ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ζʹ Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰν

Τετάρτη 26 Οκτωβρίου 2016

Ζʹ Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰν




Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56

Ζʹ Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰν τοῦ Ὀζίου βασιλέως Ἰούδα

Ὅπερ πολλάκις εἶπον, τοῦτο καὶνῦν ἐρῶ, ὅτι τὸ παλαιὸν αἱ προφητεῖαι οὐ διὰ τοῦτο ἐγίνοντο, ἵνα ἁπλῶς οἱ Ἰουδαῖοι τὰ μέλλοντα μάθωσιν, ἀλλ' ἵνα μαθόντες, ἐντεῦθεν κερδάνωσι καὶ τῷ φόβῳ τῆς ἀπειλῆς γένωνται  σωφρονέστεροι καὶ τῇ τῶν ἀγαθῶν ὑποσχέσει προθυμότεροι περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν, ἑκατέρωθεν  μανθάνοντες τοῦ Θεοῦ τήν τε δύναμιν καὶ τὴν περὶ αὐτοὺς κηδεμονίαν. Καὶ γὰρ ταύτης ἕνεκεν τῆς αἰτίας προελέγετο τὰ λεγόμενα, καὶ ἵνα μὴ νομίσωσιν ἁπλῶς καὶ ὡς ἔτυχε τὰ συμβαίνοντα  ἐπιέναι,  κατά τινα  ἀκολουθίαν  φύσεως  ἢ πραγμάτων  φοράν,  ἀλλὰ εἰδῶσιν,  ὅτι  ἄνωθεν  καὶ ἐκ τῆς  τοῦ Θεοῦ ψήφου  ταῦτα  ἑκάτερα γίγνεται·  ὅπερ αὐτοὺς τὰ μέγιστα εἰς θεογνωσίαν  ὠφέλει.  Ἀλλ' ἐπειδή, καθάπερ καὶ ἔμπροσθεν ἔφθην εἰπών, ἡ προφητεία οὐκ ἐν αὐτῷ τῷ καιρῷ τὴν ἀπόδειξιν εἶχεν, ἀλλὰ τὰ μὲν ῥήματα τότε ἐλέγετο, τὰ δὲ πράγματα μακροῖς ὕστερον ἔμελλον ἐκβήσεσθαι χρόνοις,


 ἐνίων τῶν ἀκουόντων πολλάκις καὶ προαπερχομένων καὶ οὐ δυναμένων δικάσαι τῇ τῶν  λεγομένων  ἀκολουθίᾳ,  ὅρα τί ποιεῖ  καὶ πραγματεύεται  ὁ Θεός. Προφητείαν προφητείαις συνάπτει μακροτέραις ἐγγυτέραν, τὴν ἐπὶ τῆς γενεᾶς αὐτῶν γενομένην τῶν μακρὸν ὕστερον ἐσομένων μεγίστην ἀπόδειξιν παρεχόμενος. Ἐπὶ δὲ τῶν εὐαγγελίων    καὶ   ἑτέρως   μεθοδεύει   τουτὶ   τῆς   ὠφελείας   τὸ   εἶδος,   θαύματα προφητείαις   συνάπτων   καὶ   θάτερον   θατέρῳ   κατασκευάζων.   Οἷον  τι   λέγω· προσῆλθεν αὐτῷ ὁ λεπρός ποτε καὶ ἐκαθάρθη καὶ μετ' ἐκεῖνον πάλιν ὁ τοῦ ἑκατοντάρχου  παῖς  ἀπηλλάγη  τῆς  χαλεπῆς  ἀρρωστίας ἐκείνης  καὶ σημεῖα ταῦτα μεγάλα ἦν· ἀλλ' ὅμως οὐκ ἔστη μέχρι τῶν σημείων, ἀλλὰ καὶ προφητείαν προστέθεικεν. Ἐπειδὴ γὰρ ὁ ἑκατόνταρχος  τὴν  θαυμαστὴν  ἐκείνην  καὶ μεγάλην ἐπεδείξατο πίστιν, δι' ἧς τὸν παῖδα ἀπήλλαξε τῆς ἀρρωστίας, ἐπήγαγεν  ὁ Χριστὸς λέγων· Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, οἱ δὲ υἱοὶτῆς βασιλείας ἐκβληθήσονται ἔξω. Ταῦτα δὲ ἔλεγε, καὶ τὴν τῶν ἐθνῶν  κλῆσιν καὶ τὴν τῶν Ἰουδαίων  ἀποβολὴν προαναφωνῶν·  ὃ δὴ νῦν ἐπὶ τῶν ἔργων ἐξέβη καὶ τοῦ ἡλίου φανερώτερον  ἅπασι δείκνυται· ἀλλὰ τότε τέως  ἄδηλον  ἦν  καὶ  τοῖς  ἀπίστοις  οὐκ  εὐπαράδεκτον.  ∆ιὰ  δὴ  τοῦτο  σημεῖον προέλαβε τὸ τότε ἐκβάν, τῷ μετὰ ταῦτα συμβησομένῳ πολλὴν προαποτιθέμενος τὴν πίστιν· ὥσπερ οὖν καὶ αὐτὴ ἡ προφητεία, ἐπὶ τῶν ἔργων φαινομένη νῦν, τῷ σημείῳ τῷ τότε γενομένῳ πολλὴν παρέχει τὴν βεβαίωσιν. Τί γὰρ ἂν εἴποι ὁ ἄπιστος; ὅτι οὐκ ἐκαθάρθη ὁ λεπρός; Βλεπέτω τῆς προφητείας τὴν ἀλήθειαν, καὶ ἀπὸ ταύτης καὶ τῷ σημείῳ πιστευέτω. Τί δὲ ἂν εἴποιεν οἱ τότε Ἰουδαῖοι; ὅτι ἃ προλέγει οὐκ ἔστιν ἀληθῆ; Ὁράτωσαν τὸν λεπρὸν καθαιρόμενον καὶ ἀπὸ τῶν ἐπ' ἐκείνου γενομένων  καὶ περὶ τῶν μελλόντων  μὴ ἀπιστείτωσαν, μέγιστον λαμβάνοντες ἐνέχυρον ἐκεῖνοι μὲν τῆς προφητείας τὸ σημεῖον, οἱ δὲ νῦν τοῦ σημείου τὴν προφητείαν. Εἶδες πῶς θάτερον διὰ θατέρου κατασκευάζεται; Τοῦτο καὶ ἐπὶ τῆς Παλαιᾶς γινόμενον ἴδοι τις ἄν. Ἐπεὶ γὰρ καὶ ὁ Ἱεροβοὰμ τὴν χαλεπὴν ἐκείνην ἐμάνη μανίαν καὶ δαμάλεις ἔστησε χρυσᾶς, ἐλθὼν  ὁ προφήτης  τά τε μέλλοντα  προανεφώνησεν  καὶ σημεῖον εὐθέως ἔδωκεν. Ἵνα γὰρ μηδεὶς ἀπιστῇ τοῖς μετὰ τριακόσια συμβησομένοις ἔτη, τὸν βωμὸν ἔρρηξε καὶ τὴν πιότητα  ἐξέχεε καὶ τὴν χεῖρα τοῦ βασιλέως ἐξήρανεν, ἀπὸ τῶν  πρὸ τῶν ὀφθαλμῶν  γινομένων  τῶν μετὰ πολὺν χρόνον συμβησομένων σαφῆ παρεχόμενος τὴν ἀπόδειξιν. Καὶ πολλὰ  τοιαῦτα ἴδοι τις ἂν καὶ ἐν τῇ Καινῇ καὶ ἐν τῇ Παλαιᾷ γινόμενα,  τοῦ Θεοῦ διαφόρως  τὴν ἡμετέραν οἰκονομοῦντος  σωτηρίαν. Ὃ δὴ καὶ ἐνταῦθα γέγονε καὶ μετὰ πλείονος τῆς περιουσίας· οὐ γὰρ δὴ σημεῖον μόνον, ἀλλὰ καὶ προφητείαν  ὁμοῦ καὶ σημεῖον συνέπλεξεν. Ἀλλ' ὥστε σαφέστερα γενέσθαι τὰ λεγόμενα,  αὐτὴν  μετὰ  ἀκριβείας  τὴν  ἱστορίαν  ἐπέλθωμεν.  Καὶ ἐγένετο  ἐν  ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰν τοῦὈζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥασὴν βασιλεὺς Ἀρὰμ και Φακὲς υἱὸς Ῥωμελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴπολεμῆσαι αὐτὴν καὶ οὐκ ἠδυνήθησαν  πολιορκῆσαι  αὐτήν.  Καὶ ἀνηγγέλη  εἰς  τὸν  οἶκον  ∆αυῒδ, λεγόντων· συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ. Ἔστι μὲν ἱστορία τὰεἰρημένα καὶ πραγμάτων διήγησις· ἀλλ' ὁ νοῦν  ἔχων  καὶ ὀξὺ βλέπων,  πολὺ  καὶ ἐντεῦθεν  καρπώσεται τὸ κέρδος, τοῦ  Θεοῦ τὴν  πολλὴν  σοφίαν  καὶ  τὴν  ὑπὲρ τῶν  Ἰουδαίων  κηδεμονίαν καταμανθάνων  Οὔτε γὰρ ἐκ προοιμίων τὸν πόλεμον ἀνεχαίτισεν, οὔτε ἐπελθόντα κρατῆσαι τῆς πόλεως συνεχώρησεν, ἀλλὰ τὴν ἀπειλὴν ἀφεὶς γενέσθαι τὴν διὰ τῶν ῥημάτων, τὴν πεῖραν ἐκώλυσεν, ὁμοῦ μὲν ἐκείνους  ἀφυπνίζων  καὶ τῆς ῥᾳθυμίας ἀπαλλάττων,  ὁμοῦ δὲ τὴν ἑαυτοῦ δύναμιν  ἐνδεικνύμενος,  ὅτι δυνατὸν  αὐτῷ καὶ πρὸς αὐτὸ τῶν δεινῶν τὸ τέλος ἐλθόντων, ὥσπερ οὐδὲ ἀρχὴν εἰληφότων, οὕτω τοὺς ἐμπίπτοντας  ἀκεραίους διατηρῆσαι. Ὃ πολλαχοῦ  ποιοῦντα αὐτὸν ἔστιν ἰδεῖν· οἷον ἐπὶ τῆς καμίνου τῆς Βαβυλωνίας καὶ ἐπὶ τοῦ λάκκου τῶν λεόντων  καὶ ἐφ' ἑτέρων μυρίων  πραγμάτων.  Καὶ γὰρ  ἦλθον  οὗτοι  καὶ  ἐπολιόρκησαν,  καὶ  τῶν  τειχῶν ἁψάμενοι  καὶ τὴν  διάνοιαν  τῶν  ἔνδον  οἰκούντων  κατασείσαντες, οὐδὲν ἴσχυσαν περαιτέρω.
. Ἔστι δὲ κἀντεῦθεν ἰδεῖν τῶν δέκα φυλῶν τὴν παρανομίαν, ὅτι οὐ μόνον ἐμφύλιον ἀνείλοντο πόλεμον, οὐδ' ὅτι πρὸς τοὺς ἀδελφοὺς ἐστασίασαν, ἀλλ' ὅτι καὶ ἀλλοφύλοις καὶ ἀλλογενέσιν ἑαυτοὺς συνῆψαν καὶ οἱ μηδὲ ἁπλῶς κοινωνεῖν αὐτοῖς ἐπιτραπέντες  καὶ συμμάχους ἐκάλουν,  καὶ συνεφράττοντο  καὶ κατὰ  τῆς  πόλεως ἵσταντο. Τὸν γὰρ Ῥασὴν ἀλλόφυλον ὄντα κατὰ τῆς μητροπόλεως ἤγειρον. Καὶ ἦν τὰ τῆς μάχης ἀνώμαλα. Παρὰ μὲν γὰρ ἐκείνοις πλῆθος ἄπειρον καὶ πόλεις καὶ ἔθνη καὶ δῆμοι· ἐνταῦθα δὲ τούτων οὐδέν, ἀλλὰ πόλις μία ἡ μητρόπολις, ὥστε ἐκ περιουσίας φανῆναι  τοῦ  Θεοῦ τὴν  ἰσχύν.  Οὐδενὸς γὰρ  ὅπλα  κινοῦντος,  οὐδὲ  ἐξιόντος  καὶ παραταττομένου,  ἐξέπιπτον  ἐκεῖνοι  τῶν  πονηρῶν  τούτων  ἐγχειρημάτων.  Οὐ γὰρ ἠδυνήθησαν, φησί, πολιορκῆσαι αὐτήν. Καίτοι τί τὸ κωλῦον ἦν; Οὐδὲν ἕτερον, ἀλλ' ἢ τοῦ Θεοῦ χεὶρ ἀοράτως αὐτοὺς ἀποκρουομένη. Πλὴν ἀλλ',  ὅπερ εἶπον, τὸν μὲν πόλεμον ἀπεκρούσατο, τὸν δὲ φόβον οὐκ εὐθέως ἀνεῖλεν. Ἀνηγγέλη γάρ, φησίν, εἰς τὸν οἶκον ∆αυΐδ, ὅτι συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ. Καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ. Ὅταν μέλλῃ τι παράδοξον ὁ Θεὸς ποιεῖν, οὐκ εὐθέως ἐπάγει τὸ θαῦμα, ἀλλὰ πρότερον τοὺς μέλλοντας ἀπολαύειν ἐν αἰσθήσει τῶν δεινῶν ἀφίησι  γενέσθαι,  ἵνα  μετὰ  τὴν  ἀπαλλαγὴν  τῶν  δεινῶν  μηδεμίαν  ἀγνωμοσύνην ἐπιδείξωνται.  Ἐπειδὴ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων,  τὰ μὲν ὑπὸ τύφου, τὰ δὲ ὑπὸ ῥᾳθυμίας ἐπιλανθάνονται  τῶν δεινῶν μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν ἢ μὴ ἐπιλανθανόμενοι  ἑαυτοῖς λογίζεσθαι βούλονται  τὰ κατορθώματα, πρότερον ἀφεὶς αὐτοὺς   ὑπὸ   τῶν   λυπηρῶν   κατασείεσθαι,  τότε   τὴν   ἐλευθερίαν   δίδωσι   τῶν ἐνοχλούντων·  ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Ἀφῆκεν αὐτῶν τὰς καρδίας ἐκστῆναι, ἀφῆκεν εἰς ἀγωνίαν γενέσθαι πολλὴν καὶ τότε τὴν λύσιν ἐπήγαγε. Τοῦτο καὶ ἐπὶ τοῦ μεγάλου πεποίηκε ∆αυΐδ. Ἐπειδὴ γὰρ ἔμελλεν αὐτὸν εἰς τὴν παράταξιν ἐξαγαγεῖν καὶ τὸ λαμπρὸν ἐκεῖνο τρόπαιον ἐγείρειν διὰ τῶν ἐκείνου χειρῶν, οὐκ ἐκ προοιμίων τοῦ πολέμου  τοῦτο  ἐποίησεν, ἀλλ' ἀφεὶς  τεσσαράκοντα ἡμέρας αὐτοὺς κατεργασθῆναι   τῷ   φόβῳ,   ὅτε   τὴν   οἰκείαν   ἀπέγνωσαν   σωτηρίαν   καὶ   μυρία ὀνειδίζοντος τοῦ βαρβάρου, οὐδὲ οὕτω τις ἐτόλμησε διεγερθῆναι καὶ δέξασθαι τὸν ἀντίπαλον,  τότε  δή,  τότε  τῆς  ἥττης  αὐτῶν  ὁμολογηθείσης,  καὶ  τῆς  ἀσθενείας φανερᾶς γενομένης, ἤγαγε τὸ μειράκιον ἐπὶ τὸν πόλεμον καὶ τὴν παράδοξον ἐκείνην νίκην  εἰργάσατο. Εἰ γὰρ καὶ μετὰ ταῦτα καὶ τὴν  τοσαύτην τῆς ἀσθενείας αὐτῶν ἀπόδειξιν ὁ σωθεὶς βασιλεύς, ὑπὸ φθόνου καὶ βασκανίας τηκόμενος, ἐπεβούλευε τῷ
∆αυΐδ, τοῦ πάθους γενόμενος ὅλος, καὶ ἀγνώμων  περὶ τὸν εὐεργέτην ἐφάνη, εἰ μὴ τοσοῦτον ἔδωκεν ἔλεγχον καὶ τῆς αὐτοῦ καὶ τοῦ στρατοπέδου παντὸς ἀνανδρείας, τί οὐκ ἂν ἐποίησε; Τοῦτο αὐτὸ καὶ ἀλλαχοῦ πολλαχοῦ τὸν Θεὸν ποιοῦντα ἴδοι τις ἄν· ὃ δὴ καὶ ἐνταῦθα  γίνεται.  Ἐπειδὴ γὰρ μέλλει  λύειν  τὸν  πόλεμον  καὶ ἀπαλλάττειν
αὐτοὺς τῶν λυπηρῶν, ἀφίησι πρότερον τῶν δεινῶν αἰσθέσθαι. Ἐξέστη γάρ, φησίν, ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Καὶ τοῦτο προφητείας ἴδιον, τὸ τὰ ἀπόρρητα αὐτῶν εἰς μέσον ἐξαγαγεῖν.
Τὸ γὰρ πάθος ἡμῖν ἑρμηνεύει τῆς ἑκάστου διανοίας καὶ σαφηνείας ἕνεκεν καὶ εἰκόνα προστίθησιν καὶ ὥστε δεῖξαι τὴν ἐπίτασιν τῆς ἀγωνίας. ∆ιεσείσθη γὰρ αὐτῶν, φησίν, ἡ ψυχή, κατεβλήθη τὸ φρόνημα, ἀπέγνωσαν  τῆς σωτηρίας, ἐν ἐσχάτοις ἐνόμιζον
εἶναι,  οὐδὲν  χρηστὸν προσεδόκων, ἕκαστος ὑπὸ τῶν  οἰκείων  λογισμῶν προδεδομένος ἦν. Τί οὖν ὁ Θεός; Προλέγει τὴν ἀπαλλαγὴν καὶ τότε αὐτὴν ἐργάζεται, ἵνα μὴ ἄλλῳ  τινὶ  λογίσωνται  πάλιν  τὴν τῆς πόλεως  ἐλευθερίαν,  καὶ πέμπει τὸν
προφήτην  προαναφωνοῦντα   τὰ μέλλοντα.  Εἶπε γάρ, φησί, Κύριος πρὸς Ἡσαΐαν· Ἔξελθε εἰς συνάντησιν τοῦ Ἄχαζ, σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱός σου, πρὸς τῇ κολυμβήθρᾳ  τῆς  ἀνόδου  τοῦ ἀγροῦ τοῦ κναφέως.  Καὶ ἐρεῖς αὐτῷ· φύλαξαι  τοῦ
ἡσυχάσαι καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω· μηδὲ φοβηθῇς ἀπὸ τῶν δύο ξύλων  τῶν  δαλῶν  τῶν  καπνιζομένων  τούτων.  Ὅταν  γὰρ  ὀργὴ  τοῦ  θυμοῦ  μου γένηται,  πάλιν  ἰάσομαι. Τί ἐστιν, Ἔξελθε εἰς συνάντησιν; Ἀπὸ τοῦ φόβου καὶ τῆς
ἀγωνίας οὐχ ἡσύχαζεν ὁ βασιλεύς, οὐδὲ οἴκοι μένειν ἠνείχετο, ἀλλ' ὅπερ ἔθος τοῖς πολιορκουμένοις ὑπομένειν, συνεχῶς ἐξῄει, τὰ τείχη περισκοπῶν, πρὸς ταῖς πύλαις γινόμενος, περιεργαζόμενος καὶ πολυπραγμονῶν,  πῶς τὰ τῶν πολεμίων  διάκειται πράγματα.  ∆ιὰ  τοῦτό  φησιν·  Ἔξελθε  εἰς  συνάντησιν.   Τί  δέ  ἐστι·  Σὺ  καὶ  ὁ καταλειφθεὶς  Ἰασοὺβ ὁ υἱός σου; Ἰασοὺβ τῇ Ἑβραίων γλώττῃ ἡ ἀναστροφὴ λέγεται
καὶ ἡ διαγωγή.  ∆ιὰ τοῦτο καὶ ὁ Ἰεσσαὶ πέμπων  τὸν  ∆αυῒδ ἔλεγε· Καὶ τὸ Ἰασοὺβ αὐτῶν  λήψῃ· τουτέστι, τὴν  ἀναστροφὴν  αὐτῶν  ἀπαγγελεῖς  μοι  καὶ  τί  διάγουσι πράττοντες.. Καὶ ἐνταῦθα  τοίνυν,  ἐμοὶ  δοκεῖ,  ὁ  προφήτης  κελεύεται  πλῆθος  μεθ' ἑαυτοῦ λαβεῖν, ἵν' ὅταν ἐκβῇ τὰ γεγενημένα,  μὴ ἔχῃ ἀγνωμονεῖν  ὁ βασιλεύς, ὡς οὐδὲν τούτων  ἀκηκοὼς παρὰ τοῦ προφήτου. Ὃ οὖν φησι, τοῦτό ἐστιν· ἔξελθε εἰς
συνάντησιν, σὺ καὶ οἱ ἀναστρεφόμενοι μετὰ σοῦ, οἱ καταλειφθέντες  τοῦ λαοῦ. Μὴ θαυμάσῃς δὲ εἰ υἱὸν αὐτοῦ καλεῖ τὸν λαόν· καὶ γὰρ προϊών φησιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Καὶ γὰρ πατέρων τάξιν ἐπεῖχον οἱ ἅγιοι, τῇ ἀγάπῃ καὶ
τῇ κηδεμονίᾳ τῇ περὶ τὸν δῆμον ἐκεῖνον πάντας τοὺς τῆς φύσεως ἀποκρύπτοντες πατέρας. Καταλειφθέντας δέ φησι, διὰ τὸ πολλοὺς ἀπενηνέχθαι ὑπὸ τῶν πολεμίων. Ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ κναφέως. Πολλῆς μοι καὶ τοῦτο ἀπορίας εἶναι δοκεῖ, εἴ γε οἱ συγκεκλεισμένοι καὶ πολιορκούμενοι καὶ μηδὲ προκῦψαι τολμῶντες, ἔξω πυλῶν ἐφαίνοντο. Καὶ γὰρ ἔξω τειχῶν ἡ ὁδὸς αὕτη φαίνεται νῦν οὖσα. Τίς οὖν ἡ λύσις τῆς ἀπορίας ταύτης; Ὅτι τὸ παλαιὸν ἕτερον περιεβέβλητο τεῖχος· καὶ γὰρ διπλᾶ τῇ πόλει τὰ τείχη ἦν· καὶ τοῦτο ῥᾴδιον ἐξ ἑτέρου προφήτου κατιδεῖν ἐστι τοῖς βουλομένοις προσέχειν. Ἐξελθὼν  τοίνυν  ἀνίστησιν  αὐτῶν  τὰ φρονήματα  καταπεπτωκότα  καὶ κελεύει  θαρσεῖν ὑπὲρ τῶν  μελλόντων.  Ἡσύχασον γάρ, φησί, καὶ μὴ φοβοῦ· καὶ δαλοὺς ξύλων καλεῖ τοὺς βασιλέας, ὁμοῦ μὲν αὐτῶν τὸ σφοδρόν, ὁμοῦ δὲ τὸ εὐχείρωτον   ἐνδεικνύμενος.   Καὶ γὰρ  τὸ  Καπνιζομένων,  διὰ  τοῦτο  προστέθεικε, τουτέστιν,  ἐγγὺς  ὄντων  τοῦ σβεσθῆναι λοιπόν.  Εἶτα δηλῶν,  ὡς  οὐ τῆς  ἐκείνων δυνάμεως, ἀλλὰ τῆς αὐτοῦ συγχωρήσεως ἡ ἔφοδος ἦν, φησίν· Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥωμελίου, ὅτι ἐβουλεύσαντο  βουλὴν  πονηράν,  Ἐφραῒμ  καὶ  ὁ  υἱὸς  τοῦ  Ῥωμελίου  κατὰ  σοῦ λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν καὶ κακώσομεν αὐτὴν καὶ συλλαλήσαντες ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεήλ. Τάδε λέγει Κύριος Σαβαώθ· Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται· ἀλλ' ἡ κεφαλὴ Ἀρὰμ
∆αμασκὸς καὶ  ἡ  κεφαλὴ  ∆αμασκοῦ Ῥασίν. Καὶ ἔτι  ἑξήκοντα  καὶ  πέντε  ἔτη  καὶ ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ λαοῦ. Καὶ ἡ κεφαλὴ Ἐφραῒμ Σομόρων καὶ ἡ κεφαλὴ Σομόρων ὁ υἱὸς τοῦ Ῥωμελίου. Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Πάλιν ὁ προφήτης μεγίστην ἀπόδειξιν παρέχεται τῆς προφητείας. Ἐπειδὴ γὰρ ὁ φόβος κατέσεισε καὶ πρὸ ὀφθαλμῶν  ἦν τὰ δεινά, τὰ δὲ χρηστὰ ἐν ἐλπίσι καὶ προσδοκίαν
ὑπερβαίνοντα  πᾶσαν καὶ οἱ ἀκροώμενοι  οὐ σφόδρα πιστοί, ὅρα τί  ποιεῖ. ∆ίδωσι σημεῖον  μέγιστον  τῶν  ἐκβησομένων,  τὰ  βουλεύματα  τῶν  πολεμίων  εἰς  μέσον ἐκφέρων. Λέγει γὰρ αὐτῶν τὴν γνώμην, μεθ' ἧς ἐπεστράτευσαν τῇ πόλει καὶ τί πρὸς
ἀλλήλους  διελέχθησαν καὶ τί συνθέντες ἐπανῆλθον  καὶ δείκνυσιν ἢ προδοσίαν τὸ πρᾶγμα ὂν (Συλλαλήσαντες γάρ, φησίν, αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς) ἢ πολλῇ  τῇ  ἀπονοίᾳ  μεθύοντας  καὶ  νομίζοντας   μηδὲ  ὅπλων   αὐτοῖς  δεῖν,  μηδὲ
παρατάξεως καὶ συμβολῆς εἰς τὸ τὴν πόλιν λαβεῖν. Ἀρκεῖ γὰρ ἡμῖν φανῆναι, φησί, μόνον  καὶ διαλεχθῆναι,  καὶ πάντας  αἰχμαλώτους  λαβόντας  ἀπελθεῖν.  Εἶτα, ὅπερ πάσχουσιν οἱ ἀλαζόνες,  ὑπὸ  τῆς  ἐλπίδος  ταύτης  φυσηθέντες  καὶ  περὶ  βασιλέως
βουλεύονται, ὡς ἤδη τῆς πόλεως ἁλούσης, καὶ τίνα ἐπιστῆσαι δεῖ τῇ μητροπόλει. Καὶ τὰ μὲν ἐκείνων τοιαῦτα, φησί· τὰ δὲ τοῦ Θεοῦ πάντων ἐκείνων ἀναιρετικά. ∆ιὸ καὶ ἐπήγαγε· Τάδε λέγει Κύριος· καὶ οὐκ ἔστη, ἀλλὰ προσέθηκε, Σαβαώθ. Ὅταν γάρ τι
μέγα ἀπαγγέλλειν  μέλλῃ, τῆς δυνάμεως ἀναμιμνῄσκει τοῦ Θεοῦ καὶ τῆς βασιλείας τῆς ἄνω καὶ τῆς θαυμαστῆς ἐκείνης ἀρχῆς καὶ παραδόξου. Τί οὖν φησιν ὁ Θεός; Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται· ἀλλ' ἡ κεφαλὴ Ἀρὰμ ∆αμασκός. Ἡ ἀρχὴ αὐτοῦ, φησίν, ἡ ἐξουσία αὐτοῦ ἐν ∆αμασκῷ στήσεται καὶ περαιτέρω οὐ προβήσεται. Καὶ ἡ κεφαλὴ ∆αμασκοῦ Ῥασήν. Καὶ ὁ ἄρχων ∆αμασκοῦ, φησί, καὶ ὁ κρατῶν Ῥασὴν ἔσται·
τουτέστιν,  ἐν τοῖς αὐτοῦ μενεῖ  καὶ πλείονα  οὐ προσθήσει δύναμιν  αὐτῷ. Καὶ ἔτι ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ λαοῦ.. Μεγίστη δὲ τῆς ἀληθείας ἀπόδειξις, ὅταν καὶ τοὺς καιροὺς προλέγωσιν οἱ προφῆται, παρέχοντες  τοῖς βουλομένοις  ἐξετάζειν μετὰ ἀκριβείας τῆς προφητείας τὴν  δύναμιν.  Νῦν μὲν γάρ, φησίν, ἀποστήσονται τῆς πόλεως· μετὰ δὲ πέντε  καὶ ἑξήκοντα ἔτη ὁλόκληρον ἀπολεῖται τὸ ἔθνος καὶ ἡ βασιλεία τοῦ Ἰσραὴλ οἰχήσεται καὶ οἱ πολέμιοι λαβόντες αὐτοὺς ἀπελάσονται πάντας. Νῦν μέντοι πρὸ τῆς ἁλώσεως ἐκείνης οὐδὲν πλέον τῶν  οἰκείων λήψονται.  Ἵνα γὰρ μὴ ἀκούσας ὁ βασιλεὺς ὅτι μετὰ ἑξήκοντα  πέντε  ἔτη  ἀπολοῦνται,  λέγῃ  πρὸς ἑαυτόν,  τί  οὖν; ἐὰν  νῦν  ἡμᾶς λαβόντες, τότε ἀπολοῦνται, τί τὸ ὄφελος ἡμῖν; θάρρει, φησί, καὶ περὶ τῶν παρόντων.
Ἁλώσονται γὰρ τότε παντελῶς· νῦν μέντοι πλέον τῶν οἰκείων οὐδὲν ἕξουσιν. Ἀλλ' ἔσται ἡ κεφαλὴ Ἐφραΐμ, τουτέστι, τῶν δέκα φυλῶν, ἡ Σαμαρεία· ἐκεῖ γὰρ ἦν αὐτοῖς ἡ βασιλεία· καὶ οὐκ ἐκταθήσεται περαιτέρω· καὶ ἡ κεφαλὴ Σαμαρείας ὁ βασιλεὺς τοῦ Ἰσραήλ· ὅπερ ἐπὶ τοῦ ∆αμασκηνοῦ ἔλεγε, τοῦτο καὶ ἐνταῦθα δηλῶν, ὅτι οὐδὲν πλέον ἕξουσιν, ὧν  νῦν  κατέχουσιν.  Εἶτα, ἐπειδὴ  πράγματα  εἶπεν  ὑπερβαίνοντα  λόγον ἀνθρώπινον   καὶ  ἀνώτερα   τῆς  τῶν   λογισμῶν   ἀκολουθίας   καὶ  προφητεία   τὸ λεγόμενον  ἦν, εἰκότως ἐπήγαγεν· Ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Μὴ ζήτει, φησί, πῶς καὶ τίνι τρόπῳ ταῦτα ἔσται· Θεὸς γάρ ἐστιν ὁ ἐργαζόμενος καὶ πίστεώς σοι δεῖ μόνης καὶ ἐννοήσεις τοῦ ποιοῦντος τὴν δύναμιν· πᾶσαν ἔλαβες τῶν εἰρημένων τὴν ἀπόδειξιν. ∆ιὸ καὶ ὁ προφήτης ∆αυῒδ ἔλεγεν· Ἐπίστευσα, διὸ καὶ ἐλάλησα. Καὶ ὁ Παῦλος εἰκότως ἐπιλαβόμενος τῆς ῥήσεως ταύτης, ἐπὶ μείζονα αὐτὴν εἵλκυσε πράγματα λέγων· Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ καὶ ἐλάλησα καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν.  Εἰ γὰρ τὰ παλαιὰ  πίστεως  ἔχρῃζε,  τοσοῦτον  ἀπέχοντα  τῶν  ἐν  τῇ  Καινῇ, ὅσον  ἡ  γῆ  τῶν οὐρανῶν, πολλῷ μᾶλλον ἡ τῶν οὕτως ὑψηλῶν δογμάτων γνῶσις καὶ οὐδὲ εἰς νοῦν ἐλθόντων  τινί ποτε. Ὅπερ οὖν καὶ αὐτὸς δηλῶν ἔλεγεν· Ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου  οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶπεν Ἡσαΐας· Ἀκούσατε δή, οἶκος ∆αυΐδ· μὴ πικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; ∆ιὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Πολλὴ τοῦ Θεοῦ συγκατάβασις καὶ τοῦ βασιλέως ἡ ἀγνωμοσύνη. Ἔδει μὲν γὰρ αὐτὸν ἀκούσαντα τοῦ προφήτου μηδὲν ἀμφιβάλλειν περὶ τῶν εἰρημένων· εἰ δὲ καὶ ἀμφέβαλλε, κἂν σημεῖον λαβόντα πιστεῦσαι,  ὅπερ  πολλοὶ   τῶν   παρὰ   Ἰουδαίοις   πεποιήκασι.   Καὶ  γὰρ   ὁ  Θεός, φιλάνθρωπος  ὤν, οὐδὲ τοῦτο παρῃτήσατο παρασχεῖν πολλάκις τοῖς παχυτέροις καὶ χαμαὶ συρομένοις καὶ τῇ γῇ προσηλωμένοις, οἷον ἐποίησεν ἐπὶ τοῦ Γεδεών. Ἐπειδὴ γὰρ πάντων  καταδεέστερος ἦν καὶ παχύτατος, ὅρα ποῦ καταβαίνει  πάλιν  ὁ Θεός. Αὐτὸς αὐτὸν  ἐφέλκεται  καὶ  προτρέπει  πρὸς τὸ  σημεῖον  αἰτῆσαι· καίτοι  γε  οὐδὲ μικρὸν  τοῦτο σημεῖον ἦν, τὸ ἐλέγξαι  αὐτοῦ τὰ ἀπόρρητα καὶ εἰς μέσον ἀγαγεῖν αὐτοῦ τὴν γνώμην  ἅπασαν καὶ τὴν ὑπόκρισιν διελέγξαι πᾶσαν. Ἐπειδὴ γὰρ ὁ μὲν προφήτης εἶπεν· Αἴτησαι σεαυτῷ σημεῖον, ἐκεῖνος δὲ τὸν σφόδρα πιστὸν ὑποκρινόμενος  ἔλεγεν·  Οὐ μὴ  αἰτήσω,  οὐδὲ  μὴ  πειράσω  Κύριον, ὅρα πῶς  μετὰ πολλῆς τῆς σφοδρότητος ἐπάγει τὴν τομὴν ὁ προφήτης, εἰκότως μετὰ τὴν ἀπόδειξιν τῆς ὑποκρίσεως βαρυτέραν ποιούμενος τὴν κατηγορίαν. ∆ιὰ δὴ τοῦτο ἐκεῖνον μὲν οὐδὲ ἀποκρίσεως ἀξιοῖ, πρὸς δὲ τὸν δῆμον ἀποστρέφεται λέγων·  Ἀκούσατε, οἶκος
∆αυΐδ· μὴ μικρὸν ὑμῖν, ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Ἀσαφὲς τὸ εἰρημένον· διὸ δὴ δεῖ τὴν ῥῆσιν ἀναπτύξαι μετὰ ἀκριβείας. Ὃ γὰρ λέγει,τοιοῦτόν ἐστι· μὴ γὰρ ἐμά ἐστι τὰ ῥήματα; μὴ γὰρ ἐμὴ ἡ ἀπόφασις; Εἰ δὲ ἀνθρώποις ἀπιστεῖν ἁπλῶς καὶ ἄνευ λόγου βαρὺ καὶ ἐγκλημάτων ἄξιον, πολλῷ μᾶλλον Θεῷ. Τὸ οὖν ἀγῶνα  παρέχειν  οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπιστεῖν. Τοῦτο οὖν, φησί, μὴ μικρόν
ἐστιν ἔγκλημα; μὴ ἡ τυχοῦσα κατηγορία τοῖς ἀνθρώποις ἀπιστεῖν; Εἰ δὲ τοῦτο βαρύ, πολλῷ μᾶλλον τῷ Θεῷ.. Καὶ τοῦτο δὲ ἔλεγεν,  ἵνα  μάθωσι πάντες,  ὅτι ἀνεξαπάτητος  ἔμεινεν  ὁ προφήτης, οὐκ ἀπὸ τῶν ῥημάτων παραλογιζόμενος τῶν εἰρημένων, ἀλλ' ἀπὸ τῶν ἐν τῇ διανοίᾳ  τοῦ Ἄχαζ φέρων  τὴν ψῆφον.  Τοῦτο καὶ ὁ Χριστὸς πολλάκις  ἐπὶ τῶν εὐαγγελίων  ἐποίησε. Πρὶν ἢ γὰρ τὴν ἀπὸ τῶν  σημείων παρασχεῖν ἀπόδειξιν, τὴν κακίαν τῶν Ἰουδαίων εἰς μέσον ἄγων τὴν ἐν διανοίᾳ τυρευομένην, οὐ μικρὸν τοῦτο
παρεῖχε σημεῖον· οἷον ἐπὶ τοῦ παραλυτικοῦ πεποίηκεν. Ἐπειδὴ γὰρ εἶπε πρὸς αὐτόν· Θάρσει, τέκνον· ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἐκεῖνοι δὲ ἔλεγον ἐν ἑαυτοῖς· Βλασφημεῖ· φησί, πρὶν ἢ σφῖγξαι τὸν παραλελυμένον· Τί βουλεύεσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; μέγιστον θεότητος  τοῦτο παρέχων  τεκμήριον, τὸ τὰ ἀπόρρητα εἰδέναι  τῆς διανοίας.  Σὺ γὰρ ἐπίστασαι, φησί, καρδίας μονώτατος.  Καὶ ὁ ∆αυῒδ πάλιν  φησίν· Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. Τοῦτο καὶ τοῖς προφήταις ἐδίδου πολλάκις ὁ Θεὸς εἰδέναι, ἵν' οἱ ἀκούοντες μανθάνωσιν  ὅτι οὐδὲν ἀνθρώπινον  τῶν εἰρημένων, ἀλλ' ἄνωθεν καὶ ἐκ τῶν οὐρανῶν ἡ ψῆφος ἅπασα κατενήνεκται. ∆ιὰ δὴ τοῦτο καὶ ὁ μεγαλοφωνότατος  οὗτος Ἡσαΐας, ἐπειδὴ μετὰ πολλῆς τῆς ἐπιεικείας  διελέχθη  τῷ βασιλεῖ καὶ τῶν δεινῶν  ἀπήλλαξε καὶ θαρρεῖν ἐκέλευσεν ὑπὲρ τῶν παρόντων  καὶ τεκμήρια τούτου παρέσχεν αὐτῷ, τὸ τὴν βουλὴν ἐξαγγεῖλαι τῶν ἐπιστρατευσάντων καὶ τὴν προδοσίαν ἐλέγξαι καὶ τὴν ἅλωσιν τοῦ Ἰσραὴλ προειπεῖν τὴν παντελῆ καὶ ὁλόκληρον καὶ τὸν χρόνον προσθεῖναι, οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ καὶ περαιτέρω πρόεισι καὶ  οὐκ  ἀναμένει  σημεῖον  αὐτὸν  αἰτῆσαι,  ἀλλὰ  καὶ  μὴ  βουλόμενον  δι' ὑπερβολὴν ἀπιστίας προτρέπεται· καὶ οὐδὲ ἁπλῶς, ἀλλὰ καὶ κύριον τῆς αἱρέσεως ποιεῖ·  οὐδὲ  γάρ  φησι,  τὸ  καὶ  τὸ  σημεῖον,  ἀλλ'  ὅπου  βούλει,  φησί·  πλούσιος  ὁ
∆εσπότης, παναλκὴς ἡ δύναμις, ἄφατος ἡ ἐξουσία. Ἂν ἐκ τῶν οὐρανῶν βουληθῇς, οὐδὲν τὸ κωλῦον· ἂν ἐκ τῆς γῆς, οὐδὲν τὸ ἐμποδίζον. Τοῦτο γάρ ἐστιν· Ἢ εἰς βάθος ἢ εἰς ὕψος. Ἐπειδὴ δὲ οὐδὲ οὕτως αὐτὸν ἐπεσπάσατο, οὐδὲ ἐνταῦθα ἐσίγησεν, ἀλλ' ἔλεγχον ἐπαγαγὼν καὶ τοῦτον ὑπὲρ διορθώσεως τοῦ ἀκούοντος καὶ τοῦ δεῖξαι, ὡς οὐκ ἠπάτησεν, οὐδὲ παρελογίσατο, ἀνακαλύπτει  προφητείαν  ἀπόρρητον, τὴν  ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης ἐσομένην καὶ ἐπὶ διορθώσει τῶν πραγμάτων ἁπάντων· καί φησι τὸ σημεῖον οὐχὶ  τῷ  Ἄχαζ δίδοσθαι λοιπόν,  ἀλλὰ  τῷ  κοινῷ  τῶν  Ἰουδαίων δήμῳ. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν πρὸς αὐτὸν τὸν λόγον ἀπέτεινεν· ἐπειδὴ δὲ ἀνάξιον ἐκεῖνος ἑαυτὸν ἀπέφηνε, τῷ κοινῷ τοῦ λαοῦ διαλέγεται. ∆ιὰ τοῦτο γάρ, φησί, δώσει, οὐχὶ σοί, ἀλλ' ὑμῖν σημεῖον. Ὑμῖν, τίσιν; Τοῖς ἐν τῷ οἴκῳ ∆αυΐδ. Καὶ γὰρ ἐκεῖθεν ἐβλάστησε τὸ σημεῖον. Τί οὖν τὸ σημεῖόν ἐστιν; Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Παρατηρητέον, ὅπερ καὶ  ἔμπροσθεν  εἶπον,  ὅτι  οὐ  τῷ  Ἄχαζ  δίδοται  λοιπὸν  τὸ  σημεῖον.  Καὶ ὅτι  οὐ στοχασμός, αὐτὸς ὁ προφήτης  καὶ ἐνεκάλεσε καὶ κατηγόρησε λέγων·  Μὴ μικρὸν ὑμῖν,  ἀγῶνα  παρέχειν  ἀνθρώποις;  καὶ  προσέθηκε· ∆ιὰ τοῦτο  δώσει Κύριος ὑμῖν σημεῖον. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Εἰ δὲ μὴ παρθένος ἦν, οὐδὲ σημεῖον ἦν. Τὸ γὰρ σημεῖον ἐκβαίνειν δεῖ τὴν κοινὴν ἀκολουθίαν καὶ τὴν τῆς φύσεως ὑπερβαίνειν συνήθειαν  καὶ  ξένον  εἶναι  καὶ  παράδοξον,  ὥστε  ἕκαστον  ἐπισημαίνεσθαι  τῶν ὁρώντων  καὶ ἀκουόντων.  ∆ιὰ γὰρ τοῦτο  καὶ σημεῖον λέγεται,  διὰ τὸ ἐπίσημον. Ἐπίσημον δὲ οὐκ ἂν γένοιτο, εἰ μέλλοι κρύπτεσθαι τῇ κοινωνίᾳ τῶν ἄλλων πραγμάτων. Ὥστε εἰ περὶ γυναικὸς ὁ λόγος ἦν νόμῳ φύσεως τικτούσης, τίνος ἕνεκεν σημεῖον καλεῖ τὸ καθ' ἑκάστην γινόμενον ἡμέραν; ∆ιὰ δὴ τοῦτο καὶ ἀρχόμενος οὐχ ἁπλῶς  εἶπεν·  Ἰδοὺ  παρθένος,  ἀλλ'  ἰδοὺ  ἡ  παρθένος,  τῇ  προσθήκῃ τοῦ  ἄρθρου ἐπίσημόν τινα καὶ μόνην τοιαύτην γεγενημένην  ἡμῖν αἰνιττόμενος. Ὅτι γὰρ ἡ προσθήκη αὕτη τοῦτο ἐνδείκνυται, δυνατὸν καὶ ἀπὸ τῶν εὐαγγελίων μαθεῖν. Ἐπειδὴ γὰρ ἔπεμψαν πρὸς τὸν Ἰωάννην  οἱ Ἰουδαῖοι ἐρωτῶντες,  Τίς εἶ; οὐκ ἔλεγον· Σὺ εἶ χριστός, ἀλλ' Εἰ σὺ εἶ ὁ Χριστός· οὐδὲ ἔλεγον,  Σὺ εἶ προφήτης,  ἀλλ' Εἰ σὺ εἶ ὁ προφήτης·  ὧν  ἕκαστον ἐξαίρετον  ἦν.  ∆ιὰ τοῦτο  καὶ  ἀρχόμενος  ὁ Ἰωάννης  οὐκ ἔλεγεν· Ἐν ἀρχῇ ἦν Λόγος, ἀλλ' Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Οὕτω δὴ καὶ ἐνταῦθα οὐκ εἶπεν· Ἰδοὺ παρθένος, ἀλλ' Ἰδοὺ ἡ παρθένος· καὶ μετὰ ἀξιώματος προφήτῃ πρέποντος τὸ Ἰδού. Μόνον γὰρ οὐχὶ ὁρῶντος ἦν τὰ γινόμενα καὶ φανταζομένου καὶ πολλὴν ἔχοντος ὑπὲρ τῶν εἰρημένων πληροφορίαν. Τῶν γὰρ ἡμετέρων  ὀφθαλμῶν  ἐκεῖνοι  σαφέστερον τὰ μὴ ὁρώμενα  ἔβλεπον.  Τὴν μὲν  γὰρ
αἴσθησιν εἰκὸς καὶ ἀπατηθῆναι· ἡ δὲ τοῦ Πνεύματος χάρις ἀνεξαπάτητον παρείχετο τὴν ἀπόφασιν.. Καὶ τίνος ἕνεκεν οὐ προσέθηκε, φασίν, ὅτι ἐκ Πνεύματος ὁ τόκος ἔσται; Προφητεία ἦν τὸ λεγόμενον καὶ συνεσκιασμένως ἀπαγγεῖλαι ἔδει, ὃ πολλάκις εἶπον, διὰ τὴν τῶν ἀκουόντων ἀγνωμοσύνην, ἵνα μὴ σαφῶς πάντα μαθόντες καὶ τὰ βιβλία πάντα  κατακαύσωσιν. Εἰ γὰρ τῶν  προφητῶν  οὐκ ἐφείσαντο, πολλῷ  μᾶλλον  τῶν γραμμάτων  οὐκ  ἂν  ἀπέσχοντο.  Καὶ ὅτι  οὐ  στοχασμὸς τὸ  εἰρημένον,  ἕτερός  τις βασιλεὺς ἐπὶ τοῦ Ἰερεμία αὐτὰ τὰ βιβλία λαβὼν κατέτεμε καὶ πυρὶ παρεδίδου. Εἶδες μανίαν  ἀφόρητον;  εἶδες  ὀργὴν  ἀλόγιστον;  Οὐκ ἤρκεσεν  αὐτῷ  τὸ  ἀφανίσαι  τὰ γράμματα, ἀλλὰ καὶ ἐνέπρησε, τὸ ἀλόγιστον  αὐτοῦ πάθος πληρῶσαι βουλόμενος. Ἀλλ' ὅμως καὶ ἀσαφῶς εἰπὼν  ὁ θαυμάσιος οὗτος προφήτης,  τὸ πᾶν  ἐνεδείξατο. Παρθένος  γάρ,  ἕως  ἂν  μένῃ  παρθένος,  πόθεν  ἄλλοθεν   κυήσειεν,  εἰ  μὴ  ἀπὸ Πνεύματος ἁγίου; Τὸ γὰρ νόμον  λῦσαι  φύσεως  οὐδενὸς  ἑτέρου ἦν,  ἀλλ' ἢ  τοῦ δημιουργοῦ τῆς φύσεως. Ὥστε εἰπὼν  ὅτι τέξεται  ἡ παρθένος, τὸ πᾶν  ἐνέφηνεν. Εἰπὼν τοίνυν τὸν τόκον, λέγει καὶ τὸ ὄνομα τοῦ τικτομένου, οὐ τὸ τεθέν, ἀλλὰ τὸ ἀπὸ τῶν πραγμάτων. Ὥσπερ γὰρ τὴν Ἱερουσαλὴμ καλεῖ πόλιν δικαιοσύνης, καίτοι γε οὐδαμοῦ δικαιοσύνης ἐκλήθη πόλις, ἀλλὰ ἀπὸ τῶν πραγμάτων ταύτην εἶχε τὴν προσηγορίαν, διὰ τὸ πολλὴν  γεγενῆσθαι τὴν ἐπὶ τὸ βέλτιον  αὐτῆς μεταβολὴν καὶ τὴν τοῦ δικαίου προστασίαν (καὶ γὰρ ὅταν πόρνην καλῇ, οὐχ ὡς τῆς πόλεως οὕτω ποτὲ κληθείσης, ἀλλὰ ἀπὸ τῆς κακίας τὸ ὄνομα τίθησιν· οὕτω δὴ καὶ μετὰ ταῦτα ἀπὸ τῆς ἀρετῆς)· τὸ αὐτὸ τοίνυν καὶ ἐπὶ τοῦ Χριστοῦ λεκτέον, ὅτι τὸ ἀπὸ τῶν πραγμάτων αὐτῷ ὄνομα τέθεικε. Τότε γὰρ μάλιστα μεθ' ἡμῶν ὁ Θεὸς γέγονεν, ἐπὶ τῆς γῆς ὀφθεὶς καὶ τοῖς ἀνθρώποις συναναστρεφόμενος καὶ τὴν πολλὴν ἐπιδεικνύμενος  περὶ ἡμᾶς κηδεμονίαν. Οὐκέτι γὰρ ἄγγελος, οὐδὲ ἀρχάγγελος μεθ' ἡμῶν, ἀλλ' αὐτὸς καταβὰς ὁ
∆εσπότης τὴν πᾶσαν ἀνεδέξατο διόρθωσιν, πόρναις διαλεγόμενος, τελώναις συνανακείμενος, εἰς ἁμαρτωλῶν  οἰκίας εἰσιών, λῃσταῖς παρρησίαν διδούς, μάγους ἐφελκόμενος,  πάντα  περιιὼν  καὶ διορθούμενος, καὶ αὐτὴν  τὴν  φύσιν  ἑνῶν  πρὸς ἑαυτόν. Ταῦτα οὖν πάντα ὁ προφήτης προαναφωνεῖ, ὁμοῦ καὶ τὸν τόκον λέγων καὶ
τὸ  κέρδος τῶν  ὠδίνων  τὸ  ἄφατον  ἐκεῖνο  καὶ  ἄπειρον.  Ὅταν  γὰρ  ὁ Θεὸς μετὰ ἀνθρώπων  ᾖ, οὐδὲν δὴ δεῖ λοιπὸν  δεδοικέναι,  οὐδὲ τρέμειν, ἀλλ' ὑπὲρ ἁπάντων θαρρεῖν· ὅπερ οὖν καὶ ἐγένετο. Καὶ γὰρ τὰ ἀρχαῖα ἐκεῖνα καὶ ἀκίνητα ἐλύθη κακὰ καὶ
ἡ κατὰ τοῦ κοινοῦ γένους ἀπόφασις ἀνῃρεῖτο καὶ τῆς ἁμαρτίας τὰ νεῦρα ἐκέκοπτο καὶ διαβόλου τυραννὶς κατελύετο καὶ ὁ πᾶσιν ἄβατος παράδεισος ἀνδρο φόνῳ καὶ λῃστῇ πρῶτον ἠνοίγετο καὶ οὐρανῶν ἁψῖδες ἀνεπετάννυντο  καὶ ἀγγέλοις ἄνθρωποι
συνανεμίγνυντο  καὶ πρὸς τὸν βασιλικὸν θρόνον ἡ φύσις ἡ ἡμετέρα ἀνήγετο καὶ τοῦ ᾅδου  τὸ  δεσμωτήριον  ἄχρηστον  ἦν  καὶ  ὁ  θάνατος  ὄνομα  λοιπὸν  ἔμενεν  ὄν,πράγματος ἀπεστερημένον· καὶ μαρτύρων χοροὶ καὶ γυναῖκες κατακλῶσαι τοῦ ᾅδου τὰ κέντρα. Ταῦτα οὖν πάντα προορῶν ὁ προφήτης ἐσκίρτα καὶ ἐχόρευε καὶ δι' ἑνὸς ῥήματος ἡμῖν αὐτὰ ἐνεδείκνυτο, προφητεύων  ἡμῖν τὸν Ἐμμανουήλ. Βούτυρον καὶ
μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν. ∆ιότι πρὶν  ἢ γνῶναι  τὸ παιδίον  ἀγαθὸν  ἢ κακόν, ἀπειθεῖ  πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Ἐπειδὴ τὸ τικτόμενον  παιδίον οὔτε ἄνθρωπος ἦν ψιλός, οὔτε Θεὸς μόνον,
ἀλλὰ  Θεὸς ἐν ἀνθρώπῳ,  εἰκότως  καὶ ὁ προφήτης  ποικίλλει  τὸν  λόγον,  νῦν  μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο λέγων καὶ τὰ παράδοξα τιθεὶς καὶ οὐκ ἀφιεὶς ἀπιστηθῆναι τὴν οἰκονομίαν  διὰ τὴν τοῦ θαύματος ὑπερβολήν. Εἰπὼν γὰρ ὅτι τέξεται ἡ παρθένος,
ὅπερ ἦν ἀνωτέρω φύσεως καὶ ὅτι κληθήσεται Ἐμμανουήλ, ὃ καὶ αὐτὸ μεῖζον προσδοκίας ἦν, ἵνα μή τις τὸν Ἐμμανουὴλ ἀκούσας, τὰ Μαρκίωνος πάθῃ καὶ νοσήσῃ τὰ Οὐαλεντίνου  διὰ τὴν  οἰκονομίαν,  διαρρήδην ἐπήγαγε  καὶ τῆς οἰκονομίας  τὴν
σαφεστάτην ἀπόδειξιν, ἀπὸ τῆς τραπέζης αὐτὴν πιστούμενος. Τί γάρ φησι; Βούτυρον καὶ μέλι φάγεται. Τοῦτο δὲ οὐκ ἂν εἴη θεότητος, ἀλλὰ τῆς φύσεως τῆς ἡμετέρας. ∆ιὰ γάρ τοι τοῦτο οὐδὲ ἄνθρωπον ἁπλῶς πλάσας ἐνῴκησεν ἐν αὐτῷ, ἀλλὰ καὶ κυήσεως ἠνέσχετο καὶ ταύτης ἐννεαμηνιαίου  καὶ ὠδίνων  καὶ σπαργάνων καὶ τῆς ἐκ πρώτης ἡλικίας τροφῆς, ἵνα διὰ πάντων ἐμφράξῃ τὰ στόματα τῶν ἀρνεῖσθαι τὴν οἰκονομίαν ἐπιχειρούντων.  Ταῦτα οὖν ἄνωθεν προορῶν ὁ προφήτης οὐχὶ τὰς ὠδῖνας λέγει καὶ τὸν θαυμαστὸν τόκον μόνον, ἀλλὰ καὶ τὴν ἐν πρώτῃ ἡλικίᾳ τροφήν, τὴν ἐν αὐτοῖς τοῖς σπαργάνοις, οὐδὲν τῶν λοιπῶν ἐξαλλάττουσαν ἀνθρώπων, οὐδέ τι ξένον κατὰ τοῦτο ἔχουσαν. Οὔτε γὰρ ἅπαντα ἐξηλλαγμένα ἦν αὐτῷ, οὔτε πάντα κοινά. Τὸ μὲν γὰρ ἐκ γυναικὸς  τεχθῆναι  κοινόν, τὸ δὲ ἀπὸ παρθένου μεῖζον ἢ καθ' ἡμᾶς. Τὸ δὲ τραφῆναι πάλιν τῷ κοινῷ τῆς φύσεως νόμῳ καὶ τὸ αὐτὸ τοῖς πολλοῖς κοινόν· τὸ δὲ ἄβατον γενέσθαι πονηρίᾳ τὸν ναὸν ἐκεῖνον, καὶ μηδὲ εἰς πεῖραν ἐλθεῖν πονηρίας, τοῦτο ξένον καὶ παράδοξον καὶ αὐτοῦ μόνου. ∆ιὸ δὴ κἀκεῖνο καὶ τοῦτο τέθεικεν. Οὐ γὰρ μετὰ τὴν πεῖραν τῆς κακίας ἀπέστη τῆς κακίας, φησίν, ἀλλὰ ἄνωθεν  καὶ ἐκ προοιμίων  αὐτῶν  πᾶσαν ἀρετὴν  ἐπεδείκνυτο.  Ὃ καὶ  αὐτὸς  ἔλεγε·  Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; καί, Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ ἔχει οὐδέν.
. Καὶ αὐτὸς οὗτος προϊὼν ὁ προφήτης λέγει ὅτι Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Τοῦτο δὴ καὶ ἐνταῦθά φησιν, ὅτι πρὶν ἢ γνῶναι  αὐτὸν ἢ προελέσθαι πονηρὰ ἀπὸ τῆς ἡλικίας ἐκείνης τῆς ἀπειροκάκου, ἀπ' αὐτῶν  τῶν  προοιμίων  τὴν  ἀρετὴν  ἐπιδείξεται  καὶ  οὐδὲν  ἕξει  πρὸς τὴν  κακίαν κοινόν.  ∆ιότι πρὶν  ἢ γνῶναι  τὸ παιδίον  ἀγαθὸν  ἢ κακόν,  ἀπειθεῖ  πονηρίᾳ,  τοῦ ἐκλέξασθαι τὸ  ἀγαθόν.  Πάλιν  ταῖς  αὐταῖς  λέξεσι τὸ  αὐτὸ  νόημα  αἰνίττεται  καὶ ἐνδιατρίβει τῷ λόγῳ. Ἐπειδὴ γὰρ σφόδρα ἦν ὑψηλὸν τὸ εἰρημένον, τῇ συνεχείᾳ τῆς διηγήσεως  αὐτὸ πιστοῦται. Ὅπερ γὰρ ἀνωτέρω  ἐδήλωσεν  εἰπών·  Πρὶν ἢ γνῶναι αὐτὸν  ἢ  προελέσθαι  πονηρά,  τοῦτο  προϊὼν  ᾐνίξατο  εἰπών·  Πρὶν  ἢ  γνῶναι  τὸ παιδίον· καὶ ἐπεξηγήσει κέχρηται πάλιν λέγων· Ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Τούτου γὰρ αὐτοῦ μόνον  ἦν τὸ ἐξαίρετον. ∆ιὸ καὶ ὁ Παῦλος αὐτὸ στρέφει συνεχῶς καὶ Ἰωάννης δὲ ἰδὼν αὐτόν, τοῦτο ἀνεκήρυξε λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ὁ δὲ τὴν ἑτέρων αἴρων, πολλῷ μᾶλλον αὐτὸς ἀναμάρτητος ἦν. Καὶ ὁ Παῦλος, ὅπερ ἔφθην εἰπών, συνεχῶς αὐτὸ ἀναβοᾷ. Ἐπειδὴ γὰρ ἔμελλεν ἀποθνήσκειν, ἵνα μή τις νομίσῃ τῶν ἀπίστων, ὅτι οἰκείας ἁμαρτίας τίνει δίκην, συνεχῶς αὐτοῦ τὸ ἀναμάρτητον εἰς μέσον ἄγει, ἵνα τὸν θάνατον αὐτοῦ τῆς ἡμετέρας ἁμαρτίας λυτήριον ὄντα δείξῃ. ∆ιὸ καὶ ἔλεγε· Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει. Καὶ γὰρ ὃ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν. Οὐδὲ ἐκεῖνον τὸν θάνατον, ὡς ὑπεύθυνος ὤν, φησί, κατὰ τὸν τῆς ἁμαρτίας λόγον ἀπέθανεν, ἀλλ' ὑπὲρ τῆς κοινῆς ἁπάντων πλημμελείας. Εἰ τοίνυν τῷ προτέρῳ κατὰ τοῦτο ὑπεύθυνος οὐκ ἦν, ἐκ περιουσίας ἀποδέδεικται, ὅτι οὐκέτι ἀποθανεῖται. Καὶ καταλειφθήσεται  ἡ  γῆ,  ἢν  σὺ φοβῇ,  ἀπὸ  προσώπου  τῶν  δύο  βασιλέων.  Ὅπερ συνεχῶς ὁ προφήτης ποιεῖ, τοῦτο καὶ ἐνταῦθα πεποίηκε. Μετὰ τὴν προφητείαν  ἐπὶ τὴν ἱστορίαν ἐξάγει τὸν λόγον. Τοῦτο καὶ ἐπὶ τῶν Σεραφὶμ κατασκευάσαντα σαφῶς ἀπεδείξαμεν, ὃ καὶ ἐνταῦθα εἰργάσατο. Εἰπὼν γὰρ τὰ μέλλοντα ἔσεσθαι τῆς οἰκουμένης ἀγαθά, εἰς τὸν βασιλέα λοιπὸν τρέπει τὸν λόγον. ∆ιὸ καὶ ἐπήγαγε λέγων· Καὶ καταλειφθήσεται ἡ γῆ. Τί ἐστι <Τὸ> καταλειφθήσεται; Ἀνέπαφος ἔσται, ἐλευθέρα ἔσται, οὐδὲν πείσεται ἀηδές, τὰ τοῦ πολέμου οὐχ ὑποστήσεται. Καὶ καταλειφθήσεται ἡ γῆ, ἣν  σὺ φοβῇ, ὑπὲρ ἧς  δέδοικας, ὑπὲρ ἧς  τρέμεις, ἀπὸ προσώπου τῶν  δύο βασιλέων, τοῦ τε ∆αμασκηνοῦ καὶ τοῦ Ἰσραηλίτου. Εἶτα, ἵνα μὴ τῇ τῶν  ἀγαθῶν προφητείᾳ  ῥᾳθυμότερος  γένηται,  μηδὲ  ὑπὸ  τῆς  εἰρήνης  χαυνότερος,  ἐπισφίγγει πάλιν αὐτοῦ τὴν ψυχὴν λέγων· Ἀλλὰ ἐπάξει ὁ Θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ  τὸν  οἶκον  τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω  ἥκασιν, ἀφ'  ἧς ἡμέρας ἀφεῖλεν
Ἐφραῒμ ἀπὸ Ἰούδα τὸν βασιλέα τῶν Ἀσσυρίων. ∆ιὰ γὰρ τούτων τῶν βαρβάρων τὴν ἔφοδον δηλοῖ, δι' ἧς τὴν πόλιν πρόρριζον ἀνέσπασαν καὶ λαβόντες αὐτοὺς αἰχμαλώτους  ἀπῆλθον.  Καὶ προλέγει  ταῦτα, οὐχ ἵνα  γένηται,  ἀλλ' ἵνα  τῷ φόβῳ γενόμενοι  σωφρονέστεροι, τὴν ἀπειλὴν  ἀποκρούσωνται. Ἐπειδὴ δὲ οὔτε ὑπὸ τῶν χρηστῶν,  ὧν   παρ'  ἀξίαν  ἀπήλαυσαν,  ἐγένοντο   βελτίους   (ὅτι  δὲ  παρ'  ἀξίαν ἀπήλαυσαν, ἔδειξεν ἡ γνώμη τοῦ βασιλέως καὶ ἡ ὑπερβάλλουσα ἀπιστία), οὔτε τῇ ἀπειλῇ   τῶν   φοβερῶν   μετεβάλλοντο,   ἀλλὰ   πρὸς  ἑκάτερον  τῆς  ὠφελείας   τὸ φάρμακον ἀντέστησαν χαλεπῶς, ἐπάγει λοιπὸν βαθυτέραν τὴν τομήν, τὴν σηπεδόνα ἐκτέμνων καὶ τοὺς ἀνίατα νοσοῦντας ἐκκόπτων. Τί δέ ἐστιν· Ἀφ' ἧς ἡμέρας ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα τὸνβασιλέα τῶν Ἀσσυρίων; Ἐπῆλθον οἱ βάρβαροι, πάντας αὐτοὺς ἀναρπασόμενοι· ἀλλ' ἀφέντες  τὸν Ἰούδα καὶ τὰς δύο φυλάς, ἐτράπησαν κατὰ τοῦ Ἰσραήλ. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἀφ' ἧς αἱ δέκα φυλαὶ πρὸς ἑαυτὰς ἐφελκύσονται τὸ τῶν βαρβάρων στρατόπεδον, ὑμῶν ἀποστήσαντες, τῇ τῆς οἰκείας ἁμαρτίας ὑπερβολῇ καὶ καθ' ἑαυτῶν καλέσαντες αὐτοὺς ἀπενεχθῶσιν, ἀπ' ἐκείνης χρὴ δεδοικέναι καὶ φοβεῖσθαι λοι πόν. Ὁδῷ γὰρ προβαίνοντες καὶ ἐφ' ὑμᾶς  ἥξουσιν, εἰ  μὴ μεταβάλλοισθε.  Καί φησιν,  ἀπὸ τῆς  ἡμέρας ἐκείνης  ἐπάξει αὐτούς.  Οὐ γὰρ  ὁμοῦ  τῶν  Ἰσραηλιτῶν  ἀπενεχθέντων,   κἀκεῖνοι  ἑάλωσαν,  ἀλλὰ βραχὺς μεταξὺ γέγονε χρόνος.
. Ὃ τοίνυν  λέγει,  τοῦτό  ἐστιν,  ὅτι  τῇ  ψήφῳ  ἔκτοτε  ἐπήγαγεν  ἂν  τὰς ἡμέρας· ἀλλ' ἀνέμενεν ὁ Θεὸς καὶ ἐμακροθύμει, καίτοι τῆς ἀξίας τῶν ἁμαρτημάτωνἔκτοτε ἀπαιτούσης τὴν τιμωρίαν· ὅπερ πολλαχοῦ ποιεῖν εἴωθε, τῆς κυρίας παραγενομένης    ἡμέρας,   ἀναβάλλεσθαι    καὶ   ἀναδύεσθαι·   ὃ   καὶ   τῆς   αὐτοῦ
φιλανθρωπίας  τεκμήριον μέγιστον καὶ τῆς ἀγνωμοσύνης  τῶν  οὐκ ἐθελόντων  εἰς δέον αὐτοῦ κεχρῆσθαι τῇ μακροθυμίᾳ ἀπόδειξις σαφεστάτη. Τοῦτο οὖν καὶ ἐνταῦθά φησιν, ὅτι ἀπὸ τότε ἡ ἀπειλή, ἀπὸ τότε ἡ ἀπόφασις, ἐκ τότε ἡ θεήλατος ὀργή, ἵνα ἐπὶ
θύραις ἀγαγὼν  τὴν τιμωρίαν, διαναστήσῃ πρὸς μετάνοιαν  καὶ βελτίους ἐργάσηται καὶ  μετὰ  τὴν   ἐκείνων   ἅλωσιν   ἐν   ἀγωνίᾳ   καταστήσῃ,  μηδέ,  ἐπειδὴ   οἱ  μὲν ἀπηνέχθησαν, οἱ δὲ διέφυγον, ῥᾳθυμότεροι ταύτῃ γένωνται.  Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ, συριεῖ Κύριος μυίαις, αἳ κυριεύσουσι μέρους ποταμοῦ Αἰγύπτου. Ὁρᾷς ὡς οὐ μάτην ἔλεγον, ὅτι τὸν φόβον αὐξῆσαι βουλόμενος, ἀπὸ τῆς ἡμέρας ἐκείνης ἐπισείει τὴν ἀπειλήν. Τὰ γοῦν ἑξῆς τοῦτο δηλοῖ, δι' ὧν ἐπαίρει τὸν φόβον τῷ λόγῳ καὶ τὰ
στρατόπεδα αὐτοῖς δῆλα ποιῶν, ἅπερ ἦν αὐτοῖς φοβερώτατα, καὶ τὴν εὐκολίαν τῆς ἐφόδου  δηλῶν,  ὃ μεθ' ὑπερβολῆς  αὐτοὺς  κατέσειε, καὶ  τὸ  στῖφος  τῆς  στρατιᾶς ἐμφαίνων,  ὃ μάλιστα αὐτῶν  ἐξίστη τὴν διάνοιαν·  ταῦτα δὲ ἅπαντα διὰ τῶν  ἑξῆς
ᾐνίξατο. Σκόπει δέ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησί, συριεῖ Κύριος μυίαις. Μυίας ἐνταῦθα τοὺς Αἰγυπτίους ἐκάλεσε, διὰ τὸ ἀναιδὲς καὶ ἀναίσχυντον καὶ ὅτι συνεχῶςδιακρουόμενοι  συνεχῶς  ἐπῄεσαν  καὶ  οὐδὲ  μικρὸν  ἀναπνεῖν   συνεχώρουν,  ἀλλὰ μυρία παρεῖχον αὐτοῖς πράγματα πολλάκις, καθάπερ αἱ μυῖαι τοῖς τραύμασιν, οὕτω διηνεκῶς  ταῖς τούτων  ἐφιζάνοντες  συμφοραῖς. Τούτους οὖν ἄξει, φησίν, ὁ Θεός.
Ἀλλ' οὐκ  εἶπεν,  ἄξει, ἀλλὰ  Συριεῖ, τὴν  εὐκολίαν  ἐμφαίνων  τῆς  ἀνόδου  καὶ  τὸ ἄμαχον τῆς τοῦ Θεοῦ δυνάμεως καὶ ὅτι ἀρκεῖ νεῦσαι μόνον καὶ πάντα ἕπεται. Καὶ εἰκότως ἀπὸ τούτων πρότερον ἄρχεται τῆς ἀπειλῆς, ὧν ἤδη διὰ τῶν ἔργων πεῖραν
εἰλήφεισαν. Καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων. Ὁ Σύρος καὶ ὁ Ἑβραῖος, ὥς φασιν, οὐλέγουσι, μελίσσας, ἀλλά, Σφῆκας. Ἐπειδὴ γὰρ οὐ σφόδρα αὐτῶν ἦσαν ἐν πείρᾳ, τῇ εἰκόνι τοῦ σφηκὸς εἰς πολλὴν  αὐτοὺς ἐνέβαλλεν  ἀγωνίαν,  τὸ σφοδρὸν
αὐτῶν,  τὸ  πληκτικόν,  τὸ  ἀμυντικόν,  τὸ  πικρὸν  τῶν  τραυμάτων,  τὸ  ταχὺ  τῆς παρουσίας, τὸ  δυσφύλακτον  διὰ  τοῦ  ζώου  τούτου  δηλῶν.  Καὶ ἐλεύσονται  καὶ ἀναπαύσονται πάντες ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν
καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ. Εἰπὼν τὸ φοβερὸν τῶν ἐθνῶν  καὶ τὸ τάχιστον  τῆς στρατείας, λέγει  καὶ τὸ πλῆθος λοιπόν.  Καὶ οὐκ εἶπε· Στρατοπεδεύσονται,  ἀλλά·  Ἀναπαύσονται,  οὐδὲ  ὡς  εἰς  πολεμίαν  ἀφικνούμενοι χώραν, ἀλλ' ὡς τῇ οἰκείᾳ ἐντρυφῶντες,  οὐδὲ ὡς καμάτου δεόμενοι καὶ πόνων, ἀλλ' ὡς ἐπὶ φανερὰν ἀπαντήσοντες νίκην καὶ ἕτοιμον ληψόμενοι τὴν ἁρπαγήν. ∆ιὰ τοῦτό φησιν· Ἐλεύσονται καὶ ἀναπαύσονται, ὃ τῶν νενικηκότων  ἐστὶ καὶ τρόπαιον στησάντων  καὶ μετὰ τὸν  πολὺν  ἱδρῶτα  καὶ τὰς σφαγὰς ἀναπαυομένων.  Καὶ οὐκ ἀναπαύσονται  ἐν πεδίοις μόνον· ἀλλ'  ἐπειδὴ τὸ πλῆθος ἄπειρον καὶ οὐχ ἱκανὴ ἡ χώρα δέξασθαι τῶν  σωμάτων τὸν ἀριθμόν, καὶ φάραγγες  καὶ πέτραι καὶ ὄρη καὶ νάπαι καὶ πάντα καλυφθήσεται τοῖς βαρβαρικοῖς σώμασι. Καίτοι εἰ καὶ μὴ σφοδροὶ ἦσαν, μηδὲ οὕτω ῥαγδαῖοι, ἤρκει τὸ πλῆθος αὐτοὺς καταπλῆξαι· ὅταν δὲ ἀμφότερα ᾖ, καὶ πλῆθος τοσοῦτον καὶ δύναμις τηλικαύτη καὶ τὸ πάντων χαλεπώτερον, ἡ τοῦ Θεοῦ ὀργὴ στρατηγοῦσα, ποία λοιπόν ἐστι σωτηρίας ἐλπίς; Τὸ δὲ Εἰς πᾶσαν ῥαγάδα καὶ  ἐν  παντὶ  ξύλῳ  ὑπερβολικῶς  εἴρηται.  Οὐ γὰρ  δὴ  ἐπὶ  τῶν  δένδρων  ἔμελλον ἀναπαύεσθαι,  ἀλλ'  ὁμοῦ,  καθάπερ  εἶπον,  καὶ  τὴν  ὑπερβολὴν  ᾐνίξατο  καὶ  τῇ μεταφορᾷ τῶν σφηκῶν ἐνέμεινεν. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος τῷ ξυρῷ τῷ μεμεθυσμένῳ. Αὐξήσας τὸν φόβον ἀπὸ τῶν στρατοπέδων, ἐπιτείνει πάλιν αὐτόν, ἐπὶ τὸν οὐρανὸν τὸν λόγον ἀνάγων, δεικνὺς ὅτι οὐ βάρβαροί τινες Αἰγύπτιοι καὶ Πέρσαι, ἀλλ' ὁ Θεός ἐστιν ὁ πολεμῶν τοῖς Ἰουδαίοις. Ξυρὸν δὲ ἐνταῦθα τὴν ἀφόρητον ὀργὴν αὐτοῦ φησι καὶ ἣν οὐδεὶς ὑποστῆναι δυνήσεται, μετ' εὐκολίας ἐπιοῦσαν καὶ ἀναλίσκουσαν. Ὥσπερ γὰρ αἱ τρίχες  τοῦ σώματος τοῦ ξυροῦ τὴν  ἀκμὴν  οὐκ ἂν ἐνέγκαιεν, ἀλλ' εἴκουσιν εὐθέως καὶ παραχωροῦσιν· οὕτω δὴ καὶ τὰ Ἰουδαϊκὰ πράγματα τὴν  θεήλατον  ὀργὴν  ἐκείνην  οὐκ ἂν ὑποσταῖέν ποτε, φησί. . Ξυρὸν τοίνυν  μεμεθυσμένον  τὴν  ἀκμάζουσαν, τὴν  μεμεστωμένην  τοῦ Θεοῦ ὀργήν, τὴν πεπληρωμένην  ἀπόφασιν ἡμῖν ἐνδείκνυται.  Πέραν δὲ τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὸ πέραν τοῦ Εὐφράτου φησίν· ἅπερ ἦν ἡ Ἰουδαία καὶ ἡ Παλαιστίνη πᾶσα ἀπὸ Περσίδος ἐπανιοῦσι. Ταῦτα οὖν ἅπαντα ἀφανιεῖ, φησίν, ἄρδην. Κεφαλὴν δὲ καὶ τρίχας  καὶ  πώγωνα  καὶ  πόδας,  ὁλόκληρον  τὴν  χώραν  φησὶ  τῇ  παραβολῇ  τοῦ σώματος, πᾶσαν αὐτῶν τὴν χώραν περιλαμβάνων  τῷ λόγῳ, ὥσπερ καὶ ἀρχόμενος ἔλεγε· Πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην. Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία· οὐ περὶ ἑνὸς ἀνθρώπου λέγων, ἀλλ' ὁλόκληρον τὴν χώραν  ἑνὶ  σώματι παραβάλλων.  Τοῦτο δὴ καὶ ἐνταῦθά  φησιν,  ὅτι  καὶ χαλεπὴν ὑποστήσεται τὴν τιμωρίαν πᾶσα ἡ γῆ. Καὶ τὸ μὲν διὰ τοῦ ξυροῦ, τὸ δὲ διὰ τῆς τοῦ σώματος  εἰκόνος   ἐνέφηνε,   δηλῶν   ὅτι  ξυροῦ  παντὸς   χαλεπώτερον   καὶ  τοὺς ἀνθρώπους  καὶ τὰ ἀπὸ τῆς γῆς ἀναλώσει ἡ παρὰ τοῦ Θεοῦ φερομένη ψῆφος  καὶ γυμνὴν αὐτὴν καὶ ἔρημον καταλείψει. Εἶτα τὴν ἐρημίαν ταύτην δι' ἑτέρας εἰκόνος ἐνδείκνυται.  Ποιεῖ δὲ αὐτό, ὥστε διὰ πάντων  ἀκμάζοντα μένειν τὸν φόβον καὶ μὴ καταμαραίνεσθαι  τῷ  μήκει  τοῦ  λόγου  τὴν  ἀγωνίαν.   Καὶ  δοκεῖ  μὲν  τοῖς  οὐ προσέχουσι  χρηστῶν   τινων   ἐπαγγελίαν   εἶναι   τὸ  λεγόμενον·   οἱ  δὲ  ἀκριβῶς ἐξετάζοντες ἴσασιν ὅτι ἐπιτεταμένης ἐρημίας ἐστὶν ἀπόδειξις. Τί γάρ φησι; Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα. Καὶ ἔσται, ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα φάγεται βούτυρον, ὅτι βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς  ἐπὶ τῆς γῆς. Ταῦτα πολλήν, ὡς ἔφθην εἰπών, ἐρημίαν ἐνδείκνυται. Ἡ γὰρ πυροὺς καὶ κριθὰς φέρουσα γῆ, τῶν  ἀνθρώπων  ἐρημωθεῖσα, δαψιλῆ  παρέξει νομὴν τοῖς προβάτοις καὶ οὕτω δαψιλῆ, ὡς διὰ τὴν εὐθηνίαν τῆς τοιαύτης τραπέζης ἀρκεῖν καὶ δύο πρόβατα καὶ δάμαλιν μίαν πηγὰς τῷ κεκτημένῳ παρέχειν γάλακτος. Ὥστε ἡ εὐθηνία τῆς εὐωχίας τῶν ἀλόγων τῆς τῶν ἀνθρώπων ἐρημίας μέγιστόν ἐστι τεκμήριον. Καὶ τὸ μέλι δὲ τοῦτο αἰνίττεται· εἰώθασι γὰρ ταῖς ἐρήμοις ἐμφιλοχωρεῖν αἱ μέλιτται καὶ ἔνθα ἂν πολλῆς νομῆς ἀπολαύωσι καὶ ἔνθα μηδεὶς ὁ ἐνοχλῶν ᾖ. Καὶ ἵνα μάθῃς ὅτι τὴν ἐπιτεταμένην  ἐρημίαν αἰνίττεται, τὰ ἑξῆς δηλοῖ. Καὶ ἔσται ἐν τῇ
ἡμέρᾳ ἐκείνῃ οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων  σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν. Μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ. Πολλῆς καὶ τοῦτο δυσπραγίας σημεῖον, ὅταν μὴ ὄρη καὶ νάπαι, ἀλλ' αὐτὴ ἡ βαθύγειος καὶ πολλῆς ἀπολαύουσα τῆς ἐπιμελείας ἀκάνθας φέρῃ. Οὐδὲ γὰρ ἁπλῶς τὸ τίμημα τῶν ἀμπέλων τέθεικεν, ἀλλ' ἵνα καὶ τὴν φύσιν τῆς γῆς ἐπιδείξηται καὶ τὴν πολλὴν τῶν γεωργῶν ἐπιμέλειαν. Ἀλλ' ὅμως ἐκεῖνα τὰ οὕτως εὐθηνούμενα, φησί, καὶ γεωργικῶν  ἀπολαύοντα  χειρῶν, εἰς τοσαύτην καταστρέψει τὴν ἐρημίαν, ὡς  ἀκάνθας  μὲν  ἀντὶ  ἀμπέλων  φέρειν,  τοσοῦτον  δὲ παρέχειν  τοῖς  εἰσιοῦσι τὸν φόβον, ὡς μηδένα τολμᾷν γυμνὸν καὶ ἄοπλον εἰσιέναι. Τοῦτο δὲ λέγει, τὴν ἐρημίαν ἐμφαίνων  τοῦ τόπου καὶ τὴν  πολλὴν  αὐτόθι  τῶν  θηρίων  διατριβήν.  Κατασείσας τοίνυν  αὐτῶν τὴν διάνοιαν  καὶ μετὰ ἀκριβείας κατεργασάμενος αὐτοὺς τῷ φόβῳ, πάλιν ἀνίησιν ὀλίγον, τὰ χρηστὰ ἀναμίξας καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν, ἵνα ἑκατέρωθεν μάθωσι τοῦ Θεοῦ τὴν ἰσχύν. Ἀλλὰ τοῖς μὲν φοβεροῖς ἐνδιατρίβει, τὰ δὲ χρηστὰ εὐθέως εἰπὼν  ἀπαλλάττεται.  Τί δήποτε; Ὅτι τούτου μάλιστα ἐδέοντο τῆς ἐπιτιμήσεως τοῦ φαρμάκου τότε· διὸ δὴ αὐτὸ μετὰ δαψιλείας ἐπιθείς, ὥστε ἐνδοῦναι μικρὸν ἀναπνεῦσαι καὶ ταύτῃ πάλιν εἰς ἀρετὴν ἐκκαλέσασθαι, καὶ τὰ χρηστὰ ἀναμίγνυσι, λέγων· Πᾶν ὄρος ἀροτριώμενον ἀροτριωθήσεται. Ὥσπερ γὰρ ἐν τῇ ὀργῇ τοῦ Θεοῦ καὶ ἡ βαθύγειος ἔρημος ἔσται, οὕτω καὶ ἐν τῇ καταλλαγῇ  πάλιν  καὶ ἡ τραχεῖα τὰ τῆς λιπαρᾶς ἐπιδείξεται γῆς, ἄροτρον δεχομένη καὶ σπέρματα. Τούτων δὲ γενομένων, καὶ τὰ ἐκ τούτων ἅπαντα ἔσται, εἰρήνη καὶ ἄδεια καὶ τὸ θαρσεῖν καὶ μὴ δεδοικέναι, καθάπερ ἔμπροσθεν. Οὐ γὰρ μὴ ἐπέλθῃ, φησίν, ἐκεῖ φόβος. Ἔσται δὲ ἀπὸ τῆς χέρσου καὶ ἀπὸ τῆς ἀκάνθης εἰς βόσκημα προβάτου καὶ πάτημα βοός. Καὶ διὰ τούτων   πάλιν   τὴν  εὐθηνίαν   αἰνίττεται,   ὥσπερ  καὶ  ἔμπροσθεν  προϊὼν   λέγει· Μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. Ὥσπερ γάρ, ὅταν ἐρημίαν παραστῆσαι βούληται, Σειρῆνας καὶ Ὀνοκενταύρους εἰς μέσον ἄγει τῷ λόγῳ· οὕτως, ὅταν   εἰρήνην    καὶ   ἀσφάλειαν,   τὰ   χειροήθη   καὶ   τιθασσὰ   τῶν    ζώων   καὶ συνεφαπτόμενα  τῶν γεωργικῶν  ἔργων ἡμῖν ταῦτα πανταχοῦ  δείκνυσι φαινόμενα, ἀπὸ τούτων τὰ ἐκ τούτων ἐμφαίνων, γεωργίαν καὶ τὴν ἄλλην αὐτῶν διακονίαν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |