ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Θʹ Ἐν τῷ πρώτῳ ἔτει ∆αρείου, τοῦ υἱοῦ Ἀσσουήρου, ἀπὸ τοῦ σπέρματος

Τετάρτη 26 Οκτωβρίου 2016

Θʹ Ἐν τῷ πρώτῳ ἔτει ∆αρείου, τοῦ υἱοῦ Ἀσσουήρου, ἀπὸ τοῦ σπέρματος




Ιωάννης Χρυσόστομος
Είς Προφήτην Δανιήλ
Τόμος 56


Θʹ Ἐν τῷ πρώτῳ ἔτει ∆αρείου, τοῦ υἱοῦ Ἀσσουήρου, ἀπὸ τοῦ σπέρματος Μήδων, ὃς ἐβασίλευσεν ἐπὶ τὴν βασιλείαν Χαλδαίων, ἐν ἔτει ἑνὶ τῆς βα σιλείας αὐτοῦ, ἐγὼ ∆ανιὴλ  συνῆκα ἐν ταῖς  βί βλοις  τὸν  ἀριθμὸν  τῶν  ἐτῶν,  περὶ οὗ ἐγενήθη  λόγος Κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην, εἰς συμπλήρωσιν ἐρημώσεως τῆς Ἱερουσαλὴμ ἑβδομήκοντα  ἔτη.


Καὶ ἔδωκα  τὸ  πρόσωπόν  μου  πρὸς  Κύριον τὸν  Θεὸν, τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δέησιν ἐν νηστείαις καὶ σάκκῳ καὶ σποδῷ. Οὗτος ὁ Μῆδος ∆αρεῖος. Πρῶτον δὲ ἔτος οὐχὶ τῆς βασιλείας αὐτοῦ φησι· οὐ γὰρ εἶπεν, ἐν τῷ πρώτῳ τῆς βασιλείας αὐτοῦ, ἀλλ',  Ἐν τῷ πρώτῳ ἔτει ∆αρείου, ἐν ἑνὶ ἔτει τῆς βασιλείαςαὐτοῦ, ὥστε δυνατὸν λέγε σθαι καὶ πρῶτον ἔτος, βασιλεύοντος μὲν αὐτοῦ, τότε δὲ ἀνελόντος  ἴσως  τοὺς  περὶ  Βαλτάσαρ. Ἐγὼ  ∆ανιὴλ  συνῆκα  ἐν  ταῖς  βίβλοις  τὸν ἀριθμὸν τῶν ἐτῶν. Τουτέστι, τὴν σφαγήν. Καὶ ἀνελογισάμην.  Ὅρα αὐτὸν πρὸ τῆς προθεσμίας οὐ τολμῶντα προσελθεῖν τῷ ∆εσπότῃ. Ἀλλ' οἱ μὲν τρεῖς παῖδες ποιοῦσιν αὐτὸ ἐν τῇ καμίνῳ· οὗτος δὲ ἐν τῷ λάκκῳ οὐδὲν ἐποίησε. Τί οὖν; ἢ ἐκεῖνοι κακῶς, ἢ οὗτος; Οὐδέτεροι.


 Ἐκεῖνοι μὲν  γὰρ τὴν  φιλοστοργίαν,  οὗτος δὲ τὴν  σύνεσιν τοῦ καιροῦ παραγενομένου ἐδείκνυ. Ἆρ' οὖν συνετῶς ἀνεγίνωσκε τὰ προφητικά; Οἶμαι δ' αὐτὸν οὐκ ἐκ τῆς ἁλώσεως ἀριθμεῖν, ἀλλ' ἐκ τῆς αἰχμαλωσίας ἴσως τοῦ Ἰσραήl. Ἐρήμωσιν γὰρ εἰκότως ἄν τις εἴποι Ἱερουσαλὴμ καὶ τοὺς πολέμους. Ὅρα καὶ τὸν ἀριθμὸν σαββατικόν. Ὥσπερ γὰρ τότε τετρακόσια τριάκοντα καὶ διακόσια δεκαπέντε ἐποίησεν, οὕτως οἶμαι καὶ νῦν  ἐλάττω  εἶναι. Περὶ οὗ ἐγενήθη,  φησὶ, λόγος πρὸς Ἱερεμίαν τὸν προφήτην,  εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλὴμ ἑβδομή κοντα ἔτη. Καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς Κύ ριον τὸν Θεὸν, τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δέησιν ἐν νηστείαις καὶ σάκκῳ καὶ σποδῷ. Ὅρα εὐλάβειαν. Καὶ ἔδωκα, φησὶ, τὸ πρόσωπόν μου. Τουτέστι, κατ ησχυμμένος ἤμην πρὸ τούτου, πρὸ τῆς ταπεινώσεως· νῦν δὲ Ἔδωκα, ἀντὶ τοῦ ἐτόλμησα. Εἰ δὲ ὀφειλόμενον ἀπῄτει, οὐκ ἂν ἔλεγε, Ἔδωκα τὸ πρόσωπόν μου, ὡς ἐπὶ παρακεκινδυνευμένῳ  πράγματι. Εἰ ὑπὲρ ἄλλων τοσαύτῃ χρῆται σπουδῇ, εἰ τοσαύταις ἀπολαύων  καὶ παρὰ τοῦ Θεοῦ καὶ παρὰ τοῦ βασιλέως εὐνοίαις, οὐκ ἔχει τινὰ αἴσθησιν τῶν πραγμάτων, ἀλλ' ὡς αὐτὸς ὢν ἐν τοῖς δεινοῖς,  αὐτῶν   τῶν   ὄντων   μᾶλλον   ἐδάκνετο·  πῶς  ἄν  τις  αὐτὸν  κατ'  ἀξίαν θαυμάσειεν· Ὅρα δὲ καὶ μετὰ τὰς θλίψεις  ἐκείνας οὐ θαῤῥοῦντα προσελ θεῖν, ἕως εἶδε τὸν  χρόνον  πληρωθέντα.  Ποῦ τοίνυν  κεισόμεθα λοιπὸν  ἡμεῖς  οἱ ἄθλιοι;  Τί λέγεις, ὦ ∆α νιήλ; ἐν ἀγαθοῖς εἶ σὺ, τιμῆς ἀπολαύεις παρὰ Θεοῦ, παρὰ ἀνθρώπων· τί σοι μέλλει  (l. μέλει) περὶ τῶν  ἄλλων;  Οὕτω καὶ Μωϋσῆς ἐποίει. Καὶ τί φησι; Ἐν νηστείαις  καὶ  σάκκῳ καὶ  σποδῷ  τὰ  ὀφειλόμενα  ἀπαιτῶν.  Τί γὰρ,  εἰ  ὠφείλετο; Μήποτε καὶ τούτου ἀναξίους ἑαυτοὺς ἐποίησαν. Οὐ γάρ ἐστιν ἀνάγκη  παρὰ Θεῷ· ἀνώτερος  νόμων  ἐστί. Τοῦ ζητῆσαι, φησὶ, προσευχὴν  καὶ δέησιν. Πρῶτον τοῦτο ἐπιζητεῖ.  Εἰ ἐπιτρέπει  μοι, φησὶ, εὔξασθαι ὑπὲρ αὐτῶν·  ἐπειδὴ  ἤκουσεν Ἱερεμίου τοῦτο ἀκούοντος, ὅτι Μὴ προσεύ χου ὑπὲρ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου ὑπὲρ αὐτῶν. Ἔχων (f. add. τὴν) ἀπὸ τῆς αἰχμαλωσίας, τὴν ἀπὸ τῶν χρόνων συμμαχίαν, τὴν ἀπὸ τῆς οἰκείας ἀρετῆς, καὶ τοῦ μυρία παθεῖν, οὐδέπω θαῤῥεῖ, ἀλλὰ τέφραν ὑποστρωσάμενος  καὶ  σάκκον,  οὕτως  ἐδεῖτο.  Τί  ποιήσομεν  ἡμεῖς  οἱ  ἀνάλγητοι; Τοῦτον  ἡμᾶς  ἐχρῆν  μιμεῖσθαι.  Ἵνα  γὰρ  μή  τις  λέγῃ,  ὅτι  διὰ  πενίαν  οἱ  λοιποὶ προφῆται  ταῦτα  ἐποίουν· ὁ μάλιστα πάντων  πρὸς ἀξιωμάτων  μέγεθος  ἀναχθεὶς, οὗτος μάλιστα πάντων  ταπεινοῦται. Καὶ ἀπὸ τοῦ σπέρματος τῆς βα σιλείας ἦν, καὶ τοσούτων ἀπέλαυσεν. Οὕτω δεῖ πενθεῖν τὰ οἰκεῖα δεινὰ, οὕτω τῶν μελῶν φείδεσθαι τῶν οἰκείων. Τοῦτο συμπάθεια τῶν προφητῶν. Ὅρα ταύτῃ μάλιστα θαυμασιώτερον ὄντα. Μωϋσῆς ἔλεγεν· Εἰ μὲν ἀφῇς αὐτοῖς, ἐπεὶ κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου. Οὗτος ἐν νηστείαις ἦν καὶ δάκρυσι διηνεκῶς. Παῦλος διηνε κῶς ἐν δάκρυσι, καὶ γεέννης αὐτῆς κατετόλμησεν. Οὐδεὶς αὐτῶν ἔχει τῶν οἰκείων ἀγαθῶν αἴσθησιν· ἀλλ' ὥσπερ ἐν σώματι, τοῦ ὀφθαλμοῦ καλοῦ τυγχάνοντος, οὐκ ἂν λάβοι τοῦ κάλλους αἴσθησιν, σεσηπότων τῶν ποδῶν καὶ διεφθαρμένων· οὕτω καὶ τότε ἦν. Τίνος ἕνεκεν ἡ σποδός; Ἀνεμίμνησκεν  αὐτὸν  τῆς  οἰκείας  φύσεως. Τίνος ἕνεκεν  ὁ σάκκος; Τῇ τραχύτητι ταπει νοῖ. Τίνος ἕνεκεν ἡ νηστεία; Καὶ αὕτη τῶν ἐν παρα δείσῳ ἀνεμίμνησκεν. Τοῦτο αὐτοῖς ἔθος ἐστὶ, τὰ βασανίζοντα διώκειν. Οὐδὲ τῆς γῆς ἄξιός εἰμι, φησὶν, οὐδὲ τῶν ἱματίων,  οὐδὲ  τῶν  κατὰ  φύσιν  πραγμάτων,  ἀλλὰ  χαλεπωτέρας  τιμωρίας,  ὁ  τὰ Περσικὰ περιβε βλημένος ὑφάσματα, ὁ τιάραν ἔχων Περσικήν. Καὶ τί φησι; Ἴδωμεν τὴν ἐξομολόγησιν. Καὶ προσηυξά μην πρὸς Κύριον τὸν Θεόν μου. Ὅρα τὸ φίλτρον τὸ περὶ τὸν  ∆εσπότην. Τὸν Θεόν μου, φησί· ὃν οὐκ ἐτόλμα ἱκετεύειν,  τοῦτον  Θεὸν αὐτοῦ καλεῖ. Ἔτι ἐμοῦ λαλοῦντος,  καὶ προσευχομένου, καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου, καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ἰσραὴλ, καὶ ῥίπτοντος τὸν ἔλεόν μου ἔναντι Κυ ρίου τοῦ Θεοῦ μου, ἐπὶ τοῦ ὄρους τοῦ ἁγίου τοῦ Θεοῦ μου· καὶ ἔτι ἐμοῦ λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ἀνὴρ Γαβριὴλ, ὃν εἶδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῇ, πετώμενος·  καὶ  ἥψατό  μου  ὡσεὶ  ὥραν  θυσίας  ἑσπερινῆς.  Καὶ συνέτισέ  με,  καὶ ἐλάλησε μετ' ἐμοῦ, καὶ εἶπεν· ∆ανιὴλ, νῦν ἐξῆλθον, συμ βιβάσαι σε σύνεσιν. Ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν  ὁ λόγος· καὶ ἐγὼ  ἦλθον  τοῦ ἀναγγεῖλαί  σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν  εἶ σύ. Καὶ ἐννοήθητι  ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ. Ὥστε καὶ ὅταν λέγωσιν  ἡμῖν οἱ Ἰουδαῖοι· ∆ιὰ τί ἐν τῷ Ἡσαΐᾳ, τοῦ Ὀζίου περὶ τοῦ πολέμου δεδιότος, καὶ τῆς ἐφόδου τῶν δύο βασιλέων, ὁ προφήτης ἐξελθὼν  ἔδωκεν αὐτοῖς σημεῖον, μετὰ μυρία ἔτη συμβαῖνον; ἐροῦμεν καὶ αὐτοὶ πρὸς αὐτούς· Τίνος ἕνεκεν τοῦ ∆ανιὴλ ἀξιώ σαντος ὑπὲρ τῆς ἀνόδου, καὶ ἐπιθυμοῦντος ἀκοῦσαί τι περὶ τούτων, ἐξελθὼν ἄγγελος περὶ μὲν τούτων οὐδὲν ἀπήγγειλε, πράγματα δὲ μακροῖς ὕστερον χρόνοις ἐδί δαξεν; Ἀλλ' ὥσπερ ἐνταῦθα  ἐκ περιουσίας τὸ ζητούμενον  λύει· οὕτω κἀκεῖ. Πίστις γὰρ μεγίστη τοῦ τὴν πόλιν ἀναστήσεσθαι, τὸ καὶ πάλιν αὐτὴν ἁλώσεσθαι. Τί οὖν; λυπῆσαι τὸν προφήτην βουλόμενος, τοῦτο ποιεῖ; Οὐδαμῶς, ἀλλ' αὐτοὺς φοβερωτέρους ἐργάσασθαι. Καὶ οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ πολλάκις. Ἐπειδὴ γὰρ ἡ μέλλουσα ἔσεσθαι εὐπραγία ἱκανὴ φυσῆσαι τὴν ἐκεί νων διάνοιαν, οὐ μόνον ἀνορθουμένης  τῆς  πόλεως,  ἀλλὰ  καὶ  χερσὶ βαρβαρικαῖς οἰκοδομουμένης,  βαρβα ρικαῖς ἐκείναις ταῖς καθελούσαις αὐτήν. Τοῦτο γὰρ καὶ ὁ Ἡσαΐας φησὶ, δεικνὺς τὸ παντοδύναμον   καὶ  εὔ  πορον  τοῦ  Θεοῦ,  πῶς  ἱκανὸς  πάντα   καὶ  ποιῆσαι  καὶ μεταβαλεῖν. Ἐπεὶ οὖν ἔμελλεν αὐτοῖς τὰ πάτρια ἀποδοθήσεσθαι, καὶ νῖκαι λαμπραὶ καὶ συνεχεῖς, ἃς καὶ οἱ προφῆται ἀναβοῶσιν· οἷον ὁ μὲν Ἰεζεκιὴλ, ὅτι μετὰ ἔτη τὰ ὅπλα  αὐτῶν  κατακαυθήσεται  τῶν  μελ  λόντων  ἁλώσεσθαι· οἱ δὲ ἄλλοι  τὰ αὐτὰ συνεχῶς ἔλε γον· ἵνα μὴ τούτοις ἐπαρθέντες, χείρους τῶν προτέ ρων γένωνται, τῷ φόβῳ τῆς προῤῥήσεως, καὶ τὸ πολ λάκις (φορτε τῷ πολλ.) τὰ αὐτὰ εἰπεῖν, καθάπερ αὐ τοὺς εἰς ἀνάγκην ἄφυκτον καθιστῶν τοῦ μηδὲ βου λομένους διαφθαρῆναι. Καὶ διὰ τοῦτο καὶ τὸν χρόνον ἄδηλον ἐποίει· ἐπεὶ τίς χρεία ταῦτα ἀπαγγελ θῆναι; Καὶ ὅρα πότε προφητεύεται. Παρ' αὐτὴν τὴν ἄνοδον, ἀκμαζόντων αὐτοῖς καὶ ἀνθούντων τῶν πρα γμάτων. Ὥσπερ καὶ ὁ Μωϋσῆς μέλλων αὐτοὺς εἰσάγειν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, παρ' αὐτὴν τῶν ἀγαθῶν τὴν μετάληψιν προφητεύει αὐτοῖς παρόντα τὰ δεινὰ, λέγων· ∆ιαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν· ἀντίῤῥοπον τῇ διὰ τὴν εὐπραγίαν ἀπαθείᾳ τὴν ἀπὸ τῆς ἀπειλῆς τιμωρίαν τιθείς· οὕτω καὶ οὗτος κατέχει αὐτοὺς ἐν φόβῳ. ∆ιὰ τοῦτο καὶ Ζαχαρίας τὸ πλέον ἐν τούτοις διατρίβει, καὶ σαφέ στερον τὰ αὐτὰ λέγει. Οὐδὲν γὰρ οὕτως ὡς ἀνθρω πίνη φύσις πρὸς εὐπραγίαν καὶ ἄνεσιν ἄχρηστον. Ἔτι ἐμοῦ λαλοῦντος,  φησὶ, ἐν τῇ προσευχῇ, ἦλ θεν ὁ ἄγγελος Γαβριὴλ, ὁ συνήθης αὐτῷ, πετώμε νος· καὶ κατέσχε με ὡσεὶ ὥραν θυσίας ἑσπερι νῆς. Ἢ ὥστε μὴ ἔκπληκτον γενέσθαι ἀπὸ τῆς ὄψεως, ἢ ὥστε νοῆσαι τὰ λεγόμενα. Ἐπειδὴ γὰρ οὐκ ἦν αὐτὰ σαφῶς εἰπεῖν διὰ τοὺς λοιποὺς, εἰκότως ἅπτεται. Καὶ συνέτισέ με, φησὶ, καὶ ἐλάλησε μετ'  ἐμοῦ, καὶ εἶ πεν· ∆ανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύν εσιν. Ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λό γος· καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν  εἶ σύ. Καὶ ἐννοήθητι  ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ. Νόησον, φησὶ, τὰ λεγό μενα. Ὅταν γάρ τις ὑπὲρ ἑτέρων μὲν ἀξιοῖ, ἕτερα δὲ ἀκούῃ, πολλῆς δεῖται τῆς προσευχῆς. Καὶ ἐπι τρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ περί τειχος.  Τινὲς  τὸ  τεῖχος,  ὅπερ Ἀγρίππας  ἐποίησε, φασίν.  Καὶ ἐκκενωθήσονται  οἱ καιροί. Καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο ἐξολοθρευθή σεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγου μένῳ· καὶ ἐκκοπήσονται ὡς ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς Καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία. Ὅρα πῶς πληκτικῶς  τὰ κακά (suppl. διηγεῖται). Ἢ καὶ ἥμισυ τῆς ἑβδομάδος, καταπαύσει θυμίαμα. καὶ θυσία, καὶ σπονδή· καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἕως συντελείας καιροῦ συν  τελεσθήσεται  ἐπὶ  τὴν  ἐρήμωσιν.  Ὅρα  πῶς  ἐν  τοῖς  λυπηροῖς  τὸν  λόγον κατέπαυσε, καὶ τὰ μὲν χρηστὰ ἀσαφῶς εἶπεν· τοῦτο γάρ ἐστι· ∆υναμώσει πολλοῖς διαθήκην ἑβδομὰς μία· τὰ δὲ λυπηρὰ, συνεχῶς καὶ πολλάκις. Καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως. τουτέστι, τὸ Ἀδριανοῦ. Ταῦτα σαφέστερον ὁ Ζαχα ρίας λέγει· λέγει δὲ ἐκεῖνος καὶ τὰ χρηστὰ διὰ τοὺς ἐναπομείναντας.  Τάχα καὶ μετὰ Αἴγυπτον τοσαῦτα ἔτη ἐποίησε, καὶ οὐ διεφθάρησαν· νῦν δὲ οὐκ έτι προσδοκᾷς ταῦτα. Ὅρα καὶ τὰ ἄλλα. Οὐκ ἐπι βαίνει Ἰουδαίοις (l. Ἰουδαῖος), καθάπερ καὶ πρότερον τῆς πόλεως. Τίς δὲ ὅλως περὶ ἐπανόδου εἶπεν; Οὐδείς.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |