ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΕΦΑΛΑΙΟΝ Κʹ

Τετάρτη 12 Οκτωβρίου 2016

ΚΕΦΑΛΑΙΟΝ Κʹ




Ιωάννης Χρυσόστομος
Τόμος  47
Παλλαδίου  Επισκόπου Ελενουπόλεως περί Βἰου
Ιωάννου Χρυσοστόμου


ΚΕΦΑΛΑΙΟΝ  Κʹ


{Ο  ∆ΙΑΚ.} Οὕτω πεπληροφορημένως   ἔχω,  ὡς  αὐτὸς  παρὼν  ἐν  τοῖς  τόποις.  ἱκανὸν  ἔστω  δέ  σοι τεκμήριον τῆς ἐμῆς πεισμονῆς ἡ προσοχὴ τῶν  λεχθέντων,  ὧν ἔναυλον  ἔχων  τὴν μνήμην,  ἴσως  καὶ  γραφῇ  παραδώσω  ἐν  δέρματι  ἀκμαίῳ,  μέλανι  ἐγχαράξας,  εἰς μνήμην τῆς ἡμῶν γενεᾶς καὶ ὠφέλειαν  τῶν ἐπισκοπῆς ὀρεγο μένων,  ἵνα γένωνται κατὰ τὸν ἅγιον Ἰωάννην,  ἢ καθ' ὑμᾶς τοὺς ὑπὲρ ἀληθείας τὴν ὁδὸν τῶν μαρτύρων ἐζηλωκότας,  ἢ  παύσωνται  τοῦ  βάρους ὑπὲρ  τὴν  αὐτῶν  ἡλικίαν  βαστάζειν,  τὸν λαϊκὸν καὶ ἀκίνδυνον  ἀσπαζόμενοι βίον. ἄμεινον γὰρ παρ' ἐμπείροις κυβερ νήταις τὸ ναῦλον δόντας, ἐπιβάτας γενομένους διασωθῆναι, ἢ κυ βερνήτου τόπον ἀναλαβόντας,  ὑποβρύχιον τὸ σκάφος τῷ φορτίῳ συναπολέσαι. ἀφηγησάμενος οὖν τὰ κατὰ τὸν  μακάριον Ἰωάννην,   πῶς  τε ἐξήσκησεν καὶ ὅπως  διέπρεψεν  ἐν ταῖς ἐκκλησίαις, τῇ τε Ἀντιοχέων καὶ τῇ Κωνσταντινουπολιτῶν, καὶ ὅπως ἤχθη καὶ ὅπως συνεσκευάσθη καὶ πάντα τὰ διὰ μέσου πικρά, ἃ παρὰ τῶν πλημμελῶν  φιλοπόνως γεγεώργηται,   εἰπών   τε  τὰ  κατὰ  τὸν   Πορφύριον  καὶ  τὸν   Ἐφέσου  εὐνοῦχον, ἀπάγγειλον   ἡμῖν   τὰ   λείποντα.    τίνες   τε   ἐν   φυλακῇ   ἐτελεύτησαν; 



τίνες   τε ἐξωρίσθησαν  τῶν Ἰωάννου κοινωνικῶν; δίκαιον γὰρ τῶν τοιούτων μνείας ἐπιτελεῖν  εἰς προθυμίαν  τῶν  ζώντων.  εἰ γὰρ ἐν τοῖς βιωτικοῖς  τούτοις  πράγμασι παῖδες οἱ ὑπὲρ τῶν δεσποτῶν συγκλειόμενοι ἢ τυπτόμενοι ἢ ξεόμενοι εὐνοίας καὶ ἐλευθερίας παρ' αὐτῶν ἀπολαύουσι, πόσῳ πλέον οἱ διὰ Χριστὸν τιμωρούμενοι ἄξιοι καὶ τιμῆς ἐκκλησιαστικῆς καὶ εὐνοίας εἰσίν; περὶ ὧν καὶ ὁ ἀπό στολος λέγει· "Τοῖς δεσμίοις ὡς συνδεδεμένοι, τοῖς κακουχουμέ νοις συγκακουχούμενοι, ὡς καὶ αὐτοὶ ἐν σώματι ὄντες."  "τίμιος"  γὰρ "ἐναντίον  Κυρίου ὁ θάνατος  τῶν  ὁσίων  αὐτοῦ."

 {Ο ΕΠΙΣΚ.} Ἄριστα εἶπας· οὐκοῦν ἄκουσον. οἱ μὲν ἐπίσκοποι, ὡς μὲν ἐν ἀρχαῖς ἡ φήμη περιέδραμεν,  εἰς  θάλασσαν ἐποντώ  θησαν· ὡς  δὲ  ὁ  ἀληθὴς  περιέχει  λόγος,  εἰς ἐξορίαν ὑπερόριον ἀπεστάλησαν ἐν ταῖς βαρβαρικαῖς ζώναις, ὑπὸ δημίων εἰσέτι καὶ νῦν   φρουρούμενοι.   ἐλθὼν   γάρ  τις   συνοδεύσας  αὐτοῖς   διάκονος   ἀφηγήσατο, Κυριακὸν  μὲν  Ἐμέσης ἐνδότερον  ὀγδοήκοντα  σημείων  εἰς  Πάλμυραν,  τὸ  τῶν Περσῶν φρούριον, εἶναι· Εὐλύσιον δὲ Βόσ τρας τῆς Ἀράβων ἐσώτερον ὁδὸν τριῶν ἡμερῶν ὁμοίως εἰς φρούριον Μισφᾶς καλούμενον,  πλησίον τῶν Σαρακηνῶν· Παλλάδιον δὲ Βλεμμύων ἢ Αἰθιόπων ἐκ γειτόνων φρουρεῖσθαιεἰςΣυήνην καλούμενον τὸ χωρίον· ∆ημήτριον ἔσω εἰς Ὄασιν, τὴν γείτονα τῶν Μαζίκων (εἰσὶ γὰρ καὶ ἄλλαι  Ὀάσεις)· Σαραπίωνα δέ,  μετὰ μυρίας ἀναποδείκτους  συκοφαντίας, ὠμότητι δικαστῶν καθυβρί σαντες αἰκισμοῖς τὸ σῶμα μέχρις ἐκκοπῆς τῶν ὀδόντων, ὡς λόγος,  εἰς τὴν ἰδίαν πατρίδα περιώρισαν. Ἱλάριος, ἀνὴρ ἅγιος, γεγη ρακώς, εἰς Πόντον τὴν ἐνδοτάτω ἐξαπεστάλη μετὰ πληγάς, οὐ δικαστοῦ, ἀλλὰ τοῦ κλήρου, ὃς ὀκτωκαιδέκατον  ἔτος  ἔχει,  μὴ γευσάμενος  ἄρτου, ἀλλὰ ψιλῶν  λαχάνων  ἢ κολλύβων  μετα λαμβάνων.  Ἀντώνιος  ἐν σπηλαίοις  τῆς Παλαιστίνης ἑαυτὸν  ἐξώ ρισεν. Τιμόθεος ὁ Μαρωνείας καὶ Ἰωάννης  ὁ τῆς Λυδίας λέγονται  ἐν Μακεδονίᾳ. Ῥόδων  ὁ τῆς  Ἀσίας ἐπορεύθη ἐν  Μυτιλήνῃ.  Γρηγόριος ὁ τῆς  Λυδίας λέγεται  ἐν Φρυγίᾳ.  Βρίσσων  δὲ  ὁ  ἀδελ  φὸς  Παλλαδίου,   ἀποστὰς  ἑκουσίως  τῆς  ἑαυτοῦ ἐκκλησίας, ἐν τῷ ἀγριδίῳ αὐτοῦ διάγει,  ταῖς χερσὶν ἑαυτοῦ τὴν γῆν μεταλλεύων. Λαμπέτιος δέ–ὥς φασιν–ἐν  χωρίῳ Λυδίας παρά τινος Ἐλευθέρου ἐπικουρούμενος, τοῖς ἀναγνώσμασι προσέχει. Εὐγένιός ἐστιν ἐν τῇ πατρίδι. Ἐλπίδιος, ὁ μέγας Λαοδικείας τῆς Συρίας, ἅμα Πάππῳ τρία πληροῦνται ἔτη, τὴν κλίμακα τῆς οἰκίας οὐ κατῆλθον προσευχαῖς σχολάζοντες. Ἡρακλείδης ὁ Ἐφέσιος ἐν τῇ εἱρκτῇ τῆς Νικομηδείας ἐγκέκλεισται,  –τετραετής ἐστι χρόνος.  οἱ δὲ λοιποὶ  τῶν  κοινωνικῶν ἐπισκόπων, οἱ μὲν ἀνέλπιστα ἐνθυ μηθέντες ἐκοινώνησαν Ἀττικῷ, εἰς ἑτέρας μετατεθέντες ἐκκλησίας τῆς Θρᾴκης· οἱ δὲ ἄδηλοί εἰσιν· –Ἀνατόλιον δέ φασιν εἶναι ἐν   Γαλλίαις.   τῶν   δὲ   πρεσβυτέρων   οἱ   μὲν   εἰς   Ἀραβίαν   καὶ   Παλαιστίνην περιωρίσθησαν. Τίγριος δὲ εἰς τὴν μέσην τῶν Ποταμῶν  περιωρίσθη. Φίλιππος ἐτελεύτησεν  φυγὼν  ἐν Πόντῳ.  Θεόφιλος διάγει  ἐν  Παφλαγονίᾳ.  Ἰωάννης  ὁ τοῦ Αἰθρίου μοναστήριον συνε κρότησεν ἐν Καισαρείᾳ. Στέφανον  εἰς Ἀραβίαν ἐξορισθέντα  τῶν  δημίων  ἀπέσπασαν οἱ  Ἴσαυροι ἀπολύσαντες  ἀνὰ  τὸν  Ταῦρον. Σαλλούστιόν  φασιν  ἐν  τῇ  Κρήτῃ. Φίλιππον  τὸν  ἀσκητὴν  καὶ  πρεσβύτερον  τῶν σχολῶν ἤκουσα ἀῤῥωστοῦντα ἐν Καμπανίᾳ. Σωφρόνιος ὁ διάκονος ἐν φυλακῇ ἐστι τῆς Θηβαΐδος. Παῦλος ὁ διάκονος,  ὁ βοηθὸς τοῦ οἰκονόμου,  λέγεται  ἐν Ἀφρικῇ. ἄλλος Παῦλος, ὁ τῆς Ἀναστασίας, ἐστὶν ἐν Ἱεροσολύμοις. Ἑλλάδιοὁ πρεσβύτερος, ὁ τοῦ παλατίου, διάγει ἐν ἀγριδίῳ τῆς Βιθυνίας ἰδίῳ. πλείους δὲ κρύπτονται ἐν Κωνσταντινουπόλει, ἄλλοι δὲ ἀπῆλθον εἰς τὰς πατρίδας. Σιλβανὸς δὲ ὁ ἅγιος ἐπίσκοπος ἐν Τρῳάδι ἐστίν, ἁλιεύων καὶ ζῶν. Στέφανος ὁ ἀσκητής, ὁ τὰς Ῥωμαίων ἐπιστολὰς διακομίσας, ἐν Κωνσταντινουπόλει,  τούτου αὐτοῦ ἕνεκεν τυπτηθείς,  ἐπὶ μῆνας  δέκα  εἰς  τὴν  εἱρκτὴν  ἐβλήθη.  προταθείσης  δ'  αὐτῷ  κοινωνίας,   ὡς  οὐκ ἐπείσθη, ξεσθεὶς εἰσάγαν τάς τε πλευρὰς καὶ τὸ στῆθος (ὧν  ἐγὼ αὐτόπτης  ἐγενό μην),  τῇ τοῦ Χριστοῦ ἐπιμελείᾳ  διασωθεὶς ἴσως εἰς δευτέρους ἀγῶνας,  μετὰ δέκα μῆνας τῆς θεραπείας ἐξωρίσθη εἰς τὸ Πη λούσιον. Προβιγκάλιός τις στρατιώτης τῶν περὶ τὸν βασιλέα  σχολῶν, διαβληθεὶς ὡς φιλητὴς  Ἰωάννου,  μετὰ πληγὰς πολυ τρόπους καὶ ξεσμὸν ἀφειδῆ ἐξωρίσθη εἰς Πέτρας. οἰκέτης δὲ Ἐλπιδίου τοῦ πρεσβυτέρου μισθωθείς–ὥς φασι–πεντήκοντα  νομισμάτων,  ἵνα τὸν ἅγιον Ἰωάννην δολοφονήσῃ,  φωραθεὶς ἐπὶ τούτῳ τρεῖς ἔχων  ῥομφαίας,  ἔπαισεν τοὺς κατέχοντας αὐτὸν κατὰ μέρος ἑπτά· ὧν οἱ μὲν τέσσαρες παραυτίκα ἐτάφησαν,  οἱ δὲ τρεῖς ἐπὶ ἱκανὸν  χρόνον  ἐπιμεληθέντες  ἐσώθησαν,  τοῦ φονέως  ἀπολυθέντος.  Εὐτρόπιος ὁ μακάριος,  ἄφθορος  ἀπὸ  γυναικῶν,   ψάλτης,   τυπτηθεὶς  καὶ  ξεσθεὶς  εἰσάγαν  τὰς πλευρὰς σὺν τῷ μετώπῳ, ὡς καὶ τὰς ὀφρῦς κατασπασθῆναι, λαμπάδων αὐτῷ τελευταῖον  ταῖς πλευραῖς ἀμφοτέρωθεν  γυμνοῖς  ὀστέοις προσπι ληθεισῶν,  ἐλαίῳ κομουσῶν, προσεκπνέει τῷ ξύλῳ, ταφεὶς μεσονυ κτίῳ παρὰ τῶν τοῦτο δρασάντων ἱερατικῶν,  συνεπιμαρτυρήσαν τος τοῦ Θεοῦ τῷ θανάτῳ ὀπτασίᾳ ψαλλόντων  διὰ τὸ σύμμορφον  τοῦ  σωτηρίου πάθους.  διηγήσατο  δὲ ὁ ἀναλύσας  διάκονος  ἀπὸ τῶν ἐπισκόπων,  ὅτι  οἱ  ἐπαρχικοὶ  οἱ  διάγοντες  αὐτοὺς  ἐπὶ  τοσοῦ  τον  ἔθλιψαν  κατ' ἐντολάς τινων,  ὡς εὔχεσθαι αὐτοὺς θάνατον ἐπελθεῖν καὶ τὸ ζῆν παραιτεῖσθαι. τὰ μὲν   γὰρ   ἐν   ἀργυρίοις   ἀναλώματα,    ἃ   κατὰ   τὴν   ὁδὸν   εἰλήφεισαν,    ὑφ'   ἓν ἀποσπάσαντες,  εἰς  ἀλλήλους   διεμερίσθησαν,  ξηροῖς  δὲ  τοῖς  ὀνοζυγίοις   ἐπιῤῥίπτοντες,  τῶν δύο ἡμερῶν τὴν ὁδὸν μίαν ἐποίουν, βαθεῖαν ἑσπέραν εἰσάγοντες καὶ ὄρθρῳ σκοτεινῷ  ἐξάγοντες,  ὡς μηδὲ τὰς ἀθλίας  τροφὰς κατέχειν  τὸν  στόμαχον. ῥήμασί τε αἰσχροῖς καὶ ἀσέμνοις  βάλλοντες  οὐκ ἐφείδοντο.  Παλλαδίου δὲ καὶ τὸν παῖδα ἀφεί λαντο βιασάμενοι αὐτὸν καὶ γραμματεῖον ἐκθέσθαι. ∆ημήτριον δὲ εἰς τοσοῦτον ἔθλιψεν εἷς τῶν διαγόντων,  ὡς καὶ ζιβύνῃ βαθεῖαν ἑσπέραν ἐπελθεῖν,  ὃς παρὰ  πόδας  εἰς  τὸ  σῶμα  ἐβασα νίσθη,  ἐπωδύνως  τὸ  ζῆν  ἀποῤῥήξας,  ὡς  τοὺς ἐπιθειάζοντας γνωρίζειν τὴν τῶν ὕβρεων ποινήν· προειπόντος αὐτῷ καὶ Παλ λαδίου (ὡς ὁ ἐλθὼν  διηγήσατο συστρατιώτης),  ὅτι "Ἄλλην  ὁδὸν οὐχ ὁδεύσεις, οἰκτρῶς τελευτήσας." ἐκκλησίᾳ μὲν γὰρ τὸ σύνο λον πλησιάζειν οὐκ εἴων, καταλύοντες ἢ ἐν πανδοχείοις, ἔνθα ἑταιρίδων πλῆθος, ἢ ἐν ταῖς συναγωγαῖς Σαμαρειτῶν ἢ Ἰουδαίων, μάλιστα ἀπὸ Ταρσοῦ, καὶ ἐκεῖ ὡς στενοχωρουμένους αὐτούς, καὶ ἕτερόν τι ἐννοεῖν ὃ ἦν ἀπρονόητον· λέγει δὲ εἷς τῶν ἐπι σκόπων· "Τί λυπούμεθα περὶ τῶν καταγωγίων; μὴ γὰρ ἐφ' ἡμῖν ἐστι τὸ ποῦ μεῖναι, ἵνα οἰκείᾳ αἱρέσει ἀσχημονοῦντες δίκας ὀφλήσωμεν; ἢ οὐκ οἴδατε, ὅτι ταῦτα πάντα καὶ γεγένηται καὶ γενήσεται, τοῦ Θεοῦ διὰ πάντων δοξαζομένου; πόσαι τούτων τῶν ἑταιρίδων λήθην Θεοῦ λαβοῦσαι ἢ τὴν ἀρχὴν μηδὲ γνοῦσαι,  ἡμᾶς οὕτω θεασάμεναι, εἰς φόβον Θεοῦ καὶ ἔννοιαν  ἦλθον, ἴσως ἐπὶ τὸ κρεῖττον τραπεῖσαι ἢ κἂν ἐπὶ τὸ χεῖρον μὴ καταῤῥεύσασαι; οὐ μικρὸν δὲ ψυχῇ λογικῇ ὑπὸ πάθους κακουμένῃ καὶ μικρὸν ἀναπνεῦσαι,  ὅπερ ἐστὶν ἔναυσμα σωφροσύνης· ὡς ταῦτα ὑπο στάντα εἰπεῖν τὸν ἱεροφάντην Παῦλον· "Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς  σωζομένοις καὶ ἐν τοῖς  ἀπολλυμένοις,  διὰ τὸ θέατρον  γεγενῆσθαι ἀγγέλοις τε καὶ ἀνθρώποις."" εἰς τοσοῦτον δὲ ὠμότητος  οἱ κατὰ τόπον ἤκμασαν ἐπίσκοποι τῶν κοινωνικῶν  Θεοφίλου κατὰ τὴν ἀνατολὴν πᾶσαν (ὡς ἔλεγεν ὁ ἐλθὼν ἀσκητής), ὥς τινας αὐτῶν οὐχὶ μόνον μὴ ἐνδείξασθαι τὴν ὀφειλομένην σωφροσύνην ἀλλὰ καὶ μετὰ δώρων πείθειν τοὺς ἐπαρχικοὺς τάχιον ἐξελαύ νειν τῶν πόλεων. εἰσὶ δὲ  οἱ  μάλιστα  τοῦτο  πεποιηκότες,  ὁ  Ταρσοῦ καὶ  ὁ  Ἀντιοχείας  καὶ  Εὐλόγιος  ὁ Καισαρείας τῆς  Παλαιστίνης,  ὅ  τε  Ἀγκύρας  πρὸ  πάντων   καὶ  Ἀμμώνιος  ὁ  τοῦ Πηλουσίου, τοῦτο μὲν δόμασι, τοῦτο δὲ ἀπειλαῖς πλέον κατ' αὐτῶν τοὺς διάγοντας στρατιώτας  ἐξαγριοῦντες,  ἵνα  μήτε  τοὺς  τῶν  βουλο  μένων  λαϊκῶν  ἐπιδέχεσθαι αὐτοὺς συγχωρῶσιν· καθὼς ἐν ταῖς καθολικαῖς  γράφει Γαΐῳ ὁ μακάριος Ἰωάννης κατά τινος ἐπι σκόπου, ἀποδεχόμενος τοῦ Γαΐου τὸ ξενοδόχον, παρακαλῶν αὐτὸν μὴ μιμεῖσθαι τοὺς πονηροὺς τῶν ἐπισκόπων. ἔχει δέ πως ἡ λέξις· "Γαΐῳ ἀγαπητῷ,  ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐο δοῦταί σου ἡ ψυχή. ἐχάρην γὰρ λίαν ἐρχομένων τινῶν καὶ διηγουμένων μοι, ὅτι ἐν ἀληθείᾳ περιπατεῖς καὶ ἐφ' οἷς ἀνέπαυ σας τοὺς ἁγίους. μείζονα ταύτης χαρὰν   οὐκ   ἔχω."   ἐπιφέρει   δὲ   μετὰ   τοῦτο·  "Ἔγραψα  τῇ   ἐκκλησίᾳ·  ἀλλ'   ὁ φιλοπρωτεύων  αὐ τῶν ∆ιοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς, λόγοις πονηροῖς φλυαρῶν· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις  οὔτε αὐτὸς ἐπιδέχεται  τοὺς ἀδελ φούς,  καὶ τοὺς βουλομένους κωλύει, καὶ ἐκ τῆς ἐκκλησίας ἐκ βάλλει." εἶθ' ὕστερον παραινεῖ λέγων· "Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακόν· ὁ γὰρ ἀγαθοποιῶν  ἐκ τοῦ Θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑόρακεν τὸν Θεόν." ἐμνημονεύσαμεν δὲ τοῦ ῥητοῦ ὅλου τῆς παλαιᾶς 132 πονηρίας,  ἵνα  τῶν  νῦν  ∆ιοτρεφῶν  παραστήσωμεν  τὴν  γνώμην.   ἐπῄνει  δὲ  καὶ ἐθαύμαζεν τῆς δευτέρας Καππαδοκίας τοὺς ἐπι σκόπους, ὡς πολὺ συναλγήσαντας μετὰ δακρύων τοῖς ἐξορισθεῖσιν ἐπισκόποις, μάλιστα τὸν ἐπιεικέστατον Θεόδωρον τῶν  Τυάνων  καὶ Βοσπόριον Κολωνείας,  τεσσαρακοστοόγδοον ἔτος ἔχοντα  ἐν  τῇ ἐπισκοπῇ, καὶ Σαραπίωνα τὸν Ὀστρακίνης, τεσσαρακοστο πέμπτον ἔτος ἔχοντα ἐν τῇ τῆς  ἐπισκοπῆς λειτουργίᾳ.  Ἐνεὸς δὲ γενόμενος  ἐπὶ  πολὺ  ὁ Θεόδωρος εἶπεν·


 {Ο ∆ΙΑΚ.}  Τί οὖν  ἐροῦμεν πρὸς ταῦτα,  πάτερ; μὴ ἄρα "ἐσχάτη ὥρα ἐστίν,"  καὶ "ἡ  ἀποστασία,"  κατὰ  τὸν  Παῦλον,  διὰ  τούτων  λαμβάνει  τὴν  εἴσοδον,  ἵνα  λοιπὸν "ἀποκαλυφθῇ ὁ υἱὸς τῆς ἀπωλείας ὁ ἀντικείμενος"; τὸ γὰρ τοὺς κακοὺς εὐημερεῖν καὶ δια πράττεσθαι ταῦτα καὶ χρονίζειν καὶ ἰσχύειν, καὶ τοὺς καλοὺς θλί βεσθαι καὶ λεηλατεῖσθαι,  εἰς φρίκην με ἄγει τοῦ πλησιάζειν ἐκεῖνον.


 {Ο ΕΠΙΣΚ.} Μάλιστα μὲν οὖν,  συνετώτατε,  ἐγγύς  ἐστιν  τὸ τέλος,  κατὰ  τὸν  εἰπόντα·  "Παιδία, ἐσχάτη ὥρα ἐστίν," καὶ κατὰ τό· "Ἐξῆλθεν δὲ ὁ οἰκοδεσπότης περὶ ὥραν ἑνδεκάτην μισθώ σασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα"· ἡ δὲ ἐσχάτη τῶν δώδεκα ἔστιν ἡ τελευταία, –εἰ δὲ πρὸ τετρακοσίων  ἐτῶν  εἴρηται  παρὰ τοῦ ἀποστόλου ἐσχάτη, πολλῷ  μᾶλλον  νῦν  διὰ πάντα. ἔπειτα δὲ ἀπ' ἀρχῆς ἐστι ταῦτα κατὰ συγχώρησιν τοῦ Κυρίου εἰς γυμνάσιον τῶν  ἁγίων,  ἐξαιτοῦντος  αὐτοὺς  τοῦ  διαβόλου,  καθὼς  λέγει  ὁ  σωτήριος  λόγος· "Σίμων, Σίμων, ἐξῃτήσατο ὑμᾶς ὁ Σατανᾶς σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου." καὶ οὐ πάντως περὶ μόνου Πέτρου δεδέηται Ἰησοῦς, ἀλλὰ περὶ πάντων  τῶν τὴν Πέτρου πίστιν ἐχόντων,  οὐδὲν ἕτερον αἰνισσομένου τοῦ κοσκίνου ἢ τὸν περίγειον κύκλον ἡδονῶν καὶ ὀδυνῶν πεπληρωμένον,  δι' ὧν ὡς δι' ὀπῶν ἐκπίπτουσιν οἱ γεώδεις ἀπὸ τοῦ τροφίμου σίτου ἐπὶ τὸν Ἅδην, ὡς ἀπὸ τρυπημάτων διαχωριζόμενοι· τῶν μὲν διαῤῥεόντων ὡς  δι' ὀπῆς τῆς γαστριμαργίας, "ὧν ὁ Θεὸς ἡ κοιλία"· τῶν δὲ διὰ φιληδονίας,  περὶ ὧν ὁ προφήτης  λέγει·  "Πνεύματι  πορνεία,  ἐπλανήθησαν"   ("οὔτε"  γὰρ  "πόρνοι,  οὔτε μοιχοί,    οὔτε   μαλακοί,    βασιλείαν   Θεοῦ  οὐ   κληρονομήσουσι")·   τῶν   δὲ   διὰ φιλαργυρίας,  ὅσοι τὴν  τῆς  εἰδωλολατρείας  ὁμόζυγον  ἐμνηστεύσαντο· τῶν  δὲ δι' ὀργῆς καὶ θυμοῦ, ὅσοι τὸ θηριῶδες σκότος ἠγάπησαν, περὶ ὧν Ἰωάννης  φησίν· "Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν σκοτίᾳ ἐστὶν ἕως ἄρτι" ("Ὀργὴ" γάρ, φησιν ὁ παροιμιαστής, "ἀπόλλυσι καὶ φρονίμους")· τῶν δὲ δι' ἀκηδίας καὶ λήθης, μὴ προσκαρτερούντων τῇ ἀγρυπνίᾳ τῆς μνήμης καὶ δεομένων τό, "Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας" (οὓς ταλανίζων ὁ λόγος φησίν· "Οὐαὶ ὑμῖν τοῖς ἀπολελωκόσι τὴν ὑπομονήν·  καὶ  τί  ποιήσετε  ὅταν  ἐπισκέ ψηται  ὁ  Κύριος;")·  ἄλλων  δι'  εὐδοξίας ἀλόγου, περὶ ὧν ὁ ᾠδικὸς προανεφώνει·  "Ὅτι διεσκόρπισεν ὁ Θεὸς ὀστᾶ ἀνθρωπαρέσκων"· ἑτέρων δι' ἀλαζονείας ἢ τύφου, ὅ ἐστιν ὑπεροψία, οὓς μέμφεται ὁ προφήτης ὡς λιποτάκτας· "Ὑπερήφανοι παρηνόμουν ἕως σφό δρα· ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα." ἑκάστῃ δὲ τούτων τῶν κακιῶν παρέπονται πλείους· τῷ τύφῳ ὁ φθόνος, τῇ πλεονεξίᾳ τὸ μῖσος καὶ ἀνελευθερία καὶ ψεῦδος, τῷ θυμῷ ὀργὴ ἢ μῆνις, αἱ ὕβρεις, οἱ φόνοι,  τῇ πορνείᾳ ἡ λήθη,  ἡ ἀφοβία, ὁ ὄκνος, ἡ ἀζηλία, ἡ ἀνόνητος ἀγρυπνία,  τῇ κενοδοξίᾳ  αἱ πολυπραγμονίαι,  δωρο δοκίαι,  φαντασίαι,  ὑποκρίσεις, προσωποληψίαι, φενακισμοί, τῇ ὑπερηφανίᾳ αἱ ἀπόνοιαι, αἱ ἀσπλαγχνίαι, ἀνοσιουργίαι, ἐκστά σεις φρενῶν,  καὶ ἄλλῃ ἄλλαι (ἵνα μὴ πλείους εἴπω, φορτίζων τὸν λόγον, εὐαποδείκτου ὄντος τοῦ εἰρημένου). τούτων ἑκάστῃ τῶν κακιῶν ὁ Θεὸς ἀντίδικον ἔταξεν ἀρετήν· ὡς τῇ λαγνείᾳ τὴν σωφροσύνην, τῇ λαιμαργίᾳ τὴν ἐγκράτειαν,  τῇ πλεονεξίᾳ  τὴν  δικαιοσύνην,  τῇ ὀργῇ τὴν  πραΰτητα,  τῇ λύπῃ  τὴν χαράν, τῇ λήθῃ τὴν μνήμην, τῇ ἀκηδίᾳ τὴν ὑπομονήν, τῇ ἀφροσύνῃ τὴν φρόνησιν, τῇ  δειλίᾳ  τὴν  ἀνδρείαν,  τῇ  κενοδοξίᾳ  τὴν  ταπεινοφροσύνην,   καὶ  ἄλλῃ  ἄλλην· πάσαις δὲ τὴν θείαν Γραφήν. μόνῳ δὲ τῷ τύφῳ οὐκ ἔδωκεν ἀρετὴν ἀντικειμένην διὰ τὴν ὑπερβάλλουσαν κακίαν, ἑαυτὸν αὐτῇ φυλάξας, καθὼς εἴρηκεν· "Ὁ Θεὸς ὑπερηφάνοις  ἀντιτάσσεται."  ὡς ὁ αὐτὸς ἱκετεύει  προφήτης,  λέγων·  "Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος"· καὶ πάλιν, "Ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις."  καὶ ὥσπερ 134 "ἀπὸ τοῦ καρποῦ τὸ δένδρον γνωρίζεται"  (ὡς ὁ Κύριος εἶπεν· "Εκ τῶν  καρπῶν αὐτῶν  ἐπιγνώσεσθε αὐτούς"),  οὕτως ἕκαστος τῶν ἀνθρώπων,  εἴτε ὄντων  ἁγίων  εἴτε καὶ λεγομένων.  οὕτω δὲ πάντοτέ  εἰσιν αἱ τῶν κακῶν ἄσειστοι εὐημερίαι, τοῦ Θεοῦ ἐπ' αὐτοῖς μακροθυμοῦντος.  τοῦτο γὰρ αὐτῷ πρέπει, ὡς τοὺς ἁγίους αὐτὸ τοῦτο ἐκ προσώπου τῶν θλιβομένων προαναφωνεῖν, εἰς ἡμῶν τῶν νῦν πασχόντων  παράκλησιν. πρῶτος ὁ τῆς ὑπομονῆς υἱὸς Ἰώβ, τί φησι μετὰ πολλά; –"Τί γάρ; μὴ ἐξ ἀνθρώπου ἡ ἔλεγξίς μου" (τὸ ἄμεμπτον αἰνιττόμενος); ἢ διὰ τί οὐ θυμωθή σομαι; εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσατε, χεῖρα θέντες ἐπὶ σιαγόνι. ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσι δέ μου τὰς σάρ κας ὀδύναι.  διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται  δὲ ἐν πλούτῳ; ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς.  οἱ οἶκοι αὐτῶν  εὐθηνοῦσιν,  φόβος δὲ οὐδαμοῦ, μάστιξ Κυρίου οὐκ ἔστιν ἐπ'  αὐτούς.  ἡ βοῦς αὐτῶν  οὐκ ὠμοτόκησεν,  διεσώθη δὲ ἀπὸ καύματος,  ἐν γαστρὶ ἔχουσα οὐκ ἔσφαλεν. μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν·  ἀναλαβόντα   ψαλτήριον   καὶ  κιθάραν   καὶ  εὐφραίνονται   φωνῇ ψαλμοῦ. συνετέλεσαν ἐν ἀγαθοῖς τὴν ζωὴν αὐτῶν,  ἐν δὲ τῇ ἀνα παύσει τοῦ Ἅδου ἐκοιμήθησαν.  λέγει  δὲ τῷ  Κυρίῳ· "Ἀπόστα ἀπ'  ἐμοῦ,  τὰς  ὁδούς  σου εἰδέναι  οὐ βούλομαι."" τούτῳ συνῳδὰ ὁ ἀνεξίκακος, καὶ τῶν θείων ᾄστης κριμάτων, κατὰ τό, "Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε," ∆αυείδ φησιν· "Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ, τοῖς  εὐθέσι τῇ καρδίᾳ. ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες,  παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου." διὰ τί; "ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν." καὶ ἐν ἑτέρῳ πάλιν τὸν πλοῦτον αὐτῶν διαβάλλων, λέγει· "Οἱ βόες αὐτῶν παχεῖς· τὰ πρόβατα αὐτῶν πολυτόκα,  πληθύνοντα  ἐν ταῖς ἐξόδοις αὐτῶν· τὰ ταμεῖα αὐτῶν  πλήρη,  ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο· αἱ θυγατέρες αὐτῶν  κεκαλ  λωπισμέναι,  περικεκοσμημέναι  ὡς  ὁμοίωμα  ναοῦ."  ἀλλὰ  καὶ  τὴν κακὴν αὐτῶν ὁμόνοιαν καὶ εἰρήνην θαυμάζων, ἐπιφέρει· "Οὐκ ἔστι κραυγὴ ἐν ταῖς πλατείαις  αὐτῶν,  οὐδὲ κατάπτωμα φραγ μοῦ ἐν τοῖς οἴκοις αὐτῶν."  εἶτα τὴν τῶν πολλῶν  διαβάλλων  διεφθαρμένην  δόξαν, φησίν· "Ἐμακάρισαν τὸν λαόν,  ᾧ ταῦτά ἐστιν." καὶ ἐπιφέρει· "Μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ." καὶ ἵνα μὴ μέχρι τούτου στήσας τὰς μαρτυρίας, ἐπικίνδυνον  ἀποδείξω τῇ ἀτελείᾳ τὸν λόγον.  ἄκουε πάλιν  μετὰ στερνοκτυπίας τινὸς  ἐπὶ τοῖς τοιούτοις  τὸν Ἁμ βακοὺμ ἀποδυσφοροῦντα καὶ λέγοντα· "Ἕως πότε, Κύριε, κεκράξομαι ἀδικούμενος,  καὶ οὐ μὴ εἰσακούσῃς;" ἰδίας γὰρ ἀδικίας τὰς τοῦ πλησίον ὠνόμαζεν.  καὶ φιλάδελφος  ὢν ἐπιφέρει· "Βοήσομαι πρὸς σέ, καὶ οὐ μὴ σώσῃς; ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν,  ἐπὶ ταλαιπωρίαν  καὶ ἀσέβειαν; ἐξ ἐναντίας  μου γέγονεν  κρίσις, καὶ ὁ κριτὴς λαμβάνει· διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρῖμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον." τῷ αὐτῷ πνεύματι ὁ συμ παθέστατος τῶν ἁγίων Ἰερεμίας, ἐπαπορῶν ὑπὲρ ἄλλων,  βοᾷ· "∆ίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ, Κύριε. τί ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ ἀθετοῦντες  ἀθετήματα; ἐφύτευσας αὐτοὺς καὶ ἐῤῥιζώ θησαν" (ἀντὶ τοῦ, "ἀκωλύτως  διάγουσι"), "καὶ ἐποίησαν καρπόν"  (οὐ πάντως  πνεύματος)·  "ἐγγὺς εἶ τοῦ   στόματος   αὐτῶν,    καὶ   πόῤῥω   ἀπὸ   τῶν   νεφρῶν   αὐτῶν."    ἄντικρυς   δὲ ἰσοδυναμοῦντα τούτοις ὁ σοφὸς Σοφονίας ὁ προφήτης, ὡς κακηγόρους τοὺς ἀνθρώπους 136 διαβάλλων, ὡς τὴν πρόνοιαν μεμφομένους καὶ τοὺς ἁγίους τα λανίζοντας,  ἐκ προσώπου Κυρίου φησίν· ""Ἐβαρύνατε ἐπ' ἐμὲ τοὺς λόγους ὑμῶν," λέγει Κύριος, καὶ εἴπατε· "Ἐν τίνι κατελαλή σαμεν κατὰ σοῦ;" εἴπατε, "Μάταιος ὁ δουλεύων  Θεῷ, καὶ  τί  πλέον  ὅτι  ἐφυλάξαμεν  τὰ  προστάγματα αὐτοῦ,  καὶ  διότι ἐπορεύ θημεν ἱκέται πρὸ προσώπου Κυρίου Παντοκράτορος; καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους,  καὶ ἀνοικοδομοῦνται  πάντες ποι οῦντες ἀνομήματα,  καὶ ἀντέστησαν Θεῷ, καὶ ἐσώθησαν." ταῦτα κατελάλησαν οἱ φοβούμενοι  τὸν Κύριον, ἕκαστος πρὸς τὸν  πλησίον  αὐτοῦ."  οἷς τὰ αὐτὰ ἐπιφέρει  ὁ κήρυξ τῆς εὐσεβείας, Παῦλος· "Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι."  εἶτα τὴν εὐτέλειαν τῶν ἁγίων σημαίνει, λέγων· "∆οκῶ γάρ, ὅτι ὁ Θεὸς ἡμᾶς  τοὺς  ἀποστόλους  ἐσχάτους  ἀπέδειξεν  ὡς  ἐπιθανατίους·  ὅτι  θέατρον ἐγενήθημεν  τῷ κόσμῳ καὶ ἀγγέλοις  καὶ ἀνθρώποις.  μέχρι γὰρ τῆς ἄρτι ὥρας καὶ πεινῶμεν  καὶ διψῶμεν  καὶ γυμνητεύομεν  καὶ κολαφιζόμεθα  καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν, ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν" (τὰς σωματικὰς καταλέγων ταλαιπωρίας)· όλοι δορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν,  πάν των περίψημα ἕως ἄρτι"· τοῦ ἀγαθοῦ καὶ δικαίου Θεοῦ κατὰ τινὰς ἀποῤῥήτους λόγους, σταδίου δίκην, τὸν κόσμον ἐκτείνοντος  καὶ αὐτεξουσίους ἡμᾶς ποιήσαντος, ἵνα οἰκείᾳ αἱρέσι τοῖς πράγ μασιν ἐπιβάλλοντες  δικαίας τὰς εὐθύνας παράσχωμεν, καθὼς ὁ νόμος λέγει· "Τέθεικα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, ἔκλεξαι ὃ θέλεις." διὰ τί δὲ τέθεικεν, οὐ τοῦ παρόντος καιροῦ τὸ λέγειν, πλὴν ὅτι τέθεικεν. οὐ γὰρ σοφὸν ἦν τὸ ἀτρέπτους ἡμᾶς γενέσθαι,  ἄθλων  οὐ προκειμένων,  καὶ γνώμης  [οὐ] κατορθούσης, μόνῳ τῷ θείῳ καὶ ἀϊδίῳ προσαρμόζοντος τοῦ ἀτρέπτου. 


{Ο ∆ΙΑΚ.}  Εὖ γε καὶ φιλοσόφως ὑπήντησας, πάτερ, ὀμματώ σας τὴν ψυχὴν τῶν παρόντων ἐν τούτοις ἀεὶ προσκοπτόντων διὰ Γραφῶν ἀπειρίαν· καὶ ὅτι γυμνάσιον ὑπέστη διὰ μακρῶν τῶν χρόνων ἡ ἐκκλησία, ἀναδείξασα τοὺς ἑαυτῆς στεφανίτας, ἄνδρας τε καὶ γυναῖκας, οὐ δωρεὰν ἐν τοῖς ὀπίσω χρόνοις Χριστοῦ σάρκας καταφαγόντας.  λυπεῖ δὲ ἡμᾶς ἡ ὑμῶν ἀκαταστασία καὶ ἡ τῶν  ἐκκλησιῶν  κατάλυσις.


{Ο ΕΠΙΣΚ.}  Θαυμάζω σου, ἀνδρῶν τιμιώτατε  Θεόδωρε, τοῦ τὸ πολλοστὸν τὴν ὠφέλειαν  ὁμολογοῦντος  καὶ αὖθις τὰ ἐναντία  λαλοῦντος.   μακαρίζων  γὰρ  ὡς  στεφανίτας  ταλανίζεις  ὡς  ἐκπε  σόντας, ἐπειδὴ  τῶν  ἐκκλησιαστικῶν  ἐστερήμεθα τόπων.  ὅμοιον  δέ  μοι  πάσχεις  τῶν  τὰ Ὀλύμπια θεωρούντων  ἀγροίκων· ἐκεῖνοι γὰρ κεχήνασι μὲν πρὸς τὰ βραβεῖα ἡδέως, δακρύουσι δὲ πρὸς τὰς πληγὰς  τῶν  ἀγωνιζομένων  οἰκτρῶς.  ἐμοὶ δὲ ἄμεινόν  ἐστι φάραγγας καὶ νάπας καὶ πελάγη διώκειν μετὰ τῆς ἀληθείας, ἢ πολλὴν ἔχοντα δόξαν τῆς νῦν νομιζομένης εὐημερίας ὑποκεῖσθαι τῷ ψεύδει. ἀλήθειαν μὲν γὰρ ἔχων, ἕξω τὰ πάντα· αὐτῆς γὰρ δοῦλα τὰ πάντα· ψεῦδος δὲ κεκτημένος, οὐδ' ἐμαυτόν, ἐκείνης μὴ ὑπάρχων.   ἔχων  δὲ  τὴν  ἀλήθειαν,   οὐχ  ἅπλως  αὐτὴν  βούλομαι  ἔχειν,   ὡς δέσποιναν ἢ δούλην ἢ γείτονα, ἀλλ' ὡς ἀδελφήν· ἂν δὲ ᾖ δυνατόν, καὶ ὡς ὁμόζυγον, τῆς  ἡδονῆς  αὐτῆς  ἀπολαύων  καὶ  μετὰ  ταῦτα  κληρονομῶν,   ὡς  ἰδίαν  γυναῖκα. θυγάτηρ γάρ ἐστι τῆς ὄντως ἀληθείας, ἧς γαμβρὸς ὁ σπουδαῖος. ὁ γὰρ ταύτην ἔχων σφριγᾷ, ἀνηβᾷ,  ἀγήρως ἐστὶ καὶ ἀμάραντος,  θερμό τερον πυρὸς ἔχων  τὸν ζῆλον, ὀξύτερον ξίφους τὸν λόγον,  κουφό τερον ἀετοῦ τὸν βίον, ἀόκνως τρέχει, καθάπερ πρὸς οἰκουρὸν  μητέρα,πρὸςτὴν τῶν  Γραφῶν μελέτην· ἀνθεῖ διηνεκῶς  τῇ ἀλυπίᾳ,  οὐ κεκράτηται φόβῳ,  γαυριᾷ τῇ ἀδειλίᾳ,  κορυβαντιᾷ τῷ ἐνθουσιασμῷ, οὐ μισεῖ οὐδένα,  οἰκτείρει τοὺς κακῶς τῷ βίῳ χρωμένους,  μακαρίζει τοὺς ἰδιοπραγοῦντας μετὰ τῆς αὐταρκείας, λυπεῖται τὴν τοῦ Πνεύματος λύπην ἐπὶ τῇ τῶν ἱερατικῶν  ἀμελείᾳ,  περὶ ὧν εἶπεν ὁ ἀπόστολος· "Καὶ μὴ λυπεῖτε  τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως." λυπεῖ δὲ τὸ Πνεῦμα ὁ διδοὺς αὐτῷ  νῶτα  τῇ  ἀμελείᾳ.  καὶ  (τί  γὰρ  τὸ  ὅλον;)  τελευτᾷ  μετὰ  παῤῥησίας οὐδένα λυπήσας πλὴν τῶν δαιμόνων,  καὶ ὅσοι γείτονες  τούτων.  χρόνος αὐτῷ περιττεύει· οὐκ ἐκαπή λευσεν τὰς ἡμέρας ἐν κακουργίαις. ἐδιπλασίασεν τὸ δεδομένον χρῆμα καὶ τόκους ἀγαθῶν  ἔργων προέπεμψεν,  ἐν ὀλίγῳ  καιρῷ πληρώσας πολυχρόνια  χρέη. διαθήκην ὕλης οὐ γράφει, ζῶν καὶ φρονῶν αὐτὴν κατεπάλαισεν. θάνατος ἔκρουσεν τὴν τοῦ σαρκίου θύραν; πρὶν αὐτὸν ἰδεῖν ἔξωθεν ὄντα, βοᾷ, "Ἀπέλθωμεν ἐντεῦθεν," ἐπιψάλλων·  "Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη."  καὶ εἰ μὴ διὰ τὸν πέμψαντα ∆εσπότην, αὐτῷ ἂν περιέθηκε δίκας εἰσπράττων, ὅτι σχολαιότερον ἦλθεν. ἀσμενίζει δὲ  τελευ   ταῖον   ἀπαλλαγεὶς   τοῦ   πολυπαθοῦς   σαρκίου,   ὡς   ξενιδίου   σαθροῦ,  ἀπειλοῦντος  πτῶσιν· ὤρθωσεν τὸ οὖς πρὸς τὸν λέγοντα,   "Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ,"  ἀκουσόμενος καὶ τὰ ἑξῆς.  ἔστω δέ σοι τεκμήριον  τῶν  λεγομένων  ἡ τῶν λόγων πυκνότης· "ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα." ὁ δὲ τῷ ψεύδει  συζῶν,  βίον  ἔχει  τεταραγμένον,   ποτὲ  μὲν  χαίρων  ἀμέτρως  ἐπὶ  αὐξήσει ἀργυρίου ἢ δοξαρίου μικροῦ, ἢ πορνιδίου φιλίᾳ, ἢ ἐχθρῶν αὐτοῦ δυσημερίᾳ· ποτὲ δὲ λυπεῖται  ἕως θανάτου,  τὰς μεταβολὰς ὀνειροπολῶν  καὶ τὰς ἀδηλίας,  νύκτας  ἔχει ἀΰπνους  ἢ  κακοΰπνους,  ὑπονοεῖ  ἐπιβουλὰς  καὶ  τῶν  γνησίων,  οὐ  θαῤῥῶν  οὐδὲ ἑαυτῷ, ἀπιστῶν τοῖς πᾶσιν ὡς ψεύσταις. τοιοῦτος αὐτὸς ὑπάρχων,  δειλός ἐστιν ὡς λαγωός, θρασὺς ὡς χοῖρος, ψεύστης ὡς χαμαιλέων,  ἀπατεὼν ὡς πέρδιξ, ἀνελεήμων ὡς  λύκος,  ἀνήμερος  ὡς  μῦς· ἐχθρὸς ἑαυτοῦ,  ἀδιαλείπτως  βάσκανος,  ἐξ ἀνάγκης ἑαυτὸν τιμωρούμενος οὐκ αἰσθάνεται· κατ' ἄλλου γὰρ κακῶς λογιζόμενος,  φθάνει πάσχων ὑφ' ἑαυτοῦ κακῶς. θάνατος ἔνυξε; πάντα δίδωσιν,  ἵνα μικρὸν παραμείνῃ, φιλοζωῶν·  τὸν δεδομένον αὐτῷ χρόνον ἐκαπή λευσεν εἰκῆ· τὸ δηνάριον πρὸς οἷς οὐκ ἐδίπλωσεν, οὐδὲ σῶον ἐφύλαξεν. τρέμει διηνεκῶς ὡς φύλλον, γηρᾶν οὐ βουλόμενος· ληροφρονῶν  τὰ γερόντων  ὑφίσταται, φοβεῖται τὸν θάνατον ὡς θεόν· Θεὸς παρ' αὐτῷ ὁ φαινόμενος  κόσμος. καὶ τί γάρ; ὠχριᾷ, φρικιᾷ, ἀγωνιᾷ· προλαμβάνων  τὴν  τοῦ Θεοῦ κρίσιν,  ἑαυτὸν  τιμωρεῖται,  τοῦ συνειδότος  ἀνηλεῶς βασανίζοντος   καὶ  καθ'   ἓν   τῶν   πλημμελημάτων   ὑπομιμνήσκοντος,   δεινότερα πάσχων  ἤπερ οἱ μαστιγούμενοι τὰ ἑαυτῶν σώματα ταῖς πληγαῖς.  ὑποδύνει τὰς κατὰ καιρὸν δυναστείας δουλοπρεπῶς,  κολακεύει τὸν κόσμον αἰσχρῶς, ἀντὶ ἑνὸς κυρίου μυρίους ἔχει δεσπότας, ἵνα μὴ τῇ ἀληθείᾳ δουλεύσῃ. ἐπίφοβος ἀσκεῖ εἶναι, φοβούμενος τοὺς πάντας. ταῦτα μέν σοι παρ' ἡμῶν κατὰ δύναμιν εἰρήσθω. καὶ εἴ τις ἀληθέστερον  καὶ  γλαφυρώτερον  λέγων  τὴν  οὐθένειαν  ἡμῶν  διορθώσηται,  καὶ τοῦτον ἡδέως ἀποδεξώμεθα ὡς διορθωτὴν καὶ φιλάδελφον  καὶ τῷ Σωτῆρι εὐχαριστήσωμεν διὰ πάντα. πλὴν καὶ αὐτὸς ἀντίδος μοι τοῦ σκοποῦ τὴν γνῶσιν τῆς δυτικῆς συνόδου καὶ ἐπισφράγισαί μου τοὺς λόγους, εἴ γέ σοι συνήρεσαν, ὡς ἐπωφελῶς  εἰρημένοι. Μετὰ δὲ τὸ παύσασθαι τὸν διηγησάμενον εἶπεν ὁ Θεόδωρος ταῦτα·


{Ο ∆ΙΑΚ.}  Σοὶ μὲν τῷ διηγησαμένῳ  ταῦτα "δῴη Κύριος ἔλεος εὑρεῖν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ," καὶ ὅτι τῶν τοιούτων ἀπέστης τῆς κοινωνίας καὶ ὅτι ἡμῖν σαφῶς διηγήσω·  μνησθείη  δὲ  Κύριος πάσης θυσίας τῆς  Ἰωάννου,   ὅτι  ἕως  θανάτου  οὐ προέδωκεν τὴν παῤῥησίαν. ὁ δὲ σκοπὸς τῆς ἐκκλησίας Ῥωμαίων οὕτως ἐστίν, ἕως τέλους μὴ κοινωνῆσαι τοῖς ἀνατολικοῖς  ἐπισκόποις, μάλιστα Θεοφίλῳ, ἕως ἂν δῷ Κύριος χώραν οἰκουμενικῆς  συνόδου, ἰατρευ ούσης τὰ σεσηπότα μέλη τῶν  ταῦτα ἐργασαμένων.   εἰ  γὰρ  καὶ  κεκοίμηται  ὁ  μακάριος  Ἰωάννης,   ἀλλ'   ἐγρήγορεν  ἡ ἀλήθεια, δι' ἣν ἡ ζήτησις ἔσται. τοῖς δὲ ταῦτα διαπραξαμένοις ἐν τῇ ἐκκλησίᾳ ἡδέως ἂν  συνέτυχον  κατὰ πρόσωπον,  εἰπών·  "Ποῦ ἡ ἱερωσύνη; ποῦ ἡ ὁσιότης; ποῦ τὸ ἥμερον καὶ κοινὸν τῆς φύσεως; ποῦ αἱ ἐντολαὶ τοῦ Σωτῆρος, τό, "Ἐὰν προσφέρῃς τὸ δῶρόν  σου, καὶ  μνησθῇς  ὅτι  ἔχει  τι  κατὰ  σοῦ ὁ ἀδελφός  σου, ἄπελθε,  πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ οὕτω πρόσφερε τὸ δῶρόν σου"· ποῦ τό, "Ἐάν τίς σε ῥαπίσῃ ἐπὶ  τὴν  δεξιὰν  σιαγόνα,  στρέψον   αὐτῷ  καὶ τὴν  ἄλλην"; ποῦ ἡ τῶν Γραφῶν μελέτη, τό, "Ἰδοὺ τί καλὸν ἢ τί τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό"; ποῦ τό, "Ἀδελφοὶ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν"; διὰ τί δέ, "Ἀδελφὸς ὑπὸ ἀδελφοῦ  βοηθούμενος,  ὡς πόλις  ὀχυρά,"  ἀντιστρέ ψαντες  πεποιήκατε; "ἀδελφὸς ὑπὸ ἀδελφοῦ" συκοφαντούμενος ἢ λαφυραγωγούμενος,  "ὡς πόλις" οἰκτρὰ καὶ ἀτείχιστος.  τί ποτε οὖν ὡς ἄμικτον τὸ χρῆμα διώκειν  ἐπεχειρήσατε,  τρὶς καὶ οὐχ ἅπαξ ἄθλιοι; τίνι δὲ λόγῳ, ὡς πρὸς ἐχθρόν, φονᾶν κατ' αὐτοῦ οὐχ ὑπεστείλασθε; πῶς δὲ  καὶ  ἐπῆλθεν  ὑμῖν  οὕτως  κατ'  ἀλλήλων   ἐξαγριαίνεσθαι;  πόθεν  δὲ  καὶ  τὴν τηλικαύτην  μεταβολὴν  ἐνεδεί ξασθε, ὡς ἀπὸ τοῦ τιθασσοῦ ἐπὶ τὸ ἀτίθασσον καὶ ἀνήμερον μεταβαλεῖν; θαυμάζω, καὶ τῆς διαστροφῆς θαυμάζων ἐκπέ πληγμαι, ὁρῶν λίαν διακεκινημένον  τὸ πᾶν ἐπὶ τοῦτο. ἵνα τί δὲ οὕτω πολλῷ τῷ θράσει ἐπαιρόμενοι "τὴν τιθηνοκόμον  καὶ κουροτρόφον"  τοῦ Θεοῦ ἐκκλησίαν, οἷα πολύγονον  μήτραν ὑβρί σατε διακείραντες; –ὡς ἐφ' ὑμῖν πληροῦσθαι τὸ προφητικόν· "Ἀνθ' ὧν ἐδίωξαν ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτῶν, καὶ ἐλυμήναντο μήτραν ἐπὶ γῆς." ᾗ μήτρᾳ συνὼν ὁ θεῖος καὶ σωτήριος λόγος ὑμᾶς τε κἀκεῖνον ἔσπειρέν τε καὶ ἐφύτευσεν ἐπὶ ἀμυθήτοις χρηστοῖς  καὶ  ὠφελίμοις   πράγμασιν.  ἀντὶ  γὰρ  τοῦ  συναντι  λαμβάνεσθαι  ὑμᾶς  ἀλλήλους, εἰς ἃ καὶ προσῆκεν τί μαθόντες οὐδ' ἡσυχάζειν καὶ καθ' ἑαυτοὺς ἠρεμεῖν ἐκρίνατε  κἂν  τοῦ λοιποῦ; εἰς τὴν  χρείαν  οὖν  τῆς συναντιλήψεως  κτισθέντες,  τί ἐῤῥᾳδιουργή σατε τὴν χάριν,  οὐ μόνον μὴ ἐπικουφίζοντες  τοὺς πόνους,  ἀλλὰ καὶ προσαπωθούμενοι  καὶ τῆς  οἰκείας  συγγενείας  ἀποσχίζοντες·  τοῦ  προφήτου  πρὸς ὑμᾶς βοῶντος· "Οὐχὶ Πατὴρ εἷς πάντων  ἡμῶν; οὐχὶ Θεὸς εἷς ἔκτισεν ἡμᾶς;" ἀλλ' ἐρεῖτέ μοι· "Ἥμαρτεν εἰς τὸν  νόμον."  ποῖον; ὃν ὑμεῖς κατεπατήσατε τῇ πονηρίᾳ διασκεδάσαντες; ποῦ οὖν ὁ τῆς φύσεως νόμος, τὸ μετὰ χρηστό τητος διορθώσασθαι; τί δαὶ καὶ νόμῳ πολεμίων καταχρώμενοι,  διώκετε ἐν οἷς βουλεύεσθε, καὶ πράσσετε ἐναντίοις οὖσιν καὶ ἔχθρας ἀξίοις; πόσῳ δὲ ἦν ἄμεινον συνοικοῦντας καὶ ἐν ταὐτῷ διαιτωμένους,  τῶν  κοινῶν  καὶ ἀγαθῶν  βουλευμάτων  ἀλλήλοις  μεταδιδόναι,  εἰς χάριν  καὶ  ἀρέσκειαν  τοῦ  ὑμετέρου  Πατρός; τέκνων   γὰρ  ἀρετὴ  καὶ  συμφωνία χαρίτων, καὶ σφόδρα εὐμενὴς τοῖς τοκεῦσι, μηδενὸς ἄλλου χρῄζουσιν ἀπὸ τῶν ἰδίων ἐγγόνων  ἢ τούτου. εὖ ἴστε δὲ καὶ τοῦτο, ὅτι φιλίας  καὶ εὐνοίας σύνδεσμος οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ σπουδάζειν καὶ πάντα πράττειν ἀρεσκόντως τῷ Πατρὶ καὶ τῷ τῆς γενέσεως  καὶ  διατροφῆς  καὶ  διαμονῆς  αἰτίῳ·  οὗ  ὑπερφρονήσαντες  ὡς  λήρου, πολέμους ἐν τῇ ἐκκλησίᾳ ἐξήψατε, κατὰ τὸν εἰπόντα προφήτην· "Μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν," ἀντὶ τοῦ παρορμᾶν καὶ προτρέπειν ἀλλήλους· ἔπειτα παρὰ νοῦν καὶ  γνώμην   τὴν  τοῦ  Πατρὸς πολέμους  ἀσυμβάτους  ἐργαζόμενοι  ἐν  ἀλλήλοις. προστίθημι δέ, ὅτι καὶ τὸν Θεὸν καὶ πάντας  τοὺς προσχωροῦντας αὐτῷ,  τοῦ μὲν υἱούς, ὑμῶν δὲ ἀδελφούς, σφόδρα ἐξίστησι καὶ κινεῖ, καὶ σιωπᾶν οὐκ ἐπιτρέπει (οὐδὲ γὰρ ὀλίγωρος οὐδὲ τῆς τῶν τέκνων ὠφελείας ἄφροντίς ἐστιν). ἀχθόμενος τοιγαροῦν ἐπί τε τῇ ὑμετέρᾳ φρενοβλαβείᾳ καὶ ἐπὶ τῇ τῶν ἀδικουμένων καταδυναστείᾳ, διὸ καὶ παρελθεῖν ὑμᾶς ἀτιμωρήτους οὐ κρίνει δίκαιον (καθὼς ἐνήρξατο)· οὔτε γὰρ αὐτῷ εὐπρεπὲς οὔτε ὑμῖν ἀσφαλές· τό τε πάθος ὑμῶν οὐ φορητόν,  ἐπιμελείας τε οὐ τῆς τυχούσης, διά τε πληγῶν  καὶ τῶν ἀπὸ παιδείας μωλώπων  οὐκ ἀριθμητῶν χείρους ὑμᾶς ὁρᾷ. πολὺ γὰρ τὸ ἀναίσ θητον καὶ ἀκαμπέστατον ὑμῖν ἐπιπολάζει, ἀδελφούς, γνησίους, καὶ ὁμοδιαίτους, πρὸς δὲ καὶ ὁμοσπόνδους, ὁμοτραπέζους τε καὶ ὁμολέκτους, μιᾶς καὶ τῆς αὐτῆς συγγενείας τετυχηκότας,  οὕτως εἰς μῖσος ἔχθιστον περιετρέψατε, ὡς καὶ τῶν ἰδίων  ὅρων καὶ τῆς κοινῆς ἑστίας ἀποδιαπέμπεσθαι καὶ πόῤῥω ἀπελαύνειν,  ἀπόλεις καὶ ἀοίκους, πρὸς δὲ καὶ φυγάδας, ὅσον ἐφ' ὑμῖν ἧκον μέρος,  κατασκευάσαντες  καὶ  ταῦτα  οὐ  πρὸς  ποσόν  τινα  χρόνον  τὴν  φυγάδα ὁρίσαντες,  ἀλλ'  ὅσον ἐδυνήθητε  καὶ ἐπ'  ἄπειρον,  διὰ τὸ ὠμόθυμον  καὶ τὸ λίαν παρακεκινημένον ὑμῶν. ὃ ἐπ' αὐτοῖς καὶ τῷ μακαρίῳ Ἰωάννῃ κέκτησθε, ἔγκοτον τὸ ἔχθος ἀναζωπυροῦντες  καί, ὥσπερ ἠκονημένον  ξίφος, μέχρι τῆς δεῦρο κατ' αὐτοῦ χαλῶντες  τὴν  γλῶτταν,  τὴν  μῆνιν  ἀσπάζεσθε ἀντὶ  διδασκαλίας  ἐπωφελοῦς,  τὴν κατηγορίαν ἐπὶ τῆς ἐκκλησίας εἰς μολυσμὸν τῶν ἀκουόντων  ἐκχέοντες–καὶ ταῦτα μὲν ἐκείνοις, οἷς "ὁ Κύριος" ἐν ἐλέει καὶ φιλανθρωπίᾳ  "ἀποδώσει κατὰ τὰ ἔργα·"" σοὶ δὲ ποίων  λόγων  "ἀμάραντον  στέφανον"  πλέξας οἴσω, μακάριε Ἰωάννη,  μετὰ ἔξοδον τοῦ σταδίου οὐ φοβούμενος τὸ ἐγκωμιάσαι (ἀπεδύσω γὰρ τὴν τρικυμίαν); –ἦ τῶν Μωσαϊκῶν ἐκείνων νόμων οὓς δέδωκεν εὐλογήσας τὸν πρακτικὸν Ἰωσὴφ καὶ τὸν θεωρητικὸν Λευῒ τὸν ἱερέα (ἐν σοὶ γὰρ ὁρῶ ἀμφοτέρους); –"Ἐπ' εὐλογίας Κυρίου ἡ γῆ σου, καὶ ἀπὸ ὀρῶν οὐρανοῦ καὶ δρόσου, καὶ ἀβύσσων πηγῶν κάτωθεν, καὶ καθ' ὥραν γεννημάτων  ἡλίου  τροπῶν,  καὶ ἀπὸ συνόδων  μηνῶν,  ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς,  καὶ  ἀπὸ  κορυφῆς  ἀενάων  βουνῶν,  ἔσονται  ἐπὶ  κορυφῆς  Ἰωσήφ"  (εἴ  τις Ἰωσήφ),   "καὶ   ἐπὶ   κορυφῆς   ὧν   ἡγήσατο   ἀδελφῶν,    δοξασθεὶς  ἐν   ἀδελφοῖς. πρωτότοκος  ταύρου τὸ κάλλος  αὐτοῦ,  κέρατα μονοκέρωτος  τὰ κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ' ἄκρου τῆς γῆς. καὶ τῷ Λευῒ εἶπεν" (καὶ εἴ τις αὐτὸν ἐμιμήσατο)· ""∆ότε Λευῒ δήλους αὐτοῦ, καὶ ἀλήθειαν  αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασαν αὐτὸν ἐν Πείρᾳ, ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος Ἀντιλογίας. ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρί,  "Οὐχ ἑόρακά σε," καὶ τοὺς ἀδελφοὺς  αὐτοῦ οὐκ ἐπέγνω· ἐφύλαξεν τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν. ἐδήλωσεν τὰ δικαιώματά σου τῷ Ἰακώβ, καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσει θυμίαμα διὰ παντὸς ἐν ἑορτῇ σου ἐπὶ τῷ θυσιαστηρίῳ σου. εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· πάταξον ὀφρὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν."" ἐγὼ δὲ προσπλέξας εἴποιμι· "Οἱ φιλοῦντες  αὐτόν, Ἰησοῦ Χριστέ, μὴ καταισχυνθήτωσαν· σὸν γὰρ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν."


{Ο ΕΠΙΣΚ.} Καὶ αὕτη τῆς σῆς συνέσεως ἡ ἄσκησις, θηρευτὰ νοημάτων  Θεόδωρε, ἐκφέρειν "ἐκ τοῦ" τῆς διανοίας σου "θησαυ ροῦ" (κατὰ τὸν εἰπόντα Σωτῆρα) "καινὰ καὶ παλαιά"· "παλαιὰ" μέν, τῆς ἀνθρωπίνης σοφίας παιδεύματα· "καινὰ" δέ, τὰ τοῦ Ἁγίου Πνεύματος λόγια. ἐξ ὧν θησαυρῶν ὁποτέρῳ μέρει τὸ πρόσφορον δέδωκας, τῆς μὲν σῆς φρονήσεως φράσας τοῖς πλημ μελήσασιν ἃ ἥρμοζεν, τῆς δὲ Μωσαϊκῆς εὐλογίας πλέξας  Ἰωάννῃ  τὸν  ὀφειλόμενον  στέφανον.  ὃς ἀπαθῶς  ἱερατεύσας, ἀληθῶς  οὐκ ἔγνω  πατέρα  ἢ  μητέρα  ἢ  γένος  αἱμάτινον  δικαιοσύνης  ὑπερβολῇ,  ἀλλ'  ἢ  τοὺς ἐραστὰς καὶ ἐργάτας τοῦ λόγου. οἱ δὲ καθ' ἡμᾶς δοκοῦντες ἐπίσκοποι τὸ μὲν πήλινον γένος  πορισμοῖς καὶ  στρα τείαις  καὶ  ἀξιώμασιν  ἐγκαθώρμησαν,  παραβάντες  τὸν εἰπόντα νόμον· "Οὐ δώσουσιν οἱ ἱερεῖς τοὺς υἱοὺς αὐτῶν  εἰς ἄρχοντας καὶ παρατρέχοντας  τῷ βασιλεῖ"· τὰ δὲ τοῦ Πνεύματος συσκευαῖς καὶ δυσημερίαις καὶ φρουραῖς καὶ περιορισμοῖς ἐνδαπανῶντες, ἄκρατον πιόντες τὴν ἄγνοιαν, ἐκ τούτων νομίζοντες ἀτιμάζειν τοὺς φίλους τῆς ἀρετῆς, περὶ ὧν προεῖπεν ὁ Σωτήρ· "Ἐλεύσον ται ἡμέραι, ἐν αἷς δόξουσιν οἱ ἀποκτέννοντες  ὑμᾶς λατρείαν προσφέρειν τῷ Θεῷ." καὶ οὐ δήπου περὶ Ἑλλήνων  εἶπεν,  ἐπεὶ ἂν εἰρήκει, "τοῖς θεοῖς," οἳ πλείονας παρὰ τὸν ἕνα σημαίνουσιν. ἐξ ὧν δὲ τὸν ἕνα καὶ μόνον ὠνόμασεν, ἐδήλωσεν τοὺς νῦν ἡμᾶς προσχήματι τῆς ἐκκλησίας λεηλατοῦντας.  τὰς γὰρ ἰδίας κακο τροπίας καὶ φθόνους ἐπικρυψάμενοι, ὑπὲρ ταύτης φροντίζειν κατασχηματίζονται λόγῳ, ἣν ἐλυμήναντο ἔργοις. ἀλλὰ κἂν οὕτω σοφίσωνται, ἡ ἔκβασις τῶν γεγενημένων αὐτοὺς διελέγξει ὑπουργήσαντας τῷ καυχησαμένῳ· "Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ." οὐκέτι γὰρ ἐφευρίσκων εἶδος αἱρέσεως καινοτέρας ὁ ἐφευρετὴς τῆς ἀνομίας καὶ γεωργὸς τῆς κακίστης ἐπιθυμίας ὄφις ἐξοίστρησεν τοὺς προεστῶτας τῆς ἐκκλησίας  εἰς ἀλληλοκτονίαν,  φιλοκαθεδρίας  καὶ πρωτοκαθεδρίας  πάθει,  δι'  ὧν εἰργάσαντο τὸ σχίσμα. εἰ γὰρ ἦν Πνεύματος Θεοῦ συμφωνία ἐν τοῖς ἐπισκόποις καὶ ὡς αἴτιος πλημμελείας, ἢ ἀνάξιος ἱερω σύνης ἢ (ὡς ὁ Θεόφιλος λέγει) ὑπερηφανίας, ὤφειλεν  εἱρχθῆναι  ὁ Ἰωάννης,  ἐδύνατο  ἡ παντοδύναμος  Θεοῦ σοφία  ἐνθέσμως αὐτὸν  κωλῦσαι  τῆς ἱερατείας ἢ ἐφευρεῖν  τρόπον,  δι'  οὗ ἀταράχως  καὶ ἀκλαυστὶ ἐξεβάλλετο οὗτος ἢ θανάτῳ ἢ παραλύσει ἢ ἀφωνίᾳ, – ὡς οἴδαμέν τινας τῶν ἀντιπεσόντων  αὐτῷ πεπονθότας  καί τινας  μέλλοντας  πάσχειν.  ἐξ ὧν δὲ τοσαῦτα παρηκολούθησεν ἀνάξια τοῦ Σωτῆρος ἔργα–καὶ αὐτὸς οὐ καθῃρέθη, ἀλλ' ἐξωρίσθη– εὔδηλον τοῦ διαβόλου εἶναι τὸ δρᾶμα, οὗ κατελύετο τῇ διδα σκαλίᾳ ἡ βασιλεία. οἶδα ἐγὼ τὸν  Ἰωάννην  ἓξ καθελόντα  ἀξίως,  ὡς ὠνητὰς  τῆς ἱερατικῆς  ἀξίας,  περὶ ὧν ἀνωτέρω εἶπον. τίς ἐδά κρυσεν; τίνος δὲ ῥῖνες ἔσταξαν αἷμα; ποία ἀράχνη ἐσχίσθη; τίς δὲ τῆς οἰκίας αὐτοῦ ἐξῆλθεν; τίς δὲ ὀβολὸν ἐζημιώθη; ποῖος δὲ τῆς Ἀσίας ἀγύρτης ἢ δημιουργὸς ἢ γηπόνος ἢ σκυτοτόμος ἢ δημότης οὐκ ἠσμένισεν τὸ γεγενημένον ἐπὶ ἐκδικίᾳ τῶν ἱερῶν  νόμων; –ἐπευφημῶν·  "Ὡς ἐμεγαλύνθη  τὰ ἔργα σου, Κύριε; πάντα ἐν σοφίᾳ ἐποίησας" (ὅπου γὰρ Θεὸς ἐργάζεται, πάντα γίνεται ἐν σοφίᾳ· ὅπου δὲ ὁ μισόκαλος δαίμων,  ὁμοίως  ἅπαντα  ἐν  ἀσοφίᾳ.  παρακολουθεῖ  δὲ τῇ ἀσοφίᾳ ἀλλόκοτα πράγματα· φθόνοι, φόνοι, ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, διχοστασίαι, κτύποι, κλωσμὸς ἀπαιδεύτων,  ἐξουσιῶν ζέσις, ἴκρια, ξεσμοί, λαμπάδες,  κρουνοὶ αἱμάτων, ἀφόρητοι ζημίαι, δημεύσεις, λύσεις θεσμῶν θείων, καταφρονήσεις νόμων, ἀθετήσεις σωφροσύνης, οἰκουμένης σχίσμα, παραφυλακαὶ γῆς καὶ θαλάσσης, ναυτικαί, ἱππικαί, πεζικαὶ μηχαναὶ εἰς ἐμποδισμὸν τῶν διὰ τὴν ἀλήθειαν ἐκδημούν των). πῶς τοίνυν τολμῶσι  λέγειν·  "Θεοῦ οἰκονομίᾳ  ἐκβέβληται  ὁ Ἰωάννης"; εἰπάτωσαν  δέ μοι οἱ ἐξηχοῦντες ταῦτα· "Ἠπόρει ἡ παντοδύναμος τοῦ Θεοῦ σοφία (ὡς προέφην) ἀοράτῳ δυνάμει παῦσαι τὸν Ἰωάννην  ἀνάξιον ὄντα ἢ πεῖσαι τοὺς ἀμφισβητοῦντας  αὐτοῦ δίχα πολλῆς  ἀνάγκης  ἀρχόντων  ἀπαθῶς  φέρειν  τὸ πρᾶγμα; εἰ γὰρ ὁ αὐτὸς Θεός ἐστιν ὁ τῷ Μωϋσεῖ συνεργήσας εἰς ἐλευθερίαν τοῦ Ἰσραὴλ καὶ ὑπακοήν, τοῦ Φαραὼ ἀναφανδὸν  βοῶντος· "Οὐκ οἶδα τὸν Θεόν, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ," πῶς τοίνυν βοηθείας δεδέηται ἐπὶ Ἰωάννου  τῆς τῶν ἐπιγείων  ἀρχόντων,  ὡς γηράσας ἢ ὡς ἀτονήσας ἢ ὡς ἀπορήσας; εἶτα ὁ τὰς μοιχείας τινῶν καὶ τὰς παιδεραστίας ἑτέρων καὶ γοητείας ἄλλων δημοσιεύσας, ἠπόρησεν ἔτι διελέγξαι τὸν Ἰωάννην; ἢ ἀνάπαλιν, ὁ τοῦδε  τὴν  γλῶσσαν  συνάγχῃ  ὀγκώσας μετ'  ἐξομολογήσεως  ἐγγράφου  καὶ τὸν ἄλλον  κλιμακτῆρι περιπεσεῖν συγχωρήσας θανατηφόρῳ  ἢ ταριχεύσας τόνδε μετὰ γενέσεως σκωλήκων ἄφωνον ἐπὶ κλίνης ἐνιαυτὸν παρ' ὀλίγον ὅλον ἢ ὁ τὰς ἀπηρημένας ἐκδειματώσεις ἐπαγαγὼν  ἑτέρῳ μετὰ τῆς συντρόφου ποδάγρας ἢ ὁ τὰ σκέλη πρήσας οὗ ἐβουλήθη ἢ ὁ τόνδε δυσώδει θανάτῳ ἀναρπάσας θᾶττον, ὃν ἴσασι πάντες, ἠτόνησεν ἐπὶ Ἰωάννου (ὥς φατε), ἱεροσύλου ὄντος, ἕν τι τούτων ἐνεργῆσαι, ἀλλ' ἐδεήθη τοῦ καὶ τοῦ, ἵνα ἀτιμάσας ἐξώσῃ τὸν Ἰωάννην,  πλέον αὐτὸν ἐκ τούτου δοξάσας;" ἀπατῶνται  τοίνυν  μὴ τὴν ἐντολὴν  τοῦ λόγουεἰδότες. ἱερόσυλος γὰρ κυρίως οὐχ ὁ χρυσὸν ἢ ἄργυρον ἢ τὰ σηρῶν νήματα, σητῶν βρώματα, πτωχοῖς  διανείμας,  ἀλλ'  ὁ ἀργυρίῳ καὶ κολακείᾳ καὶ τραπέζῃ ἀπεμπολῶν  τὰ δόγματα καὶ τοὺς  θεσμοὺς τοῦ  Σωτῆρος· ἔπειτα  ὁ λυμαινόμενος  ἱερὸν  ἄνδρα,  βίῳ  καὶ  λόγῳ κεκοσμημένον,  δι'  οὗ  ὁ  Σωτήρ,  ὡς  διὰ  κρατῆρος  ἢ  κειμηλίου,  ἐλογοπότει  τοῖς ἐρασταῖς τοῦ λόγου τὰ πρόσφορα τῆς σωτηρίας. λεγέσθωσαν τοίνυν ἱερόσυλοι οὗτοι, οἱ  συλαγωγήσαντες  τὴν  ἀποστολικὴν  ἐκκλησίαν,  τοιούτων  στερήσαντες διδασκάλων καὶ πωλοῦντες  ἀργυρίῳ τὰς χειροτονίας,  οὓς ἤδη μετελεύσεται ἡ θεία δίκη εἰς ἐπανόρθωσιν τῆς αὐτῶν κακοπραγίας. εἰ γὰρ οἱ τὸν Μωϋσέως παραχαράξαντες νόμον διὰ τῆς ἄγαν ἀπροσεξίας φραγελλίῳ  ἐκβέβληνται  τοῦ νεὼ ὑπὸ  τοῦ  Σωτῆρος,  καὶ  τοῦτο  σχοινίου,  ὡς  ἔνδον  τὰς  περιστερὰς πωλοῦντες,   τί πείσονται  ἄρα οἱ καπηλεύοντες  τῆς  Νέας ∆ιαθήκης  τὴν  ἱερατείαν,  ἢ τὸ "ῥάβδῳ σιδηρᾷ" συντριβῆναι ὑπὸ τοῦ ἀρχιποίμενος; –καθὼς ὁ ἀπόστολος λέγει· "Αθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν  ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας; οἴδαμεν  γὰρ τὸν  εἰπόντα·  ""Ἐμοὶ ἐκδίκησις, ἐγὼ  ἀνταποδώσω,"  λέγει Κύριος." φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος."  ὁ δὲ τὸν ὅσιον τοῦτον καὶ ἅγιον  ποιμένα  καὶ τῆς δικαιοσύνης φωστῆρα δοξάσας Θεός, δῴη ἡμῖν  μέρος καὶ κλῆρον εὑρεῖν σὺν αὐτῷ ἐν τῇ φοβερᾷ αὐτοῦ τῆς δικαιοκρισίας ἡμέρᾳ· ᾧ πρέπει δόξα,  τιμή,  μεγαλωσύνη,  καὶ μεγαλοπρέπεια  τῷ  Πατρὶ καὶ τῷ  Υἱῷ καὶ τῷ  Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |