ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΕΦΑΛΑΙΑ ΙΑʹ - ΙΕ΄

Τετάρτη 12 Οκτωβρίου 2016

ΚΕΦΑΛΑΙΑ ΙΑʹ - ΙΕ΄




Ιωάννης Χρυσόστομος
Τόμος  47
Παλλαδίου  Επισκόπου Ελενουπόλεως περί Βἰου
Ιωάννου Χρυσοστόμου


ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ

{Ο ∆ΙΑΚ.} Εἶτα, πάτερ, τούτων οὕτως ἀνυομένων,  ποῦ διέ τριβεν ὁ μακάριος  Ἰωάννης  ἢ  οἱ  λοιποὶ  τῶν  ἐπισκόπων;  {Ο  ΕΠΙΣΚ.}  Οἱ μὲν  λοιποὶ  τῶν ἐπισκόπων,  οἱ μὲν  συνε κλείοντο,  οἱ δὲ καὶ ἐσύροντο,  ἄλλοι  δὲ καὶ ἐκρύβησαν· Ἰωάννης  δὲ σὺν Κυριακῷ καὶ Εὐλυσίῳ παρὰ στρατιωτῶν  τοῦ ἐπάρχου δέσμιοι εἰς Βιθυνίαν κατείχοντο κόλασιν ἀπειλούμενοι ἐπὶ τῇ ἐμπρήσει τῆς ἐκκλησίας. ὕστερον δὲ ὁ μὲν Κυριακὸς καὶ Εὐλύσιος δέσμιοι ἀχθέντες ἅμα λοιποῖς κληρικοῖς, ἀθῷοι ἀπο φανθέντες  ἀπελύθησαν·  ὁ  δὲ  ἅγιος  Ἰωάννης  πρὸς  ταῖς  λοιπαῖς  παῤῥησίαις καὶ ταύτην τελευτείαν αὐτοῖς ἀπέστειλεν, εἰπών· "Εἰ καὶ ἐν τοῖς ἄλλοις οὐ δεδώκατέ μοι χώραν ἀπολογίας,  κἂν γοῦν εἰς τὰ κατὰ τὴν ἐκκλησίαν ἀκουσθῶ, εἴ γε αἴτιος, ὥς φατε,   γέγονα   τῆς  καύσεως." 



οὕτως   μηδ'   ἐν  τούτῳ   ἀκουσθεὶς  πέμπεται   διὰ στρατιωτῶν εἰς ἐρημοτάτην πολίχνην τῆς Ἀρμενίας, νύκτωρ καὶ μεθ' ἡμέραν πολιορκουμένην ὑπὸ τῶν Ἰσαύρων, ἐπὶ τὸ  σφαγῆναι· Κουκουσὸς δέ ἐστιν αὕτη. Ἀρσάκιος δὲ ὁ ἀδελφὸς τοῦ μακαρίου Νεκταρίου ἀντεισήγετο τῷ τόπῳ τοῦ Ἰωάννου,  ἀνδρὸς ἱεροφάντου, ἄνθρωπος ἰχθύος ἀφωνότερος καὶ βατράχου ἀπραγότερος (ἔστι γὰρ ὅτε καὶ πρᾶξις λαλεῖ, μάλιστα ὅταν δι' αὐτὸ γένηται τὸ καλόν). διακρατήσας δὲ τὸ ζῆν ἑαυτοῦ δέκα τέσσαρας μῆνας ἀποθνήσκει, εἰς τὰ Εὐαγγέλια παρορκήσας· ὅπου ὤμοσε τῷ ἀδελφῷ Νεκταρίῳ μηδέποτε καταδέξασθαι ἐπισκοπῆς χειροτονίαν,  ἡνίκα ὠνείδισεν αὐτῷ μὴ βουληθέντι  γενέσθαι ἐν Ταρσῷ, ὡς τὸν αὐτοῦ καιροσκοποῦντι θάνατον.  γεγένηται  δ' αὐτῷ τῆς ἐπιορκίας αἰτία τὸ μὲν πρὶν ἡ κενοδοξία,  δι' ἣν ἐμνηστεύετο–ὡς ἂν εἴποι τις–τὴν γυναῖκα, μετέπειτα δὲ ἡ αἰσχύνη· προφητικῶς τῶν ἐλέγχων  αὐτῷ παρὰ τοῦ ἀδελφοῦ ἐπαχθέντων.  τούτῳ τῷ Ἀρσακίῳ Ἀττικὸς ἀντεισάγεται ἐκ τῶν πρεσβυτέρων, πάσης μηχανῆς τεχνίτης  κατὰ τοῦ Ἰωάννου.  ὃς θεασάμενος μηδένα τῶν ἀνατολικῶν  αὐτῷ ἐπισκόπων κοινω νοῦντα, μήτε μὴν τοῦ τῆς πόλεως λαοῦ, διὰ τὰ οὕτως ἀνόμως παρακολουθήσαντα καὶ ἀθέσμως, παρασκευάζει, ἄπειρος ὢν τῶν θείων Γραφῶν, ταῖς ἀντιγραφαῖς  καταναγκάζεσθαι τοὺς μὴ κοινωνοῦντας. εἶχεν δὲ ἡ μὲν κατὰ τῶν ἐπισκόπων ἀντιγραφὴ τὴν ἀπειλὴν ταύτην· "Εἴ τις οὐ κοινωνεῖ τῶν ἐπισκόπων Θεο φίλῳ καὶ Πορφυρίῳ καὶ Ἀττικῷ, τῆς μὲν  ἐκκλησίας  ἐκβαλέσθω,   τῆς  δὲ  ἰδίας  τῶν  πραγμάτων  οὐσίας  ῥιπτέσθω." ἐντεῦθεν οἱ μὲν καταβαρυνόμενοι τῷ τῶν πραγμάτων φορτίῳ καὶ ἄκοντες κοινωνοῦσιν,  οἱ δὲ πενέστεροι καὶ εἰς πίστιν ὑγιῆ ἀσθενέστεροι ὑποσχέσεσι δώρων τινῶν  συνεσύροντο εἰς κοινωνίαν,  οἱ δὲ γένους καὶ πραγμάτων  καὶ πατρίδος καὶ δόξης φθαρτῆς καὶ θλίψεως σωματικῆς ὑπεριδόντες φυγῇ τὴν τῆς ψυχῆς εὐγένειαν διεφύ λαττον, τὸ εὐαγγελικὸν διὰ μνήμης ἔχοντες λόγιον,
"Ἐὰν διώ κωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην,"  καὶ τὸ τῆς παροιμίας ἑαυτοῖς ἐπιλέγοντες, "Οὐκ ὠφελήσουσιν ὑπάρ χοντα ἐν ἡμέρᾳ θυμοῦ." ἔφθανον δὲ οἱ μὲν ἐν τῇ Ῥώμῃ, οἱ δὲ ἐν τοῖς ὄρεσιν, ἕτεροι δὲ ἐν τοῖς τῶν ἀσκητῶν φροντιστηρίοις διεσώζοντο ἐκ τῆς Ἰουδαϊκῆς  πονηρίας.  ἡ δὲ κατὰ τῶν  λαϊκῶν  ἀντιγραφὴ  περιεῖχεν·  "Τοὺς μὲν  ἐν ἀξιώμασιν ἐκπίπτειν τῆς κατὰ τὰς ἀρχὰς ἀξίας, τοὺς δὲ στρατιώτας τὰς ζώνας ἀπόλλειν,  τοὺς  δὲ λοιποὺς  δήμους  καὶ  χειροτέχνας,  χρυσίῳ  πολυολκεῖ προστιμηθέντας,  ὑποβάλλεσθαι  ἐξορίᾳ." πλὴν  ὅμως  καὶ ταῦτα  ἐπράττετο,  καὶ αἱ προσευχαὶ   τῶν   σπουδαίων   ἐν   τῷ   ὑπαίθρῳ   ἐπετελοῦντο   μετὰ   πολλῆς   τῆς κακοπαθείας,  φιλίᾳ  τῇ πρὸς τὸν  Σωτῆρα τὸν  εἰρηκότα· "Ἐγώ εἰμι  ἡ ὁδὸς καὶ ἡ ἀλήθεια,"  καὶ πάλιν,  "Θαρσεῖτε, ἐγὼ  νενίκηκα  τὸν  κόσμον." καὶ ὁ μὲν μακάριος Ἰωάννης   οἰκήσας  τὴν  Κουκουσὸν ἔτος  ἕν,   πλείστους  διαθρέψας  πένητας   τῆς Ἀρμενίας οὐ τοσοῦτον σίτῳ, ὅσον λόγῳ (ἔφθασε γὰρ κατ' ἐκεῖνο καιροῦ μέγας λιμὸς τὴν χώραν ἐκείνην).  βασκή ναντες δὲ αὐτῷ καὶ ἐπὶ τούτῳ οἱ ἀδελφοκτόνοι μεταφέρουσιν  εἰς  Ἀραβισσόν, διαφόροις  ὑποβάλλοντες   κακουχίαις,   ἵνα  τὸ  ζῆν ἀπολίπῃ.  κἀκεῖ πάλιν  οὐ μικρῶς διαλάμψας  ταῖς ἀρεταῖς ("οὐ δύναται  γὰρ πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη," οὐδὲ 66 λύχνος φαιδρῶς καιόμενος ξυλίνῳ σκεπασθῆναι μοδίῳ),  ἐξή γειρεν γὰρ καθάπερ ἐξ ὕπνου τῆς ἀγνοίας πρὸς τὴν τοῦ λόγου   ἀκτῖνα   ἐκ   πάσης   περιχώρου   τοὺς   ἄγαν   κεκαρωμένους   τῇ   ἀπιστίᾳ. σφοδρότερον δὲ τῇ φλογὶ  τῆς  βασκανίας κατακαιόμενοι  οἱ περὶ Σευηριανὸν  καὶ Πορφύριον καὶ ἕτεροί τινες τῆς Συρίας ἐπί σκοποι παρασκευάζουσιν αὐτὸν κἀκεῖθεν μετενεχθῆναι· βαρὺς γὰρ αὐτοῖς ἦν οὐ μόνον ἐν ταῖς νομιζομέναις εὐημερίαις, ἀλλὰ πολλῷ   πλέον   ἐν  ταῖς  δυσημερίαις,  ἀφυῶς  διακειμένοις   περὶ  τὴν  φύσιν  τῶν πειρασμῶν, οὐ μεμνημένοις τοῦ πρὸς τὸν ἀπόστολον θείου χρησμοῦ ἐν ταῖς θλίψεσι γενομένου, τό· "Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται." θεασά μενοι γὰρ μεταναστᾶσαν τὴν Ἀντιοχέων  ἐπὶ τὴν Ἀρμενίων κἀκεῖθεν πάλιν ἐπὶ τὴν Ἀντιοχέων τὴν Ἰωάννου εὐχάριστον φιλοσοφίαν ᾀδομένην, ηὔχοντο καὶ τὸ ζῆν ἀποῤῥῆξαι, καθάπερ ὑπὸ μαστίγων τῶν  διηγημάτων  βασανιζόμενοι (τοιοῦτον γὰρ ὁ μισόκαλος φθόνος), ὡς τοὺς ὁρῶντας τῶν ἑπομένων αὐτοῖς κληρικῶν θαυμάζοντας   λέγειν·   "Ἴδετε   νεκρὸν   φοβερὸν   τοὺς   ζῶντας   καὶ   κρατοῦντας διαπτοοῦντα,   καθάπερ  τοὺς  παῖδας  τὰ  μορμολυκεῖα;  βαβαί!   οἱ  τὰς  κοσμικὰς δυναστείας καὶ τὸν ἐκ κλησιαστικὸν ἐνημμένοι πλοῦτον μετ' ἐξουσίας, μετὰ καὶ τῆς τῶν πραγμάτων ἀρχῆς, τὸν ἱερέα, τὸν μόνον, τὸν ἄπολιν, τὸν ἀσθενῆ τῇ σαρκί, τὸν ἐξόριστον δεδιότες,  ὠχριῶσι σφαδά ζοντες."  μηκέτι οὖν καρτερήσαντες τῇ σκηνῇ κρύπτειν   τὸν   ὄφιν,    ἀποστείλαντες   εἰς   τὸ   στρατόπεδον   ἐκπορίζουσι   πάλιν ἀντιγραφὴν  σφοδροτέραν μετὰ προστίμου· ἐντὸς στενῆς προ θεσμίας μετενεχθῆναι αὐτὸν  εἰς  Πιτυοῦντα,  τόπον  πανέρημον  τῶν  Τζάνων,  ἐπικείμενον  τῇ  ὄχθῃ  τῆς Ποντικῆς θαλάσσης. οἱ δὲ διάγοντες αὐτὸν στρατιῶται τοῦ ἐπάρχου τῶν πραιτωρίων ἐπὶ τοσοῦτον κατήπειγον διὰ τῆς ὁδοῦ, λέγοντες τοιαύτας ἔχειν τὰς ἐντολάς, ὡς, εἰ ἀποθάνοι  κατὰ τὴν ὁδόν, μειζόνων  ἀξιωθή σονται τῶν  βαθμῶν.  καὶ ὁ μὲν εἷς ἐξ αὐτῶν,  ἔλαττον  φροντίσας 67 τῆς παρούσης στρατείας, φιλανθρωπίαν τινὰ ποσῶς διακλέπτων  ἐνεδείκνυτο· ὁ δ' ἕτερος ἐπὶ τοσοῦτον ἦν ἀπηνὴς καὶ δύσκολος, ὡς τὰς εἰς αὐτὸν γινομένας  κολακείας παρὰ τῶν προστυγχα νόντων  ἐπὶ φειδοῖ τοῦ ἁγίου ὕβρεις νομίζειν,  τούτου μόνον φροντίζων  τὸν Ἰωάννην  δυσθανατῆσαι. ὑετοῦ μὲν γὰρ λάβρου ὄντος, ἀφροντίστως ἐξῄει, ὡς διὰ νώτου καὶ στέρνων φέρεσθαι τὰς τῶν ὑδάτων λιβάδας. σφοδρὸν δὲ πάλιν καῦμα ἡλίου ἀντὶ τρυφῆς ἡγεῖτο, εἰδὼς ἐν τούτῳ δυσφορεῖν  τὸ  Ἐλισσαϊκὸν κρανίον  τοῦ  μακαρίου.  εἰς  πόλιν  δὲ  ἢ  κώμην,  ἔνθα λουτροῦ παραμυθία ἦν, οὐδὲ στιγμὴν ὁ δύστηνος συνεχώρει ποιεῖν.  καὶ ἐν τούτοις πᾶσιν ἐπὶ τρίμηνον  τὴν ἀργαλεωτάτην  ἐκείνην  βαδίζων ὁδόν,  ἔμενεν ὁ ἅγιος ὡς ἀστὴρ διαστίλβων,  ἔχων τὸ σωμάτιον καθάπερ μῆλον ἐπ' ἄκρων κλάδων ἡλιοφοινισσό   μενον.   πλησιάσαντες   δὲ  τῇ  Κομάνῃ,  καθάπερ  γέφυραν,   αὐτὴν παρῆλθον, ἔξω τοῦ τείχους ἐν τῷ μαρτυρίῳ μείναντες ἀπὸ πέντε ἢ ἓξ σημείων. κατ' αὐτὴν δὲ τὴν νύκτα παρέστη αὐτῷ ὁ τοῦ τόπου ἐκείνου μάρτυς, Βασιλίσκος ὄνομα αὐτῷ,  ὃς μαρτυρεῖ, ἐπίσκοπος ὢν  Κομανῶν, ἐν Νικομηδείᾳ ἐπὶ Μαξιμιανοῦ, ἅμα Λουκιανῷ  τῷ  ἐν  Βιθυνίᾳ  πρεσβυτέρῳ ὄντι  Ἀντιοχείας,  φήσας· "Θάρσει, ἀδελφὲ Ἰωάννη· αὔριον γὰρ ἅμα ἐσόμεθα." φασὶ δέ, προειρήκει καὶ τῷ παραμένοντι πρεσβυτέρῳ·  "Ἑτοίμασον 68  τόπον  τῷ  ἀδελφῷ  Ἰωάννῃ·  ἔρχεται  γάρ."  ἔχων  δὲ πιστῶς τὸν χρησμὸν ὁ Ἰωάννης ἐπὶ τὴν αὔριον παρεκάλει αὐτοὺς ἕως πέμπτης ὥρας ἐκεῖ παραμεῖναι. οἱ δὲ μὴ πεισθέντες ἐξήλαυνον· ἐλθόντες δὲ ὡς σταδίους τριάκοντα πάλιν ὑποστρέφουσιν εἰς τὸν τόπον τοῦ μαρτυρίου, ἀφ' οὗ ἀπῆραν, ἔχοντος αὐτοῦ ὀξέως. οὕτως οὖν ἐλθὼν ἐπιζητεῖ τὰ ἄξια τοῦ βίου λαμπρὰ ἱμάτια, καὶ ἀποδυσάμενος τὰ πρότερα ἐνεδύσατο νήφων,  ἀλλάξας ἕως ὑποδημάτων· τὰ λοιπὰ δὲ διένειμεν τοῖς παροῦσιν. καὶ κοινωνήσας τῶν ∆εσποτικῶν συμβόλων ποιεῖ τὴν τελευταίαν ἐπὶ τῶν παρόντων  προσευχήν,  εἰπὼν  τὸ ἐξ ἔθους ῥῆμα· "∆όξα τῷ  Θεῷ πάντων  ἕνεκεν," ἐπισφραγισάμενός   τε  τὸ  ὕστερον  ἀμήν,   "ἐξῆρεν   τοὺς   πόδας,"   τοὺς   ὡραίως δραμόντας ἐπὶ σωτηρίᾳ τῶν τὴν μετάνοιαν ἑλαμένων καὶ ἐλέγχῳ τῶν τὴν ἁμαρτίαν πλουσίως γεωργησάντων (εἰ δὲ οὐδὲν ὤνησαν οἱ ἔλεγχοι τοὺς φαύλους, τοῦτο οὐκ ἀτονία  τοῦ παῤῥησιασαμένου, ἀλλ'  ἰταμότης  τῶν  μὴ ἀνασχομένων),  "προστεθεὶς πρὸς τοὺς πατέρας αὐτοῦ," τὴν κόνιν ἀπομαξάμενος, καὶ πρὸς Χριστὸν διαπεράσας, ὡς  γέγραπται·  " Ηξεις δὲ  εἰς  τὸν  τάφον  σου ὥσπερ σῖτος  ὥριμος  κατὰ  καιρὸν θεριζόμενος· παρανόμων δὲ ψυχαὶ ἄωροι ἀποθανοῦνται." το σοῦτος δὲ ἑσμὸς παρθένων καὶ ἀσκητῶν καὶ τῶν ἐπὶ σεμνότητι μαρτυρουμένων παρῆν ἀπό τε Συρίας καὶ Κιλικίας καὶ Πόντου καὶ Ἀρμενίας, ὡς τοὺς πολλοὺς νομίσαι ἀπὸ συνθήματος αὐτοὺς 69 παραγενέσθαι. ἐνταφιασθεὶς δὲ καὶ ἑορτασθείς, καθάπερ ἀθλη τὴς νικηφόρος  τὸ  σωμάτιον,  θάπτεται  μετὰ  τοῦ  Βασιλίσκου ἐν  τῷ  αὐτῷ  μαρτυρίῳ.

ΚΕΦΑΛΑΙΟΝ  ΙΒʹ

 Πρὸς τούτοις  ὁ Θεόδωρος ἐπιθαυμάσας  ἤρετο,  λέγων  τὸ  γρα φικόν· {Ο ∆ΙΑΚ.} Ἐπειδὴ γέγραπται, "Μὴ ἀστοχήσῃς διηγήματος γερόντων,  καὶ γὰρ καὶ αὐτοὶ παρὰ τῶν πατέρων ἔμαθον," ἀόκνως φράσον ἡμῖν τίς ἡ αἰτία τοῦ μόνον αὐτὸν ἐσθίειν, καὶ εἰ ἀληθῶς μόνος, ὡς λέγουσιν,  ἤσθιεν. {Ο ΕΠΙΣΚ.} Ὡμολόγηται μέν,  ὅτι  μόνος  ἤσθιεν·  οὐκ  ἐβου  λόμην  δέ  σε,  Θεόδωρε ἐμμελέστατε,  τὰ  τῶν γαστριμάργων νηπίων διερωτᾶν. ἀνὴρ γὰρ ὑπάρχων, τὰς ἀνδρῶν ἀρετὰς ἐπι ζητεῖν ὀφείλεις,  πῶς εἶχεν περὶ ἀφοβίας, περὶ χρημάτων,  περὶ σωφροσύνης, πραΰτητός τε καὶ δικαιοσύνης, ἐλεημοσύνης, φρο νήσεώς τε καὶ ἀνδρείας καὶ λήθης ἢ μνήμης. "βρῶμα γὰρ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ, οὔτε ἐὰν φάγωμεν οὔτε ἐὰν μὴ φάγωμεν," ἀλλὰ  γνῶσις  μετὰ πράξεως  ἐνεργουμένη.  αὐτὸς  δὲ ἤσθιεν  μόνος,  ὡς  ἐκ μέρους γινώσκω, διὰ ταύτας τὰς αἰτίας· πρῶτον μέν, οἶνον οὐκ ἔπινεν διὰ τὴν τῆς κεφαλῆς θέρμην, εἰ μή που ἐν τοῖς καύμασι τὸ διὰ ῥόδων ἐχρῆτο· δεύτερονδέ>, ὅτι τάξιν ὁ στόμαχος αὐτοῦ οὐκ εἶχεν ἀπό τινος ἀσθενείας, ὡς πολλάκις τὰ εὐτρεπισθέντα ἀηδῆ φανῆναι  καὶ  ἐπιζητεῖν  τὰ  μὴ  παρόντα.  εἶτα  ἦν  ὅτε  καὶ  λήθην  ἐλάμβανε  τῶν βρωμάτων, παρατείνων ἕως ἑσπέρας, τοῦτο μὲν ταῖς ἐκκλησιαστικαῖς διασπώμενος φροντίσι, τοῦτο δὲ ταῖς πνευματικαῖς περισπώμενος θεωρίαις· ἠγωνίζετο γὰρ μηδὲν ἀπορεῖν  τῶν  θείων  Γραφῶν,  –φιλεῖ  δέ  πως  τὰ  τοιαῦτα  ἢ  τὴν  ἀσιτίαν  ἢ  τὴν κουφοσιτίαν. ἔθος δὲ τοῖς δαιτυ μόσιν, ἐὰν μὴ αὐτοῖς τις συμβρώσῃ ἢ συμβροχθίσῃ ἢ συγκαχάσῃ 70 γέλωτι ἀσήμῳ, ἐπ' ἄκρων δακτύλων χλιαρὰν φέρων τὴν κύλικα, εἰς κακηγορίαν ἄγειν τὴν τῆς τραπέζης φιλοφροσύνην.  τὸ δ' ὅλον (ὡς οἶμαι) καὶ ἀληθέστερον· φειδωλὸς ἦν εἰσάγαν πρὸς τοὺς τῆς τρυφῆς, ἱεροσυλίαν νομίζων τὴν εἰς τοὺς τοιούτους  δαπάνην·  ὁμοῦ καὶ τῶν  οἰκονόμων  τὰς τῆς κλοπῆς  ἀφορμὰς περικόπτων,  ἵνα μὴ δεκαπλασιάσωσι τὰς τιμὰς τῶν ὀψωνίων  ἐν τοῖς βρεβίοις, τὰς τῶν πενήτων  σφετερισάμενοι χρείας. πρὸς τούτοις τὸ πλῆθος τῆς πόλεως ἐννοῶν ἐσκόπει, ὅτι ἢ πᾶν ἀξίωμα ὀφείλει ταύτης τῆς τιμῆς ἀξιῶσαι ὡς Χριστοῦ οἰκονόμος, ἢ μηδενὶ παρασχεῖν τὸ πρᾶγμα. ἀποβλέψας δὲ εἴς τε τοὺς τῆς τραπέζης θορύβους καὶ εἰς τὸ πλῆθος τῶν ἀναλωμάτων  τῶν πτωχικῶν,  ἐφρικίασεν πρὸς τὸ πρᾶγμα, μακρὰν χαίρειν  εἰπὼν  ταῖς  τοιαύταις  κακολογίαις,  τὸ  τῶν  Πράξεων ἑαυτῷ  κατεπᾴδων, " Ανδρες ἀδελφοί,  οὐκ ἐξὸν ἡμῖν τραπέζαις διακονεῖν,  ἀλλὰ καταστήσωμεν ἄνδρας εὐλαβεῖς ἐπὶ τῆς χρείας· ἡμεῖς δὲ σχολάσωμεν τῷ λόγῳ καὶ τῇ προσευχῇ." ὥσπερ γὰρ ἀγωνιστὴς   ἵππος   σταδιοδρομεῖν   οὐκέτι   δυνάμενος    μύλωνι    ἐγκατατάσσεται, ἀτέλεστον  κύκλον  γυρεύων· οὕτως ἀποκνήσας διδάσκαλος πρὸς τοὺς τῆς ἀρετῆς λόγους,  τὴν  ἐκ τῆς τραπέζης προβάλλεται  θήραν· καὶ εἴθε κἂν τοῖς  πεινῶσι  καὶ δεομένοις, ὅθεν ἔνεστι καὶ κερδᾶναι τὸν μακαρισμὸν τοῦ ∆εσπότου, τό, "Ἐπείνων, καὶ ἐχορτάσατέ με"· ἀλλ' ἢ μόνοις πλουσίοις τοῦ εὖ ἀκοῦσαι χάριν, ἢ δόξης μαραινομένης, ἢ τοῦ ὁμοίως ἀντικληθῆναι, ἢ εἰ τούτων οὐδέν, ἵνα μὴ κακὸς ἀκούσῃ, οὐ μεμνημένος τοῦ ταλανισμοῦ τοῦ Κυρίου λέγοντος· "Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμῖν εἴπωσιν πάντες οἱ ἄνθρωποι" –οὐκ εἶπεν, "οἱ πτωχοί," ἀλλ', "οἱ ἄνθρωποι"· – "κατὰ ταὐτὸν γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν." μὴ ζητῶμεν οὖν ὡς οἱ κενόδοξοι, ὦ Θεόδωρε, ψευδο προφήτου δόξαν. "ἦλθεν γὰρ Ἰωάννης,  μήτε ἐσθίων μήτε 71 πίνων,  ἐν ὁδῷ δικαιοσύνης· καὶ λέγουσι, "∆αιμόνιον ἔχει." 71 ἦλθεν ὁ Υἱὸς τοῦ  ἀνθρώπου,   ἐσθίων  καὶ  πίνων·  καὶ  λέγουσιν,   "Ἰδού,  ἄνθρωπος  φάγος  καὶ οἰνοπότης, τελωνῶν  φίλος καὶ ἁμαρτωλῶν."" {Ο ∆ΙΑΚ.} Οὐ πάντως, ὦ ἄριστε πάτερ, ψέξας ἢ καταδραμὼν τῆς τοιαύτης ἀσκήσεως, τὴν πεῦσιν προσήγαγον τῇ σῇ ἀκρι βολογίᾳ· ᾔδειν γὰρ καὶ ἐξ αὐτῆς τῆς φήμης καὶ ἐκ τῶν εἰς ἡμᾶς φθασάντων αὐτοῦ συγγραμμάτων,  ἢ ὁμιλιῶν  ἢ ἐπιστολῶν,  τὴν  τοῦ ἀνδρὸς διάνοιαν· ἀλλ'  ἵνα  τὸν σκοπὸν μαθὼν ζηλώσω τὸ πρᾶγμα. τίς γὰρ οὕτως εἰς ἅπαν ἠλίθιος, ἵνα ἀγνοήσῃ ὅτι μείζων ἡ ζημία τοῦ ἐκ τραπέζης κέρδους, εἰ μή που χρεία γένηται ἐν ἀνάγκῃ ξενίσαι ἁγίους; {Ο ΕΠΙΣΚ.} Ταῦτα εἶπον κἀγώ, φιλαληθέστατε Θεόδωρε, οὐκ ἐξευτελίζων τὴν πατρικὴν ἀρετήν, μάλιστα τῆς φιλοξενίας.  μία γάρ ἐστι τῶν λοιπῶν ἀρετῶν τῶν εἰς εὐσέβειαν συντει νουσῶν, δι' ὧν καὶ οἱ κύριοι πατριάρχαι, ὁ μὲν τὸν Σωτῆρα Θεὸν τῇ τραπέζῃ ἐθήρευσεν, ὁ δὲ τοὺς ἀγγέλους ἐξένισεν, ὁ μὲν υἱὸν ἐν γήρει, ὁ δὲ σωτηρίαν τὴν ἐκ Σοδόμων μισθὸν σὺν ταῖς θυγατράσιν εὑράμενοι· περὶ ὧν καὶ ὁ ἀπόστολος λέγει, παρορ μῶν ἡμᾶς εἰς τὸ μίμημα· "Τῆς φιλοξενίας," λέγων, "μὴ ἐπι λανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν  τινες  ξενίσαντες ἀγγέλους."  δεῖ δὲ τὸν ξενοδόχον  τὸ μὲν φρόνιμον  ἔχειν  τοῦ ὄφεως,  τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς, πειθόμενον  τοῖς δύο λογίοις,  καὶ  τῷ,  "Παντὶ  τῷ  αἰτοῦντί  σε δίδου,"  καὶ  τῷ,  "Μὴ πάντα  ἄνθρωπον εἰσάγαγε εἰς τὸν οἶκόν σου," ἵνα μὴ λύκον ἀντὶ προβάτου δεξά μενος, ἢ ἄρκον ἀντὶ βοός, τῇ ζημίᾳ τὸ κέρδος ἀπεμπολήσῃ. δοκιμάζειν δὲ πρῶτον τὸν τόπον ὀφείλει ἐν ᾧ τις ἐτάγη, εἰ ἔρημος ἢ πολύοχλος,  εἶτα τὴν ἑαυτοῦ ἐπιτηδειότητα,  εἰ οἷός τέ ἐστιν ἀλλόκοτα  βαστάζειν ἤθη· τότε διακρίνειν  τὸν εὖ ὀφεί λοντα  παθεῖν,  εἰ πλούσιός ἐστιν ἢ πένης, ἢ ὑγιὴς ἢ ἄῤῥωστος, ἢ βρωμάτων ἐπιδέεται ἢ ἐνδυμάτων· ἐν τούτοις γὰρ  ὁ  πρακτικὸς  ἔλεος  διανύεται.   ὁ  γὰρ  μακάριος  Ἀβραὰμ οὐχ  ὑπάτους,  οὐδὲ στρατηγούς, οὐδὲ τοὺς ἐπ' ἐξοχῆς ἄνδρας τοῦ περιγείου κόσμου 72 ἐξένισεν, παρ' οἷς ἵπποι  κημῷ ἢ χαλινῷ  ἀποστίλβοντες  ἢ σαρά βαρα χαλκοτύμπανα  πόῤῥωθεν  τῆς ὑπερηφανίας   τὸν  κτύπον  ἀπερευγόμενα·  ἀλλ'   ἔρημον  οἰκῶν  τόπον  τοὺς  ἐκεῖ φθάνοντας ἐδεξιοῦτο. οἱ δὲ τὴν ἔρημον διαβαίνοντες, ἢ δι' ἀρετὴν ἀπῄεσαν πρὸς τὸν πατριάρχην, ἢ διὰ πτωχείαν τὴν ἐπιτεταμένηνκαὶπενίαν. [πενία γάρ ἐστι μεσότης ὑπερβολῆς καὶ ἐλλείψεως· ὑπερβολῆς μὲν πλούτου, ἐλλείψεως δὲ πτωχείας.] ὁμοίως δὲ   καὶ   ὁ   Λὼτ  χείρονα   τῆς   ἐρήμου   πόλιν   οἰκῶν   εἰκότως   ἐδεξιοῦτο   τοὺς ἐπιχωριάζοντας  ξένους διὰ τὸν τρόπον τῶν  κατοικούντων.  εἰ δέ τις πόλιν  οἰκῶν εὐνομωτάτην,  οἵα ἡ Κωνσταντίνου, ἐν ᾗ πάντες εἰσὶ ξενοδόχοι,  περισσῶς τάχα τις τῶν πρεσβυτέρων "τὴν τοῦ λόγου καταλείψας διακονίαν," βρεβίοις σχολάζων ὀψωνίων,  οὗτος λέληθεν ἑαυτὸν κάπηλον ἀντὶ διδασκάλου νομίζων,  τῇ ὑδαρότητι τῶν  λογισμῶν  τὴν  ἄκρατον  ἐξαφανίζων  γνῶσιν,  τὸν  προφητικὸν  καρπούμενος ὄνειδον· "Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον  ὕδατι."  ὅσον γὰρ διαφέρει τοῖς ἀτο νοῦσιν ὕδατος ὁ οἶνος,  τοσοῦτον ὑπερβάλλει  ξενοδοχίας  διδασ καλία.  ἡ μὲν γὰρ ὠφελεῖ τοὺς κατ' αὐτόν, ἡ δὲ καὶ τοὺς μετ' αὐτόν· καὶ ἡ μὲν τοὺς παρόντας μόνον κερδαίνει, ἡ δὲ καὶ τοὺς ἀπόντας· τοὺς παρόντας μὲν τῆς γλώσσης, τοὺς ἀπόντας δὲ διὰ τῶν γραφομένων.  οἷος ἦν ἐν σαρκὶ ὁ Σωτήρ, θρέψας μὲν τοῖς ἄρτοις πεντακισχιλίους, οὐκ ἐν πόλει, ἀλλ' ἐν ἐρήμῳ, διδάξας δὲ καὶ τοὺς παρόντας διὰ τῆς γλώσσης, σώσας δὲ τὴν οἰκουμένην  διὰ τῶν  γεγραμμένων  Εὐαγγελίων  (τοιοῦτον γὰρ  οἱ  λόγοι  μάλιστα  τῶν  πνευματοφόρων).   καὶ  μὴ  θαυμάσῃς,  Θεόδωρε, εἴ  τις πεινῶντα βρωμάτων ἐμπλήσῃ, ἀλλ' εἴ τίς τινος ἀγνοίας τὴν ψυχὴν ἀπαλλάξῃ. ὁ μὲν γὰρ τὴν γαστέρα χορτά ζων ἢ δωρεᾷ ἢ ἀργυρίου, ἢδι'ἄρτου ἢ διὰ λαχάνων,  εὐ κόλως εὑρίσκεται τὴν χρείαν παρέχων· ὁ δὲ τοῦ λόγου τροφεὺς σπανίως μὲν εὑρίσκεται,   εὑρεθεὶς  δέ,   ἢ  οὐ  πιστεύεται   ἢ  μόλις  πιστεύεται,   τῶν   πονηρῶν πνευμάτων ἀεὶ ἀντιπραττόντων τῇ τῶν ψυχῶν σωτηρίᾳ. τοῦτον τὸν τοῦ λόγου τῆς διδασκαλίας λιμὸν ἐν εἴδει τιμωρίας ἀπειλῶν  ἐπάγειν ὁ ∆εσπότης Θεὸς ἔλεγεν τῷ προφήτῃ· "Ἐπάξω ἐπ' αὐτοὺς λιμόν, οὐ λιμὸν 73 ἄρτου καὶ ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου." καὶ περὶ μὲν τοῦ αἰσθητοῦ λιμοῦ, ἔστιν ἐγκαταλείψαντα τὴν ἐνδεομένην  πόλιν  ἢ  χώραν  ἐν  ἄλλῃ  σωθῆναι,  ὥσπερ οἱ  ἅγιοι  πατριάρχαι  ἀπὸ Παλαιστίνης εἰς Αἴγυπτον κατιόντες· περὶ δὲ τοῦ κατὰ νοῦν λιμοῦ, ὃς οὐκ ἄλλοθεν συμβαίνει  ταῖς  ἐκκλησίαις  ἢ δι'  ἀπορίαν  τῶν  διδασκάλων,  πάλιν  ἔλεγεν  ἕτερος προφήτης· "Περιδραμοῦνται ἀπὸ ἀνατολῶν  ἕως δυσμῶν ζητοῦντες τὸν λόγον τοῦ Κυρίου καὶ οὐ μὴ εὑρήσωσιν." τί γὰρ ἀγαθὸν  οὐ φύεται  ἀπὸ διδασκαλίας; τί δὲ ἄκαιρον οὐκ ἐφευρίσκεται ἀπὸ ἀκαίρου τροφῆς ἢ συμποσίου; νόσοι, μάχαι, ὕβρεις αἱ ὑπὸ γαστέρα, καὶ τὰ τούτων ἑξῆς. πότε ἡ Εὕα ἐκβέβληται τοῦ παραδείσου; οὐχ ὅτε τοῦ ὄφεως ἤκουσεν φαγοῦσα τοῦ ξύλου, μὴ ἀρκεσθεῖσα τῇ τεταγμένῃ τροφῇ; πότε Κάϊν τὸ τῆς ἀδελφο κτονίας εἰργάσατο μίασμα; οὐχ ὅτε τῶν ἀπαρχῶν ἀπεγεύσατο πρῶτος,   τῇ  ἑαυτοῦ  λαιμαργίᾳ  τὰ  πρωτεῖα  φυλάξας;  πότε  τὰ  τέκνα  τοῦ  Ἰὼβ αὐτοσχέδιον τάφον τὴν τράπεζαν εὕραντο; οὐχ ὅτε ἤσθιον καὶ ἔπινον; πότε ὁ Ἠσαὺ εὐλογίας ἐξέπεσεν; οὐχ ὅτε τῇ κοιλίᾳ ἐδούλευσεν ἀπατηθεὶς τῷ τροφίῳ; πότε Σαοὺλ τῆς βασιλείας ἐξέπεσεν; οὐχ ὅτε τὰ κάλλιστα τῶν προβάτων παρὰ τὸν νόμον ἔφαγεν; πότε δὲ ὁ λαὸς τοῦ Ἰσραὴλ τὸν Θεὸν παρώξυνεν; οὐχ ὅτε τῆς Αἰγυπτιακῆς ἐπεθύμει τραπέζης, κρέα καὶ λέβητας ἐπιζητῶν παρὰ τοῦ διδασκάλου; Ὁφνὶ καὶ Φινεές, οἱ υἱοὶ τοῦ Ἠλεί, διὰ τί ἐθανατώθησαν  ἐν ὥρᾳ μιᾷ ἐν τῷ πολέμῳ; οὐχ ὅτι ἥρπαζον ταῖς κρεάγραις ἀπὸ τῶν λεβήτων τὰ κρέατα τὰ ὄντα τῆς θυσίας; Ἰακὼβ δὲ ὁ ψεκτός, διὰ τί   "ἀπελάκτισεν";  οὐκ   ἐπειδὴ   "ἐνεπλήσθη   καὶ   ἐλιπάνθη   καὶ   ἐπαχύνθη   καὶ ἐπλατύνθη";  πότε   δὲ  Σοδομῖται  παρὰ  φύσιν   ἐξῴστρησαν;  οὐχ   ὅτε  συνεχέσι συμποσίοις τὴν γνώμην παρέ φθειραν, ὑπὸ τοῦ Ἰεζεκιὴλ ἐφ' ὕβρει μνημονευόμενοι λέγοντος· "Εν εὐθηνίᾳ οἴνου καὶ ἐν πλησμονῇ ἄρτου ἐσπατάλων αὐτοί" (τοῦτ' ἔστιν ἡ πόλις) "καὶ αἱ θυγατέρες αὐτῆς" (τοῦτ' ἔστιν αἱ κῶμαι, τὸν νόμον ἀεὶ τῆς πόλεως ἔχουσαι); ὁ τῆς σωφρο σύνης δὲ λογισμός, πότε παρείθη τοῦ παλαιοῦ λαοῦ; οὐχ ὅτε ὁμοίως κατεγήρασαν ἐπὶ στιβάδων, τοῦ προφήτου σχετλιά ζοντος· "Οἱ ἐσθίοντες  ἐρίφους  ἐκ  ποιμνίων   καὶ  μόσχους  ἐκ  βουκολίων   γαλαθηνούς,   πίνοντες   τὸν
διϋλισμένον   οἶνον,   καὶ  τὰ  πρῶτα  μύρα  χριόμενοι,   κατασπαταλῶντες   ἐπὶ  ταῖς στρωμναῖς αὐτῶν, καὶ οὐδὲν ἔπασχον ἐπὶ τῇ συντριβῇ Ἰωσήφ"; τίσι τὸν ταλανισμὸν

ὁ Ἠσαίας ἐπήγαγεν; οὐχὶ τοῖς ἐν συμποσίοις ὀρθρίζουσιν· οὑτωσὶ λέγων· "Οὐαὶ οἱ

ἐγειρόμενοι  τὸ πρωῒ  καὶ τὸ σίκερα διώκοντες,  οἱ μένοντες  τὸ ὀψέ· ὁ γὰρ οἶνος

συγκαύσει αὐτούς. μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου τὸν οἶνον πίνουσιν, τὰ δὲ ἔργα

Κυρίου οὐκ ἐμβλέπουσιν"; πότε οἱ ἱερεῖς τοῦ Βὴλ ὑπὸ τοῦ ∆ανιὴλ κατῃσχύνθησαν;

οὐχ ὅτε ἡ σποδὸς αὐτοὺς ἤλεγξεν διὰ βρωμάτων ἢ πομάτων θηρεύσασα; καὶ τί δεῖ με

λέγειν  περὶ τῶν  τὴν πλατεῖαν  βαδίζειν ἑλαμένων  καὶ τὴν στενὴν λοιδορούντων; ἀρκεῖ μοι ὁ σωτήριος λόγος πρὸς ἔλεγχον τῶν κνισοδιωκτῶν,  ὅπου τὸν ἀνώνυμον πλούσιον, λαμπρῶς καθ' ἡμέραν εὐφραινόμενον ἐν τῷ παρόντι βίῳ, δείκνυσι ψιχίων καὶ ῥανίδος τοῦ πένητος Λαζάρου ἐπιποθοῦντα καὶ ἀστοχοῦντα. ἴδωμεν δὲ καὶ τὸν χορὸν τῶν πάλαι ἁγίων καὶ μάθωμεν ὅλως ποίῳ χαρακτῆρι τῆς διδασκαλίας ἐχρήσαντο, τῷ διὰ βίου σεμνοῦ καὶ λόγου εὐθοῦς, ἢ τῷ διὰ συμποσίων καὶ εὐωχίας. πρῶτος ὁ Ἑνὼχ πίστει μετετέθη, ἢ συμποσίῳ; εἶτα ὁ Νῶε τὸ τῆς οἰκουμένης γένος πίστει διέσωσεν ἐν τῷ ξύλῳ,  ὅτε ὁ περί γειος ἐκαθαρίζετο κόσμος, ἀπὸ τῆς τῶν συμποσίων καὶ ἀκαθάρ των  ἔργων  συνεχείας,  ἢ νηστείᾳ καὶ προσευχαῖς; οὐχ ἵνα μικρὸν  ἀπὸ τοῦ τοσούτου κλύδωνος  πόματι  ἀνεθῇ,  ἀσχημοσύνην  αὐτοῦ,  καὶ οὐ κλέος,  κηρύσσουσιν αἱ Γραφαί; ὁ μακάριος Ἀβραὰμ τῶν  πέντε  βασιλέων  τῶν  ἐν Σοδόμοις πίστει καὶ δικαιοσύνῃ περιεγένετο,  ἢ βρώμασι καὶ πόμασι, τὸν Λὼτ ἀνα καλεσάμενος; Καὶ ὁ Θεόδωρος εἶπεν·  {Ο  ∆ΙΑΚ.} Εἰ τὸν  Ἀβραὰμ ἄγεις  εἰς  μέσον, οὐκοῦν ἄκουσον καὶ παρ' ἐμοῦ· λέξει σοι γὰρ ὁ τυχών, ὅτι τοῦ μὲν πολέμου 75 πίστει περιεγένετο, τὸν δὲ Θεὸν διὰ τραπέζης ἐθήρευσεν, ὡς προλαβὼν αὐτὸς ὑφηγήσω. {Ο ΕΠΙΣΚ.} Βαβαί!  ἐπεὶ  ὁ  Ἀβραὰμ  τραπέζῃ  τὸν  Θεὸν  ἐθήρευσεν,  οὐκοῦν  πάντες καταλείψαντες  τὴν  πίστιν  καὶ τὰς  λοιπὰς  ἀρετάς,  τὰ συμπόσια φιλοκαλήσωμεν; οὐδὲν  διαφέ  ροντες  καπήλων  ἢ πανδοχέων  τῶν  τὰς  λεωφόρους  δι'  αὐτὸ τοῦτο ἐπιτειχισάντων  ἕνεκα κέρδους. καὶ αἱ παρθένοι τοίνυν, αἱ ἀγωνιζόμεναι  ἅγιαι εἶναι σώματι καὶ πνεύματι  εἰς δόξαν  Θεοῦ, ἐπειδὴ Μαρία τὸν  Χριστὸν ἐγέννησεν,  καὶ αὗται γεννη  σάτωσαν· εἰ γὰρ οὕτως  ποιήσουσιν,  οὐδὲν  τῶν  ἑταιρίδων διαλλάσσουσιν.   εἰ   γὰρ   οἱ   διδάσκαλοι   διὰ   τὸν   Ἀβραὰμ  τὰ   τῶν   τραπεζῶν εὐτρεπίζουσιν, καὶ αἱ παρθένοι διὰ τὴν Μαρίαν γεννάτωσαν.  ἄπαγε, τιμιώτατε,  τὰ καλῶς κατὰ τὸν οἰκεῖον καιρὸν γεγενημένα ἢ γινόμενα μὴ ὑβρίζωμεν· ἑκάστου γὰρ τὸ  συνειδός,  ἐὰν  βούληται,  τὸ  συμφέρον  ὑπαγορεύει.  εἶτα  ὁ  παλαιστὴς  Ἰακὼβ ἀσκήσει τὰ  τοῦ  Λαβὰν ἀφείλατο,   ἢ  συμ ποσιαρχίᾳ; –ὁ  λέγων·  "Ἐγενόμην  τοῖς καύμασι συγκαιόμενος καὶ τῷ παγέτῳ τῆς νυκτός, καὶ ἀφίστατο ἀπ' ἐμοῦ ὁ ὕπνος"· καὶ οὐδὲν πλέον αἰτῶν ἐν τῇ προσευχῇ ἢ ἄρτον καὶ ἱμάτιον,  λέγων· "Ἐὰν δῷς μοι

ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι, πᾶν ὃ ἐὰν δῷς μοι, δεκάτην ἀποδεκατώσω αὐτά σοι" –οὐκ εἶπεν,  "τραπέζαις καταναλώσω."  ὁ τοῦ Θεοῦ ὑποφήτης  καὶ πιστὸς θεράπων  Μωϋσῆς ἐκεῖνος,  ποίαν  τράπεζαν  εὐτρεπίσας ἐξεκλησίασεν λαὸν  ἐν τῷ ὄρει; τίνας δὲ καὶ κρατῆρας πομάτων  εἶχεν; ὁ πέτραν ῥάβδῳ ἀμέλξας διὰ τὴν τοῦ λαοῦ  ἀπιστίαν,   ὁ  ἑξακοσίων  χιλιάδων   ἀφηγητής,   πυξία  νόμου  ἐβάσταζεν  εἰς διόρθωσιν τοῦ λαοῦ, ἢ φιάλας ἀεροφανεῖς ὑστέρας τε χοίρων καὶ ὄρνεις ἐκ Φάσιδος καὶ  ἰχθὺν  ἐκ  πελάγους  καὶ  οἶνον  διϋλισ  μένον  ἐκ  Τύρου καὶ  ἄρτους  πλυτοὺς προβαλλόμενος τοῖς παι δευομένοις, ἢ λόγον; {Ο ∆ΙΑΚ.} Ἀλλ' ἀνθυποίσει σοί τις πρὸς ταῦτα, πάτερ· "Κἀμοὶ δὸς μάννα κἀκεῖνο τὸ ὕδωρ, καὶ οὐδὲν ἐπιζητῶ πλέον." 76 {Ο ΕΠΙΣΚ.} Καὶ τίς οὕτως ἀργαλέος, ἵνα προκρίνῃ τῆς πνευματικῆς διδασκαλίας μάννα αἰσθητὸν καὶ ὕδωρ ῥευστόν; εἶτα Σαμουήλ, ὁ διδάσκαλος τοῦ λαοῦ, ἐπὶ εἴκοσι καὶ πέντε ἔτη ἐν Ἁρμαθάϊμ ἡσυχάσας, τίνα ποτὲ τραπέζῃ τῶν εἰδώλων ἀπέστησεν καὶ οὐ λόγῳ; πότε δὲ ὁ βασιλεύς, ὁμοῦ καὶ προ φήτης  καὶ ψαλμῳδός,  τρυφῆς ἐστήσατο τράπεζαν; –ὁ λέγων,  ὅτι "Σποδόν, ὡσεὶ ἄρτον ἔφαγον,  καὶ τὸ πόμα μου μετὰ κλαυθ μοῦ  ἐκρίνων."  ὁ τῆς  οἰκουμενικῆς  νηστείας  δημιουργὸς  τρία  ἔτη  καὶ  μῆνας  ἓξ ἀσιτίαν ἀκουσίως τοῖς γαστριμάργοις παρα σκευάσας, ποίᾳ τραπέζῃ τῆς ἁμαρτίας ἀπήλλαξεν ὁ Θεσβείτης Ἠλίας; τίνας δὲ καὶ ὀψοποιοὺς εἶχεν; οὐχὶ διὰ κοράκων τὴν ἐπιούσιον  ἐδέχετο  μᾶζαν; ὁ  σοφὸς  ∆ανιὴλ  καὶ  τῶν  μελλόντων   αὐτόπτης,  ποίᾳ τραπέζῃ  τοὺς  Ἀσσυρίους ἐπαίδευσεν;  οὐχὶ  νηστείᾳ  καὶ  προσευχῇ  τὸν  δράκοντα ὤλεσεν  καὶ τὸν  Βὴλ κατέ στρεψεν καὶ τοὺς λέοντας  ἐφίμωσεν  καὶ τὸν  βασιλέα ἔπεισεν τοὺς πατρῴους θεοὺς ἀπαρνήσασθαι ὁμολογίᾳ τοῦ ὄντως ὄντος Θεοῦ; τίσι τραπέζαις, ποίᾳ δὲ χρηστοφαγίᾳ ἐχρήσατο ὁ χορὸς τῶν λοιπῶν προφητῶν ἢ ἀποστόλων; οὐκ ἦσαν διδάσκαλοι; οὐ τὴν  ὑπουράνιον  ἐπιστεύθησαν; οὐ τούτων ἐσμὲν διάδοχοι; οὐ μιμητὰς ἡμᾶς τούτων εἶναι βούλεται ὁ λόγος, προσέχοντας τοῖς τρόποις,  καθὼς ὁ Παῦλος διδάσκει λέγων·  "Ὧν ἀναθεω ροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν"; ποῖα μελίπηκτα εἶχεν ἐν τῇ ἐρήμῳ ὁ κήρυξ τῆς μετανοίας,  ὁ βαπτιστὴς  Ἰωάννης,   ὁ τοῖς  προσερχομένοις  οὐ  μόνον  εὐτρε πίσας ἄριστα, ἀλλὰ καὶ αὐτὴν τὴν συντυχίαν πικρὰν μετ' ἐπιπλήξεως παρέχων; οὐ μόνον γὰρ δριμεῖ τῷ βλέμματι τὸ μεμολυσμένον συνειδὸς αὐτῶν σείων, ἀλλὰ καὶ αὐτῷ τῷ σχή ματι,  πολλῷ  δὲ μᾶλλον  καθάπερ ξίφει  τῷ λόγῳ  τὰ τῶν  ψυχῶν  ἀποστήματα τέμνων· ""Γεννήματα ἐχιδνῶν,  τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε  οὖν  καρποὺς  ἀξίους  τῆς  μετανοίας,"   καὶ  μὴ  μόνῳ   τῷ  βαπτίσματι ἐπερείδεσθε ἢ τῷ τέκνα εἶναι τοῦ Ἀβραάμ." τί δαὶ ὁ διδάσκαλος τῶν ἐθνῶν,  ὁ τῆς περιτομῆς καταλυτής,  ἵνα περιτομὴν  πίστεως στήσῃ, "τὸ 77 σκεῦος τῆς ἐκλογῆς," Παῦλος; ὅλως  εὑρίσκεται  σχολὴν  ἄγων  τραπέζης,  ὁ  πάντων  μᾶλλον  χρεώστης τούτου,  καὶ ὀφείλων  ὡς  ἔθνεσιν  ἀπίστοις  πρότερον  τὴν  διὰ τραπέζης  ποιεῖσθαι σχέσιν; τί δαὶ καὶ γράφει τῷ Τιμοθέῳ ἐπισκόπῳ Ἐφέσου· "Πρόσεχε" τῇ τῆς τραπέζης φιλοτιμίᾳ ἢ "τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ" (ἐν οἷς μάλιστα ἄοκνος ἦν καὶ εὔτονος ὁ μακάριος Ἰωάννης); –"ἀκαίρως, εὐκαίρως ἐπίστηθι," λέγων, "ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον" (μηδενὸς αὐτῷ ἐπισκήπτ οντος, ὅτι δύο μὲν τὰ πικρὰ καὶ ἓν τὸ προσηνές, ἴσως κἀκεῖνο μετὰ φειδωλίας ἐπάγοντος· τὸ δέ, "ἔλεγξον, ἐπιτίμησον," πικρῶν ὄντων σφοδρῶς, ἐν τῷ "παρακάλεσον," καὶ οὐ "κολάκευσον"· ὅπερ ἐπιστημονικῶς  γιγνόμενον,  πικρότερόν  ἐστι τοῖς  φιλη  δόνοις  καὶ ἀναπεπτωκόσι φορτικωτέρων  εὑρισκομένων τῶν ἐλέγχων.  ἐκεῖ μὲν γὰρ ἴσως ὑπό τινος θυμοῦ ἀντιβαίνουσα ἡ ψυχὴ ἀναισθήτως ἔχει πρὸς τὰ λεγόμενα τοῦ ἐλέγχου· ἐν ταῦθα δὲ ἡσύχως καὶ κατὰ μικρὸν τοῖς ἐπιεικέσι μετὰ τῆς ἀληθείας λόγοις αἰσθητικῶς, ὡς ὑπὸ πυρὸς μαλακοῦ, καιομένη διαπρίεται). τί δὲ καὶ ὑπομιμνήσκει αὐτόν· τὰ συμπόσια καὶ τὰς εὐωχίας  ἢ τὰ τῶν  θλίψεων  σεμνολογήματα; –λέγων· ""Σὺ γὰρ παρηκολούθηκάς μου τῇ ἀγωγῇ," ὅπως διετέθην τῇ προθέσει τοῦ πάντα εἰς δόξαν  Θεοῦ ποιεῖν ἐν τοῖς  διωγμοῖς."  ἐπὶ  τοῖς  ἐλέγχοις  τῆς  πλάνης,  μή  που τραπέζης  μνεία; Τίτῳ δὲ πάλιν  τῷ  ἐπισκόπῳ  Κρήτης ἴδωμεν  τί  ἐπιστέλλει·  περὶ βρωμάτων καὶ πομάτων ἢ περὶ ἐλέγχων  καὶ διδασκαλίας; – λέγων· "Τούτου χάριν κατέλιπόν  σε ἐν  Κρήτῃ,  ἵνα  τὰ  λείποντα  ἐπανορθώσῃς  καὶ  πείσῃς  αὐτοὺς  μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις  ἀπεράντοις," ἐπιφέρων καὶ τῶν  ἐλέγχων  τὸν τρόπον· "Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί." εἰπάτωσαν ἡμῖν οἱ κοιλιολάτραι  καὶ τραπε ζογίγαντες  καὶ γυναικοϊέρακες,  οἱ τὴν Ἰωάννου ἄσκησιν μεμφό μενοι, ἐμπερινοστήσαντες Παλαιὰν καὶ Καινὴν ∆ιαθήκην, ποῦ εὗρον ἐν ἐπαίνῳ συμπόσιον, εἰ μή που πρὸς ἀλλοφύλους,  καὶ τοῦτο διὰ τὴν τῆς εἰρήνης σπεῖσιν τῷ τῆς τραπέζης νόμῳ θηρίων τε καὶ βαρβάρων τιθασσευομένων; πότε δὲ τὰ συμπόσια ὑπόθεσις ἁμαρτίας οὐ γέγονεν; τί δὲ λέγω "ἁμαρτίας," τάχα  δὲ καὶ "τῆς μείζονος εἰδωλολατρείας  καὶ ἀδελφοκτονίας"; – 78 καθὼς γέγραπται· "Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν." ἦν δὲ τὸ παίγνιον μέθης ἔκγονον.  "∆εῦτε, ποιήσωμεν θεοὺς οἵτινες προπορεύσονται ἡμῶν."  οἱ γὰρ σεισμὸν ὑποστάντες δι' οἴνου κινητοὺς θεοὺς ἐπεζήτουν, τὸν ἄσειστον καὶ πάντα πληροῦντα ἄνευ  τοῦ βαδίζειν  ἀφέντες.  τί δαὶ λέγει  ὁ προφήτης· "Χείλη ἱερέως  μελετήσωσι συμπόσια, ὅτι δεῖπνα  καὶ ἄριστα ἐκζητήσουσιν ἀπ'  αὐτοῦ"; ἢ "Ὅτι χείλη  ἱερέως φυλάξεται νόμον, καὶ λόγον ἐκ στόματος αὐτοῦ ἐκζητήσουσιν, ὅτι ἄγγελος Κυρίου ἐστί," –καὶ οὐ μάγειρος; καὶ ὁ ἐν Χαλαννῇ δὲ πύργος πότε ᾠκοδομήθη; πρὸ οἴνου ἢ μετὰ οἶνον; οὐ μετὰ οἴνου ἡνίκα Νῶε φυτεύσας τὸ κλῆμα πρῶτος τὸν ὄνειδον ἐκαρ πώσατο; εἴ γε οὕτως ἔχει, οὐ διὰ τὴν πόσιν ἢ τὴν φυτείαν,  ἀλλὰ διὰ τὴν ἀμετρίαν. Ἰωσὴφ πότε ἐπράθη ὑπὸ τῶν ἀδελφῶν; ὅτε τὰ πρόβατα ἐποίμαινον ἐν αὐτοῖς ἀσχολούμενοι, ἢ ὅτε τὰ κάλλιστα σφάζοντες καὶ ἐσθίοντες ἐπὶ σχολῆς κατ' αὐτοῦ ἐν συμποσίῳ τὸν  φθόνον  ἐτεκταίνοντο;  τὴν  τοῦ  βαπτιστοῦ  Ἰωάννου  κεφαλὴν  ἐπὶ πίνακος ποῦ ἐπέδοσαν τῷ πορνιδίῳ; ἐν συλλόγῳ σοφίας ἢ ἐν συμποσίῳ ἀνομίας; ὁ μακάριος Παῦλος πίνων  καὶ τρώγων  παρέτεινεν  ἕως  μεσονυκτίου  τὸν  λόγον,  ἢ ἀσιτῶν  καὶ  διδάσκων  καὶ  τοὺς  τὸν  Θεὸν ἀγνοοῦντας  εἰς  πίστιν  ἄγων;  αὐτὸς  ὁ ἀρχιποίμην καὶ ἀρχιδιδάσκαλος καὶ ἀρχι σοφιστής, Ἰησοῦς ὁ Χριστός, ὁ τῆς ἀνθρωπίνης πλάνης διορ θωτής, ποῦ εὑρίσκεται ἐν πόλει φαγὼν πλὴν τοῦ Πάσχα; – ὃ ἦν μυστηρίων ἐκπλήρωσις. τί δαὶ καὶ μεριμνῶσι τοῖς μαθη ταῖς εὑρίσκεται λέγων, περὶ βρωμάτων ἢ περὶ ἀναγνωσμά των; –"Ἐργάζεσθε," λέγων, "μὴ τὴν ἀπολλυμένην βρῶσιν, ἀλλὰ τὴν μένουσαν." λεγέτω τοίνυν μετὰ τοῦ Κυρίου καὶ ὁ καλὸς Ἰωάννης· "Ἐμὸν συμπόσιόν ἐστιν ἡ τοῦ λόγου διδασκαλία καὶ διανομή, εἰς ἣν καὶ ἐξελέχθην εἰς τὴν  τοῦ λαοῦ σωτηρίαν."  "βρῶμα γὰρ ἡμᾶς οὐ παρίστησι τῷ  Θεῷ, οὔτε ἐὰν φάγωμεν,   οὔτε  ἐὰν  μὴ φάγωμεν."   ἐθνικῶν  γὰρ  ἡ συνήθεια  αὕτη,  τὸ  τραπέζαις ἀπατᾶν τοὺς ὑπ' αὐτῶν δελεαζομένους, λόγῳ πείθειν μὴ δυναμένων τῶν λεγόντων· "Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν." πρὸς οὓς ὁ ἀπόστολος πληκτι 79 κώτερον  τὴν διόρθωσιν ἐπάγει,  λέγων· "Μὴ πλανᾶσθε· "Φθεί ρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί""· –"ὁμιλίας" λέγων "κακὰς" τὰς περὶ τὰ τοιαῦτα ἑλισσομένας λέξεις.


ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ


{Ο ∆ΙΑΚ.}  Γνησίως μὲν καὶ πολυμαθῶς εἴρηκας τὰ εἰρημένα, καὶ οὕτως ἔχει. "οὐαὶ γὰρ τῷ λέγοντι  τὸ γλυκὺ πικρόν, καὶ τὸ πικρὸν γλυκύ.  οὐαὶ τῷ τιθέντι  τὸ σκότος φῶς,  καὶ τὸ φῶς  σκότος." λέξει δέ τις,  ὅτι "Οὔτε ἡμεῖς τοῦτο λέγομεν  εἶναι αὐτὸν ἔκδοτον ταῖς τοιαύταις  τραπέζαις. ἡ γὰρ ἄμετρος φιλο τιμία φιληδονίας  ὑπόθεσις, καὶ ἡ εἰς ἄγαν ἀπόκλεισις ὄκνου καὶ μικρολογίας ἀπόδειξις. ἐδύνατο γὰρ κἂν μόνους ἐπισκόπους καλεῖν,  καὶ τούτων  μάλιστα τοὺς εὐσεβεστέρους· ἢ εἰ μὴ τού τους, κἂν τὸν ἴδιον κλῆρον, μιμούμενος τὸν ∆εσπότην ἐσθίοντα μετὰ τῶν δώδεκα ἀποστόλων." {Ο ΕΠΙΣΚ.} Συνεκτικώτατα ἀνθυπήνεγκας, φιλαληθέστατε  τῶν ἀνδρῶν,  εἴ γε ἠνείχοντο  οἱ κληρικοὶ συναριστεῖν τῷ Ἰωάννῃ, παρ' ὥραν ἢ παρ' ἡμέραν ἐσθίοντες· οἱ δὲ ὡς τάχιστα μετὰ πολλῆς τῆς παρασκευῆς πολυτέλειαν  ἐπεζήτουν. ἄτοπον ἦν τὰς τῶν νοσούντων ἢ πτωχευόντων τροφὰς τῇ τῶν ὑγιαινόντων  ἀκρασίᾳ προσαναλῶσαι. ποῖος δὲ καὶ νόμος οὗτος, νομοθετεῖν τὸν παιδευτὴν τοὺς παιδευομένους, ἢ τοὺς ἀῤῥώστους τὸν ἰατρόν, ἢ τοὺς ἐπιβάτας τὸν κυβερνήτην,  ἀεὶ τοῦ ἰατροῦ τοὺς νοσοῦντας ὑγιάζοντος,  καὶ τοῦ διδάσκοντος τοὺς παιδευομένους  ἐπανορ θοῦντος,  καὶ τοῦ κυβερνήτου τοῖς ἐμπλέουσι τὸ συμφέρον μνηστευομένου;  καὶ  ἰατρῷ  μὲν  καὶ  κυβερνήτῃ  πειθόμενοι   οἱ  ὑπ'  αὐτοὺς  διὰ φιλοζωΐαν πᾶσαν ὀδύνην καὶ ἐπάχθειαν φέρουσι, παρ' οἷς καὶ τὸ ἐπιτυχεῖν ἄδηλον· διδασκάλῳ δὲ τῶν κρειτ τόνων,  νόσους καὶ μαλακίας ἀπελαύνειν  ἐμπεπιστευμένῳ καὶ τρικυμίας ἡδονῶν ὑπερβαίνειν ἐξησκημένῳ, ἀχαλινώτοις  στό μασιν ἐπανατείνονται  ἀνίπτοις  ποσὶ πάντα φύροντες.  εἰ δὲ καὶ ἐδεδώκει ἑαυτὸν ἔκδοτον ταῖς τραπέζαις, πόσοις ἐξήρκει ἀξιώ μασι τὴν τηλικαύτην πόλιν οἰκῶν, ἑκάστου ἢ δι' εὐλογίαν, ἢ διὰ πενίαν,  ἢ διὰ γαστριμαργίαν τὸ φαγεῖν ἐπιζητοῦντος; ποῦ δὲ 80 καὶ σχολὴν ἦγεν ἡ τοῦ Θεοῦ θεωρία, ἡ τοῦ λαοῦ θεραπεία, ἡ τῶν Γραφῶν ἱστορία, ἡ τῶν χηρῶν κηδεμονία, ἡ τῶν παρθένων παραμυθία, ἡ τῶν ἀῤῥωστούντων νοσοκομία, ἡ τῶν καταπονου μένων ἐπικουρία, ἡ τῶν πλανωμένων ἐπιστροφή, ἡ τῶν συν τετριμμένων   φροντίς,    ἡ   τῶν   ἐν   φυλακαῖς   ἐπίσκεψις;   πῶς   δὲ   ἔφυγεν   τὸν ὀνειδιστικὸν ταλανισμὸν τοῦ Θεοῦ, ὃν ὀνειδίζει ἐν τῷ Ἰεζεκιήλ; –"Ὦ οἱ ποιμένες οἱ ποιμαίνοντες ἑαυτούς, καὶ οὐ τὰ πρόβατα νέμοντες· τὸ πεπλανημένον  οὐκ ἐπεστρέψατε,  τὸ ἀπολωλὸς  οὐκ ἐζητήσατε, τὸ ἀσθενὲς οὐκ ἐπεσκέψασθε, τὸ συν τετριμμένον  οὐ κατεδήσατε,  τὰ λιπαρὰ  σφάζοντες  ἐσθίετε."  –  περὶ ὧν  γράφει  ὁ Παῦλος· "Ἀνέχεσθε γάρ, εἴ τις ὑμᾶς κατα δουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει." – "καὶ τὰ μὲν ἔρια περιεβάλλεσθε, τὰ δὲ πρόβατα οὐ ποιμαίνετε."  καὶ ἐν τῷ Ἰερεμίᾳ περὶ  ἀργοτρόφων  ποιμένων  λέγει·  "Ποιμένες  πολλοὶ  διέφθειραν  τὸν  ἀμπελῶνά μου." Λέγει ὁ διάκονος· {Ο ∆ΙΑΚ.} Ἐδύνατο καὶ τούτους διὰ χρόνου θεραπεύειν καὶ τῶν  ἐκκλησιαστικῶν  φροντίζειν,  ἵνα μὴ δόξῃ κακῶς ἀκούειν,  ἐν τοῖς ἄλλοις  ὢν μέγας. {Ο ΕΠΙΣΚ.} Τοῦτο γάρ ἐστι τὸ ζητούμενον, ἵνα μὴ κακῶς ἀκούῃ, ἵνα πλουσίως παρέχῃ τὸν λόγον,  τὴν σπουδήν, τὸν ζῆλον,  τὴν ἄλλην  ἱερατικὴν εὔνοιαν.  ἢ οὐκ οἶδας, ὦ τιμιώτατε  Θεόδωρε, ὅτι καὶ ἀλόγου κακηγορίας μακαρισμὸς ὥρισται ὑπὸ τοῦ Κυρίου σὺν τοῖς ἄλλοις μακαρισμοῖς εἰπόντος· "Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ εἴπωσι πᾶν πονηρὸν  ῥῆμα καθ' ὑμῶν.  οὐαὶ δὲ ὑμῖν,  ὅταν καλῶς  ὑμᾶς εἴπωσι  πάντες  οἱ ἄνθρωποι·  κατὰ ταῦτα  γὰρ ἐποίουν  τοῖς  προφήταις  οἱ πατέρες αὐτῶν";  πῶς  δὲ  καὶ  στόμα  ἐξησκημένον  ἐν  θείοις  λογίοις  καὶ  οὖς  χρησμῶν ἐπακούειν  θείων  ἠνείχετο  πολυλογίας  τραπέζης, τοῦ ∆εσπότου λέγοντος·  "Οὐδεὶς δύναται δυσὶ κυρίοις δου λεύειν"· ἔπειτα, "οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ";  ζητήσωμεν ἄρα τίς ὁ μαμωνᾶς, μή ποτε εὑρεθῶμεν οὐχὶ τοῖς δύο κυρίοις δουλεύοντες, ἀλλ' ἢ μόνῳ τῷ μαμωνᾷ. "μαμωνᾶν" γὰρ νῦν οὐ "τὸν διάβολον" λέγει, ἀλλὰ  τὴν  ματαιοπονίαν  τοῦ  κόσμου τούτου,  οὗ  τοὺς  ἑαυτοῦ  μαθητὰς  ὁ  λόγος ἀπέστησεν. {Ο ∆ΙΑΚ.} Ἐπανάζευξον, ὦ ἱερώτατε πάτερ, ἐπὶ τὰ λοιπὰ τῶν πραγμάτων, ἱκανῶς ἀποδεδειγμένου τοῦ περὶ τραπέζης λόγου. κἀμοὶ δὲ μὴ χαλεπήνῃς  ἐπὶ τοῖς ἀνθυπενεχθεῖσι· πλέον γάρ τι βουλόμενος μαθεῖν, ἐπεξεργαστικώτερον ἠρόμην τὴν σὴν πολυμάθειαν.  {Ο ΕΠΙΣΚ.} Τοῦτό σοι παρ' ἐμοῦ σαφέστερον εἰρήσθω, Θεό δωρε φιλομαθέστατε (εἷς γὰρ γέγονα τῶν σπουδασάντων ὄχλοις διὰ τραπέζης ἀρέσαι), ὅτι ἐπίσκοπος,  μάλιστα  πόλεως  μεγάλης,   "καταλείψας  τὴν  τοῦ  λόγου  διακονίαν," νύκτωρ τε καὶ μεθ' ἡμέραν ἐν ταῖς χερσὶνοὐκἔχων τὰ τοῦ νόμου πυξία, καὶ τὴν τῶν πτωχῶν  ἐπιμέλειαν οὐ δι' ἑαυτοῦ, ἀλλὰ δι' ἑτέρων ποιεῖται, μακρὰν ἔσται τῶν εἰρηκότων· "Ἰδού,  ἀφήκαμεν  πάντα,  καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἡμῖν ἔσται;" συναριθμούμενος τοῖς φήσασι· "Κύριε, οὐχὶ τῷ σῷ ὀνόματι τὰ καὶ τὰ ἐποιή σαμεν;" ἀκουσόμενος μετ' αὐτῶν· "Ὑπάγετε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι· οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ." οὐ γὰρ ἐπιγινώσκει ὁ λόγος ἀλόγους ἐργάτας· "καθαρὸς γὰρ αὐτοῦ ὀφθαλμὸς τοῦ μὴ ὁρᾶν πονηρά."  πολλοὶ  γὰρ τῶν  λεγομένων  ἐπισκόπων τὸ εὔλογον  αὐτῶν μῖσος, ὃ μεμίσηνται διὰ τοὺς οἰκείους αὐτῶν τρόπους καὶ τὴν τῶν νοητῶν ἀζηλίαν, περικόψαι βουλόμενοι,  πάθει πάθος ἀντικαταλλάττουσι  πλεονεξίαν  κενοδοξίᾳ· τῇ μὲν χειρὶ ἀφειδῶς ἀδικοῦντες εἰς κέρδος αἰσχρόν, τῇ δ' ἑτέρᾳ τὰς τραπέζας ἐπιτεχνώμενοι   καὶ  στήλας  ὑψηλῶν  οἰκοδομημάτων  ἐγείραντες,   ἵνα  ἐκ  τούτων δόξαντες χρηστοὶ καὶ φιλόπονοι  φαίνεσθαι,  τιμὴν  ἀντὶ  ἀτιμίας  καρπώσωνται,  οὐ μνημονεύοντες τοῦ ἐκκλησιαστοῦ τοῦ καὶ κτίσαντος καὶ μισήσαντος, καὶ τὰ τοιαῦτα σαφῶς ἀπαγορεύσαντος ἐν τῷ γράψαι· "Ἐποίησά μοι οἴκους καὶ παραδείσους," καὶ τὰ ἑξῆς, "καὶ ἰδού, τὰ πάντα ματαιότης· καὶ ἐμίσησα σύμπαντα μόχθον μου, ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον." οὐκ εἶπεν, "ὑπὲρ τὸν ἥλιον," ἵνα μὴ τοὺς νοη τοὺς καθυβρίσῃ πόνους.  ταῦτα  δὲ λέγω,  οὐ συμπεριλαμβάνων  82  τοὺς εὐλόγως  καὶ δι'  ἀνάγκην κτίζοντας  ἢ διορθουμένους  τὰ τῆς ἐκκλησίας,  ἀλλὰ διὰ τοὺς τὰ τῶν  πτωχῶν  εἰς κρεμαστοὺς περι βόλους καὶ ἀερίων ὑδάτων δεξαμενὰς ἐν τριωρόφοις καὶ ἀπρεπῆ ἀνδρογύνων  λουτρὰ  ἐν  ἀποκρύφοις  καταναλίσκοντας  εἰς συλλο γὴν  ἢ πλείονος ἀργυρίου  ἢ  τοὔμπαλιν  παρὰ  τῶν  ἀθυρμάτων  ἀγαπηθῆναι,   ἐν  αὐτῷ  τούτῳ  τῆς σπουδῆς τὴν χάριν ἀντιπλη ρούντων, τῷ πάντα πρὸς ἡδονὴν ἐνδιδόναι τοῖς ἁμαρτάνουσιν. ἐμοὶ δὲ μὴ γένοιτο, Θεόδωρε μεγαλώνυμε,  φαύλοις ἀρέσαι ποτέ· οὐ γὰρ ἄλλοθεν αὐτοῖς ἀρέσω, ἢ ἐκ τῶν Χριστῷ μὴ ἀρεσκόντων. Ὁ διάκονος ἐπὶ τούτοις θαυμάσας  ἤρετο  λέγων·  {Ο  ∆ΙΑΚ.} Τούτων  οὕτως  φυσικῶς  εἰρημένων  καὶ  μὴ ἐχόντων  ἀντίῤῥησιν,  εἴ τίς  σοι γνῶσις  περὶ τῶν  κατὰ τὴν  Ἀσίαν ὑπὸ τοῦ ἁγίου Ἰωάννου, περὶ οὗ νῦν ἡμῖν ὁ λόγος, τετυπωμένων, μετάδος. {Ο ΕΠΙΣΚ.} Καὶ πάνυ γε.

{Ο ∆ΙΑΚ.} Αὐτὸς παρὼν ἔγνως,  ἢ παρ' ἑτέρου μαθών; {Ο ΕΠΙΣΚ.} Ἀλλ' οὔτε εἰς τὸ

τυχὸν   μέρος   ἤμην   ἀπολειφθεὶς    τῆς   δίκης.    {Ο   ∆ΙΑΚ.}  Τίνα   οὖν   ἐστι   τὰ

παρακολουθήσαντα,   καὶ  ποῖον  εἴληφε  τέλος,  καὶ  πόθεν  τὴν  ἀρχὴν  ἐσχηκότα,

λεπτομερῶς μοι παράστησον· ἐπειδὴ μάλιστα ὁ Θεόφιλος ἐν οἰκείῳ συγγράμ ματι

τὴν  ἰδίαν  προπέτειαν  σεμνῦναι  ἢ  περιστεῖλαι  σπουδάσας ἔφησεν  τὸν  μακάριον Ἰωάννην  φιλαρχίας  πάθει κινούμενον  δέκα ἓξ ἐπισκόπους καθῃρηκέναι ἐν ἡμέρᾳ μιᾷ καὶ ἰδίους ἀντ' αὐτῶν κεχειροτονηκέναι.  {Ο ΕΠΙΣΚ.} Οὐδὲν ἀπεικὸς τῶν ἰδίων τρόπων πεποίηκεν ὁ θαυμάσιος, καὶ γράψας κατὰ Ἰωάννου καὶ ψευδῆ γράψας. ἐξ ὧν γὰρ νομίζει καλύπτειν τὴν ἰδίαν ἀσχημοσύνην, ἐκ τούτων αὐτὴν μᾶλλον παραδειγματίζει,  καὶ ἄκων σεμνύνων τὸ ἀθῷον Ἰωάννου κατὰ τὸ Βαλαὰμ ἐκεῖνον. εἰ γὰρ ἦν  αὐτὸν  καθελών,  οὐ χρεία  συγγράμματος ἢ ἐξορίας,  ἱκανῆς  οὔσης τῆς καθαιρέσεως αἰσχῦναι τοὺς καθαιρουμένους· ἐπειδὴ δὲ ἀκαθαίρετος ἕστηκεν ὁ ἐνάρετος,  τῇ ἥττῃ τὴν νίκην  κατέχων,  μένει ὁ φθόνος  τὴν 83 ἧτταν  τῆς ἀλόγου νίκης ἀποφερόμενος, πομφόλυγος δίκην ἀνα φυσώμενος, καὶ εἰς ἑαυτὸν συντριβόμενος,  γράφων  καὶ  κατα  γράφων,   τὸ  τοῦ  προφήτου  Ἠσαίου· "οὐαί"  ὁ ἐπισπώμενος τὸ πάντα ψευδῆ καὶ ποιεῖν καὶ λέγειν καὶ γράφειν· "Οὐαί," γάρ φησιν, "οἱ γράφοντες· πονηρίαν γὰρ γράφουσιν." περὶ δὲ τῶν κατὰ Ἀσίαν καθαιρεθέντων οὐ δέκα ἕξ, ἀλλὰ ἓξ ἐπισκόπων, ὡς ἐπὶ τῆς θείας δίκης ἐρῶ, καὶ οὔτε τῆς ποσότητος τοῦ  ἀριθμοῦ  ὑφελῶ  οὔτε  τῇ  ποιότητι  τῶν  πραγμάτων  προσθήσω, ἀλλ'  ὡς  ἔχει φύσεως, οὕτως σοι ἀπαγγείλω.  ἐπὶ τῆς τρισκαιδεκάτης ἐπινεμήσεως ἐν τῇ Κωνσταντινουπόλει  ἐλθόντες  οἱ ἀπὸ τῆς Ἀσίας τινῶν  ἕνεκα ἀναγκαίων  διέτριβον σὺν ἡμῖν, παρόντων καὶ ἑτέρων ἐπισκόπων, τῶν τε ἀπὸ Σκυθίας, Θεοτίμου λέγω, καὶ ἀπὸ Θρᾴκης Ἄμμωνος τοῦ Αἰγυπτίου καὶ ἀπὸ Γαλατίας Ἀραβιανοῦ, πάντων μητροπολιτῶν  γεγηρακότων,  συντεινόντων  εἰς εἴκοσι δύο ἐπισκόπους. πάντων  δὲ συναγομένων καὶ κοινω νούντων ἐπιτηρήσας Εὐσέβιός τις ἀπὸ τῶν Κελβιανῶν λεγο μένων τόπων ἐπίσκοπος Οὐαλεντινουπόλεως,  τὴν συνηγμένην σύνοδον ἐπιστὰς τῇ μιᾷ τοῦ σαββάτου, λιβέλλους ἐπέδωκεν τῇ συνόδῳ, δηλαδὴ ἀκολούθως προτάξας τὸ ὄνομα Ἰωάννου,  κατὰ Ἀντωνίνου τοῦ Ἐφεσίων ἐπισκόπου, ἑπτὰ κεφάλαια ἐντάξας· ἓν μέν, ὅτι κειμήλια χωνεύσας ἀργύριον εἰς ὄνομα τοῦ υἱοῦ κατεσκεύασεν· δεύτερον δέ,  ὅτι  μάρμαρα τῆς  εἰσόδου τοῦ  βαπτιστῆρος λαβὼν  ἐν  τῷ  βαλανείῳ  τῷ  ἰδίῳ προσέθηκεν· ἔπειτα κίονας ἐκκλησιαστικοὺς ἀπὸ πλειόνων  ἐτῶν  κειμένους ἔνδον εἰς τὸν ἑαυτοῦ τρίκλινον ἔστησεν· τέταρτον, ὅτι ὁ παῖς αὐτοῦ φόνον πεποίηκεν, καὶ ἔχει αὐτὸν  ἐν τῇ ὑπηρεσίᾳ ἀνέγ  κλητον·  πέμπτον,  ὅτι χωρία ὑπὸ Βασιλίνης, τῆς μητρὸς Ἰου 84 λιανοῦ τοῦ βασιλέως, καταλειφθέντα τῇ ἐκκλησίᾳ, πωλήσας ἐσφετερίσατο· ἕκτον, ὅτι ἀποταξάμενος τῆς οἰκείας γαμετῆς πάλιν αὐτῇ συνῆλθεν καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς· ἕβδομον, ὅτι ὡς νόμον καὶ δόγμα ἔχει πωλεῖν τὰς τῶν ἐπισκόπων χειρο τονίας κατὰ τὴν τῶν προσόδων ἀναλογίαν.  "Καὶ πάρεισιν οἱ δόντες καὶ   χειροτονηθέντες,    καὶ   ὁ   λαβών·   καὶ   ἐπὶ   τούτοις   ἔχω   τὰς   ἀποδείξεις."

ΚΕΦΑΛΑΙΟΝ   Ι∆ʹ


{Ο  ∆ΙΑΚ.} Παρακαλῶ,  πάτερ,  σύστειλον  τὸ  διήγημα  τοῦτο·

βλάπτονται   γὰρ  οἱ  παρόντες,   ἐπισκόπων   ταῦτα   διηγουμένων,    μή  τί  γε  καὶ

πραττόντων.   {Ο  ΕΠΙΣΚ.}  Οἴμοι τάλας  ἐγὼ  τηρηθεὶς  ταῖς  ἡμέραις  ταύταις,  ἐν  αἷς

ἀργυρίῳ  ἱερωσύνη  πιπράσκεται,  εἴ  γε  καὶ  ἱερωσύνη.  "γέγονα  δὲ  καὶ  ἄφρων"

διηγούμενος τῶν Ἰωάννην  συκοφαν τούντων εἰς ταῦτα ἡμᾶς περιστησάντων. πλὴν

μακροθύμως ἀνάσχου μου, ἵνα καὶ ἐκ τούτων θαυμάσῃς τὴν Ἰωάννου  ἐπιεί κειαν,

κοιμήσαντος  τέως  τὸν  ζῆλον,  εἰπόντος  δὲ τῷ  Εὐσεβίῳ· "Αδελφὲ Εὐσέβιε, ἐπειδὴ

πολλάκις   αἱ   κατὰ   λύπην   κατηγορίαι   οὐκ   εὐχερεῖς   ἔχουσι   τὰς   ἀποδείξεις,

παρακέκλησο παύσασθαι τοῦ ἐγγράφως κατειπεῖν τοῦ ἀδελφοῦ Ἀντωνίνου, ἡμῶν τὰ

αἴτια  τῆς  λύπης  διορθουμένων."  πρὸς τούτοις  διαθερμανθεὶς  τραχέσιν  ἐκέχρητο

λόγοις, σφαδάζων ὅλος κατὰ τοῦ Ἀντωνίνου,  ἐπιμένων τῇ κατηγορίᾳ. παρακαλεῖ ὁ

Ἰωάννης  Παῦλον τὸν  Ἡρακλείας  (ἐδόκει γὰρ σπουδάζειν τῷ  Ἀντωνίνῳ),   ἵν'  εἰς

φιλίαν   αὐτοὺς  συνελάσῃ.  καὶ  ἀναστὰς  εἰσῆλθεν  εἰς  τὴν  ἐκκλησίαν  σὺν  τοῖς

ἐπισκόποις (ἦν γὰρ καιρὸς τῆς ἱερατείας), δοὺς δὲ τῷ λαῷ τὴν συνήθη τῆς εἰρήνης

προσηγορίαν, ἐκάθισεν σὺν τοῖς λοιποῖς  ἐπισκόποις.  ἐπεισελθὼν  δὲ λεληθότως  ὁ

κατήγορος Εὐσέβιος 85 ἐπὶ παντὸς τοῦ λαοῦ καὶ τῶν ἐπισκόπων ἐπιδίδωσιν ἕτερον

λίβελλον  τὰ αὐτὰ περιέχοντα,  ὁρκίζων τὸν Ἰωάννην  ὅρκους φρικτούς,  συμπλέξας

αὐτοῖς καὶ "τὴν σωτηρίαν τῶν βασιλέων," μετὰ πολλῆς ταραχῆς· ὡς νομίσαι τοὺς

λαοὺς διαπτοηθέντας ἐπὶ τῷ ἰταμῷ, ὅτι θανάτου συγχώρησιν παρακαλεῖ αἰτῆσαι τὸν

βασιλέα τὸν  Ἰωάννην.   ὁ δὲ  Ἰωάννης  θεασάμενος τὴν  ἔνστασιν  τοῦ  ἀνδρός,  τὸ

ἀτάραχον μνώμενος  τῷ λαῷ,  ἐδέξατο τὸ βιβλίον  καὶ μετὰ τὰ ἀναγνώσματα  τῶν

θείων λογίων  παρα καλέσας Πανσόφιον τὸν Πισιδίας προσαγαγεῖν τὰ δῶρα, αὐτὸς

συνεξῆλθεν  τοῖς λοιποῖς  ἐπισκόποις· παρῃτεῖτο γὰρ ἐπιθόλως  ἱερατεύειν,  κατὰ τὸ

Εὐαγγέλιον, τό, "Ὅταν προσφέρῃς τὸ δῶρόν σου," καὶ τὰ ἑξῆς. καὶ διασκεψάμενος

μετὰ τὴν λαοῦ ἀπόλυσιν, καθεσθεὶς ἐν τῷ φωτιστηρίῳ σὺν τοῖς λοιποῖς ἐπι σκόποις,

τὸν κατήγορον προσκαλεῖται, φήσας αὐτῷ ἐπὶ πάντων· "Καὶ πάλιν σοι τὰ αὐτὰ λέγω,

ὅτι πολλοὶ ἀπὸ λύπης ἢ ὀργῆς πολλὰ καὶ λέγουσι καὶ γράφουσιν, ἀτονοῦντες  περὶ

τὰς ἀπο δείξεις. εἰ τοίνυν  σαφῶς ἐπίστασαι, περὶ ὧν βούλει κατηγορεῖν (οὔτε γὰρ

δυνάμενον  ἀπωθούμεθα  οὔτε  μὴ  δυνάμενον  ἕλκομεν),  πρὶν  ἀναγνωσθῆναι  τὸν

λίβελλον,  ἔκλεξαι τὸ συμφέρον· μετὰ γὰρ τὸ ἀναγνωσθῆναι  καὶ εἰς ἀκοὰς πάντων

ἐλθεῖν,  πραττο  μένων  ὑπομνημάτων,   οὐκέτι  σοι ἔξεστιν,  ἐπισκόπῳ  ὄντι,  ζητεῖν

ἀβολιτίωνα."   ἐπὶ  τούτοις  πάλιν   ἐνέμεινεν   τῇ  ἐνστάσει.  πρὸς  οἷς  κελεύουσιν

ἀναγνωσθῆναι   τὸ  βιβλίον·  ἀνεγνώσθη  τὰ  προει  ρημένα  κεφάλαια.  λέγουσιν  οἱ

γέροντες τῶν ἐπισκόπων τῷ Ἰωάννῃ,  ἀκούσαντες τὴν δύναμιν τοῦ βιβλίου· "Εἰ καὶ

τὰ μάλιστα ἓν τοῦ ἑνὸς κεφαλαίου δυσσεβές ἐστι καὶ ἀπηγορευ μένον πανταχόθεν

τοῖς ἱεροῖς νόμοις,  ἵνα δὲ μὴ δόξωμεν ἐν τοῖς ὑποβεβληκόσι τὴν ἅπασαν σχολὴν ποιεῖσθαι,  ἀπὸ  τοῦ  φρικω  δεστέρου  ἡ  ἐξέτασις  γένηται.   εἰ  γὰρ  ἐκεῖνο  ἀληθὲς εὑρεθείη, 86 οὐκ ἔστιν ἀντίῤῥησις περὶ τῶν λοιπῶν  κεφαλαίων,  τῆς ῥίζης ἐκείνου τοῦ κεφαλαίου πᾶν εἶδος κακίας καρποφορούσης, κατὰ τὸν εἰπόντα· "Ῥίζα πάντων κακῶν  ἐστιν ἡ φιλαργυρία."  ὁ γὰρ "ἐπ' ἀθῴοις δῶρα λαβὼν"  καὶ τὴν τοῦ Ἁγίου Πνεύματος διανο μὴν ἀργυρίῳ ἀπεμπολῆσαι νομίσας, πῶς φείσεται ἔτι κειμηλίων ἢ λίθων ἢ χωρίων τῆς ἐκκλησίας;" τότε ὁ Ἰωάννης ἄρχεται τῆς ἐξετάσεως, φήσας τῷ Ἀντωνίνῳ·  "Τί λέγεις πρὸς ταῦτα, ἀδελφὲ Ἀντωνῖνε;"  ἠρνήσατο ἐξ ἀνάγκης (πῶς γὰρ οἷόν τε ἐκ προοιμίων αὐτῶν τὴν ἰδίαν αἰσχύνην ὁμολογῆσαι). ἠρωτή θησαν οἱ δεδωκότες,  ἠρνήσαντο κἀκεῖνοι.  ἐπὶ τούτοις ἐπιμελῶς  τῆς ἐξετάσεως γιγνομένης μέχρις  ὥρας  ὀγδόης,   ἐκ  τεκμηρίων   τινῶν   ἐμορφοῦτο  ἡ  δίκη.   καταλήγει   τὰ τελευταῖα, ὡς εἰκός, εἰς μάρτυρας, ἐφ' ὧν καὶ δεδώκασι καὶ εἴληφεν.  οὐ παρῆσαν οἱ μάρτυρες· χρεία γίνεται  τῆς τούτων  παραστάσεως. ἀποβλέψας εἰς τὸ ἐργῶδες τῆς παραστάσεως ὁ Ἰωάννης προθυμεῖται ἐπὶ καθαρισμῷ τῆς ἐκκλησίας καὶ φειδοῖ τῶν μαρτύρων,  δι'  ἑαυτοῦ παραγενόμενος  εἰς τὴν Ἀσίαν, τὴν ἐξέτασιν συμπεραιῶσαι. θεασάμενος ὁ Ἀντωνῖνος  τὸ ἄοκνον Ἰωάννου  καὶ τὸ ἀδέκαστον, ὡς ἅτε συνειδὼς ἑαυτῷ, ὑπεισελθὼν εἰς ἕνα τῶν κρατούντων,  οὗ καὶ τῶν γῃδίων ἐφρόντιζε τῶν ἐν τῇ Ἀσίᾳ, παρακαλεῖ αὐτὸν ποιῆσαι ἐπισχεθῆναι τὸν Ἰωάννην,  ἵνα μὴ ἀπέλθῃ εἰς τὴν Ἀσίαν, ὑποσχόμενος τὴν τῶν μαρτύρων παράστασιν. ὃς ἐξαυ τῆς παρασκευάζει δηλωθῆναι  ἐκ τοῦ  παλατίου  τῷ  ἐπισκόπῳ  Ἰωάννῃ  τάδε· "Ἄτοπόν  ἐστι πρᾶγμα, ἐπίσκοπόν σε ὄντα καὶ τῶν ψυχῶν ἡμῶν προστάτην, ἐν τοσαύτῃ προσδοκίᾳ θορύβου καταλείψαντα  τὴν πόλιν, στείλασθαι τὴν ἀποδημίαν τὴν εἰς 87 τὴν Ἀσίαν, εὐχερῶς τῶν  μαρτύρων  διαγομένων."   –ἦν  δὲ  ὁ  Γαϊνᾶς,  ὁ  βάρβαρος,  ὁ  προσδοκώμενος θόρυβος. καὶ τί γάρ; ἵνα μὴ μακρηγορήσω, πείθεται ἀπομεῖναι, φροντίζων  ὁμοῦ καὶ τῆς δίκης καὶ τῆς συντριβῆς τῶν μαρτύρων. ἑρμαῖον δὲ τῷ κατηγορηθέντι ὑπῆρχεν ἡ εἰς τοὺς μάρτυρας ἀναβολή, οὓς ἐδύνατο φυγαδεῦσαι ἢ ἀργυρίῳ ἢ δυναστείᾳ. ταῦτα προεορακὼς ὁ Ἰωάννης σκέπτεται μετὰ τῆς παρούσης συνόδου τινὰς τῶν παρόντων ἐπισκόπων ἀποσταλῆναι εἰς τὴν Ἀσίαν ἐπὶ ἐρω τήσει τῶν μαρτύρων.  ἐξαυτῆς οὖν ὡρίσθησαν τρεῖς ἐπίσκοποι κατελθεῖν,  Συγκλήτιος μητροπολίτης Τραϊανουπόλεως καὶ Ἡσύχιος  ὁ  Παρίου  καὶ  Παλλάδιος  ὁ  Ἑλενουπόλεως,   διαλαλησάσης  τῆς συνόδου  ἐν  τοῖς  ὑπομνήμασιν,  ὡς  τὸν  ἐντὸς  δύο  μηνῶν  μὴ  ἀπαντήσαντα  καὶ συστάντα τοῖς ἑαυτοῦ δικαίοις ἐν Ὑπαί ποις τῇ Ἀσιανῶν πόλει (διὰ τὸ ἐκ γειτόνων εἶναι  καὶ τοὺς ἐλεγχομένους  καὶ τοὺς λοιποὺς  τῶν  ἐπισκόπων  τοὺς ὀφείλοντας συνδικάσαι τοῖς περὶ Συγκλήτιον), τοῦτον ἀκοινώνητον  γίνεσθαι. πρὸς τούτοις κατῆλθον  οἱ τυπωθέντες  Συγκλήτιος  καὶ  Παλλάδιος ἐν  Σμύρνῃ· ὁ γὰρ Ἡσύχιος φίλος ὢν τοῦ Ἀντωνίνου προσεποιήσατο κεκακῶσθαι. ἐξαυτῆς δὲ γράψαντες ἐσήμαναν ἀμφο τέροις τοῖς μέρεσιν τὴν ἑαυτῶν ἐνδημίαν, ἵνα συνδραμόντες εἰς τὴν ὡρισμένην πόλιν  ἐκπληρώσωσι τὰς ὑποσχέσεις. οἱ δὲ πείσαντες ἀλλήλους,  ὁ μὲν χρυσίῳ, ὁ δὲ ὅρκῳ, φίλοι γεγόνασι πρὸ τῆς τῶν δικαστῶν παρουσίας. συνδραμόντες δὲ σχήματι ἐν τῇ Ὑπαιπινῶν ἐνόμιζον τοὺς κριτὰς διαπαίζειν ἐπὶ ὑπερ θέσει πάλιν τῶν μαρτύρων, ὡς ἐκδημούντων εἰς διαφόρους χρείας. πρὸς τούτοις ἐπερωτῶσιν οἱ δικασταὶ   τὸν   κατήγορον·   "Εντὸς   οὖν   ποσῶν   ἡμερῶν   διάγεις   αὐτούς;   καὶ ἐκδεχόμεθα." νομίσας αὐτοὺς δυσφοροῦντας πρὸς τὴν τῶν ἀέρων ἐπάχθειαν ἀποχωρεῖν   (ἦν   γὰρ   τὸ   ἀκραιφνὲς   τῆς   θερινῆς   ὥρας)   ὑπέσχετο,   88   ἐντὸς τεσσαράκοντα ἡμερῶν  ἐγγράφως  ἢ  ἄγειν  τοὺς  μάρτυρας  ἢ  ὑφίστασθαι  τὰ  τῶν κανόνων.  ἀφεθεὶς οὖν εἰς ἐπιζήτησιν τῶν μαρτύρων, καταλιπὼν τὸ πρᾶγμα, καταλαμβάνει τὴν Κωνσταντινούπολιν,  ἐκεῖσε διαλανθάνων.  ἐξεδέξαντο οἱ κριταὶ τὰς τεσσαράκοντα ἡμέρας,  ὡς  εἰκός· καὶ ὡς οὐδαμοῦ ἐφάνη,  ἐπι  στέλλουσι τοῖς πανταχοῦ τῆς Ἀσίας ἐπισκόποις, ποιήσαντες αὐτὸν ἀκοινώνητον,  ἢ ὡς λιποτάκτην ἢ ὡς συκοφάντην.  μετὰ δὲ τοῦτο προσεκαρτέρησαν ἄλλας τριάκοντα ἡμέρας καί, ὡς οὐδαμοῦ ἐφάνη, ἀναχωρήσαντες ἦλθον εἰς τὴν Κωνσταντινού πολιν· κἀκεῖ περιτυχόντες αὐτῷ ἐνεκάλουν ἐπὶ τῷ τετολμημένῳ.  ὁ δὲ πάλιν ἀῤῥωστίαν σώματος προφασισάμενος   ὑπισχνεῖτο   τοὺς   μάρτυρας.   τούτων   οὕτω   χρονοτριβούντων,ἀποθνήσκει  ὁ  Ἀντωνῖνος,   μεθ'  οὗ  εἶχεν  ὁ  Εὐσέβιος τὴν  δίκην.  αὖθις  ψήφισμα ἔρχεται ἀπὸ Ἀσίας, τοῦτο μὲν τοῦ κλήρου τῆς ἐκκλησίας τῆς Ἐφεσίων, τοῦτο δὲ τῶν ἐπισκόπων,  πρὸς τὸν Ἰωάννην,  ἀξίωσιν μεθ' ὅρκου φρικτοῦ περιέχον· "Ἐπειδὴ ἐν τοῖς ἔμπροσθε χρόνοις φύρδην οἵ τε θεσμοὶ καὶ ἡμεῖς ἐποιμάνθημεν,  ἀξιοῦμέν σου τὴν τιμιότητα κατελθοῦσαν τύπον ἐπιθεῖναι  θεόπεμπτον τῇ Ἐφεσίων ἐκκλησίᾳ ἐκ μακρῶν τῶν χρόνων  καταπονηθείσῃ,  τοῦτο μὲν ὑπὸ τῶν τὰ Ἀρείου φρονούντων, τοῦτο δὲ ὑπὸ τῶν  τὰ ἡμέτερα μετὰ πλεονεξίας  καὶ φιλαυτίας  αὐχούντων·  ἐπειδὴ μάλιστα  πολλοὶ  οἱ ἐφεδρεύοντες,  ὡς  λύκοι  βαρεῖς,  διὰ χρημά  των  ἁρπάσαι τὸν θρόνον ἐπειγόμενοι."  ὁ δὲ Ἰωάννης  ἐν τοσ αύτῃ σώματος ἀνωμαλίᾳ  καὶ χειμερίας τῆς ὥρας, οὐδὲν πρὸ ὀφθαλμῶν  θέμενος λυπηρόν, ἐπὶ καταστάσει μάλιστα νενοση κότων πραγμάτων ὅλης τῆς Ἀσιανῆς διοικήσεως δι' ἀπειρίαν ἢ ἐρημίαν ποιμένων, τονωθεὶς  τῇ  προθυμίᾳ,  ἐμβὰς εἰς  πλοῖον,  ἀπαίρει  τῆς  πόλεως.  ἐπιγενομένου  δὲ σφοδροῦ ἀνέμου βοῤῥέου, φοβηθέντες  οἱ ναυτικοί,  ἵνα  μὴ εἰς τὴν  Προκονησσὸν ἐκριφῶσι, 89 τὸ ἔπαρμα θέντες τῇ βαλλομένῃ,  ὑποτρέχουσι τὸ ὄρος τοῦ Τρίτωνος· κἀκεῖσε ῥίψαντες  τοὺς κατόχους,  ἔμενον  ἐκδεχόμενοι  νότον,  ἵνα  παραβάλωσι τῇ Ἀπαμείᾳ. ἐπιμείναντες  οὖν δύο ἡμέρας νήστεις ῥεμβόμενοι ἐν τῷ πλοίῳ,  τῇ τρίτῃ ἐξῆλθον εἰς τὴν Ἀπάμειαν, ἐν ᾗ ἐξεδέχοντο Παῦλος καὶ Κυρῖνος καὶ Παλ λάδιος οἱ ἐπίσκοποι (τούτους γὰρ ἔλαβε συνεκδήμους ὁ Ἰωάννης).  διανύσαντες δὲ τῇ πεζικῇ πορείᾳ τὴν ὁδὸν εἰσβάλλουσιν εἰς τὴν Ἔφεσον· καὶ συναγαγόντες τοὺς τῆς Λυδίας ἐπισκόπους καὶ Ἀσίας καὶ Καρίας συντείνοντας  εἰς ἑβδομήκοντα ἄνδρας, ποιοῦνται τὴν  χειροτονίαν,   τῶν  πολλῶν  ἐκ  προθυμίας  ἑκουσίου  ἀπαντησάντων,   μάλιστα Φρυγῶν,  ἐπὶ ἀπολαύσει στόματος σοφίας,  κατὰ τὸ εἰρημένον· "Σοφία ἐν ἐξόδοις ὑμνεῖται"  (τοῦτ' ἔστιν ἐν τοῖς λαλοῦσιν),  "ἐν δὲ πλατείαις  παῤῥησίαν ἄγει" (τοῦτ' ἔστι καρδίαις ταῖς διὰ πολυτρόπων  θλίψεων  πλατυν  θείσαις, κατὰ τό, "Ἐν θλίψει ἐπλάτυνάς με"). –στενοχωρεῖται γὰρ ἡ σοφία ἐν τοῖς τὰ ζιζάνια γεωργοῦσι καὶ τὸν λόγον συμπνίγουσιν.


ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ


 Τούτων οὖν οὕτως ἐχόντων,  προσῆλθεν ὁ τῆς μακρηγορίας ἡμῖν αἴτιος τοῖς ἐπισκόποις πᾶσιν Εὐσέβιος, ὁ κατήγορος τῶν ἓξ λοιπῶν ἐπισκόπων, ἀξιῶν δεχθῆναι εἰς κοινωνίαν.  προσαντι λέγουσί τινες τῶν ἐπισκόπων,  μὴ δεῖν αὐτὸν δεχθῆναι  ὡς συκοφάντην.  ἐπὶ τούτοις ἱκετεύει λέγων· "Ἐπειδὴ ἡ δίκη τὸ πλεῖστον  μέρος ἐπὶ δύο ἔτη ἐβασανίσθη, εἰς μάρτυρας δὲ γεγέ νηται ἡ ὑπέρθεσις, δέομαι τῆς ὑμετέρας θεοσεβείας σήμερον πάραυτα δοῦναί με τοὺς μάρτυρας. εἰ γὰρ καὶ Ἀντωνῖνος ἐτελεύτησεν ὁ λαβὼν τὸ χρυσίον καὶ χειροτονήσας, ἀλλ' οὖν 90 γε μένουσιν οἱ δεδωκότες καὶ χειροτονηθέντες."  ἐδικαίωσεν ἡ παροῦσα σύνοδος ζητηθῆναι  τὸ πρᾶγμα. ἄρχεται ἡ ὑπόθεσις ἐξ ἀναγνώσματος  τῶν  πρώην πραχθέντων  ὑπομνημάτων.  εἰσῆλθον οἱ μάρτυρες, εἰσῆλθον καὶ ἓξ τῶν δεδωκότων καὶ χειροτονηθέν  των.  ἐν μὲν τῇ ἀρχῇ ἠρνοῦντο· ἐπιμενόντων  δὲ τῶν μαρτύρων, τῶν μὲν λαϊκῶν,  τῶν δὲ καὶ πρεσβυτέρων, οἷς ἔδοξαν τεθαῤῥη κέναι, καὶ γυναικῶν τινων,  καὶ τὰ εἴδη τῶν ἐνεχύρων λεγόντων,  καὶ τοὺς τόπους καὶ τοὺς καιροὺς καὶ τὴν  ποσότητα,  οὐ πάνυ  καλῶς  διακειμένης  αὐτῶν  τῆς  συνειδήσεως,  αὐθαίρετοι ὁμολο γοῦσι δίχα πολλῆς  ἀνάγκης,  ὅτι "∆εδώκαμεν, ὡμολόγηται,  καὶ γεγόναμεν, τοιαύτην  νομίσαντες  εἶναι  ἀκολουθίαν,  ἵνα  δόξωμεν  τοῦ  βουλευτηρίου ἐλευθεροῦσθαι. καὶ νῦν δεόμεθα, εἰ μὲν ἔστιν ὅσιον, ἡμᾶς εἶναι ἐν τῇ λειτουργίᾳ τῆς ἐκκλησίας· ἐπεὶ κἂν τὸ χρυσίον,  ὃ δεδώκαμεν,  ἵνα  λάβωμεν·  τῶν  γὰρ γυναικῶν ἡμῶν τινες δεδώκαμεν σκεύη." ὁ Ἰωάννης πρὸς ταῦτα ὑπέσχετο τῇ συνόδῳ, ὅτι "Τοῦ μὲν βουλευτηρίου ἐγὼ αὐτοὺς σὺν Θεῷ ἀπαλ λάξω, ἀξιώσας τὸν βασιλέα· ὑμεῖς δὲ προστάξατε αὐτοὺς λαβεῖν ὃ δεδώκασιν παρὰ τῶν Ἀντωνίνου  κληρονόμων." προσέταξεν ἡ σύνοδος, τὸ μὲν χρυσίον αὐτοὺς λαβεῖν παρὰ τῶν κληρονόμων Ἀντωνίνου,  κοινωνεῖν  δὲ ἔνδον  τοῦ θυσιαστηρίου, εἶναι  δὲ ἀπὸ ἱερέων,  ἵνα  μὴ τούτων  συγχωρηθέντων   ἔθος  γένηται  Ἰουδαϊκὸν  ἢ  Αἰγύπτιον,  τοῦ  πωλεῖν  καὶ ἀγοράζειν τὴν ἱερωσύνην. φασὶ δὲ τὸν λυμεῶνα καὶ ψευδώνυμον  πατριάρχην τῶν Ἰουδαίων κατ' ἔτος ἀμείβειν, ἢ καὶ παρ' ἔτος, τοὺς ἀρχισυναγώγους ἐπὶ συλλογῇ τοῦ ἀργυρίου,  ὁμοίως  δὲ  καὶ  τὸν  ζηλωτὴν  τούτου  τῶν  Αἰγυπτίων  πατριάρχην,  ἵνα πληρωθῇ τὸ προφητικόν· "Οἱ ἱερεῖς αὐτῆς μετὰ δώρων ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς 91 μετὰ ἀργυρίου ἐμαντεύοντο." τούτων πάντων ἐστὶ καὶ ὑπομνή ματα καὶ οἱ κρίναντες. καὶ οὐκ εἰς μίαν ἡμέραν γεγένηται, ὡς ἐψεύσατο ὁ Θεόφιλος, ἡ ἐξέτασις, ἀλλ' ἐπὶ δύο ἔτη. καὶ ἔστερξαν οἱ καθαιρεθέντες, τῆς μελλούσης κρίσεως ἐλευθερωθέντες,  ὡς τὸν ἕνα ἐξ αὐτῶν ἔκδικον δημοσίων γενέσθαι πραγμάτων· καὶ εἰς   τοὺς   τόπους   αὐτῶν    ἕτεροι   ἀείπαιδες   ἀντεισήχθησαν,    βίῳ   καὶ   λόγῳ κεκοσμημένοι. καὶ οἱ γεννάδες καὶ φιλόνεικοι  μετὰ τὴν Ἰωάννου ἐξορίαν λαβόντες ὃ ἔλαβον (οὐ γὰρ ἔχει ὄνομα ἡ κακία, ὥσπερ οὐδὲ οὐσίαν), τοὺς μὲν πρὸ τετραετίας ῥιφέντας  πάλιν  εἰσέφρησαν εἰς τὰς ἐκκλησίας, τοὺς δὲ ἐνθέσμως ἐνθρο νισθέντας ἐξέωσαν ἐπὶ  σκορπισμῷ τῶν  τοῦ  Χριστοῦ προβάτων.  τὸ μέντοι  γελοιωδέστατον πάντων,  μᾶλλον δὲ θρήνου ἄξιον, ἐὰν ἀκούσῃς, Θεόδωρε φιλομαθέστατε,  "Ἠχήσει μέν σου," κατὰ τὸν προφήτην,  "ἀμφότερα τὰ ὦτα," ἀποκλαύσεις δέ, φιλόθεος  ὤν, τοὺς μαινομένους  τῶν  ἐπισκόπων,  ἐσκοτισμένῃ χειρὶ λυμαι νομένους τὰς δωρεὰς τοῦ Χριστοῦ. ἃς γὰρ μετὰ νηστείας καὶ δεήσεως καὶ δοκιμασίας κλήρου καὶ φόβου οἱ περὶ Πέτρον καὶ Ἰωάννην  ἐποίουν χειροτονίας,  αὐτοὶ τὸ ἐναντίον  μετὰ κραιπάλης καὶ μέθης καὶ δώρων οἰκτρῶν τὰ τῶν ἀνθρώπων ἐκτρώματα, ἃ μήτε χοίρων ἀλόγων ἢ κυνῶν ἄξια, κατὰ τὸν προφητεύσαντα περὶ αὐτῶν Ἰὼβ ἐκ προσώπου τοῦ Σωτῆρος· "Οὓς οὐχ ἡγη σάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων, οἱ ὑπὸ φρύγανα διῃ τῶντο." οἱ τοίνυν μετὰ μιμάδων καὶ Ἰουδαίων,  ὡς φίλοι τοῦ Σωτῆρος, παρὰ τῶν σοφῶν τὰ ἀπόῤῥητα τῆς  ἱερωσύνης  κατα  πιστεύονται·  δι'  οὓς  καὶ  τοὺς  εὐκτηρίους  οἴκους φεύγουσιν  οἱ λαοὶ  τῶν  ὀρθοδόξων.  ἔφθασεν  γὰρ πάντως  τὸ καινὸν  καὶ κουφω δέστατον τοῦ τολμήματος καὶ μέχρις ὑμῶν τῆς κατὰ Ἔφεσον ἐκκλησίας· πῶς γὰρ οὔ; –παραθαλασσίας οὔσης καὶ ῥᾳδίως διαπορθμευούσης τὰς φήμας. εἰς τὸν τόπον γάρ– μᾶλλον δὲ εἰς  τὸν Ἰωάννου τοῦ τὸ Εὐαγγέλιον γράψαντος, τοῦ εἰς τὸ τῆς σοφίας στῆθος  πιστῶς  ἐπαναπεσόντος,   περὶ  οὗ  γέγραπται·  " Ον  ἠγάπα  ὁ  Ἰησοῦς"·  ὃν Τιμόθεος, ὁ Παύλου μαθητής, πρὸς ὃν αἱ δύο φέρονται τοῦ ἀποστόλου Ἐπιστολαί, διαδέχεται– "βδέλυγμα ἐρημώσεως"ἀντεισάγεται>. χειροτονήσαντες γὰρ τὸν Βίκτορος  τοῦ   τριβούνου   εὐνοῦχον   ἐνεθρόνισαν,    καὶ   τὸν   ὑπὸ   ἑβδομήκοντα ἐπισκόπων ἐνθρονισθέντα ἐν εἱρκτῇ δαπανῶντες μέχρι τῆς δεῦρο, ἄνδρα μονάσαντα ἐν τῇ ἐρήμῳ, ἀπὸ ἐγκυκλίων  ἠγμένον  μαθημάτων,  καὶ τῶν  θείων  Γραφῶν ἐντὸς γενόμενον,  καὶ διακονήσαντα ἔτη τρία. καὶ εἴθε ὁ χειροτονηθεὶς εὐνοῦχος διὰ βίου σεμνοῦ ἦν ἠγμένος, καὶ ἡμίκακον ἦν τὸ κακόν· νυνὶ δέ, γῆς ἔντερον, γαστρίδουλον, θηλυμανές, ἰταμόν, μέθυσον, πορνοκόπον, ἀργυρώνητον, ἀνελεύθερον, φιλάργυρον, πρὸς αὐτῇ τῇ γενέσει σιδηροκατάδικον, ἄνανδρον, ἄθηλυ, ἐπιμανές· (καθὼς ἤκουσα πολλάκις)  τὰ θεατρικὰ κοράσια ἐπ'  ὤμων  βαστάσαντα ἐν σατυρικοῖς συμποσίοις, κισσῷ τὴν κεφαλὴν ἐστεμμένον καὶ κρατῆρα ἐν τῇ χειρὶ ἐνημμένον οἰνοχοηκέναι ἐν προσχήματι τοῦ μυθικοῦ ∆ιονύσου. ταῦτα δὲ πάντα ἔπραξεν οὐ πρὸ τῆς εἰς Χριστὸν μυσταγωγίας, ἀλλὰ μετὰ τὸ φώτισμα· ὃς αἰνίσ σεται διὰ τούτων μηδὲ τῇ ἀναστάσει πιστεύειν.  τῆς  γὰρ  ἀναστάσεως  τὸν  θεμέλιον  σαθρώσας,  πῶς  οὗτος  ἐπὶ  ταύτῃ πιστεύει; ὁ δὲ μὴ πιστεύων τῇ ἀναστάσει, πῶς κήρυξ γένηται τῆς ἀναστάσεως, κατὰ τὸν εἰπόντα· "Πῶς δὲ κηρύξωσιν, ἐὰν μὴ πιστεύσωσιν;" οὗτος σωφρονεῖ μὲν ἄμισθα διὰ σιδήρου, μαίνεται δὲ ἄκαρπα δι' οἰκείαν αἰσχρότητα. ταῦτα δέ ἐστι τὰ κατὰ τὴν Ἀσίαν γεγενημένα,   περὶ  ὧν  ἐπηρώτησας,  διὰ  τὸν  γράψαντα  Θεόφιλον  δέκα  ἓξ ἐπισκόπους καθῃρηκέναι τὸν 93 Ἰωάννην.  ἔσο οὖν εἰδὼς ἐπὶ τῆς ἀληθείας,  ὅτι ἕξ εἰσι. τούτων  ἐστὶ καὶ τὰ ὑπομνήματα  σωζόμενα παρ'  ἡμῖν  μετὰ ὑπογραφῆς  τῶν εἴκοσι  δύο  ἐπισκόπων  τῶν  τὴν  ἀρχὴν  ἀκουσάντων  καὶ  τῶν  ἑβδομήκοντα  τῶν καθελόντων καὶ τὴν δίκην περαιωσάντων.



Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |