ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΣΤʹ.Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος.

Τετάρτη 26 Οκτωβρίου 2016

ΣΤʹ.Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος.




Ιωάννης Χρυσόστομος
Πρός Γαλάτας Επιστολή
Τόμος 61


ΣΤʹ.Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος.

αʹ. Ἐπειδὴ γὰρ ἐπιτιμήσεως προσχήματι τὰ αὑτῶν ἐξεδίκουν πάθη, καὶ ἐδόκουν μὲν ἁμαρτημάτων ἕνεκεν τοῦτο ποιεῖν, τὴν δὲ αὐτῶν φιλαρχίαν στῆσαι ἐβούλοντο, φησίν· Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ. Οὐκ εἶπεν, Ἐὰν πράξῃ, ἀλλ', Ἐὰν προληφθῇ, τουτέστιν, ἐὰν συναρπαγῇ. Ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον. Οὐκ εἶπε, Κολάζετε, οὐδὲ, Καταδικάζετε, ἀλλὰ, ∆ιορθοῦσθε. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ δεικνὺς, ὅτι σφόδρα αὐτοὺς ἡμέρους εἶναι δεῖ τοῖς ὑποσκελιζομένοις, οὕτως ἐπήγαγεν· Ἐν πνεύματι πραότητος. Οὐκ εἶπεν, ἐν πραότητι, ἀλλ', Ἐν πνεύματι πραότητος· δηλῶν ὅτι καὶ τῷ Πνεύματι ταῦτα δοκεῖ, καὶ τὸ δύνασθαι μετ' ἐπιεικείας διορθοῦν τοὺς ἁμαρτάνοντας, χαρίσματός ἐστι πνευματικοῦ. Εἶτα, ἵνα μὴ ἐπαρθῇ ὁ διορθῶν ἕτερον, καὶ αὐτὸν ὑπὸ τὸν αὐτὸν φόβον ἔθηκεν, οὕτως εἰπών· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Ὥσπερ γὰρ οἱ πλουτοῦντες ἐράνους τοῖς δεομένοις εἰσφέρουσιν, ἵν', εἴποτε καὶ αὐτοὶ περιπέσοιεν πενίᾳ, τῶν αὐτῶν ἐπιτύχωσιν· οὕτω δὴ καὶ ἡμᾶς ποιεῖν χρή.


∆ιὸ καὶ αἰτίαν ἀναγκαίαν τίθησι, λέγων οὕτω· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Καὶ ἀπολογεῖται ὑπὲρ τοῦ ἡμαρτηκότος, πρῶτον μὲν εἰπὼν, Ἐὰν καὶ προληφθῇ, δεύτερον τὸ τῆς πολλῆς ἀσθενείας ὄνομα, εἶτα, Ἵνα μὴ καὶ σὺ πειρασθῇς, δαίμονος ἐπήρειαν μᾶλλον, ἢ ψυχῆς ῥᾳθυμίαν αἰτιώμενος. Ἀλλήλων τὰ βάρη βαστάζετε.Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἄνθρωπον ὄντα χωρὶς ἐλαττώματος εἶναι, παραινεῖ μὴ ἀκριβεῖς ἐξεταστὰς εἶναι τῶν ἑτέροις πεπλημμελημένων, ἀλλὰ καὶ φέρειν τὰ τῶν πλησίον ἐλαττώματα, ἵνα καὶ τὰ αὐτοῦ φέρηται παρ' ἑτέρων. Καθάπερ γὰρ ἐπὶ τῆς οἰκοδομῆς, οὐ τὴν αὐτὴν ἅπαντες ἕδραν ἔχουσιν οἱ λίθοι, ἀλλ' ὁ μὲν πρὸς γωνίαν ἐπιτήδειος, οὐκέτι δὲ πρὸς θεμελίους, ὁ δὲ πρὸς θεμελίους μὲν, οὐκέτι δὲ πρὸς γωνίαν· οὕτω δὴ καὶ ἐπὶ τοῦ σώματος τῆς Ἐκκλησίας. Καὶ ἐπὶ τῆς σαρκὸς δὲ τῆς ἡμετέρας τοῦτο αὐτὸ ἴδοι τις ἂν ἀλλ' ὅμως θατέρου θάτερον ἀνέχεται, καὶ οὐ παρὰ πάντων πάντα ζητοῦμεν. Ὁ γὰρ ἐκ τοῦ κοινοῦ γινόμενος ἔρανος, καὶ σῶμα καὶ οἰκοδομὴν συνίστησι. Καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Οὐκ εἶπε, Πληρώσατε, ἀλλ', Ἀναπληρώσατε, τουτέστι, κοινῇ πάντες πληρώσατε, δι' ὧν ἀλλήλους φέρετε· οἷον, ὁ δεῖνά ἐστιν ὀργίλος, σὺ δὲ ὑπνηλός· φέρε τοίνυν τὴν ὁρμὴν αὐτοῦ τὴν σφοδρὰν, ἵνα καὶ αὐτός σου τὴν νωθείαν φέρῃ. Καὶ οὕτως οὔτε ἐκεῖνος ἁμαρτήσεται ὑπὸ σοῦ βασταζόμενος, οὔτε σὺ πλημμελεῖς ἐν οἷς εἶ βαρὺς, ἀνεχομένου σοῦ τοῦ ἀδελφοῦ σου. Οὕτω δὲ ἀλλήλοις χεῖρα ὀρέγοντες ἐν οἷς μέλλετε καταπίπτειν, δι' ἀλλήλων κοινῇ πληρώσατε τὸν νόμον, τὸ λεῖπον τῷ πλησίον ἀναπληρῶν ἕκαστος διὰ τῆς οἰκείας ὑπομονῆς. Ἐὰν δὲ μὴ οὕτω ποιῆτε, ἀλλ' ἕκαστος ἐπεξιέναι μέλλῃ τοῖς τοῦ πλησίον, οὐδέποτε οὐδὲν ἔσται τῶν δεόντων ὑμῖν. Ὥσπερ γὰρ ἐν τῷ σώματι εἰ τὴν αὐτήν τις ἀπαιτοίη παρὰ πάντων χρείαν, οὐδέποτε τὸ σῶμα στήσεται· οὕτω καὶ ἐπὶ τῶν ἀδελφῶν πολύς ἐστι πόλεμος, εἰ παρὰ πάντων πάντα ἐπιζητοῦμεν. Εἰ γάρ τις δοκεῖ εἶναί τι, μηδὲν ὢν, φρεναπατᾷ ἑαυτόν. Πάλιν ἐνταῦθα τὴν ἀπόνοιαν κατασκοπεῖ. Ὁ γὰρ δοκῶν εἶναί τι, οὐδέν ἐστι, πρῶτον τῆς εὐτελείας αὐτοῦ δεῖγμα ἐκφέρων τὴν τοιαύτην εὐμένειαν. Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος. Ἐνταῦθα δείκνυσιν ὅτι δεῖ βίου ἐξεταστὰς εἶναι, καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετ' ἀκριβείας δοκιμάζειν τὰ πεπραγμένα ὑμῖν. Οἷον, ἐποίησάς τι καλόν; Σκόπησον μή ποτε διὰ κενοδοξίαν, μὴ δι' ἀνάγκην, μὴ πρὸς ἀπέχθειαν, μὴ ὑποκρίσει, μὴ δι' ἄλλην τινὰ αἰτίαν ἀνθρωπίνην. Καθάπερ γὰρ τὸ χρυσίον δοκεῖ μὲν εἶναι λαμπρὸν πρὸ τοῦ χωνευτηρίου, ὅταν δὲ αὐτὸ παραδοθῇ τῷ πυρὶ, τότε ἀκριβῶς διαδείκνυται, τοῦ νόθου παντὸς ἀπὸ τοῦ γνησίου χωριζομένου· οὕτω καὶ τὰ ἡμέτερα ἔργα, ὅταν μετὰ ἀκριβείας ἐξετάζωμεν, τότε σαφῶς ἐκκαλυφθήσεται, καὶ πολλῶν ὀψόμεθα ἑαυτοὺς ὄντας ὑπευθύνους ἐγκλημάτων. Καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Ταῦτα οὐ νομοθετῶν φησιν, ἀλλὰ συγκαταβαίνων· ὡς ἂν εἰ ἔλεγεν· Ἄτοπον μὲν τὸ καυχᾶσθαι· εἰ δ' ἄρα βούλει, μὴ κατὰ τοῦ πλησίον, ὡς ὁ Φαρισαῖος. Ὁ γὰρ τοῦτο παιδευθεὶς, καὶ ἐκείνου ἀποστήσεται ταχέως. ∆ιὸ καὶ τοῦτο συνεχώρησεν, ἵνα τὸ ὅλον κατὰ μικρὸν ἐξέλῃ. Ὁ γὰρ συνεθισθεὶς εἰς ἑαυτὸν μόνον καυχᾶσθαι, καὶ μὴ κατ' ἄλλων, ταχέως καὶ τοῦτο διορθώσεται τὸ ἐλάττωμα. Ὁ γὰρ μὴ νομίσας τῶν ἄλλων ἑαυτὸν εἶναι βελτίονα (τοῦτο γάρ ἐστιν, Οὐκ εἰς τὸν ἕτερον), ἀλλ' αὐτὸν καθ' ἑαυτὸν ἐξετάζων ἁβρύνεται, παύσεται καὶ τοῦτο ποιῶν ὕστερον. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο βούλεται κατασκευάσαι, ὅρα πῶς αὐτὸν συστέλλει τῷ φόβῳ· ἀνωτέρω μὲν εἰπὼν, ∆οκιμαζέτω τὸ ἔργον αὐτοῦ, ἐνταῦθα δὲ ἐπαγαγών· Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει. ∆οκεῖ μὲν γὰρ τιθέναι λογισμὸν κωλύοντα καθ' ἑτέρου καυχᾶσθαι, διορθοῦται δὲ τὸν καυχώμενον, ὥστε μηδ' ἐφ' ἑαυτῷ μέγα φρονεῖν, εἰς ἔννοιαν ἄγων αὐτὸν τῶν οἰκείων ἁμαρτημάτων, καὶ τοῖς ὀνόμασι τοῦ φορτίου καὶ τῆς ἀχθοφορίας πιέζων αὐτοῦ τὸ συνειδός. Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.

βʹ. Ἐνταῦθα περὶ τῶν διδασκάλων λοιπὸν ὁ λόγος αὐτῷ, ὥστε πολλῆς ἀπολαύειν παρὰ τῶν μαθητευομένων θεραπείας. Καὶ τίνος ἕνεκεν οὕτως ὁ Χριστὸς ἐνομοθέτησε; Καὶ γὰρ ἐν τῇ Καινῇ οὗτος κεῖται ὁ νόμος, ὥστε τοὺς τὸ Εὐαγγέλιον καταγγέλλοντας ἐκ τοῦ Εὐαγγελίου ζῇν· καὶ ἐν τῇ Παλαιᾷ δὲ ὁμοίως πολλαὶ τοῖς Λευΐταις παρὰ τῶν ἀρχομένων ἦσαν αἱ πρόσοδοι. Τίνος οὖν ἕνεκεν ταῦτα διετάξατο; Ταπεινοφροσύνης καὶ ἀγάπης ὑπόθεσιν προαποτιθέμενος. Ἐπειδὴ γὰρ τὸ διδασκαλικὸν ἀξίωμα πολλάκις φυσᾷ τοὺς ἔχοντας, καταστέλλω[ν] αὐτοῦ τὸ φρόνημα, εἰς ἀνάγκην κατέστησε τοῦ δεῖσθαι τῶν μαθητευομένων· κἀκείνους πάλιν εἰς ἀφορμὴν ἤγαγε τοῦ πρὸς εὔνοιαν εὐκολωτέρους γίνεσθαι, γυμνάζων αὐτοὺς ἐν τῇ περὶ τοὺς διδασκάλους εὐνοίᾳ καὶ περὶ τοὺς ἄλλους ἡμέρους εἶναι· ὅπερ καὶ ἀγάπην οὐ μικρὰν εἰργάζετο ἐν ἑκατέρῳ τῷ μέρει. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ὅπερ εἶπον, τίνος ἕνεκεν τοὺς Ἰουδαίους τοὺς ἀγνώμονας ἀπὸ τοῦ μάννα τρέφων, τοὺς ἀποστόλους εἰς τὴν τῶν προσαιτούντων κατέστησεν ἀνάγκην; οὐκ εὔδηλον ὅτι τὰ μεγάλα ἐκ τούτου κατασκευάζων ἀγαθὰ, ταπεινοφροσύνην καὶ ἀγάπην, καὶ ὥστε τοὺς μαθητευομένους μὴ αἰσχύνεσθαι ἐπὶ τοῖς δοκοῦσιν ἐπονειδίστοις εἶναι; Τὸ γὰρ ἐπαιτεῖν, αἰσχύνης εἶναι δοκεῖ· ἀλλ' οὐκ ἐδόκει λοιπὸν, τῶν διδασκάλων αὐτὸ μετιόντων μετὰ παῤῥησίας ἁπάσης· ὥστε οὐ μικρὰ κἀντεῦθεν ἐκέρδαινον οἱ μαθηταὶ, πάσης δόξης παιδευόμενοι διὰ τούτων ὑπερορᾷν. ∆ιὰ τοῦτό φησι· Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. Τουτέστι, πᾶσαν ἐπιδεικνύσθω περὶ αὐτὸν δαψίλειαν· τοῦτο γὰρ αἰνιττόμενος ἔλεγεν· Ἐν πᾶσιν ἀγαθοῖς. Μηδὲν γὰρ ἔστω τοῦ μαθητοῦ, φησὶν, ἴδιον, ἀλλὰ πάντα κοινά. Μείζονα γὰρ λαμβάνει ἢ δίδωσι, καὶ τοσούτῳ μείζω, ὅσῳ τῶν γηΐνων τὰ ἐπουράνια ἀμείνω· ὃ καὶ ἀλλαχοῦ δηλῶν ἔλεγεν· Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; ∆ιὰ τοῦτο καὶ κοινωνίαν τὸ πρᾶγμα καλεῖ, δεικνὺς ἀντίδοσιν γινομένην. Ἐκ τούτου δὲ καὶ τὰ τῆς ἀγάπης ἐγίνετο θερμότερα πολλῷ καὶ βεβαιότερα. Ἂν μὲν οὖν τὴν αὐτάρκειαν ὁ διδάσκαλος ζητεῖ, μένει καὶ λαμβάνων ἐπὶ τῆς οἰκείας ἀξίας. Καὶ γὰρ καὶ τοῦτο ἔπαινος τὸ οὕτω προσεδρεύειν τῷ λόγῳ, ὡς ἑτέρων δεῖσθαι, καὶ ἐν πενίᾳ μυρίᾳ εἶναι, καὶ τῶν βιωτικῶν ὑπερορᾷν ἁπάντων. Ἂν δὲ ὑπερβαίνῃ τὸ μέτρον, ἐλυμήνατο τὴν ἀξίαν, οὐ τῷ λαμβάνειν, ἀλλὰ τῷ ἀμέτρῳ. Εἶτα ἵνα μὴ ἡ πονηρία τοῦ διδασκάλου ὀκνηρότερον περὶ ταῦτα ποιῇ τὸν μαθητὴν, καὶ πένητα ὄντα πολλάκις παρατρέχῃ διὰ τὸν τρόπον, προϊὸν μέν φησι· Τὸ δὲ καλὸν ποιοῦντες, μὴ ἐκκακῶμεν· ἐνταῦθα δὲ τὸ μέσον τῆς τοιαύτης, καὶ τῆς ἐν τοῖς βιωτικοῖς φιλοτιμίας δείκνυσιν, οὕτω λέγων. Μὴ πλανᾶσθε· Θεὸς οὐ μυκτηρίζεται.Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. Ὥσπερ γὰρ ἐπὶ τῶν σπερμάτων οὐκ ἔνι σπείροντα ὀρόβους σῖτον ἀμῆσαι· δεῖ γὰρ τοῦ αὐτοῦ γένους καὶ τὸν σπόρον εἶναι καὶ τὸν ἀμητόν· οὕτω καὶ ἐν τοῖς ἔργοις, ὁ καταβαλὼν εἰς τὴν σάρκα τρυφὴν, μέθην, ἐπιθυμίαν ἄτοπον, τὰ ἐκ τούτων ἀμήσει. Τίνα δέ ἐστι ταῦτα; Κόλασις, τιμωρία, αἰσχύνη, γέλως, φθορά. Τῶν γὰρ πολυτελῶν τραπε ζῶν καὶ τῶν ἡδυσμάτων οὐδὲν ἕτερον τὸ τέλος, ἢ φθορά· καὶ γὰρ αὐτὰ φθείρεται, καὶ συμφθείρει τὸ σῶμα. Τὰ δὲ τοῦ πνεύματος οὐ τοιαῦτα, ἀλλ' ἀπ' ἐναντίας ἅπαντα τούτοις. Σκόπει δέ· Ἔσπειρας ἐλεημοσύνην, ἀναμένουσί σε οἱ τῶν οὐρανῶν θησαυροὶ καὶ δόξα αἰώνιος· ἔσπειρας σωφροσύνην, τιμὴ καὶ βραβεῖον καὶ αἱ παρ' ἀγγέλων εὐφημίαι καὶ οἱ παρὰ τοῦ ἀγωνοθέτου στέφανοι. Τὸ δὲ καλὸν ποιοῦντες, μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. Ἄρ' οὖν, ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ καλὸν πρὸς πάντας, μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως. Ἵνα γὰρ μή τις νομίσῃ, ὅτι διδασκάλων μὲν ἐπιμελεῖσθαι δεῖ καὶ τρέφειν αὐτοὺς, τῶν δὲ ἄλλων ἀμελεῖν, εἰς κοινὸν ἐξάγει τὸν λόγον, καὶ πᾶσι τὴν θύραν τῆς τοιαύτης ἀνοίγει φιλοτιμίας, καὶ τοσαύτην ποιεῖται τὴν ὑπερβολὴν, ὡς καὶ Ἰουδαίους καὶ Ἕλληνας ἐλεεῖν κελεύειν, μετὰ προσηκούσης μὲν τάξεως, ἐλεεῖν δ' ὅμως. Τίς δὲ ἡ τάξις; Τὸ πλείονα περὶ τοὺς πιστοὺς ἐνδείκνυσθαι τὴν πρόνοιαν. Καὶ ὅπερ καὶ ἐν ταῖς ἄλλαις Ἐπιστολαῖς ποιεῖ, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται, οὐ περὶ τοῦ ἐλεεῖν διαλεγόμενος μόνον, ἀλλὰ καὶ περὶ τοῦ φιλοτίμως καὶ διηνεκῶς· τὸ γὰρ τοῦ σπόρου ὄνομα καὶ τὸ μὴ δεῖν ἐκκακεῖν, τοῦτο αἰνίττεται. Εἶτα ἐπειδὴ μέγα ἀπῄτησε, καὶ τὸ ἔπαθλον ἐπὶ θύραις τίθησιν, ἀμητοῦ μεμνημένος καινοῦ τινος καὶ παραδόξου.

γʹ. Ἐπὶ μὲν γὰρ τῶν γηπόνων οὐχ ὁ σπείρων μόνον, ἀλλὰ καὶ ὁ θερίζων πολὺν ὑπομένει τὸν πόνον, αὐχμῷ καὶ κονιορτῷ καὶ πολλῇ μαχόμενος ταλαιπωρίᾳ· τότε δὲ οὐδὲν τούτων ἔνι, φησίν· ἃ καὶ παραδηλῶν ἔλεγε· Καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. Καὶ ἐντεῦθεν μὲν αὐτοὺς προτρέπει καὶ ἐφέλκεται· καὶ ἑτέρωθεν δὲ κατεπείγει καὶ συνωθεῖ, λέγων· Ἄρ' οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθόν. Ὥσπερ γὰρ οὐκ ἀεὶ τοῦ σπείρειν ἐσμὲν κύριοι, οὕτως οὐδὲ τοῦ ἐλεεῖν. Ὅταν γὰρ ἐντεῦθεν ἀπενεχθῶμεν, κἂν μυριάκις βουληθῶμεν, οὐδὲν περανοῦμεν πλέον. Καὶ μαρτυροῦσιν ἡμῖν αἱ παρθένοι τῷ λόγῳ, αἳ μυρία προθυμηθεῖσαι, ἐπειδὴ δαψιλῆ τὴν ἐλεημοσύνην οὐκ ἀπῆλθον ἔχουσαι, ἀπεκλείσθησαν τοῦ νυμφῶνος· καὶ ὁ τὸν Λάζαρον παριδὼν πλούσιος· καὶ γὰρ κἀκεῖνος, ἐπειδὴ ταύτης ἔρημος ἦν τῆς συμμαχίας, καὶ ὀλοφυρόμενος καὶ ἱκετεύσας πολλὰ, οὐ παρὰ τοῦ πατριάρχου, οὐ παρὰ ἄλλου τινὸς ἠλεεῖτο, ἀλλ' ἔμενε διηνεκῶς ἀποτηγανιζόμενος χωρὶς συγγνώμης ἁπάσης. ∆ιὰ ταῦτά φησιν, Ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν, καὶ πρὸς πάντας· καὶ ταύτῃ μάλιστα ἀπαλλάττων τῆς Ἰουδαϊκῆς ταπεινότητος. Ἐκεῖνος μὲν γὰρ τὰ τῆς φιλανθρωπίας ἅπαντα πρὸς τοὺς ὁμοφύλους ἦν· ἡ δὲ τῆς χάριτος φιλοσοφία γῆν ὁμοῦ καὶ θάλατταν ἐπὶ τὴν τῆς ἐλεημοσύνης καλεῖ τράπεζαν, εἰ καὶ πλείονα περὶ τοὺς οἰκείους τὴν σπουδὴν ἐπιδείκνυται. Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπεῖν ἐν σαρκὶ, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι. Ἐννόησον, ὅση κατέχει τὴν μακαρίαν ἐκείνην ψυχὴν ὀδύνη. Καθάπερ γὰρ οἱ πένθει τινὶ περιπεσόντες, ἤ τινα τῶν γνησίων ἀποβαλόντες, καί τινα τῶν ἀδοκήτων ὑπομένοντες, οὔτε νύκτωρ ἡσυχάζουσι, οὔτε μεθ' ἡμέραν, τοῦ πένθους αὐτοῖς τὴν ψυχὴν πολιορκοῦντος· οὕτω καὶ ὁ μακάριος Παῦλος εἰπὼν ὀλίγα περὶ τῶν ἠθῶν, πάλιν ἐπὶ τὰ πρότερα ἐπανέρχεται, ἃ μάλιστα αὐτοῦ τὴν ψυχὴν διετάραττε, λέγων οὕτως· Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ἐνταῦθα οὐδὲν ἄλλο αἰνίττεται, ἀλλ' ὅτι αὐτὸς ἔγραψε τὴν Ἐπιστολὴν ἅπασαν· ὃ πολλῆς γνησιότητος σημεῖον ἦν. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων ὑπηγόρευε μὲν αὐτὸς, ἔγραφε δὲ ἕτερος· καὶ τοῦτο δῆλον ἀπὸ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς· πρὸς γὰρ τῷ τέλει φησίν· Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν Ἐπιστολήν· ἐνταῦθα δὲ αὐτὸς ἔγραψε πᾶσαν. Ἐποίησε δὲ τοῦτο ἐνταῦθα καὶ ἀναγκαίως, οὐ δι' ἀγάπην μόνον, ἀλλὰ καὶ διὰ τὴν τῆς πονηρᾶς ὑπονοίας ἀναίρεσιν. Ἐπειδὴ γὰρ διεβάλλετο ἐπὶ πράγμασιν οἷς οὐδὲν ἐκοινώνει, καὶ ἐλέγετο περιτομὴν καταγγέλλειν καὶ ὑποκρίνεσθαι, ὡς οὐ καταγγέλλων, διὰ τοῦτο ἠναγκάσθη ἰδιόγραφον ποιήσασθαι τὴν Ἐπιστολὴν, μαρτυρίαν ἔγγραφον προαποτιθέμενος. Τὸ δὲ Πηλίκοις, ἐμοὶ δοκεῖ οὐ τὸ μέγεθος, ἀλλὰ τὴν ἀμορφίαν τῶν γραμμάτων ἐμφαίνων λέγειν, μονονουχὶ λέγων, ὅτι Οὔτε ἄριστα γράφειν εἰδὼς, ὅμως ἠναγκάσθην δι' ἐμαυτοῦ γράψαι, ὥστε τῶν συκοφαντῶν ἐμφράξαι τὸ στόμα. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκὶ, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται.Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάττουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐνταῦθα δείκνυσιν οὐχ ἑκόντας αὐτοὺς τοῦτο ὑπομένοντας, ἀλλ' ἀναγκαζομένους παρέχων αὐτοῖς ἀφορμὴν ἀναχωρήσεως, καὶ σχεδὸν ὑπὲρ αὐτῶν ἀπολογούμενος, καὶ προτρέπων ἀποπηδῆσαι ταχέως. Τί δέ ἐστιν, Εὐπροσωπεῖν ἐν σαρκί· Εὐδοκιμεῖν παρ' ἀνθρώποις. Ἐπειδὴ γὰρ ὠνειδίζοντο παρὰ τοῖς Ἰουδαίοις ὡς τῶν πατρίων ἀποστάντες ἐθῶν. Ἵνα μὴ ταῦτα ἐγκαλῶνται, φησὶ, βούλονται ὑμῖν λυμήνασθαι, διὰ τῆς ὑμετέρας σαρκὸς ἐκείνοις ἀπολογούμενοι. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐ διὰ τὸν Θεὸν ταῦτα ἔπραττον. Ὡς ἂν εἰ ἔλεγεν· Οὐκ ἔστιν εὐσεβείας ὑπόθεσις τὸ γινόμενον· ὡς δι' ἀνθρωπίνην φιλοτιμίαν ταῦτα πάντα γίνεται, ὑπὲρ ἀρεσκείας τῶν ἀπίστων, ὅτι πιστοὶ κατακόπτονται, καὶ αἱροῦνται Θεῷ προσκροῦσαι, ἵνα ἀνθρώποις ἀρέσωσι. Τοῦτο γάρ ἐστιν, Ἐν σαρκὶ εὐπροσωπῆσαι. Εἶτα δεικνὺς ὅτι καὶ ἑτέρωθεν συγγνώμης εἰσὶν ἀπεστερημένοι, διελέγχει πάλιν αὐτοὺς, οὐ διὰ τὴν εἰς ἑτέρους ἀρέσκειαν μόνον, ἀλλὰ καὶ δι' οἰκείαν κενοδοξίαν ταῦτα ἐπιτάσσοντας. ∆ιὸ καὶ ἐπήγαγεν· Ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται, ὡς μαθητὰς ἔχοντες, καὶ ὄντες διδάσκαλοι. Καὶ τίς ἡ τούτων ἀπόδειξις; Οὐδὲ γὰρ αὐτοὶ νόμον φυλάττουσι, φησί. Μάλιστα μὲν γὰρ, εἰ καὶ ἐφύλαττον, οὕτως ἄξιοι κατηγορίας· νυνὶ δὲ καὶ ὁ σκοπὸς αὐτῶν διεφθαρμένος ἐστίν. Ἐμοὶ δὲ, φησὶ, μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ μὴν τὸ πρᾶγμα ἐπονείδιστον εἶναι δοκεῖ, ἀλλ' ἐν τῷ κόσμῳ καὶ παρὰ τοῖς ἀπίστοις· ἐν δὲ τοῖς οὐρανοῖς καὶ παρὰ τοῖς πιστοῖς δόξα, καὶ μεγίστη. Καὶ γὰρ πενία ἐπονείδιστον, ἀλλ' ἡμῖν καύχημα· καὶ τὸ ἐξευτελίζεσθαι παρὰ πολλοῖς γέλως, ἀλλ' ἡμεῖς ἁβρυνόμεθα τούτῳ. Οὕτω καὶ ὁ σταυρὸς ἡμῖν καύχημα. Καὶ οὐκ εἶπεν, Ἐγὼ δὲ οὐ καυχῶμαι, ἢ, Ἐγὼ δὲ οὐ βούλομαι καυχᾶσθαι, ἀλλ', Ἐμοὶ δὲ μὴ γένοιτο, ὡς περὶ τῶν ἀτόπων ἀπηύξατο καὶ τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν ἐκάλεσεν εἰς τὸ κατορθῶσαι τοῦτο.
Καὶ τί ἐστι τὸ καύχημα τοῦ σταυροῦ; Ὅτι ὁ Χριστὸς δι' ἐμὲ δούλου μορφὴν ἀνέλαβε, καὶ ἔπαθεν ἅπερ ἔπαθε, δι' ἐμὲ τὸν δοῦλον, τὸν ἐχθρὸν, τὸν ἀγνώμονα· ἀλλ' οὕτω με ἠγάπησεν, ὡς καὶ ἑαυτὸν ἐκδοῦναι. Ἆρα τούτου γένοιτ' ἄν τι ἴσον; Εἰ γὰρ οἰκέται, ἂν μόνον ἐπαινῶνται παρὰ τῶν δεσποτῶν, καὶ ταῦτα ὁμογενῶν ὄντων, μέγα φρονοῦσι, πῶς οὐ καυχᾶσθαι χρὴ, ὅταν ὁ ∆εσπότης ὁ ἀληθὴς Θεὸς μὴ ἐπαισχύνηται τὸν ὑπὲρ ἡμῶν σταυρόν; Μηδὲ ἡμεῖς τοίνυν ἐπαισχυνώμεθα τὴν ἄφατον αὐτοῦ κηδεμονίαν. Αὐτὸς οὐκ ἐπῃσχύνθη σταυρωθῆναι διὰ σὲ, καὶ σὺ ἐπαισχύνῃ ὁμολογῆσαι αὐτοῦ τὴν ἄπειρον κηδεμονίαν; ὥσπερ ἂν εἴ τις δεσμώτης μὴ ἐπαισχυνόμενος τὸν βασιλέα, ἐπειδὴ δὲ ἐπέστη τῷ δεσμωτηρίῳ καὶ τὰ δεσμὰ ἔλυσε δι' ἑαυτοῦ, διὰ τοῦτο αὐτὸν ἐπαισχύνηται. Ἀλλ' ἐσχάτης ταῦτα παραπληξίας· δι' αὐτὸ γὰρ τοῦτο μάλιστα ἐναβρύνεσθαι δεῖ. ∆ι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Τὸν κόσμον φησὶ νῦν, οὐ τὸν οὐρανὸν οὐδὲ τὴν γῆν, ἀλλὰ τὰ βιωτικὰ πράγματα, τὸν ἔπαινον τὸν παρὰ τῶν ἀνθρώπων, τὴν δορυφορίαν, τὴν δόξαν, τὸν πλοῦτον, τὰ τοιαῦτα ἅπαντα τὰ δοκοῦντα εἶναι λαμπρά. Ταῦτα γάρ μοι νεκρὰ γέγονε. Τοιοῦτον εἶναι χρὴ τὸν Χριστιανὸν, ταύτην ἀεὶ τὴν φωνὴν περιφέρειν. Οὐδὲ γὰρ ἠρκέσθη μόνον τῷ προτέρῳ τῆς νεκρώσεως τρόπῳ, ἀλλὰ καὶ ἕτερον ἐπήγαγεν εἰπών· Κἀγὼ τῷ κόσμῳ· διπλῆν τὴν νέκρωσιν αἰνιττόμενος, καὶ λέγων, ὅτι Καὶ ἐκεῖνα ἐμοὶ νεκρὰ, καὶ ἐγὼ ἐκείνοις, καὶ οὔτε αὐτὰ ἑλεῖν με δύναται καὶ χειρώσασθαι· νεκρὰ γάρ ἐστιν ἅπαξ· οὔτε ἐγὼ ἐπιθυμῆσαι αὐτῶν· νεκρὸς γὰρ αὐτοῖς εἰμι καὶ ἐγώ. Οὐδὲν τῆς νεκρώσεως ταύτης μακαριώτερον. Αὕτη γάρ ἐστι τῆς μακαρίας ζωῆς ἡ ὑπόθεσις. Οὔτε γὰρ περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Εἶδες σταυροῦ δύναμιν, εἰς ὅσον αὐτὸν ὕψος ἀνήγαγεν; Οὐ γὰρ δὴ μόνον τὰ τοῦ κόσμου πράγματα ἐνέκρωσεν αὐτῷ πάντα, ἀλλὰ καὶ τῆς πολιτείας τῆς παλαιᾶς ἀνώτερον πολλῷ κατέστησε. Τί ταύτης τῆς ἰσχύος ἴσον; Τὸν γὰρ ὑπὲρ ταύτης τῆς περιτομῆς σφαττόμενον καὶ ἑτέρους ἀποσφάττοντα, τοῦτον ἔπεισεν ὁ σταυρὸς ἐν ἴσῳ τῇ ἀκροβυστίᾳ αὐτὴν ἀφέντα, ξένα τινὰ καὶ παράδοξα καὶ τὰ ὑπὲρ τοὺς οὐρανοὺς ἐπιζητεῖν πράγματα. Καινὴν γὰρ κτίσιν ταύτην καλεῖ τὴν καθ' ὑμᾶς πολιτείαν, διά τε τὰ γεγενημένα, διά τε τὰ ἐσόμενα· τὰ γεγενημένα μὲν, ὅτι ἡ ψυχὴ ἡμῶν παλαιωθεῖσα ἐν γήρᾳ τῆς ἁμαρτίας, ἀθρόως διὰ τοῦ βαπτίσματος ἀνενεώθη, ὡσανεὶ ἀνακτισθεῖσα πάλιν· διὸ καινὴν καὶ οὐρανίαν ἀπαιτούμεθα πολιτείαν· διὰ τὰ ἐσόμενα δὲ, ὅτι καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶσα ἡ κτίσις εἰς ἀφθαρσίαν μεταστήσεται μετὰ τῶν σωμάτων τῶν ἡμετέρων. Μὴ τοίνυν μοι λέγε, φησὶ, περιτομὴν τὴν οὐδὲν δυναμένην λοιπόν· πῶς γὰρ αὕτη φανεῖται, πάντων ἐπὶ τοσοῦτον μεταβεβλημένων; ἀλλὰ τὰ καινὰ ζήτει πράγματα τῆς χάριτος. Οἱ γὰρ ταῦτα διώκοντες, οὗτοι καὶ εἰρήνης καὶ φιλανθρωπίας ἀπολαύσονται, καὶ τῷ τοῦ Ἰσραὴλ ὀνόματι κυρίως ἂν καλοῖντο· ὡς οἵ γε τὰ ἐναντία φρονοῦντες, κἂν ἐξ ἐκείνου γεγεννημένοι εἶεν, καὶ τὴν προσηγορίαν αὐτοῦ περιφέροιεν, πάντων ἐκπεπτώκασι τούτων, καὶ τῆς συγγενείας καὶ τῆς ἐπωνυμίας αὐτῆς. Οἱ γὰρ κυρίως Ἰσραηλῖται εἶναι δυνάμενοι, οἱ τὸν κανόνα τοῦτον διατηροῦντές εἰσιν, οἱ τῶν παλαιῶν ἀπεχόμενοι, καὶ τὰ τῆς χάριτος διώκοντες. Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω. Ἐνταῦθα οὐχ ὡς καμὼν, οὐδ' ὡς περικακήσας ταῦτα φθέγγεται· ὁ γὰρ πάντα καὶ ποιεῖν καὶ πάσχειν ὑπὲρ τῶν μαθητῶν αἱρούμενος, πῶς ἂν ἐξελύθη καὶ ἀνέπεσε νῦν; ὁ λέγων· Ἐπίστηθι εὐκαίρως, ἀκαίρως· ὁ λέγων· Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος. Τίνος οὖν ἕνεκεν ταῦτά φησιν; Ἀναστέλλων αὐτῶν τὴν ῥᾴθυμον γνώμην, καὶ εἰς φόβον πλείονα ἐμβάλλων, καὶ πηγνὺς τοὺς παρ' αὐτοῦ τεθέντας νόμους, καὶ οὐ συγχωρῶν ἀεὶ κινεῖν αὐτούς. Ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῷ σώματί μου βαστάζω. Οὐκ εἶπεν, Ἔχω, ἀλλὰ, Βαστάζω, ὥσπερ τις ἐπὶ τροπαίοις μέγα φρονῶν, ἢ σημείοις βασιλικοῖς· εἰ καὶ τοῦτο πάλιν ὄνειδος εἶναι δοκεῖ. Ἀλλ' οὗτος ἐπὶ τοῖς τραύμασιν ἐναβρύνεται· καὶ καθάπερ οἱ σημειοφόροι τῶν στρατιωτῶν, οὕτω καὶ οὗτος ἀγαλλιάζεται τραύματα περιφέρων. ∆ιὰ τί δὲ τοῦτο λέγει; Παντὸς λόγου, πάσης φωνῆς λαμπρότερον διὰ τούτων ἀπολογοῦμαι, φησί.Ταῦτα γὰρ φωνὴν σάλπιγγος ὑψηλοτέραν ἀφίησι πρὸς τοὺς ἀντιλέγοντας, καὶ λέγοντας ὑποκρίνεσθαί με τὸ δόγμα, καὶ πρὸς ἀνθρώπων ἀρέσκειάν τι λέγειν. Οὐδὲ γὰρ εἴ τις στρατιώτην εἶδεν ἐκ παρατάξεως ᾑμαγμένον ἐξελθόντα, καὶ μυρία τραύματα ἔχοντα, δειλίας τι κρίνειν αὐτὸν καὶ προδοσίας ἠνείχετο, ἐπὶ τοῦ σώματος τῆς ἀνδραγαθίας φέροντα τὴν ἀπόδειξιν. Καὶ ἐπ' ἐμοῦ τοίνυν οὕτω ψηφίζεσθαι δεῖ, φησί. Καὶ εἴ τις ἀκοῦσαι βούλεται τῆς ἐμῆς ἀπολογίας, καὶ τὴν γνώμην μου καταμαθεῖν, βλεπέτω τὰ τραύματα, τῶν ῥημάτων τούτων καὶ τῶν γραμμάτων πλείονα παρεχόμενα τὴν ἀπόδειξιν. Ἀρχόμενος μὲν τῆς Ἐπιστολῆς, ἀπὸ τῆς ἀθρόας αὐτοῦ μεταβολῆς τὴν ἀνυπόκριτον αὐτοῦ σαφῶς ἔδειξε γνώμην· τελευτῶν δὲ ἀπὸ τῶν ταύτης κινδύνων. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι μετέστη μὲν ἀπὸ διανοίας ὀρθῆς, οὐκ ἐνέμεινε δὲ ἐπὶ τῆς αὐτῆς προαιρέσεως, ὅτι καὶ ἔμεινε μάρτυρας παράγει τοὺς πόνους, τοὺς κινδύνους, τὰς πληγάς. Εἶτα ἀπολογησάμενος διὰ πάντων σαφῶς, καὶ δείξας, ὡς οὐδὲν εἶπε τῶν εἰρημένων θυμῷ καὶ ἀπεχθείᾳ, ἀλλ' ἀκίνητον ἔχει τὴν πρὸς αὐτοὺς φιλοστοργίαν, πάλιν αὐτὸ τοῦτο κατασκευάζει, εἰς εὐχὴν μυρίων γέμουσαν ἀγαθῶν κατακλείων τὸν λόγον, καὶ οὕτω λέγων· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν. Τῷ ἐσχάτῳ ῥήματι τούτῳ πάντα τὰ ἔμπροσθεν ἐπεσφράγισεν. Οὐ γὰρ ἁπλῶς, Μεθ' ὑμῶν, ὡς ἐπὶ τῶν ἄλλων, ἀλλὰ, Μετὰ τοῦ πνεύματος ὑμῶν, ἀπάγων αὐτοὺς τῶν σαρκικῶν, καὶ πανταχοῦ δεικνὺς τοῦ Θεοῦ τὴν εὐεργεσίαν, καὶ ἀναμιμνήσκων τῆς χάριτος ἧς ἀπήλαυσαν, δι' ἧς πάσης αὐτοὺς ἱκανὸς ἦν Ἰουδαϊκῆς πλάνης ἀπαγαγεῖν. Τό τε γὰρ Πνεῦμα λαβεῖν, οὐ τῆς νομικῆς ἦν πτωχείας, ἀλλὰ τῆς κατὰ τὴν πίστιν δικαιοσύνης· τό τε κατασχεῖν λαβόντας, οὐκ ἀπὸ τῆς περιτομῆς, ἀλλ' ἀπὸ τῆς χάριτος ἐγένετο πάλιν. ∆ιὰ τοῦτο τὴν παραίνεσιν εὐχῇ κατέκλεισε, καὶ χάριτος καὶ πνεύματος ἀναμνήσας, ὁμοῦ καὶ ἀδελφοὺς προσειπὼν, καὶ παρακαλέσας τὸν Θεὸν τούτων αὐτοὺς διηνεκῶς ἀπολαύειν, καὶ διπλῷ τοὺς ἀνθρώπους ἀσφαλισάμενος τρόπῳ· τὸ γὰρ αὐτὸ καὶ εὐχὴ, καὶ διδασκαλία ἦν τῶν εἰρημένων ὁλόκληρος, ἀντὶ τείχους αὐτοῖς διπλοῦ γινομένη. Ἥ τε γὰρ διδασκαλία ἀναμιμνήσκουσα αὐτοὺς ὅσων ἀπέλαυσαν ἀγαθῶν, μᾶλλον κατέσχεν ἐν τοῖς τῆς Ἐκκλησίας δόγμασιν· ἥ τε εὐχὴ καλοῦσα τὴν χάριν, καὶ παραμένειν αὐτοῖς πείθουσα, οὐκ ἠφίει τὸ πνεῦμα αὐτῶν ἀπαναστῆναι. Τούτου δὲ ἐν αὐτοῖς ὄντος, πᾶσα, ὥσπερ κόνις, ἀπεσοβεῖτο τῶν τοιούτων δογμάτων ἡ ἀπάτη, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |