ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΣΤ΄Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστὶν

Πέμπτη 27 Οκτωβρίου 2016

ΙΣΤ΄Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστὶν



Ιωάννης Χρυσόστομος
Πρός Εβραίους
Τόμος 63


ΙΣΤ΄Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστὶν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν  λάβωσιν οἱ κεκλημένοι  τῆς  αἰωνίου  κληρονομίας.  Ὅπου  γὰρ  διαθήκη,  θάνατον  ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου· διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. Ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται.

 αʹ. Εἰκὸς ἦν πολλοὺς τῶν ἀσθενεστέρως διακειμένων,  καὶ ἀπὸ τοῦ τετελευτηκέναι  τὸν Χριστὸν μάλιστα ἀπιστεῖν  ταῖς  ἐπαγγελίαις  αὐτοῦ.  Ὁ τοίνυν  Παῦλος τὴν  τοιαύτην  ὑπόνοιαν  ἐκ περιουσίας  ἀνατρέπων,  τοῦτο  τίθησι  τὸ  ὑπόδειγμα,  ἀπὸ  τῆς  κοινῆς  συνηθείας λαβών. Ποῖον δὴ τοῦτο; ∆ι' αὐτὸ μὲν οὖν τοῦτο χρὴ θαῤῥεῖν, φησί. ∆ιὰ τί; Ὅτι οὐ ζώντων τῶν διαθεμένων ἀλλ' ἀποθανόντων, τότε βέβαιοί εἰσιν αἱ διαθῆκαι, καὶ τὴν ἰσχὺν  λαμβάνουσι.  ∆ιὸ  καὶ  οὕτως  ἄρχεται  λέγων,  καὶ  διὰ  τοῦτό  φησι·  Καινῆς διαθήκης  μεσίτης ἐστίν. Ἡ διαθήκη  πρὸς τῇ ἐσχάτῃ ἡμέρᾳ γίνεται  τῆς τελευτῆς. Τοιαύτη δέ ἐστιν ἡ διαθήκη, τοὺς μὲν κληρονόμους ἔχει, τοὺς δὲ ἀποκληρονόμους. Οὕτω καὶ ἐνταῦθα περὶ μὲν τῶν κληρονόμων φησὶν ὁ Χριστός·


Θέλω ἵν', ὅπου ἐγώ εἰμι, καὶ οὗτοι ὦσι. Καὶ πάλιν περὶ τῶν ἀποκληρονόμων ἄκουε αὐτοῦ λέγοντος· Οὐ περὶ πάντων  ἐρωτῶ, ἀλλὰ περὶ τῶν πιστευόντων  διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ. Ἡ διαθήκη  πάλιν  τὰ μὲν τοῦ διαθεμένου  ἔχει, τὰ δὲ τῶν  δεχομένων·  ὥστε τὰ μὲν αὐτοὺς λαβεῖν, τὰ δὲ ποιῆσαι. Οὕτω καὶ ἐνταῦθα· μετὰ γὰρ τὸ ἐπαγγείλασθαι μυρία, ἀπαιτεῖ καὶ τὰ παρ' αὐτῶν, λέγων· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν. Πάλιν ὀφείλει  ἡ διαθήκη μάρτυρας ἔχειν· καὶ ἄκουε αὐτοῦ πάλιν  λέγοντος·  Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ  ἐμαυτοῦ,  καὶ  μαρτυρεῖ περὶ  ἐμοῦ ὁ πέμψας  με Πατήρ· καὶ  πάλιν·  Ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ, περὶ τοῦ Παρακλήτου λέγων· καὶ τοὺς δώδεκα ἀποστόλους ἀπέστειλε λέγων· ∆ιαμαρτύρασθε ἐνώπιον τοῦ Θεοῦ. Καὶ διὰ τοῦτό φησιν, ∆ιαθήκης καινῆς μεσίτης ἐστί. Τί ἐστι μεσίτης; Ὁ μεσίτης οὐκ ἔτι ἐστὶ κύριος τοῦ πράγματος οὗ ἐστι μεσίτης, ἀλλ' ἕτερον μὲν τὸ πρᾶγμα, ἕτερος δὲ ὁ μεσίτης· οἷον, μεσίτης γάμου γίνεται,  οὐχ  ὁ  γαμῶν,  ἀλλ'  ὁ  τῷ  μέλλοντι  ἄγεσθαι  συμπράττων.  Οὕτω δὴ  καὶ ἐνταῦθα μεσίτης ὁ Υἱὸς ἐγένετο τοῦ Πατρὸς καὶ ἡμῶν. Οὐκ ἤθελεν ἡμῖν ἀφεῖναι ὁ Πατὴρ τὴν κληρονομίαν ταύτην, ἀλλ' ὠργίζετο πρὸς ἡμᾶς, καὶ ἐχαλέπαινεν ὡς πρὸς ἀπηλλοτριωμένους· μεσίτης τοίνυν ἐγένετο ἡμῶν καὶ αὐτοῦ, καὶ ἔπεισεν αὐτόν. Καὶ ὅρα πῶς μεσί  της ἐγένετο λόγους ἀπήγαγε καὶ ἤγαγε, τὰ παρὰ τοῦ Πατρὸς ἡμῖν διαπορθμεύων, καὶ τὸν θάνατον προστιθείς· προσκεκρουκότες ἦμεν, ἀποθανεῖν ὠφείλομεν, ἀπέθανεν ὑπὲρ ἡμῶν, καὶ ἐποίησεν ἡμᾶς ἀξίους τῆς διαθήκης. Ταύτῃτοι καὶ βεβαία ἐστὶν ἡ διαθήκη, ἣ οὐκ εἰς ἀναξίους λοιπὸν γέγονε. Παρὰ μὲν οὖν τὴν ἀρχὴν,  ἅτε  ὡς  Πατὴρ πρὸς υἱοὺς  διέθετο·  ἐπειδὴ  δὲ  ἀνάξιοι  γεγόναμεν,  οὐκέτι διαθήκης, ἀλλὰ  τιμωρίας  ἔδει. Τί τοίνυν  μέγα φρονεῖς,  φησὶν, ἐπὶ τῷ  νόμῳ; εἰς τοσαύτην γὰρ ἡμᾶς κατέστησεν ἁμαρτίαν, ὡς μὴ ἂν σωθῆναί ποτε· εἰ μὴ ὁ ∆εσπότης ἡμῶν ὑπὲρ ἡμῶν ἀπέθανεν, οὐκ ἂν ἴσχυσεν ὁ νόμος· ἀσθενὴς γὰρ ἦν. Οὐκέτι δὲ αὐτὸ ἀπὸ τῆς κοινῆς συνηθείας βεβαιοῖ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐν τῇ Παλαιᾷ συμβεβηκότων· ὃ μάλιστα αὐτοὺς ἐπήγετο. Ἀλλ' οὐδεὶς, φησὶν, ἦν ὁ τετελευτηκὼς ἐκεῖ· πῶς οὖν ἐκείνη βεβαία; ∆ιὰ τοῦ αὐτοῦ τρόπου, φησί. Πῶς; Καὶ γὰρ ἐκεῖ αἷμα, ὥσπερ ἐνταῦθα αἷμα. Εἰ δὲ μὴ τὸ τοῦ Χριστοῦ αἷμα, μὴ θαυμάσῃς· τύπος γὰρ ἦν· διὸ καὶ λέγει, Ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται. Τί ἐστιν, Ἐγκεκαίνισται; Βεβαία γέγονεν,  ἐκυρώθη. Ὅθεν, τουτέστι διὰ τοῦτο, φησὶν, ἔδει τῆς διαθήκης τὸ σύμβολον  εἶναι  καὶ  τῆς  τελευτῆς. 

βʹ. Τίνος  γὰρ  ἕνεκεν,  εἰπέ  μοι,  τὸ  βιβλίον ἐῤῥαντίζετο τῆς διαθήκης; Λαληθείσης γὰρ, φησὶ, πάσης τῆς ἐντολῆς  κατὰ νόμον ὑπὸ Μωϋσέως παντὶ  τῷ λαῷ, λαβὼν  τὸ αἷμα τῶν  μόσχων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐῤῥάντιζε, λέγων· Τοῦτο τὸ αἷμα τῆς διαθήκης, ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τὸ βιβλίον ῥαντίζεται τῆς διαθήκης καὶ ὁ λαός; Ἦ τοῦ τιμίου αἵματος ἄνωθεν σχηματιζομένου τύπος τις ἐκεῖνο τὸ αἷμα καὶ τὰ ἄλλα ἐγίνετο. Τί δήποτε δὲ καὶ μετὰ ὑσσώπου; Ὅτι πυκνὸν καὶ ἁπαλὸν ὑπάρχον, κρατητικὸν τοῦ αἵματος ἦν. Τί δαὶ τὸ ὕδωρ; Καὶ τοῦτο ὡς χαρακτηρίζον τὴν δι' ὕδατος κάθαρσιν. Τί δὲ τὸ ἔριον; Καὶ τοῦτο παρελαμβάνετο, ὥστε κατέχεσθαι τὸ αἷμα. ∆είκνυσιν ἐνταῦθα τὸ αὐτὸ ὂν καὶ αἷμα καὶ ὕδωρ· τὸ γὰρ βάπτισμα αὐτοῦ τοῦ πάθους ἐστὶ σύμβολον. Καὶ τὴν σκηνὴν δὲ, καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐῤῥάντισε. Καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις. ∆ιὰ τί τὸ Σχεδὸν εἶπε; διὰ τί αὐτὸ ἐκόλασεν; Ἐπειδὴ ἐκεῖνα οὐκ ἦν καθαρισμὸς τέλειος, οὐδὲ ἄφεσις τελεία, ἀλλὰ ἡμιτελὴς, καὶ ἐν ἐλαχίστῳ  μέρει· ἐνταῦθα δέ· Τοῦτο τὸ  αἷμα,  φησὶ,  τῆς  καινῆς  διαθήκης,  τὸ  ὑπὲρ  ὑμῶν  ἐκχυνόμενον   εἰς  ἄφεσιν ἁμαρτιῶν.  Ποῦ τοίνυν  τὸ βιβλίον  ἐκάθαρε τὰς διανοίας  αὐτῶν;  Αὐτοὶ ἄρα ἦσαν βιβλία τῆς καινῆς διαθήκης. Ποῦ δὲ τὰ σκεύη τῆς λειτουργίας; Αὐτοί εἰσι. Ποῦ δὲ ἡ σκηνή; Αὐτοί εἰσι πάλιν· Ἐνοικήσω γὰρ ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, φησίν. Ἀλλ' οὐκ ἐρίῳ κοκκίνῳ οὐδὲ ὑσσώπῳ ἐῤῥάντισεν ἐνταῦθα· τί δήποτε; Οὐ γὰρ σωματικὸς ὁ καθαρισμὸς ἦν, ἀλλὰ πνευματικὸς, καὶ τὸ αἷμα πνευματικόν. Πῶς; Οὐκ ἀπὸ σώματος γὰρ ἔῤῥει ἀλόγων, ἀλλὰ σώματος ἀπὸ Πνεύματος κατασκευασθέντος. Τούτῳ ἡμᾶς οὐ Μωϋσῆς, ἀλλ' ὁ Χριστὸς ἐῤῥάντισε τῷ αἵματι, διὰ τοῦ λόγου τοῦ λεχθέντος, Τοῦτο τὸ αἷμα τῆς καινῆς διαθήκης εἰς ἄφεσιν ἁμαρτιῶν. Οὗτος ὁ λόγος ἀντὶ ὑσσώπου τῷ αἵματι  ἐμβαφεὶς,  πάντας  περιῤῥαίνει.  Κἀκεῖ μὲν  τὸ  σῶμα  ἔξωθεν  ἐκαθαίρετο· σωματικὸς   γὰρ  ὁ  καθαρισμὸς  ἦν·  ἐνταῦθα   δὲ,  ἐπειδὴ   πνευματικός   ἐστιν   ὁ καθαρισμὸς, εἰς τὴν ψυχὴν  εἰσέρχεται, καὶ καθαίρει, οὐχ ἁπλῶς περιῤῥαινόμενος, ἀλλὰ πηγάζων ἐν ταῖς ἡμετέραις ψυχαῖς. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα. Καὶ ἐπ' ἐκείνων μὲν αὐτὴν τὴν ἐπιφάνειαν  ἔῤῥαινε, καὶ πάλιν ἀπενίπτετο  ὁ ῥαντιζόμενος· οὐ γὰρ δὴ ᾑμαγμένος ἀεὶ περιῄει· ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως, ἀλλ' αὐτῇ τῇ οὐσίᾳ ἀναμίγνυται   τὸ  αἷμα,  ῥωμαλέαν  αὐτὴν  ποιοῦν  καὶ  ἁγνὴν,  καὶ  πρὸς  αὐτὸ  τὸ ἀμήχανον  κάλλος ἄγον. ∆είκνυσι δὴ λοιπὸν  τὸν θάνατον  οὐ μόνον  βεβαιώσεως, ἀλλὰ καὶ καθαρμοῦ αἴτιον. Ἐπειδὴ γὰρ ἡ τελευτὴ μιαρὸν πρᾶγμα ἐδόκει εἶναι, καὶ μάλιστα ἡ διὰ σταυροῦ, λέγει  ὅτι ἐκάθαρε, καὶ ἐκάθαρε τιμίαν  κάθαρσιν, καὶ ἐπὶ μείζοσι· διὰ τοῦτο αἱ θυσίαι προὔλαβον, διὰ τὸ αἷμα τοῦτο·  διὰ τοῦτο ἀμνοὶ, διὰ τοῦτο  ἅπαντα  ἐγένετο.  Ἀνάγκη  οὖν  τὰ  μὲν  ὑποδείγματα  τῶν  ἐν  τοῖς  οὐρανοῖς τούτοις καθαρίζεσθαι· αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. Καὶ πῶς ἐστιν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς; τίνα δὲ καλεῖ τὰ ἐν τοῖς οὐρανοῖς νῦν; ἆρα τὸν οὐρανόν; ἀλλὰ τοὺς ἀγγέλους; Οὐδὲν τούτων,  ἀλλὰ τὰ ἡμέτερα. Ἄρα ἐν τοῖς οὐρανοῖς τὰ ἡμέτερα, καὶ ἐπουράνια, κἂν ἐν τῇ γῇ ἐπιτελῆται. Ἐπεὶ καὶ ἄγγελοι ἐν τῇ γῇ εἰσιν, ἀλλ' ἐπουράνιοι λέγονται·  καὶ τὰ Χερουβὶμ ἐπὶ τῆς γῆς ἐφάνη,  ἀλλ' ἐπουράνιά ἐστι. Καὶ τί λέγω ἐφάνη; ἐπὶ τῆς γῆς μὲν οὖν διάγει, ὥσπερ οὖν ἐν τῷ παραδείσῳ. Ἀλλ' οὐδὲν ἐκώλυσε τοῦτο· ἐπουρανία γὰρ καὶ οὕτως ἐστί. Καὶ ἡμῶν τὸ πολίτευμά ἐστιν ἐν οὐρανοῖς, καίτοι ἐνταῦθα πολιτευόμεθα. Αὐτὰ δὲ τὰ ἐπουράνια· τουτέστι, τὴν φιλοσοφίαν  τὴν παρ' ἡμῖν, τοὺς ἐκεῖ κεκλημένους. Κρείττοσι θυσίαις παρὰ ταύτας. Τὸ κρεῖττον  καλοῦ τινός  ἐστι κρεῖττον· ἄρα καλὰ γεγόνασι, καὶ τὰ ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς. Οὐκ ἂν γὰρ οὐδὲ τὰ ὑποδείγματα πονηρὰ ἦν, ἐπεὶ κἀκεῖνα ἂν εἴη πονηρὰ ὧν ἐστιν ὑποδείγματα.

γʹ. Εἰ τοίνυν  ἐπουράνιοι ἡμεῖς, καὶ τοιαύτης οὐσίας ἐτύχομεν, φρίξωμεν· μηκέτι μένωμεν ἐν τῇ γῇ· ἔξεστι γὰρ μὴ εἶναι ἐν τῇ γῇ καὶ νῦν τὸν βουλόμενον. Τὸ γὰρ εἶναι ἐν τῇ γῇ καὶ μὴ εἶναι, τρόπῳ καὶ προαιρέσει γίνεται· οἷόν τι λέγω· Ὁ Θεὸς λέγεται εἶναι ἐν τῷ οὐρανῷ· διὰ τί; οὐ τόπῳ ἀποκλειόμενος, μὴ γένοιτο, οὐδὲ τὴν γῆν ἔρημον τῆς αὑτοῦ παρουσίας ἀφεὶς, ἀλλὰ τῇ σχέσει καὶ τῇ οἰκειώσει τῇ πρὸς  τοὺς ἀγγέλους. Ἂν τοίνυν καὶ ἡμεῖς ἐγγὺς ὦμεν  τοῦ Θεοῦ, ἐν οὐρανῷ ἐσμεν. Τί γάρ μοι μέλει τοῦ οὐρανοῦ, ὅταν ὁρῶ τὸν∆εσπότην τοῦ οὐρανοῦ, ὅταν αὐτὸς οὐρανὸς γένωμαι; Ἐλευσόμεθα γὰρ, φησὶν, ἐγὼ καὶ ὁ Πατήρ μου, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ποιήσωμεν οὖν ἡμῶν τὴν ψυχὴν οὐρανόν. Φαιδρός ἐστιν ὁ οὐρανὸς τῇ φύσει· οὐδὲ γὰρ ἐν χειμῶνι μέλας γίνεται· οὐ γὰρ αὐτὸς μεταβάλλει τὴν ὄψιν, ἀλλ' αἱ νεφέλαι συνδραμοῦσαι καλύπτουσιν αὐτόν. Ὁ οὐρανὸς ἥλιον ἔχει· ἔχομεν καὶ ἡμεῖς ἥλιον δικαιοσύνης. Εἶπον, Ἔξεστι γενέσθαι ὡς οὐρανόν· καὶ ὁρῶ ὅτι καὶ βελτίονα γενέσθαι τοῦ οὐρανοῦ ἔξεστι. Πῶς; Ὅταν τὸν ∆εσπότην τοῦ ἡλίου ἔχωμεν. Ὁ οὐρανὸς πάντοθέν  ἐστι καθαρὸς καὶ ἀκηλίδωτος, οὐκ ἐν χειμῶνι,  οὐκ ἐν νυκτὶ  μεταβάλλεται·  μὴ τοίνυν  μηδὲ ἡμεῖς μήτε ἐν ταῖς θλίψεσι, μήτε ἐν  ταῖς  μεθοδείαις  τοῦ διαβόλου  τοῦτο  πάσχωμεν,  ἀλλὰ  μένωμεν ἀκηλίδωτοι καὶ καθαροί. Ὁ οὐρανός ἐστιν ὑψηλὸς, καὶ πολὺ τῆς γῆς ἀπέχων· τοῦτο καὶ ἡμεῖς ποιήσωμεν, ἀποστήσωμεν ἑαυτοὺς τῆς γῆς, καὶ πρὸς τὸ ὕψος ἀρθῶμεν ἐκεῖνο. Καὶ ποῦ τῆς γῆς ἑαυτοὺς ἀποστήσωμεν; Ὅταν τὰ οὐράνια φανταζώμεθα. Ὁ οὐρανὸς ἀνώτερός ἐστι καὶ ὑετῶν καὶ χειμώνων,  καὶ ὑπ' οὐδενὸς ἁλίσκεται· τοῦτο καὶ ἡμεῖς δυνησόμεθα, ἐὰν θέλωμεν. Οὗτος δοκεῖ μὲν, οὐ μέντοι πάσχει· μὴ τοίνυν μηδὲ ἡμεῖς, κἂν  δοκῶμεν  πάσχειν, πάσχωμεν.  Ὥσπερ γὰρ ἐν τῷ  χειμῶνι  οἱ μὲν πολλοὶ  τὸ  κάλλος  αὐτοῦ  οὐκ  ἴσασιν, ἀλλὰ  νομίζουσιν  αὐτὸν  τρέπεσθαι,  οἱ  δὲ φιλοσοφοῦντες  ἴσασιν ὅτι οὐδὲν ἔπαθεν· οὕτω καὶ περὶ ἡμῶν ἐν ταῖς θλίψεσιν, οἱ μὲν πολλοὶ νομίζουσιν ἡμᾶς συμμεταβεβλῆσθαι, καὶ αὐτῆς ἡμῶν ἧφθαι τῆς καρδίας τὴν θλῖψιν· οἱ δὲ φιλόσοφοι ἴσασιν ὅτι οὐχ ἥψατο ἡμῶν. Γενώμεθα τοίνυν οὐρανὸς, ἀνέλθωμεν  εἰς τὸ ὕψος ἐκεῖνο,  καὶ οὕτως  ὀψόμεθα τοὺς ἀνθρώπους  μυρμήκων οὐδὲν διαφέροντας· οὐ τοὺς πένητας λέγω μόνον, οὐδὲ τοὺς πλουσίους, ἀλλὰ κἂν στρατηγός τις ᾖ, κἂν βασιλεὺς, οὐκ ὀψόμεθα ἐκεῖ τὸν βασιλέα, οὐδὲ τὸν ἰδιώτην· οὐκ εἰσόμεθα τί μὲν χρυσὸς, τί δὲ ἄργυρος, τί δὲ ἱμάτιον σηρικὸν, ἢ πορφυροῦν· πάντα ὥσπερ μυίας  ὀψόμεθα, ἐὰν  ἐν  ἐκείνῳ  τῷ  ὕψει  καθίσωμεν· οὐδεὶς  θόρυβος ἐκεῖ, οὐδεμία ταραχὴ, οὐδὲ κραυγή. Καὶ πῶς ἔνι, φησὶν, εἰς ἐκεῖνο ἀρθῆναι τὸ ὕψος, ἐπὶ τῆς γῆς περιπατοῦντα;  Λόγῳ μὲν οὐ λέγω  τοῦτο ἁπλῶς· ἀλλ' εἰ βούλει, ἐγώ σοι δείκνυμι  ἔργῳ τοὺς εἰς τὸ ὕψος ἐκεῖνο φθάσαντας. Τίνας δὴ τούτους; Τοὺς περὶ Παῦλον λέγω, οἵτινες ἐν τῇ γῇ ὄντες, ἐν τῷ οὐρανῷ διέτριβον. Καὶ τί λέγω ἐν τῷ οὐρανῷ; ὑψηλότεροι  ἦσαν τοῦ οὐρανοῦ, καὶ τοῦ ἄλλου οὐρανοῦ, καὶ πρὸς αὐτὸν ἀνῆλθον  τὸν  Θεόν. Τίς γὰρ ἡμᾶς χωρίσει, φησὶν,  ἀπὸ τῆς  ἀγάπης  τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καὶ πάλιν, Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Ὁρᾷς ὅτι οὐδὲ ἑώρα τὰ ἐνταῦθα; Ἵνα δέ σοι δείξω ὅτι τῶν  οὐρανῶν  ἀνώτερος ἦν, ἄκουε αὐτοῦ λέγοντος· Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα  οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται  ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Ὁρᾷς πῶς πάντα  παραδραμὼν ὁ λογισμὸς, ἀνώτερον  αὐτὸν ἐποίησεν, οὐ ταύτης μόνον τῆς κτίσεως,  οὐδὲ τούτων τῶν οὐρανῶν, ἀλλὰ καὶ εἴ τινες ἕτεροι ἦσαν; Εἶδες ὕψος διανοίας; εἶδες ὁ σκηνοποιὸς οἷος ἐγένετο ἐπειδὴ ἠθέλησεν, ὁ ἐπ'  ἀγορᾶς τὸν ἅπαντα βίον διαγαγών;  Οὐδὲν γάρ ἐστι κώλυμα, οὐκ ἔστι, πάντας  ὑπερβαλέσθαι, εἴ γε βουλοίμεθα.  Εἰ γὰρ τέχνας  οὕτω  κατορθοῦμεν ὑπερβαινούσας τοὺς πολλοὺς, πολλῷ μᾶλλον ὃ μὴ τοσούτου δεῖται πόνου. Τί γὰρ, εἰπέ μοι, χαλεπώτερον  τοῦ διὰ σχοίνου τεταμένης βαδίζειν, καθάπερ ἐπὶ ἰσοπέδου, καὶ ἄνω περιπατοῦντα ὑποδύεσθαι καὶ ἀποδύεσθαι καθάπερ ἐπὶ κλίνης καθήμενον; οὐχὶ οὕτω φρικτὸν  ἡμῖν εἶναι τὸ πρᾶγμα δοκεῖ, ὡς μηδὲ θέλειν  θεάσασθαι, ἀλλὰ δεδοικέναι, καὶ τρέμειν, καὶ πρὸς τὴν ὄψιν αὐτήν; Τί δὲ, εἰπέ μοι, χαλεπώτερον  τοῦ κοντὸν  ἐπὶ  τοῦ  προσώπου λαβεῖν,  εἶτα  ἐπιθέντα  ἄνω  παιδίον  μυρία ποιεῖν,  καὶ τέρπειν τοὺς θεατάς; τί δὲ χαλεπώτερον  τοῦ σφαιρίζειν ἐν ξίφεσι; τί δὲ βαρύτερον, εἰπέ μοι, τοῦ τὸ βάθος τοῦ πελάγους διερευνᾶσθαι, Καὶ μυρίας ἑτέρας ἄν τις ἔχοι τέχνας εἰπεῖν· ἀλλὰ πάντων  τούτων εὐκολωτέρα ἡ ἀρετὴ, ἐὰν θέλωμεν, καὶ τὸ εἰς τὸν οὐρανὸν ἀναβῆναι· θελῆσαι γὰρ δεῖ μόνον ἐνταῦθα, καὶ πάντα ἕπεται. Οὐκ ἔστι γὰρ εἰπεῖν, οὐ δύναμαι· τοῦτο γὰρ κατηγορῆσαί ἐστι τοῦ ∆ημιουργοῦ· εἰ γὰρ ἀδυνάτους  ἡμᾶς ἐποίησεν, εἶτα ἐπιτάττει,  κατηγορία  αὐτοῦ ἐστι. Πῶς οὖν, φησὶ, πολλοὶ οὐ δύνανται; Ὅτι οὐ θέλουσι. Πόθεν δὲ οὐ θέλουσιν; Ἀπὸ ῥᾳθυμίας· ὥστε εἰ θελήσουσι, πάντως δυνήσονται. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι· Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν, ἐπειδὴ ᾔδει ὅτι πάντες ἠδύ  ναντο εἶναι ὡς καὶ αὐτός· οὐδὲ γὰρ ἂν, εἴ γε ἀδύνατον ἦν, τοῦτο εἶπε. Θέλεις γενέσθαι ἐνάρετος; τῆςἀρχῆς ἐπιλαβοῦ μόνον. Εἰπὲ δή μοι, ἐν ταῖς τέχναις ἁπάσαις, ὅταν θέλωμεν ἐν αὐταῖς γενέσθαι, ἀρκούμεθα τῷ  θέλειν,  ἢ καὶ ἁπτόμεθα τῶν  πραγμάτων;  Οἷόν τι λέγω· Βούλεταί τις γενέσθαι κυβερνήτης· οὐ λέγει, Θέλω, καὶ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ τοῦ πράγματος ἅπτεται. Θέλει γενέσθαι ἔμπορος· οὐ λέγει, Θέλω, μόνον, ἀλλὰ καὶ τοῦ πράγματος ἅπτεται.  Ἀποδημῆσαι πάλιν  θέλει,  καὶ οὐ λέγει,  θέλω,  ἀλλὰ  καὶ τοῦ πράγματος ἅπτεται. Εἶτα ἐν πᾶσιν οὐκ ἀρκεῖ τὸ θελῆσαι μόνον, ἀλλὰ καὶ τὸ ἔργον προσθεῖναι δεῖ· εἰς δὲ τὸν οὐρανὸν βουλόμενος ἀνελθεῖν, λέγεις, Θέλω, μόνον; Πῶς οὖν, φησὶν, ἔλεγες, ὅτι τὸ θέλειν ἀρκεῖ; Τὸ θέλειν μετὰ τῶν ἔργων, τὸ ἀντιλαμβανόμενον τοῦ πράγματος, τὸ πονέσαντα.  Ἔχομεν γὰρ συνεργοῦντα  καὶ συμπράττοντα  τὸν  Θεόν· μόνον  ἑλώμεθα,  μόνον  ὡς  ἔργῳ  προσενεχθῶμεν  τῷ πράγματι, μόνον μεριμνήσωμεν, μόνον, εἰς νοῦν βαλώμεθα, καὶ πάντα ἕπεται. Ἐὰν δὲ καθεύδωμεν, καὶ ῥέγχοντες προσδοκῶμεν εἰσιέναι εἰς τὸν οὐρανὸν, πότε δυνησόμεθα   τὴν   κληρονομίαν    τῶν   οὐρανῶν   κατασχεῖν;   Βουληθῶμεν   οὖν, παρακαλῶ, βουληθῶμεν. Τί πάντα πρὸς τὸν παρόντα βίον ἐμπορευόμεθα, ὃν αὔριον ἀπολείψομεν; Ἑλώμεθα τοίνυν τὴν ἀρετὴν τὴν εἰς τὸν πάντα αἰῶνα ἡμῖν διαρκέσουσαν· ἐν ᾧ ἐσόμεθα διηνεκῶς, καὶ τῶν αἰωνίων  ἀγαθῶν ἀπολαύσομεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΙΖʹ. Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χρι στὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐ τὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσ ώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχε ται εἰς τὰ Ἅγια τῶν ἁγίων  κατ' ἐνιαυτὸν  ἐν  αἵματι  ἀλλοτρίῳ·  ἐπεὶ  ἔδει αὐτὸν  πολλάκις  παθεῖν  ἀπὸ καταβολῆς κόσμου· νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρ τίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται.

 αʹ. Μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι ἐπὶ τῷ ναῷ καὶ τῇ σκηνῇ· διὸ ἔλεγον· Ναὸς Κυρίου, ναὸς Κυρίου. Οὔτε γὰρ ἀλλαχοῦ  γῆς κατεσκευάσθη τοιοῦτος ναὸς, οὐ πολυτελείας ἕνεκεν, οὐ κάλλους, οὐχ ἑτέρου τινός. Ὁ γὰρ διαταξάμενος Θεὸς ἐκέλευσεν αὐτὸν μετὰ φιλοτιμίας γενέσθαι πολλῆς, ἐπειδὴ κἀκεῖνοι  τοῖς σωματικοῖς μᾶλλον  ἐφείλκοντο  καὶ ἐπεσπῶντο. Πλίνθους γὰρ εἶχε χρυσᾶς ἐν τοῖς τοίχοις· καὶ ἔξεστι τῷ βουλομένῳ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν καὶ ἐν τῷ Ἰεζεκιὴλ τοῦτο καταμαθεῖν, καὶ ὅσα χρυσοῦ τάλαντα  ἀνηλώθη  τότε. Ἡ δὲ δευτέρα  λαμπροτέρα  γέγονεν   οἰκοδομία,  καὶ  κάλλους  ἕνεκεν  καὶ  τῶν  ἄλλων ἁπάντων. Καὶ οὐ τούτῳ μόνον σεμνὸς ἦν, ἀλλὰ καὶ τῷ εἶναι εἷς, καὶ τῷ πάντας τῷ κάλλει   ἐφέλκεσθαι·  ἀπὸ  γὰρ  τῶν   περάτων   τῆς  γῆς  ἐκεῖ  ἤρχοντο,  εἴτε  ἀπὸ Βαβυλῶνος, εἴτε ἀπὸ Αἰθιοπίας. Καὶ τοῦτο δηλῶν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν ἔλεγεν· Ἦσαν δὲ ἐκεῖ κατοικοῦντες Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον τε καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ  Παμφυλίαν,  Αἴγυπτον  καὶ  τὰ  μέρη  τῆς  Λιβύης τῆς  κατὰ  Κυρήνην. Οἱ οὖν πανταχοῦ τῆς οἰκουμένης ὄντες, ἐκεῖ συνῄεσαν, καὶ πολὺ τὸ ὄνομα τοῦ ναοῦ ἦν. Τί οὖν ὁ Παῦλος  ποιεῖ; Ὥσπερ ἐπὶ τῶν θυσιῶν, οὕτω καὶ ἐνταῦθα ποιεῖ· ὡς γὰρ ἐκεῖ τὸν  θάνατον  ἀντέστησε τοῦ Χριστοῦ, οὕτω  καὶ ἐνταῦθα  τὸν  οὐρανὸν  ὅλον ἀνθίστησι τῷ ναῷ. Οὐ τούτῳ δὲ μόνον τὸ διάφορον ἔδειξεν, ἀλλὰ καὶ τῷ προσθεῖναι τὸν ἱερέα ἐγγύτερον  γενόμενον  τοῦ Θεοῦ· Ἐμφανισθῆναι γὰρ, φησὶ, τῷ προσώπῳ τοῦ  Θεοῦ. Ὥστε οὐ τῷ  οὐρανῷ  μόνον,  ἀλλὰ  καὶ  τῇ  εἰσόδῳ τὸ  πρᾶγμα  σεμνὸν ἐποίησεν. Οὐ γὰρ ἁπλῶς, ὥσπερ ἐνταῦθα, διὰ συμβόλων, ἀλλ' αὐτὸν ὁρᾷ τὸν Θεὸν ἐκεῖ. Ὁρᾷς ὅτι συγκαταβάσεως ἕνεκεν πανταχοῦ τὰ ταπεινὰ εἴρηται; Τί δὴ θαυμάζεις λοιπὸν  εἰ  ἐντυγχάνει,  ὅπου  γε  αὐτὸν  ἵστησιν  ὡς  ἀρχιερέα;  Οὐδ'  ἵνα  πολλάκις προσφέρῃ ἑαυτὸν, φησὶν, ὥσπερ ὁ ἀρχιερεὺς, εἰσέρχεται εἰς τὰ ἅγια κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ. Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθε, φησὶν, ὁ Χριστὸς, ἀντίτυπα τῶν  ἀληθινῶν.  Ἄρα ἐκεῖνά ἐστιν ἀληθινὰ,  ταῦτα δὲ τύποι· καὶ γὰρ ὁ ναὸς οὕτω κατεσκεύαστο, ὥσπερ ὁ οὐρανὸς τοῦ οὐρανοῦ. Τί λέγεις; ἐὰν μὴ εἰσέλθῃ εἰς τὸν οὐρανὸν, οὐκ ἐμφανίζεται ὁ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν; Ὁρᾷς ὅτι τῆς σαρκός ἐστι ταῦτα  πάντα;  Καὶ ἐμφανισθῆναι,  φησὶ, τῷ  προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Τί ἐστιν, Ὑπὲρ ἡμῶν;  Μετὰ θυσίας ἀνῆλθε, φησὶ, δυναμένης  ἐξιλεώσασθαι τὸν Πατέρα. ∆ιὰ τί, εἰπέ μοι; μὴ γὰρ αὐτὸς ἦν ὁ ἐχθρός; Οἱ ἄγγελοι  ἐχθροὶ ἦσαν, αὐτὸς  οὐκ  ἦν  ἐχθρός·  ὅτι  γὰρ  οἱ  ἄγγελοι   ἐχθροὶ  ἦσαν,  ἄκουσον  τί  φησιν. Εἰρηνοποίησε τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ ἐν τοῖς οὐρανοῖς· ὥστε καλῶς εἶπεν, ὅτι καὶ αὐτὸς Εἰσῆλθεν εἰς τὸν οὐρανὸν, νῦν  ἐμφανισθῆναι  τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν.  Νῦν ἐμφανίζεται,  ἀλλ'  ὑπὲρ ἡμῶν.  Οὐδ'  ἵνα  πολλάκις  προσφέρῃ ἑαυτὸν,  ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια τῶν ἁγίων κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ. Ὁρᾷς πόσαι αἱ διαφοραί; τοῦ πολλάκις τὸ ἅπαξ, τοῦ ἐν αἵματι ἀλλοτρίῳ τὸ ἐν ἰδίῳ. Πολὺ τὸ μέσον. Αὐτὸς οὖν καὶ ἱερεῖον καὶ ἱερεύς. Ἐπεὶ ἔδει αὐτὸν, φησὶ, πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου. Ἐνταῦθά τι δόγμα ἀνακαλύπτει, καί φησιν, ὅτι εἰ θυσίας προσενεγκεῖν ἔδει πολλάκις, ἔδει πολλάκις καὶ σταυρωθῆναι. Νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων. ∆ιὰ τί, Ἐπὶ συντελείᾳ τῶν αἰώνων; Μετὰ τὰ πολλὰ ἁμαρτήματα. Εἰ μὲν οὖν παρὰ τὴν ἀρχὴν ἐγένοντο, εἶτα οὐδεὶς ἐπίστευσεν, ἦν ἂν τὸ τῆς οἰκονομίας ἀνόνητον· οὐκ ἔδει γὰρ δεύτερον ἀποθανεῖν τὸν Χριστὸν, ὥστε καὶ οὕτω   κατορθωθῆναι   τὸ   σπουδαζόμενον·   ἐπειδὴ   δὲ   ὕστερον   πολλὰ   ἦν   τὰ ἁμαρτήματα,  εἰκότως  τότε  ἐφάνη.  Ὃ καὶ  ἀλλαχοῦ  λέγει·  Ὅπου  ἐπλεόνασεν  ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Νῦν δὲ, φησὶν, ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται. Καὶ καθ' ὅσον ἀπόκειται τοῖς  ἀνθρώποις  ἅπαξ  ἀποθανεῖν,  μετὰ  δὲ  τοῦτο  κρίσις.

βʹ. ∆είξας ὅτι  οὐκ  ἔδει πολλάκις  ἀποθανεῖν,  νῦν  δείκνυσι  καὶ διὰ τί  ἅπαξ ἀπέθανεν·  ὅτι  ἑνὸς  θανάτου ἀντίλυτρον ἐγένετο· Ἀπέκειτο, φησὶ, τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν. Τοῦτο οὖν τὸ, ἅπαξ ἀπέθανεν, ὑπὲρ ἀνθρώπων πάντων. Τί οὖν; οὐκέτι ἀποθνήσκομεν τὸν θάνατον ἐκεῖνον; Ἀποθνήσκομεν μὲν, ἀλλ' οὐ μένομεν ἐν αὐτῷ· ὅπερ οὐδὲ ἀποθανεῖν  ἐστι. Θανάτου γὰρ τυραννὶς καὶ θάνατος ὄντως ἐκεῖνός ἐστιν, ὅταν μηκέτι συγχωρηθῇ ὁ ἀποθανὼν   εἰς  ζωὴν  ἐπανελθεῖν·  ὅταν  δὲ  μετὰ  τὸ  ἀποθανεῖν   ζήσῃ,  καὶ  ζωὴν βελτίονα, οὐ θάνατος τοῦτό ἐστιν, ἀλλὰ κοίμησις. Ἐπεὶ οὖν ἔμελλε πάντας κατέχειν ὁ θάνατος,  διὰ  τοῦτο  ἀπέθανεν,  ἵνα  ἡμᾶς ἀπαλλάξῃ.  Οὕτω καὶ  ὁ Χριστὸς ἅπαξ προσενεχθείς. Ὑπὸ τίνος προσενεχθείς; Ὑφ' ἑαυτοῦ δηλονότι. Ἐνταῦθα οὐδὲ ἱερέα δείκνυσιν αὐτὸν μόνον, ἀλλὰ καὶ θῦμα καὶ ἱερεῖον. Εἶτα προστίθησι τὴν αἰτίαν τοῦ, Προσενεχθείς. Ἅπαξ, φησὶ, προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας. ∆ιὰ τί δὲ πολλῶν εἶπε, καὶ μὴ πάντων; Ἐπειδὴ μὴ πάντες ἐπίστευσαν. Ὑπὲρ ἁπάντων μὲν γὰρ ἀπέθανεν, εἰς τὸ σῶσαι πάντας, τὸ αὐτοῦ μέρος· ἀντίῤῥοπος γὰρ ἦν ὁ θάνατος ἐκεῖνος  τῆς πάντων  ἀπωλείας·  οὐ πάντων  δὲ τὰς ἁμαρτίας ἀνήνεγκε,  διὰ τὸ μὴ θελῆσαι αὐτούς. Τί δέ ἐστιν, Ἀνενεγκεῖν  ἁμαρτίας; Ὥσπερ ἐπὶ τῆς προσφορᾶς ἧς ἀναφέρομεν, προφέρομεν καὶ τὰ ἁμαρτήματα λέγοντες, Εἴτε ἑκόντες εἴτε ἄκοντες ἡμάρτομεν, συγχώρησον· τουτέστι, μεμνήμεθα αὐτῶν πρῶτον, καὶ τότε τὴν συγχώρησιν αἰτοῦμεν· οὕτω δὴ καὶ ἐνταῦθα γέγονε. Ποῦ τοῦτο πεποίηκεν ὁ Χριστός; Ἄκουσον αὐτοῦ  λέγοντος·  Καὶ ὑπὲρ αὐτῶν  ἁγιάζω  ἐμαυτόν.  Ἰδοὺ  ἀνήνεγκε  τὰ ἁμαρτήματα· ἦρεν αὐτὰ ἀπὸ τῶν  ἀνθρώπων,  καὶ ἀνήνεγκε  τῷ Πατρὶ, οὐχ ἵνα τι ὁρίσῃ κατ' αὐτῶν, ἀλλ' ἵνα αὐτὰ ἀφῇ. Ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται, φησὶ, τοῖς  αὐτὸν  ἀπεκδεχομένοις  εἰς  σωτηρίαν.  Τί ἐστιν,   Χωρὶς ἁμαρτίας; Οὐχ ἁμαρτίας αἴρων, οὐδὲ δι' ἁμαρτίας ἐκ δευτέρου ἥξει, ἵνα πάλιν ἀποθάνῃ· οὐδὲ γὰρ ὃ ἅπαξ  ἀπέθανεν,  ὀφείλων  ἀποθανεῖν  ἀπέθανεν.  Πῶς ὀφθήσεται;  Κολάζων, φησί. Ἀλλ'  οὐκ  εἶπε  τοῦτο,  ἀλλὰ  τὸ  φαιδρὸν,  Χωρὶς ἁμαρτίας  ὀφθήσεται  τοῖς  αὐτὸν ἀπεκδεχομένοις  εἰς  σωτηρίαν·  ὡς  μηκέτι  λοιπὸν  δεηθῆναι  θυσίας,  ὥστε  σῶσαι αὐτοὺς,  ἀλλ'  ἀπὸ  ἔργων  τοῦτο  ποιεῖν.  Σκιὰν  γὰρ  ἔχων,  φησὶν,  ὁ  νόμος  τῶν μελλόντων  ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων· τουτέστιν, οὐκ αὐτὴν τὴν ἀλήθειαν. Ἕως μὲν γὰρ ἂν ὡς ἐν γραφῇ περιάγῃ τις τὰ χρώματα, σκιά τίς ἐστιν· ὅταν  δὲ  τὸ  ἄνθος  ἐπαλείψῃ  τις,  καὶ  ἐπιχρίσῃ  τὰ  χρώματα,  τότε  εἰκὼν  γίνεται. Τοιοῦτόν  τι  καὶ  ὁ νόμος  ἦν.  Σκιὰν  γὰρ, φησὶν,  ἔχων  ὁ νόμος  τῶν  μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων· τουτέστι, τῆς θυσίας, τῆς ἀφέσεως. Κατ'  ἐνιαυτόν·  ταῖς  αὐταῖς  θυσίαις  ἃς  προσφέρουσιν εἰς  τὸ  διηνεκὲς,  οὐδέποτε δύναται  τοὺς προσερχομένους τελειῶσαι· ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ  τὸ  μηδεμίαν  συνείδησιν  ἔχειν  ἁμαρτιῶν  τοὺς  λατρεύοντας,  ἅπαξ κεκαθαρμένους· ἀλλ' ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ' ἐνιαυτόν. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. ∆ιὸ εἰσερχόμενος εἰς τὸν κόσμον, λέγει· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. Τότε εἶπον· Ἰδοὺ ἥκω (ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ) τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου. Ἀνωτέρω λέγων,  ὅτι θυσίαν, καὶ προσφορὰν, καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας, αἵτινες  κατὰ νόμον προσφέρονται· τότε εἶπον, Ἰδοὺ ἥκω τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου. Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. Ὁρᾷς πάλιν τὴν περιουσίαν; Μία, φησὶν, αὕτη ἡ θυσία, ἐκεῖναι  δὲ πολλαί· διὰ γὰρ τοῦτο οὐκ ἰσχυραὶ, ἐπειδὴ πολλαί.

γʹ. Τί γὰρ ἔδει πολλῶν, εἰπέ μοι, τῆς μιᾶς ἀρκούσης, Ὥστε αἱ πολλαὶ καὶ τὸ ἀεὶ προσφέρεσθαι, τὸ μηδέποτε αὐτοὺς καθαίρεσθαι δεικνύουσιν. Ὥσπερ γὰρ φάρμακον, ὅταν ᾖ ἰσχυρὸν, καὶ ὑγείας ποιητικὸν, καὶ δυνατὸν πᾶσαν ἀπαλλάξαι τὴν νόσον, ἅπαξ ἐπιτεθὲν  τὸ  πᾶν  ποιεῖ·  ὅπερ ἐὰν  ἅπαξ ἐπιτεθὲν  τὸ  πᾶν  ἐργάσηται, δείκνυσιν αὑτοῦ τὴν ἰσχὺν τῷ μηκέτι ἐπιτίθεσθαι, καὶ τοῦτο αὐτοῦ ἐστιν ἔργον τὸ μηκέτι  ἐπιτίθεσθαι·  ἐὰν  δὲ  ἀεὶ  ἐπιτιθῆται,  δῆλον  ὅτι  τοῦ  μηδὲν  ἰσχυκέναι  ἐστὶ σημεῖον· φαρμάκου γὰρ ἀρετὴ τὸ ἅπαξ ἐπιτεθῆναι,  καὶ μὴ πολλάκις· οὕτω δὴ καὶ ἐνταῦθα· τί δήποτε γὰρ ταῖς αὐταῖς θυσίαις ἀεὶ θεραπεύονται; Εἰ γὰρ πάντων  ἦσαν ἀπηλλαγμένοι  τῶν  ἁμαρτημάτων, οὐκ ἂν καθ' ἑκάστην ἡμέραν προσεφέροντο αἱ θυσίαι· καὶ γὰρ ἦσαν ὡρισμέναι, ὥστε ἀεὶ προσφέρεσθαι ὑπὲρ τοῦ λαοῦ παντὸς, καὶ ἐν ἑσπέρᾳ καὶ ἐν ἡμέρᾳ. Ὥστε κατηγορία ἁμαρτημάτων, καὶ οὐ λύσις ἁμαρτημάτων ἦν τὸ γινό  μενον· κατηγορία ἀσθενείας, οὐκ ἰσχύος ἐπίδειξις. Ἐπειδὴ γὰρ ἡ πρώτη οὐδὲν ἴσχυεν, ἡ δευτέρα προσεφέρετο· καὶ ἐπειδὴ οὐδὲν αὕτη ἤνυεν, ἑτέρα πάλιν· ὥστε ἔλεγχος ἁμαρτημάτων ἦν. Τὸ μὲν οὖν προσφέρεσθαι ἔλεγχος ἁμαρτημάτων· τὸ δὲ ἀεὶ, ἔλεγχος ἀσθενείας. Ἐπὶ δὲ τοῦ Χριστοῦ τοὐναντίον· ἅπαξ προσηνέχθη, καὶ εἰς τὸ ἀεὶ ἤρκεσε. Καὶ καλῶς εἶπεν ἐκεῖνα ἀντίτυπα· ἄρα τύπον ἔχει μόνον, οὐχὶ δὲ καὶ τὴν ἰσχύν· ὥσπερ ἐπὶ τῶν εἰκόνων  τύπον ἔχει τοῦ ἀνθρώπου ἡ εἰκὼν, οὐχὶ τὴν ἰσχύν. Ὥστε τὸ ἀληθὲς καὶ ὁ τύπος κοινωνοῦσιν  ἀλλήλοις· ὁ γὰρ τύπος ἴσος, ἡ δὲ ἰσχὺς οὐκέτι. Οὕτω δὴ καὶ ἐπὶ τοῦ οὐρανοῦ, καὶ ἐπὶ τῆς σκηνῆς· ὁ μὲν γὰρ τύπος ἴσος ἦν, ἅγια γὰρ ἦν· ἡ δὲ δύναμις καὶ τὰ ἄλλα, οὐ τὰ αὐτά. Τί ἐστιν, Εἰς  ἀθέτησιν  ἁμαρτίας  διὰ  τῆς  θυσίας  αὑτοῦ  πεφανέρωται;  τί  ἐστιν  ἀθέτησις; Τουτέστι, καταφρόνησις· οὐκέτι γὰρ παῤῥησίαν ἔχει ἡ ἁμαρτία· ἠθέτηται γάρ. Πῶς; Ὀφείλουσα μὲν ἀπολαβεῖν κόλασιν, οὐκ ἀπολαβοῦσα δέ· τουτέστι, βίαν ἔπαθεν· ὅτε προσεδόκησε πάντας ἀνελεῖν,  τότε ἀνῃρέθη. ∆ιὰ τῆς θυσίας αὑτοῦ, φησὶ, πεφανέρωται· τουτέστιν, ἐφανερώθη τῷ Θεῷ καὶ προσῆλθε. Μὴ οὖν, ἐπειδὴ ὁ ἱερεὺς πολλάκις  τοῦτο ἐποίει  τοῦ ἐνιαυτοῦ,  νομίσῃς ὅτι ἁπλῶς,  καὶ οὐχὶ δι' ἀσθένειαν, τοῦτο ἐγίνετο· εἰ γὰρ μὴ δι'  ἀσθένειαν, τί καὶ ἐγίνετο; μὴ ὄντων  γὰρ τραυμάτων, οὐδὲ  φαρμάκων  λοιπὸν  δεῖ  τῷ  ἐπιμελουμένῳ.  ∆ιὰ τοῦτο  προσέταξε, φησὶν,  ἀεὶ προσφέρεσθαι διὰ τὸ ἀσθενὲς, καὶ ὥστε ἀνάμνησιν ἁμαρτιῶν γίνεσθαι. Τί οὖν; ἡμεῖς καθ'   ἑκάστην   ἡμέραν   οὐ   προσφέρομεν;  Προσφέρομεν  μὲν,   ἀλλ'   ἀνάμνησιν ποιούμενοι τοῦ θανάτου αὐτοῦ· καὶ μία ἐστὶν αὕτη, καὶ οὐ πολλαί. Πῶς μία, καὶ οὐ πολλαί; Ἐπειδὴ ἅπαξ προσηνέχθη, ὥσπερ ἐκείνη ἡ εἰς τὰ Ἅγια τῶν  ἁγίων. Τοῦτο ἐκείνης τύπος ἐστὶ, καὶ αὕτη ἐκείνης· τὸν γὰρ αὐτὸν ἀεὶ προσφέρομεν, οὐ νῦν μὲν ἕτερον πρόβατον, αὔριον δὲ ἕτερον, ἀλλ' ἀεὶ τὸ αὐτό· ὥστε μία ἐστὶν ἡ θυσία. Ἐπεὶ τῷ λόγῳ τούτῳ, ἐπειδὴ πολλαχοῦ προσφέρεται, καὶ πολλοὶ Χριστοί; ἀλλ' οὐδαμῶς, ἀλλ'  εἷς πανταχοῦ  ὁ Χριστὸς, καὶ ἐνταῦθα πλήρης ὢν, καὶ ἐκεῖ πλήρης, ἓν σῶμα. Ὥσπερ οὖν πολλαχοῦ προσφερόμενος ἓν σῶμά ἐστι, καὶ οὐ πολλὰ σώματα, οὕτω καὶ μία θυσία. Ὁ ἀρχιερεὺς ἡμῶν  ἐκεῖνός  ἐστιν ὁ τὴν θυσίαν τὴν καθαίρουσαν ἡμᾶς προσενεγκών. Ἐκείνην προσφέρομεν καὶ νῦν, τὴν τότε προσενεχθεῖσαν, τὴν ἀνάλωτον.  Τοῦτο εἰς ἀνάμνησιν  γίνεται  τοῦ τότε γενομένου·  Τοῦτο γὰρ ποιεῖτε, φησὶν, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Οὐκ ἄλλην θυσίαν, καθάπερ ὁ ἀρχιερεὺς τότε, ἀλλὰ τὴν αὐτὴν ἀεὶ ποιοῦμεν· μᾶλλον δὲ ἀνάμνησιν ἐργαζόμεθα θυσίας.

δʹ. Ἀλλ' ἐπειδὴ τῆς θυσίας ταύτης ἐμνήσθην, βούλομαι μικρὰ πρὸς ὑμᾶς εἰπεῖν τοὺς μεμυημένους, μικρὰ μὲν  τῷ  μέτρῳ,  μεγάλην  δὲ ἔχοντα  τὴν  ἰσχὺν  καὶ  τὴν  ὠφέλειαν·  οὐ γὰρ ἡμετερά ἐστιν, ἀλλὰ τοῦ θείου Πνεύματος τὰ λεγόμενα.  Τί οὖν ἐστι; Πολλοὶ τῆς θυσίας ταύτης ἅπαξ μεταλαμβάνουσι τοῦ παντὸς ἐνιαυτοῦ, ἄλλοι δὲ δὶς, ἄλλοι δὲ πολλάκις. Πρὸς οὖν ἅπαντας ἡμῖν ὁ λόγος ἐστὶν, οὐ πρὸς τοὺς ἐνταῦθα δὲ μόνον, ἀλλὰ  καὶ πρὸς τοὺς ἐν τῇ ἐρήμῳ καθεζομένους· ἐκεῖνοι  γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ μετέχουσι, πολλάκις δὲ καὶ διὰ δύο ἐτῶν. Τί οὖν; τίνας ἀποδε  ξόμεθα; τοὺς ἅπαξ; τοὺς πολλάκις; τοὺς ὀλιγάκις; Οὔτε τοὺς ἅπαξ, οὔτε τοὺς πολλάκις, οὔτε τοὺς ὀλιγάκις,  ἀλλὰ  τοὺς μετὰ καθαροῦ συνειδότος, τοὺς μετὰ καθαρᾶς καρδίας, τοὺς μετὰ βίου ἀλήπτου. Οἱ τοιοῦτοι ἀεὶ προσίτωσαν· οἱ δὲ μὴ τοιοῦτοι, μηδὲ ἅπαξ. Τί δήποτε; Ὅτι κρῖμα ἑαυτοῖς λαμβάνουσι, καὶ κατάκριμα καὶ κόλασιν καὶ τιμωρίαν. Καὶ μὴ θαυμάσῃς· ὥσπερ γὰρ ἡ τροφὴ  φύσει οὖσα θρεπτικὴ,  ἐὰν  εἰς  κακόσιτον ἐμπέσῃ, πάντα  ἀπόλλυσι καὶ διαφθείρει,  καὶ γίνεται  νόσου ἀφορμή· οὕτω δὴ καὶ ταῦτα  τὰ  τῶν  φρικτῶν  μυστηρίων.  Τραπέζης ἀπολαύεις  πνευματικῆς,  τραπέζης βασιλικῆς, καὶ πάλιν  φύρεις βορβόρῳ τὸ στόμα; μύρῳ χρίεις, καὶ πάλιν  δυσωδίας πληροῖς; Εἰπέ μοι, παρακαλῶ, μετ' ἐνιαυτὸν  τῆς μεταλήψεως μετέχων, τὰς τεσσαράκοντα ἡμέρας οἴει ἀρκεῖν σοι πρὸς καθαρμὸν τῶν ἁμαρτημάτων παντὸς τοῦ χρόνου; καὶ πάλιν, ἑβδομάδος παρελθούσης, ἐκδίδως σαυτὸν τοῖς προτέροις; Εἰπὲ δή μοι, ἐὰν ὑγιάνας τεσσαράκοντα ἡμέρας ἀπὸ νόσου μακρᾶς, πάλιν σαυτὸν τοῖς, σιτίοις ἐκδῷς ἐκείνοις τοῖς νοσοποιοῖς, οὐχὶ καὶ τὸν πρότερον κόπον ἀπώλεσας; Εὔδηλον ὅτι. Εἰ γὰρ τὰ φυσικὰ μεθίσταται, πολλῷ μᾶλλον τὰ τῆς προαιρέσεως. Οἷόν τι λέγω· Φύσει βλέπομεν,  καὶ ὑγιεῖς  ἔχομεν  ὀφθαλμοὺς  κατὰ  φύσιν·  ἀλλὰ  πολλάκις  ἀπὸ καχεξίας  βλάπτεται  ἡμῶν  τὸ ὀπτικόν.  Εἰ τοίνυν  τὰ ἐκ φύσεως  μεθίσταται, οὐχὶ μάλιστα τὰ ἐκ προαιρέσεως; Τεσσαράκοντα ἡμέρας ἀπονέμεις τῇ ὑγείᾳ τῆς ψυχῆς, τάχα δὲ οὐδὲ τεσσαράκοντα, καὶ προσδοκᾷς ἐξιλεώσασθαι τὸν Θεόν; Παίζεις, ἄνθρωπε. Ταῦτα λέγω, οὐχὶ τῆς μιᾶς καὶ ἐνιαυσιαίου προσόδου κωλύων ὑμᾶς, ἀλλὰ βουλόμενος μᾶλλον διαπαντὸς ὑμᾶς προσιέναι τοῖς ἁγίοις. ∆ιὰ τοῦτο καὶ ὁ ἱερεὺς ἐπιφωνεῖ τότε τοὺς ἁγίους καλῶν, καὶ διὰ τῆς φωνῆς ταύτης μωμοσκοπῶν ἅπαντας, ὥστε μὴ προσελθεῖν τινα ἀπαράσκευον. Καθάπερ γὰρ ἐπὶ ποίμνης, ἔνθα πολλὰ μὲν ὑγιαίνει  πρόβατα, πολλὰ δὲ ψώρας ἀναπέπλησται, ἀνάγκη ταῦτα διείργεσθαι ἀπὸ τῶν ὑγιαινόντων· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ, ἐπειδὴ τὰ μέν ἐστιν ὑγιεινὰ πρόβατα, τὰ δὲ κεκακωμένα, διὰ τῆς φωνῆς ταύτης διείργει ταῦτα ἐκείνων περιιὼν πανταχοῦ διὰ τῆς κραυγῆς ταύτης τῆς φρικωδεστάτης ὁ ἱερεὺς, καὶ τοὺς ἁγίους καλῶν καὶ ἕλκων. Ἐπειδὴ  γὰρ  οὐκ  ἔνι  ἄνθρωπον   ὄντα  εἰδέναι  τὰ  τοῦ  πλησίον·  Τίς  γὰρ  οἶδεν ἀνθρώπων,  φησὶ, τὰ τοῦ ἀνθρώπου,  εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου  τὸ ἐν αὐτῷ; ταύτην ἀφίησι τὴν φωνὴν  μετὰ τὸ τὴν θυσίαν ἀπαρτισθῆναι πᾶσαν, ὥστε μηδένα ἁπλῶς  καὶ ὡς  ἔτυχεν,  ἐπὶ  τὴν  πηγὴν  ἐλθεῖν  τὴν  πνευματικήν.  Καὶ γὰρ ἐπὶ  τῆς ποίμνης (οὐδὲν γὰρ κωλύει τῷ αὐτῷ ὑποδείγματι πάλιν χρήσασθαι) τὰ μὲν νοσερὰ ἔνδον ἀποκλείομεν, καὶ ἐν σκότῳ κατέχομεν, καὶ ἑτέρας μεταδίδομεν τροφῆς, οὔτε ἀέρος  καθαροῦ,  οὔτε   πόας  εἰλικρινοῦς,   οὔτε   πηγῆς   τῆς   ἔξω   συγχωροῦντες μεταλαβεῖν. Καὶ ἐνταῦθα τοίνυν  αὕτη ἡ φωνὴ  ἀντὶ δεσμοῦ τινός ἐστιν. Οὐκ ἔχεις εἰπεῖν, Οὐκ ᾔδειν, ἠγνόουν ὅτι κίνδυνος ἕπεται τῷ πράγματι· μάλιστα μὲν οὖν καὶ ὁ Παῦλος τοῦτο διεμαρτύρατο. Ἀλλ' ἐρεῖς ὅτι, Οὐκ ἀνέγνων; Οὐκ ἔστι τοῦτο ἀπολογία, ἀλλὰ καὶ ἔγκλημα· καθ' ἑκάστην ἡμέραν εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν, καὶ ἔτι τοῦτο ἀγνοεῖς; 

εʹ. Πλὴν ἀλλ'  ἵνα  μηδὲ τοῦτο ἔχῃς προφασίζεσθαι,  τούτου  χάριν μεγάλῃ τῇ φωνῇ, φρικτῇ τῇ βοῇ, καθάπερ τις κήρυξ τὴν χεῖρα αἴρων εἰς τὸ ὕψος, ὑψηλὸς  ἑστὼς, πᾶσι κατάδηλος  γεγονὼς,  καὶ μέγα ἐπ' ἐκείνῃ  τῇ φρικτῇ  ἡσυχίᾳ ἀνακραυγάζων, τοὺς μὲν καλεῖ, τοὺς δὲ ἀπείργει ὁ ἱερεὺς, οὐ τῇ χειρὶ τοῦτο ποιῶν, ἀλλὰ  τῇ  γλώττῃ   τῆς  χειρὸς  τρανότερον.  Ἡ  γὰρ  φωνὴ  ἐκείνη  εἰς  τὴν  ἀκοὴν ἐμπίπτουσα τὴν ἡμετέραν, καθάπερ χεὶρ τοὺς μὲν ὠθεῖ καὶ ἐκβάλλει, τοὺς δὲ εἰσάγει καὶ παρίστησιν. Εἰπὲ δή μοι, παρακαλῶ, ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσιν οὐχὶ ἕστηκεν ὁ κήρυξ βοῶν μέγα καὶ ὑψηλὸν, Εἴ τις τούτου κατηγορεῖ, λέγων, μὴ δοῦλός ἐστι, μὴ κλέπτης, μὴ τρόπων πονηρῶν; καίτοι τὰ ἀγωνίσματα ἐκεῖνα οὔτε ψυχῆς ἐστιν, οὔτε τρόπου ἀγαθοῦ, ἀλλὰ ῥώμης καὶ σώματος. Εἰ τοίνυν ἔνθα σωμάτων ἐστὶν ἄσκησις, πολλὴ  προαιρέσεως ἐξέτασις γίνεται,  πόσῳ μᾶλλον  ἐνταῦθα,  ἔνθα  τὸ πᾶν  ψυχὴ ἀθλεῖ; Ἕστηκε τοίνυν καὶ νῦν ὁ παρ' ἡμῖν κήρυξ, οὐ τῆς κεφαλῆς ἕκαστον κατέχων καὶ παράγων, ἀλλὰ πάντας ὁμοῦ τῆς κεφαλῆς  τῆς ἔνδον κατέχων· οὐκ ἐφίστησιν ἄλλους  αὐτοῖς  κατηγόρους,  ἀλλ'  αὐτοὺς  ἑαυτοῖς·  οὐ  γὰρ  λέγει,  Μή τις  τούτου κατηγορεῖ; ἀλλὰ τί; Εἴ τις ἑαυτοῦ κατηγορεῖ. Ὅταν γὰρ εἴπῃ, Τὰ ἅγια τοῖς ἁγίοις, τοῦτο λέγει· Εἴ τις οὐκ ἔστιν ἅγιος, μὴ προσίτω. Οὐχ ἁπλῶς φησιν, Ἁμαρτημάτων καθαρὸς, ἀλλ',  Ἅγιος·  τὸν  γὰρ  ἅγιον  οὐχ  ἡ τῶν  ἁμαρτημάτων  ἀπαλλαγὴ  ποιεῖ μόνον, ἀλλὰ καὶ ἡ τοῦ Πνεύματος παρουσία, καὶ ὁ τῶν ἀγαθῶν ἔργων πλοῦτος. Οὐ βούλομαι  μόνον,  φησὶ, βορβόρου ἀπηλλάχθαι  ὑμᾶς, ἀλλὰ  καὶ λευκοὺς  εἶναι  καὶ ὡραίους. Εἰ γὰρ ὁ Βαβυλώνιος βασιλεὺς, ἀπὸ τῆς αἰχμαλωσίας  ἐκλεγόμενος  τοὺς νεανίσκους, καλοὺς τῷ εἴδει καὶ ὡραίους τῇ ὄψει ἐξελέξατο· πολλῷ μᾶλλον ἡμᾶς παρισταμένους τῇ τραπέζῃ τῇ βασιλικῇ, καλοὺς τῷ εἴδει εἶναι δεῖ τῷ τῆς ψυχῆς, τὸν κόσμον  ἔχοντας   χρυσοῦν,  τὴν  στολὴν  καθαρὰν,  τὰ  ὑποδήματα  βασιλικὰ,  τὸ πρόσωπον τῆς ψυχῆς  εὔμορφον,  τὸν  κόσμον αὐτῇ περικεῖσθαι τὸν  χρυσοῦν, τὴν ζώνην τῆς ἀληθείας. Ὁ τοιοῦτος προσίτω, καὶ ποτηρίων ἁπτέσθω βασιλικῶν. Εἰ δέ τις ῥάκια ἠμφιεσμένος, ῥυπῶν, αὐχμῶν  ἐπεισιέναι τῇ βασιλικῇ βούλοιτο τραπέζῃ, ὅρα ὅσα πείσεται, οὐκ ἀρκουσῶν τῶν τεσσαράκοντα ἡμερῶν τὰ ἐν παντὶ τῷ χρόνῳ πεπλημμελημένα ἀπολούσασθαι. Εἰ γὰρ ἡ γέεννα οὐκ ἀρκεῖ,  καίτοι γε αἰώνιος οὖσα (διὰ τοῦτο γὰρ καὶ αἰώνιός  ἐστι), πολλῷ μᾶλλον ὁ βραχὺς οὗτος χρόνος. Οὐ γὰρ μετάνοιαν  ἰσχυρὰν  ἐπεδειξάμεθα, ἀλλ' ἀσθενῆ. Τοὺς εὐνούχους  μάλιστα δεῖ παρεστάναι  τῷ  βασιλεῖ·  εὐνούχους  λέγω,  τοὺς  τὴν  διάνοιαν  λευκοὺς,  μηδένα ἔχοντας  ῥύπον  μηδὲ  σπῖλον,  ὑψηλοὺς  τῇ  διανοίᾳ,  τὸ  ὄμμα  ἥμερον  τῆς  ψυχῆς ἔχοντας καὶ ὀξυδερκὲς, εὐπερίστροφον καὶ γοργὸν, ἀλλὰ μὴ ὑπνηλὸν  μηδὲ ὕπτιον, ἐλευθερίας γέμον πολλῆς, πόῤῥω ἀναισχυντίας  γε μὴν καὶ ἰταμότητος, ἐγρηγορὸς, ὑγιὲς, μήτε στυγνὸν  σφόδρα καὶ κατηφὲς, μήτε διακεχυμένον  καὶ ὑγρόν. Τοῦτον ἡμεῖς κύριοι δημιουργῆσαι τὸν ὀφθαλμὸν,  καὶ ὀξυδερκῆ ποιῆσαι καὶ καλόν. Ὅταν γὰρ αὐτὸν μὴ πρὸς τὸν καπνὸν ἄγωμεν, μηδὲ πρὸς τὴν κόνιν (τοιαῦτα γὰρ πάντα τὰ ἀνθρώπινα  πράγματα), ἀλλὰ πρὸς τὴν αὔραν τὴν λεπτὴν, πρὸς τὸν κοῦφον ἀέρα, πρὸς τὰ μετέωρα, καὶ ὑψηλὰ, καὶ ἡσυχίας γέμοντα  πολλῆς  καὶ καθαρότητος καὶ πολλῆς  τῆς τέρψεως, ἀνακτησόμεθα ταχέως  αὐτὸν, καὶ ῥώσομεν ἐντρυφῶντα  τῇ τοιαύτῃ θέᾳ. Εἶδες πλεονεξίαν,  καὶ πλοῦτον πολὺν ἔχοντά τινα; μὴ ἐπαγάγῃς ἐκεῖ τὸν ὀφθαλμόν σου· βόρβορός ἐστι τὸ πρᾶγμα, καπνός ἐστιν, ἀτμὸς πονηρὸς, σκότος καὶ στενοχωρία πολλὴ, καὶ φροντίδων  πνιγμός. Εἶδες δικαιοσύνην ἀσκοῦντα ἄνθρωπον,   ἀρκούμενον  τοῖς  αὑτοῦ,  καὶ  πολλὴν   ἔχοντα  τὴν  εὐρυχωρίαν   τῆς ἀνέσεως, οὐδὲν μεριμνῶντα,  οὐδὲν φροντίζοντα  τῶν ἐνταῦθα; στῆσον αὐτὸν ἐκεῖ, καὶ μετεώρισον· καὶ πολλῷ καλλίονα  αὐτὸν ἐργάσῃ καὶ λαμπρότερον, οὐ τοῖς τῆς γῆς ἄνθεσιν εὐωχῶν, ἀλλὰ τοῖς τῆς ἀρετῆς, σωφροσύνῃ, ἐπιεικείᾳ, καὶ τοῖς ἄλλοις ἅπασιν.  Οὐδὲν γὰρ  οὕτω  ταράττει  ὀφθαλμὸν,  ὡς  συνειδὸς  πονηρόν·  Ἐταράχθη, φησὶν, ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου· οὐδὲν οὕτω σκοτοῖ. Ταύτης αὐτὸν ἀπάλλαξον τῆς ἐπηρείας, καὶ φαιδρὸν  ἐργάσῃ καὶ ἰσχυρὸν, ἀεὶ τρεφόμενον  ἐλπίσιν  ἀγαθαῖς. Γένοιτο  δὲ  πάντας   ἡμᾶς,  καὶ   τοῦτον   καὶ   τὰς   ἄλλας   τῆς   ψυχῆς   ἐνεργείας κατασκευάσαι τοιαύτας, οἵας ὁ Χριστὸς βούλεται· ἵνα τῆς ἐπικειμένης ἡμῖν κεφαλῆς ἄξιοι γενόμενοι, ἀπέλθωμεν ἔνθα θέλει. Φησὶ γάρ· Θέλω ἵν', ὅπου ἐγώ εἰμι, κἀκεῖνοι ὦσι μετ' ἐμοῦ, ἵνα τὴν δόξαν τὴν ἐμὴν ὁρῶσιν· ἧς γένοιτο ἀπολαῦσαι πάντας ἡμᾶς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |