ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΕΦΑΛΑΙΑ Ηʹ - Ι΄

Τετάρτη 12 Οκτωβρίου 2016

ΚΕΦΑΛΑΙΑ Ηʹ - Ι΄




Ιωάννης Χρυσόστομος
Τόμος  47
Παλλαδίου  Επισκόπου Ελενουπόλεως περί Βἰου
Ιωάννου Χρυσοστόμου


ΚΕΦΑΛΑΙΟΝ  Ηʹ

Λαβὼν τὴν ἐπιστολὴν ὁ Ἰωάννης καὶ ἀναγνούς,  ταύτην μὲν ἔσχεν παρ' ἑαυτῷ, τοῖς δὲ ἀσκηταῖς ἀμφοτέρων  τῶν  μερῶν  διελέχθη  τὰ πρὸς εἰρήνην.  ἀκούσαντα δὲ ἀμφότερα τὰ μέρη ἐτραχύνθη,  τὸ μὲν ὡς τετυραννημένον,  τὸ δὲ ὡς οὐκ ἔχον ἄνευ Θεοφίλου τὴν τῆς εἰρήνης ἐξουσίαν, διὰ τὸ καὶ κατὰ κέλευσιν αὐτοῦ ἐπιδεδωκέναι τὰς τῆς συκοφαντίας δεήσεις. οὕτως ὁ Ἰωάννης δοὺς αὐτοῖς ἀπόκρισιν ἀπέλυσεν τῆς ἑαυτοῦ διανοίας.  πρὸς τούτοις  ἀναχωρήσαντες  οἱ μοναχοὶ  τοῦ μέρους τοῦ ἠδικη μένου, συντάσσουσι πολυστίχους δεήσεις, ἐγγράψαντες κατὰ μὲν τῶν μοναχῶν  ὡς συκοφαντῶν,  κατὰ δὲ Θεοφίλου τὰ Θεο φίλου–ἵνα  μὴ ἄλλως  εἴπω  τοσαῦτα ὅσα ἕκαστος οἶδεν. καὶ ἐντευξάμενοι τοῖς αὐγούστοις προσέρχονται ἐν τῷ μαρτυρίῳ τοῦ ἁγίου Ἰωάννου  τῇ βασιλίσσῃ δεηθέντες,  τῶν  μὲν ἀντιδίκων  μοναχῶν  τὴν δέησιν παρὰ τοῖς  ἐπάρχοις  γυμνασθῆναι,  τὸν  δὲ Θεόφιλον  παραστάντα  καὶ  ἄκοντα  ἐπὶ Ἰωάννου  κριθῆναι.  ἐπράχθη ἡ δέησις ἔχουσα τὴν ἀπόφασιν τήνδε·



"Ὥστε τὸν μὲν Θεόφιλον, παραστάντα διὰ τοῦ μαγίστρου καὶ ἕκοντα καὶ ἄκοντα, δοῦναι δίκην ἐπὶ Ἰωάννου· τοὺς δὲ Θεοφίλου μοναχοὺς ἢ συστῆναι ἑαυτοῖς ἐπὶ τοῖς ἐγκλήμασιν, οἷς κατηγόρησαν τῶν ἁγίων γερόντων,  ἢ τὰ τῶν συκοφαντῶν ὑφίστασθαι." οὕτως οὖν εἰς μὲν τὴν Ἀλεξάνδρειαν ἀπεστάλη Ἐλάφιος, ὁ νῦν ἀπὸ πριγκίπων,  διαγαγεῖν τὸν Θεόφιλον,  τὴν  δὲ λοιπὴν  ἀπόφασιν οἱ ἔπαρχοι ἐξεβίβασαν. γυμναζομένης  δὲ τῆς δίκης καὶ εἰς ἄπορον καταληγούσης, οἱ μὲν νόμοι ἐπέκειντο ἀποστίλβοντες τὸ ξίφος, οἱ δὲ ἄθλιοι ἐκεῖνοι φοβηθέντες τὴν ἔκβασιν ὑπερτί θενται εἰς Θεόφιλον, ὡς αὐτοῦ αὐτοὺς ὑποβαλόντος καὶ τὰς δεήσεις ὑπαγορεύσαντος. οὕτως ἡ τάξις βάλλει αὐτοὺς εἰς  δεσμωτήριον  μέχρι  τῆς  Θεοφίλου  παρουσίας,  μὴ  ἀνασχομένη  ἐπὶ  τοιαύτῃ ὑποθέσει δέξασθαι ἐγγύας. καὶ τούτων οἱ μὲν τελευτῶσιν ἐν τῇ εἱρκτῇ χρονοτριβήσαντες διὰ τὴν Θεοφίλου βραδυτῆτα, οἱ δὲ μετὰ τὴν Θεοφίλου παρουσίαν χρήμασι τὸ  πρᾶγμα ἐξευμαρίσαντος, ἐν τελευταίᾳ  ἐξετάσει τὴν Προκο νησσὸν οἰκεῖν παρὰ τῶν νόμων κατεκρίθησαν ὡς συκοφάνται. οὕτως ὁ Θεόφιλος παραστάς, καθάπερ  κάνθαρος  πεφορτωμένος  τῆς  κόπρου  τῶν  ἐξ Αἰγύπτου  καλλίστων  καὶ αὐτῆςτῆςἸνδίας, ὑπὲρ δυσώδους φθόνου εὐωδίαν ἐκχέων, εἰσῄει εἰς τὴν Κωνσταντινούπολιν ἕκτην ὥραν, τῇ πέμπτῃ τοῦ σαββάτου, ὑπὸ τοῦ ναυτικοῦ κατακροτούμενος στίφους.  τὴν  ἄτιμον  ἀπο φερόμενος  δόξαν,  περὶ ἧς προεῖπεν ὁ ἀπόστολος· "Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν,"  ἐπενεγκών,  "οἱ τὰ ἐπίγεια φρονοῦντες." καὶ ξενίζεται ἐν σκηνώμασιν οὐ δικαίων, φυγὼν τὴν ἐκκλησίαν, ἐπιλαθόμενος τὸ ∆αυειδικὸν ἐκεῖνο, "Ἐξελεξάμην παραῤῥιπτ εῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου  μᾶλλον  ἢ  οἰκεῖν  με  ἐν  σκηνώ  μασιν  ἁμαρτωλῶν"·  εἱργόμενος  τῆς ἐκκλησίας ὑπὸ τοῦ ἰδίου συνειδότος. διατρίψας δὲ τρεῖς ἑβδομάδας ἡμερῶν, οὔτε τῷ ἐπισκόπῳ Ἰωάννῃ  συνέτυχεν κατὰ τὸ ἔθος τῶν ἐπισκόπων, οὔτε ἐπλησίασεν ὅλως τῇ ἐκκλησίᾳ, ἀλλ' ἔμενεν ἀγωνιζόμενος  νύκτωρ τε καὶ μεθ' ἡμέραν τὸ νέον ἔχθος τῷ παλαιῷ ἐπι συνάψας, ὅπως τὸν ἐπίσκοπον Ἰωάννην ἐξώσῃ, οὐ μόνον τῆς ἐκκλησίας, ἀλλὰ καὶ αὐτοῦ τοῦ ζῆν· τοῦτο μὲν ἀφειδίᾳ χρυσίου τοὺς δεισιδαίμονας τῶν κρατούντων  ὠνούμενος κατὰ τῆς ἀλη θείας, τοῦτο δὲ πολυτελεῖ τραπέζῃ τοὺς γαστριμάργους δουλού μενος,  τοῦτο δὲ καὶ κολακείᾳ καὶ ὑποσχέσει τῆς μείζονος ἀξίας τοὺς συμφένακας τῶν κληρικῶν ἐπαγόμενος. συνδήσας πάντας τούτους ἄνευ σχοινίου ταῖς ἡδοναῖς,  καθάπερ λαοπλάνος  τις δαί μων,  τὸ κριτικὸν  τῶν  ψυχῶν καταγοητεύσας, ἐζήτει πρόσωπον δαιμονιῶδες εἰς τὴν τοῦ δράματος ὑπηρεσίαν, ὃ δὴ καὶ ἐπέτυχεν. δύο γὰρ διακόνων ἐκβληθέντων τῆς ἐκκλησίας ὑπὸ τοῦ ἐπισκόπου Ἰωάννου  ἐπὶ  πλημμελήμασι  παρανόμοις,   ἀπεχρήσατο  τῇ  κουφότητι  καὶ  πείθει αὐτοὺς  ἐπιδοῦναι  λιβέλλους  κατὰ  τοῦ  Ἰωάννου,   ὑποσχόμενος  αὐτοῖς ἀποκαταστῆσαι εἰς τὸν τῆς λει τουργίας τόπον (ἦν δὲ αὐτῶν τὰ πταίσματα, τοῦ μὲν φόνος, τοῦ δὲ μοιχεία), ὃ δὴ καὶ πεποίηκεν. μετὰ γὰρ τὴν ἐξορίαν Ἰωάννου ἀποκατέστησεν αὐτοὺς εἰς τοὺς τόπους αὐτῶν,  δηλαδὴ τοὺς λιβέλλους  ἐπιδόντας, οὓς  ὑπηγόρευσεν  αὐτὸς  ἐκεῖνος,  ἔχον  τας  μὲν  ἀληθὲς  οὐδέν,  πλὴν  τούτου,  ὅτι παρῄνει  πᾶσι  μετὰ  τὴν  κοινωνίαν   ἀπογεύεσθαι  ὕδατος  ἢ  παστίλλου,   ἵνα  μὴ ἀκουσίως τῷ σιέλῳ ἢ τῷ φλέγματι  συνεκπτύσωσί τι τοῦ συμβόλου· αὐτὸς πρῶτος ποιῶν  τὸ πρᾶγμα, εὐλάβειαν  ἐκδιδάσκων τοὺς βουλομένους.  μετὰ δὲ τὸ δέξασθαι τοὺς λιβέλλους  συστρέ φεται παρὰ τῇ Εὐγραφίᾳ, ἅμα Σευηριανῷ καὶ Ἀντιόχῳ καὶ Ἀκακίῳ καὶ λοιποῖς  ἔχουσι μνησικακίαν  κατὰ τοῦ Ἰωάννου  ἐπὶ ταῖς παραινέσεσι ταῖς κοσμίαις. εἰώθει γὰρ ὁ μακάριος, κατὰ τὸν Παῦλον, "δημοσίᾳ τε καὶ κατ' οἴκους" σεμνοπρέπειαν  ἐκδιδάσκειν,   μάλιστα  συνεχῶς  ταῖς  τοιαύταις   ἐπισκήπτων,   ὅτι "Γραΐδες οὖσαι διὰ τὸν χρόνον,  τί ἀνηβᾶν παραβιάζεσθε τὸ σῶμα, βοστρύχους ἐπὶ μετώπου  φέρουσαι καθάπερ ἑταιρίδες,  ὑβρίζουσαι καὶ τὰς λοιπὰς  ἐλευθέρας,  ἐπὶ ἀπάτῃ τῶν συντυγχα νόντων,  καὶ τοῦτο χῆραι;" συναχθέντες δὲ ἐζήτουν τρόπον πῶς ἄρξονται τῆς δίκης. εἷς δέ τις τῶν παρόντων ὑπέθετο, δόντας δεήσεις τῷ βασιλεῖ, καὶ ἄκοντα  αὐτὸν  ἑλκύσαι  εἰς  τὸ  συνέδριον.  τοῦτο  οὖν  γίνεται,   καθάπερ  ἐπὶ  τῶν Ἰουδαίων,  χρυσίου τὰ πάντα αὐτοῖς ἐξομαλίζοντος.  ἦμεν δὲ ἡμεῖς τεσ σαράκοντα ἐπίσκοποι καθεζόμενοι σὺν τῷ ἐπισκόπῳ Ἰωάννῃ  ἐν τῷ τρικλίνῳ τοῦ ἐπισκοπείου, ἐξιστάμενοι πῶς ὁ ἀγώγιμος καὶ μόνος κελευσθεὶς παραστῆναι εἰς τὸ στρατόπεδον ἐπ' ἐγκλή μασιν ἀνοσίοις, μετὰ τοσούτων παρεγένετο ἐπισκόπων· πῶς τε  ἀθρόον μετεκέρασεν τὰς τῶν κρατούντων γνώμας, ἐπὶ τὸ χεῖρον διαστρέψας τοὺς πλείονας τοῦ κλήρου. διαπορούντων δὲ ἡμῶν ἐμπνευσθεὶς ὁ Ἰωάννης τῷ πνεύματι λέγει τοῖς πᾶσιν· "Εὔ ξασθε, ἀδελφοί, καί, εἰ φιλεῖτε τὸν Χριστόν, ἐμοῦ ἕνεκεν μή τις ἀπολείπῃ τὴν ἑαυτοῦ ἐκκλησίαν. "Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν," κατὰ τὸν εἰπόντα,  καὶ πολλὰς θλίψεις ὑποστάς, ἀπολείψω  τὸ ζῆν, ὡς ὁρῶ. οἶδα γὰρ τὴν σκευωρίαν τοῦ Σατανᾶ, ὅτι οὐκ ἔτι φέρει μου τὴν ἐπάχθειαν τῶν λόγων  τῶν κατ' αὐτοῦ γινομένων.  καὶ οὕτως ἐλεηθῆτε· ἐν ταῖς προσευχαῖς ὑμῶν μνημονεύετέ  μου." συσχε θέντες  δὲ ἀφάτῳ  ἀθυμίᾳ,  οἱ μὲν ἐδακρύομεν,  ἕτεροι δὲ ἐξήρχοντο τοῦ συνεδρίου, τοὺς ὀφθαλμοὺς καὶ τὴν ἱερὰν κεφαλὴν σὺν τῷ εὐστόχῳ καὶ μακαρίῳ στόματι ἠσπάζοντο δεδακρυμένοι καὶ κεκομμένῳ τῷ πνεύματι. παρακαλέσας δὲ ἐπανελθεῖν  εἰς τὸ συνέδριον ὧδε κἀκεῖσε περιπετομένους, καθάπερ μελίσσας περι βομβούσας κυψέλῃ,  λέγει· "Καθίσατε, ἀδελφοί,  καὶ μὴ κλαίετε,  ἐπὶ πλέον με θρύπτοντες. "ἐμοὶ γὰρ τὸ ζῆν Χριστός, καὶ τὸ ἀποθανεῖν κέρδος." ἐθρυλεῖτο γὰρ καρατομεῖσθαι διὰ τὴν ὑπερ βολὴν τῆς παῤῥησίας. καὶ εἰ μνημονεύετε, ἀναπτύξατε ὑμῶν τὰς μνήμας, ὅτι πάντοτε ἔλεγον ὑμῖν· "Ὁδός ἐστιν ὁ παρὼν βίος, καὶ τὰ χρηστὰ αὐτοῦ καὶ τὰ λυπηρὰ παροδεύεται· καὶ πανήγυρις τὰ παρόντα· ἠγοράσαμεν, ἐπωλήσαμεν,  καταλύομεν."  μὴ ἀμείνους ἐσμὲν τῶν πατριαρχῶν,  τῶν προφητῶν,  τῶν ἀπο στόλων,  ἵνα ἀθάνατον  ἡμῖν παραμείνῃ τοῦτο τὸ ζῆν;" ἐπολο λύξας δέ τις τῶν παρόντων εἶπεν· "Ἀλλὰ θρηνοῦμεν τὴν ἡμῶν ὀρφανίαν,  τὴν τῆς ἐκκλησίας χηρείαν, τὴν τῶν θεσμῶν σύγ χυσιν, τὴν φιλαρχίαν τῶν μὴ φοβουμένων τὸν Κύριον καὶ ταῖς προστασίαις ἐπιπηδώντων, τῶν πτωχῶν τὸ ἀπροστάτευτον, τῆς διδασκαλίας τὴν ἐρημίαν." ἐπικρούσας δὲ τῷ λιχανῷ  δακτύλῳ  τὸν ταρσὸν τῆς ἀριστερᾶς χειρός  (εἰώθει  γὰρ  ὁ φιλόχριστος  ἐν  ταῖς  κατὰ  νοῦν  φροντίσιν  αὐτὸ ποιεῖν), τῷ ὁμιλοῦντι αὐτῷ εἶπεν· "Ἀρκεῖ, ἀδελφέ· μὴ πολλὰ λέγε· ἀλλ' ὃ εἶπον, τὰς ἐκκλησίας ὑμῶν μὴ ἀφῆτε. οὔτε γὰρ ἀπ' ἐμοῦ ἤρξατο τὸ διδασ κάλιον, οὔτε εἰς ἐμὲ ἐτελεύτησεν.   μὴ  οὐκ  ἀπέθανεν  Μωϋσῆς· οὐχ  εὕρηται  Ἰησοῦς;  οὐκ  ἐτελεύτησε Σαμουήλ· οὐ κέχρισται  ὁ ∆αυείδ; ἀπέλιπε  τὸν  βίον  Ἰερεμίας· οὐκ ἦν  ὁ Βαρούχ; ἀνελήφθη Ἠλίας· οὐ προεφήτευσεν Ἐλισσαῖος; ἐκαρατομήθη Παῦλος· οὐ κατέλιπεν Τιμόθεον,  Τίτον,  Ἀπολλὼ καὶ ἄλλους  μυρίους;" μετὰ τούτους τοὺς λόγους  λέγει Εὐλύσιος  ὁ  Ἀπα  μείας  τῆς  Βιθυνίας·  "Ἐπάναγκες  ἡμᾶς  ἐστι  κατέχοντας   τὰς ἐκκλησίας ἀναγκασθῆναι  καὶ κοινωνῆσαι  καὶ ὑπογράψαι."  ἔφη ὁ ἅγιος Ἰωάννης· "Κοινωνήσατε μέν,  ἵνα μὴ σχίσητε τὴν ἐκκλησίαν,  μὴ ὑπογράψητε δέ· οὐδὲν γὰρ ἐμαυτῷ  σύνοιδα  ἄξιον  καθαιρέσεως  ἐννοήσας."  τούτων  οὕτως  ἐχόντων ἐδηλώθησαν οἱ ἀποσταλέντες ὑπὸ Θεοφίλου. κελεύει αὐτοὺς εἰσελθεῖν· εἰσελ θόντας ἤρετο, ποίου εἶεν βαθμοῦ. λέγουσιν· "Ἐπίσκοποι." παρακαλεῖ καθίσαντας εἰπεῖν ἐφ' ᾧ πάρεισιν. οἱ δὲ λέγουσι· "Παραναγνωστικὸν ἔχομεν μόνον· ποιήσατε οὖν αὐτὸ ἀνα γνωσθῆναι."  κελεύει  ὁ Ἰωάννης  ἀναγνωσθῆναι.   προστάσσουσι τῷ  παιδαρίῳ  τοῦ Θεοφίλου ἀναγνῶναι  τὴν ὑπηγορίαν, καὶ ἀνέγνω. ἦν δὲ τὸ ὕφος τοῦτο· "Ἡ σύνοδος ἡ ἁγία ἡ ἐπὶ ∆ρῦν συναχθεῖσα" (τόπος δέ ἐστιν οὕτω καλούμενος πέραν θαλάσσης, Ῥουφίνου προάστειον, ἐν ᾧ ἦσαν συνηθροισμένοι) "Ἰωάννῃ"  (παραλείψαντες ὃ ἦν, "τῷ ἐπισκόπῳ"· φιλεῖ γάρ πως ἡ ἐσκο τισμένη ψυχὴ οὐκ ἀκολούθως βλέπειν, ἀλλὰ φαντάζεσθαι  ἃ  τὸ  πάθος  ὑπαγορεύει)·  "λιβέλλους  ἐδεξάμεθα  κατὰ  σοῦ περι   έχοντας  μυρία κακά. ἀπάντησον τοίνυν,  ἐπαγόμενος Σαραπίωνα καὶ Τίγριον τοὺς πρεσβυτέρους· ἔστι γὰρ αὐτῶν χρεία." ἦσαν δὲ οἱ ἐλθόντες πρὸς αὐτὸν ∆ιόσκορος καὶ Παῦλος ἐν Λιβύῃ ὑπόγυον  καταστάντες  νέοι.  μετὰ τὸ ἀναγνωσθῆναι  τὴν  δέλτον ἀντιλέγουσιν  οἱ σὺν τῷ ἐπισκόπῳ Ἰωάννῃ ἐπίσκοποι, δηλώ σαντες τῷ Θεοφίλῳ διὰ τριῶν ἐπισκόπων καὶ πρεσβυτέρων δύο, Λουπικίνου καὶ ∆ημητρίου καὶ Εὐλυσίου, καὶ  πρεσβυτέρων  Γερμανοῦ καὶ  Σευήρου,  τῶν  πάντων  ἁγίων  ἀνδρῶν  καὶ  ἀξιο λόγων· "Μὴ κατάλυε τὰ πράγματα τῆς ἐκκλησίας καὶ μὴ σχίζε τὴν ἐκκλησίαν, δι' ἣν ὁ Θεὸς εἰς σάρκα κατῆλθεν.  εἰ δὲ ἀτακτῶν καταλύεις τοὺς ἐν Νικαίᾳ κανόνας τῶν τιηʹ ἐπισκόπων  καὶ  "ὑπερόριον  δικάζεις  δίκην,"  σὺ πέρασον πρὸς ἡμᾶς  εἰς  τὴν εὐνομουμένην πόλιν, μὴ προκαλούμενος τὸν Ἅβελ κατὰ τὸν Κάϊν εἰς τὸ πεδίον, ἵνα σου ἡμεῖς πρῶτοι ἀκούσωμεν. ἔχομεν γὰρ κατὰ σοῦ ἑβδομήκοντα κεφαλαίων λιβέλλους, προδήλους ἀθεμιτουργίας ἔχοντας. καὶ πλείους ἐσμὲν τῆς συνόδου, Θεοῦ χάριτι συναχθέντες οὐκ ἐπὶ καταλύσει τῆς ἐκκλησίας, ἀλλ' ἐν εἰρήνῃ. σὺ μὲν γὰρ εἶ τριακοστὸς ἕκτος  ἐξ ἐπαρχίας  μιᾶς· ἡμεῖς  δέ  ἐσμεν τεσσαράκοντα ἐκ διαφόρων ἐπαρχιῶν,  ἐν οἷς ἐσμεν καὶ ἑπτὰ μητροπολῖται· καὶ ἀκόλουθόν ἐστι τὸν ἐλάσ σονα παρὰ τῶν πλειόνων  καὶ διαφερόντων  κατὰ τοὺς κανόνας κριθῆναι. ἔχομεν γάρ σου καὶ τὴν ἐπιστολήν,  δι' ἧς παρεγγυᾷς τῷ συλλειτουργῷ  ἡμῶν Ἰωάννῃ  "τὸ μὴ δεῖν ὑπερορίας εἰσδέ   χεσθαι δίκας."  ὅθεν  πειθόμενος  τοῖς ἐκκλησιαστικοῖς  νόμοις, παρακάλει σου τοὺς κατηγόρους, ἢ παύεσθαι τῆς κατὰ σοῦ κατηγορίας, ἢ τῆς πρὸς αὐτὸν προσόδου." πρὸς ταῦτα κινηθεὶς ὁ Ἰωάννης τοῖς μὲν ἐπισκόποις αὐτοῦ ἔλεγεν· "Ὑμεῖς ὃ δοκεῖ ὑμῖν  δηλώσατε,  ἐμὲ δὲ ἀκόλουθόν  ἐστι πρὸς τὰ δηλωθέντα  μοι ἀντισημᾶναι." τοῖς δὲ περὶ Θεόφιλον ἀνταπέστειλεν ταῦτα· "Εγώ, εἰ μὲν ἔχει τις κατ' ἐμοῦ  λέγειν,  μέχρι  τῆς  δεῦρο οὐδε  πώποτε  ἔγνων·  εἰ  δέ  τις  κατεῖπέν  μου,  καὶ βούλεσθέ με παρα γενέσθαι, τοὺς προδήλους μου ἐχθρούς, οἵτινες ἐκ τῆς ἀμελείας αὐτῶν  ἐκακώθησαν πρὸς ἐμέ, βάλλετε  ἔξω τούτους τοῦ ὑμετέρου συλλόγου· καὶ οὔτε τόπου ἀμφισβητῶ ὅπου με δέοι κριθῆναι,  εἰ καὶ τὰ μάλιστα ἔδει ἐν τῇ πόλει. εἰσὶ δὲ οὓς παραιτοῦμαι, Θεόφιλος, ὃν ἐλέγχω εἰρηκότα καὶ ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Λυκίᾳ, ὅτι "Ἀπέρχομαι εἰς τὸ κομιτᾶτον Ἰωάννην  καθελεῖν."  ἔστι δὲ ἀληθές, ἐξ ὧν παραγενόμενος  οὔτε  συνέτυχέν  μοι  οὔτε  ἐκοι  νώνησέν   μοι.  ὃς  οὖν  πρὸ  τῆς ἀκροάσεως τὰ ἐχθρῶν  ἐπετέλεσεν,  τί  ἂν  ποιήσῃ μετὰ τὴν  δίκην;  ὁμοίως  δὲ καὶ Ἀκάκιον διελέγχω ἐφ' ᾧ εἶπεν· "Ἐγὼ αὐτῷ ἀρτύω χύτραν." περὶ δὲ Σευηριανοῦ καὶ Ἀντιόχου,   οὓς  τάχιον   μετελεύσεται  ἡ  θεία  δίκη,   τί  δεῖ  καὶ  λέγειν,   ὧν  τὰς νεωτεροποιΐας καὶ τὰ κοσμικὰ ᾄδουσι θέατρα; οὐκοῦν παρακέκλησθε, εἰ κατὰ ἀλήθειαν βούλεσθέ με ἐλθεῖν, τούτους τοὺς τέσσαρας· εἰ μὲν ὡς δικαστάς, ἐκβάλλετε τούτους τοῦ συνεδρίου· εἰ δὲ ὡς κατηγόρους, στήσατε εἰς τὴν κρίσιν, ἵνα γνῶ ὅπως κονίζωμαι,  πότερον ὡς πρὸς ἀντιδίκους  ἢ ὡς δικαστάς· καὶ πάντως  ἐλεύσομαι οὐ μόνον πρὸς τὴν ὑμετέραν ἀγάπην,  ἀλλὰ καὶ πρὸς πᾶσαν τῆς οἰκουμένης σύνοδον. ὥστε οὖν γνῶτε,  ἐὰν μυριάκις ἀποστείλητε πρός με, οὐδὲν πλέον ἀκούσεσθε παρ' ἐμοῦ." τούτων ἐξελθόντων,  νοτάριος παρὰ  πόδας γράμμα ἔχων βασιλικόν, ἐν ᾧ προεδεήθησαν ἄκοντα αὐτὸν ἀπαντῆσαι εἰς τὴν δίκην,  κατήπειγεν  αὐτὸν εἰς τὴν κρίσιν. μετὰ τὴν ἀπόκρισιν τὴν πρὸς τὸν νοτάριον ἐμηνύθησαν δύο πρεσβύτεροι τοῦ Ἰωάννου,  Εὐγένιός τις, ὃς μισθὸν τῆς κατὰ τοῦ ἐπισκόπου Ἰωάννου  συσκευῆς τὴν προεδρίαν ἔλαβεν Ἡρακλείας, καὶ ὁ ἡσυχαστὴς Ἰσαάκιος–ἵνα μὴ ἄλλως εἴπω– λέγοντες·  "Ἐδήλωσέν  σοι ἡ  σύνοδος· "Πέρασον πρὸς  ἡμᾶς,  ἀπολογησόμενος  τὰ ἐγκλήματα.""  πρὸς ταῦτα ὁ Ἰωάννης  ἀντε δήλωσεν δι' ἐπισκόπων ἑτέρων· "Ποίᾳ ἀκολουθίᾳ  δικάζετε,  οἱ  μήτε  τοὺς  ἐχθρούς  μου  ἐξώσαντες,  καὶ  διὰ  τῶν  ἐμῶν κληρικῶν με μεταστελλόμενοι;" οἱ δὲ λαβόντες τοὺς ἐπισκόπους, τὸν μὲν ἔδειραν, τὸν δὲ περιέσχισαν, τῷ δὲ σίδηρα τῷ τραχήλῳ περιέθηκαν, ἃ ἦσαν εὐτρεπίσαντες τῷ ἁγίῳ,  ἵν'  οὕτως  βληθεὶς  εἰς  πλοῖον,  εἰς  ἄδηλον  ἀποσταλῇ  τόπον·  τοῦ  δαίμονος καθάπερ λέοντας  ἀγριώσαντος  αὐτούς.  καὶ ὁ μὲν ὅσιος, εἰδὼς τὴν ἀναιδῆ αὐτῶν γνώμην,  ἑαυτὸν ἐπέσχεν. οἱ δὲ γεννάδες, πράξαντες ὑπομνημάτια ἀράχνης ἀσθενέστερα πρὸς ἀφοσίωσιν, ἀποφαί νονται κατὰ τοῦ μακαρίου, οὗ οὔτε τὸ πρόσωπον εἶδον,  οὔτε φωνῆς  αὐτοῦ ἤκουσαν, ἐν ἡμέρᾳ μιᾷ τὴν ἐν πολλῷ  χρόνῳ ὑφαι νομένην κακίαν συμπεραιώσαντες (ἀνεπίσχετον γὰρ τὸ δαιμο νιῶδες ὅρμημα, οὐκ ἀναμένον  σκέψιν).  καὶ πέμψαντες  τῷ βασιλεῖ ἀναφορὰν  προέταξαν· "Ἐπειδὴ κατηγορηθεὶς   Ἰωάννης   ἐπὶ   κακοῖς   τισι  καὶ  συνειδὼς   ἑαυτῷ,   οὐκ  ἠθέλησεν ἀπαντῆσαι, τόνδε τοιοῦτον καθαιροῦσιν οἱ νόμοι· ὃ δὴ καὶ ὑπέστη. περι έχουσι δὲ οἱ λίβελλοι  καὶ καθοσιώσεως ἔγκλημα.  κελεύσει οὖν  ἡ ὑμῶν  εὐσέβεια καὶ ἄκοντα αὐτὸν ἐξωσθῆναι καὶ δίκας δοῦναι  ἐπὶ τῇ καθοσιώσει, ἐπειδὴ ἡμῖν οὐκ ἔξεστι ταῦτα ζητεῖν."  ὦ τρισάθλιοι,  ἃ φρονεῖτε  καὶ ποιεῖτε; αἰσχύνεσθε ταῦτα ποιεῖν,  οὐ Θεόν, ἀλλὰ  ἀνθρώπους  αἰδούμενοι  ἢ φοβούμενοι.  ἦν δὲ ἡ καθοσίωσις ἡ εἰς τὴν βασίλισσαν λοιδορία, ὡς ἐκεῖνοι ἀνή νεγκαν,  ὅτι εἶπεν αὐτὴν Ἰεζάβελ. καὶ οἱ μὲν θαυμάσιοι, τὸν διὰ ξίφους θάνατον αὐτοῦ ποθήσαντες ἰδεῖν, οὕτως ἀνήνεγκαν· ὁ δὲ Θεὸς καὶ τούτων  ἐφανέρωσεν τὴν ἐνδομυχοῦσαν κακίαν, καὶ τῶν ἀρχόντων ἐμαλάκυνε τὴν καρδίαν, καθάπερ ἐπὶ τοῦ ∆ανιὴλ συνέβη ἐν Βαβυλῶνι. ἐκεῖ γὰρ οἱ μὲν  λέοντες  ἡμερώθησαν,  φεισάμενοι  τοῦ  ∆ανιήλ,  οἱ δὲ ἄνθρωποι  ἠγριώθησαν, ἀφειδή σαντες τοῦ προφήτου· καὶ ἐδυσώπησεν ὁ Θεὸς τοὺς παρὰ φύσιν ἀγριωθέντας, τῶν  παρὰ φύσιν ἡμερωθέντων.


ΚΕΦΑΛΑΙΟΝ Θʹ


Οὕτως ἐξεώσθη ὁ Ἰωάννης  τῆς ἐκκλησίας,   κόμητος   ἀποστα  λέντος   σὺν   στρατιωτικῇ   βοηθείᾳ,   καθάπερ   ἐπὶ βαρβαρικῆς παρατάξεως. ἐκβληθεὶς δὲ φθάνει  εἰς τὰ κατὰ Πραίνετον τῆς Βιθυνίας ἀγρίδια. μέσης δὲ διαγενομένης  ἡμέρας μιᾶς, συνέβη θραῦσίν τινα γενέσθαι ἐν τῷ κοιτῶνι.  φοβηθέντες  ἐκ τούτου, δι' οἰκείου νοταρίου ἀνακαλοῦνται  τὸν Ἰωάννην μετὰ ἡμέρας ὀλίγας, ἀποδόντες τῷ οἰκείῳ θρόνῳ. οὕτως ὁ Θεόφιλος σὺν τοῖς Αἰγυπτίοις φυγῇ τὴν σωτηρίαν πορίζεται (ἐζήτει γὰρ ἡ πόλις αὐτὸν θαλασσῶσαι). μετὰ δύο μῆνας πάλιν ὑπαναπνεύ σαντες τῆς πληγῆς, φρυάττονται ἐκ δευτέρου κατὰ τοῦ Ἰωάννου· καὶ εὐπρόσωπον ἀρχὴν οὐχ εὑρίσκοντες, πέμπουσι πρὸς τὸν σοφιστὴν τῶν  τοιούτων  εἰς Ἀλεξάνδρειαν δηλώσαντες· "Ἢ πάλιν  ἀπάντησον στρατηγήσων κατὰ τοῦ Ἰωάννου, ἤ, εἰ τοῦτο  δέδοικας διὰ τοὺς λαούς, τρόπον ἡμῖν ὑπόθου τινά, δι' οὗ τὴν ἀρχὴν ποιήσωμεν." πρὸς τούτοις ὁ Θεόφιλος αὐτὸς μὲν οὐκ ἀπήντησεν, εἰδὼς  ὅπως  διέφυγεν,   ἀπέστειλεν  δὲ  τρεῖς  ἐλεεινοὺς  ἐπισκόπους,  Παῦλον  καὶ Ποιμένα καὶ ἕτερον νεοχειροτόνητον,  συναποστείλας αὐτοῖς καὶ κανόνας τινάς, οὓς πεποιήκεισαν  οἱ Ἀρειανοὶ κατὰ τοῦ μακαρίου Ἀθανασίου, ἵνα αὐτοῖς τοῖς κανόσι χρησάμενοι δίκας πλέξωσι τῷ Ἰωάννῃ,  ὡς μετὰ καθαί ρεσιν ἑαυτῷ ἐπεισελθόντι (ὁρμητικὸς γάρ ἐστιν ἐκ φύσεως, καὶ προπετὴς καὶ θρασὺς καὶ διαφερόντως φιλόνεικος–οὐδὲν  γάρ ἐστι τοῦ φανέντος αὐτῷ ὑπὸ τῆς ὄψεως,πρὸςὃ οὐχὶ θᾶττον τοῦ δέοντος ἀκατασχέτως ὁρμᾷ, ἐπ' αὐτῷ μήτε κρίσιν μήτε σκέψιν ἀναμένων. ἀλογίστῳ δὲ φορᾷ χρώμενος ἀτάκτως βαδίζει ἐπὶ τὴν τούτου συγκατάθεσιν, καὶ τῇ ψηφισθείσῃ  ἀποφάσει  βεβαίως  ἐπερειδόμενος  εὐτόνως  ἀντιφιλονεικεῖ  παντὶ  τῷ βουλο μένῳ ἀνταποφήνασθαι· σπουδάζων ἀεὶ τὴν ἑαυτοῦ κρίσιν τε καὶ ψῆφον νικῶσάν  τε καὶ κρατοῦσαν ἀποφαίνειν)· ὃ δὴ καὶ ποιοῦσιν ἐπιστάμενοι αὐτοῦ τὸ ἦθος.   μετακαλεσάμενοι   γὰρ  τῆς   Συρίας  καὶ  Καππαδοκίας  καὶ  τῆς   Ποντικῆς διοικήσεως καὶ Φρυγίας ὅλους μητροπολίτας  καὶ ἐπισκόπους, συναθροίζουσιν εἰς τὴν Κωνσταντινούπολιν.  οἱ δὲ παραγενόμενοι κατὰ τὴν τῶν κανόνων  ἀκολουθίαν ἐκοινώνησαν  τῷ Ἰωάννῃ,  ἵνα μὴ τὰ αὐτὰ τοῖς πρώτοις ἐργάσωνται. γνόντες  δὲ οἱ κρατοῦντες  ἠγανά  κτησαν ἐπὶ τῇ κοινωνίᾳ  αὐτῶν.  καὶ Θεόδωρος μὲν ὁ Τυάνων ἐπίσκοπος, ἀνὴρ εὐσχήμων, συνεὶς τὴν σκευωρίαν ἐξ ὧν ἦλθεν εἰς τὰ ὦτα αὐτοῦ, ἵνα μὴ ἐξακολουθήσῃ τῇ προπετείᾳ  Θεοφίλου,  ἀσυντάκτως  καταλιπὼν  τοὺς πάντας, κατέλαβεν  ἑαυτοῦ τὴν  ἐκκλησίαν,  μακρὰν χαίρειν  εἰπὼν  τῷ  κομιτάτῳ, ἀσφαλισάμενος ἑαυτοῦ τὴν ἐπαρχίαν τῷ τείχει τῆς εὐσεβείας, μέχρι τέλους ἐμμείνας τῇ τῶν πιστῶν Ῥωμαίων κοινωνίᾳ,  οἷς μαρτυρεῖ ὁ Παῦλος λέγων· "Ἡ πίστις ὑμῶν ἐν ὅλῳ τῷ κόσμῳ καταγγέλλεται."  Φαρέτριος δέ, ὁ Καισαρείας τῆς πρὸς τῷ Ἀργαίῳ, ὑπερβολῇ δειλιάσας, καθάπερ οἱ κομιδῇ παῖδες τὰ μορμολυκεῖα, μηδ' ἐξελθὼν ἑαυτοῦ τὴν πόλιν, συντίθεται τοῖς ἐναντίοις διὰ γραμμάτων, καίπερ μηδὲ κληθεὶς εἰςτὸ μέσον, ἀπειροκάλως ἔχων περὶ τὴν προεδρίαν ἀνοίᾳ τῶν κρειττόνων.  Λεόντιοςδέ, ὁ Ἀγκύρας τῆς Γαλατίας, συγκλωσθεὶς Ἀμμωνίῳ τῷ Λαοδικείας τῆς κεκαυμένης, κεκαυμένην  ἐποίησαν τὴν ἐκκλησίαν.  οὐ μόνον ἡττηθέντες  ταῖς τῶν κρατούντωνἀπειλαῖς,  ἀλλὰ τοὐν αντίον  ἐλπίδι  δώρων  βασιλικῶν  ἀπατηθέντες  ἐν τῇ δευτέρᾳσυνόδῳ, εἰσφέρουσι γνώμην  μοχθηρὰν τοῖς περὶ Ἀκάκιον καὶ Ἀντίοχον,  κρατῆσαι τὴν Θεοφίλου ἄκριτον κρίσιν, καὶ μηδ' ὅλως δοῦναι τόπον ἀπολογίας τῷ Ἰωάννῃ,δικαιολογίᾳ τῇ τῶν κανόνων  τῶν ὑπὸ Θεοφίλου ἀποσταλέντων,  οὓς ἐθέσπισαν οἱτεσσαράκοντα τῶν Ἀρείου κοινωνικῶν  γράψαντες· "Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος, ἀδίκως ἢ δικαίως καθαιρεθείς, ἑαυτῷ ἐπεισέλθοι δίχα συνόδου εἰς τὴν ἐκκλησίαν,τὸν τοιοῦτον  μηκέτι ἔχειν χώραν ἀπολογίας ἀλλὰ τέλεον ἐξωθεῖσθαι" –καὶ οὗτοςμὲν ὁ κανών,  ὡς παράνομος ὑπὸ παρανόμων τεθείς, ἐξωστρα κίσθη ἐν Σαρδικῇ ὑπὸ Ῥωμαίων  καὶ Ἰταλῶν  καὶ Ἰλλυριῶν  καὶ Μακεδόνων καὶ Ἑλλαδικῶν  (ὡς μᾶλλοναὐτὸς οἶσθα, μεγαλώνυμε  Θεόδωρε), ὁπηνίκα Λιβέριος ἢ Ἰούλιος ἐπὶ Κώνσταντοςβασιλέως ἐδέξατο τὸν Ἀθανάσιον εἰς κοινωνίαν  καὶ Μάρκελλον τὸν Γαλάτην, δι' οὓς καὶ ὁ κανὼν ἐκεῖνος ἐτέθη. ἡ μέντοι δυὰς τῶν θαυμασίων τῶν περὶ Ἀμμώνιον καὶ Λεόντιον, συμπλα κέντες Ἀκακίῳ καὶ Ἀντιόχῳ καὶ Κυρίνῳ τῷ Χαλκηδόνος καὶ Σευηριανῷ, εἰσῆλθον πρὸς τὸν βασιλέα ἀναδιδάξαντες εἰσκλη θῆναι τοῦ μέρους τοῦ Ἰωάννου  δέκα ἐπισκόπους (ἦσαν δὲ πλείους τῶν τεσσαράκοντα) ἐπὶ συστάσει τῶν κανόνων,    τῶν   μὲν   διϊσχυριζομένων   ὀρθοδόξων   αὐτοὺς   εἶναι,   τῶν   δὲ   ἀποδεικνυόντων  αὐτοὺς Ἀρειανῶν ὑπάρχειν. εἰσελθόντες δὲ οἱ περὶ τὸν γέροντα ψυχῇ τε καὶ πολιᾷ Ἐλπίδιον, τὸν Λαοδικείας  τῆς Συρίας, καὶ Τραγκύλλιον, ἔπειθον τὸν βασιλέα  μὴ  δεῖν  ἀλόγως  ἐκβάλλεσθαι  τὸν  Ἰωάννην·   "Οὔτε  γὰρ  τὸ  πρότερονκαθῄρηται,  ἀλλ'  ἐξεώσθη  ὑπὸ  τοῦ  κόμητος·  οὔτε  μὴν  ἑαυτῷ  ἐπεισῆλθεν,  ἀλλὰ προστάγματι τῆς σῆς εὐσεβείας, νοταρίου ἀποσταλέντος· καὶ νῦν δὲ οὓς προφέρουσικανόνας,  αἱρετικῶν  αὐτοὺς  δείκνυμεν  ὄντας."  ὡς  δ'  ἐπέμειναν  ἄτακτα  ζυγομαχοῦντες  οἱ κατὰ Ἰωάννου,  οἱ μὲν γεγωνοτέρᾳ  φωνῇ,  οἱ δὲ σεσοβημένοι στέρνων κινήσει ἀνασειόμενοι ἰταμῶς  ἐπὶ τοῦ βασιλέως· πράως ὁ ἐνθεσμότατος Ἐλπίδιος,μικρᾶς παραγενο μένης γαλήνης,  ἔφησεν τῷ βασιλεῖ· "Βασιλεῦ, μὴ σκύλλωμεν ἐπὶ πολὺ  τὴν  σὴν  ἡμερότητα,  ἀλλὰ  τοῦτο  γενέσθω·  ὑπογραψά  τωσαν  οἱ  περὶ  τὸν ἀδελφὸν Ἀκάκιον καὶ Ἀντίοχον οὓς προβάλλονται ὡς ὀρθοδόξων κανόνας, ὅτι "Τῆς πίστεώς ἐσμεν τῶν ἐκθεμένων αὐτούς," καὶ λέλυται ἡμῖν ἡ ἀμφιβολία." προσσχὼν ὁ βασιλεὺς  τῷ  ἁπλῷ  τοῦ  προβλήματος,  ὑπομειδιάσας  εἶπεν  τῷ  Ἀντιόχῳ·  "Οὐδὲν τούτου λυσιτελέστερον" –ἦν δ' ἐπὶ πάντων  τῶν γεγενημένων  ἀναίτιος ὁ βασιλεύς, ἄλλων  μεταποιούντων  τὰ καλῶς τετυπωμένα.  ἰλιγγιάσαντες  οὖν καὶ εἰς ἀλλήλους ἑλιττόμενοι οἱ περὶ Σευηριανόν, καθάπερ ἄτακτον ὕδωρ, ἐπί τε τῷ φρονίμως ῥηθέντι καὶ ἐπὶ τῇ τοῦ βασιλέως κρίσει, κατε σχέθησαν ἀφασίᾳ, ἐπὶ τὸ πελιδνότερον μεταβαλόντες  αὐτῶν τὴν μορφήν· ὅμως ὑπὸ τῆς ἀνάγκης τοῦ τόπου σφιγγόμενοι, ὑπισχνοῦνται  καὶ ἄκοντες  ὑπογράψαι.  οὕτως  ἐξελθόντες,  τὴν  μὲν  ὑπόσχεσιν οὐ πληροῦσιν ὡς ἀβούλητον οὖσαν, δεδοικότες τὴν ἧτταν, ἐμηχανῶντο δὲ ποίῳ τρόπῳ ἐξωσθῇ ὁ Ἰωάννης.  τούτων οὕτως ἄλλων  τε ἄλλως διαπραττομένων,  παρίππασαν μῆνες ἐννέα ἢ δέκα, τοῦ ἐπισκόπου Ἰωάννου συναγομένου σὺν τοῖς τεσσαράκοντα ἐπισκόποις καὶ δύο,  τῶν  δὲ λαῶν  ἀπολαυόν  των  μετὰ πολλῆς  τῆς εὐθυμίας  τῆς αὐτοῦ  διδασκαλίας  (φιλεῖ   γάρ  πως  ὁ  ἀκενόδοξος  νοῦς   ἐν  ταῖς   περιστάσεσι χαριέστερον    καὶ  δυνατώτερον   ἀποῤῥέειν  λόγον).   ἐν  τούτοις  ἐπήνθησεν  ἡ ∆εσποτικὴ νηστεία, καθάπερ ἔαρ, δι' ἐνιαυτοῦ παραγενομένη. εἰσελθόντες δὲ πάλινκατ' ἰδίαν οἱ περὶ Ἀντίοχον ἀνεδίδαξαν τὸν βασιλέα ὡς ἡττηθέντα τὸν Ἰωάννην,  ἵναπροστάξῃ αὐτὸν  ἐξωσθῆναι  τοῦ  Πάσχα ἐπικειμένου·  ὁ  δὲ  βασιλεὺς  ἐξ  ἀνάγκης  ὀχλούμενος  ὑπ'  αὐτῶν,  ὡς ἐπισκόποις ἐπίστευσεν (ὁ γὰρ ἀληθῶς  πρεσβύτερος ἢ ἐπίσκοπος ψεῦδος οὐκ οἶδεν–τὰ γὰρ ὀνόματα ταῦτα τῆς ἄνω λήξεως ὑπάρχει, ἐπεὶ οὐδὲν πρεσβύτερον Θεοῦ, οὐδὲ ἐπισκοπώτερον· Θεὸς γὰρ ὁ ἐπισκοπῶν ἢ θεώμενός ἐστι τὰ πάντα.  ὁ τοίνυν  ἐπίσκοπος ἢ πρεσβύτερος, ὡς κοινωνὸς  τῶν  ὀνομάτων, οὕτως καὶ τῶν  πραγμάτων  ὀφείλει  εἶναι),  καὶ δηλοῖ τῷ Ἰωάννῃ·  "Ἔξελθε ἐκ τῆς ἐκκλησίας." ὁ δὲ ἀντιδηλοῖ· "Εγὼ παρὰ τοῦ Σωτῆρος Θεοῦ ὑποδέδεγμαι τὴν ἐκκλησίαν  ταύτην  εἰς ἐπιμέλειαν  τῆς τοῦ λαοῦ σωτηρίας, καὶ οὐ δύναμαι  αὐτὴν καταλεῖψαι· εἰ δὲ τοῦτο βούλει (ἡ γὰρ πόλις σοι δια φέρει), βίᾳ με ἔξωσον, ἵνα ἔχω ἀπολογίαν τῆς λειποταξίας τὴν σὴν αὐθεντείαν."  οὕτως μετὰ αἰδοῦς τινος ἀποστείλαντες  ἐκ τοῦ παλατίου,  ἐξέωσαν αὐτόν,  κελεύσαντες τέως διάγειν  ἐν τῷ ἐπισκοπείῳ, τὸ ἐνδεχόμενον τῆς τοῦ Θεοῦ ὀργῆς προσδοκῶντες, ἵνα, ἐὰν μὲν συμβῇ τι   περὶ   αὐτοὺς   λυπηρόν,   θᾶττον   αὐτὸν   εἰσ  αγαγόντες   εἰς   τὴν   ἐκκλησίαν, ἐξιλεώσωνται  τὸ θεῖον· εἰ δὲ μή, ἵνα πάλιν  ἐπιθῶνται  ὡς Φαραὼ τῷ Μωϋσεῖ. ἐν τούτοις  ἐπέστη  ἡ  τοῦ  μεγάλου  σαββάτου  ἡμέρα,  ἐν  ᾗ  ὁ  Σωτὴρ  σταυρωθεὶς ἐσκύλευσεν  τὸν   Ἅδην.   καὶ  πάλιν   αὐτῷ   δηλοῦσιν·  "Ἔξελθε  τῆς  ἐκκλησίας." ἀντιδηλοῖ  τὰ εἰκότα. εὐλαβούμενος τοιγαροῦν  ὁ βασιλεὺς τὸ εὐκαθοσίωτον τῆς ἡμέρας καὶ τὸν τῆς πόλεως κλόνον μεταστέλλεται τοὺς περὶ Ἀκάκιον καὶ Ἀντίοχον, φήσας αὐτοῖς· "Τί δέοι γενέσθαι; βλέπετε μήποτε οὐκ ὀρθῶς βου λεύεσθε." τότε οἱ γεννάδες  καὶ περισσόψυχοι εἶπον τῷ βασιλεῖ· "Βασιλεῦ, ἐπὶ τὴν κεφαλὴν  ἡμῶν ἡ Ἰωάννου καθαίρεσις." τελευταῖον βοήθημα, οἱ τῷ Ἰωάννῃ συνόντες ἐπίσκοποι, ἰσά ριθμοι  τῆς  ἁγίας  νηστείας,   προσῆλθον  τῷ  βασιλεῖ  καὶ  τῇ  βασιλίσσῃ  ἐν  τοῖς μαρτυρίοις   μετὰ  δακρύων,   παρακαλοῦντες   φειδοῦς   τυχεῖν   τὴν   τοῦ   Χριστοῦ ἐκκλησίαν, μάλιστα διὰ τὸ Πάσχα καὶ τοὺς μέλλοντας ἀναγεννᾶσθαι ἤδη μυσταγωγη θέντας, ἀπολαβοῦσαν τὸν ἱερέα. οὐκ ἠκούσθησαν ἐπὶ τούτῳ· ὡς τὸν ἅγιον Παῦλον τὸν  ἀπὸ  Κρατείας εἰπεῖν  ἀδείλῳ  τῇ  παῤῥησίᾳ· "Εὐδοξία,  φοβήθητι  τὸν  Θεόν, ἐλεήσασά σου τὰ  τέκνα·  μὴ  ὕβριζε  τὴν  ἑορτὴν  τοῦ  Χριστοῦ τῇ  τῶν  "αἱμάτων ἐκχύσει."" ὑποστρέψαντες δὲ οἱ τεσσαράκοντα ἐπίσκοποι ἠγρύπνησαν ἐν τοῖς καταγωγίοις  αὐτῶν,  οἱ μὲν μετὰ δακρύων,  οἱ δὲ μετὰ λύπης,  ἕτεροι δὲ ἀμάχῳ τῇ διανοίᾳ κατεσχέθησαν κάρῳ, ὡς ἕκαστον ἐκυβέρνα τὸ πάθος. οἱ μέντοι πρεσβύτεροι Ἰωάννου,  οἱ τὸν θεῖον ἔχοντες  φόβον,  ἐν τῷ δημοσίῳ λουτρῷ τῷ ἐπικαλουμένῳ Κωνσταντιαναῖς τοὺς λαοὺς συναγαγόντες,  εἴχοντο  τῆς ἀγρυπνίας,  οἱ μὲν τὰ θεῖα λόγια  ἀναγινώσκοντες,   οἱ  δὲ  βαπτίζοντες  τοὺς  κατηχηθέντας,   ὡς  εἰκὸς  διὰ  τὸ Πάσχα. ταῦτα  αὐτὰ  προσαναφέρουσιν  οἱ  γνωμοφθόροι  καὶ  φρεναπάται,  οἱ  περὶ Ἀντίοχον καὶ Σευηριανὸν καὶ Ἀκάκιον, τοῖς ἑαυτῶν προστάταις, ἀξιοῦντες ἐμποδισθῆναι τοὺς λαοὺς ἀπὸ τῆς ἐκεῖ συνάξεως. ἀντεῖπεν ὁ τότε μάγιστρος, φήσας· "Νύξ ἐστι καὶ  ὄχλοι  πολλοί·  μή  τι  ἀτόπημα  γένηται."  ἀνθυποφέρουσιν  οἱ  περὶ Ἀκάκιον· "Οὐδεὶς ἔμεινεν ἐν ταῖς ἐκκλησίαις. καὶ δεδοί  καμεν μήποτε εἰσελθὼν ὁ βασιλεὺς ἐν τῇ ἐκκλησίᾳ καὶ μὴ εὑρὼν μηδένα, αἴσθηται τῆς τοῦ λαοῦ εὐνοίας τῆς πρὸς Ἰωάννην  καὶ καταγνῷ ἡμῶν ὡς βασκάνων, ἐπειδὴ μάλιστα εἴπομεν αὐτῷ, ὅτι οὐδείς ἐστιν ὅλως ὁ ἡδέως αὐτῷ προσέχων, ὡς ἀνθρώπῳ ἀσπόνδῳ." οὕτως ὁ μάγιστρος διαμαρτυράμενος αὐτοῖς ἐπὶ τοῖς ἀποβησομένοις, δίδωσι Λούκιόν τινα, ὡς ἔλεγον,   Ἕλληνα,   ἀφη  γούμενον   τοῦ  ἀριθμοῦ  τῶν   ὁπλοφόρων,   ἐντειλάμενος ἐπιεικῶς  ἀπελθόντα   καλέσαι  τὸν  λαὸν  ἐν  τῇ  ἐκκλησίᾳ.  ἀπελθὼν   δέ,  καὶ  μὴ ἀκουσθείς, ὑποστρέφει πρὸς τοὺς περὶ Ἀκάκιον, διηγησά μενος τὸν τόνον καὶ τὴν πυκνότητα  τοῦ  λαοῦ.  μετὰ  τοῦτο  λιπαρῶς  αὐτὸν  παρακαλοῦσι χρυσέοις ῥήμασι δυσωποῦντες  καὶ  ὑποσχέσει  μείζονος  προκοπῆς,  ἵνα  ἐμποδίσῃ  τῇ  δόξῃ  τῇ  τοῦ Κυρίου, ἐντειλάμενοι  αὐτῷ,  ἢ λόγῳ πείσαντα ἀγαγεῖν  ἐπὶ τὴν ἐκκλησίαν,  ἢ ὀργῇ ταράξαντα   παῦσαι  τὴν   ἑορτὴν  τοῦ  συναγα  γεῖν.   ὃς  ἐξαυτῆς  συμπαραλαβὼν κληρικοὺς  τοῦ  μέρους  Ἀκακίου  ἐξ  ῆλθεν  δευτέρᾳ  φυλακῇ  τῆς  νυκτὸς  ἐφ'  ᾧ ἀπεστάλη  (παρατείνουσι  γὰρ  τὸν  λαὸν  ἐν  τοῖς  μέρεσιν  ἡμῶν  ἕως  ἀλέκτορος πρώτου), ἔχων  Θρᾷκας ξιφήρεις,  νεοστρατεύτους (κατὰ τὸν Ἠσαύ) τετρα κοσίους, ἀναιδεῖς περισσῶς, ἐπεπήδησεν αἰφνίδιον  κατὰ τὴν νύκτα σὺν τοῖς ὑποδεικνύουσι κληρικοῖς καὶ τοῖς στρατιώταις ἰταμῶς,  ὡς ἅτε λύκος, σιδήρῳ στίλβοντι διασχίσας τοὺς ὄχλους. χωρήσας δ' ἔνδον τῶν μακαρίων ὑδάτων ἐπὶ κωλύσει τῶν μυου μένων τὴν ἀνάστασιν τοῦ Σωτῆρος, καὶ τῷ μὲν διακόνῳ θρασέως ἐντιναχθείς,  τὰ σύμβολα ἐκχέει·  τοὺς  δὲ  πρεσβυτέρους,  ἤδη  που  καὶ  ἡλικιώτας,   ῥοπάλοις  κατὰ  κρανίου παίσας, αἵματι κιρνᾷ τὴν κολυμβήθραν. τότε ἦν ἰδεῖν τὴν ἀγγελικὴν ἐκείνην νύκτα, ἐν ᾗ καὶ δαίμονες πίπτουσιν ἐπτηχότες, εἰς λαβύρινθον μετα βληθεῖσαν. γυμναὶ γὰρ γυναῖκες  σὺν τοῖς ἀνδράσι δρασμῷ ἐχρῶντο,  φόβῳ τοῦ σφαγῆναι ἢ ἀσχημονῆσαι, τὸν ἄσχημον ἀσπαζόμεναι δρόμον· ἕτερος τὴν χεῖρα πληγείς, ὀδυρόμενος  ἀπῄει· ἄλλος  παρθένον  ἔσυρεν περισχίσας· πάντες  δὲ λαφυρα  γωγήσαντες  τὰ κειμήλια ἐσφετερίζοντο. οὕτως οἱ μὲν συλλη φθέντες τῶν πρεσβυτέρων καὶ διακόνων εἰς τὴν εἱρκτὴν ἐνε βάλλοντο· οἱ δὲ ἀξιωματικοὶ τοῦ λαοῦ τῆς μεγαλοπόλεως ἐξεβάλλοντο. διατάγματα   δὲ   ἀλλεπάλληλα    κατὰ   τόπον   προε   τίθεντο   διαφόρους   ἀπειλὰς περιέχοντα ἐπὶ ἀρνήσει τῆς κοινωνίας  Ἰωάννου.  πλὴν ὅμως καὶ ταῦτ' ἐγίνετο,  καὶ πλείονα  ἔξωθεν  οἱ λεγόμενοι  ἐπίσκοποι προσεφιλοτιμοῦντο·  καὶ  ἡ σύναξις τῶν φιλοδιδασκάλων,  μᾶλλον δὲ φιλοθέων,  οὐ κατηργεῖτο, ἀλλὰ κατὰ τὸ εἰρημένον ἐν τῇ Ἐξόδῳ, "Ὅσον ἀπέκτεννον  αὐτούς,  τοσούτῳ πλείους  ἐγίνοντο."  τῇ ἐπαύριον γοῦν ἐξελθὼν  ὁ βασι λεὺς τοῦ γυμνασθῆναι  ἐν τῷ παρακειμένῳ  πεδίῳ εἶδεν τὴν ἄσπορον γῆν τὴν περὶ τὸ Πέμπτον λευχειμονοῦσαν,  καὶ ἐκ πλαγεὶς ἐπὶ τῇ θέᾳ τοῦ ἄνθους τῶν νεοφωτίστων  (ἦσαν γὰρ ἀμφὶ τοὺς τρισχιλίους), ἤρετο παρὰ τῶν δορυφόρων· "Τίς ἡ λογὰς τῶν ἐκεῖ συνηθροισμένων;" διαψευσάμενοι λέγουσι· "Τῶν ἑτεροδόξων," ἵνα παραγάγωσι τὸν θυμὸν τοῦ βασιλέως. γνόντες  δ' ἐξαυτῆς οἱ τοῦ πράγματος μεσῖται καὶ προστάται τοῦ φθόνου πέμπουσιν εἰς τοὐπίσω τοὺς ἀφειδεστέρους τῶν ἑπομένων ἐπὶ σκορπισμῷ μὲν τῶν ἀκροατῶν, συλλήψει δὲ τῶν διδασκάλων. οἱ δ' ἐλθόντες κατέχουσι πάλιν ὀλίγους μὲν τῶν κληρικῶν, πλείους δὲ τῶν λαϊκῶν.  Καὶ ὁ Θεόδωρος ἔφη· {Ο ∆ΙΑΚ.} Ὦ μακαριώτατε πάτερ, καὶ τοσούτων ὄντων αὐτῶν, ὡς τρισχιλίους μόνον εἶναι τοὺς νεοφωτίστους, πῶς αὐτῶν οἱ βραχεῖς ἐκυρίευσαν στρατιῶται τὸν σύλλογον δια λύσαντες;  {Ο ΕΠΙΣΚ.} Τοῦτο οὐκ ὀλιγότητος  δεῖγμα,  οὐδὲ  τεκμήριον  ἀζηλίας,  ἀλλὰ  πλεονέκτημα  εὐλαβείας  καὶ  διδασκάλων ἐπι μελείας ἀπόδειξις, ἀδιαλείπτως τὸ ἄμαχον τῆς γνώμης ἐπανορ θούντων.   Ὁ  Θεόδωρος εἶπεν·  {Ο  ∆ΙΑΚ.} Ἄριστα  ἔφης·  οὔτε  γὰρ  ἔπρεπεν  τοὺς φρόνησιν  ἐκμανθάνοντας  καὶ ἐπιείκειαν  παρὰ τοῦ ἱεροῦ Ἰωάννου  ἀφρόνως  καὶ τεταραγμένως  αὐτοῦ  ἀντιποιεῖσθαι.


ΚΕΦΑΛΑΙΟΝ Ιʹ


{Ο  ΕΠΙΣΚ.}  Ἡσθεὶς οὖν  ἐπὶ τούτῳ, παρακαλῶ, μὴ ἀνάκοπτε τοὺς λόγους τοὺς ὑπὸ κακῶν πραγμάτων τεχθέντας (ἔοικε γὰρ τίκτειν ὡς ἐπὶ τὸ πλεῖστον τοὺς λόγους τὰ πράγματα). σὺν τοῖς κατασχεθεῖσιν οὖν κληρικοῖς τε καὶ λαϊκοῖς συνελήφθησαν  καὶ γυναῖκες  ἀνδρῶν ἐπισήμων. ἔστι δὲ ὧν καὶ τὰ μαφόρια ἥρπασαν, ἑτέρων δὲ τὰ ἐνώτια σὺν τῷ λοβῷ τοῦ ὠτὸς συν απέσπασαν· ὡς ἰδοῦσάν τινος Ἐλευθέρου γυναῖκα εὐδαιμονε στάτην σφόδρα, καταλείψασαν  τὸ ἑαυτῆς μαφόριον,  μεταμφια  σαμένην τὸ σχῆμα τὸ τῶν δουλίδων,  δρομαίαν εἰσβαλεῖν εἰς τὴν πόλιν ἐπὶ σωτηρίᾳ τῆς σωφροσύνης (ἦν γάρ, ὡς εἰκός,  εὐανθῆ  μορφὴν  καὶ εὐφυῆ  πλάσιν  ἠμφιεσμένη).  τούτῳ  οὖν  τῷ  τρόπῳ πληρωθεῖσαι αἱ φυλακαὶ τῶν διαφόρων ἀρχόντων μετε ποιοῦντο εἰς ἐκκλησίας· καὶ ὕμνοι μὲν καὶ ἀναφοραὶ μυστηρίων ἐν ταῖς φυλακαῖς ἐπετελοῦντο,  μάστιγες δὲ καὶ στρεβλώσεις καὶ ὅρκοι φρικτοὶ  ἐν ταῖς ἐκκλησίαις ἡμιλλῶντο  ἐπὶ ἀναθεμα τισμῷ Ἰωάννου τοῦ μέχρι θανάτου ἐχθρεύσαντος τῇ κακίᾳ τοῦ διαβόλου. τῆς Πεντηκοστῆς δὲ συμπληρωθείσης, μετὰ πέντε  ἡμέρας εἰσελθόντες οἱ περὶ Ἀκάκιον καὶ Σευηριανὸν καὶ Ἀντίοχον καὶ Κυρῖνον πρὸς τὸν βασιλέα λέγουσιν αὐτῷ· "Βασιλεῦ, σὺ ἡμῖν παρὰ Θεοῦ οὐκ ἐξουσιαζόμενος, ἀλλ' ἐξου σιάζων τῶν πάντων,  ἔξεστί σοι ὃ θέλεις ποιῆσαι. μὴ γίνου πρεσβυτέρων πραότερος καὶ ἐπισκόπων ὁσιώτερος· εἴπομέν σοι ἐπὶ πάντων· "Ἐπὶ τὴν κεφαλὴν ἡμῶν ἡ Ἰωάννου καθαίρεσις." μὴ τοίνυν φείσῃ ἑνὸς  ἀνθρώπου,   ἀφειδήσας  πάντων   ἡμῶν·"   Ἰουδαϊκοῖς   ῥήμασι,  τάχα   δὲ  καὶ πράγμασι, παραπεί σαντες τὸν βασιλέα. οὕτως ἀποστείλας ὁ βασιλεὺς Πατρίκιον τὸν νοτάριον δηλοῖ τῷ Ἰωάννῃ τάδε· "Οἱ περὶ Ἀκάκιον καὶ Ἀντίοχον καὶ Σευηριανὸν καὶ Κυρῖνον τὸ κατὰ σὲ κρῖμα ἐπὶ τὴν ἑαυτῶν  ἔθηκαν κεφαλήν.  τὸ κατὰ σαὐτὸν οὖν ἀναθεὶς  τῷ Θεῷ, ἔξελθε τῆς ἐκκλησίας."  οὕτως κατελθὼν  ὁ ἐπίσκοπος Ἰωάννης, μετὰ τὴν τρανὴν φάσιν καὶ ἀνεπισκίαστον, τοῦ ἐπι σκοπείου σὺν τοῖς ἐπισκόποις, λέγει  πᾶσι·  "∆εῦτε,  προσευξά  μενοι  συνταξώμεθα  τῷ  ἀγγέλῳ  τῆς  ἐκκλησίας"· γεγηθὼς μὲν ἐπὶ τῷ πράγματι, λυπούμενος δὲ ἐπὶ τῇ τοῦ λαοῦ κακουχίᾳ. ἐξαυτῆς δέ τις σημαίνει τῶν φιλοθέων δυναστῶν τῷ Ἰωάννῃ· "Επειδὴ Λούκιος, ἰταμὸς ἀνὴρ καὶ ἀναιδὴς προσώπῳ, ἕτοιμός ἐστιν ἐν τῷ δημοσίῳ λουτρῷ σὺν τοῖς ὑπ' αὐτὸν στρατιώταις,  ὅπως,  εἰ  ἀντείποις  ἢ  ἀναβάλλῃ,  καὶ  ἄκοντά  σε σῦραι καὶ  ἐξῶσαι· περικλονοῦνται  δὲ οἱ δῆμοι τῆς πόλεως· σπούδασον ἐξελθεῖν λεληθότως, ἵνα μή σου ἀντιποιούμενος  ὁ λαὸς πόλεμον συνάψῃ μετὰ τῶν  στρατιωτῶν."  τότε ὁ Ἰωάννης καταφιλήσας  τινὰς  τῶν  ἐπισκόπων  μετὰ δακρύων  (τοὺς γὰρ λοιποὺς  οὐδὲ κατα φιλεῖν  συνεχώρει τὸ πάθος) συνετάξατο, εἰπὼν τοῖς λοιποῖς ἔνδον ἐν τῷ ἱερατείῳ· "Μείνατε τέως ὧδε, ἵνα ἀπελθὼν μικρὸν  ἀνεθῶ." εἰσελθὼν δὲ ἐν τῷ βαπτιστηρίῳ καλεῖ  τὴν  Ὀλυμπιάδα,  ἀναπάλλακτον   οὖσαν  τῆς  ἐκκλησίας,  σὺν  Πενταδίᾳ  καὶ Πρόκλῃ, ταῖς διακόνοις, καὶ Σιλβίνῃ, τῇ τοῦ μακαρίου Νεβριδίου γυναικί, εὐσχήμως κοσμούσῃ τὴν ἑαυτῆς χηρείαν,  καὶ λέγει αὐταῖς· "∆εῦτε ὧδε, θυγατέρες, ἀκούσατέ μου. "τὰ κατ' ἐμὲ τέλος ἔχει," ὡς ὁρῶ. "τὸν δρόμον μου τετέλεκα," καὶ ἴσως "οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου." τοῦτο δέ ἐστιν ὃ παρακαλῶ· μή τις ὑμῶν ἀνακοπῇ τῆς συνήθους εὐνοίας τῆς περὶ τὴν ἐκκλησίαν. καὶ ὃς ἂν ἄκων ἀχθῇ ἐπὶ τὴν χειροτονίαν, μὴ ἀμβιτεύσας τὸ πρᾶγμα, κατὰ συναίνεσιν τῶν πάντων, κλίνατε τὴν κεφαλὴν ὑμῶν ὡς Ἰωάννῃ (οὐ δύναται γὰρ ἡ ἐκκλησία ἄνευ ἐπισκόπου εἶναι). καὶ οὕτως ἐλεηθῆτε. μέμνησθέ μου ἐν ταῖς προσευχαῖς ὑμῶν."  συγχυθεῖσαι δὲ δάκρυσιν ἐκυλινδοῦντο περὶ τοὺς πόδας αὐτοῦ.  τότε νεύσας τινὶ  τῶν  σεμνῶν  πρεσβυτέρων λέγει· "Λάβε ταύτας ἐντεῦθεν,  ἵνα μὴ τοὺς ὄχλους ταράξωσιν." οὕτως οὖν μικρὸν ἐμποδισθεῖσαι ἔδοξαν αὐτῷ συγχωρεῖν. καὶ οὕτως ἐξῆλθεν ἐπὶ τὸ μέρος τὸ ἀνατολικόν (οὐδὲν γὰρ
παρ' αὐτῷ δυτικόν), τῷ δὲ δυτικῷ μέρει, ἔνθα ὁ τῆς ἐκκλησίας πυλών, τὸ ὀνοζύγιον, ἐν ᾧ εἰώθει καθέζεσθαι, πρὸ τῆς πύλης κελεύσας στῆναι εἰς περι σπασμὸν τῶν λαῶν ἐκεῖθεν αὐτὸν προσδοκώντων, συνεξελθόντος αὐτῷ καὶ τοῦ ἀγγέλου, μὴ φέροντος τὴν ἐρημίαν τῆς ἐκκλησίας,  ἣν ἀρχαὶ πονηραὶ καὶ ἐξουσίαι εἰργάσαντο,  καθάπερ θεατρο νόμιον ἀποδείξασαι. "ὡς μὲν γὰρ ἐν θεάτρῳ κλωσμὸς ἦν, συριττόντων τῶν ἀσεβῶν, καταμωκωμένων, ἄμετρα διασυρόν των Ἰουδαίων τε καὶ Ἑλλήνων· ὡς δ' ἐν εἱρκτῇ πληγαὶ καὶ  κατὰ σπλάγχνων  φερόμεναι βάσανοι ὑπὸ τῶν στρατιωτῶν· κατατάσεις δὲ τῆς ὅλης δυνάμεως τῆς ψυχῆς διά τε τὴν τοῦ διδασκάλου ἀφαίρεσιν καὶ  διὰ  τὴν  εἰς  τὸ  θεῖον  βλασφημίαν"·  ἔνθα  γὰρ  "ἁμαρτημάτων  ἄφεσις,"  ἐκεῖ "αἱμάτων ἔκχυσις" ἐγίνετο. μετὰ δὲ τὸν ἄφατον καὶ δυσερμήνευτον ἐκεῖνον σκότον, φλὸξ ἀπὸ μέσου τοῦ θρόνου, ἐν ᾧ εἰώθει ὁ Ἰωάννης καθέζεσθαι, καθάπερ ἐν μέσῳ σώματι κειμένη καρδία τοῖς λοιποῖς ἐξη γεῖσθαι μέλεσι τὰ τοῦ Κυρίου λόγια, φανεῖσα ἐπεζήτει τὸν ὑπο φήτην  τοῦ λόγου· ὃν οὐχ εὑροῦσα κατεβόσκετο τὴν σκευωρίαν. δενδρωθεῖσα δὲ εἰς ὕφος εἷρψεν διὰ τῶν ἁλύσεων ἐπὶ τὴν στέ γην· ἔχεως δὲ δίκην τὴν γαστέρα φαγοῦσα, ἐπὶ νῶτον ἐφέρετο τῶν δωμάτων τῆς ἐκκλησίας, "μισθὸν τῆς ἀδικίας" ὥσπερ τὴν ἐπὶ ταύτῃ ὡρισμένην δίκην ἀποδιδόντος Θεοῦ εἰς σωφρονισμὸν καὶ νουθεσίαν τῶν οὐκ εἰδότων γε νουθετεῖσθαιἢδιὰ τῆς ὄψεως τῶν τοιούτων θεηλάτων  κακῶν· οὐ μόνον δέ, ἀλλὰ καὶ μνημεῖον ὑπολείψας τῆς ἀγρίας συνόδου. καὶ οὐ θαυμαστὸν περὶ τῆς ἐκκλησίας, ὅπου γε καὶ τὴν καλουμένην παρὰ τοῖς ἔξω σύγκλητον, ἀπὸ πολλῶν  βημάτων κειμένην ἀντικρὺ τῆς ἐκκλησίας ἐκ μεσημβρίας, φρονίμως τὸ πῦρ, καθάπερ γέφυραν τὸν ἀγοραῖον δῆμον τὸν διὰ μέσου διαπερᾶσαν, ἐλυμήνατο,  οὐ πρότερον τὸ μέρος τὸ πλησιάζον τῇ ἐκκλησίᾳ, ἵνα μὴ τὸ πάθος τῇ ἐγγύτητι ἐπιγράψωμεν, ἀλλὰ τὸ μέρος τὸ ἐπὶ τὴν αὐλὴν τῶν βασιλέων, ἵνα τὸ θαῦμα τοῦ πράγματος θεήλατον παρα στήσῃ τὸ σόφισμα (ἦν γὰρ ἰδεῖν μεταξὺ δύο ὀρέων πυρίνων τοὺς δήμους ἀβλαβῶς ἐπὶ τὰς οἰκείας χρείας διαπερῶντας). οὕτω δὲ περιπετόμενον  τὸ πῦρ καὶ κυμαῖνον,  καθάπερ θάλασσα  βιαίῳ νότῳ ῥιπιζομένη, ὥσπερ ὑπὸ συνθήματι βαδίζον,  ἀφειδῶς  ἁπτόμενον  τῶν  κύκλῳ  δωμάτων,  μόνου ἐφρόντιζε τοῦ οἰκίσκου, ἐν ᾧ τῶν ἱερῶν σκευῶν ἀπέκειτο τὸ πλῆθος, οὐ τὸν χρυσὸν αἰδούμενον ἢ τὴν λοιπὴν τοῦ ἀργύρου ὕλην, ἀλλ' ἵνα μὴ τοῖς συκοφάνταις χώραν τοῦ  ψεύδους   παράσχῃ  κατὰ  τοῦ  δικαίου,   ὡς  αὐτοῦ  σφετερισαμένου  τι  τῶν καλλίστων.   οὕτω  δὲ  διακινοῦν   τὸ  πῦρ  ἀνεχαίτιζεν   εἰς  τοὐπίσω,  τὸν  φθόνον ἐξιχνιάζον τῶν ταῦτα πραξάντων,  εἰς ἔλεγχον τῆς Θεοφίλου μανίας, ὅπου κατασκευάζει διὰ τὰ κειμήλια  αὐτὸν  ἐκβεβληκέναι.  καὶ ἀπο βολὴ μὲν  ψυχῆς  ἐν τοσούτοις ὄχλοις ὑπὸ πυρὸς οὐδεμία γεγέ νηται, οὐ λογικοῦ, οὐκ ἀλόγου· ὁ δὲ ῥύπος τῶν ἐναγῶς ἐκεῖσε ἀναστρεφομένων  τῇ τοῦ πυρὸς ἀπεπλύνετο δυνάμει, ἀπὸ ἕκτης ὥρας μέχρις ἐνάτης  ἐν τρισὶν ὥραις ἡμεριναῖς πολυχρονίου  ἔργου ἀφανισθέντος.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |