ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ομιλία παραμυθητική ασθενούντι

Κυριακή 9 Οκτωβρίου 2016

Ομιλία παραμυθητική ασθενούντι


 
Μέγας Βασίλειος


Ομιλία  παραμυθητική ασθενούντι

Consolatoria ad aegrotum


Πάτερ, εὐλόγησον. Ὁ βίος τῶν ἀνθρώπων  βραχὺς, καὶ ὀλιγοχρόνιος τῆς ἐπιμόχθου ζωῆς ἡ φαιδρότης,  ἱστὸς ἀρά χνης,  εὐδιάλυτος ἡ δόξα, ἡ φαντασία τοῦ βίου ὄναρ, ἀλλὰ  μακαριωτάτη  τῶν   δικαίων     ἄνεσις.  Ἀπέραν  τός  ἐστιν    ἐν  οὐρανοῖς ἀνάπαυσις, ἀμαράντου φιλο τίμου τὰ δῶρα, εἰκότως. Οὗ γὰρ ἀναλλοίωτος  ἡ φύσις, τούτου καὶ ἄπαυστος ἡ δόσις. ∆ιὸ πρόσκαι ρος μὲν αὐτῶν ἐνθάδε ἡ πάλη· ἀΐδιος δὲ ἡ μετὰ τῶν ἄθλων ἐκεῖσε νίκη. Ἱδροῦμεν γὰρ ὡς ἐν παλαίστρᾳ τῷ βίῳ, ταῖς θλίψεσι παλαίοντες,  καὶ πολλοὺς ἀνταγωνιστὰς  ἔχει ἡ φύσις. Αἱ ἡδοναὶ τὸ στεῤῥὸν ὑπεκλύουσιν, αἱ τρυφαὶ τὸ ἀνδρεῖον μεταλλάττουσιν, αἱ ἀθυμίαι τὸν τόνον ἐκνευρίζου σιν, αἱ συκοφαντίαι τὰς ὕβρεις καταχέουσιν, αἱ κο λακεῖαι τὰς ἐπιβουλὰς προσπλάττουσιν, οἱ φόβοι εἰς ἀπόγνωσιν σκελίζουσι, καὶ ἐν τοιαύτῃ ζάλῃ χειμάζεται ἀπαύστως ἡ φύσις. Οὐδὲ γὰρ μόνον τὰ λυπηρὰ τοῦ βίου φορτικὰ, ἀλλὰ καὶ αὐτὰ τὰ δοκοῦντα  ἡδέα  τῇ  μεταβολῇ  ἀνιᾷ,   καὶ  σχεδὸν  θλίψεων   καὶ  δακρύων  μεστὸν ὁδεύομεν βίον, καὶ εἰ θέλεις γνῶναι,  μάθε τὰ λυπηρὰ τοῦ βίου. Ἐσπάρη ὁ ἄν θρωπος ἐν τῇ μήτρᾳ,  ἀλλὰ  θλῖψις  τῇ σπορᾷ ἡγήσατο. Κατεβλήθη τὸ σπέρμα εἰς τὴν  τῆς φύσεως  αὔλακα· εἰ μόνον  ἐνθυμηθῶμεν,   ἐρυθριῶμεν  τὰ προοίμια τῆς  γενέσεως. 



Ἠλλοιώθη τὸ καταβληθὲν εἰς αἷμα, ἐπαχύνθη τὸ αἷμα εἰς σάρκα, ἐμορφώθη ἡ σὰρξ τῷ χρόνῳ, ἐψυχώθη τὸ μορφωθὲν ὑπὲρ λόγον, ἐτράφη ὁ ψυχωθεὶς τοῖς κατὰ φύσιν, σκιρτᾷ   τὸ   ἔμβρυον   στενοχωρούμενον,    δυσχεραίνει   πρὸς   τὸ   τῆς   φύσεως δεσμωτήριον· ἀλλ' ἦλθε μόλις ὁ χρόνος τοῦ τόκου, ἐλύθη τῶν ὠδίνων  τὰ κλεῖθρα, ἀνεῴχθησαν αἱ τῆς φύσεως θύραι, ἀπέλυσεν ἡ μήτρα, ὃν κατεῖχεν· ἐξωλίσθησεν εἰς τὸν βίον ὁ τῆς θλίψεως πύκτης, ἀνέπνευσε τὸν ἀέρα ἡ τῆς κτίσεως γλῶσσα, καὶ τί μετὰ τοῦτο; Πρώτη φωνὴ,  ἔκλαυσεν. Ἀρκεῖ ἀπὸ τῶν  προοιμίων  γνῶναι  τὸν βίον. Ἔπεσεν εἰς τὴν γῆν τὸ βρέφος, καὶ οὐκ ἐγέλασεν· ἀλλ'  εὐθὺς πεσὸν, τῶν  πόνων ἀντελάβετο καὶ κλαίει. Ἔγνω γὰρ, ὅτι εἰς τὴν τῶν θλίψεων  ἐναυάγησε θάλασσαν. Ἐτράφη μετὰ δακρύων, ἀπεγαλακτίσθη μὴ βουλόμενον, εἰς παῖδας τελεῖ, καὶ δέδοικε γονέας ἢ οἰκέτας. Μει ρακίσκος ἐγένετο, καὶ παιδαγωγοῖς παρεδόθη εἰς λόγους. Ἴδε φόβος ἄνεσιν οὐκ ἔχων.  Ἐῤῥᾳθύμησεν, ἐμαστίχθη, ἠγρύπνησεν, ἀλλ' ἐξέμαθε, προέκοψε κατάκρας, ἀπηρτίσθη ἐν λόγοις, ἐπεδεί ξατο εὐδοκίμησιν, διὰ πάσης ἰδέας λόγων   ἀστράπτει,  νομικῆς  πεπλήρωται  πείρας,  εἰς  ἄνδρας  προέβη  τῷ  χρόνῳ, στρατείᾳ ἑαυτὸν  ἐπέδωκεν.  Ἀρχὴ πάλιν  μει ζόνων  θλίψεων.  Φοβεῖται ἄρχοντας, ὑφορᾶται  ἐπι  βουλὰς,  προσήλωται  τῷ  κέρδει,  ἐρευνᾷ,  λυσσᾷ  περὶ  τὸ  κέρδος, ἀγρυπνεῖ, ἐν ταῖς δίκαις ζῇ, ἐν λο γοθεσίοις ἀποδημεῖ, μὴ ἑλκόμενος, ἀκολουθεῖ γὰρ ἄκων,  κάμνει  ὑπὲρ  δύναμιν,   ἐν  ταῖς  νυξὶ  φροντίζει,   ἐν  ἡμέρᾳ παρέστηκεν,  ὡς δοῦλος. Ἡ γὰρ χρεία τὴν ἐλευθερίαν ἐπώλησεν. Εἶτα μετὰ ταῦτα πολλάκις καμὼν καὶ ἀρέσας, τιμῶν ἠξιώθη, πρὸς ὕψος ἀρχῆς ἀνήχθη, ἐπιστατεῖ ἔθνεσι, στρατοπέδοις κελεύει, ὡς ὕπατος φιλοτιμεῖται,  ἐσώρευσε πλοῦτον· ἀλλὰ συνέδραμε τοῖς καμάτοις ὁ χρόνος, καὶ συνέφθασε τῷ ἀξιώματι τὸ γῆρας, καὶ πρὶν ἢ ἀπολαῦσαι τοῦ πλούτου, ἀπῆλθεν ἁρπασθεὶς τοῦ βίου, καὶ ἐν αὐτῷ τῷ λιμένι ὑπέμεινε τὸ ναυάγιον. Συνακολουθεῖ  γὰρ  ταῖς  ματαίαις  ἐλ  πίσι  καταγελῶν   τῶν  βροτῶν    θάνατος. Τοιοῦτος ὁ τῶν ἀνθρώπων βίος, ἄστατος θάλασσα, ἀὴρ ἀνώμα λος, ὄναρ ἀβέβαιον, ῥεῦμα παρατρέχον, καπνὸς διαχεόμενος, σκιὰ μεταπηδῶσα, πέλαγος ὑπὸ κυμά των ἐνοχλούμενον· καὶ ἡ μὲν ζάλη φοβερὰ, ὁ δὲ πλοῦς ἐπισφαλὴς, οἱ δὲ ἐπιβάται νυστάζομεν.  Φοβε ρὰ γὰρ καὶ ἀγρία ἡ τοῦ βίου θάλασσα, μάταιαι αἱ ἐλπίδες,  ὡς καταιγίδες σπιλάζουσαι. Αἱ θλίψεις  ὡς κύματα ὠρύονται,  αἱ ἐπιβουλαὶ ὡς ὕφαλοι κρύπτονται  πέτραι,  οἱ ἐχθροὶ  ὡς  κύνες  περικεχή  νασιν,  οἱ ἅρπαγες ὡς  πειραταὶ ἐφεδρεύουσι,  τὸ γῆρας ὡς  χειμὼν  ἐπέρχεται,  ὁ θάνατος  ὡς  ναυάγιον  ἐφίσταται. Εἶδες τὴν ζάλην, κυβέρνησόν σου τὸν χειμῶνα,  βλέπε πῶς πλέεις, μὴ ὑπέραν τλον ποιήσῃς τὸ σαυτοῦ σκάφος, ἢ τῷ ἐξ ἀδι κίας πλούτῳ,  ἢ τῷ ἐκ παθῶν φόρτῳ· διὰ τοῦτο ὁ μακάριος Παῦλος ἀρτίως βοᾷ· Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια. Πλοῦτος οὐράνιος, θησαυρὸς μυστηρίων, σοφίας πέλαγος, γνῶσις ἀληθείας, προσκύνησις τῆς ἀκτίστου Τριάδος, ἔσοπτρον τοῦ παρθενικοῦ μυστηρίου, πίστις ἀπολυπραγμόνητος, ὁμολογία  ἔρευναν  φεύγουσα,  κήρυγμα  ὅσιον,  διὰ  γλώσσης  προσφερόμενον,  δι' ἀκοῆς εἰσδυόμενον, ἐν ψυχῇ ῥιζούμενον, καὶ Τριάδος ἔλλαμψιν χαριζόμε νον. Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐτ αρκείας.
Οὐδὲν  γὰρ  αὐταρκείας  πλουσιώτερον,   βίος  ἀπέριττος,  ἀνάπαυσις ἀφρόντιστος,  πλοῦτος ἀνεπιβούλευτος,  χρεία μετὰ ἀνέσεως, βάρος ἄνευ θλί ψεως, ζωὴ ἀνενδεὴς,  ἀπόλαυσις ἀνύβριστος. Οἱ αὐτάρκειαν ἀσκοῦντες φεύγουσι τὴν τοῦ πλούτου  ζάλην.  Πάντα  γὰρ  φοβεῖται    πλούσιος·  τὰς  ἡμέρας,  ὡς  δικαστηρίων καιρούς· τὰς ἑσπέρας, ὡς λῃστῶν εὐκαιρίας· τὰς νύκτας,  ὡς φροντίδων  μάστιγας· τοὺς ὄρθρους, ὡς κολάκων ἐφόδους. Καὶ οὐ μόνον καιρὸν, ἀλλὰ καὶ τόπον δέδοικε. Φρίττει λῃστῶν διορυγὰς, κλεπτῶν  ἐπιβουλὰς,  βιαστῶν συκοφαντίας,  τῶν βιασθέντων  τὰς κατηγορίας,  τῶν  δυνατω  τέρων τὰς διαρπαγὰς,  τῶν  οἰκετῶν  τὰς κακουργίας,  τῶν  δηλατόρων  τὰς  περιεργίας,  τῶν  ἀναπρατ  τόντων  τὴν ἀγνωμοσύνην,   τῶν  γειτόνων  τὰς  ἐνθυμήσεις,  τῶν  τοίχων  τὴν  σαθρότητα,  τῶν οἰκιῶν  τὰς καταπτώσεις,  τῶν  βαρβάρων τὰς ἐφόδους,  τῶν  πολιτῶν  τοὺς δόλους, τῶν δικαζόντων  τὰς ἀποφάσεις, τὸ μετὰ τὸ σχεῖν ἀπολέσαι, τὴν μετὰ τὴν κτῆσιν ἀφαίρεσιν.  Ἄνθρωπε,  εἰ τοσοῦτος ὁ χειμὼν  τῆς κτήσεως, ποῦ τὸ ἔαρ τῆς ἀπολαύσεως; Ἔστι πορι σμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας.  Οὐ τῷ παρόντι συγκατακλείεται  βίῳ,  φησίν.  Ἀθάνατος γάρ ἐστιν ἡ κτῆσις, πλούτῳ  δαπανωμένῳ γὰρ οὐχ ἁλίσκεται.  Εἰπὲ, ὦ Παῦλε, Οὐδὲν εἰσηνέγκαμεν  εἰς τὸν κόσμον. Ἀρκεῖ ἡ ἰσοτιμία τῆς εἰόδου διῶξαι τὴν ἀνωμαλίαν τοῦ τύφου τῆς πολιτείας. Οὐδὲν εἰσηνέγκαμεν  εἰς  τὸν  κόσμον· γυμνοὶ  τῆς  μητρῴας  γαστρὸς  ἐξήλθομεν.  Οὐδὲν εἰσῆλθες ἔχων,  πλεονέκτα· οὐ χρυσόν· ἐκ γῆς γὰρ μεταλλεύεται· οὐκ ἄργυρον· οὐ γὰρ  συνεσπάρη· οὐκ  ἐσθῆτα·  τέχνης  γὰρ  ὑφαντικῆς  ἐπίνοια·  οὐ  κτήματα,  ἅπερ ἐφιλέργησε  πλοῦτος,  καὶ ᾠκοδόμησαν  χεῖρες· οὐκ ἀξίωμα,  εἰ μὴ μόνον  τὸ κατ' εἰκόνα·  οὐ δυναστείαν,  ἣν  φθείρει  χρόνος,  καὶ  θερίζει  θάνατος.  Γυμνὸς εἰς  τὸν κόσμον εἰσῆλθες,  εἴθε  καὶ  γυμνὸς  ἁμαρτημάτων  ἐξέλθοις  τοῦ  βίου!  Οὐδὲν εἰσ- ηνέγκαμεν εἰς τὸν βίον, ἀλλ' οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Καὶ οὐδὲν, ὦ Παῦλε, τῶν τοῦ βίου ἐκφέρομεν; Τῶν τοῦ βίου οὐδὲν, εἰ μὴ μόνον ἀρετὰς, εἰ ἐπράξαμεν. Ἐκφέρομεν  σωφροσύνην,  εἰ  ἠνθήσαμεν.  Ἐκφέρομεν  ἐλεημοσύνην,   εἰ  ἐπλουτή- σαμεν. Αὗται ψυχῇς συνήγοροι, βίου ἄγκιστρα. Ἐνταῦθα    πλοῦτος    ἀπομένει,    ἁρπάζεται    χρυσὸς,    μερίζεται    ἄργυρος, πιπράσκεται κτήματα,  ληθαργεῖται  δόξα, παύεται δυναστεία, σβέννυται φόβος. Τῇ γὰρ  σκηνῇ  τοῦ  βίου  συνδιαλύεται  τὸ  σχῆμα.  Τί  οὖν,  Ἔχοντες  διατροφὰς  καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Φεύγω τὸ περιττὸν, ὡς ἄχρηστον, καὶ ζητῶ τὸ ἀναγκαῖον,  ὡς ἀκατηγόρητον. Ἕστηκεν ἐκεῖ γυμνὸς ὁ πλούσιος, εἰ μὲν ἔχει ἀρετὰς,κἀκεῖ πλούσιος· εἰ δὲ τούτων γυμνὸς, πένης αἰώνιος. Οὐδὲν γὰρ τῆς ἐναρέτου πενίας πλουσιώτερον. Πέτρος πένης· ἀλλ' ἐσκύλευσε θάνατον. Ἰωάννης πένης· ἀλλὰ χωλοῦ
ἀνώρθωσε πόδας.  Φίλιππος πένης·  ἀλλ'  εἶδεν  ἐν  τῷ  Υἱῷ τὸν  Πατέρα. Ματθαῖος πένης· ἀπεδύσατο γὰρ μετὰ τῆς ἁρπαγῆς τὸν πλοῦτον.  Θωμᾶς πένης· ἀλλ'  ὤρυξεθησαυρὸν   ἀνελλιπῆ   τὴν   πλευρὰν   τοῦ   ∆εσπότου.   Παῦλος  πένης·   ἀλλὰ   τοῦ  παραδείσου γέγονε κληρονόμος. Ὁ ∆εσπότης κατὰ σάρκα πένης· θεότητι γὰρ πλούσιος ἄμετρος. Ἰδοὺ γὰρ σήμερον ἐξέχεε τὸν τῆς ἰάσεως πλοῦτον, τὴν πενθερὰν Πέτρου  νόσου   ἀπήλλαξε,    τῇ   ἁφῇ   τὸν   πυρετὸν   ἐφυγάδευσεν.    Ἤγειρε,   μὴ περιοδεύσας, τὴν κάμνουσαν· ὕλη οὐκ ἐφαίνετο, καὶ ἴασις ἐσχεδιάζετο. Πόνους πλουσίους ἀνάλωσε, καὶ οὐδεὶς ὁ ἐλεῶν.  Ἐνταῦθα δὲ μόνον ἐπέστη ὁ τῆς φύσεως ἰατρὸς, ἐλύθη τοῦ σώματος ὁ χειμών.  Καὶ βλέπε μοι τὸ θαυμαστόν. Τρεῖς ἐν ταυτῷ ἐθεράπευσε, δύο ἄνδρας καὶ μίαν γυναῖκα,  τὸν Λάζαρον, τὸν τῆς χήρας υἱὸν,  τὴν θυγατέρα Ἰαείρου, καὶ διὰ τί ἄκουε· ἀπόῤῥητος γὰρ ὁ λόγος. Ἵνα δείξῃ, ὅτι αὐτός ἐστι νόμου καὶ χάριτος ∆εσπότης, διὰ τοῦτο τὴν ὁμοίαν ἐν ἑτέροις σώζει εἰκόνα. Ὥσπερ γὰρ ἐκεῖ τρεῖς ἐπέστησε τῷ λαῷ δημαγωγοὺς, τὸν Μωσέα, τὸν Ἀαρὼν καὶ τὴν Μαριάμ. Ἄκουε αὐτοῦ ἐν προφήταις βοῶντος· Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἀποκρίθητί μοι, διότι ἀπέστειλα πρὸ προσώπου σου τὸν Μωσῆν καὶ τὸν Ἀαρὼν καὶ τὴν Μαριάμ; Τὸν Μωσέα εἰς πρόσωπον τοῦ νόμου· τὸν Ἀρὼν εἰς πρόσωπον τῶν προφητῶν, καὶ τὴν Μαριὰμ εἰς πρόσωπον τῆς Ἐκκλησίας, ἢν ἐπήρωσε τῶν εἰδώλων ἡ ἀκαθαρσία, καὶ ἰάσατο ἡ τοῦ σαρκωθέντος φιλανθρωπία.
∆ιὰ τοῦτο ἡ Ἐκκλησία, καθάπερ Μαριὰμ, ἐλευθερωθεῖσα τοῦ νοητοῦ Φαραὼ, τοῦ διαβόλου, καὶ τῆς τῶν δαιμόνων καταδυναστείας, καθάπερ Αἴγυπτον ὁρῶσα ὑπὸ τὸ  πέλαγος   τῆς  κολυμβήθρας  τὸν  παλαιὸν   ἄνθρωπον   πνιγέντα,   λαβοῦσα  τὸ τύμπανον  τῆς εὐχαριστίας, καὶ ἐναρμόσασα τῷ ξύλῳ τοῦ σταυροῦ τὰς χορδὰς τῶνἀρετῶν,   ἀνακρουομένη  βοᾷ·  Ἄσωμεν  τῷ  Κυρίῳ· ἐνδόξως  γὰρ  δεδόξασται.  Ἐξ οὐρανοῦ κατῆλθε, καὶ τοῦ Πατρὸς οὐκ ἐχωρίσθη· ἐν σπηλαίῳ ἐτέχθη, καὶ τὸν θρόνονοὐκ ἐγύμνωσε· ἐν φάτνῃ ἀνεκλίθη,  καὶ τοὺς πατρικοὺς κόλπους οὐκ ἐκένωσεν· ἐκ παρθένου σαρκωθεὶς ἐγεννήθη,  καὶ ἔμεινεν, ὡς Θεὸς, ἀπάτωρ· κατέβη, καὶ τῶν ἄνω
οὐκ ἐχωρίσθη· ἀνέβη,  καὶ τῇ Τριάδι προσθήκην οὐκ ἐποίησεν· ἐν μορφῇ δούλου ἐφάνη,  καὶ τὸ πρὸς τὸν Πατέρα ἰσότιμον οὐκ ἀπώλεσεν· ἀλλ'  ἔστιν ὁ Λόγος καὶ εἰκὼν,  καὶ  ἀπαύγασμα,  καὶ  χαρακτήρ.  Λόγος, οὐδέποτε  γὰρ  τοῦ  νοῦ  ἀφίσταται·εἰκὼν,  οὐ κηρόχυτος σανὶς, ἀλλὰ σφραγὶς ἰσότυπος· ἀπαύγασμα, συναΐδιον γὰρ τὸφῶς τῷ ἡλίῳ· χαρακτὴρ, ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα. Αὐτῷ ἡ δόξακαὶ τὸ κράτος σὺν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καὶ τῷ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.   

























3

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |