ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Περί παρθενίας Λόγοι Ξ΄ - ΞΘ'

Πέμπτη 2 Ιουνίου 2016

Περί παρθενίας Λόγοι Ξ΄ - ΞΘ'




Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί παρθενίας Λόγοι  Ξ΄ - ΞΘ' 



ξ’. Οὔτε δὲ τὸ πενίᾳ συζῆν καθάπερ ἐπὶ τοῦ γάμου παραβλάψαι δύναιτ’ ἂν αὐτήν, ἀλλὰ καὶ μᾶλλον ποθεινοτέραν τῷ νυμφίῳ τὴν ἑκοῦσαν τοῦτο ὑπομένουσαν ποιεῖ, οὔτε τὸ ἐκ ταπεινῶν γεγονέναι, οὔτε τὸ μὴ διαλάμπειν τὴν τοῦ σώματος ὥραν, οὔτε ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ τὶ λέγω ταῦτα; Κἂν γὰρ μηδὲ ἐλευθέρα οὖσα τύχῃ, οὐδὲ τοῦτο αὐτὴν λυμαίνεται τὴν μνηστείαν, ἀλλ’ ἀρκεῖ ψυχὴν ἐπιδείξασθαι καλήν, καὶ τῶν πρωτείων τυχεῖν. Οὐκ ἔστιν ἐκεῖ φοβηθῆναι ζηλοτυπίαν, οὐκ ἔστιν ἀλγήσαι διαφθονουμένην ἑτέρᾳ γυναικὶ ὡς λαμπροτέρῳ συνεζευγμένῃ ἀνδρί. Οὐ γὰρ ἐστιν ὅμοιος αὐτῷ οὐδὲ ἴσος οὐδείς, ἀλλ’ οὐδὲ κατὰ μικρὸν ἐγγύς· ἐν δὲ τῷ γάμῳ κἂν τῶν σφόδρα πλουτούντων καὶ μεγάλα δυνάμενων ἔχῃ τις ἄνδρα, ἀλλ’ ὅμως δύναιτ’ ἂν ἑτέραν εὑρεῖν πολλῷ μείζονα ἔχουσαν. Οὐχ ὡς ἔτυχε δὲ ἐλαττοῖ τὴν ἐκ τῆς τῶν ἡττόνων ὑπεροχῆς ἡδονὴν ἡ τῶν μειζόνων ὑπερβολή. Ἀλλ’ ἡ πολλὴ τρυφὴ τῶν χρυσίων καὶ τῶν ἱματίων καὶ τῆς τραπέζης καὶ τῆς ἄλλης ἀδείας ἱκανὴ δελεάσαι ψυχὴν καὶ ἐφελκύσασθαι; Καὶ πόσαι τούτων ἀπολαύουσι γυναῖκες; Τὸ γὰρ πλεῖστον τῶν ἀνθρώπων μέρος πενίᾳ συζῇ καὶ ταλαιπωρίαις καὶ πόνοις. Εἰ δὲ τινες εἶεν αἱ τούτων μετέχουσαι, σφόδρα μὲν ὀλίγαι καὶ εὐαρίθμητοι, καὶ αὗται δὲ παρὰ τὸ τῷ Θεῷ δοκοῦν· οὐδενὶ γὰρ ἐφίεται ἐν τούτοις τρυφᾷν, ὡς καὶ ἀπεδείξαμεν ἐν τοῖς πρόσθεν λόγοις.




ξα’. Πλὴν ἀλλὰ θῶμεν πάλιν τῷ λόγῳ καὶ ταύτην συγχωρεῖσθαι τὴν τρυφήν, καὶ μήτε τὸν προφήτην, μήτε τὸν Παῦλον ἀπεχθάνεσθαι πρὸς τὰς χλιδώσας τῶν γυναικῶν· τὶ τὸ ὄφελος τῶν πολλῶν χρυσίων; Ἕτερον μὲν οὐδέν, βασκανία δὲ καὶ φροντὶς καὶ φόβος οὐχ ὁ τυχών. Οὐ γὰρ μόνον ὅταν εἰς τὸ κιβώτιον αὐτὰ ἀποθῶνται, οὐδὲ νυκτὸς καταλαβούσης μόνον ταράττονται ταῖς φροντίσιν, ἀλλὰ καὶ ὅταν αὐτὰ περικέωνται, καὶ ὅταν ἡμέρα ᾗ, τὴν αὐτὴν ὑπομένουσι μέριμναν, μᾶλλον δὲ καὶ χαλεπωτέραν. Καὶ γὰρ ἐν βαλανείοις καὶ ἐκκλησίαις παραγίνονται δὲ πολλάκις χωρὶς ὑπὸ τοῦ πλήθους ὠθούμεναι καὶ πιεζόμεναι αἱ χρυσοφοροῦσαι οὐδὲ αἰσθάνονται ἐκπεσόντος αὐταῖς τῶν χρυσίων τινός. Οὕτω γοῦν πολλαὶ οὐ ταῦτα μόνον, ἀλλὰ πολλῷ τούτων ἔτι τιμιώτερα περιδέραια ἀπὸ τιμίων συγκείμενα λίθων διασπασθέντα καὶ ἐκπεσόντα ἀπώλεσαν.


ξβ’. Πλὴν ἀλλὰ μηδὲ οὗτος ἔστω ὁ φόβος, ἀλλὰ καὶ αὕτη ἐξῃρήσθω ἡ φροντίς, τὶ τὸ ὄφελος; Εἶδεν ἕτερος, φησί, καὶ ἐθαύμασεν. Ἀλλὰ σὺ τὴν περικειμένην, ἀλλὰ τὰ περικείμενα, ἐκείνην δὲ διὰ ταῦτα καὶ ἐκάκισε πολλάκις, ὥσπερ παρὰ τὴν ἀξίαν κοσμουμένην αὐτοῖς. Ἂν μὲν γὰρ εὔμορφος ᾗ, λυμαίνεται τῷ κάλλει τῆς φύσεως· ὁ πολὺς γὰρ κόσμος ἐκεῖνος οὐκ ἀφίησιν αὐτὸ φαίνεσθαι γυμνὸν τὸ πλεῖστον αὐτοῦ μέρος ἀφαιρούμενος· ἐὰν δὲ ἄμορφος ᾗ καὶ δυσειδής, ἀτερπεστέραν ἀπέδειξεν οὕτω μᾶλλον αὐτήν. Ἡ γὰρ ἀμορφία πανταχοῦ καθ’ ἑαυτὴν μὲν φαινομένη ὅσον ἐστὶ φαίνεται μόνον· ὅταν δὲ αὐτῇ παραβάλληται λίθων λαμπρότης καὶ ἑτέρας τινὸς ὕλης κάλλος, ἐπιτείνεται εἰς δυσειδίαν μειζόνως. Τὸ τε γὰρ τοῦ σώματος μέλαν πολλῷ μελάντερον δείκνυσιν ἐπικείμενον τοῦ μαργαρίτου τὸ φῶς καὶ ὥσπερ ἐν σκότῳ στίλβον, τὸ τε τοῦ προσώπου δυσδιάπλαστον τὰ τῶν ἱματίων ἄνθη πολὺ κάκιον ἀποφαίνει, οὐκ ἀφιέντα καθ’ ἑαυτὸν ἀγωνίζεσθαι τὸν τῆς ὄψεως τύπον παρὰ τοῖς θεαταῖς, ἀλλὰ πρὸς τὸ χειροποίητον ἐκεῖνο καὶ ἀμήχανον κάλλος, ὅθεν ἡ μείζων ἧττα γίνεται. Ὁ γὰρ διεσπαρμένος ἐν τοῖς ἱματίοις χρυσός, καὶ ἡ πολλὴ τῶν τὰ τοιαῦτα ἐργαζομένων ποικιλία, καὶ ὁ λοιπὸς κόσμος ἅπας, καθάπερ τις ἀθλητὴς γενναῖος εὐεκτῶν καὶ σφριγῶν ψωραλέον τινὰ καὶ αἰσχρὸν καὶ λιμώττοντα δόξαν τῆς περικειμένης καταβαλὼν πρὸς ἑαυτὸν ἐπισπᾶται τοὺς θεατάς, ἐκείνη μὲν καταγελᾶσθαι μειζόνως, αὐτὸν δὲ μεθ’ ὑπερβολῆς θαυμάζεσθαι παρασκευάζων.


ξγ’. Ἀλλ’ οὐχ ὁ παρθενίας κόσμος τοιοῦτος. Οὐ γὰρ λυμαίνεται τῇ περικειμένῃ, ἐπειδὴ μηδ’ ἔστι σωματικός, ἀλλὰ τῆς ψυχῆς ὅλος· καὶ διὰ τοῦτο, ἂν τε δυσειδὴς ᾗ, μετάβαλε τὴν δυσειδίαν εὐθέως κάλλος περιθεὶς ἀμήχανον, ἂν τε ὡραία καὶ φαιδρά, λαμπροτέραν εἰργάσατο. Οὐ γὰρ λίθοι καὶ χρυσός, οὐδὲ ἱματίων πολυτελείᾳ, οὐδὲ χρωμάτων πολυτελῆ ἄνθη διάφορα, οὐδὲ ἄλλο τοιοῦτον οὐδὲν τῶν φθαρτῶν ἐκείνων κοσμεῖ τὰς ψυχάς, ἀλλ’ ἀντὶ τούτων νηστείαι, παννυχίδες ἱεραί, πραότης, ἐπιεικείᾳ, πενία, ἀνδρεία, ταπεινοφροσύνῃ, καρτερία, πάντων ἁπλῶς τῶν ἐν τῷ παρόντι βίῳ πραγμάτων ὑπεροψία. Καὶ γὰρ ὀφθαλμὸς αὐτῇ οὕτω μὲν καλὸς καὶ εὐπρεπής, ὡς ἀντὶ ἀνθρώπων τὰς ἀσωμάτους δυνάμεις καὶ τὸν τούτων Δεσπότην ἔχειν ἐραστήν· οὕτω δὲ καθαρὸς καὶ διειδής, ὡς ἀντὶ τῶν σωματικῶν τὰ ἀσώματα κάλλη δύνασθαι καθορᾶν· οὕτω δὲ ἥμερος καὶ γαληνός, ὡς μηδὲ πρὸς τοὺς ἀδικοῦντας καὶ συνεχῶς λυποῦντας ἀγριαίνειν καὶ διανίστασθαι, ἀλλὰ καὶ πρὸς τούτους ἡδὺ καὶ μείλιχον ὁρᾷν. Κοσμιότης δὲ αὐτῇ τοσαύτη περίκειται, ὡς καὶ τοὺς ἀκολάστους αἰσχύνεσθαι καὶ ἐρυθριᾶν καὶ τῆς οἰκείας ἐνδιδόναι μανίας, ὅταν πρὸς αὐτὴν ἴδωσιν ἀκριβῶς. Ὥσπερ δὲ γυναικὶ κοσμίᾳ τὴν διακονουμένην θεράπαιναν καὶ αὐτὴν εἶναι τοιαύτην οὕτω φιλοσοφούσης ψυχῆς πρὸς τὰ ἐκείνης κινήματα καὶ τὰς οἰκείας ἀνάγκη ῥυθμίζειν ὁρμάς. Καὶ γὰρ ὀφθαλμός, καὶ γλῶττα, καὶ σχῆμα, καὶ βάδισις, καὶ πάντα ἁπλῶς πρὸς τὴν ἔνδον εὐταξίαν χαρακτηρίζεται· καὶ καθάπερ μύρον βαρύτιμον, κἂν εἰς ἄγγος ἀποκλείηται, τὸν ἀέρα τῆς οἰκείας ἀναχρῶσαν εὐωδίας, οὐ τοὺς ἔνδος καὶ πλησίον ἑστῶτας μόνον, ἀλλὰ καὶ τοὺς ἔξω πάντας ἐμπίπλησι τῆς ἡδονῆς· οὕτω καὶ ἡ τῆς παρθενικῆς ψυχῆς εὐωδία ταῖς αἰσθήσεσι περιῤῥέουσα ἐνδείκνυται τὴν ἔνδον ἀποκειμένην ἀρετήν, καὶ τὰς χρυσᾶς τῆς εὐκοσμίας ἐπιβάλλουσα πᾶσιν ἡνίας ἐν πολλῇ τῶν ἵππων ἕκαστον εὐρυθμίᾳ διατηρεῖ, καὶ οὔτε τὴν γλῶτταν ἀφίησιν ἀπηχὲς τι καὶ ἀνάρμοστον φθέγξασθαι, οὔτε τὸν ὀφθαλμὸν μόνον ἀναισχύντως καὶ ὑπόπτως ἐνιδεῖν, οὔτε τὴν ἀκοὴν δέξασθαι τι τῶν οὐ προσηκόντων μελῶν. Καὶ ποδῶν δὲ αὐτῇ μέλει, ὥστε μὴ ἄτακτα βαδίζειν καὶ διατεθρυμμένα, ἀλλ’ ἄπλασιόν τινα καὶ ἀνεπιτήδευτον ἔχειν τὴν βάδισιν· καὶ τὸν ἀπὸ τῶν ἱματίων δὲ καλλωπισμὸν περικόψασα καὶ τῷ προσώπῳ παραινεῖ συνεχῶς μὴ διαχεῖσθαι τῷ γέλωτι, ἀλλὰ μηδὲ ἠρέμα μειδιᾶν, ἀλλ’ ἐπισκύνιον αἰδέσιμον ἀεὶ καὶ αὐστηρὸν ἐπιδείκνυσθαι, καὶ πρὸς δάκρυα παρεσκευάσθαι διαπαντός, πρὸς γέλωτε δὲ μηδέποτε.


ξδ’. Ὅταν δὲ δακρύων ἀκούσῃς, μηδὲν ὑποπτεύσῃς σκυθρωπόν· τοσαύτην γὰρ ἔχει τὰ δάκρυα ἐκεῖνα τὴν ἡδονήν, ὅσην οὐδὲ ὁ γέλως τοῦ κόσμου τούτου. Εἰ δὲ ἀπιστεῖς, ἄκουσον τοῦ Λούκα λέγοντος, ὅτι μαστιχθέντες οἱ ἀπόστολοι ἀνεχώρουν ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες· καίτοι γε οὐ τοιαύτη τῶν μαστίγων ἡ φύσις· οὐ γὰρ ἡδονὴν καὶ χαράν, ἀλλ’ ὀδύνην καὶ πόνον ἐργάζεσθαι εἴωθεν. Ἀλλ’ ἡ μὲν τῶν μαστίγων φύσις οὐ τοιαύτη, ἡ δὲ εἰς Χριστὸν πίστις τοιαύτη, ὡς καὶ τῆς φύσεως αὐτῆς τῶν πραγμάτων κρατεῖν. Εἰ δὲ μάστιγες ἡδονὴν ἔτεκον διὰ τὸν Χριστόν, τὶ θαυμαστὸν εἰ καὶ τὰ δάκρυα τὸ αὐτὸ ἐργάζεται διὰ τὸν αὐτόν; Διὰ τοῦτο ἣν στενὴν καὶ τεθλιμμένην ἐκάλεσεν ὁδόν, ταύτην πάλιν καλεῖ καὶ ζυγὸν χρηστὸν καὶ φορτίον ἐλαφρόν. Τῇ μὲν γὰρ φύσει τὸ πρᾶγμα τοιοῦτόν ἐστι, τῇ δὲ τῶν κατορθούντων προαιρέσει καὶ ταῖς ἐλπίσι ταῖς χρησταῖς σφόδρα γίνεται κοῦφον. Διὸ τῆς εὐρυχώρου καὶ πλατείας τὴν στενὴν καὶ τεθλιμμένην μετὰ πλείονος ἂν τις ἴδοι προσθυμίας ὁδεύοντας τοὺς ἑλομένους αὐτήν, οὐ διὰ τὸ μὴ θλίβεσθαι, ἀλλὰ διὰ τὸ τῶν θλίψεων ἀνωτέρους εἶναι, καὶ μηδὲν πάσχειν ὑπ’ αὐτῶν, οἷον καὶ τοὺς ἄλλους εἰκός. Ἔχει μὲν γὰρ θλίψεις καὶ οὗτος ὁ βίος, ἀλλ’ ὅταν αὐτὰς πρὸς τὰς τοῦ γάμου παραβάλωμεν, οὐδὲ θλίψεις χρὴ καλεῖν.


ξε’. Τὶ γάρ, εἰπὲ μοι, παρὰ πάντα τὸν βίον ἡ παρθένος ὑπομένει τοιοῦτον, οἷον καθ’ ἕκαστον ὡς εἰπεῖν ἐνιαυτὸν ἡ γεγαμημένη, ὠδῖσι καὶ οἰμωγαῖς διακοπτομένη; Τοσαύτη γὰρ τῆς ἀλγηδόνος ταύτης ἡ τυραννίς, ὡς καὶ τὴν θείαν Γραφὴν ἡνίκα ἂν αἰχμαλωσίαν, καὶ λιμόν, καὶ λοιμόν, καὶ τὰ ἀφόρητα τῶν κακῶν αἰνίττεσθαι βούληται, ὠδῖνας πάντα τὰ τοιαῦτα καλεῖν. Καὶ ὁ Θεὸς δὲ ἀντὶ τιμωρίας αὐτὸ καὶ ἀρᾶς ἐπέθηκε τῇ γυναικί· οὐ τὸ τίκτειν λέγω, ἀλλὰ τὸ οὕτω τίκτειν, μετὰ πόνων καὶ ὠδίνων· «Ἐν λύπαις γάρ, φησί, τέξῃ τέκνα». Ἡ δὲ παρθένος ἀνωτέρω ταύτης ἕστηκε τῆς ὠδῖνος καὶ τῆς ἄρας· ὁ γὰρ τὴν ἀπὸ τοῦ νόμου κατάραν λύσας καὶ ταύτην ἔλυσε μετ’ ἐκείνης.


ξς’. Ἀλλὰ τὸ περιφέρεσθαι ἐπὶ τῆς ἀγορὰς ἐπὶ ἡμιόνων ἡδύ. Τῦφος τοῦτο περιττὸς μόνον, ἡδονῆς δὲ ἀπεστέρηται πάσης· καὶ ὥσπερ οὔτε σκότος τοῦ φωτὸς ἄμεινον, οὐδὲ τὸ συγκεκλεῖσθαι τοῦ λελύσθαι, οὔτε τὸ πολλῶν χρῄζειν τοῦ μηδενός, οὕτως οὐδὲ αὐτὴ τοῖς οἰκείοις ποσὶ μὴ κεχρημένη ἄμεινον διακείσεται. Τὰς γὰρ ἀηδίας ὅσας ἐκ τούτων ὑπομένειν ἀνάγκη παρίημι. Καὶ γὰρ οὐχ ὅτε βούλεται ἔξεστιν αὐτὴν τῆς οἰκίας προελθεῖν, ἀλλὰ καὶ πολλάκις χρησίμου τινὸς κατεπειγούσης ἐξόδου οἶκοι μένειν ἀναγκάζεται, καθάπερ τῶν ἐπαιτῶν οἱ τοὺς πόδας ἀποτετμημένοι καὶ οὐκ ἔχοντες ὅτῳ φέροιντο. Κἂν μὲν ὁ ἀνὴρ τύχῃ τὰς ἡμιόνους ἀπασχολήσας, μικροψυχία καὶ μάχη καὶ πολλὴ παρασιώπησις· ἂν δὲ αὐτὴ μηδὲν τῶν μελλόντων προορωμένη τὸ αὐτὸ τοῦτο ἐργάσηται, τὸν ἄνδρα ἀφεῖσα καθ’ ἑαυτῆς τρέπει τὸν θυμόν, διατρώγουσα συνεχῶς ὑπὸ τῆς ἐπηρείας ἑαυτήν. Καὶ πόσῳ βέλτιον ἦν τοῖς ποσὶ κεχρημένην (διὰ γὰρ τοῦτο ἡμῖν αὐτοὺς ἐποίησεν ὁ Θεός) μηδὲν τούτων ὑπομένειν τῶν δεινῶν, ἢ βουλομένην θρύπτεσθαι τοσαύτας ἔχειν λύπης καὶ μικροψυχίας ἀνάγκας! Οὐδὲ γὰρ αὗται μόναι ἃ προφάσεις αὐτὰς οἶκοι κατέχουσιν, ἀλλὰ κἂν ἀλγήσαι τοὺς πόδας τύχῃ, ἂν τε ἀμφοτέρας τὰς ἡμιόνους, ἂν τὲ θατέραν, τὸ αὐτὸ γίνεται· καὶ ὅταν δὲ εἰς πόαν ἀφεθῆναι συμβῇ (συμβαίνει δὲ τοῦτο καθ’ ἕκαστον ἐνιαυτὸν καὶ ἐπὶ πολλαῖς ἡμέραις), ἀνάγκη πάλιν οἶκοι μένειν ὥσπερ δεδεμένην, καὶ μηδὲ χρείας καλούσης ἀναγκαίας ἐξιέναι τῆς οἰκίας. Εἰ δὲ λέγει τις, ὅτι τοῦ πλήθους ἀπήλλακται τῶν ἐντυγχανόντων οὐκ ἀναγκαζομένη καθ’ ἕκαστον τῶν γνωρίμων ὁρᾶσθαι καὶ ἐρυθριᾷν, σφόδρα ἀγνοεῖν μοι δοκεῖ καὶ τὰ ἀπαλλάττοντα καὶ τὰ περιβάλλοντα τὴν γυναικείαν φύσιν τὴν αἰσχύνην. Οὔτε γὰρ τὸ φαίνεσθαι, οὔτε τὸ κρύπτεσθαι τοῦτο ποιεῖ, ἀλλὰ τὸ μὲν ἡ κατέχουσα τὴν ψυχὴν ἔνδον προπέτεια, τὸ δὲ ἡ σωφροσύνη καὶ ἡ αἰδώς. Διὰ ταῦτα καὶ τῶν ἀπηλλαγμένων τῆς εἰρκτῆς ἐκείνης πολλαὶ καὶ διὰ μέσου τοῦ πλήθους ἐπὶ τῆς ἀγορᾶς βαδίζουσαι οὐ μόνον οὐκ ἐπεσπάσαντο κατηγόρους, ἀλλὰ καὶ πολλοὺς ἔσχον τῆς σωφροσύνης τοὺς θαυμαστάς, καὶ διὰ τοῦ σχήματος, καὶ διὰ τοῦ βαδίσματος, καὶ διὰ τοῦ τῶν ἱματίων ἀνεπιτηδεύτου τῆς ἔνδον κοσμιότητος ἀφιεῖσαι τὴν ἀκτῖνα λαμπράν· οὐκ ὀλίγαι δὲ τῶν ἔνδον καθημένων πονηρὰ δόξῃ περιέβαλον ἑαυτάς. Ἔνεστι γὰρ καὶ συγκεκλεισμένην μᾶλλον τῶν φαινομένων τοῖς βουλομένοις ἐπιδείκνυσθαι μετὰ πολλῆς τῆς προπετείας καὶ τῆς ἰταμότητος.


ξζ’. Ἀλλ’ ἴσως τὸ τῶν θεραπαινίδων πλῆθος ἡδύ. Ταύτης μὲν οὐδὲν χεῖρον τῆς ἡδονῆς, τοσαύτας ἔχει τὰς φροντίδας· ἀνάγκη γὰρ ἐφ’ ἑκάστῃ καὶ ἀῤῥωστούσῃ καὶ τελευτώσῃ ταράττεσθαι καὶ ἀθυμεῖν. Ἀλλὰ ταῦτα μὲν ἴσως φορητά, καὶ τὰ τούτων ἔτι χαλεπώτερα, οἷον τὸ καθ’ ἑκάστην διατείνεσθαι τὴν ἡμέραν ῥαθυμίαν ἐπιστρέφουσαν, κακουργίαν ἐγκόπτουσαν, ἀχαριστίας παύουσαν, τὴν ἄλλην πᾶσαν αὐτῶν κακίαν παιδαγωγοῦσαν· τὸ δὲ πάντων χαλεπώτερον, ὅπερ μάλιστα ἐν τῷ πλήθει τῆς τοιαύτης θεραπείας συμβαίνειν εἴωθεν, ὅταν ἐν τῇ τῷ θεραπαινίδων ἐκείνων ἀγέλῃ εὐπρεπὴς τις οὖσα τύχῃ. Ἀνάγκη γὰρ τοῦτο πάντως ἐν τῷ πλήθει συμπεσεῖν· οὐδὲ γὰρ ὥστε πολλὰς κτήσασθαι μόνον, ἀλλ’ ὥστε καὶ εὐειδεῖς ἐξ ἴσης οἱ πλουτοῦντες σπουδάζουσιν. Ὅταν οὖν συμβῇ τινα διαλάμπειν ἐν αὐταῖς, ἂν τε ἕλη τὸν δεσπότην τῷ φίλτρῳ, ἂν τε μηδὲν περαιτέρω τοῦ θαυμασθῆναι ἰσχύσῃ, τὰ τῆς ὀδύνης ἴσα γίνεται τῇ δεσποίνῃ παρευδοκιμουμένῃ, εἰ καὶ μὴ τῷ πόθῳ, ἀλλὰ τῇ τοῦ σώματος ὥρᾳ καὶ τῷ θαύματι. Ὅταν οὖν τὰ δοκοῦντα εἶναι παρ’ αὐτοῖς λαμπρὰ καὶ ζηλωτὰ τοσαύτας ἔχῃ τὰς θλίψεις, τὶ ἂν τις εἴποι περὶ τῶν λυπηρῶν;


ξη’. Ἀλλ’ οὐχ ἡ παρθένος ὑπομένει τούτων οὐδέν, ἀλλ’ ἀπήλλακται ταραχῆς τὸ σωμάτιον, καὶ κραυγὴ πᾶσα ἐκποδὼν ἀπελήλαται· ὥσπερ δὲ ἐν εὐδιεινῷ λιμένι σιγὴ πάντα κατέχει τὰ ἔνδον, καὶ τῆς σιγῆς πλείων ἑτέρα ἀταραξία τὴν ψυχήν, ἅτε ἀνθρώπινον μὲν οὐδὲν μεταχειρίζουσαν, διαπαντὸς δὲ τῷ Θεῷ διαλεγομένην, καὶ πρὸς αὐτὸν ἀτενέστερον ὁρῶσαν. Τὶς ἂν οὖν ταύτην ἀναμετρήσειε τὴν ἡδονήν; Ποῖος λόγος τὴν εὐφροσύνην τῆς οὕτω διακειμένης παραστήσειε ψυχῆς; Οὐκ ἔστιν οὐδείς· ἀλλ’ οἱ τοῦ Κυρίου κατατρυφῶντες, αὐτοὶ μόνοι τὸ μέγεθος ἴσασι ταύτης τῆς τρυφῆς, καὶ πῶς πᾶσαν σύγκρισιν ἐκ πολλοῦ τοῦ περιόντος νικᾷ. Ἀλλ’ ὁ πολὺς ἄργυρος ὁρώμενος πανταχοῦ πολλὴν παρέχει τὴν τέρψιν τοῖς ὀφθαλμοῖς. Καὶ πόσῳ βέλτιον εἰς τὸν οὐρανὸν ἐνορᾶν, καὶ πολλῷ μείζονα ἐκεῖθεν καρποῦσθαι τὴν ἡδονήν; Ὅσον γὰρ ὁ χρυσὸς κασσιτέρου καὶ μολύβδου, τοσοῦτον ὁ οὐρανὸς χρυσοῦ καὶ ἀργύρου καὶ πάσης ὕλης λαμπρότερός τε ἐστι καὶ φαιδρότερος· καὶ αὕτη μὲν χωρὶς φροντίδος ἡ θεωρία, ἐκείνη δὲ μετὰ πολλῆς τῆς μερίμνης, ὃ μάλιστα πανταχοῦ ταῖς ἐπιθυμίαις λυμαίνεται. Ἀλλ’ οὐ βούλει τὸν οὐρανὸν ἰδεῖν; Ἔξεστί σοι τὸν ἐπὶ τῆς ἀγορᾶς κείμενον ἄργυρον ἰδεῖν. Πρὸς ἐντροπὴν ὑμῖν λέγω, κατὰ τὸν μακάριον Παῦλον, ἐπειδὴ οὕτως ἐπτόησθε πρὸς τὸν τῶν χρημάτων ἔρωτα. Ἀλλ’ οὐκ ἔχω τὶ εἰπεῖν. Πολλὴ γὰρ με ἐνταῦθα κατέσχεν ἀπορία, καὶ οὐ δύναμαι συνιδεῖν, πόθεν ἅπαν, ὡς εἰπεῖν, τὸ τῶν ἀνθρώπων γένος, ὅταν μὲν ἐξῇ, μετ’ εὐκολίας καὶ ἀνέσεως τέρπεσθαι, οὐδὲ ἡδονὴν τὸ πρᾶγμα τίθενται, ἐν δὲ τῷ φροντίζειν καὶ περισπᾶσθαι καὶ μεριμνᾷν μάλιστα πάντων ἥδονται. Διὰ τὶ γὰρ αὐτοὺς οὐχ οὕτω τέρπει ὁ κείμενος ἐπὶ τῆς ἀγορᾶς ἄργυρος, ὡς ὁ κατὰ τὴν οἰκίαν; Καίτοι γε λαμπρότερος ἐκεῖνός ἐστι, καὶ μερίμνης ἁπάσης ἐλευθέραν ἀφίησι τὴν ψυχήν. Ὅτι, φησίν, ἐκεῖνος μὲν οὐκ ἐμός, οὗτος δὲ ἐμός. Ἡ πλεονεξίᾳ ἄρα ἐστὶν ἡ τὴν ἡδονὴν ἔχουσα, οὐχ ἡ τοῦ ἀργύρου φύσις ἐπεὶ εἰ τοῦτο ἦν, καὶ ἐκεῖθεν ὁμοίως τέρπεσθαι ἔδει. Εἰ δὲ χρήσεως ἕνεκεν λέγοις, πολλῷ βελτίων ἡ ὕελος· καὶ ταῦτα αὐτοὶ οἱ πλουτοῦντες εἴποιεν ἄν, οἱ τὰ ἐκπώματα ἀπὸ τῆς ὕλης ταύτης ὡς τὰ πολλὰ κατασκευάζοντες. Εἰ δὲ που διὰ τὸν τῦφον ἀναγκασθεῖεν καὶ ἐξ ἀργύρου τοῦτο ποιῆσαι, πρότερον ἔνδοθεν θέντες τὴν ὕελον οὕτως ἔξωθεν τὸν ἄργυρον περιβάλλουσι, δεικνύντες ὅτι αὕτη μὲν πρὸς πόμα ἡδίων καὶ ἐπιτήδεια, ἐκεῖνος δὲ πρὸς τῦφον μόνον καὶ ἀλαζονείαν περιττήν. Τὶ δὲ ἐστιν ὅλως, ἐμὸς καὶ οὐκ ἐμός; Ταῦτα γὰρ ὅταν μετὰ ἀκριβείας ἐξετάσω τὰ ῥήματα, ῥήματα μόνον ὁρῶ ψιλά. Πολλοὶ μὲν γὰρ καὶ ζῶντες ἀποπηδῶντα αὐτὸν τῆς αὐτῶν δεσποτείας οὐκ ἴσχυσαν κατασχεῖν· οἷς δὲ μέχρι τέλους παρέμεινεν, ἐν τῷ καιρῷ τῆς τελευτῆς καὶ ἑκόντες καὶ ἄκοντες αὐτοῦ τῆς ἐξουσίας ἐξέπεσον. Οὐκ ἐπὶ τοῦ ἀργύρου δὲ μόνον καὶ χρυσοῦ, ἀλλὰ καὶ ἐπὶ τῶν λουτρῶν, καὶ ἐπὶ τῶν παραδείσῳ, καὶ ἐν ταῖς οἰκίας τὸ ἐμὸν καὶ οὐκ ἐμόν, τοῦτο ῥῆμα ἂν τις ἴδοι μόνον ψιλόν. Ἡ μὲν γὰρ χρῆσις κοινὴ πάντων ἐστίν, πλεονεκτοῦσι δὲ οἱ δοκοῦντες αὐτῶν εἶναι κύριοι τῶν οὐκ ὄντων τὴν ὑπὲρ αὐτῶν φροντίδα. Οἱ μὲν γὰρ ἀπολαύουσι μόνον αὐτῶν, οἱ δὲ μετὰ τοῦ ποιεῖσθαι πολλὴν τὴν ἐπιμέλειαν τὸ αὐτοῦ τοῦτο καρποῦνται, ὃ μετὰ τῆς ἀμελείας ἐκεῖνοι.


ξθ’. Εἰ δὲ τις τὴν πολλὴν θαυμάζοι τρυφήν, οἷον τὸ τῶν κατακοπτομένων πλῆθος κρεῶν, τὴν περιττὴν τοῦ οἴνου δαπάνην, τῶν καρυκευμάτων, τὴν περιεργίαν, τραπεζοποιῶν καὶ σιτοποιῶν τέχνας, παρασίτων καὶ δαιτυμόνων ὄχλον, εὖ ἴστω ὅτι τῶν μαγείρων αὐτῶν οὐδὲν ἄμεινον ἐν τοῖς τοιούτοις οἱ πλουτοῦντες διάκεινται. Καθάπερ γὰρ ἐκεῖνος τοὺς δεσπότας, οὕτω τοὺς κεκλημένους αὐτοὶ δεδοίκασι, μὴ τινος ἐπιλάβωνται τῶν μετὰ πολλοῦ πόνου καὶ δαπάνης παρασκευασθέντων αὐτοῖς. Καὶ τούτῳ μὲν ἐξισοῦνται τοῖς μαγείροις, καθ’ ἕτερον δὲ καὶ πλεονεκτοῦσιν αὐτῶν· οὐ γὰρ μόνον κατηγόρους ἐκεῖνοι, ἀλλὰ καὶ βάσκανους δεδοίκασι. Πολλοῖς γὰρ πολλάκις ἀπὸ τῶν τοιούτων συμποσίων ἐτέχθη φθόνος, καὶ οὐ πρότερον ἔστη, ἕως κινδύνους ἐπήγαγε τοὺς ἐσχάτους. Ἀλλὰ σιτεῖσθαι πολλὰ πολλάκις ἡδύ. Ἄπαγε· ὅταν καρηβαρίαι, καὶ γαστρὸς διάτασις, καὶ πνεύματος ἔμφραξις, καὶ σκοτοδινίαι, καὶ ἴλιγγοι, καὶ ἀχλύες, καὶ τὰ ἔτι τούτων ἀτοπωτέρα ἀπὸ τῆς τρυφῆς ταύτης ἀναβλαστάνῃ δεινά. Καὶ εἴθε μέχρι τῶν παρ’ ἡμέραν λυπηρῶν τὰ τῆς ἀσχημοσύνης ἐκείνης καὶ τὰ τῆς ζημίας ἵστατο μόνον· νυνὶ δὲ αἱ μάλιστα τῶν νόσων δυσίατοι ἀπὸ τῶν τοιούτων τραπεζῶν ἔχουσι τὴν ἀρχήν. Καὶ γὰρ ποδαλγίαι, καὶ φθόη, καὶ νόσος, καὶ παράλυσις, καὶ πολλὰ ἔτι τούτων χαλεπώτερα ἀπολαβόντα τὸ σῶμα πολιορκεῖ εἰς ἐσχάτας ἀναπνοάς. Τίνα οὖν ἂν τις ἔχοι τούτων ἀντίῤῥοπον τῶν κακῶν ἡδονὴν εἰπεῖν; Ποίαν δὲ οὐκ ἂν τις ἕλοιτο σκληραγωγίαν ὑπὲρ τῆς τούτων ἀπαλλαγῆς;


Εισαγωγή και πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία , επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
 http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |