ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Γʹ Ἰδοὺ δὴ ὁ ∆εσπότης Κύριος Σαβαὼθ ἀφελεῖ

Τετάρτη 26 Οκτωβρίου 2016

Γʹ Ἰδοὺ δὴ ὁ ∆εσπότης Κύριος Σαβαὼθ ἀφελεῖ




Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56


Γʹ Ἰδοὺ δὴ ὁ ∆εσπότης Κύριος Σαβαὼθ ἀφελεῖ  ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν

Καθάπερ ἰατρὸς ἄριστος νῦν μὲν καίων, νῦν δὲ τέμνων, νῦν δὲ πικρὰ διδοὺς φάρμακα, μεθοδεύει τῶν ἀρρωστούντων τὴν ὑγίειαν· οὕτω δὴ καὶ ὁ φιλάνθρωπος  Θεός, ποικίλαις  καὶ διαφόροις τιμωρίαις τὸ διαρρέον καὶ ἀναπεπτωκὸς  τῶν  Ἰουδαίων  ἐπισφίγγων  νῦν  μὲν  τῇ  τῶν  βαρβάρων ἐφόδῳ φοβεῖ  τοὺς  ἀγνώμονας,  νῦν  δὲ  καὶ  πρὸ τῆς  ἐκείνων  ἐπιθέσεως  ἑτέραις  αὐτοὺς ἀπειλαῖς καταστέλλει, τῇ ποικιλίᾳ τῶν ἀπειλῶν ἀκμάζοντα διατηρῶν ἐν αὐτοῖς τὸν φόβον. Νῦν γοῦν ἀσθένειαν αὐτοὺς ἀπειλεῖ καὶ λιμὸν καὶ αὐχμόν, οὐχὶ τῶν ἀναγκαίων,  ἀλλὰ καὶ ἐκείνων  τῶν  οὐδὲν ἔλαττον  τῶν  ἐπιτηδείων  τὴν ἡμετέραν συνεχόντων   ζωήν.  Οὐ γὰρ  δὴ  λιμὸς  χαλεπὸν  μόνον,  ἀλλὰ  καὶ  τὸ  ἐν  ἐρημίᾳ καθεστάναι τῶν κυβερνώντων τὰ πράγματα· ὃ καὶ τὴν εὐθηνίαν λιμοῦ χαλεπωτέραν ἀποφαίνειν   εἴωθε. 


Τί  γὰρ  ὄφελος  ἐκ  πηγῶν   ἅπαντα  ἐπιρρεῖν,  ὅταν  ἐμφύλιοι τίκτωνται  πόλεμοι καὶ ἡ θάλασσα διεγείρηται καὶ τῶν κυμάτων μαινομένων  μήτε κυβερνήτης   μήτε  πρωρεὺς  μήτε  ἄλλος   τις   ᾖ  δυνάμενος   διαθεῖναι   τὸν   τῶν πραγμάτων  χειμῶνα  καὶ καταστῆσαι γαλήνην;  Ὅταν δὲ μετὰ τούτων  καὶ λιμὸς ᾖ, ἐννόησον τῶν κακῶν τὴν ὑπερβολήν. Ταῦτα οὖν ἅπαντα ἀπειλεῖ ὁ Θεὸς καὶ πρῶτον τὸ πάντων  χαλεπώτερον.  Ἰδοὺ γάρ, φησίν, ὁ ∆εσπότης Κύριος Σαβαώθ. Τῇ λέξει ταύτῃ· Ἰδού, συνεχῶς  οἱ προφῆται  κέχρηνται,  ὅταν πληροφορῆσαι τὸν ἀκροατὴν βούλωνται  περὶ τῶν λεγομένων.  Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἄνωθεν  καὶ ἐξ ἀρχῆς ἔστιν ἰδεῖν, ὅτι τῆς σωματικῆς ἀσθενείας αἱ ἁμαρτίαι προηγήσαντο πολλάκις, ὡς ἐπὶ τοῦ Κάϊν· ἐπειδὴ γὰρ οὐ καλῶς ἐχρήσατο τῇ ἰσχύϊ, παρελύθη καλῶς. Οὕτω καὶ ὁ ἐπὶ τῆς κολυμβήθρας· ὅτι γὰρ ἡ πηγὴ τῆς παρέσεως τὰ ἁμαρτήματα ἦν, φησὶν ὁ Χριστός· Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Καὶ ὁ Παῦλος δέ φησι· ∆ιὰ τοῦτο ἐν ὑμῖν  πολλοὶ  ἀσθενεῖς· ἐπειδὴ  ἡμάρτανον,  οὑ καθαρῷ  συνειδότι  τῶν  μυστηρίων μεταλαμβάνοντες. Καὶ τὸν πεπορνευκότα δὲ ἀσθενείᾳ σώματος παραδίδωσι, ταύτην ὑπὲρ ἁμαρτημάτων ἀπαιτῶν δίκην. Οὐ μὴν πανταχοῦ ἁμαρτημάτων ἐπιτίμιον τοῦτο, ἀλλ' ἔστιν ὅπου καὶ στεφάνων ὑπόθεσις τὸ πρᾶγμα γίνεται, ὡς ἐπὶ τοῦ Λαζάρου καὶ τοῦ Ἰώβ. Οὐκ ἀσθένειαι δὲ μόνον, ἀλλὰ καὶ λῶβαι ἕτεραι σώματος ἐξ ἁμαρτημάτων ἐγίνοντο,  ὡς ἡ λέπρα τοῦ Ὀζία διὰ τὴν ἀναισχυντίαν  τῆς γνώμης,  ὡς ἡ χεὶρ τοῦ βασιλέως  Ἱεροβοὰμ τὴν  ξηρότητα  ὑπομείνασα  διὰ τὴν  ἀπόνοιαν  αὐτοῦ  καὶ τὴν ἀλαζονείαν. Καὶ τοῦ Ζαχαρίου δὲ ἡ γλῶττα οὐχ ἑτέρωθεν ἐπαιδεύθη, ἀλλ' ἢ διὰ τὴν τῆς ψυχῆς ἁμαρτίαν. Ἐπεὶ οὖν καὶ τοῖς Ἰουδαίοις τὸ εὐσωματεῖν καὶ σφριγᾷν καὶ τούτοις κομᾷν τοῖς πλεονεκτήμασιν ἀπονοίας ὑπόθεσις ἐγίνετο, ὑπέσυρε τῆς ἀλαζονείας τὴν ῥίζαν, νουθετῶν  αὐτοὺς καὶ βελτίους ποιῶν καὶ μείζονα διδούς, ἢ ἀφαιρούμενος ἐξ αὐτῶν. Ποῖον γὰρ βλάβος τὸ σῶμα ἀσθενεῖν, ὅταν ἐντεῦθεν παιδεύηται  ἡ ψυχή; Εἶτα ἵνα μὴ νομίσωσι φύσεως ἀσθενείας εἶναι  τὸ γενόμενον πάθος, προανεφώνησεν  αὐτὰ ὁ προφήτης  καὶ οὐ μέχρι τῶν  ἀνδρῶν  ἔστησε τὴν ἀπειλήν,  ἀλλὰ  καὶ ἐπὶ  τὸ γυναικεῖον  γένος  διεβίβασε τὴν  τιμωρίαν,  ἐπειδὴ  καὶ ἑκατέρα ἡ φύσις διέφθαρτο, καὶ προϊὼν διὰ τὴν ὑπερβολὴν τῆς ἀτοπίας καὶ πρὸς αὐτὰς ἀποτείνεται τὰς γυναῖκας, ἐγκαλῶν αὐταῖς ἐγκλήματα, ἃ τὴν πόλιν αὐτὴν ἐκ βάθρων ἀνέτρεπεν.  ∆ιὰ δὴ τοῦτο καὶ αὐτὰς τῷ λοιμῷ  περιβάλλει· ἢ γὰρ λοιμὸν αἰνίττεσθαί  μοι  δοκεῖ  λέγων·  Ἀφελῶ  ἰσχύοντα  καὶ  ἰσχύουσαν·  ἢ  ἄλλην   τινὰ σωματικὴν  ἀσθένειαν, οὐδὲ ἰατρῶν  εἴκουσαν τέχναις.  Τοιαῦται γὰρ αἱ τοῦ Θεοῦ πληγαί.  Ἰσχὺν  ἄρτου καὶ ἰσχὺν  ὕδατος. Χαλεπωτάτη  ἡ τιμωρία,  ὅταν  μὴ αὐτὴν ἀναιρῇ  τὴν  οὐσίαν, ἀλλὰ  τὴν  ἐξ αὐτῆς  ἐγγινομένην  δύναμιν,  ὥστε καὶ τῇ ὄψει κολάζεσθαι μηδέποτε ἐμπιπλαμένους καὶ αὐτόθεν συνορᾶν, ὅτι θεήλατος ἦν ἡ ὀργή. Γίγαντα  καὶ  ἰσχύοντα.  Γίγαντα  ἀεὶ  ἡ  Γραφὴ τὸν  ἰσχυρὸν  λέγειν  εἴωθεν,  ἢ  τὸν ὑπερέχοντα τῶν πολλῶν  τῇ τῶν μελῶν ἀναλογίᾳ. Καὶ γὰρ ἐν τῇ κτίσει ὅταν λέγῃ· Οὗτοι ἦσαν οἱ γίγαντες, οἱ ἄνθρωποι οἱ ὀνομαστοί, οὐκ ἄλλο τι γένος γεγενῆσθαι διηγουμένη ταῦτά φησιν, ἀλλὰ τοὺς ἰσχυροὺς καὶ εὐρώστους καὶ σφριγῶντας ἡμῖν αἰνίττεται.   Καὶ ἄνθρωπον  πολεμιστὴν  καὶ  δικαστήν.  Ἀφόρητος  ἡ  τιμωρία  καὶ ἐσχάτης ἀπωλείας ἀπόδειξις τὰ εἰρημένα, καί, τῶν τειχῶν ἑστώτων καὶ τῶν πύργων, αὔτανδρον τοῖς πολεμίοις τὴν πόλιν παραδιδόναι δύναιτ' ἄν. Ἀσφάλεια γὰρ πόλεων οὐκ  ἐν  λίθοις  καὶ  ξύλοις  καὶ  περιβόλοις,  ἀλλ'  ἐν  τῇ  συνέσει  τῶν  τὴν  πόλιν οἰκούντων,  οἳ ἡνίκα  μὲν  ἂν  ὦσι, καὶ πολεμίων  ὄντων,  ἀσφαλέστερον ἁπάντων αὐτὴν  τειχίζουσιν·  ἡνίκα  δὲ ἂν  ἀπῶσι, καὶ μηδενὸς  ἐνοχλοῦντος,  τῆς πολιορκουμένης ἀθλιωτέραν αὐτὴν ἀποφαίνουσιν.

Ὥστε κἀκείνους  καὶ  τοὺς  ἀκούοντας  ἅπαντας  οὐ μικρὸν  φιλοσοφίας δόγμα διὰ τούτων ὁ προφήτης ἐπαίδευσε, πείθων μηδέποτε μεγέθει πόλεως θαρρεῖν, μηδὲ τάφροις καὶ μηχανήμασιν, ἀλλ' ἀνδρῶν ἐπιεικῶν ἀρετῇ. Φοβῶν τοίνυν αὐτούς φησιν, ὅτι ἐρημώσει τῆς ἀσφαλείας αὐτήν, οὐ τοὺς πολεμεῖν  εἰδότας ἀναρπάζων μόνον,  ἀλλὰ  καὶ τοὺς δικάζειν  ἐπισταμένους,  οἳ τῶν  πολεμούντων  οὐκ ἔλαττον συντελοῦσι ταῖς πόλεσιν, εἰρήνην τε εὖ διατιθέντες καὶ πολέμους πολλάκις ἐπιόντας ἀποκρουόμενοι. Ἐπειδὴ γὰρ καὶ οὗτοι συνεχῶς ἀπὸ τῆς τῶν ἁμαρτημάτων φύονται ῥίζης, δυνατὸν τοὺς τῶν νόμων φύλακας καὶ τοῦ δικαίου μετὰ ἀκριβείας προϊσταμένους,  τὰ  πλείονα  τῶν  ἁμαρτημάτων  ἀναστέλλοντας  ἀναιρεῖν  καὶ  τοῦ πολέμου τὴν ὑπόθεσιν. Τίνος οὖν ἕνεκεν ὁ Θεὸς αὐτοὺς ἀνασπᾷ; Ἐπειδὴ παροῦσιν αὐτοῖς οὐκ εἰς δέον ἐκέχρηντο. Ὥσπερ γὰρ τὰ σωτήρια αὐτοῦ διδάγματα πολλὴν ἔφερον τοῖς ἀκροωμένοις τὴν ὠφέλειαν, ἐπὶ δὲ τῶν Ἰουδαίων δημηγορῶν, ἀσαφείᾳ τὰ λεγόμενα ἔκρυπτεν, ἐπειδὴ μὴ προσεῖχον τοῖς λεγομένοις· οὕτω δὴ καὶ τὰ δῶρα αὐτοῦ τὰ μεγάλα ταῦτα καὶ σωτηρίαν ἡμῖν πολλὴν  κομίζοντα ἐκ μέσου πολλάκις ἀναιρεῖ,  ὅταν  οἱ  λαμβάνοντες  μηδὲν  ἀπ'  αὐτῶν  βουληθῶσι  καρπώσασθαι.  Καὶ προφήτην καὶ στοχαστήν. Οὐ μικρὸν δὲ ὀργῆς εἶδος καὶ τὸ τὰς προφητείας ἐπιλιπεῖν. Ὅτε γοῦν τὸν τῶν Ἰουδαίων δῆμον διὰ τὰ ἁμαρτήματα τῶν τοῦ Ἠλὶ παίδων ὁ Θεὸς ἀπεστράφη καὶ τὴν πολλὴν τοῦ πλήθους κακίαν, ἐπέλιπεν ἡ προφητεία· Ῥῆμα γὰρ τίμιον, φησίν, ἦν, καὶ οὐκ ἦν ὅρασις διαστέλλουσα. Τίμιον, τουτέστι, σπάνιον. Καὶ ἐπὶ τοῦ Ὀζίου τὸ αὐτὸ τοῦτο γέγονεν· οὐ γὰρ μικρὰ καὶ ἐντεῦθεν ἐκαρποῦντο, εἴ γε ἐβούλοντο.   Τὸ  γὰρ   μανθάνειν   τὰ   παρὰ   τοῦ   Θεοῦ  καὶ   πρὸς   τὰ   μέλλοντα παρασκευάζεσθαι δεινὰ καὶ ὑπὲρ τῶν ἀδήλων πυνθάνεσθαι καὶ πότε μὲν ἐπιθέσθαι  δεῖ πολεμίοις  πότε δὲ ἡσυχάζειν, καὶ πῶς ἅπαντα  τὰ λυπηρὰ διακρούεσθαι δέοι, πολλὴν ἔφερεν αὐτοῖς σωτηρίας εὐκολίαν. Ἀλλ' ἐπειδὴ μανθάνοντες  οὐκ ἐποίουν, διὰ τοῦτο  καὶ τὸ μανθάνειν  αὐτῶν  ἀφεῖλεν·  ὃ πολλῆς  τοῦ  Θεοῦ φιλανθρωπίας δεῖγμα ἦν, τὸ καὶ προειδότα τὰ μέλλοντα  καὶ ὡς οὐ χρήσονται εἰς δέον τοῖς παρ' αὐτοῦ δώροις, τὰ γοῦν παρ' αὐτοῦ ἅπαντα παρασχεῖν. Μετὰ δὲ τοῦ προφήτου καὶ στοχαστήν φησιν ἀναιρεῖν. Ἐνταῦθά μοι δοκεῖ λέγειν στοχαστὴν τὸν ἀπὸ συνέσεως πολλῆς  τῶν  μελλόντων  στοχαζόμενον καὶ ἀπ' αὐτῆς τῶν  πραγμάτων  τῆς πείρας. Ἕτερον  μὲν  γὰρ  στοχασμὸς  καὶ  προφητεία  ἄλλο·  ὁ  μὲν  γὰρ  Πνεύματι  θείῳ φθέγγεται,  οὐδὲν οἴκοθεν εἰσφέρων· ὁ δὲ τὰς ἀφορμὰς ἀπὸ τῶν ἤδη γεγενημένων λαμβάνων  καὶ τὴν οἰκείαν σύνεσιν διεγείρων, πολλὰ τῶν μελλόντων  προορᾷ, ὡς εἰκὸς ἄνθρωπον ὄντα συνετὸν προϊδεῖν. Ἀλλὰ πολὺ τὸ μέσον τούτου κἀκείνου καὶ τοσοῦτον, ὅσον συνέσεως ἀνθρωπίνης καὶ θείας χάριτος τὸ διάφορον. Ἵνα δὲ καὶ ἐπὶ ὑποδείγματος  τὸν  λόγον  ποιήσω φανερόν,  ἐννοήσωμεν  τὸν  Σολομῶντα  καὶ τὸν Ἐλισσαῖον· ἀμφότεροι γὰρ κεκρυμμένα πράγματα εἰς μέσον ἤγαγον καὶ κεκρυμμένα ἀνεκάλυψαν·   ἀμφότεροι  δὲ  οὐ  τῇ  αὐτῇ  δυνάμει·  ἀλλ'  ὁ  μὲν  ἀπὸ  συνέσεως ἀνθρωπίνης παρὰ τῆς φύσεως λαβὼν ἀφορμὰς ἐπὶ τῶν πόρνων γυναικῶν ἐκείνων· ὁ δὲ λογισμῷ μὲν οὐδενὶ χρησάμενος (ποῖος γὰρ λογισμὸς ἀνακαλῦψαι δυνατὸς ἦν τοῦ Γιεζῆ τὴν κλοπήν;), θείᾳ δὲ χάριτι τὰ πόρρωθεν γεγενημένα  προιδών. Καὶ πρεσβύτερον καὶ πεντηκόνταρχον.  Μετὰ δὴ τούτων καὶ πρεσβύτερον καὶ πεντηκόνταρχόν  φησιν  ἀναιρήσειν· πρεσβύτερον οὐχ  ἁπλῶς  γεγηρακότα  λέγων, ἀλλὰ  τὸν μετὰ τῆς πολιᾶς  τὴν προσήκουσαν τῇ πολιᾷ διατηροῦντα  σύνεσιν. Καὶ πεντηκόνταρχον   δὲ  ὅταν  λέγῃ,  οὐχ  ἕνα  τινὰ  πεντηκόνταρχόν   φησιν,  ἀλλὰ  τῷ ὀνόματι τούτῳ τοὺς ἄρχοντας πάντας αἰνίττεται. Οὐδὲν γάρ, οὐδὲν ἀναρχίας χαλεπώτερον, ὥσπερ οὖν οὐδὲ πλοίου τι σφαλερώτερον γένοιτ' ἂν κυβερνήτην οὐκ ἔχοντος. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ ἑτέραν μεγάλην ἀσφάλειαν ἀναιρήσειν ἀπειλεῖ, τοὺς τὰ ἄριστα βουλεύειν εἰδότας, οἳ τῶν ὅπλων οὐκ ἐλάττονα εἰσφέρουσιν εὐεργεσίαν ταῖς πόλεσιν. Ἀφελῶ γάρ, φησί, καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα.  Οὐχὶ τὸν οἰκοδόμον λέγων,  ἀλλὰ τὸν τῶν  πραγμάτων  ἔμπειρον καὶ πολλὰ ἐπιστάμενον καὶ μετὰ συνέσεως ἅπαντα τὰ τῆς πόλεως διατιθέναι πράγματα εἰδότα.

Καὶ μετὰ τούτων· Καὶ συνετὸν ἀκροατήν. Ἂν γὰρ τοῦτο ἀπῇ, κἂν τἄλλα ἅπαντα παρῇ, πλέον οὐδὲν ἔσται ταῖς πόλεσι, κἂν προφῆται ὦσι, κἂν σύμβουλοι, κἂν δυνάσται, ὁ δὲ ἀκουσόμενος μηδεὶς ᾖ, πάντα εἰκῆ καὶ μάτην. Ἐμοὶ δὲ δοκεῖ ἐνταῦθα τὸ Ἀφελῶ λέγειν, τὸ ἐάσω καὶ ἀφήσω, ὥσπερ ὁ Παῦλός φησι· Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν· οὐ τοῦτο δεικνύς, ὅτι ἐνέβαλεν εἰς ἄνοιαν, ἀλλ' ὅτι ἀφῆκε καὶ  εἴασεν  ἀνοήτους  ὄντας.  Καὶ ἐπιστήσω  νεανίσκους  ἄρχοντας  αὐτῶν.  Τοῦτο ἀναρχίας   χεῖρον   καὶ  πολλῷ   χαλεπώτερον.   Ὁ  μὲν   γὰρ  οὐκ  ἔχων   ἄρχοντα, ἀπεστέρηται τοῦ χειραγωγοῦντος· ὁ δὲ πονηρὸν ἔχων τὸν ἐμβάλλοντα εἰς κρημνοὺς ἔχει. Νεανίσκους δὲ ἐνταῦθα οὐχὶ ἁπλῶς τὴν ἡλικίαν διαβάλλων ἔφησεν, ἀλλ' ἀπὸ τοῦ  πλεονάζοντος  τὴν  ἄνοιαν  αὐτῶν  ἐπιδείκνυται.   Ἔστι γὰρ  καὶ  νέους  εἶναι  υνετοὺς καὶ γεγηρακότας ἀνοίᾳ συζῇν· ἀλλ' ἐπειδὴ τοῦτο μὲν σπανιάκις συμβαίνειν εἴωθε, τὸ δὲ πλεονάζον τοὐναντίον  ἐστίν, ἐξ ἐκείνου ἀνοήτους ὠνόμασεν. Ἐπεὶ καὶ Τιμόθεος νέος ἦν, καὶ μυρίων γεγηρακότων  σοφώτερον τὰς Ἐκκλησίας διώρθωσε· καὶ Σολομῶν  ἡνίκα  μὲν δωδεκαέτης  ἦν, τῷ Θεῷ διελέγετο  καὶ πολλῆς  ἀπήλαυε παρρησίας, καὶ ἀνεκηρύττετο καὶ ἐστεφανοῦτο καὶ θέατρον ἀπὸ τῶν βαρβάρων τῆς ἑαυτοῦ σοφίας ἐκάθιζε καὶ οὐκ ἄνδρες μόνον, ἀλλὰ ἤδη καὶ γυναῖκες  πόρρωθεν ἐπιοῦσαι ταύτην μόνην τῆς ἀποδημίας τὴν ὑπόθεσιν εἶχον, τὸ μαθεῖν τι καὶ ἀκοῦσαι παρὰ τῆς ἐκείνου φωνῆς· ἐπειδὴ δὲ εἰς γῆρας ἦλθε, πολλῷ τῆς ἀρετῆς καθυφῆκε. Καὶ ὁ τούτου δὲ πατὴρ ὁ μακάριος ∆αυῒδ τὴν χαλεπὴν ἁμαρτίαν ἐκείνην οὐχ ἡνίκα παῖς καὶ μειράκιον ἦν, ἀλλ' ἡνίκα τὴν ἡλικίαν  ὑπερέβη ταύτην, τότε ἥμαρτεν. Ὅτε δὲ παιδίον μικρὸν ἐτύγχανεν  ὄν, καὶ τρόπαιον ἀνέστησε θαυμαστὸν καὶ τὸν βάρβαρον κατήνεγκε  καὶ πᾶσαν ἐπεδείξατο φιλοσοφίαν  καὶ οὐδὲν  ἡ νεότης  αὐτῷ  πρὸς τὰ κατορθώματα  ταῦτα  κώλυμα  γέγονε.  Καὶ τὸν  Ἱερεμίαν  δὲ τὴν  ἀπὸ τῆς  ἡλικίας προβαλλόμενον  παραίτησιν  οὐκ  ἀπεδέξατο  ὁ  Θεός, ἀλλ'  ἐξήγαγεν  ἐπὶ  τὸν  τῶν Ἰουδαίων δῆμον, οὐδὲν ἐντεῦθεν αὐτὸν κωλύεσθαι λέγων, εἰ τὰ τῆς διανοίας ἐρρωμένα εἴη. Ταύτην ἄγων τὴν ἡλικίαν, μᾶλλον δὲ καὶ ταύτης ἐλάττονα πολλῷ, τοὺς πρεσβυτέρους ἔκρινεν ὁ ∆ανιήλ. Καὶ Ἰωσίας δὲ οὐδὲ δέκα ἔτη γεγονὼς ὅλα, ἐπὶ τὸν τῆς βασιλείας ἀνέβη θρόνον· καὶ τότε μὲν εὐδοκίμει, μετὰ δὲ ταῦτα κατολιγωρήσας, μικρόν, ἐλυμήνατο τὴν τῆς ψυχῆς ἀρετήν. Τί δὲ ὁ Ἰωσήφ; Οὐχὶ νέος ὢν καὶ σφόδρα νέος τὸν χαλεπὸν ἐκεῖνον ἀνείλετο πόλεμον, οὐχὶ πρὸς ἄνδρας, ἀλλὰ πρὸς αὐτὴν τῆς φύσεως τὴν τυραννίδα μαχόμενος, καὶ ἐκ μέσου καμίνου καὶ φλογὸς πολὺ τῆς Περσικῆς χαλεπωτέρας ἐξεπήδησεν ἀσινής, τῶν τριῶν παίδων οὐκ ἔλαττον ἀβλαβὴς διαμείνας; Ὥσπερ γὰρ ἐκεῖνοι τὰ σώματα μετ' αὐτῶν τῶν τριχῶν ἀκέραια τότε ἐξαγαγόντες ἔδειξαν, ὡς ἀπὸ πηγῆς μᾶλλον ἢ καμίνου ἐξιόντες· οὕτω δὴ καὶ οὗτος τῶν ἐναγῶν τῆς Αἰγυπτίας χειρῶν ἀπαλλαγείς, ἐξῄει, μήτε ἀπὸ τῆς ἁφῆς, μήτε ἀπὸ τῶν  ῥημάτων,  μήτε ἀπὸ τῆς  ὄψεως,  μήτε ἀπὸ τῶν  ἱματίων,  μήτε ἀπὸ τῶν μύρων, ἃ κληματίδος  καὶ πίσσης χαλεπωτέραν  ἀνῆπτε  τῆς ἐπιθυμίας  τὴν φλόγα, μήτε ἀπ' αὐτῆς τῆς ἡλικίας παθών τι τοιοῦτον, οἷον εἰκὸς ἄνθρωπον ὄντα παθεῖν. Καὶ αὐτοὶ  δὲ οἱ παῖδες  οἱ τρεῖς οὗτοι ἐν  αὐτῷ  τῆς  ἡλικίας  ὄντες  τῷ  ἄνθει,  καὶ γαστρὸς ἐκράτησαν καὶ θανάτου  φόβον  ἐπάτησαν καὶ στρατοπέδου τοσούτου καὶ βασιλέως αὐτῆς τῆς καμίνου σφοδρότερον ἀφιέντος θυμὸν περιεγένοντο καὶ οὐδὲν αὐτοὺς κατέπληξεν,  ἀλλ' ἔμειναν  διηνεκῶς  ἀδούλωτον  τὸ φρόνημα  ἔχοντες.  Οὐ τοίνυν  τὴν  ἡλικίαν  διαβάλλων  ταῦτά  φησιν· ἐπεὶ καὶ ὁ Παῦλος, ὅταν  λέγῃ· Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου, οὐ τὸν νέον τὴν ἡλικίαν φησίν, ἀλλὰ τὸν νεωστὶ φυτευθέντα, τουτέστι, κατηχηθέντα· φυτεῦσαι γὰρ τὸ κατηχῆσαί φησι καὶ διδάξαι, ὥσπερ ὅταν λέγῃ·  Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισε. Καὶ ὁ Χριστὸς φυτείαν τὸ τοιοῦτο καλεῖ λέγων· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Ἐπεὶ εἰ νεόφυτον  τὸν νέον ἔλεγεν, οὐκ ἂν Τιμόθεον σφόδρα νέον ὄντα, καὶ οὕτω νέον, ὡς λέγειν· Μηδείς σου τῆς νεότητος καταφρονείτω, πρὸς τοσοῦτον ὄγκον ἀρχῆς ἀνήγαγεν ἂν καὶ τοσαύτας φέρειν ἐπέτρεψεν Ἐκκλησίας. Καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Ὁρᾷς, ὡς οὐ τὴν ἡλικίαν διαβάλλει   ἁπλῶς,   ἀλλὰ   τὴν   διεφθαρμένην   γνώμην;   Τῇ  γὰρ  ἐπαγωγῇ   τοῦτο σαφέστερον ἐποίησεν. Ἐμπαίκτας δὲ ἐνταῦθά φησι τοὺς ἀπατεῶνας, τοὺς εἴρωνας, τοὺς κόλακας, τοὺς διὰ τῆς τῶν ῥημάτων χάριτος προπίνοντας αὐτοὺς τῷ διαβόλῳ. Καὶ συμπεσεῖται ὁ λαός, ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ.  Ὥσπερ γὰρ τῶν  τὰς  οἰκοδομὰς  συνεχόντων  ξύλων  διαφθαρέντων  ἢ καὶ ἀναιρεθέντων,  τοὺς τοίχους ἀνάγκη συρρήγνυσθαι, οὐδενὸς ὄντος τοῦ κατέχοντος· οὕτω καὶ τούτων τῶν ἔμπροσθεν εἰρημένων ἀναιρεθέντων, ἀρχόντων, συμβούλων, δικαστῶν, προφητῶν, οὐδὲν τὸ κωλῦον ἦν τὸν δῆμον ἑαυτῷ συρραγῆναι καὶ πολλὴν γενέσθαι τὴν σύγχυσιν.

Προσκόψει τὸ  παιδάριον  πρὸς τὸν  πρεσβύτην καὶ  ὁ ἄτιμος  πρὸς τὸν ἔντιμον. Ἐναντιώσεται δέ, φησίν, ὁ νέος τῷ γεγηρακότι, ὑπερόψεται, καταφρονήσει. Ταῦτα καὶ πρὸ τῆς τῶν πολεμίων  ἐφόδου πολέμου παντὸς ἦν χαλεπώτερα. Ὅταν γὰρ ἀτιμάζηται  μὲν  γῆρας παρὰ νεότητος,  οἱ δὲ εὐτελεῖς  καὶ ἀπερριμμένοι  τοὺς πρότερον αἰδεσίμους καταπατῶσιν, οὐδενὸς ἔλαττον κλυδωνιζομένης <νεὼς> ἡ τοιαύτη  διακείσεται πόλις. Ὅτι ἐπιλήψεται  ἄνθρωπος  τοῦ ἀδελφοῦ  αὐτοῦ, ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ, λέγων· ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. Καὶ ἀποκριθεὶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐρεῖ· οὐκ ἔσομαι ἀρχηγός· οὐ γάρ ἐστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον. Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου. Ἐνταῦθά μοι δοκεῖ ἢ πολιορκίαν  τινὰ χαλεπωτάτην  αἰνίττεσθαι,  εἰς τὴν ἐσχάτην στενοχωρίαν αὐτοὺς κατενεγκοῦσαν, ἢ χωρὶς πολιορκίας λιμόν τινα ἀφόρητον καὶ πολλὴν  τῶν  ἀναγκαίων  σπάνιν.  Κέχρηται δὲ κοινῇ  συνηθείᾳ· καὶ ὥσπερ πολλοί φασιν,  εἰ  συνέβη  τὴν  πόλιν  ἅπασαν  ὀβολοῦ  πωλεῖσθαι,  οὐκ  ἂν  σχοίην  αὐτὴν πρίασθαι, τὴν ἐσχάτην πενίαν  ἐνδεικνύμενοι·  οὕτω καὶ ὁ προφήτης  φησίν, ὅτι εἰ ἱματίου  ἑνὸς  καὶ  ἄρτου  μόνου  γένοιντ'  ἂν  αἱ  ἀρχαὶ  ὠνηταί,  οὐδεὶς  ἔσται  ὁ ὠνούμενος·   τοσαύτη  σπάνις  ἔσται  τῶν   ἀναγκαίων.   Ὅτι  ἀνεῖται   Ἱερουσαλήμ· τουτέστιν  ἐγκαταλέλειπται,  ἠρήμωται, τῆς τοῦ Θεοῦ προνοίας γεγύμνωται.  Καὶ ἡ Ἰουδαία  συμπέπτωκε· ταραχῆς, φησίν, ἐμπέπλησται  καὶ θορύβου, συγχύσεως καὶ ἀταξίας. Καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς τὸν Κύριον ἀπειθοῦσιν. Εἶτα καὶ ἡ αἰτία τῶν κακῶν, τῆς γλώττης ἡ ἀκρασία. Ὃ καὶ Ὠσηὲ ἐγκαλεῖ λέγων· Ἐφραῒμ εἰςἀφανισμὸν ἐγένοντο ἐν ἡμέραις ἐλέγχου· ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἔδειξα πιστά· καὶ ὁ Μαλαχίας τὰ αὐτὰ πάλιν  λέγων·  Οἱ παροξύνοντες  τὸν Θεὸν ἐν τοῖς λόγοις ὑμῶν·  καὶ  εἴπατε·  ἐν  τίνι  παρωξύναμεν  αὐτόν;  Ἐν τῷ  λέγειν  ὑμᾶς·  πᾶς  ποιῶν πονηρὸν καλὸν ἐνώπιον Κυρίου καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησε. Καὶ ποῦ ἔστιν ὁ Θεὸς τῆς δικαιοσύνης; Τοῦτο δὴ καὶ αὐτὸς αἰτιᾶται, διπλοῦν προφέρων ἔγκλημα, ὅτι οὐ μόνον  ἀπειθοῦσιν, οὐδὲ οὐ μόνον  παραβαίνουσι τὸν νόμον, ἀλλ'  ὅτι ὀφείλοντες γοῦν αἰσχύνεσθαι ἐπὶ τούτῳ καὶ ἐρυθριᾷν, ἐγκαλύπτεσθαι καὶ κάτω κύπτειν, οἱ δὲ καὶ ἐπαγωνίζονται  τοῖς προτέροις, μετὰ τοῦ μὴ ποιεῖν τὰ ἐπιτεταγμένα καὶ φορτικὰ φθεγγόμενοι ῥήματα· Ὡσανεὶ οἰκέτης τις ἀγνώμων ἐγκατα λιμπάνων τὰ ἐπιτάγματα τοῦ δεσπότου, ἔτι καὶ θρασύνοιτο. ∆ιὸ νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς. Πάλιν τὰ μέλλοντα ὡς παρεληλυθότα λέγει, τῷ   συνήθει   κεχρημένος   νόμῳ   τῆς   προφητείας.   Ταπείνωσιν   δὲ   δόξης   τὴν αἰχμαλωσίαν  καλεῖ. Οὐ γὰρ τῆς τυχούσης αἰσχύνης ἦν, τοὺς ἐν τάξει τῶν βασιλευόντων  τῆς οἰκουμένης ὄντας, τούτους ἀνθρώποις  βεβήλοις καὶ βαρβάροις ὑποτετάχθαι.  Αἰσχύνην δὲ προσώπου ἐνταῦθα τὴν ἀπὸ τῆς ἁμαρτίας ἐγγινομένην φησί. Τοιοῦτος γὰρ ἦν αὐτῶν ὁ βίος. Ἐπεὶ οὖν προλαβόντες ἑαυτοὺς κατῄσχυναν, δι' ὧν ἔπραττον, διὰ δὴ τοῦτο ὁ Θεὸς τῆς δόξης αὐτοὺς ἐξέβαλεν, ἐλάττονι παραδιδοὺς τιμωρίᾳ τῆς ὑπ' αὐτῶν ἐπενεχθείσης αὐτοῖς. Οὐ γὰρ οὕτως ἦσαν ἐπονείδιστοι τὴν ἀλλοτρίαν οἰκοῦντες, ὡς ὅτε τὴν μητρόπολιν ἔχοντες παρηνόμουν. Τότε μὲν γὰρ καὶ ἐνεκόπτετο αὐτοῖς τὰ τῆς κακίας· ἐπὶ δὲ τῆς πατρίδος καὶ πρὸς τὸ μεῖζον ᾔρετο. Μέγα τοίνυν αὐτοὺς ὁ προφήτης ἐπαίδευε δόγμα, πανταχοῦ πείθων πρὸ τῆς κολάσεως τὴν πονηρίαν φεύγειν καὶ ἐγκαλύπτεσθαι καὶ αἰσχύνεσθαι· οὐχ ὅταν βάρβαροι λαβόντες δούλους ἀπαγάγωσιν, ἀλλ' ὅταν ἡ τῆς ἁμαρτίας τυραννὶς αἰχμαλώτους  ἔχῃ. Τὴν δὲ ἁμαρτίαν αὐτῶν, ὡς Σοδόμων, ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Ὃ πολλάκις εἶπον, λέγω καὶ νῦν·  ὅτι  δεικνὺς  τοῦ Θεοῦ τὴν  φιλανθρωπίαν ὁ προφήτης,  οὐχ  ἃ μέλλουσι πάσχειν προλέγει, ἀλλὰ καὶ ἃ παθεῖν ἦσαν ἄξιοι. Τὰ μὲν γὰρ ἡμαρτημένα αὐτοῖς ἴσα Σοδόμοις ἦν, τὰ δὲ τῆς τιμωρίας καταδεέστερα. Οὐ γὰρ προρρίζους αὐτοὺς ἀνήρπασεν, οὐδὲ ἐκ βάθρων  τὴν  πόλιν  ἀνέσπασεν, οὐδὲ τὰ λείψανα  τοῦ γένους ἠφανίσεν. Τὸ δὲ Ἀνήγγειλαν καὶ ἐνεφάνισαν, ἀνθρωπινώτερον  εἴρηται. Οὐ γὰρ τότε μανθάνει  ὁ  Θεὸς τὰ  γεγενημένα  ὅταν  γένηται  (πῶς  γάρ,  ὁ  πάντα  εἰδὼς  πρὶν γενέσεως αὐτῶν;), ἀλλ' ἵνα δείξῃ τὸ μέγεθος τῆς σφοδρότητος οὕτως εἶπεν.
Ὥσπερ γὰρ ἀλλαχοῦ φησιν· Ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν πρός με, οὐχὶ τὸν Θεὸν ἀποικίζων που πόρρω καὶ εἰς τὸν οὐρανὸν περικλείων, ταῦτά φησιν, ἀλλὰ τὸ μέγεθος τῆς ἁμαρτίας δηλῶν· οὕτω δὴ καὶ ἐνταῦθα, τὸ Ἀνήγγειλαν,  τὴν ὑπερβολὴν τῆς πονηρίας ἐνδεικνύμενος λέγει. Ἐπειδὴ γὰρ τὰ μὲν καταδεέστερα τῶν ἁμαρτημάτων  καὶ λαθεῖν  δύναιτ' ἄν· τὰ δὲ ὑπερβάλλοντα  καὶ μεγάλα πᾶσίν ἐστι γνώριμα καὶ καταφανῆ, κἂν μηδεὶς ὁ κατηγορῶν ᾖ, μηδὲ ἐλέγχων. Αὐτὰ γὰρ ἑαυτὰ
καταγγέλλει καὶ δῆλα ποιεῖ. Βουλόμενος ὁ προφήτης ἐνταῦθα δείξασθαι τὸ μέγεθος τῶν   κακῶν,  φησίν,  Ἀνήγγειλαν   καὶ  ἐνεφάνισαν,   τουτέστι,  μετὰ  πολλῆς   τῆς ὑπερβολῆς, μετὰ πολλῆς τῆς παρρησίας τὰ κακὰ ἔπραττον, οὐδὲ αἰσχυνόμενοι, οὐδὲ ἐγκαλυπτόμενοι,  ἀλλὰ  μελέτην  τὴν  πονηρίαν  ποιούμενοι.  Οὐαὶ τῇ ψυχῇ  αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες· δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Ἐπίτασις πονηρίας, ὅταν μὴ μόνον  ἁμαρτάνωσι, μηδὲ μόνον  μετὰ παρρησίας ἁμαρτάνωσιν, ἀλλ' ὅταν καὶ τοὺς δυναμένους  τὰ τοιαῦτα διορθοῦν ἀπελαύνωσιν.  Ὥσπερ γὰρ οἱ φρενίτιδι  κατεχόμενοι τὸν ἰατρὸν πολλάκις συνέκοψαν, οὕτω δὴ καὶ οὗτοι τοῦ νοσεῖν ἀνίατα μέγιστον δεῖγμα τοῦτο ἐξέφερον τὸ τοὺς δικαίους ἐκβάλλειν.  Τοιοῦτον γὰρ ἡ ἀρετή· καὶ φαινομένη  μόνον, ἀρκεῖ λυπῆσαι τὸν ἐν κακίᾳ ζῶντα. Τοιοῦτον ἡ κακία· οὐδὲ ἐλεγχομένη, πολλάκις καὶ τὴν παρουσίαν αὐτὴν βαρύνεται τῶν ἐν ἐπιεικείᾳ ζῆν προαιρουμένων. ∆ιπλῆ δὲ ἐνταῦθα ἡ κατηγορία, καὶ τὸ δεσμεῖν τὸν δίκαιον καὶ τὸ ὡς ἄχρηστον δεσμεῖν. Ὅταν οὖν τις τὰ ὠφελοῦντα  μὴ μόνον μὴ προσιῆται, ἀλλὰ καὶ βλαβερὰ αὐτὰ νομίζῃ εἶναι, ποία λείπεται λοιπὸν διορθώσεως πρόφασις; ∆ιὸ καὶ ὁ προφήτης ἰδὼν εἰς ἔσχατον ἐξοκείλαντας,  ἀπὸ θρήνων  ἄρχεται πάλιν,  οὐκ ἀπὸ κατηγορίας  καὶ ἐγκλημάτων, λέγων· Οὐαὶ τῇ ψυχῇ αὐτῶν· καὶ τὸ ἑξῆς μετὰ πολλῆς συνέσεως· Ὅτι βεβούλευνται βουλὴν   πονηρὰν   καθ'  ἑαυτῶν.   Καίτοι  τὰ  γενόμενα   δοκεῖ  κατὰ  τοῦ  δικαίου τολμᾶσθαι· ἀλλ' εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐ κατὰ τοῦ πάσχοντος, ἀλλὰ κατὰ τῶν ποιούντων  ἡ βουλὴ τρέπεται. Ἐνταῦθα μανθάνομεν  ὅτι ὁ μὲν καλός, κἂν μυρία πάσχῃ δεινά, οὐδὲν βεβλάψεται παρὰ τῶν ποιούντων· οἱ δὲ ἐπιβουλεύοντες,  οὗτοι μᾶλλόν εἰσιν οἱ καθ' ἑαυτῶν τὸ ξίφος ὠθοῦντες, καθάπερ καὶ οὗτοι. Τὸν μὲν γὰρ δίκαιον  οὐδὲν  ἔβλαπτον  δεσμοῦντες,  ἑαυτοὺς  δὲ  ἐν  πλείονι  ζόφῳ  καὶ  ἐρημίᾳ καθίστων, τὸν λύχνον ἐκποδὼν ἀπάγοντες. Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Τοιοῦτον γὰρ ἡ κακία· αὐτὴ ἐν ἑαυτῇ τὴν τιμωρίαν ἔχει. Ὃ καὶ ἐνταῦθά φησι,  τοῦτ'  ἔστιν·  ἀπολαύσονται  τῶν  καρπῶν  αὐτῶν,  ἐν  πλείονι  καθιστῶντες ἑαυτοὺς  ἐρημίᾳ καὶ  πολλοὺς  κατασκευάζοντες  τοὺς  κρημνούς.  Οὐαὶ τῷ  ἀνόμῳ· πονηρὰ γὰρ συμβήσεται αὐτῷ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ. Ὁρᾷς παρ' ἡμῶν τὰ μέτρα τῆς τιμωρίας ἀεὶ καὶ τὰς ἀρχὰς γινομένας; ∆ιὰ δὴ τοῦτο πάλιν ὁ προφήτης θρηνεῖ καὶ ὀδύρεται καὶ διακόπτεται, ὅτι αὐτοὶ ἑαυτοὺς ἐπεβούλευον οἱ Ἰουδαῖοι καὶ πολεμίου παντὸς χαλεπώτερον τὴν ἑαυτῶν ἐλυμήναντο σωτηρίαν· οὗ τί γένοιτ' ἂν ἀθλιώτερον;  Λαός μου,  οἱ  πράκτορες  ὑμῶν  καλαμῶνται   ὑμᾶς.  Τοῦτο  ἀρίστου διδασκάλου, ποικίλλειν  τὸν λόγον καὶ μήτε τραχύνειν μόνον, μήτε προσηνῆ ποιεῖν μόνον, ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο μεταχειρίζειν  τὸ εἶδος, ὥστε πολλὴν ἐκ τῆς μίξεως γενέσθαι τὴν ὠφέλειαν. ∆ιὰ δὴ τοῦτο καὶ ὁ προφήτης οὐκ ἐγκαλεῖ μόνον, ἀλλὰ καὶ θρηνεῖ, ὃ βαρύτερον μὲν ἔστι τῶν ἐγκλημάτων, ἐλάττονα δὲ παρέχει τὴν ὀδύνην· καὶ τὸ θαυμαστὸν τοῦτο, ὅτι ἐν βαθυτέρᾳ τῇ τομῇ προσηνεστέρα ἡ ἀλγηδών. Καὶ οὐ θρηνεῖ μόνον, ἀλλὰ καὶ θεραπεύει, καὶ ἕτερον πάλιν θαυμαστὸν διδασκαλίας ἀνακινεῖ τρόπον. Ποῖον δὴ τοῦτον; Τὸ μὴ πᾶσιν ὑφ' ἓν ἐπιτιμᾷν, ἀλλὰ ἀποσχίσαι τὸν δῆμον τῶν ἀρχόντων καὶ εἰς τὴν ἐκείνων περιτρέψαι κεφαλὴν τὰ ἐγκλήματα. Τοσοῦτον γάρ ἐστι τούτου τοῦ εἴδους τὸ κέρδος, ὡς τὸν Μωϋσέα καὶ μετὰ πλείονος αὐτὸ  ποιῆσαι  τῆς  ὑπερβολῆς.  Οὗτος μὲν  γάρ,  πάντων   ὄντων  ὑπευθύνων   τοῖς ἐγκλήμασιν, ἐπὶ τοὺς ἄρχοντας τρέπει τὸν λόγον· ὁ δὲ Μωϋσῆς εὑρὼν τὸν δῆμον τότε μάλιστα ὄντα  τὸν  τὴν  παρανομίαν  ἐργασάμενον ἐκείνην,  τὸν  δὲ Ἀαρὼν οὐ τοσαύτης ὄντα κατηγορίας ἄξιον, ἀφεὶς τοὺς σφόδρα ὑπευθύνους, ἐπὶ τὸν οὐχ οὕτως ὑπεύθυνον  τρέπει  τὴν  κατηγορίαν,  τοῖς  ἐγκλήμασι  τοῖς  κατ' ἐκείνου  διδοὺς  τῷ συνειδότι τούτων μείζονα ἑαυτῶν καταψηφίσασθαι τιμωρίαν· ὃ δὴ καὶ ἐγένετο. Οὐ γὰρ ἐδεήθη λοιπὸν  λόγων  πρὸς τὸν  δῆμον  ἑτέρων,  ἀλλ' ἤρκεσε τὰ ψιλὰ  ἐκεῖνα ῥήματα  τὰ  πρὸς  τὸν  Ἀαρὼν  εἰρημένα  χιλιάδας  τοσαύτας,  ὡς  ἕνα  ἄνθρωπον, καταστεῖλαι καὶ ἀπὸ τοσαύτης θρασύτητος εἰς δειλίαν καὶ ἀγωνίαν κατενεγκεῖν τὴν ἐσχάτην. Ἃ δὴ προορῶν ὁ Μωϋσῆς, καταβὰς εὐθέως, τάς τε πλάκας συνέτριψε, καὶ πρὸς τὸν Ἀαρὼν ἔλεγε· Τί ἐποίησέ σοι ὁ λαὸς οὗτος, ὅτι ἐποίησας αὐτὸν ἐπίχαρμα τοῖς ἐχθροῖς· Τοῦτο καὶ ὁ προφήτης οὗτος ποιεῖ, τὸν ἅγιον ἐκεῖνον μιμούμενος διπλῷ τῷ τρόπῳ. Οὐ γὰρ δὴ μόνον  ἐνεκάλεσε τότε ὁ Μωϋσῆς, ἀλλὰ καὶ συναλγοῦντος προσωπεῖον λαβών, οὕτως ἐποιεῖτο τὴν κατηγορίαν ἐκείνην. Οὕτω καὶ οὗτος ἀμφότερα ἐμιμήσατο λέγων· Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται  ὑμᾶς. Καὶ γὰρ κατηγόρησεν ἐκείνων, καὶ ὡς συναλγῶν  τῷ δήμῳ ταῦτα ἔλεγε. Πράκτορας δὲ ἐνταῦθα δοκεῖ μὲν τοὺς ἀπαιτοῦντας λέγειν· ἐγὼ δὲ οἶμαι τοὺς ἅρπαγας, τοὺς πλεονέκτας  αὐτῶν  αἰνίττεσθαι·  εἰ δὲ μὴ τοῦτο, ἀλλὰ  τοὺς φορολογοῦντας.  Ὅρα αὐτοῦ κἀνταῦθα τὴν σύνεσιν. Οὐ γὰρ τὸ πρᾶγμα ἐκβάλλει, ἀλλὰ τὴν ἀμετρίαν.

 Οὐ γὰρ   εἶπεν·   ἀπαιτοῦσιν,   ἀλλά·   Καλαμῶνται,   τουτέστι,   γυμνοῦσι   τῶν   ὄντων,ἀποστεροῦσιν ἁπάντων  προσχήματι τῆς ἀπαιτήσεως. Ταύτην δὲ εἴρηκε τὴν λέξιν ἀπὸ μεταφορᾶς τῶν καλαμώντων. Καλαμᾶσθαι γὰρ λέγεται τὸ μετὰ τὸν ἀμητὸν τοὺς ἐκπεσόντας  ἐκ τῶν  θεριζόντων  ἀστάχυας  ἀναλέγεσθαι  καὶ  μηδὲν  ὅλως  ἐπὶ  τῆς ἀρούρας ἀφιέναι· ὃ δὴ καὶ οὗτοι τότε ἐποίουν, ὁλόκληρα τὰ ὄντα ἁρπάζοντες καὶ γυμνοὺς ἀφιέντες  αὐτούς. Καὶ οἱ ἀπαιτοῦντες  κυριεύουσιν ὑμῶν. Καὶ τὸ δὴ χαλεπώτερον,   ὅτι  οὐδὲ  ἐνταῦθα  τῆς  πλεονεξίας  ἵσταντο,  ἀλλὰ  καὶ  περαιτέρω προῆγον τὴν τυραννίδα,  δούλους τοὺς ἐλευθέρους ποιοῦντες. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς. Ἐνταῦθά μοι τοὺς ψευδοπροφήτας αἰνίττεσθαι δοκεῖ ἢ τοὺς πρὸς χάριν  αὐτοῖς  διαλεγομένους,  ὃ τῆς ἐσχάτης διαφθορᾶς  αἴτιον γίνεται πανταχοῦ. Τὴν γοῦν ἐκ τούτου βλάβην δηλῶν ἐπήγαγε· Καὶ τὴν τρίβον τῶν ποδῶν  ὑμῶν  ταράσσουσιν· τουτέστιν,  οὐκ  ἐῶσιν  ὀρθὰ βαδίζειν,  διαστρέφοντες, ἐκλύοντες, ῥᾳθυμοτέρους ποιοῦντες. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος καὶ στήσει  εἰς  κρίσιν  τὸν  λαὸν   αὐτοῦ·  αὐτὸς  Κύριος  εἰς  κρίσιν  ἥξει  μετὰ  τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτῶν. Ἔτι τῷ αὐτῷ εἴδει ἐπιμένει τῆς διορθώσεως, ἀπὸ τοῦ δήμου πρὸς τοὺς γεγηρακότας καὶ τοὺς ἄρχοντας τρέπων τὴν  ἐπιτίμησιν,  καὶ φοβερώτερον  μεταχειρίζων  τὸν  λόγον·  αὐτὸν  δὲ εἰσάγει τὸν Θεὸν δικαζόμενον καὶ καταδικάζοντα καὶ τὰ τῶν δήμων ἁμαρτήματα ἐγκαλοῦντα τοῖς ἄρχουσιν. ∆ιὸ καὶ λέγει Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος. Ἐπειδὴ γὰρ εἰς ἐγκλήματα τὸν λόγον ἀνήλωσε, τοῖς δὲ ἀναισθήτως διακειμένοις τὸ μὲν ἐγκαλεῖσθαι  οὐ  σφόδρα  βαρύ, τὸ  δὲ  κολάζεσθαι  φοβερόν,  φησίν,  ὅτι  οὐ  μέχρι κατηγορίας τὰ πράγματα στήσεται, ἀλλὰ καὶ δίκη τοῖς ἁμαρτήμασιν ἕψεται, αὐτοῦ τοῦ μέλλοντος καταδικάζειν εὐθύνας λοιπὸν ἀπαιτοῦντος καὶ κρινομένου πρὸς τοὺς πεπλημμεληκότας.   Ὃ   καὶ   τὴν   συγκατάβασιν   τοῦ   Θεοῦ  πολλὴν   δείκνυσιν,ἀνεχομένου  δικάζεσθαι μετ' ἐκείνων  καὶ ἐντρεπτικὸν  ποιεῖ τὸν λόγον, ὃ καὶ τοὺς νοῦν ἔχοντας εἰς μεγάλην ἀγωνίαν  ἐμβαλεῖν εἴωθεν. Οὐκ ἐκείνης δὲ μόνον ἕνεκεν τῆς αἰτίας, ἧς ἔμπροσθεν εἶπον, πρὸς τοὺς ἄρχοντας καὶ τοὺς γεγηρακότας τρέπει τὸν λόγον, ἀλλὰ καὶ διδάσκων ἅπαντας, ὅτι βαρύτεραι τῶν ἀρχομένων τοῖς ἄρχουσιν αἱ εὐθῦναι. Ὁ μὲν γὰρ ὑπὲρ ἑαυτοῦ μόνον, ὁ δὲ ὑπὲρ ἑαυτοῦ καὶ τοῦ δήμου, οὗ τὴν ἀρχὴν  ἐγκεχειρισμένος  τυγχάνει,  παρέχει  τὸν  λόγον·  καὶ οἱ πρεσβύτεροι δὲ οὐκ ἀπεικότως τοιαύτην ἀπαιτοῦνται  τὴν ἀκρίβειαν. Ὅπερ γὰρ ἐκείνοις ἡ ἀρχή, τοῦτο τούτοις ἡ ἡλικία. Ἄξιος μὲν γὰρ καὶ ὁ νέος ἐπιτιμήσεως δεινὰ ἁμαρτάνων· ὁ δὲ τὴν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχων καὶ μὴ τοσούτοις παθῶν πολιορκούμενος κύμασιν,ἀλλὰ καὶ σωφρονεῖν  εὐκολώτερον  καὶ τῶν ἄλλων  ἀνέχεσθαι τῶν βιωτικῶν  ῥᾷον δυνάμενος  καὶ πλείονα  κεκτημένος  σύνεσιν ἀπὸ τῆς  τῶν  πραγμάτων  ἐμπειρίας, δικαίως  ἂν  μᾶλλον  ἁπάντων  καταδικάζοιτο,  τὰ  τῶν  ἀκολάστων  νέων  ἐν  γήρᾳ ἐπιδεικνύμενος.  Ὑμεῖς δὲ τί  ἐνεπυρίσατε  τὸν  ἀμπελῶνά  μου καὶ  ἡ ἁρπαγὴ  τοῦ  πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; Πανταχοῦ τῷ Θεῷ πολλὴ τῶν ἀδικουμένων ἡ πρόνοια· † καὶ τῶν εἰς αὐτὸν ἁμαρτημάτων οὐκ ἔλαττον, ἀλλ' ἔστιν ὅπου καὶ πλέον παροξύνεται  ὑπὲρ  τῶν  εἰς  τοὺς  ὁμοδούλους  πλημμελημάτων.   Καὶ γὰρ  τὸν  μὲν πόρνην ἔχοντα γυναῖκα ἐκβάλλειν ἐπέτρεψε, τὸν δὲ Ἑλληνίδα οὐκέτι· καίτοι τὸ μὲν εἰς αὐτόν, τὸ δὲ εἰς ἄνθρωπον  τὸ ἁμάρτημα. Καὶ τῆς θυσίας προκειμένης, καταλιμπάνειν  τὸ δῶρον ἐκέλευσε καὶ μὴ πρότερον αὐτὸ προσάγειν, ἕως ἂν τὰ πρὸς τὸν ἀδελφὸν εὖ διαθῆται ὁ τὸν πλησίον λελυπηκώς. Καὶ ἡνίκα τὸν τὰ μύρια τάλαντα κατεδηδοκότα  ἔκρινεν,  ὑπὲρ  μὲν  τῶν  εἰς  αὐτὸν  ἐγκαλῶν   ἁμαρτημάτων,  οὔτε πονηρὸν ἐκάλεσεν καὶ κατηλλάγη ταχέως καὶ τὸ δάνειον ἅπαν ἀφῆκεν. ὑπὲρ δὲ τῶν ἑκατὸν δηναρίων, καὶ πονηρὸν δοῦλον καλεῖ καὶ τοῖς βασανισταῖς παραδίδωσι καὶ οὐ πρότερον ἔφησεν ἀνήσειν, ἕως ἅπαν ἀποδῷ τὸ χρέος.
Καὶ ἡνίκα μὲν αὐτὸς ἐρραπίζετο ὁ Χριστός, οὐδὲν τὸν δοῦλον εἰργάσατο τὸν  τὴν  πληγὴν  ἐπαγαγόντα,  ἀλλὰ  καὶ πράως  ἀπεκρίνατο  λέγων.  Εἰ μὲν  κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ὅτε δὲ ὁ Ἱεροβοὰμ τὴν   χεῖρα   ἐκτείνας   ἐπιλαβέσθαι   τοῦ   προφήτου   τοῦ   τότε   ἐλέγξαντος   αὐτὸν ἐπεχείρησε, ξηρὰν  τὴν  χεῖρα  εἰργάσατο, παιδεύων  καὶ  σὲ τὰ  μὲν  ἑαυτοῦ  πράως φέρειν, τὰ δὲ εἰς τὸν ∆εσπότην μετὰ πολλῆς ἐκδικεῖν τῆς σφοδρότητος. ∆ιὰ δὴ τοῦτο καὶ νομοθετῶν,  εἰ καὶ δευτέραν  ἔφησεν τὴν εἰς τὸν  πλησίον ἀγάπην  εἶναι, ἀλλ' ὁμοίαν τῇ προτέρᾳ· καὶ ὥσπερ ἐκείνην μετὰ πάσης ἀπαιτεῖ τῆς ὑπερβολῆς, οὕτω καὶ ταύτην. Ἐπ' ἐκείνου μὲν γάρ φησιν· Ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου· ἐπὶ δὲ ταύτης· Ὡς ἑαυτόν. Καὶ ἑτέρωθεν  μὲν πολλαχόθεν  ἴδοι τις  ἄν, ὅσην ἀκρίβειαν ὑπὲρ τῶν πρὸς ἀλλήλους ἡμᾶς ἀπαιτεῖ δικαίων ὁ Θεός. Ὅρα γοῦν αὐτὸν καὶ ἐνταῦθα σφοδρῶς ἐπικείμενον καὶ αὔξοντα τὴν κατηγορίαν βαρυτάτοις ῥήμασιν· Ὑμεῖς δέ, φησί, τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου; Ὅπερ ἂν εἰργάσαντο πολέμιοι καὶ βάρβαροί τινες ἀπηνεῖς, ταῦτα ὑμεῖς τοὺς οἰκείους διεθήκατε. Ἀμπελῶνα δὲ καλεῖ τὸν  λαὸν  διὰ τὴν  πολλὴν  περὶ αὐτῶν  σπουδὴν καὶ τὴν  ἄνωθεν  ἐπιμέλειαν.  Καὶ αὔξων  τὸ ἔγκλημα, οὐκ εἶπε· Τί τοὺς ὁμοδούλους, τοὺς πλησίον, τοὺς ἀδελφούς, ἀλλά· Τὰ ἐμά, φησίν, ἀπωλέσατε, τὰ ἐμὰ διεφθείρατε; Εἶτα δηλῶν τοῦ ἐμπρησμοῦ τὸ εἶδος, φησίν· Ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν. Οὐ γὰρ οὕτω λυμαίνεσθαι τὰς ἀμπέλους εἴωθε χάλαζα, ὡς ἡ ἀδικία τοῦ πτωχοῦ καὶ πένητος ἐμπιπρᾶν πέφυκε τὴν  ψυχήν,  θανάτου  παντὸς  χαλεπωτέρᾳ  κατατείνουσα αὐτὴν  ἀθυμίᾳ. Πανταχοῦ μὲν οὖν τὸ ἁρπάζειν κακόν· μάλιστα δὲ ὅταν ὁ ἐπηρεαζόμενος ἐν ἐσχάτῃ πτωχείᾳ ᾖ. Οὐκ ἐπιτιμᾷ δὲ μόνον τοῦτο λέγων, ἀλλὰ καὶ διορθοῦται, πρὸς τὴν θεωρίαν αὐτοὺς παραπέμπων  τῆς ἁρπαγῆς. Ἱκανὴ μὲν γὰρ μετὰ τὴν ῥῆσιν αὐτὴν ἡ ὄψις πρὸ τῶν ὀφθαλμῶν  κειμένη  κατανύξαι  τὸν  μὴ σφόδρα ἀναισθήτως  διακείμενον.  Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου; Τῷ αὐτῷ πάλιν ἐπέμεινε τρόπῳ, ὥσπερ ἐκεῖ· Τὸν ἀμπελῶνά μου, οὕτω  καὶ  ἐνταῦθα·  Τὸν λαόν  μου, λέγων.  Καὶ τὰ  πρόσωπα τῶν  ταπεινῶν καταισχύνετε; Οὓς ὀρθοῦν ἔδει, τούτους ὠθοῦντες, οὓς ἀνιστᾶν, τούτους καταρρηγνύντες.  Μετὰ γὰρ  τῆς  ἁρπαγῆς  καὶ  διέπτυον  τοὺς  εὐτελεστέρους  καὶ ἀνδραπόδων χαλεπώτερον αὐτοῖς ἐκέχρηντο, πρὸς τῇ πλεονεξίᾳ καὶ τὴν ἀλαζονείαν ἐπιτείνοντες   καὶ  ἀπὸ  τῆς  ἀδικίας  τοῦ  πλούτου  τούτου  πολλὴν  τὴν  ἀπόνοιαν κτώμενοι. Συνέζευκται γὰρ τῇ πλεονεξίᾳ τὸ τῆς ὑπερηφανίας νόσημα· καὶ ὅσον ἄν τις  ἐπιτείνῃ  τὸν  πλοῦτον,  τοσοῦτον  καὶ τὸ νόσημα τοῦτο  ἐπιτρίβει. Τοῦτό φησι Κύριος,  Κύριος   στρατιῶν.   Τί  δέ   ἐστι·  Στρατιῶν;   Τῶν   ἀγγέλων   λέγει,   τῶν ἀρχαγγέλων,  τῶν  ἄνω  δυνάμεων,  ἀπὸ  τῆς  γῆς  ἐπὶ  τὸν  οὐρανὸν  τὸν  ἀκροατὴν ἀνάγων, εἰς ἔννοιαν τῆς μεγάλης αὐτοῦ βασιλείας αὐτὸν ἐμβάλλων, ἵνα τούτῳ γοῦν καταπλήξας, σωφρονέστερον ἐργάσηται καὶ δείξῃ τὴν τοσαύτην ἀνοχὴν οὐκ ἀσθενείας, ἀλλὰ  μακροθυμίας  οὖσαν. Τάδε λέγει  Κύριος. Ἀνθ' ὧν  ὑψώθησαν  αἱ θυγατέρες Σιὼν καὶ ἐξεπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ νεύμασιν ὀφθαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν σύρουσαι ἅμα τοὺς χιτῶνας,  καὶ τοῖς ποσὶν ἅμα παίζουσαι. Καὶ ταπεινώσει  ὁ Θεὸς ἀρχούσας θυγατέρας  Σιὼν  καὶ  Κύριος ἀνακαλύψει  τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τὸν κόσμον αὐτῶν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κορύμβους καὶ τοὺς μηνίσκους καὶ τὸ κάθεμα καὶ τὸν  κόσμον τοῦ προσώπου αὐτῶν  καὶ τὴν  σύνθεσιν τοῦ κόσμου τῆς δόξης καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλλια καὶ τὸ ἐμπλόκιον καὶ τοὺς δακτυλίους καὶ τὰ περι δέξια καὶ τὰ ἐνώτια καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικὰ καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον σὺν χρυσῷ καὶ ὑακίνθῳ συγκαθυφασμένην καὶ θέριστρα κατάκλειστα τοῦ χρυσίου. Καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς σου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ  τοῦ χιτῶνος  τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον. Ταῦτά σοι ἀντὶ καλλωπισμοῦ.  Καὶ ὁ υἱός σου ὁ κάλλιστος,  ὃν  ἀγαπᾷς,  μαχαίρᾳ πεσεῖται καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται καὶ ταπεινωθήσονται. Καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. Ξένον τοῦτο ὁ προφήτης  αὐτὸς  πεποίηκε,  μακρὸν  πρὸς τὰς  γυναῖκας  ἀποτείνας  λόγον,  ὅπερ οὐδαμοῦ τῶν Γραφῶν ὁρῶμεν γεγενημένον οὕτω. Τί οὖν τὸ αἴτιον τοῦ ξένου;

Ἐμοὶ δοκεῖ πολλὴν τότε τὴν βλακείαν τῶν γυναικῶν  γεγενῆσθαι καὶ τὸ πλέον  εἰς τὴν τῶν  ἀνδρῶν  κακίαν εἰσφέρειν μέρος αὐτάς. ∆ιὸ δὴ καὶ ἰδιαζόντως πρὸς αὐτὰς ἀποτείνεται, τὰ χαλεπώτατα  αὐταῖς ἐγκαλῶν  ἐγκλήματα καὶ εἰς ἀρχὴν ἀνάγει τὸν λόγον, ἐκ προσώπου τοῦ Θεοῦ πάλιν  φθεγγόμενος.  Τάδε λέγει Κύριος· Ἀνθ'  ὧν  ὑψώθησαν  αἱ  θυγατέρες  Σιὼν  καὶ  ἐπορεύθησαν  ὑψηλῷ  τραχήλῳ.  Τὸ κεφάλαιον   τῶν  κακῶν  αὐταῖς  ἐγκαλεῖ,  ἀπόνοιαν   καὶ  ἀλαζονείαν.  Τοῦτο  γὰρ πανταχοῦ μὲν χαλεπόν, μάλιστα δὲ ἐπὶ τῆς γυναικείας τικτόμενον φύσεως. Φρονήματος γὰρ ἐμπλησθεῖσα γυνή, ἅτε κουφοτέρα καὶ ἀλογωτέρα οὖσα, εὐκόλως περιτρέπεται καὶ βαπτίζεται καὶ ναυάγιον ὑπομένει παντὸς πονηροῦ πνεύματος, τοῦ τύφου καὶ τῆς ἀλαζονείας αὐτὴν βαπτιζούσης. ∆οκεῖ δὲ πρὸς τὰς ἐν Ἱεροσολύμοις ἀποτείνεσθαι· διὸ καὶ θυγατέρας Σιὼν ἐκάλεσε. Καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ.Ἐνταῦθα αὐτὰς καὶ κωμῳδεῖ καὶ τὸ γυναικεῖον δείκνυσι φρόνημα, οὐδὲ ἐν διανοίᾳ στέγεσθαι δυνάμενον, ἀλλ' ἐκρηγνύμενον καὶ διὰ τῶν τοῦ σώματος ἐπιδεικνύμενον κινήσεων.  Οὐκ εἰς ἀπόνοιαν  δὲ μόνον,  ἀλλὰ  καὶ εἰς ἀσέλγειαν  αὐτὰς διαβάλλει, τοῦτο λέγων καὶ δηλῶν ἐκ τῶν ἑξῆς. Ἐπήγαγε γοῦν· Καὶ νεύμασιν ὀφθαλμῶν, ὃ τῶν ἑταιριζομένων ἐστὶ γυναικῶν, διαστρέφειν τὰς κόρας καὶ τὴν πολλὴν βλακείαν καὶ τὸν  μαλακισμὸν ἐντεῦθεν  ἐμφαίνειν·  τοῦ δὲ θρύπτεσθαι καὶ μαλακίζεσθαι οὐδὲν οὕτω σημεῖόν ἐστιν, ὡς τοῦτο. Καὶ τῇ πορείᾳ τῶν ποδῶν σύρουσαι ἅμα τοὺς χιτῶνας. Οὐ μικρὸν τοῦτο ἔγκλημα, εἰ καὶ μικρὸν εἶναι  δοκεῖ, ἀλλ' ἐξωλείας  τῆς ἐσχάτης ἔλεγχος  καὶ τοῦ μαλακίζεσθαι καὶ κατακλᾶσθαι καὶ διαλύεσθαι, τὸ τοὺς χιτῶνας σύρειν. Τοῦτο γοῦν τις καὶ τῶν ἔξωθεν κωμῳδῶν  τὸν ἀντίδικον τὸν αὐτοῦ τέθεικε λέγων· θοἰμάτιον καθεὶς ἄχρι τῶν σφυρῶν. Καὶ τοῖς ποσὶν ἅμα παίζουσαι. Καὶ τοῦτο τῆς  αὐτῆς  πάλιν  ἀσχημοσύνης  ἀπόδειξις.  ∆ιὰ  γὰρ  πάντων,  δι'  ὀφθαλμῶν,   δι' ἱματίων, διὰ ποδῶν, διὰ βαδίσεως, ἥ τε σωφροσύνη καὶ ἡ ἀσέλγεια φαίνεται. Τῆς γὰρ ἔνδον καθημένης ψυχῆς ὥσπερ κήρυκές τινές εἰσι τῶν αἰσθητηρίων αἱ κινήσεις. Καὶ καθάπερ οἱ ζωγράφοι τὰ χρώματα κεραννύντες τὰς εἰκόνας ἃς βούλονται χαρακτηρίζουσιν·  οὕτω   δὴ  καὶ  τὰ  κινήματα   τῶν   μελῶν   τοῦ  σώματος  τοὺς χαρακτῆρας ἔξω τῆς ψυχῆς ἄγει καὶ πρὸ τῶν ὀφθαλμῶν  τίθησι τῶν ἡμετέρων. ∆ιὸ καὶ ἕτερός τις σοφὸς ἔλεγε· Στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων  καὶ βῆμα ποδὸς ἀναγγελεῖ  τὰ περὶ αὐτοῦ. Καὶ ταπεινώσει  ὁ Θεὸς ἀρχούσας θυγατέρας  Σιὼν  καὶ Κύριος ἀνακαλύψει  τὸ σχῆμα αὐτῶν  ἐν τῇ ἡμέρᾳ ἐκείνῃ  καὶ ἀφελεῖ  Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν. ∆υὸ θεὶς ἐγκλήματα, ἀπόνοιαν καὶ ἀσέλγειαν, ἑκάστῳ τὸ κατάλληλον  ἐπάγει φάρμακον, καὶ τῷ προτέρῳ τὸ πρότερον καὶ τῷ δευτέρῳ τὸ ἐχόμενον· τῇ μὲν ἀπονοίᾳ, τὴν ταπείνωσιν,  τῷ δὲ καλλωπισμῷ  τοῦ σχήματος τὴν ἀναίρεσιν ἐκείνου. Πολέμου γὰρ καταλαβόντος τότε, τὰ πάντα οἰχήσεται, φησίν. Αἵ τε γὰρ φλεγμαίνουσαι καὶ ἀπονενοημέναι, τῷ φόβῳ κατασταλεῖσαι, τοῦ νοσήματος ἀπαλλαγήσονται·  αἵ τε μαλακιζόμεναι  καὶ διὰ πάντων  θρυπτόμεναι,  εἰς τὸν  τῆς αἰχμαλωσίας  ἐμπεσοῦσαι ζυγόν,  πάσης ἐκείνης  ἐλευθερωθήσονται  τῆς  βλακείας. Ὥστε δὲ ποιῆσαι τὸν λόγον αὐτοῖς φορτικώτερον  καὶ καθάψασθαι τῆς τῶν ἀκροωμένων διανοίας, καὶ κατ' εἶδος διηγεῖται τὸν καλλωπισμὸν τῶν ἱματίων, τῶν χρυσίων, τὸν ἐπὶ τῆς ὄψεως, τὸν ἐπὶ τοῦ λοιποῦ σώματος, πρόεισι δὲ καὶ ἐπὶ τὸν τῆς οἰκίας κόσμον. Οὐ γὰρ δὴ μόνον τὰ σώματα ἐκαλλώπιζον,  ἀλλὰ τὴν ὕβριν ταύτην καὶ μέχρι τῶν τοίχων ἐξῆγον, εἰς οὐδὲν δέον δαπανώμεναι· καὶ τὰς τρίχας δὲ στρεβλοῦσαι, τὰ πτερὰ τῆς  τοιαύτης  ἀπάτης  πάντοθεν  ἀνεπετάννυον.  Καὶ τοῦτο γοῦν ἐγκαλεῖ λέγων  ὅτι Ἀφελεῖ τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν  καὶ τὸν κόσμον αὐτῶν καὶ τὰ ἐμπλόκια αὐτῶν καὶ τοὺς κορύμβους. Κορύμβους δὲ λέγει, ἢ κόσμον τινὰ περὶ τὴν κεφαλὴν  ἢ αὐτοῦ τοῦ κεφαλοδέσμου τὸ σχῆμα. Καὶ τοὺς μηνίσκους· κόσμον περὶ τὸν τράχηλον σεληνοειδῆ. Καὶ τὸ κάθεμα. Τὸ θέριστρον λέγει. Καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν. Ἐνταῦθά μοι δοκεῖ ἐπιτρίμματα καὶ ὑπογραφὰς αἰνίττεσθαι. Καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης. Τοῦτο περιχρύσιόν φησι. Καὶ τοὺς χλιδῶνας· τὰ περὶ τοὺς βραχίονας χρυσία. Καὶ τὰ ψέλλια· τὰ περὶ τοὺς καρπούς. Καὶ τὸ ἐμπλόκιον· κόσμον χρυσοῦν περὶ τὴν κεφαλήν. Καὶ τοὺς δακτυλίους καὶ τὰ περιδέξια·  ἃ  λέγουσι   δεξιάρια.  Καὶ  τὰ  ἐνώτια   καὶ  τὰ  περιπόρφυρα   καὶ  τὰ μεσοπόρφυρα καὶ τὰ ἐπιβλήματα  τὰ κατὰ τὴν  οἰκίαν  καὶ τὰ διαφανῆ  Λακωνικά. Τοσαύτη γὰρ ἦν αὐτῶν ἡ περὶ τὴν ἀσέλγειαν σπουδή, ὡς μὴ μόνον τοῖς ἐγχωρίοις κεχρῆσθαι,  ἀλλὰ   καὶ  πόρρωθεν   καὶ  ἐκ  τῆς  ἀλλοτρίας   αὐτὰς  συλλέγειν   καὶ διαποντίους ἀποδημίας ὑπὲρ αὐτῶν στέλλεσθαι. Πολὺ γὰρ τὸ μέσον τῆς Παλαιστίνης καὶ τῆς Λακεδαίμονος καὶ πέλαγος ἄπειρον. . Οὐχ ἁπλῶς τοίνυν τὴν πατρίδα τέθεικεν, ἀφεὶς τὰ ἐσθήματα, ἀλλ' ὥστε τὴν ὑπερβάλλουσαν αὐτῶν  ἀκολασίαν ἐμφῆναι. Καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα  καὶ τὴν  βύσσον σὺν χρυσῷ καὶ ὑακίνθῳ  συγκαθυφασμένην  καὶ θέριστρα κατάκλειστα τοῦ χρυσίου. Οὐδὲν γὰρ εἶδος οὐκ ἐν ἱματίοις,  οὐκ ἐν τῷ λοιπῷ κόσμῳ κατέλιπον, ἀλλὰ πᾶσαν ἐπῆλθον πολυτελείας ὁδόν, τῇ τῆς ἀσελγείας ἐκβακχευθεῖσαι τυραννίδι. Ταῦτα δὲ εἰ τότε ἐγκλήματα ἦν πρὸ τῆς χάριτος καὶ τῆς τοσαύτης φιλοσοφίας, ποίας ἂν τύχοιεν συγγνώμης αἱ πρὸς τὸν οὐρανὸν κληθεῖσαι νῦν καὶ εἰς μακρότερα σκάμματα καὶ πρὸς τὸν τῶν ἀγγέλων  ἑλκόμεναι ζῆλον καὶ μετὰ πλείονος τῆς ὑπερβολῆς ταύτην νικῶσαι τὴν ἀσέλγειαν καὶ τὰς ἐπὶ τῆς σκηνῆς ἀποκρύπτουσαι; Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ ἁμαρτάνειν ἡγοῦνται. ∆ιὸ καὶ πρὸς αὐτὰς ἀνάγκη τὴν τοῦ προφήτου φωνὴν  ὁπλίσαι. Οὐ γὰρ δὴ μόνον πρὸς ἐκείνας, ἀλλὰ  καὶ  πρὸς  ταύτας  εἰρήσεται  τὸ  ἐπαγόμενον  ὅτι  Ἔσται ἀντὶ  ὀσμῆς  ἡδείας κονιορτός.  Ὁρᾷς πῶς  καὶ τὴν  τῶν  μύρων  ἀλοιφὴν  ἐκβάλλει  καὶ μεγάλην  αὐτῇ τίθησι τιμωρίαν; Κονιορτὸν γὰρ ἐνταῦθά φησι τὸν αἰρόμενον μετὰ τὴν τῆς πόλεως κατασκαφὴν καὶ τὴν τῶν βαρβάρων ἔφοδον. Καὶ γὰρ καὶ πυρὶ καὶ σιδήρῳ τότε αὐτὴν διενείμαντο τὸ μὲν αὐτῆς κατασκάψαντες, τὸ δὲ ἐμπρησμῷ παραδόντες. Ταῦτα οὖν προλέγων ἔλεγεν ὅτι Ἀντὶ ὀσμῆς ἡδείας ἔσται σοὶ κονιορτὸς καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ· ὑπ' ὄψιν ἄγων τῆς αἰχμαλωσίας τὸ σχῆμα καὶ τὴν ἐπὶ τὴν βάρβαρον χώραν ἀπαγωγήν. Καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς σου φαλάκρωμα ἕξεις· ἢ τῶν τριχῶν ἀπὸ τῆς ταλαιπωρίας  ἀπορρυεισῶν ἢ τῶν  πολεμίων  τοῦτο ἐργαζομένων ἢ αὐτῶν ἑαυτάς. Ἔθος γὰρ ἦν τὸ παλαιὸν ἐν πένθει καὶ συμφορᾷ ἀποκείρεσθαι καὶ ξύρεσθαι. Καὶ γὰρ ὁ Ἰὼβ ἀπεκείρατο τὴν κεφαλήν, ἀκούσας τῶν παίδων τὴν συμφοράν. Καὶ προϊὼν  ὁ προφήτης,  μετὰ σάκκου καὶ κοπετοῦ  καὶ ξύρησιν ἔφησε γενέσθαι. Καὶ ἄλλος πάλιν φησί· Καὶ ξυρῆσαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα σου τὰ τρυφερά. Καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον. Ἆρα οὐ δοκεῖ φοβερὰ εἶναι ταῦτα καὶ ἀφόρητα; Ἀλλ' ἐφ' ἡμῶν οὐ μέχρι τούτων στήσεται τὰ τῆς τιμωρίας, ἀλλὰ σκώληξ ἰοβόλος  καὶ  σκότος  ἀτελεύτητον   διαδέξεται.  Εἰ  γὰρ  ἐκείνους  αἰχμαλωσία  καὶ δουλεία καὶ τὰ ἔσχατα ἀνέμενε κακὰ ἀντὶ τοῦ καλλωπισμοῦ· ὅτι γὰρ τοῦτο ἀπῄτει δίκην καὶ ἰδικῶς τὴν ἁμαρτίαν ταύτην ἐκόλαζεν, ἄκουσον πῶς καταλέξας ἐκεῖνα, ἐπήγαγε καὶ τὴν αἰτίαν· Ταῦτά σοι ἀντὶ καλλωπισμοῦ· εἰ τοίνυν Ἰουδαῖαι γυναῖκες κεκαλλωπισμέναι τοσαύτην ὑπέμειναν τιμωρίαν, τῆς πατρίδος ἐκ βάθρων ἀνασπασθείσης, καὶ μετὰ τὴν πολλὴν τρυφὴν δοῦλαι καὶ αἰχμάλωτοι  καὶ ἀπόλιδες εἰς   τὴν   ἀλλοτρίαν   ἀπενεχθεῖσαι   χώραν   καὶ   λιμῷ   καὶ   λοιμῷ   καὶ   θανάτοις παραδοθεῖσαι μυρίοις· πῶς οὐκ εὔδηλον ὅτι χαλεπώτερα ἡμεῖς πεισόμεθα τοῖς αὐτοῖς περιπίπτοντες; Ὥσπερ γὰρ αἱ τιμαὶ μείζους, οὕτω καὶ αἱ τιμωρίαι βαρύτεραι. Εἰ δὲ μή τις μηδέπω τὸ τοιοῦτον ἔπαθε γυνὴ καλλωπισαμένη, μὴ θαρρείτω. Ἔθος γὰρ τῷ Θεῷ τοῦτο, τὰς τιμωρίας ὁρίζειν ἐφ' ἑνὸς καὶ δευτέρου καὶ δι' ἐκείνων νομοθετεῖν  τοῖς λοιποῖς  ἅπασι τὰ  καταληψόμενα  αὐτοὺς  δεινά.  Ἵνα  δὲ καὶ  σαφέστερον ὃ λέγω ποιήσω, ἥμαρτον ἁμαρτίαν χαλεπὴν οἱ τὰ Σόδομα οἰκοῦντές ποτε, ἔδοσαν δίκην τὴν ἐσχάτην, τῶν σκηπτῶν ἐκείνων κατενεχθέντων καὶ τῶν πόλεων καὶ τῶν δήμων καὶ τῆς γῆς αὐτοῖς σώμασιν ἐμπρησθέντων  ἁπάντων.  Τί οὖν; οὐδεὶς μετ' ἐκείνους  τὰ ἐκείνων  ἐτόλμησε; Πολλοὶ μὲν οὖν καὶ πολλαχοῦ  τῆς οἰκουμένης. Πῶς οὖν οὐδὲν τοιοῦτον  ἔπαθον; Ὅτι ἑτέρᾳ χαλεπωτέρᾳ  τηροῦνται τιμωρίᾳ. ∆ιὰ γὰρ τοῦτο ἅπαξ αὐτὸ ποιήσας ὁ Θεὸς ἀπέστη, ἵνα οἱ τὰ αὐτὰ τολμῶντες,  κἂν μὴ δῶσιν ἐνταῦθα δίκην, εἰδότες ὦσι σαφῶς ὅτι οὐδέποτε διαφεύξονται. Πῶς γὰρ ἂν ἔχοι λόγον, πρὸ μὲν τῆς χάριτος καὶ τοῦ νόμου καὶ μήτε προφητῶν  μήτε ἄλλου τινὸς ἀκηκοότας, ἁμαρτόντας τοιαῦτα παθεῖν, τοὺς δὲ μετ' ἐκείνους τοσαύτης ἀπολαύσαντας προνοίας καὶ  μηδὲ τῷ  παραδείγματι  γενομένους  σωφρονεστέρους, ὃ πολλῷ  χαλεπωτάτην ποιεῖ τὴν ἁμαρτίαν, διαφυγεῖν  τὴν ἐπὶ τοῦτο κειμένην δίκην; Πῶς οὖν οὐκ ἔδοσαν οὐδέπω καὶ σήμερον; Ἵνα μάθῃς ὅτι πολὺ χαλεπωτέρᾳ τηροῦνται τιμωηρίᾳ.


Ὅτι  γὰρ  ἔστι  χαλεπώτερα  Σοδόμων  παθεῖν,  ἄκουσον  τοῦ  Χριστοῦ λέγοντος·  Ἀνεκτότερον  ἔσται γῇ Σοδόμων καὶ Γομόρρας ἐν  ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ταύτῃ. Ὥστε κἂν καλλωπιζόμεναι  νῦν γυναῖκες μὴ πάθωσιν, ἅπερ ἔπαθον αἱ τότε  καλλωπισάμεναι,  μὴ  θαρρείτωσαν.  Ἡ  γὰρ  ἀνοχὴ  αὐτὴ  καὶ  ἡ  μακροθυμία χαλεπωτέραν  σωρεύει τοῦ πυρὸς τὴν  κάμινον  καὶ μείζονα τὴν  φλόγα  ἐργάζεται. Τοῦτο καὶ ἐπὶ Ἀνανίου καὶ Σαπφείρας γέγονε. Καὶ γὰρ ἐκεῖνοι ἐν ἀρχῇ καὶ προοιμίῳ τοῦ κηρύγματος ὑφελόμενοι  τῶν χρημάτων ἐκείνων, ἀθρόον ἀνηρπάσθησαν, μετὰ δὲ ἐκείνους πολλοὶ τοιαῦτα τολμήσαντες, οὐδὲν ἔπαθον. Πῶς οὖν ἂν ἔχοι λόγον τὸν δίκαιον κριτὴν καὶ πᾶσι τὰ ἴσα νέμοντα τοὺς μὲν ἧττον ἡμαρτηκότας κολάσαι, τοὺς δὲ χαλεπώτερα ποιήσαντας ἀφεῖναι; Οὐκ εὔδηλον ὅτι ἐπειδὴ ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην, διὰ τοῦτο ἀνεβάλλετο τὴν τιμωρίαν, ἵνα ἢ τῇ μακροθυμίᾳ  γένωνται  βελτίους  ἢ τοῖς  αὐτοῖς  ἐπιμένοντες  χαλεπώτερα  πάθωσιν; Ὅταν τοίνυν ἁμαρτόντες τὰ αὐτὰ τοῖς ἤδη πεπλημμεληκόσι καὶ κολασθεῖσι, μὴ τὰ αὐτὰ πάθωμεν, μὴ θαρρῶμεν, ἀλλὰ μᾶλλον φοβώμεθα. Ὥσπερ γὰρ νόμον τὴν ἐπ' ἐκείνων τιμωρίαν ἐξήνεγκεν ὁ Θεός, πᾶσι παραινῶν καὶ λέγων ὅτι διὰ τοῦτο τὸν ἐξ ἀρχῆς ἁμαρτόντα ἐκόλασα, ἵνα καὶ σὺ ὁ μετ' ἐκείνους τοῦτο πλημμελῶν,  τὰ αὐτὰ ἀναμένῃς, ἵνα μεταβάλῃ καὶ γένῃ βελτίων. Τοῖς γὰρ τοιούτοις ἁμαρτήμασι τοιαῦται κεῖνται τιμωρίαι, κἂν μὴ παραχρῆμα ἔρχωνται. Τούτοις δὲ οὐχ ἁπλῶς ἐνδιέτριψα,ἀλλ' ἐπειδὴ πονηρὸν νόσημα εἰς τὰς τῶν ἀνθρώπων  εἰσῆλθεν οἰκίας διὰ τῆς τῶν γυναικῶν  βλακείας, ὁ τῆς φιλοκοσμίας ἔρως, ὃς καὶ τὴν τῶν  χρημάτων  ἐπέτεινε τυραννίδα, εἰς ἀκαίρους δαπάνας τοὺς ἄνδρας ἐμβαλών, καὶ πολέμου καὶ στάσεως καὶ φιλονεικίας  ὑπόθεσις γινόμενος καθημερινῆς καὶ τὰς τῶν πενήτων κατατείνων γαστέρας. Ὅταν γὰρ ἅπασαν τὴν οὐσίαν γυνὴ ἢ καὶ τὸ πλέον τῶν ὄντων εἰς τὴν τοῦ σώματος ὕβριν ἀναγκάζῃ τὸν ἄνδρα δαπανᾷν (ὕβρις γὰρ σώματος, τὸ περικείμενον χρυσίον), ἀνάγκη τὴν χεῖρα συστέλλεσθαι πρὸς τὴν τῆς ἐλεημοσύνης φιλοτιμίαν. Καὶ πολλὰ δὲ ἕτερα ἐκ τούτου τικτόμενα ἔστιν ἰδεῖν ἁμαρτημάτων εἴδη. Ἀλλὰ ταῦτα ἀφέντες  τῇ πείρᾳ τῶν πασχόντων  εἰδέναι σαφῶς, τῶν ἐχομένων  ἁπτώμεθα. Μετὰ γὰρ τὸ παραστῆσαι τῆς αἰχμαλωσίας τὸ σχῆμα καὶ εἰπεῖν ὅτι ἀντὶ τοῦ καλλωπισμοῦ ταύτην  ἐπάγω,  ἐπιτείνει  τὴν  συμφοράν, λέγων·  Καὶ ὁ υἱός σου ὁ κάλλιστος,  ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται καὶ οἱ ἰσχύοντες  ὑμῶν  μαχαίρᾳ πεσοῦνται. Τοῦτο γὰρ αἰχμαλωσίας χαλεπώτερον. Καὶ γάρ ἐστι ζωὴ θανάτου πικροτέρα. Ὅταν γὰρ μετὰ τῆς δουλείας καὶ ἄωρα <τὰ> πένθη θρηνεῖν ἀναγκάζωνται, ἐννόησον ὅσον τῆς συμφορᾶς τὸ μέγεθος, τῶν καὶ καθ' ἑαυτὰ πικρῶν ὄντων συναπτομένων  ἀλλήλοις. Καὶ γὰρ εἰ αἰχμαλωσία μόνη ἦν, ἀφόρητον ἦν τὸ δεινόν· καὶ εἰ ἐν ἐλευθερίᾳ ζώντων  τοιαῦτα συνέβαινε πένθη, θανάτου πικροτέρα ἦν ἡ ζωή. Ἀλλὰ νῦν ἀμφότερα ἔσται, φησί, συνημμένα ἀλλήλοις. Μᾶλλον δὲ διπλῆν δεῖ ταύτην καλεῖν συμφορὰν καὶ τριπλῆν καὶ τετραπλῆν,  ὅταν καὶ υἱὸς καὶ κάλλιστος  καὶ ποθούμενος  καὶ ὑπὸ βαρβάρων, ἀλλὰ μὴ τῷ κοινῷ τῆς φύσεως καταλύῃ νόμῳ τὸν βίον· καὶ μετὰ τούτου καὶ οἱ ἐν ἡλικίᾳ πάντες, ὥστε μηδὲ ἐλπίδα αὐτοῖς εἶναι χρηστήν, ὅσον εἰς ἀνθρωπίνην  ἧκε βοήθειαν  καὶ  συμμαχίαν.  Καὶ ταπεινωθήσονται   καὶ  πενθήσουσιν  αἱ  θῆκαι  τοῦ κόσμου ὑμῶν καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. ∆ιὰ πάντων αὔξει τὸν θρῆνον, ἐπιτείνει τὸν φόβον, ἀκμάζουσαν τὴν ἀγωνίαν ἐργάζεται, ὑπ' ὄψιν ἄγει τὰ  δεινά,  εὐρύνει  τῆς  συμφορᾶς τὴν  διήγησιν,  πανταχοῦ  περιτρέχων,  πάντοθεν συνάγων  τὰ  λυπηρὰ  διὰ  τὴν  τῶν  ἀκουόντων   ἀναισθησίαν.  Ἀγαπητὸν  γὰρ  ἦν τοσαύταις κατασειομένας αὐτὰς ἀπειλαῖς ἀνενεγκεῖν καὶ λαβεῖν αἴσθησιν τῶν μελλόντων  συμβήσεσθαι λυπηρῶν.  ∆ιὰ δὴ τοῦτο  καὶ τοῦτο  ἐπήγαγεν,  ὃ σφόδρα ἐλεεινὸν εἶναι δοκεῖ, τὸ χρυσίου θήκην ὁρᾶν κεκενωμένην, ὑπόμνημα τῆς παλαιᾶς εὐπραγίας,  διὰ  τῆς  ὄψεως  ἀκμάζουσαν  διατηροῦν  τὴν  ἀλγηδόνα.  Καὶ γὰρ  τότε μάλιστα δάκνειν ἡμᾶς εἰώθασιν αἱ συμφοραί, ὅταν αὐτὰς ταῖς προτέραις παραβάλλωμεν εὐημερίαις· καὶ ἡ σύγκρισις χαλεπώτερον τὸ ἕλκος ἐργάζεται. Τοῦτο γοῦν ποτε καὶ ὁ Ἰὼβ θρηνῶν ἔλεγε· Τίς ἄν με θείη μῆνας μετὰ μῆνας ἡμερῶν τῶν ἔμπροσθεν; καὶ διηγεῖται τὸν πλοῦτον ἅπαντα καὶ τὰ ὥσπερ ἐκ πηγῶν  ἐπιρρέοντα ἀγαθά,  τὰς  τιμάς,  τὰς  προσόδους, τὴν  περιφάνειαν  ἅπασαν, ὥστε  τῇ  συγκρίσει τούτων πολλῷ χαλεπώτερα δεῖξαι τὰ παρόντα καὶ κατειληφότα  αὐτὸν δεινά. Ὃ δὴ καὶ ὁ προφήτης νῦν ἐποίησε, τῶν θηκῶν  ἀναμνήσας, καὶ οὐδὲ τούτοις ἀρκεσθείς, ἀλλὰ καὶ εἰσαγαγὼν  αὐτὰς πενθούσας. Ἐμφαντικώτερον  γὰρ τοῦτο τοῦ λόγου τὸ εἶδος, ὅταν  τοιαύτας  ἐργάζηται προσωποποιίας. Ἤδη γοῦν  καὶ ἀμπέλους  εἰσάγει θρηνούσας, καὶ οἶνον, ὥστε μᾶλλον καθικέσθαι τῶν ἀκροωμένων καὶ τῆς παχύτητος αὐτῶν καθάψασθαι. Τί δέ ἐστι, Καταλειφθήσῃ μόνη; Καὶ συμμάχων, φησί, καὶ τῆς τοῦ Θεοῦ προνοίας ἐρημωθεῖσα καὶ τῆς ἄλλης περιφανείας γυμνωθεῖσα πάσης καὶ πανταχόθεν ὑπὸ τῶν πολεμίων κυκλουμένη καὶ ἐν μέσοις ἀπειλημμένη βαρβάροις. Εἶτα τὴν  ὑπερβολὴν  τῆς ταπεινώσεως  παραστῆσαι θέλων,  φησί· Καὶ εἰς τὴν  γῆν ἐδαφισθήσῃ. Οὐδὲ πέσῃ εἶπεν,  οὐδέ· Κατενεχθήσῃ, ἀλλ' ἑτέρᾳ λέξει  σαφέστερον ἐνδεικνυμένῃ τὴν εὐτέλειαν αὐτῆς ἅπασαν ἀπεχρήσατο.


∆ʹ Καὶ ἐπιλήψονται  ἑπτὰ  γυναῖκες  ἐν  τῇ  ἡμέρᾳ ἐκείνῃ  ἀνθρώπου  ἑνὸς λέγουσαι· τὸν ἄρτον ἡμῶν φαγόμεθα καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομά σου κεκλήσθω ἐφ' ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν


Τὴν ἐκ τοῦ πολέμου συμβᾶσαν ὀλιγανθρωπίαν ἐμφῆναι βούλεται καὶ πῶς εἰς ἐλάχιστον περιέστη ὁ δῆμος τῶν Ἰουδαίων. Οὐδὲ γὰρ προστασίας ἔφησαν δεῖσθαι τῆς ταῖς γυναιξὶ προσηκούσης ὑπὸ ἀνδρῶν  παρέχεσθαι, ἀλλὰ  ἀτελῆ  τῆς λειτουργίας  αὐτὸν  ἀφεῖναι  ταύτης  καὶ στέργειν καὶ ἀγαπᾶν, εἰ ἁπλῶς  γοῦν  καὶ ὡς ἔτυχε τοῦ τῆς χηρείας ἀπαλλάγειεν ὀνόματος. Τοῦτο γάρ ἐστιν· Ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν· ἐπειδὴ τὸ παλαιὸν ὄνειδος εἶναι τοῦτο ἐδόκει. Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ τοῦ δοξάσαι τὸ καταλειφθὲν  τοῦ Ἰσραήλ. Ἐπειδὴ σφόδρα κατέσεισε τὴν διάνοιαν αὐτῶν τῇ τῶν λυπηρῶν ἀπειλῇ, καὶ τὴν συμφορὰν ἐναργῶς ἐτραγῴδησε καὶ μακρὸν ἀπέτεινε λόγον τὰ φοβερὰ διηγούμενος, μεταβάλλει λοιπὸν ἐπὶ  τὰ χρηστότερα. Τοῦτο γὰρ ἰατρείας  ἀρίστης τρόπος, μὴ τέμνειν  μηδὲ καίειν μόνον,   ἀλλὰ   καὶ   τὰς   ἐκεῖθεν   γινομένας   ὀδύνας   προσηνέσι   παραμυθεῖσθαι φαρμάκοις· τοῦτο δὴ καὶ αὐτὸς ποιεῖ. Οὐ γὰρ δὴ εἰς τὰ σκυθρωπὰ καταλύσειν ἔφησε τὸ πᾶν, ἀλλὰ τῶν πονηρῶν  ἐκ μέσου ληφθέντων διαδέχεσθαι τὰ χρηστότερα· καὶ οὐκ ἀπαλλαγὴν  ἔσεσθαι μόνον τῶν ἀηδῶν, ἀλλὰ καὶ πολλὴν τὴν περιφάνειαν  καὶ μεγάλην τὴν λαμπρότητα. Τοῦτο γὰρ ἐπίλαμψιν Θεοῦ καλεῖ, τὸ σκότος τῆς ἀθυμίας λύουσαν  καὶ  φαιδρὰν  ποιοῦσαν  ἡμέραν  καὶ  περιφανεῖς  καθιστῶσαν.  Τὸ δέ· Ἐν βουλῇ, ὅτι συνετῶς, φησί, πάντα ἐργάσεται καὶ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας. Καὶ ἔσται τὸ καταλειφθὲν  τοῦ Ἰσραὴλ ἐν Σιὼν καὶ τὸ καταλειφθὲν  ἐν Ἱερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Ἵνα μάθῃς ὅτι οὐ συντυχίας  τινὸς  ἡ σωτηρία γέγονε  τῶν  διαφυγόντων τὸν  κίνδυνον,  ἀλλ' ἐκ τῆς ἄνωθεν ψήφου τειχισθέντες καὶ ἐν μέσοις τοῖς δεινοῖς ὄντες οὐχ ἑάλωσαν, διὰ τοῦτό φησιν· Ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Οἱ ἀφορισθέντες,  φησίν,  οἱ  δοκιμασθέντες,  οἱ  τυπωθέντες,   μηδὲν  παθεῖν  δεινόν. Εἰκότως δὲ αὐτοὺς ἁγίους καλεῖ δεικνὺς ὅτι οὐχ ἁπλῶς ὁ ἀφορισμὸς αὐτοὺς ἀπήλλαξεν, οὐδὲ ἁπλῶς ἡ τοῦ Θεοῦ ψῆφος· ἀλλά τι καὶ ἡ τῶν τρόπων εἰσήνεγκεν ἀρετή, ἥ τε προτέρα, ἥ τε μετὰ ταῦτα. Εἰ γὰρ καὶ χρηστοί τινες ἦσαν καὶ ἐπιεικεῖς, ἀλλ' ὅμως ὑπὸ τῶν συμβάντων βελτίους ἐγένοντο καὶ ἀκριβέστεροι. Καθάπερ γὰρ τὸ χρυσίον τῷ πυρὶ παραδιδόμενον πᾶσαν ἀποτίθεται κηλῖδα, οὕτω καὶ οἱ σπουδαῖοι σπουδαιότεροι καθίστανται ἐν τοῖς πειρασμοῖς, πᾶσαν ἀπονιπτόμενοι ῥᾳθυμίαν. Ὅτι ἐκπλυνεῖ  Κύριος τὸν  ῥύπον  τῶν  υἱῶν  καὶ  τῶν  θυγατέρων  Σιὼν  καὶ  τὸ  αἷμα Ἱερουσαλὴμ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως.∆ιπλοῦν ἐνταῦθά μοι δοκεῖ λέγειν καθαρμὸν καὶ τὸ δοῦναι δίκην ὧν ἥμαρτον καὶ τὸ σπουδαιοτέρους  γενέσθαι  πρὸς  τὸ  μέλλον  ἐντεῦθεν.  Αἷμα δὲ  Ἱερουσαλὴμ  τοὺς φόνους  λέγει  τὰς σφαγὰς τὰς ἀδίκους. Εἶτα αὔξων  τὸ ἔγκλημά  φησιν, Ἐκ μέσου αὐτῶν.  Οὐδὲ γὰρ λανθάνοντες  καὶ κρυπτόμενοι  τὰς ἀνδροφονίας  ἐτόλμων,  ἀλλὰ τῶν λῃστῶν καὶ τῶν τὰς λεωφόρους ἐφεδρευόντων  χεῖρον. Ἐκεῖνοι μὲν γὰρ καὶ τῷ σκότῳ κρυπτόμενοι καὶ ταῖς ἐρημίαις τολμῶσι τὰ εἰωθότα· οὗτοι δὲ ἐν μέσαις ταῖς ἀγοραῖς, ἐν μέσῃ τῇ πόλει, ἐν αὐτοῖς  τοῖς δικαστηρίοις τὰ ἐκείνων  παρηνόμουν. Ἀλλὰ καὶ τὴν ἐκεῖθεν, φησί, γενομένην  κηλῖδα ἐπελθὼν  ὁ πόλεμος ἀναλώσει. Καὶ γὰρ καὶ ἐν τῷ καιρῷ τῶν χρηστῶν ὑπὲρ τῶν προτέρων ἀπολογεῖται λυπηρῶν, ὅτι καὶ αὐτὰ ἐκεῖνα τὰ συμβάντα διὰ τοῦτο συνέβη, ἵνα ἐκπλυθῶσιν, ἵνα καθαρθῶσιν, ἵνα πυρωθῶσιν, ἵνα πᾶσαν ἀποθῶνται κηλῖδα, ἵνα τὸ ἐκ τῶν ἁμαρτημάτων καὶ τῶν σφαγῶν ἀπονίψωνται  ὄνειδος. Τί δέ ἐστιν ὅ φησι· Πνεύματι κρίσεως καὶ πνεύματι καύσεως; Τῇ μεταφορᾷ  τῶν  χωνευομένων   ὑλῶν  ἐπέμεινεν.  Ὥσπερ γὰρ  ἐκεῖ  τὸ πνεῦμα εἰς τὸ χωνευτήριον  ἐμπῖπτον καὶ τὴν φλόγα ἀναρριπίζον καὶ θερμοτέρους ποιοῦν  τοὺς ἄνθρακας ἅπαντα δαπανᾷ τὸν ῥύπον· οὕτω καὶ ἐνταῦθα ἡ θεήλατος ὀργὴ καὶ ἡ τῶν πολεμίων ἔφοδος ἐμπεσοῦσα, ἀντὶ πυρὸς τῇ πόλει γέγονε, πυρὸς οὐκ ἀπολλύντος, ἀλλὰ καίοντος καὶ καθαίροντος, κολάζοντος καὶ διορθουμένου. Τὸ γάρ· Πνεύματι  κρίσεως,  τουτέστι,  κολάσεως,  τιμωρίας,  ἐκδικήσεως.  Καὶ ἥξει,  φησί, Κύριος. Παρουσίαν αὐτοῦ τὴν ἐνέργειαν καλεῖ. Καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιὼν  καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός, πάσῃ τῇ δόξῃ σκεπασθήσεται. Καὶ ἔσται εἰς σκιὰν ἡμέρας ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ. Νεφέλην ἐνταῦθα τὴν ἐκ τῶν κακῶν ἐγγινομένην  παραψυχήν φησι· πυρὰν δὲ τὴν μετὰ τῆς παραμυθίας περιφάνειαν προσγινομένην. Ὅπερ γάρ ἐστιν ἐν καύματι νεφέλη, τοῦτο ἐν σκότῳ καὶ νυκτὶ βαθυτάτῃ πυρὰ λαμπρῶς ἀναπτομένη. Ἡ μὲν γὰρ τὸν αὐχμὸν ἀποκρούεται, ἡ δὲ διαλύει τὸν ζόφον. Τὴν μὲν οὖν περιφάνειαν  τῇ λαμπρότητι τῆς πυρᾶς, τὴν  δὲ ἄνεσιν τῇ σκιᾷ τῆς νεφέλης  παρέβαλεν. Εἶτα δεικνὺς  ὡς οὐ κατὰ μικρὸν τῶν δεινῶν λυομένων  ταῦτα ἔσται, ἀλλὰ ἀθρόον ἐν αὐτῇ τῇ τῶν λυπηρῶν ἀκμῇ ἡ μεταβολὴ γενήσεται, ἵνα καὶ ἐντεῦθεν μάθωσιν, ὅτι οὐχὶ ἐκ περιφορᾶς τινος καὶ συντυχίας ἡ πρὸς τὸ βέλτιον γέγονε μετάστασις, ἀλλ' ἐκ τῆς ἄνωθεν δυνάμεως τὸ  πᾶν  κατώρθωται·  Ὡς  πυρὸς  καιομένου  νυκτός,  φησίν,  οὕτως  ἡ  μεταβολὴ γενήσεται· Καὶ ἔσται εἰς σκιὰν ἡμέρας. Τίς ἔσται; Ἡ τοῦ Θεοῦ βοήθεια, φησί, καὶ ἡ συμμαχία, ὥσπερ σκιὰ ἐν  καύματι  καὶ ὥσπερ ὄροφος ἢ κατάδυσίς τις  σπηλαίου, ὄμβρου καταρρηγνυμένου σφοδροῦ, ἐν ἀσφαλείᾳ τὸν ἐκεῖ καταφυγόντα διατηροῦσα· οὕτω δὴ καὶ ἡ τοῦ Θεοῦ συμμαχία οὐκ ἀφήσει δεινὸν οὐδὲν παθεῖν, καὶ τοσούτου καταρρηγνυμένου πολέμου, οὓς ἂν ἕληται ἐξ ἀρχῆς διασῶσαι.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |