ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Περί παρθενίας Λόγοι Α΄ - Θ΄

Πέμπτη 2 Ιουνίου 2016

Περί παρθενίας Λόγοι Α΄ - Θ΄




Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί παρθενίας Λόγοι Α΄ - Θ΄

α’. Τὸ τῆς παρθενίας καλὸν ἀποστρέφονται μὲν Ἰουδαῖοι· καὶ θαυμαστὸν οὐδέν, ὅπου γὲ καὶ αὐτὸν τὸν ἐκ Παρθένου Χριστὸν ἠτίμασαν· θαυμάζουσι δὲ Ἕλληνες καὶ καταπλήττονται, ζηλοῖ δὲ μόνη ἡ ἐκκλησία τοῦ Θεοῦ. Τὰς γὰρ τῶν αἱρετικῶν οὐκ ἂν εἴποιμί ποτε παρθένους ἐγώ· πρῶτον μὲν ὅτι οὐκ εἰσιν ἁγναί· οὐ γὰρ εἰσιν ἡρμοσμέναι ἑνὶ ἀνδρί, καθὼς ὁ μακάριος τοῦ Χριστοῦ βούλεται νυμφαγωγός, λέγων· «Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ». Εἰ γὰρ καὶ περὶ παντὸς τοῦτο τοῦ πληρώματος εἴρηται τῆς ἐκκλησίας, ἀλλ’ ὅμως κἀκείνας περιλαμβάνει τὸ λεχθέν. Αἱ τοίνυν τὸν ἕνα ἄνδρα μὴ στέργουσαι, ἀλλ’ ἕτερον αὐτῷ τὸν οὐκ ὄντα ἐπεισάγουσαι Θεόν, πῶς ἂν εἶεν ἁγναί; Πρῶτον μὲν οὖν κατὰ τοῦτον τὸν λόγον οὐκ εἶεν παρθένοι· δεύτερον δέ, ὅτι τὸν γάμον ἀτιμάσαι οὕτως ἦλθον ἐπὶ τὸ ἀποσχέσθαι τοῦ γάμου. Τῷ γὰρ νομοθετῆσαι πονηρὸν εἶναι τὸ πρᾶγμα, προλαβοῦσαι τὰ τῆς παρθενίας ἑαυτῶν ἀφείλοντο ἔπαθλα. Τοὺς γὰρ τῶν φαύλων ἀπεχομένους οὐ στεφανοῦσθαι, ἀλλὰ μὴ κολάζεσθαι δίκαιον ἂν εἴη μόνον. Καὶ ταῦτα ἴδοι τις ἂν οὐκ ἐν τοῖς ἡμετέροις μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἔξωθεν οὕτω διατεταγμένα νόμοις· ὁ φονεύων ἀναιρείσθω τιμάσθω· ὁ κλέπτης κολαζέσθω, οὐκέτι δὲ καὶ τὸν μὴ λυμαινόμενον τοῖς ἀλλοτρίοις δωρεὰν λαμβάνειν ἐκέλευσαν· καὶ τὸν μοιχὸν ἀποκτιννύντες, τὸν μὴ διορύττοντα τοὺς ἑτέρων γάμους οὐδεμιᾶς ἠξίωσαν τιμῆς. Καὶ μάλα εἰκότως. Τὸ γὰρ ἐπαινεῖσθαι καὶ θαυμάζεσθαι τῶν τὰ ἀγαθὰ κατορθούντων, οὐ τῶν τὰ κακὰ φευγόντων ἐστίν· ἀποχρῶσα γὰρ ἐκείνοις τιμὴ τὸ μηδὲν πάσχειν κακόν.




Διὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν, ἂν μὲν τις εἰκῆ καὶ μάτην πρὸς τὸν ἀδελφὸν ὀργισθῇ τὸν αὐτοῦ, καὶ μωρὸν ἀποκαλέσῃ, τὴν γέενναν ἠπείλησεν· οὐκέτι δὲ καὶ τὴν τῶν οὐρανῶν βασιλείαν τοῖς μὴ μάτην ὀργιζομένοις καὶ λοιδορίας ἐκτρεπομένοις ὑπέσχετο, ἀλλ’ ἕτερον τι τούτου πλέον καὶ μεῖζον ἐζήτησεν, εἰπών· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν». Καὶ δεῖξαι βουλόμενος πῶς σφόδρα μικρὸν καὶ εὐτελὲς καὶ οὐδεμιᾶς τιμῆς ἄξιον τὸ μὴ τοῖς ἀδελφοῖς ἀπεχθάνεσθαι, τὸ τούτου πολλῷ πλέον θεὶς τί, ἀγαπᾶν αὐτοὺς καὶ φιλεῖν, οὐδὲ τοῦτο ἔφησεν ἡμῖν ἀρκεῖν πρὸς τὸ τινος ἀξιωθῆναι τιμῆς· πῶς γάρ, ὅταν τῶν ἐθνικῶν μηδὲν κατὰ τοῦτο πλέον ἔχωμεν; Ὥστε ἑτέρας ἡμῖν ταύτης πολλῷ μείζονος προσθήκης δεῖ, εἲ γε μέλλοιμεν μισθὸν ἀπαιτεῖν. Μὴ γὰρ ἐπειδὴ σε, φησίν, οὐ κατακρίνω τῇ γεέννῃ, λοιδορίας καὶ ὀργῆς ἀπεχόμενον τῆς πρὸς τὸν ἀδελφόν, ἤδη διὰ τοῦτο καὶ στεφάνων ἀξίου σαυτόν. Οὐ γὰρ τοσοῦτον ἀπαιτῶ μόνον φιλοφροσύνης μέτρον ἐγώ· ἀλλὰ κἂν πρὸς τῷ μὴ λοιδορεῖσθαι καὶ φιλεῖν αὐτὸν λέγῃς, ἔτι κάτω που στρέφῃ, καὶ παρὰ τοὺς τελώνας τάττεις σαυτόν. Ἀλλ’ εἰ βούλει τέλειος εἶναι καὶ τῶν οὐρανῶν ἄξιος, μὴ στῇς μέχρι τούτου μόνον, ἀλλ’ ἀνάβηθι προσωτέρω, καὶ τῆς φύσεως αὐτῆς μείζονα λάβε λογισμόν· τοῦτο δὲ ἐστι τὸ τοὺς ἐχθροὺς ἀγαπᾷν. Ἐπεὶ οὖν πάντοθεν ἡμῖν τοῦτο συνωμολόγηται, παυσάσθωσαν μάτην οἱ αἱρετικοὶ κόπτοντες ἑαυτούς· οὐδένα γὰρ λήψονται μισθόν· οὐκ ἐπειδὴ ὁ Κύριος ἄδικος, ἄπαγε, ἀλλ’ ἐπειδὴ αὐτοὶ ἀγνώμονες καὶ πονηροί. Πῶς; Ἀποδέδεικται μηδεμίαν κεῖσθαι δωρεὰν μόνῃ τῇ τῶν φαύλων φυγῇ· τὸν δὲ γάμον αὐτοὶ φαῦλον νομίσαντες οὕτως ἔφυγον· πῶς οὖν ὑπὲρ τῆς τῶν φαύλων ἀναχωρήσεως δυνήσονται μισθὸν ἀπαιτεῖν; Ὥσπερ γὰρ ἡμεῖς ὑπὲρ τοῦ μὴ μοιχεύειν στεφανοῦσθαι οὐκ ἀξιώσομεν, οὕτως οὐδὲ ὑπὲρ τοῦ μὴ γαμεῖν ἐκεῖνοι. Ἐρεῖ γὰρ πρὸς αὐτοὺς ὁ κατ’ ἐκείνην τὴν ἡμέραν κρίνων ἡμᾶς· ἐγὼ τὰς τιμὰς οὐ τοῖς τῶν πονηρῶν ἀπεσχημένοις τέθεικα μόνον (μικρὸν γὰρ παρ’ ἐμοὶ τοῦτο τὸ μέρος), ἀλλὰ τοὺς ἅπασαν ἐπελθόντας ἀρετήν, τούτους εἰς τὴν ἀγήρω τῶν οὐρανῶν εἰσάγω κληρονομίαν. Πῶς οὖν ἡμεῖς πρᾶγμα ἀκάθαρτον καὶ ἐναγὲς εἶναι τὸν γάμον νομίσαντες, τῆς τῶν ἐνάγων ἀπαλλαγῆς τὰ κείμενα τοῖς ἐργάταις τῶν ἀγαθῶν ἀπαιτεῖτε ἔπαθλα; Διὰ τοῦτο γὰρ καὶ τοὺς ἄρνας ἐκ δεξιῶν ἵστησι, καὶ εὐλογεῖ, καὶ εἰς τὴν βασιλείαν εἰσάγει, οὐχ ὅτι οὐχ ἥρπασαν τὰ ἀλλότρια, ἀλλ’ ὅτι καὶ τὰ ἑαυτῶν ἑτέροις διένειμαν. Καὶ τὸν τὰ πέντε τάλαντα δὲ ἐγχειρισθέντα ἀποδέχεται, οὐχ ὅτι οὐκ ἐμείωσεν, ἀλλ’ ὅτι ἐπλεόνασε τὸ δοθέν, καὶ διπλῆν τὴν παρακαταθήκην ἀπέδωκε. Μέχρι τίνος οὖν οὐ στήσεσθε τρέχοντες εἰς κενόν, καὶ κοπιῶντες μάτην, καὶ εἰκῆ πυκτεύοντες, καὶ τὸν ἀέρα δέροντες; Καὶ εἴθε μόνον εἰκῆ, καίτοι οὐδὲ τοῦτο μικρὸν εἰς κολάσεως λόγον τὸ πολλὰ καμόντας, καὶ μείζονα τῶν πόνων προσδοκήσαντας ἔπαθλα, κατὰ τὸν καιρὸν τῆς τιμῆς ἐν τοῖς ἀτίμοις τετάχθαι.


β’. Ἔστι δὲ νῦν οὐ τοῦτο μόνον τὸ δεινόν, οὐδὲ μέχρι τοῦ μὴ κερδᾶναι τὰ τῆς ζημίας αὐτοῖς, ἀλλ’ ἕτερα πολλῷ τούτων ἐκδέξεται χαλεπώτερα, τὸ πῦρ τὸ ἄσβεστον, ὁ σκώληξ ὁ ἀτελεύτητος, τὸ σκότος τὸ ἐξώτερον, ἡ θλῖψις, ἡ στενοχωρία. Ὥστε μυρίων ἡμῖν δεῖ στομάτων καὶ τῆς ἀγγέλων δυνάμεως, ἵνα δυνηθῶμεν τῆς εἰς ἡμᾶς κηδεμονίας εὐχαριστίαν ἀποδοῦναι τῷ Θεῷ τὴν ἀξίαν· μᾶλλον δὲ οὐδὲ οὕτω δυνατόν. Πῶς γάρ; Ὁ μὲν πόνος ὑπὲρ τῆς παρθενίας ἡμῖν καὶ τοῖς αἱρετικοῖς ἴσος, τάχα δὲ καὶ πολλῷ πλείων ἐκείνοις· ὁ δὲ καρπὸς τῶν πόνων οὐκ ἴσος, ἀλλ’ ἐκείνοις μὲν δεσμὰ καὶ δάκρυα καὶ οἰμωγαὶ καὶ τὸ κολάζεσθαι ἀθάνατα, ἡμῖν δὲ αἱ τῶν ἀγγέλων λήξεις, καὶ αἱ φαιδραὶ λαμπάδες, καὶ τὸ πάντων κεφάλαιον τῶν ἀγαθῶν ἡ μετὰ τοῦ νυμφίου διαγωγή. Τὶ δήποτε οὖν τῶν αὐτῶν πόνων ἐναντία τὰ ἐπίχειρα; Ὅτι ἐκεῖνοι μέν, ἵνα ἀντινομοθετήσωσι τῷ Θεῷ, τὴν παρθενίαν εἵλοντο, ἡμεῖς δὲ ἵνα ἀνύσωμεν αὐτοῦ τὸ θέλημα, τοῦτο πράττομεν. Ὅτι γὰρ ὁ Θεὸς βούλεται πάντας ἀνθρώπους ἀπέχεσθαι γάμου, καὶ μάρτυς ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα· «Βούλομαι γάρ, φησί, πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν», ἐν ἐγκράτεια. Φειδόμενος δὲ ἡμῶν ὁ Σωτήρ, καὶ εἰδὼς ὅτι τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής, οὐκ εἰς ἐντολῆς ἀνάγκην τὸ πρᾶγμα κατέκλεισεν, ἀλλ’ ἐπέτρεψεν αὐτοῦ τὴν αἵρεσιν ταῖς ἡμετέραις ψυχαῖς. Εἰ γὰρ ἦν ἐπίταγμα καὶ νόμος, οὐκ ἂν οἱ κατορθώσαντες τιμῆς ἀπήλαυσαν, ἀλλ’ ἤκουσαν ἄν, Ἃ ὠφείλετε ποιῆσαι, πεποιήκατε, οὔτε οἱ διαμαρτάνοντες συγγνώμης ἔτυχον, ἀλλὰ τὴν τῶν παρανομούντων ἂν ὑπέστησαν δίκην· νῦν δὲ εἰπών. «Ὁ δυνάμενος χωρεῖν χωρείτω», τοὺς μὲν μὴ δυναμένους οὐ κατέκρινε, τῶν δὲ δυναμένων πολὺν καὶ ὑπέρογκον τὸν ἀγῶνα ἀπέδειξε. Διὰ τοῦτο καὶ ὁ Παῦλος κατ’ ἴχνος βαίνων τοῦ Διδασκάλου, «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου, φησίν, οὐκ ἔχω, γνώμην δὲ δίδωμι».


γ’. Ἀλλ’ οὐδὲ Μαρκίων, οὐδὲ Οὐαλεντῖνος, οὐδὲ Μάνης ταύτης ἠνέσχετο τῆς συμμετρίας. Οὐ γὰρ εἶχον ἐν ἑαυτοῖς λαλοῦντα τὸν Χριστόν, τὸν τῶν ἰδίων προβάτων φειδόμενον, καὶ τὴν ψυχὴν αὐτοῦ τιθέντα ὑπὲρ αὐτῶν, ἀλλὰ τὸν ἀνθρωποκτόνον τὸν τοῦ ψεύδους πατέρα. Διὰ τοι τοῦτο καὶ τοὺς πειθομένους αὐτοῖς πάντας ἀπώλεσαν, ἐνταῦθα μὲν αὐτοὺς ἀνονήτοις καὶ ἀφορήτοις βαρύνοντες πόνοις, ἐκεῖ δὲ εἰς τῇ ἡτοιμασμένον ἐκείνοις πῦρ συγκατασπάσαντες ἑαυτοῖς.


δ’. Ὦ καὶ Ἑλλήνων ὑμεῖς ἀθλιώτεροι· Ἕλληνας μὲν γὰρ εἰ καὶ τὰ τῆς γεέννης ἐκδέχεται δεινά, ἀλλ’ ὅμως τὸ γοῦν ἐνταῦθα καρποῦνται ἡδύ, γάμοις ὁμιλοῦντες, καὶ χρημάτων ἀπολαύοντες, καὶ τῆς ἄλλης ἀνέσεως τῆς βιωτικῆς· ὑμῖν δὲ τὸ βασανίζεσθαι καὶ ταλαιπωρεῖσθαι ἑκατέρωθεν, ἐνταῦθα μὲν ἑκοῦσιν, ἐκεῖ δὲ μὴ βουλομένοις. Καὶ Ἕλλησι μὲν ὑπὲρ νηστείας καὶ παρθενίας οὔτε μισθὸν δώσει τις, οὔτε κόλασις ἀποκείσεται· ὑμεῖς δὲ ὑπὲρ ὧν μυρίους προσεδοκήσατε ἐπαίνους, ὑπὲρ τούτων τὴν ἐσχάτην δώσετε δίκην, καὶ μετὰ τῶν ἄλλων ἀκούσεσθε, «Ἀπέλθετε ἀπ’ ἐμοῦ εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ», ὅτι ἐνηστεύσατε, ὅτι ἐπαρθενεύσατε. Ἡ γὰρ νηστεία καὶ ἡ παρθένια οὔτε καλὸν καθ’ ἑαυτό, οὔτε κακόν, ἀλλ’ ἀπὸ τῆς τῶν μετιόντων προαιρέσεως ἑκάτερον γίνεται. Καὶ Ἕλλησι μὲν ἄκαρπος ἡ τοιαύτη ἀρετή· ἀπέχουσι γὰρ αὐτῶν τὸν μισθόν, ὅτι μὴ διὰ τὸν τοῦ Θεοῦ φόβον μετῆλθον αὐτήν· ὑμεῖς δὲ ὅτι τῷ Θεῷ μαχόμενοι καὶ διαβάλλοντες αὐτοῦ τὰ κτίσματα, οὐ μόνον ἀπέχετε τὸν μισθὸν ὑμῶν, ἀλλὰ καὶ κολασθήσεσθε, καὶ δογμάτων μὲν ἕνεκεν μετ’ ἐκείνων τετάξεσθε, ὅτι ὁμοίως αὐτοῖς τὸν ὄντα Θεὸν ἀθετήσαντες πολυθεΐαν εἰσηγάγετε· τῆς δὲ πολιτείας ἕνεκεν, ἄμεινον ὑμῶν ἐκεῖνοι πράξουσι. Τοῖς μὲν γὰρ ἡ ζημία μέχρι τοῦ μηδὲν λαβεῖν ἀγαθόν, ὑμῖν δὲ καὶ τοῦ κακὰ προσλαβεῖν· καὶ τοῖς μὲν κατὰ τὸν παρόντα βίον ἀπολαῦσαι πάντων ὑπῆρξεν, ὑμεῖς δὲ ἀμφοτέρων ἐστέρησθε. Ἆρά τὶς ἐστι ταύτης κόλασις χαλεπωτέρα, πόνων καὶ ἱδρώτων τιμωρίας ἀπολαμβάνειν τὰς ἀμοιβάς; Ὁ μοιχός, καὶ ὁ πλεονέκτης, καὶ ὁ τοῖς ἀλλοτρίοις ἐντρυφῶν, καὶ τὰ τοῦ πλησίον ἁρπάζων, ἔχουσί τινα παραμυθίαν, βραχεῖαν μέν, ἔχουσι δὲ ὅμως, τὸ ὑπὲρ τούτων κολάζεσθαι ὑπὲρ ὧν ἐνταῦθα ἀπέλαυσαν· ὁ δὲ πενίαν μὲν ἑκούσιον ὑποστάς, ἵνα ἐκεῖ πλουτῇ, καὶ τοὺς τῆς παρθενίας πόνους, ἵνα ἐκεῖ μετὰ ἀγελῶν χορεύῃ, εἶτα ἐξαίφνης καὶ παρὰ πᾶσαν προσδοκίαν ὑπὲρ τούτων κολαζόμενος, ὑπὲρ ὧν μυρίων ἤλπισεν ἀπολαύσεσθαι καλῶν, οὐδὲ ἔστιν εἰπεῖν ὅσην ὑφίσταται τὴν ἀλγηδόνα τῷ παρ’ ἐλπίδας ταῦτα παθεῖν. Ἐγὼ γὰρ ἐξ ἴσης τοῦ πυρὸς ὑπὸ τοῦ συνειδότος αὐτὸν οἶμαι μαστίξεσθαι, ὅταν ἐννοήσῃ τοὺς μὲν τὰ αὐτὰ αὐτῷ πεπονηκότας τῷ Χριστῷ συνόντας, αὐτὸν δὲ ὑπὲρ ὧν ἐκεῖνοι τῶν ἀποῤῥήτων ἀπολαύουσιν ἀγαθῶν, ὑπὲρ τούτων τὴν ἐσχάτην τίνοντα δίκην, καὶ τῶν ἀκολάστων καὶ λάγνων τὸν ἐν σεμνότητι διαγαγόντα χαλεπώτερα πάσχοντα.


ε’. Καὶ γὰρ ἀσελγείας ἁπάσης ἡ τῶν αἱρετικῶν σωφροσύνη χειρῶν ἐστίν. Ἐκείνη μὲν γὰρ μέχρις ἀνθρώπων ἵστησι τὴν ἀδικίαν, αὕτη δὲ τῷ θεῷ μάχεται, καὶ τὴν ἄπειρον ὑβρίζει σοφίαν· τοιαύτας τοῖς αὐτὸν θεραπεύουσιν ὁ διάβολος ἵστησι τὰς πάγας. Ὅτι γὰρ τῆς ἐκείνου πονηρίας ἐστὶν ἀκριβῶς εὕρημα ἡ τῶν αἱρετικῶν παρθενία, οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ τοῦ τὰ νοήματα αὐτοῦ οὐκ ἀγνοοῦντος. Τὶ οὖν οὗτός φησι; «Τὸ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντας πνεύμασι πλάνοις, καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων· τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν». Πῶς οὖν παρθένος ἡ τῆς πίστεως ἀποστᾶσα, ἡ τοῖς πλάνοις προσέχουσα, καὶ τοῖς δαίμοσι πειθομένη, καὶ τιμῶσα τὸ ψεῦδος; Πῶς παρθένος ἡ κεκαυτηριασμένη τὴν συνείδησιν; Τὴν γὰρ παρθένον οὐ τῷ σώματι μόνον καθαρὰν εἶναι δεῖ, ἀλλὰ καὶ τῇ ψυχῇ, εἲ γε μέλλοι τὸν ἅγιον ὑποδέχεσθαι Νυμφίον· αὕτη δὲ μετὰ τοσούτων καυτήρων πῶς ἂν εἴη καθαρά; Εἰ γὰρ καὶ φροντίδας βιωτικὰς ἀπελαύνειν τούτου χρὴ τοῦ νυμφῶνος, ὡς οὐκ ἐνὸν μετ’ ἐκείνων εὐσχήμονα εἶναι, πῶς φρονήματος ἀσεβοῦς ἔνδον στρεφομένου τὸ τῆς παρθενίας διασωθῆναι δυνήσεται κάλλος;


ς’. Εἰ γὰρ καὶ τὸ σῶμα αὐτῆς ἀκέραιον μένει, ἀλλ’ ὅμως τὸ κρεῖττον διέφθαρται, τῆς ψυχῆς τὰ νοήματα. Τὶ οὖν ὄφελος ἀφανισθέντος τοῦ ναοῦ τοὺς περιβόλους ἑστάναι; Ἢ ποῖον τὸ κέρδος τοῦ θρόνου μολυνθέντος καθαρὸν εἶναι τοῦ θρόνου τὸν τόπον; Ἡ γὰρ βλασφημία καὶ τὰ φαῦλα ῥήματα τίκτεται μὲν ἔνδον, οὐ μένει δὲ ἔνδον ἐν τῇ ψυχῇ, ἀλλὰ μιαίνει μὲν γλῶτταν διὰ στόματος προφερόμενα, μιαίνει δὲ τὴν δεχομένην ἀκοήν· καὶ καθάπερ δηλητήρια φάρμακα εἰς αὐτὴν ἐμπίπτοντα τὴν ψυχήν, παντὸς σητὸς χαλεπώτερον διατρώγει τὴν ῥίζαν, καὶ μετ’ ἐκείνης καὶ τὸ λοιπὸν ἅπαν ἀπόλλυσι σῶμα. Εἰ τοίνυν παρθενίας ὄρος τὸ καὶ σώματι καὶ πνεύματι εἶναι ἁγίαν, αὕτη δὲ ἐξ ἑκατέρων τῶν μερῶν ἐστι βέβηλος καὶ ἐναγής, πῶς ἂν δύναιτο εἶναι παρθένος; Ἀλλὰ πρόσωπόν μοι δείκνυσιν ὠχρόν, καὶ κατισχνωμένα μέλη, καὶ στολὴν εὐτελῆ, καὶ βλέμμα ἥμερον. Καὶ τὶ τὸ ὄφελος, ὅταν τὸ ἔνδον ὄμμα ἰταμὸν ᾗ; Τὶ γὰρ ἂν γένοιτο τοῦ βλέμματος ἰταμώτερον ἐκείνου τοῦ καὶ τοὺς ἔξωθεν πείθοντος ὀφθαλμοὺς ὡς πονηροῖς προσέχειν τοῖς τοῦ Θεοῦ κτίσμασι; «Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν»· αὕτη δὲ τοῦ λόγου τὴν ἀκολουθίαν ἀντέστρεψε, καὶ τὴν δόξαν ἔξωθεν περικειμένη, τὴν δ’ ἀτιμίαν πᾶσαν ἔνδον ἔχουσα. Τοῦτο γὰρ ἐστι τὸ δεινόν, ὅτι πρὸς μὲν ἀνθρώπους ἐπιείκειαν ἐνδείκνυται πολλήν, πρὸς δὲ τὸν κτίσαντα αὐτὴν Θεὸν πολλῇ κέχρηται τῇ μανίᾳ· καὶ ἡ μηδὲ πρὸς ἄνδρα ἀντιβλέψαι ἀνεχομένη, εἲ γὲ τινὲς εἰσιν ἐν αὐταῖς τοιαῦται, πρὸς τὸν τῶν ἀνθρώπων Δεσπότην ἀναισχύντοις ὀφθαλμοῖς ὁρᾷ, καὶ ἀδικίαν εἰς τὸ ὕψος λαλεῖ· πύξινον αὐταῖς τὸ πρόσωπόν ἐστιν, καὶ θρήνων πολλῶν, ὅτι οὐκ εἰκῆ μόνον, ἀλλὰ καὶ ἐπ’ ὀλέθρῳ καὶ κατὰ τῆς ἑαυτῶν κεφαλῆς τοσαύτην ἀνεδέξαντο ταλαιπωρίαν.


ζ’. Εὐτελὴς ἡ στολή· ἀλλ’ οὐκ ἐν τοῖς ἱματίοις, οὐδὲ ἐν τοῖς χρώμασιν ἡ παρθένια, ἀλλ’ ἐν σώματι καὶ ψυχῇ. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ τὸν μὲν φιλόσοφον οὐκ ἀπὸ τῆς κόμης, οὐδὲ ἀπὸ τῆς βακτηρίας, οὐδὲ ἀπὸ τῆς ἐξωμίδος δοκιμάζομεν, ἀλλ’ ἀπὸ τῶν τρόπων καὶ τῆς ψυχῆς, καὶ τὸν στρατιώτην οὐκ ἀπὸ τῆς χλανίδος, οὐδὲ ἀπὸ τῆς ζώνης, ἀλλ’ ἀπὸ τῆς ῥώμης καὶ τῆς ἀνδρείας, τὴν δὲ παρθένον, πρᾶγμα οὕτω θαυμαστὸν καὶ πάντα ὑπερβαῖνον τὰ ἐν ἀνθρώποις, διὰ τὴν τῶν τριχῶν αὐχμόν, καὶ τὴν τοῦ προσώπου κατήφειαν, καὶ τὸν φαιὸν ἱμάτιον, ἁπλῶς οὕτω καὶ παρέργως εἰς τὴν τοῦ πράγματος καταλέξομεν ἀρετήν, οὐκ ἀποδύσαντες αὐτῆς τὴν ψυχήν, καὶ τὴν ἕξιν αὐτῆς ἐντεῦθεν καταμαθόντες ταύτης νόμους διαταξάμενος. Οὐ γὰρ ἀπὸ τῶν ἱματίων τοὺς εἰς τοῦτον καθιέντας ἑαυτοὺς τὸν ἀγῶνα δοκιμάζειν κελεύει, ἀλλ’ ἀπὸ τῶν δογμάτων καὶ τῆς ψυχῆς. Ὁ γὰρ ἀγωνιζόμενος, φησί, πάντα ἐγκρατεύεται, πάντα τὸ διενοχλοῦντα τὴν τῆς ψυχῆς ὑγίειαν, καί· «Οὐδεὶς στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ». Τίνες οὖν οἱ τῆς ἀθλήσεως ταύτης νόμοι; Ἄκουε πάλιν αὐτοῦ λέγοντος, μᾶλλον δὲ δι’ αὐτοῦ τοῦ τὸν ἀγῶνα θέντος Χριστοῦ· «Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος».


η’. Τὶ οὖν πρὸς ἐμὲ τοῦτο, φησί, τὴν πολλὰ χαίρειν εἰποῦσαν τῷ γάμῳ; Τοῦτο γὰρ σε, ὦ ταλαίπωρε, τοῦτο ἀπολώλεκεν, ὅτι μηδὲν οἴει σοι κοινὸν εἶναι πρὸς τοῦτο τὸ δόγμα. Διὰ τοῦτο ὑπεροψίᾳ ἀμέτρῳ κατὰ τοῦ πράγματος χρησαμένη, εἰς τὴν τοῦ Θεοῦ σοφίαν ἐξύβρισας, καὶ τὴν κτίσιν διέβαλες ἅπασαν. Εἰ γὰρ ἀκάθαρτον ὁ γάμος, ἀκάθαρτα μὲν ἅπαντα τὰ δι’ αὐτοῦ τικτόμενα ζῷα, ἀκάθαρτοι δὲ καὶ ὑμεῖς· οὐ γὰρ ἂν εἴποιμι τὴν τῶν ἀνθρώπων φύσιν. Πῶς οὖν παρθένος ἡ ἀκάθαρτος; Οὗτος γὰρ δεύτερος, μᾶλλον δὲ καὶ τρίτος ὑμῖν μολυσμῶν καὶ ἀκαθαρσίας ἐπινενόηται τρόπος· καὶ αἱ τὸν γάμον ὡς ἐναγῆ φεύγουσαι, αὐτῷ τούτῳ τῷ φεύγειν πάντων γεγόνατε ἐναγέστεραι, παρθενίαν εὑροῦσαι πορνείας μιαρωτέραν. Ποῦ τοίνυν ὑμᾶς τάξομεν; Μετὰ τῶν Ἰουδαίων; Ἀλλ’ οὐκ ἀνέχονται ἐκεῖνοι· καὶ γὰρ τὸν γάμον τιμῶσι, καὶ τοῦ Θεοῦ τὴν δημιουργίαν θαυμάζουσιν. Ἀλλὰ μεθ’ ἡμῶν; Ἀλλ’ οὐκ ἐθέλετε ἀκοῦσαι τοῦ Χριστοῦ λέγοντος διὰ τοῦ Παύλου· «Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος». Λείπεται δὴ μετὰ τῶν Ἑλλήνων ὑμᾶς στῆναι λοιπόν. Ἀλλὰ κἀκεῖνοι παρώσονται πάλιν ὑμᾶς ὡς ἀσεβεστέρους αὐτῶν. Πλάτων μὲν γὰρ φησιν ὅτι ἀγαθὸς ἦν ὁ τόδε τὸ πᾶν συστησάμενος· καὶ ὅτι ἀγαθῷ οὐδενὶ περὶ οὐδενὸς ἐγγίνεται φθόνος· σὺ δὲ αὐτὸν πονηρὸν καλεῖς, καὶ πονηρῶν ἔργων δημιουργόν. Ἀλλὰ μὴ δείσῃς· ἔχεις τοῦ δόγματος κοινωνοὺς τὸν διάβολον καὶ τοὺς ἀγγέλους τοὺς ἐκείνου, μᾶλλον δὲ οὐδὲ ἐκείνους· μὴ γὰρ ἐπειδὴ σὲ τοιαῦτα ἀνέπεισαν μαίνεσθαι, καὶ αὐτοὺς οὕτω διακεῖσθαι νόμιζε. Ὅτι γὰρ ἴσασι τὸν Θεὸν ἀγαθόν, ἄκουσον βοώντων αὐτῶν, νῦν μέν, «Οἴδαμέν σε τὶς εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ»· νῦν δέ, «Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσιν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας». Ἒτ’ οὖν παρθενίας μνησθήσεσθε καὶ ἐπὶ τῷ πράγματι φιλοτιμήσεσθε, ἀλλ’ οὐκ ἀπελθόντες κλαύσετε ἑαυτοὺς καὶ θρηνήσετε τῆς ἀνοίας, δι’ ἧς ὑμᾶς ὁ διάβολος ὥσπερ αἰχμαλώτους δήσας εἰς τὸ τῆς γεέννης εἵλκυσε πῦρ; Οὐχ ὡμίλησας γάμοις; Ἀλλ’ οὐδέπω τοῦτο παρθένος. Τὴν γὰρ κυρίαν τοῦ γαμηθῆναι γενομένην, εἶτα οὐχ ἑλομένην, ταύτην ἂν εἴποιμι παρθένον ἐγώ· ὅταν δὲ τῶν κεκωλυμένων τὸ πρᾶγμα εἶναι φῇ, οὐκέτι τῆς σῆς προαιρέσεως τὸ κατόρθωμα γίνεται, ἀλλὰ τῆς ἀνάγκης τοῦ νόμου. Διὰ τοῦτο Πέρσας μὲν μὴ μητρογαμοῦντας θαυμάζομεν, Ρωμαίους δὲ οὐκέτι· ἐνταῦθα μὲν γὰρ ἅπασιν ἐφεξῆς τὸ πρᾶγμα βδελυρὸν εἶναι δοκεῖ, ἐκεῖ δὲ ἡ τῶν ταῦτα τολμώντων ἀδείᾳ τοὺς τῶν τοιούτων ἀπεχομένους μίξεων ἐπαινεῖσθαι πεποίηκε. Κατὰ τὴν αὐτὸν δὴ λόγον καὶ ἐπὶ τοῦ γάμου τὴν ἐξέτασιν ποιήσασθαι χρή. Ἡμεῖς μὲν γὰρ ἐπειδὴ τὸ πρᾶγμα πᾶσιν ἐφεῖται παρ’ ἡμῖν, εἰκότως τοὺς μὴ γαμοῦντας θαυμάζομεν· ὑμεῖς δὲ εἰς τὴν τῶν χειρόνων αὐτὸ τάξιν ὤσαντες, οὐκὲτ’ ἂν δύναισθε τῶν ἀπὸ τοῦ πράγματος ἀντιποιεῖσθαι ἐπαίνων. Τὸ γὰρ τῶν ἀπηγορευμένων ἀπέχεσθαι, οὔπω γενναίας καὶ νεανικῆς ψυχῆς. Τελείας γὰρ ἀρετῆς οὐ τὸ ταῦτα μὴ πράττειν ἃ πράξαντες παρὰ πᾶσιν εἶναι δόξομεν κακοί, ἀλλὰ τὸ ἐν τούτοις ἔνια λαμπρούς, ἃ μήτε τοὺς μὴ ἑλομένους ἀφίησι διὰ τοῦτο κακίζεσθαι, τοὺς τε ἑλομένους καὶ κατορθώσαντας οὐ μόνον τῆς τῶν φαύλων ἀπαλλάττει δόξης, ἀλλὰ καὶ εἰς τὴν τῶν ἀγαθῶν ἐγκρίνει τάξιν. Ὥσπερ γὰρ τοὺς εὐνούχους οὐδεὶς ἂν ἐπαινέσειεν εἰς παρθενίας λόγον, ὅτι μὴ γαμοῦσιν, οὕτως οὐδὲ ὑμᾶς. Ὃ γὰρ ἐκείνοις ἡ τῆς φύσεως ἀνάγκη, τοῦτο ὑμῖν ἡ τῆς πονηρᾶς συνειδήσεως πρόληψις γέγονε· καὶ καθάπερ τοὺς εὐνούχους ἡ τοῦ σώματος πήρωσις τῆς ἐπὶ τῷ πράγματι φιλοτιμίας ἐξέβαλεν, οὕτως ὑμᾶς ὁ διάβολος, τῆς φύσεως ὑμῖν ἀκεραίου μενούσης, τοὺς ὀρθοὺς περικόψας λογισμούς, καὶ οὕτως εἰς τὴν ἀνάγκην τοῦ μὴ γαμεῖν καταστήσας, κατατείνει μὲν τοῖς πόνοις, τιμᾶσθαι δὲ οὐκ ἀφίησι. Κωλύεις γαμεῖν; Διὰ τοῦτο τοῦ μὴ γαμεῖν οὐ κείσεταί σοι μισθός, ἀλλὰ καὶ τιμωρία καὶ κόλασις.


θ’. Σὺ δέ, φησίν, οὐ κωλύεις; Ἄπαγε, μὴ ποτε τὰ αὐτὰ σοι μανείην. Πῶς οὖν, φησί, παρακαλεῖς μὴ γαμεῖν; Ὅτι πείθομαι πολλῷ τιμιωτέραν εἶναι τοῦ γάμου τὴν παρθενίαν· οὐ μὴν διὰ τοῦτο ἐν τοῖς πονηροῖς τὸν γάμον τίθεμαι, ἀλλὰ καὶ λίαν αὐτὸν ἐπαινῶ. Λιμὴν γὰρ ἐστι σωφροσύνης τοῖς βουλομένοις αὐτῷ χρῆσθαι καλῶς, οὐκ ἀφιεὶς ἀγριαίνειν τὴν φύσιν. Ἀντὶ γὰρ προβόλων προστήσας τὴν ἔννομον μίξιν, καὶ ταύτῃ τὰ τῆς ἐπιθυμίας δεχόμενος κύματα, ἐν γαλήνῃ πολλῇ καθίστησιν ὑμᾶς καὶ διατηρεῖ. Ἀλλ’ εἰσὶ τινες οἱ μὴ δεόμενοι ταύτης τῆς ἀσφαλείας, ἀλλ’ ἀντὶ ταύτης νηστείαις, ἀγρυπνίαις, χαμευνίαις, τῇ λοιπῇ σκληραγωγίᾳ τιθασσεύουσι τὴν τῆς φύσεως μανίαν· τούτοις παραινῶ μὴ γαμεῖν, οὐ κώλυεν γαμεῖν. Πολὺ δὲ τούτου κἀκείνου τὸ μέσον, καὶ τοσοῦτον, ὅσον ἀνάγκης καὶ προαιρέσεως τὸ διάφορον. Ὁ μὲν γὰρ συμβουλεύων ἀφίησι τὸν ἀκούοντα κύριον εἶναι τῆς τῶν πραγμάτων αἱρέσεως ὑπὲρ ὧν ποιεῖται τὴν συμβουλήν· ὅδε κωλύων παραιρεῖται καὶ αὐτὴν τὴν ἐξουσίαν αὐτοῦ. Πρὸς τούτοις ἐγὼ μὲν παραινῶν οὐ κακίζω τὸ πρᾶγμα, οὐδὲ τοῦ μὴ πεισθέντος κατηγορῶ· σὺ δὲ διαβάλλων αὐτό, καὶ φαῦλον εἶναι λέγων, καὶ τὴν τοῦ νομοθετοῦντος, ἀλλ’ οὐ τὴν τοῦ συμβουλεύοντος τάξιν ἁρπάζων, εἰκότως τοὺς μὴ πειθομένους μισεῖς· ἀλλ’ οὐκ ἐγώ, ἀλλὰ θαυμάζω μὲν τοὺς εἰς τοῦτον ἀπογραψαμένους τὸν ἀγῶνα, οὐ κατηγορῶ δὲ τὴν ἔξω τῆς ἀθλήσεως μενόντων. Κατηγορίᾳ γὰρ τότε ἂν γένοιτο δικαίως, ὅταν τις πρὸς τὸ ὡμολογημένον ῥέψῃ κακόν· ὁ δὲ τὸ ἔλαττον μὲν ἔχων ἀγαθὸν τοῦ μείζονος δὲ οὐκ ἐφικνούμενος, τοῦ μὲν ἐπαινεῖσθαι μετ’ ἐκείνου καὶ θαυμάζεσθαι ἀπεστέρηται, κατηγορεῖσθαι δὲ οὐκ ἂν εἴη δίκαιος. Πῶς οὖν κωλύω γαμεῖν, τῶν γαμούντων μὴ κατηγορῶν; Πορνεύειν κωλύω καὶ μοιχεύειν, γαμεῖν δὲ οὐδέποτε. Καὶ τοὺς μὲν ἐκεῖνα τολμῶντας κολάζω, καὶ τοῦ πληρώματος ἀπελαύνω τῆς ἐκκλησίας, τοὺς δὲ τοῦτο ποιοῦντας, εἰ σωφρονοῦσι, καὶ ἐπαινῶν διατελῶ. Οὕτω γὰρ δύο γίνεται τὰ κέρδη, ἓν μὲν τὸ μὴ διαβάλλειν τὴν τοῦ Θεοῦ δημιουργίαν, δεύτερον δὲ τὸ μὴ καθαιρεῖν τὸ τῆς παρθενίας ἀξίωμα, ἀλλὰ πολλῷ σεμνοτέραν ἀποφαίνειν αὐτήν.

Εισαγωγή και πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία , επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
 http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |