὺς παριόντας τίνες εἶεν, καὶ πόθεν, καθάπερ ἡμεῖς νῦν· ἀλλ’ ἁπλῶς τοὺς παριόντας ὑπεδέχετο πάντας. Τὸν γὰρ φιλοφροσύνην ἐπιδεικνύμενον οὐκ εὐθύνας ἀπαιτεῖν δεῖ βίου, ἀλλὰ μόνον τὴν πενίαν διορθοῦν, καὶ τὴν χρείαν πληροῦν.
Μίαν ἔχει συνηγορίαν ὁ πένης, τὴν ἔνδειαν καὶ τὸ καθεστάναι ἐν χρείᾳ· μηδὲν αὐτὸν λοιπὸν ἀπαιτεῖ πλέον, ἀλλὰ κἂν ἁπάντων ᾗ πονηρότατος καὶ τῆς ἀναγκαίας ἀπορῇ τροφῆς, λύωμεν αὐτοῦ τὸν λιμόν. Οὕτω καὶ ὁ Χριστὸς ἐκέλευσε ποιεῖν, λέγων· «Γίνεσθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους». Λιμὴν ἐστιν τῶν ἐν ἀνάγκῃ ὁ ἐλεήμων· ὁ δὲ λιμὴν τοὺς ναυαγίῳ περιπεσόντας ἅπαντας ὑποδέχεται, καὶ λύει τῶν κινδύνων· κἂν πονηροί, κἂν χρηστοί, κἂν ὁτιοῦν ὦσιν οἱ κινδυνεύοντες, εἴσω τῶν οἰκείων αὐτοὺς παραπέμπει κόλπων. Καὶ σὺ τοίνυν, ὁρῶν ἐπὶ τῆς γῆς τῷ τῆς πενίας ναυαγίῳ περιπεσόντα τὸν ἄνθρωπον, μὴ δίκαζε, μηδὲ εὐθύνας ἀπαιτεῖ, ἀλλὰ λῦσον τὴν συμφοράν. Τὶ σαυτῷ παρέχεις πράγματα; Ἀπήλλαξέ σε περιέργειας ἁπάσης καὶ πολυπραγμοσύνης ὁ Θεός. Πόσα ἔμελλον πολλοὶ λέγειν καὶ δυσχεραίνειν, εἰ προσέταξεν ὁ Θεὸς τὸν βίον μετὰ ἀκριβείας ἐξετάζειν, τὴν ἀναστροφήν, τὰ πεπραγμένα ἑκάστῳ περιεργάζεσθαι πρότερον, καὶ τότε ἐλεεῖν; Νυνὶ δὲ πάσης τοιαύτης ἀπηλλάγμεθα δυσκολίας. Τὶ οὖν περιττὰς ἐπισπώμεθα φροντίδας; Ἕτερόν ἐστι δικαστής, ἕτερον ἐλεήμων. Ἐλεημοσύνη διὰ τοῦτο λέγεται, ὅτι καὶ τοῖς ἀναξίοις διδόαμεν. Τοῦτο καὶ Παῦλος παραινεῖ ποιεῖν, λέγων, «Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακῆτε, πρὸς πάντας μέν, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως». Ἂν τοὺς ἀναξίους περιεργαζώμεθα καὶ πολυπραγμονῶμεν, οὐδὲ ἄξιοί ποτε ῥᾳδίως ἐμπεσοῦνται ἡμῖν· ἂν δὲ καὶ τοῖς ἀναξίοις παρέχωμεν, πάντως καὶ οἱ ἄξιοι καὶ οἱ πάντων ἐκείνων ἀντάξιοι εἰς τὰς ἡμετέρας ἥξουσι χεῖρας· ὥσπερ οὖν καὶ ἐπὶ τοῦ μακαρίου γέγονεν Ἀβραάμ, ὃς οὐ περιεργαζόμενος, οὐδὲ πολυπραγμονῶν τοὺς παριόντας, ἐδυνήθη καὶ ἀγγέλους ὑποδέξασθαί ποτε. Τοῦτον καὶ ἡμεῖς ζηλώσωμεν, καὶ μετ’ αὐτοῦ τὸν ἔγγονον τὸν ἐκείνου τὸν Ἰώβ. Καὶ γὰρ καὶ οὗτος τὴν τοῦ προγόνου μεγαλοψυχίαν μετὰ πάσης ἐμιμήσατο τῆς ἀκριβείας, καὶ διὰ τοῦτο ἔλεγεν· «Ἡ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο»· οὐχὶ τῷ δεῖνι μὲν ἀνέῳκτο, ἑτέρῳ δὲ ἀπεκέκλειστο, ἀλλὰ πᾶσιν ἁπλῶς ἀνεῖτο.


ς’. Οὕτω καὶ ἡμεῖς ποιῶμεν, παρακαλῶ, μηδὲν ἀκριβολογούμενοι πέρα τοῦ δέοντος. Ἀξία γὰρ τοῦ πένητος ἡ χρεία μόνον ἐστί· κἂν ὁστισοῦν μετὰ ταύτης ἔλθῃ πρὸς ἡμᾶς ποτε, μηδὲν περιεργαζώμεθα πλέον οὐ γὰρ τῷ τρόπῳ παρέχωμεν, ἀλλὰ τῷ ἀνθρώπῳ· οὐδὲ διὰ τὴν ἀρετὴν αὐτόν, ἀλλὰ διὰ τὴν συμφορὰν ἐλεῶμεν, ἵνα καὶ αὐτοὶ παρὰ τοῦ Δεσπότου τὸν πολὺν ἔλεον ἐπισπασώμεθα, ἵνα καὶ αὐτοί, ἀνάξιοι ὄντες, φιλανθρωπίας ἐπιτύχωμεν. Εἰ γὰρ μέλλοιμεν τὴν ἀξίαν ἐπιζητεῖν ἐπὶ τῶν συνδούλων τῶν ἡμετέρων, καὶ ἀκριβολογεῖσθαι, τοῦτο καὶ ὁ Θεὸς ἐφ’ ἡμῶν ἐργάσεται· καὶ ζητοῦντες τοὺς ὁμοδούλους ἀπαιτήσαι εὐθύνας, αὐτοὶ τῆς ἄνωθεν ἐκπεσούμεθα φιλανθρωπίας· «Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε», φησίν. Ἀλλ’ ἐπὶ τὴν ὑπόθεσιν πάλιν τὸν λόγον ἐπαναγάγωμεν. Ἰδὼν τοίνυν αὐτὸν ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ, φησί· «Πάτερ Ἀβραάμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον».
Τίνος ἕνεκεν οὐχὶ πρὸς τὸν Λάζαρον τὸν λόγον ἀπέτεινε; Ἐμοὶ δοκεῖ ὅτι ᾐσχύνθη καὶ ἠρυθρίασε, καὶ ἐκ τῶν κατ’ αὐτῶν πραγμάτων ἐνόμιζεν αὐτὸν μνησικακήσειν πάντως. Εἰ γὰρ ἐγώ, φησί, τοσαύτης ἀπολαύων εὐπορίας, καὶ μηδὲν ἠδικημένος, ἐν τοσούτοις ὄντα κακοῖς ὑπερεῖδον τὸν ἄνθρωπον, καὶ οὐδὲ ψιχίων μετέδωκα, πολλῷ μᾶλλον αὐτὸς ὁ οὕτως ὑπεροφθεὶς οὐκ ἐπινεύσει τῇ χάριτι. Ταῦτα οὐχὶ τοῦ Λαζάρου κατηγοροῦντες λέγομεν· οὐ γὰρ δὴ οὕτως ἐκεῖνος διέκειτο, μὴ γένοιτο· ἀλλ’ ὅτι οὗτος ταῦτα δεδοικώς, οὐκ ἐκάλεσεν ἐκεῖνον, ἀλλὰ τὸν Ἀβραὰμ ἐφώνησεν, ὃν ἀγνοεῖν ᾤετο τὰ γεγενημένα· καὶ τὸν δάκτυλον ἐπεζήτησεν ἐκεῖνον, ὃν ταῖς γλώσσαις τῶν κυνῶν ἀφῆκε περιλειχθῆναι πολλάκις. Τὶ οὖν ἐκεῖνος; «Τέκνον, ἀπέλαβες τὰ ἀγαθὰ σου ἐν τῇ ζωῇ σου». Ὅρα φιλοσοφίαν, ὅρα φιλοστοργίαν δικαίου. Οὐκ εἶπεν· ἀπάνθρωπε καὶ ὠμὲ καὶ παμπόνηρε, τοσαῦτα κακὰ διαθεὶς τὸν ἄνθρωπον, φιλανθρωπίας μέμνησαι νῦν καὶ ἐλέου καὶ συγγνώμης; Οὐκ ἐρυθριᾷς, οὐδὲ αἰσχύνη; Ἀλλὰ τί; «Τέκνον, φησί, ἀπέλαβες τὰ ἀγαθὰ σου. Ψυχὴν γὰρ κεκακωμένην μὴ προσταράξῃς», φησίν. Ἀρκεῖ τὰ τῆς τιμωρίας αὐτῷ· μὴ προσεπεμβαίνωμεν αὐτοῦ ταῖς συμφοραῖς. Ἀλλὰ δέ, καὶ ἵνα μὴ νομίσῃ, ὅτι μνησικακῶν ὑπὲρ τῶν παρελθόντων ἐκώλυσεν ἀπελθεῖν τὸν Λάζαρον, τέκνον αὐτὸν καλεῖ, μονονουχὶ ὑπὲρ ἑαυτοῦ διὰ τῆς προσηγορίας ἀπολογούμενος. Οὗ κύριός εἰμι, σοί, φησί, μεταδίδωμι· τὸ δὲ ἐντεῦθεν ἀπελθεῖν ἐκεῖ οὐκ ἔστιν ἡμέτερον λοιπόν. «Ἀπέλαβες τὰ ἀγαθὰ σοῦ». Καὶ διὰ τὶ οὐκ εἶπεν, ἔλαβες, ἀλλά, «ἀπέλαβες»; Πολὺ πέλαγος ἐντεῦθεν ἡμῖν νοημάτων ὁρῶ ἀνοιγόμενον. Διὸ δὴ πάντα τὰ εἰρημένα μετὰ ἀκριβείας φυλάξαντες, τὰ τε νῦν, τὰ τε πρώην λεχθέντα, μετὰ ἀσφαλείας ἁπάσης ἀποθώμεθα, καὶ πρὸς τὴν τῶν μελλόντων ῥηθήσεσθαι ἀκρόασιν ἐκ τῶν εἰρημένων ἐπιτηδειοτέρους ἑαυτοὺς κατασκευάσατε· καὶ εἰ μὲν δυνατὸν ὑμῖν γένοιτο, πάντα μοι μνημονεύετε· εἰ δὲ μὴ δύνασθε πάντα, ἀντὶ πάντων ἐκεῖνο, παρακαλῶ, μέμνησθε διηνεκῶς, ὅτι τὸ μὴ μεταδιδόναι πένησιν ἐκ τῶν οἰκείων χρημάτων, ἁρπαγὴ πενήτων ἐστὶ καὶ ἀποστέρησις τὴν ἐκείνων ζωῆς· καὶ οὐ τὰ ἡμέτερα, ἀλλὰ τὰ ἐκείνων κατέχομεν. Ἂν γὰρ οὕτως ὦμεν διακείμενοι, πάντως προησόμεθα τὰ χρήματα, καὶ πεινῶντα θρέψαντες τὸν Χριστὸν ἐνταῦθα, καὶ πολλὴν ἐκεῖ τὴν ἐμπορίαν ἀποθέμενοι, δυνησόμεθα τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμή, κράτος, νῦν καὶ ἀεί, καὶ εἰς τοῦ αἰῶνας τῶν αἰώνων. Ἀμήν.




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |