ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Βʹ Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ

Πέμπτη 27 Οκτωβρίου 2016

Βʹ Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ




Ιωάννης Χρυσόστομος
Πρός Εβραίους
Τόμος 63


Βʹ Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥή ματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρι σμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν.

αʹ. Πανταχοῦ μὲν εὐλαβοῦς διανοίας δεῖ, μάλιστα δὲ ὅταν περὶ Θεοῦ λέγωμέν τι καὶ ἀκούωμεν· οὔτε γὰρ γλῶσσα εἰπεῖν, οὔτε οὖς ἀκοῦσαι πρὸς ἀξίαν τοῦ Θεοῦ τι δύναται· καὶ τί λέγω  γλῶτταν  καὶ οὖς; οὐδὲ γὰρ ὁ νοῦς ὁ πολὺ τούτων ὑπερέχων, δυνήσεταί τι περιλαβεῖν ἀκριβῶς, ὅταν περὶ Θεοῦ τι φθέγγεσθαι βουλώμεθα. Εἰ γὰρ ἡ εἰρήνη τοῦ Θεοῦ ὑπερέχει πάντα νοῦν, καὶ τὰ ἡτοιμασμένα τοῖς ἀγαπῶσιν  αὐτὸν  ἐπὶ καρδίαν  ἀνθρώπου  οὐκ ἀνέβη· πολλῷ  μᾶλλον  αὐτὸς ὁ τῆς εἰρήνης  Θεὸς, ὁ  τῶν  ἁπάντων   ∆ημιουργὸς,  ὑπερβαίνει  πολλῷ  τῷ  μέτρῳ  τὸν ἡμέτερον λογισμόν. ∆εῖ τοίνυν  μετὰ πίστεως καὶ εὐλαβείας ἅπαντα δέχεσθαι· καὶ ὅταν ὁ λόγος ἐξασθενήσῃ, καὶ μὴ δύνηται παραστῆσαι τὰ λεγόμενα μετὰ ἀκριβείας, τότε μάλιστα δοξάζειν τὸν Θεὸν, ὅτι Θεὸν τοιοῦτον ἔχομεν, καὶ τὴν διάνοιαν ἡμῶν καὶ  τὸν  λόγον  ὑπερβαίνοντα·  πολλὰ  γὰρ  ὧν  περὶ  Θεοῦ  νοοῦμεν,  οὐ  φράσαι δυνάμεθα· 


ἢ  πολλὰ  μὲν  φράζομεν,  νοῆσαι  δὲ  οὐκ  ἰσχύομεν·  οἷόν  τι  λέγω,  ὅτι πανταχοῦ μὲν ὁ Θεὸς ἴσμεν, πῶς δὲ, οὐκέτι νοοῦμεν· ὅτι ἐστί τις ἀσώματος δύναμις πάντων  αἰτία τῶν ἀγαθῶν, ἴσμεν, πῶς δέ ἐστιν, οὐκ ἴσμεν. Ἰδοὺ φράζομεν, καὶ οὐ νοοῦμεν. Εἶπον ὅτι πανταχοῦ ἐστιν, ἀλλ' οὐ νοῶ· εἶπον ὅτι ἄναρχός ἐστιν, ἀλλ' οὐ νοῶ· εἶπον ὅτι ἐγέννησεν ἐξ ἑαυτοῦ, καὶ οὐκ οἶδα πῶς πάλιν νοήσω. Ἔστιν οὖν τινα, ἃ μηδὲ φράσαι ἔνι· οἷόν τι λέγω, νοεῖ ἡ διάνοια, ἀλλ' εἰπεῖν οὐ δύναται. Καὶ ἵνα εἰδῇς καὶ Παῦλον ἀσθενοῦντα, καὶ μὴ πρὸς ἀκρίβειαν τὰ ὑποδείγματα λέγοντα, καὶ φρίξῃς καὶ  μηδὲν  περαιτέρω  ζητήσῃς, ἄκουε· εἰπὼν  γὰρ  Υἱὸν, καὶ  θεὶς  δημιουργὸν,  τί ἐπάγει; Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστά  σεως αὐτοῦ. Τοῦτο δὲ μετ' εὐλαβείας ἐκλαμβάνειν δεῖ, καὶ τὰ ἄτοπα περικόψαι. Ἀπαύγασμα τῆς δόξης, φησίν. Ἀλλ' ὅρα πρὸς τί αὐτὸ ἐκλαμβάνει, καὶ οὕτω καὶ αὐτὸς δέχου· ὅτι ἐξ αὐτοῦ, ὅτι ἀπαθῶς, ὅτι οὐ μειωθέντος  οὐδὲ ἐλαττωθέντος·  ἐπειδή εἰσί τινες ἄτοπά τινα ἐκ τοῦ ὑποδείγματος ἐκλαμβάνοντες. Τὸ γὰρ ἀπαύγασμα, φασὶν, ἐνυπόστατον οὐκ ἔστιν, ἀλλ' ἐν ἑτέρῳ ἔχει τὸ εἶναι. Μὴ τοῦτο τοίνυν  ἐκλάβῃς, ἄνθρωπε, μηδὲ Μαρκέλλου καὶ Φωτεινοῦ νοσήσῃς τὴν νόσον. Ἐγγύθεν γάρ σε θεραπεύει, ὥστε μὴ εἰς ἐκείνην ἐμπεσεῖν σε τὴν διάνοιαν, οὐδὲ ἀφίησί σε εἰς τὸ ὀλέθριον ἐκεῖνο νόσημα κατενεχθῆναι·  τί  δέ φησι; Καὶ χαρακτὴρ  τῆς  ὑποστάσεως αὐτοῦ· δηλῶν  διὰ τῆς ἐπαγωγῆς,  ὅτι  ὥσπερ ἐστὶν  ὁ Πατὴρ ἐνυπόστατος,  καὶ  πρὸς ὑπόστασιν  οὐδενὸς δεόμενος· οὕτω καὶ ὁ Υἱός. Ἐνταῦθα γὰρ τὸ ἀπαράλλακτον δεικνὺς τοῦτό φησι, καὶ πρὸς τὸν ἰδιάζοντα χαρακτῆρα τοῦ πρωτοτύπου παραπέμπων σε, καὶ διδάσκων ὡς ἐν ὑποστάσει ἐστὶ καθ' ἑαυτόν. Εἰπὼν δὲ ἀνωτέρω, ὅτι δι' αὐτοῦ ἐποίησεν ὁ Θεὸς τὰ πάντα, ἐνταῦθα δίδωσιν αὐτῷ τὴν αὐθεντίαν. Τί γὰρ ἐπάγει; Φέρων τε τὰ πάντα τῷ ῥήματι  τῆς  δυνάμεως   αὐτοῦ·  ἵνα   ἐκ  τούτου  μὴ  μόνον   τὸν   χαρακτῆρα  τῆς ὑποστάσεως ἐκλάβωμεν, ἀλλὰ καὶ τὸ μετὰ αὐθεντίας ἅπαντα κυβερνᾷν. Ὅρα τοίνυν πῶς, ὅπερ ἐστὶν ἴδιον  τοῦ Πατρὸς, τοῦτο προσάπτει τῷ  Υἱῷ. ∆ιὰ γὰρ τοῦτο οὐχ ἁπλῶς εἶπε· Φέρων τε τὰ πάντα, οὐδὲ εἶπε· Τῇ δυνάμει αὐτοῦ, ἀλλὰ, Τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ὥσπερ γὰρ πρώην ἡμῖν ἀνῄει κατὰ μικρὸν καὶ κατῄει· οὕτω καὶ νῦν, καθάπερ ἀπό τινων  βαθμῶν, ἀναβαίνει  εἰς ὕψος, εἶτα πάλιν  καταβαίνει, καί φησι· ∆ι' οὗ καὶ τοὺς αἰῶνας  ἐποίησεν. Ὅρα πῶς καὶ ἐνταῦθα  δύο τέμνει  ὁδούς. Βουλόμενος γὰρ ἡμᾶς ἀπαγαγεῖν τῆς Σαβελλίου καὶ Ἀρείου καινοτομίας, τοῦ μὲν τὸ περιττὸν τῆς ὑποστάσεως ἀναιροῦντος, τοῦ δὲ τὴν μίαν φύσιν εἰς ἀνισότητα κατατέμνοντος, ἐκ περιουσίας ἀμφότερα καθαιρεῖ. Πῶς  οὖν τοῦτο ποιεῖ; Ἄνω καὶ κάτω τὰ αὐτὰ στρέφει καὶ φθέγγεται, ὥστε μὴ νομισθῆναι αὐτὸν ἄναρχον, μηδὲ ἀλλότριον τοῦ Θεοῦ. Καὶ μὴ ξενισθῇς τὸν λόγον, ἀγαπητέ· εἰ γὰρ καὶ μετὰ τοσαύτην ἀπόδειξίν  εἰσί τινες  οἱ ἀλλότριον  αὐτὸν εἶναι φήσαντες, καὶ ἕτερον αὐτῷ δόντες πατέρα, καὶ τούτῳ πολεμεῖν αὐτὸν λέγοντες· εἰ μὴ ταῦτα εἶπε, τί οὐκ ἂν ἐφθέγξαντο; Ὅταν οὖν θεραπεύειν ἀναγκάζηται, τότε ἀναγκάζεται καὶ τὰ ταπεινὰ φθέγγεσθαι· οἷον ὅτι Ἔθηκε, φησὶν, αὐτὸν κληρονόμον πάντων, καὶ ὅτι ∆ι' αὐτοῦ τοὺς αἰῶνας ἐποίησεν. Εἶτα ἵνα  μὴ ἑτέρως  λυμήνηται,  ἀπὸ τῶν  λόγων  τῆς  ταπεινότητος  εἰς αὐθεντίαν  πάλιν αὐτὸν ἀνάγει, καὶ δείκνυσιν ὁμότιμον ὄντα τῷ Πατρὶ, καὶ οὕτως ὁμότιμον, ὡς πολλοὺς νομίσαι τὸν αὐτὸν εἶναι Πατέρα. Καὶ θέα τὴν σύνεσιν αὐτοῦ τὴν πολλήν· πρότερον ἐκεῖνο τίθησι, καὶ ἀσφαλίζεται αὐτὸ μετὰ ἀκριβείας· καὶ ὅταν τοῦτο δειχθῇ, ὅτι τοῦ Θεοῦ ἐστιν Υἱὸς, καὶ ὅτι οὐκ ἀλλότριος  αὐτοῦ, μετὰ ἀδείας λοιπὸν  ἅπαντα, ὅσα βούλεται, φθέγγεται  τὰ ὑψηλά.  Ἐπειδὴ γὰρ τὸ μέγα τι περὶ αὐτοῦ εἰπεῖν εἰς ἐκείνην τὴν ἔννοιαν πολλοὺς ἤγαγε, πρότερον θεὶς τὰ ταπεινὰ, μετὰ ἀσφαλείας   τότε   εἰς   ὕψος   ἀνέρχεται   ὅσον  βούλεται·   καὶ   εἰπών·   Ὃν  ἔθηκε κληρονόμον πάντων, καὶ ὅτι δι' αὐτοῦ τοὺς αἰῶνας ἐποίησε, τότε ἐπάγει· Φέρων τε τὰ  πάντα   τῷ   ῥήματι  τῆς  δυνάμεως   αὐτοῦ.  Ὁ  γὰρ  ῥήματι  μόνῳ   τὰ  πάντα διακυβερνῶν, οὐκ ἂν δεηθείη τινὸς εἰς τὸ παραγαγεῖν  τὰ πάντα.

 βʹ. Καὶ ὅτι τοῦτό ἐστιν, ὅρα πῶς πάλιν προϊὼν δίδωσιν αὐτῷ τὴν αὐθεντίαν,  καὶ τὸ, ∆ι' οὗ, ἐξελών. Ἐπειδὴ γὰρ εἰργάσατο δι' αὐτοῦ ὃ ἤθελε, λοιπὸν ἀποστὰς ἀπ' αὐτοῦ, τί φησι; Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Οὐδαμοῦ τὸ, ∆ι' οὗ, οὐδὲ ὅτι ἐποίησε δι' αὐτοῦ τοὺς αἰῶνας. Τί οὖν; οὐχ ὑπ' αὐτοῦ γεγένηνται; Ναί· ἀλλ' οὐχ ὡς σὺ λέγεις, οὐδ' ὡς ὑπονοεῖς, ὡς δι' ὀργάνου, οὐδὲ ὡς οὐκ ἂν ποιήσαντος, εἰ μὴ χεῖρα αὐτῷ ὤρεξεν ὁ Πατήρ. Ὥσπερ γὰρ οὐδένα κρίνει ἐκεῖνος, καὶ λέγεται  κρίνειν  διὰ τοῦ Υἱοῦ, ὅτι κριτὴν αὐτὸν ἐγέννησεν· οὕτω καὶ δημιουργεῖν  δι' αὐτοῦ, ὅτι  δημιουργὸν  αὐτὸν  ἐγέννησεν.  Εἰ γὰρ αὐτοῦ  αἴτιος  ὁ Πατὴρ, πολλῷ μᾶλλον τῶν δι' αὐτοῦ γεγενημένων.  Ὅταν μὲν οὖν βούληται δεῖξαι ὅτι   ἐξ  αὐτοῦ,   ἀναγκαίως   τὰ   ταπεινὰ   φθέγγεται·   ὅταν   δὲ  βούληται   ὑψηλὰ φθέγγεσθαι, λαβὴν Μάρκελλος λαμβάνει καὶ Σαβέλλιος. Ἀλλ' ἀμφοτέρων τὴν ἀμετρίαν ἡ Ἐκκλησία φυγοῦσα, μέσην ὥδευσεν ὁδόν. Οὔτε γὰρ ἐπὶ τῆς ταπεινότητος ἐμμένει,  ἵνα  μὴ  Παῦλος  ὁ  Σαμοσατεὺς  λάβῃ  χώραν,  οὔτε  ἀεὶ  τοῖς  ὑψηλοῖς ἐναπομένει· καὶ δείκνυσιν αὐτοῦ πάλιν τὴν ἐγγύτητα τὴν πολλὴν, ἵνα μὴ Σαβέλλιος ἐπιπηδήσῃ. Εἶπεν Υἱὸν, καὶ εὐθέως ἐφέστηκε Παῦλος ὁ Σαμοσατεὺς, λέγων  αὐτὸν εἶναι Υἱὸν ὡς τοὺς πολλούς. Ἀλλ' ἔδωκεν αὐτῷ καιρίαν πληγὴν, εἰπὼν Κληρονόμον. Ἀλλ' ἔτι ἀναισχυντεῖ  μετὰ Ἀρείου· τὸ γὰρ, Ἔθηκεναὐτὸν κληρονόμον, ἀμφότεροι κατέχουσιν·  ἐκεῖνος   μὲν  ἀσθενείας  λέγων   εἶναι,  οὗτος  δὲ  ἐπισκήπτειν    ἐπιχειρῶν καὶ τῷ ἑξῆς. Εἰπὼν δὲ Παῦλος, ∆ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ἔβαλεν ὕπτιον ἀναισχυντοῦντα  τὸν Σαμοσατέα, ὁ δὲ Ἄρειος ἔτι ἰσχυρὸς εἶναι δοκεῖ. Ἀλλ' ὅρα καὶ τοῦτον πῶς καταβάλλει πάλιν εἰπών· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης αὑτοῦ. Ἀλλ' ἰδοὺ πάλιν ἐπιπηδᾷ Σαβέλλιος, καὶ Μάρκελλος, καὶ Φωτεινός. Ἀλλὰ κἀκείνοις πᾶσι μίαν πληγὴν δίδωσιν, εἰπών· Καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ἐνταῦθα πάλιν καὶ Μαρκίωνα πλήττει, οὐ σφόδρα μὲν ἰσχυρῶς, πλήττε· δ' οὖν ὅμως· δι' ὅλης γὰρ τῆς ἐπιστολῆς πρὸς αὐτοὺς μάχεται. Ἀλλ' ὅπερ ἔφην,  ἀπαύγασμα τῆς δόξης εἴρηκε τὸν Υἱόν· καὶ ὅτι καλῶς, ἄκουε τοῦ Χριστοῦ λέγοντος περὶ αὑτοῦ, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. ∆ιὰ τοῦτο δὲ ἀπαύγασμα εἶπεν αὐτὸς, ἵνα δείξῃ ὅτι κἀκεῖ οὕτως εἴρηται· δῆλον δὲ, ὡς φῶς  ἐκ φωτός. Οὐ τοῦτο δὲ μόνον δείκνυται, ἀλλ' ὅτι καὶ ἐφώτισε τὰς ἡμετέρας ψυχάς. ∆ιὰ δὲ  τοῦ  ἀπαυγάσματος  τὸ  ἴσον  ἐσήμανε  τῆς  οὐσίας,  καὶ  τὴν  πρὸς  τὸν  Πατέρα ἐγγύτητα.   Ἐννόησον  τὴν  λεπτότητα   τῶν   εἰρημένων·  οὐσίαν  μίαν  ἔλαβε  καὶ ὑπόστασιν εἰς δύο ὑποστάσεων παράστασιν· ὃ καὶ ἐπὶ τῆς γνώσεως τοῦ Πνεύματος ποιεῖ. Ὥσπερ γὰρ μίαν εἶναί φησι τὴν γνῶσιν τὴν τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, ὡς ὄντως  μίαν,  καὶ  οὐδὲν  πρὸς ἑαυτὴν  διεστηκυῖαν·  οὕτω  καὶ  ἐνταῦθα  ἑνός  τινος ἐπελάβετο ῥήματος εἰς τὴν τῶν δύο ὑποστάσεων δήλωσιν. Εἶτα ἐπήγαγεν, ὅτι Καὶ χαρακτήρ. Ὁ γὰρ χαρακτὴρ ἄλλος τίς ἐστι παρὰ τὸ πρωτότυπον· ἄλλος δὲ οὐ πάντη, ἀλλὰ κατὰ τὸ ἐνυπόστατον εἶναι· ἐπεὶ καὶ ἐνταῦθα ὁ χαρακτὴρ τὸ ἀπαράλλακτον δηλοῖ οὗ ἐστι χαρακτὴρ, τὸ ὅμοιον κατὰ πάντα. Ὅταν οὖν καὶ μορφὴν αὐτὸν καλῇ, καὶ χαρακτῆρα, τί ἐροῦσιν; Ἀλλὰ καὶ εἰκόνος εἴρηται εἰκὼν ὁ ἄνθρωπος, φησί. Τί οὖν; οὕτως ὡς ὁ Υἱός; Οὒ, φησὶν, ἀλλ' ὅτι εἰκὼν οὐ δείκνυσι τὸ ὅμοιον. Καίτοι γε καθ' ὃ εἴρηται ὁ ἄνθρωπος εἰκὼν, δείκνυσι τὸ ὅμοιον ὡς ἐν ἀνθρώπῳ. Ὅπερ γάρ ἐστιν ὁ Θεὸς ἐν τῷ οὐρανῷ, τοῦτο ὁ ἄνθρωπος ἐπὶ τῆς γῆς, κατὰ τὴν ἀρχὴν λέγω· καὶ ὥσπερ τῶν ἐπὶ γῆς πάντων οὗτος κρατεῖ, οὕτω καὶ ὁ Θεὸς πάντων κρατεῖ τῶν ἐν τῷ οὐρανῷ καὶ τῶν  ἐπὶ τῆς γῆς. Ἄλλως  δὲ, ὁ ἄνθρωπος  οὐκ εἴρηται χαρακτὴρ, οὐκ εἴρηται ἀπαύγασμα, οὐκ εἴρηται μορφή· ὅπερ τὴν οὐσίαν ἐμφαίνει, ἢ καὶ ὁμοιότητα τὴν κατ' οὐσίαν. Ὥσπερ οὖν ἡ μορφὴ τοῦ δούλου οὐδὲν ἄλλο ἐμφαίνει ἢ ἄνθρωπον ἀπαράλλακτον· οὕτω καὶ ἡ μορφὴ τοῦ Θεοῦ οὐδὲν ἄλλο ἐμφαίνει  ἢ Θεόν. Ὃς ὢν ἀπαύγασμα, φησὶ, τῆς δόξης. Ὅρα τὸν Παῦλον τί ποιεῖ. Εἰπών· Ὃς ὢν ἀπαύγασμα τῆς  δόξης, ἐπήγαγε  πάλιν·  Ἐκάθισεν ἐν  δεξιᾷ τῆς  μεγαλωσύνης· ὀνόμασιν  οἵοις κέχρηται, οὐδαμοῦ τῆς οὐσίας αὐτῆς ὄνομα εὑρών. Οὔτε γὰρ ἡ μεγαλωσύνη, οὔτε ἡ δόξα τὸ ὄνομα παρίστησιν, ὃ βούλεται εἰπεῖν,  ἀλλ' οὐκ ἔχει ὄνομα  εὑρεῖν. Τοῦτο γάρ ἐστιν ὃ ἔλεγον ἐξ ἀρχῆς, ὅτι πολλάκις  τινὰ νοοῦμεν, καὶ οὐ δυνάμεθα φράζειν· ἐπεὶ οὐδὲ τὸ, Θεὸς, ὄνομα οὐσίας ἐστὶν, οὐδὲ ἔστιν ὅλως τῆς οὐσίας ἐκείνης ὄνομα εὑρεῖν. Καὶ τί θαυμαστὸν εἰ ἐπὶ Θεοῦ, ὅπου γε οὐδὲ ἐπὶ ἀγγέλου εὕροι τις ἂν ὄνομα τῆς οὐσίας δηλωτικόν;  τάχα δὲ οὐδὲ ἐπὶ ψυχῆς· οὐ γάρ μοι δοκεῖ τοῦτο τὸ ὄνομα παραστατικὸν εἶναι τῆς οὐσίας αὐτῆς, ἀλλὰ τοῦ ψύχειν. Τὴν γὰρ αὐτὴν καὶ ψυχὴν, καὶ καρδίαν, καὶ νοῦν καλουμένην ἴδοι τις ἄν. Καρδίαν γὰρ, φησὶ, καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ πνεῦμα πολλαχοῦ ἴδοι τις ἂν λεγομένην αὐτήν. Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ὁρᾷς τί φησι;

γʹ. Πῶς οὖν, εἰπέ μοι, λέγεις, αἱρετικὲ, διὰ τὸ λέγεσθαι παρὰ τῇ Γραφῇ· Εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς, ὅτι Πατὴρ ἐπέταξεν, ὁ δὲ Υἱὸς ἐπήκουσεν; Ἀλλ' ἰδοὺ καὶ ἐνταῦθα ῥήματι  αὐτὸς  ποιεῖ·  Φέρων  τε  γὰρ,  φησὶ,  τὰ  πάντα·  τουτέστι,  κυβερνῶν,  τὰ διαπίπτοντα συγκρατῶν. Τοῦ γὰρ ποιῆσαι τὸν κόσμον οὐχ ἧττόν ἐστι τὸ συγκρατεῖν, ἀλλ', εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, καὶ μεῖζον. Τὸ μὲν γὰρ ἐξ οὐκ ὄντων  ἐστί τι παράγειν· τὸ δὲ, τὰ γεγονότα εἰς τὸ μὴ εἶναι μέλλοντα ἀναχωρεῖν, συνέχειν τε καὶ συνάπτειν  πρὸς ἄλληλα  διαστασιάζοντα, τοῦτό ἐστι τὸ μέγα καὶ θαυμαστὸν, καὶ πολλῆς  δυνάμεως  τεκμήριον. Εἶτα καὶ τὸ εὔκολον  δηλῶν  εἶπε· Φέρων. Οὐκ εἶπε· Κυβερνῶν, ἀπὸ μεταφορᾶς τῶν  ἁπλῶς τῷ δακτύλῳ  τι κινούντων,  καὶ ποιούντων περιφέρεσθαι. Ἐνταῦθα καὶ τὸν ὄγκον τῆς κτίσεως ἔδειξε μέγαν ὄντα, καὶ τὸ μέγα οὐδὲν αὐτῷ ὄν. Εἶτα πάλιν τὸ ἀπονητὶ δείκνυσιν, εἰπών· Τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Καλῶς εἶπε· Τῷ ῥήματι· ἐπειδὴ γὰρ τὸ ῥῆμα παρ' ἡμῖν ψιλὸν  εἶναι  δοκεῖ, δείκνυσιν ὅτι οὐκ ἔστι ψιλὸν ἐπὶ Θεοῦ. Ἀλλ' ὅτι μὲν τῷ ῥήματι φέρει, εἶπε, τὸ δὲ πῶς τῷ ῥήματι φέρει οὐκέτι προσέθηκεν· οὐδὲ γὰρ δυνατὸν εἰδέναι. Εἶτα ἐπήγαγε περὶ τῆς μεγαλειότητος αὐτοῦ. Οὕτω γὰρ καὶ ὁ Ἰωάννης πεποίηκεν· εἰπὼν γὰρ ὅτι Θεός ἐστιν, ἐπήγαγε τῆς κτίσεως τὴν δημιουργίαν. Ὅπερ γὰρ ἐκεῖνος ᾐνίξατο εἰπών· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ, Πάντα δι' αὐτοῦ ἐγένετο, τοῦτο καὶ οὗτος διὰ τοῦ ῥήματος καὶ τοῦ εἰπεῖν, ∆ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ἐνέφηνε· καὶ γὰρ καὶ δημιουργὸν, καὶ πρὸ πάντων  ὄντα τῶν αἰώνων  αὐτὸν δείκνυσι. Τί οὖν, ὅταν περὶ τοῦ Πατρὸς μὲν λέγῃ ὁ Προφήτης, Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· περὶ δὲ τοῦ Υἱοῦ, ὅτι πρὸ πάντων ἐστὶ τῶν αἰώνων, καὶ τῶν ἁπάντων ∆ημιουργὸς, τί ἂν εἴποιεν; μᾶλλον δὲ ὅπερ περὶ τοῦ Πατρὸς ἐλέγετο· Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, τοῦτο καὶ περὶ τοῦ Υἱοῦ ἴδοι τις ἂν εἰρημένον; Καὶ ὥσπερ ἐκεῖνός φησι· Ζωὴ ἦν, τὸ διακρατητικὸν τῆς κτίσεως δηλῶν, ὅτι πάντων  αὐτός ἐστιν ἡ ζωή· οὕτω καὶ οὗτός φησι· Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ· οὐ καθάπερ Ἕλληνες, καὶ τῆς δημιουργίας αὐτῆς, τό γε εἰς αὐτοὺς ἧκον, ἀποστεροῦντες αὐτὸν καὶ τῆς προνοίας, μέχρι σελήνης συγκλείοντες  αὐτοῦ τὴν δύναμιν.  ∆ι'  ἑαυτοῦ γὰρ, φησὶ, καθαρισμὸν ποιησάμενος τῶν  ἁμαρτιῶν  ἡμῶν.  Εἰπὼν  περὶ  τῶν  θαυμαστῶν  ἐκείνων  καὶ  μεγάλων,  τῶν ἀνωτάτω,  λέγει  λοιπὸν  καὶ   περὶ  τῆς  εἰς  ἀνθρώπους  αὐτοῦ  κηδεμονίας. Μάλιστα μὲν γὰρ καὶ ἐκεῖνο καθολικὸν ἦν, τὸ, Φέρων τε τὰ πάντα· πλὴν ἀλλὰ τοῦτο πολλῷ μεῖζον. Καὶ τοῦτο δὲ καθολικόν· τὸ γὰρ αὐτοῦ μέρος, πάντας ἔσωσεν· ἐπεὶ καὶ ὁ Ἰωάννης  εἰπών· Ζωὴ ἦν, καὶ τὴν πρόνοιαν αὐτοῦ δηλώσας, πάλιν λέγει, ὅτι Καὶ φῶς,  τὸ  αὐτὸ  τοῦτο  δηλῶν.   ∆ι'  ἑαυτοῦ,  φησὶ,  καθαρισμὸν  ποιησάμενος  τῶν ἁμαρτιῶν  ἡμῶν,  ἐκάθισεν  ἐν  δεξιᾷ  τῆς  μεγαλωσύνης  ἐν  ὑψηλοῖς.  ∆ύο τίθησιν ἐνταῦθα τῆς κηδεμονίας αὐτοῦ τεκμήρια μέγιστα· τό τε καθαρίσαι τῶν  ἁμαρτιῶν ἡμᾶς,  καὶ  τὸ  δι'  ἑαυτοῦ  τοῦτο  ποιῆσαι.  Καὶ πολλαχοῦ  ὁρᾷς  αὐτὸν  ἐπὶ  τούτῳ σεμνυνόμενον, οὐ μόνον ἐπὶ τῇ καταλλαγῇ τῇ πρὸς τὸν Θεὸν, ἀλλὰ καὶ ἐπὶ τῷ διὰ τοῦ Υἱοῦ τοῦτο γεγενῆσθαι· καὶ γὰρ οὕτω τὸ μέγα δῶρον μεῖζον γεγένηται τῷ διὰ τοῦ Υἱοῦ. Εἰπὼν γάρ· Ἐκάθισεν ἐν δεξιᾷ, καὶ, Καθαρισμὸν δι' ἑαυτοῦ ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἀναμνήσας τοῦ σταυροῦ, ταχέως τὸν περὶ τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως  λόγον  ἐπήγαγε. Καὶ ὅρα τὴν σύνεσιν αὐτοῦ τὴν ἄφατον· οὐκ εἶπεν·  Ἐκελεύσθη  καθίσαι·  ἀλλ',  Ἐκάθισεν. Εἶτα πάλιν,  ἵνα  μὴ  νομίσῃς  αὐτὸν ἑστάναι, ἐπάγει· Τίνι γὰρ τῶν ἀγγέλων  εἶπέ ποτε, Κάθου ἐκ δεξιῶν μου; Ἐκάθισε, φησὶν,  ἐν  δεξιᾷ τῆς  μεγαλωσύνης  ἐν  ὑψηλοῖς.  Τί ἐστιν, Ἐν ὑψηλοῖς;  εἰς  τόπον περικλείει  τὸν  Θεόν; Ἄπαγε· οὐχ ἵνα  τοῦτο ὑποπτεύσωμεν,  οὕτως  εἴρηκεν· ἀλλ' ὥσπερ εἰπών· Ἐν δεξιᾷ, οὐκ ἐσχημάτισεν αὐτὸν, ἀλλὰ τὸ ὁμότιμον ἔδειξε τὸ πρὸς τὸν  Πατέρα· οὕτως  εἰπών·  Ἐν ὑψηλοῖς,  οὐκ ἀπέκλεισεν  αὐτὸν  ἐκεῖ, ἀλλὰ  πάντα ὑπεραναβεβηκότα·  ὡσανεὶ  ἔλεγεν,  εἰς  αὐτὸν  ἔφθασε  τὸν  θρόνον  τὸν  πατρικόν. Ὥσπερ οὖν ὁ Πατὴρ ἐν ὑψηλοῖς,  οὕτω καὶ αὐτός· ἡ γὰρ συνεδρία οὐδὲν  ἕτερον δείκνυσιν, ἢ τὸ ὁμότιμον. Εἰ δὲ λέγουσιν, ὅτι εἶπε· Κάθου, ἐρώμεθα αὐτούς· Τί οὖν; ἑστῶτι  εἶπεν;  Ἀλλ' οὐκ ἂν  ἔχοιεν  δεῖξαι. Ἄλλως  δὲ οὐκ εἶπεν,  ὅτι ἐκέλευσεν ἢ προσέταξεν, ἀλλ' ὅτι Εἶπε, Κάθου· καὶ τοῦτο δι' οὐδὲν ἕτερον, ἀλλ' ἵνα μὴ ἄναρχον αὐτὸν νομίσῃς καὶ ἀναίτιον. Ὅτι γὰρ διὰ τοῦτο οὕτως εἴρηκε, δῆλον ἐκ τοῦ τόπου τῆς καθέδρας· εἰ γὰρ ἐλάττωσιν ἤθελε δηλῶσαι, οὐκ ἂν εἶπεν· Ἐκ δεξιῶν, ἀλλ', Ἐξ ἀριστερῶν. Τοσούτῳ κρείττων γενόμενος, φησὶν, ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν  ὄνομα. Τὸ, Γενόμενος, ἐνταῦθα ἀντὶ τοῦ, ἀποδειχθεὶς, ὡς ἂν εἴποι τις, ἐστίν. Εἶτα καὶ διισχυρίζεται. Πόθεν; Ἀπὸ τοῦ ὀνόματος. Ὁρᾷς ὅτι οἶδε τὸ, Υἱὸς,ὄνομα τὴν γνησιότητα δηλοῦν; Καὶ μὴν, εἰ μὴ γνήσιον ἦν, οὐκ ἂν τοῦτο εἶπε. Πῶς; Ὅτι δι' οὐδὲν ἕτερον γνήσιός ἐστιν, ἀλλ' ἢ τὸ ἐξ αὐτοῦ εἶναι. Ἀπὸ τούτου τοίνυν  ἰσχυρίζεται. Εἰ δὲ χάριτί ἐστιν Υἱὸς, οὐ μόνον οὐ διαφορώτερος, ἀλλὰ καὶ ἐλάττων ἐστὶν ἀγγέλων· πῶς; Ὅτι καὶ ἄνθρωποι δίκαιοι ἐκλήθησαν υἱοὶ, καὶ τὸ υἱὸς ὄνομα, ἂν μὴ γνήσιος ᾖ, οὐκ ἰσχύει δεῖξαι τὸ διάφορον. Καὶ δηλῶν ὅτι διαφορά τίς ἐστι κτισμάτων καὶ δημιουργοῦ, ἄκουσον τί φησι· Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν; Ταῦτα εἴρηται μὲν καὶ εἰς τὴν σάρκα· τὸ γὰρ, Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται  μοι εἰς Υἱὸν, τῆς ἐνανθρωπήσεώς ἐστι παραστατικόν· τὸ δὲ, Υἱός μου εἶ σὺ, οὐδὲν ἕτερον δηλοῖ, ἢ ὅτι ἐξ αὐτοῦ ἐστιν. Ὥσπερ δὲ ὢν λέγεται ἀπὸ τοῦ ἐνεστῶτος καιροῦ· οὗτος γὰρ μάλιστα ἁρμόζει αὐτῷ· οὕτω καὶ τὸ, Σήμερον, ἐνταῦθά μοι δοκεῖ εἰς τὴν σάρκα εἰρῆσθαι. Ὅταν γὰρ αὐτῆς ἐπιλάβηται, πάντα λοιπὸν ἀδεῶς φθέγγεται.  Καὶ γὰρ ἡ σὰρξ κοινωνεῖ  τῶν ὑψηλῶν, ὡσπεροῦν καὶ ἡ θεότης τῶν ταπεινῶν.  Ὁ Θεὸς γὰρ ἄνθρωπος γενέσθαι μὴ ἀπαξιώσας, καὶ τὸ πρᾶγμα μὴ παραιτησάμενος, πῶς ἂν τὰ ῥήματα παρῃτήσατο;

δʹ. Ταῦτ' οὖν εἰδότες, μηδὲν ἐπαισχυνώμεθα, μὴ μέγα φρονῶμεν. Εἰ γὰρ αὐτὸς Θεὸς ὢν καὶ ∆εσπότης καὶ Θεοῦ Υἱὸς, οὐ παρῃτήσατο μορφὴν δούλου λαβεῖν· πολλῷ μᾶλλον ἡμᾶς ἅπαντα δεῖ ποιεῖν,  κἂν  ταπεινὰ  ᾖ.  Πόθεν  γὰρ,  εἰπέ  μοι,  ἄνθρωπε,  μέγα  φρονεῖς;  ἀπὸ  τῶν βιωτικῶν; ἀλλὰ ταῦτα πρὶν ἢ φανῆναι παρατρέχει. Ἀλλ' ἀπὸ τῶν πνευματικῶν; ἀλλ' ἓν καὶ τοῦτό ἐστι κατόρθωμα πνευματικὸν, τὸ μὴ μέγα φρονεῖν. ∆ιὰ τί τοίνυν μέγα φρονεῖς;  ὅτι  κατορθοῖς· Ἄκουσον τοῦ  Χριστοῦ λέγοντος·  Ὅταν ποιήσητε  πάντα, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἃ γὰρ ὠφείλομεν  ποιῆσαι, πεποιήκαμεν. Ἀλλὰ διὰ τὸν πλοῦτον μέγα φρονεῖς; διὰ τί, εἰπέ μοι; οὐκ ἤκουσας ὅτι γυμνοὶ εἰσήλθομεν εἰς τὸν βίον, γυμνοὶ καὶ ἀπελευσόμεθα; μᾶλλον δὲ, οὐχ ὁρᾷς τοὺς πρὸ σοῦ ἐρήμους καὶ γυμνοὺς ἀπελθόντας; Τίς τὰ ἀλλότρια ἔχων μέγα φρονεῖ; Οἱ γὰρ βουλόμενοι αὐτοῖς χρῆσθαι εἰς οἰκείαν μόνην ἀπόλαυσιν, ἀφαιροῦνται αὐτὰ καὶ ἄκοντες, καὶ πρὸ μὲν τῆς τελευτῆς πολλάκις, ἐν δὲ τῇ τελευτῇ πάντως. Ἀλλ' ἡμεῖς ζῶντες αὐτοῖς, φησὶν, ὡς βουλόμεθα, χρώμεθα. Μάλιστα μὲν οὐδένα ἄν τις ἴδοι ταχέως, ὡς βούλεται, τοῖς οὖσι χρώμενον·  εἰ δέ τις καὶ χρῷτο ὡς βούλεται, οὐδὲ τοῦτο μέγα· βραχὺς γὰρ ὁ παρὼν καιρὸς πρὸς τοὺς αἰῶνας  τοὺς ἀτελευτήτους.  Μέγα φρονεῖς, ἄνθρωπε, ὅτι πλουτεῖς; τίνος ἕνεκεν; τοῦτο γὰρ καὶ λῃσταῖς παραγίνεται καὶ κλέπταις καὶ ἀνδροφόνοις  καὶ μαλακοῖς  καὶ πόρνοις  καὶ πᾶσι τοῖς  πονηροῖς. ∆ιὰ τί οὖν μέγα φρονεῖς; Εἰ μὲν γὰρ εἰς δέον αὐτῷ κέχρησαι, οὐκ ὀφείλεις  μέγα φρονεῖν,  ἵνα μὴ λυμήνῃ τὴν ἐντολήν· εἰ δὲ οὐκ εἰς δέον, ταύτῃ μάλιστα συστέλλεσθαι δεῖ, ὅτι δοῦλος γέγονας  τῶν  χρημάτων  καὶ κτημάτων  καὶ κρατῇ ὑπ' αὐτῶν.  Εἰπὲ γάρ μοι, εἴ τις πυρέττων  ὕδωρ ἐκπίοι πολὺ, τὸ πρὸς βραχὺ μὲν σβεννύον τὴν δίψαν, ὕστερον δὲ ἀνάπτον τὴν φλόγα, μέγα ὀφείλει φρονεῖν; Τί δὲ, εἴ τις πλείονα φροντίζει εἰκῆ, διὰ τοῦτο ὀφείλει μέγα φρονεῖν; ∆ιὰ τί, εἰπέ μοι; ἐπειδὴ πολλοὺς ἔχεις δεσπότας; ἐπειδὴ μυρίας μερίμνας; ἐπειδὴ κολακεύουσί σε πολλοί; Ἀλλὰ τοῦτο δουλεύειν ἐστί. Καὶ ἵνα μάθῃς ὅτι δουλεύεις αὐτοῖς, ἄκουε σαφῶς· τὰ ἄλλα τῶν παθῶν τῶν ἐν ἡμῖν ἔστιν ὅπου χρήσιμά ἐστιν, οἷον ἡ ὀργὴ πολλαχοῦ χρησίμη· Θυμὸς γὰρ, φησὶν, ἄδικος οὐκ ἀθωωθήσεται·  ὥστε ἔστι καὶ  δικαίως  θυμωθῆναι.  Καὶ πάλιν,  Ὁ ὀργιζόμενος  τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ γεέννῃ. Πάλιν ὁ ζῆλος καλὸν καὶ ἡ ἐπιθυμία, ἡ μὲν, ὅταν εἰς παιδοποιίαν γίνηται, ὁ δὲ, ὅταν πρὸς τὰ καλὰ τὴν μίμησιν ἔχῃ. Ὥσπερ καὶ Παῦλος λέγει· Καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε· καὶ πάλιν, Ζηλοῦτε τὰ χαρίσματα  τὰ  κρείττονα.  Ὥστε ἀμφότερα  χρήσιμα.  Ἡ  μέντοι  ἀπόνοια  οὐδαμοῦ καλὸν, ἀλλὰ πανταχοῦ ἄχρηστον καὶ βλαβε  ρόν. Πλὴν εἰ δεῖ μέγα φρονεῖν, ἐπὶ πενίᾳ, οὐκ ἐπὶ πλούτῳ δεῖ. ∆ιὰ τί; Ὅτι ὁ ἐν ὀλίγοις ζῇν δυνάμενος, τοῦ μὴ δυναμένου πολλῷ μείζων καὶ κρείττων ἐστίν. Εἰπὲ γάρ μοι, εἰ κληθέντων  εἰς βασιλικὴν πόλιν τινῶν,  οἱ μὲν αὐτῶν μήτε ὑποζυγίων  δέοιντο, μήτε οἰκετῶν, μήτε σκιαδίων, μήτε καταγωγίων,  μήτε ὑποδημάτων,  μήτε σκευῶν, ἀλλ' ἀπόχρη αὐτοῖς  ἄρτον  μόνον ἔχειν,  καὶ  ὕδωρ  ἐκ τῶν  πηγῶν  λαμβάνειν·  ἐκεῖνοι  δὲ λέγοιεν,  ὅτι  Ἐὰν μὴ καὶ ὀχήματα  δῶτε  καὶ  στρωμνὴν  ἁπαλὴν,  οὐ  δυνάμεθα  παραγενέσθαι,  ἐὰν  μὴ  καὶ πολλοὺς ἔχωμεν τοὺς ἀκολουθοῦντας, ἐὰν μὴ συνεχῶς ἐξῇ διαναπαύεσθαι, οὐ δυνάμεθα, ἐὰν μὴ ὑποζυγίοις χρώμεθα, καὶ μικρὸν ὁδεύωμεν τῆς ἡμέρας μέρος· δεῖ δὲ ἡμῖν καὶ ἑτέρων πλειόνων· τίνας ἂν θαυμάσαιμεν; ἐκείνους, ἢ τούτους; ∆ῆλον ὅτι τούτους τοὺς οὐδενὸς δεομένους. Οὕτω δὴ καὶ ἐνταῦθα, οἱ μὲν πρὸς τὴν ὁδὸν τοῦ βίου τούτου πολλῶν δέονται, οἱ δὲ οὐδενός. Ὥστε τοὺς ἐπὶ πενίᾳ μᾶλλον ἐχρῆν μέγα φρονεῖν, εἴ γε καὶ ἐχρῆν. Ἀλλ' εὐκαταφρόνητός ἐστιν ὁ πένης, φησίν. Οὐκ ἐκεῖνος, ἀλλ' οἱ τούτου καταφρονοῦντες.  ∆ιὰ τί γὰρ ἐγὼ μὴ καταφρονῶ  τῶν οὐκ εἰδότων θαυμάζειν ἃ χρή; Ἀλλ' ἂν μὲν ζωγράφος ᾖ τις, πάντων καταγελάσεται τῶν σκωπτόντων  αὐτὸν, ἕως ἂν ὦσιν ἀμαθεῖς, καὶ οὔτε πρὸς τὰ παρ' ἐκείνων λεγόμενα ἐπιστρέφεται, ἀλλὰ τῇ ἑαυτοῦ ἀρκεῖται μαρτυρίᾳ· ἡμεῖς δὲ τῆς τῶν πολλῶν  δόξης ἐξαρτήσομεν ἑαυτούς· καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; ∆ιὰ τοῦτό ἐσμεν ἄξιοι καταφρονεῖσθαι,  ὅταν  τῶν  καταφρονούντων   ἡμῶν  διὰ  τὴν  πενίαν  μὴ καταφρονῶμεν,  μηδὲ ταλανίζωμεν  αὐτούς. Καὶ παρίημι ὅσα μὲν ἁμαρτήματα ἀπὸ τοῦ πλούτου τίκτεται, ὅσα δὲ ἀγαθὰ ἀπὸ τῆς πενίας· μᾶλλον δὲ οὐδὲ πλοῦτος, οὐδὲ πενία καθ' ἑαυτὸ καλὸν, ἀλλὰ παρὰ τοὺς χρωμένους τούτῳ γίνεται. Ὁ Χριστιανὸς δόκιμος ἐν πενίᾳ μᾶλλον διαφαίνεται,  ἢ ἐν τῷ πλούτῳ. Πῶς; Ἐν πενίᾳ μὲν γὰρ ὢν ἀτυφότερος ἔσται, σωφρονέστερος, σεμνότερος, ἐπιεικέστερος, συνετώτερος· ἐν τῷ πλούτῳ δὲ μένων, πολλὰ πρὸς ταῦτα ἔχει τὰ κωλύματα. Ἴδωμεν οὖν τίνα ἐστὶν ἃ ὁ πλούσιος ἐργάζεται, μᾶλλον δὲ ὁ κακῶς τῷ πλούτῳ κεχρημένος. Ἐκεῖνος ἁρπάζει, πλεονεκτεῖ,  βιάζεται. Τί δαί; τοὺς ἔρωτας τοὺς ἀτόπους, τὰς ἀθεμίτους μίξεις, τὰς γοητείας,  τὰς φαρμακείας,  τὰ ἄλλα  πάντα  δεινὰ  οὐκ ἀπὸ τοῦ πλούτου  εὑρήσεις τικτόμενα; Ὁρᾷς ὅτι ἐν πενίᾳ μᾶλλον ἀκοπώτερόν ἐστιν, ἢ ἐν πλούτῳ τὴν ἀρετὴν μετιέναι; Μὴ γάρ μοι, ἐπειδὴ δίκην οὐ διδόασιν ἐνταῦθα οἱ πλούσιοι, νομίσῃς αὐτοὺς μηδὲ ἁμαρτάνειν· ὡς εἴ γε ἦν εὔκολον πλούσιον δίκην διδόναι, ἐκ τούτων ἂν εὗρες ἐμπεπλησμένα  τὰ  δεσμωτήρια· ἀλλὰ  μετὰ  τῶν  ἄλλων  καὶ  τοῦτο  ἔχει  κακὸν  ὁ πλοῦτος,  ὅτι  ἐν  πονηρίᾳ  ἀτιμωρητὶ  πλημμελῶν  ὁ τοῦτον  κεκτημένος,  οὐδέποτε στήσεται τοῦτο ποιῶν, ἀλλὰ λήψεται τραύματα ἄνευ φαρμάκων, καὶ χαλινὸν οὐδεὶς ἐπιθήσει αὐτῷ. Εἰ δὲ βούλοιτό  τις, καὶ πρὸς ἡδονὴν  εὑρήσει τὴν  πενίαν  πλείους παρέχουσαν ἡμῖν τὰς ἀφορμάς. Πῶς; Ὅτι φροντίδων  ἀπήλλακται,  μίσους, μάχης, φιλονεικίας,   ἔριδος,  μυρίων  δεινῶν.  Μὴ  τοίνυν   διώκωμεν   τὸ  πλουτεῖν,  μηδὲ τούτους ζηλώσωμεν ἀεὶ τοὺς πολλὰ κεκτημένους· ἀλλ' οἱ μὲν ἔχοντες, εἰς δέον τῷ πλούτῳ χρώμεθα· οἱ δὲ μὴ ἔχοντες, μὴ ἀλγῶμεν διὰ τοῦτο, ἀλλ' εὐχαριστῶμεν ὑπὲρ ἁπάντων  τῷ Θεῷ, ὅτι ἡμᾶς ἐν ὀλίγῳ πόνῳ τὸν αὐτὸν τοῖς πλουσίοις, ἢ  καὶ μείζονα, ἂν θέλωμεν, παρασκευάζει μισθὸν λαβεῖν, καὶ ἐξ ὀλίγων μεγάλα κερδανοῦμεν.  Ἐπεὶ καὶ  ὁ τὰ  δύο  τάλαντα  προσενέγκας ἐθαυμάσθη καὶ  ἐτιμήθη ὁμοίως τῷ τὰ πέντε προσενεγκόντι. Τί δήποτε; Ὅτι εἰ καὶ δύο ἐπιστεύθη τάλαντα, ἀλλὰ τὰ παρ' ἑαυτοῦ πάντα ἐπλήρωσε, καὶ τὰ ἐμπιστευθέντα  διπλᾶ εἰσήνεγκε. Τί τοίνυν σπεύδομεν πιστευθῆναι πολλὰ, ὅταν ἐξῇ δι' ὀλίγων τὰ αὐτὰ καρπώσασθαι, ἢ καὶ πλείονα; ὅταν ὁ μὲν πόνος ἐλάττων ᾖ, ὁ δὲ μισθὸς πολλῷ πλείων; Εὐκολώτερον γὰρ πένης ἐκστήσεται τῶν αὑτοῦ, ἢ πλούσιος πολλὰ καὶ μεγάλα  κεκτημένος. Ἢ οὐκ ἴστε, ὅτι ὅσῳ ἂν πλείονά τις περιβάληται, τοσούτῳ πλειόνων ἐρᾷ; Ἵν' οὖν μὴ τοῦτο πάθωμεν,  μὴ ζητῶμεν  τὸν πλοῦτον,  μηδὲ δυσανασχέτως ἔχωμεν  πρὸς τὴν πενίαν, μηδὲ σπεύδωμεν πλουτεῖν, ἀλλὰ καὶ οἱ ἔχοντες οὕτως αὐτῷ χρώμεθα, ὡς ὁ Παῦλος ἐκέλευσεν· Οἱ ἔχοντες, φησὶν, ὡς μὴ ἔχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· ἵνα τύχωμεν τῶν ἐπηγγελμένων  ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.

Γʹ.Ὅταν δὲ πάλιν  εἰσαγάγῃ τὸν  πρωτότοκον  εἰς τὴν  οἰκουμένην,  λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

 αʹ. Ὁ μὲν Κύριος ἡμῶν  Ἰησοῦς Χριστὸς τὴν παρουσίαν αὑτοῦ τὴν ἔνσαρκον ἔξοδον καλεῖ· οἷον ὡς ὅταν  λέγῃ· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ πάλιν,  Ἐγὼ ἐκ τοῦ Πατρός μου ἐξῆλθον, καὶ ἥκω· καὶ πολλαχοῦ τοῦτο ἴδοι τις ἄν. Ὁ δὲ Παῦλος εἴσοδον αὐτὴν καλεῖ λέγων· Ὅταν δὲ πάλιν  εἰσαγάγῃ τὸν πρωτότοκον  εἰς τὴν οἰκουμένην· εἰσαγωγὴν ταύτην  λέγων  τὴν τῆς σαρκὸς ἀνάληψιν.  Τί δήποτε δὲ περὶ αὐτοῦ διαφόρως  τῷ λόγῳ κέχρηνται, καὶ κατὰ τί οὕτως εἴρηται; ∆ῆλόν ἐστι καὶ ἀπ' αὐτῶν τῶν σημαινομένων. Ὁ μὲν γὰρ Χριστὸς ἔξοδον τὴν ἑαυτοῦ παρουσίαν εἰκότως καλεῖ· ἔξω γὰρ   ἦμεν   τοῦ   Θεοῦ.   Καὶ   καθάπερ   ἐν   τοῖς   βασιλείοις   οἱ   δεσμῶται   καὶ προσκεκρουκότες τῷ βασιλεῖ, ἔξω ἑστήκασιν· ὁ δὲ βουλόμενος αὐτοὺς καταλλάξαι, οὐκ  ἔνδον  τούτους  εἰσάγων,  ἀλλ' αὐτὸς  ἐξιὼν  ἔξω  τούτοις  διαλέγεται,  ἕως  ἂν αὐτοὺς καταστήσας ἀξίους τῆς ὄψεως τοῦ βασιλέως εἰσαγάγῃ· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ἐξελθὼν γὰρ πρὸς ἡμᾶς, τουτέστι, σάρκα ἀναλαβὼν,  καὶ διαλεχθεὶς  τὰ παρὰ τοῦ βασιλέως, οὕτως ἡμᾶς εἰσήγαγε, καὶ καθαρίσας τῶν  ἁμαρτημάτων,  καὶ καταλλάξας. ∆ιὰ τοῦτο ἔξοδον αὐτὴν καλεῖ. Ὁ δὲ Παῦλος εἴσοδον αὐτὴν ὀνομάζει, ἀπὸ μεταφορᾶς  τῶν  κληρονομούντων,  καὶ νομὴν  παραλαμβανόντων  καὶ κτῆσίν τινα· τὸ γὰρ εἰπεῖν, Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, τοῦτό  ἐστι  δηλοῦντος,  ὅταν  ἐγχειρίσῃ  αὐτῷ  τὴν  οἰκουμένην·  τότε  γὰρ  αὐτὴν ἐκτήσατο πᾶσαν, ὅτε καὶ ἐγνώσθη. Οὐ περὶ τοῦ Θεοῦ δὲ Λόγου φησὶ ταῦτα, ἀλλὰ περὶ τοῦ κατὰ σάρκα Χριστοῦ· εἰκότως. Εἰ γὰρ ἐν τῷ κόσμῳ ἦν, κατὰ τὸν Ἰωάννην, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, πῶς ἑτέρως ἂν εἰσήχθη, ἀλλ' ἢ ἐν σαρκί; Καὶ προσκυνησάτωσαν αὐτῷ, φησὶ, πάντες ἄγγελοι Θεοῦ. Ἐπειδὰν μέγα τι καὶ ὑψηλὸν λέγειν μέλλῃ, προκατασκευάζει αὐτὸ καὶ ποιεῖ εὐπαράδεκτον τῷ τὸν Πατέρα ποιῆσαι εἰσαγαγόντα τὸν Υἱόν. Σκόπει δέ· εἶπεν ἀνωτέρω, ὅτι οὐ διὰ προφητῶν  ἐλάλησεν ἡμῖν, ἀλλὰ διὰ τοῦ Υἱοῦ· ἔδειξεν  ὅτι κρείττων  ἀγγέλων  ὁ Υἱὸς, καὶ ἀπὸ τοῦ ὀνόματος δὲ τοῦτο κατασκευάσας, καὶ ἀπὸ τοῦ τὸν Πατέρα ποιῆσαι εἰσαγαγόντα τὸν Υἱόν. Ἐνταῦθα δὲ λοιπὸν καὶ ἀφ' ἑτέρου κατασκευάζει. Ποίου δὴ τούτου; Ἀπὸ τῆς προσκυνήσεως· τοῦτο  δὲ  καὶ  ὅσῳ  κρείττων  ἐστὶ  δείκνυσιν·  ὅσῳ  γὰρ  ∆εσπότης δούλου. ∆ιὸ καὶ ὡς ἂν εἴ τις εἰσαγαγών τινα εἰς οἰκίαν βασιλέως, τοὺς προεστῶτας αὐτῆς εὐθέως κελεύει προσκυνεῖν αὐτῷ· οὕτω καὶ αὐτὸς ποιεῖ, περὶ τοῦ κατὰ σάρκα λέγων  τὴν ἐν κόσμῳ εἰσαγωγὴν, καὶ τὸ, Προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ, διὰ  τοῦτο  ἐπάγων.  Ἆρα οὖν  ἄγγελοι  μόνον,  οὐχὶ  δὲ καὶ  ἄλλαι  δυνάμεις; Ἄπαγε· ἄκουσον γὰρ τῶν ἑξῆς· Καὶ πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱὸν, Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἰδοὺ ἡ μεγίστη διαφορά· ὅτι οἱ μὲν κτιστοὶ, ὁ δὲ ἄκτιστος. Καὶ διὰ τί πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν, Ὁ ποιῶν· πρὸς δὲ τὸν Υἱὸν διὰ τί οὐκ εἶπεν, ὁ ποιῶν; καίτοι ἐνῆν τὴν διαφορὰν οὕτως εἰπεῖν·  πρὸς  μὲν  τοὺς  ἀγγέλους  αὐτοῦ  λέγει,  Ὁ  ποιῶν  τοὺς  ἀγγέλους  αὑτοῦ πνεύματα· πρὸς δὲ τὸν Υἱὸν, Κύριος ἔκτισέ με· καὶ πάλιν, Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησεν. Ἀλλ' οὔτε ἐκεῖνο περὶ τοῦ Χριστοῦ Κυρίου Υἱοῦ εἴρηται, οὔτε τοῦτο περὶ τοῦ Θεοῦ Λόγου, ἀλλὰ περὶ τοῦ κατὰ σάρκα. Ἔνθα γὰρ τὴν ἀληθῆ διαφορὰν ἠβούλετο  δηλοῦν,  οὐκέτι  ἀγγέλους  περιέλαβε  μόνον,  ἀλλὰ  καὶ  πᾶσαν τὴν  ἄνω δύναμιν τὴν λειτουργικήν. Ὁρᾷς πῶς διαιρεῖ καὶ μεθ' ὅσης τῆς σαφηνείας κτίσματα καὶ  κτιστὴν,  λειτουργοὺς  καὶ  δεσπότην,  καὶ  κληρονόμον  καὶ  γνήσιον  Υἱὸν καὶ δούλους; Πρὸς δὲ τὸν Υἱόν φησιν· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἰδοὺ βασιλείας σύμβολον. Ῥάβδος εὐθύτητος  ἡ ῥάβδος τῆς  βασιλείας σου. Ἰδοὺ πάλιν  καὶ  ἄλλο  βασιλείας  σύμβολον. Εἶτα πάλιν  εἰς  τὸ  κατὰ  σάρκα· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Τί ἐστι, Θεός σου;  Ἐπειδὴ γὰρ μέγα  ἐφθέγξατο,  πάλιν  αὐτὸ  παραμυθεῖται.  Ἐνταῦθα  καὶ Ἰουδαίους, καὶ τοὺς Παύλου τοῦ Σαμοσατέως, καὶ Ἀρειανοὺς, καὶ Μάρκελλον καὶ Σαβέλλιον ἔβαλε καὶ Μαρκίωνα. Πῶς; Ἰουδαίους  μὲν, δύο τὸν αὐτὸν δεικνὺς, καὶ Θεὸν, καὶ ἄνθρωπον· τοὺς δὲ ἄλλους, τοὺς Παύλου λέγω τοῦ Σαμοσατέως, τῷ περὶ τῆς αἰωνίου  ὑπάρξεως ταῦτα διαλέγεσθαι, καὶ τῆς ἀκτίστου οὐσίας· πρὸς γὰρ ἀντιδιαστολὴν  τοῦ, Ἐποίησε, τὸ, Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τέθεικε. Πρός τε Ἀρειανοὺς τοῦτό τε αὐτὸ πάλιν, καὶ ὅτι οὐ δοῦλος· εἰ δὲ κτίσμα, δοῦλος.  Πρὸς  δὲ  Μάρκελλον  καὶ  τοὺς  ἄλλους,  ὅτι  δύο  ἐστὶ  ταῦτα  πρόσωπα διῃρημένα κατὰ τὴν ὑπόστασιν· πρὸς δὲ Μαρκιωνιστὰς, ὅτι ἡ θεότης οὐ χρίεται, ἀλλ' ἡ ἀνθρωπότης. Εἶτα, Παρὰ τοὺς μετόχους σου, φησί. Τίνες δέ εἰσιν οἱ μέτοχοι, ἀλλ' ἢ οἱ ἄνθρωποι; Τουτέστι, τὸ Πνεῦμα οὐκ ἐκ μέτρου ἔλαβεν ὁ Χριστός.

βʹ. Ὁρᾷς πῶς συνάπτει ἀεὶ τῷ περὶ τῆς ἀκτίστου φύσεως καὶ τὸν περὶ τῆς οἰκονομίας λόγον; Τί τούτου σαφέστερον; Εἶδες πῶς οὐκ ἔστι τὸ αὐτὸ, κτίσμα καὶ γέννημα; οὐ γὰρ ἂν διεῖλε, καὶ πρὸς ἀντιδιαστολὴν τοῦ, Ἐποίησεν, ἐπήγαγε τὸ, Πρὸς δὲ τὸν Υἱὸν εἶπεν· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· οὐδ' ἂν διαφορώτερον ὄνομα ἐκάλει τὸ Υἱὸς ὄνομα, εἰ τοῦ αὐτοῦ ἦν σημεῖον. Ποῖον γὰρ τὸ διάφορον; εἰ γὰρ τὸ κτίσμα καὶ γέννημα ταὐτὸν, ἐκεῖνοι δὲ ἐποιήθησαν, τί τὸ διαφορώτερον; Ἰδοὺ πάλιν τὸ, ὁ Θεὸς, μετὰ τοῦ ἄρθρου. Καὶ πάλιν φησί· Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν  χειρῶν  σού εἰσιν  οἱ οὐρανοί.  Αὐτοὶ ἀπολοῦνται,  σὺ δὲ διαμένεις·  καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Ἵνα μὴ ἀκούσας· Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην,  ὡς δῶρον νομίσῃς εἶναι ὕστερον αὐτῷ προσδοθὲν, τοῦτο καὶ ἄνω προδιωρθώσατο, καὶ πάλιν ἐπιδιορθοῦται λέγων· Κατ' ἀρχάς· οὐχὶ νῦν, ἀλλ' ἄνωθεν. Ἰδοὺ πάλιν καὶ τὸν Σαμοσατέα Παῦλον καιρίᾳ πλήττει πληγῇ καὶ Ἄρειον, ἃ περὶ τοῦ Πατρός ἐστι, ταῦτα ἁρμόσας τῷ Υἱῷ. Μετὰ δὲ τούτου  καί τι ἄλλο  πάρεργον  ᾐνίξατο,  καὶ μεῖζον τούτου· καὶ γὰρ τὴν μετασχημάτισιν τοῦ κόσμου παρεδήλωσε λέγων· Ὡς ἱμάτιον παλαιωθήσονται,  καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται.  Ὃ καὶ ἐν τῇ πρὸς Ῥωμαίους φησὶν, ὅτι μετασχηματίσει τὸν κόσμον. Καὶ τὸ εὔκολον δηλῶν, ἐπήγαγεν· Ἑλίξεις. Ὥσπερ γὰρ ἂν εἴ τις περιβόλαιον  ἑλίξῃ, οὕτως αὐτὸς τὸν κόσμον καὶ ἑλίξει καὶ ἀλλάξει. Εἰ δὲ τὴν ἐπὶ τὸ βέλτιον καὶ τὸ κρεῖττον μετασχημάτισιν καὶ δημιουργίαν οὕτως εὐκόλως ἐργάζεται, ἐπὶ τῆς ἐλάττονος δημιουργίας ἑτέρου ἐδεῖτο; Μέχρι τίνος οὐκ αἰσχύνεσθε; Ἅμα δὲ καὶ παραμυθία μεγίστη τοῦτό ἐστι, τὸ γνῶναι ὅτι οὐκ ἔσται οὕτω τὰ πράγματα, ἀλλὰ τὰ πάντα μεταβολὴν λήψεται, καὶ πάντα ἐναλλαγήσεται, αὐτὸς  δὲ  μένει  διαπαντὸς  ζῶν,  καὶ  ἀπείρως  ζῶν·  Καὶ τὰ  ἔτη  σου, φησὶν,  οὐκ ἐκλείψουσι. Τίνι δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον  τῶν  ποδῶν  σου; Ἰδοὺ πάλιν  αὐτοὺς παραθαῤῥύνει, εἴ γε μέλλοιεν οἱ ἐχθροὶ αὐτῶν ἡττηθήσεσθαι, καὶ ἐχθροὶ αὐτῶν οἱ αὐτοί εἰσιν, οἳ καὶ τοῦ Χριστοῦ. Τοῦτο πάλιν βασιλείας, τοῦτο ὁμοτιμίας, τοῦτο τιμῆς, οὐκ ἀδυναμίας, τὸ τὸν Πατέρα ὀργίζεσθαι ὑπὲρ τῶν εἰς τὸν Υἱὸν γεγενημένων·  τοῦτο πολλῆς ἀγάπης δεῖγμα καὶ γνησιό  τητος τῆς ὡς ἀπὸ πατρὸς πρὸς υἱόν. Ὁ γὰρ ὀργιζόμενος ὑπὲρ αὐτοῦ, πῶς ἀλλότριος αὐτοῦ ἐστιν; Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου. Ὅπερ καὶ ἐν τῷ δευτέρῳ ψαλμῷ φησιν· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ  αὐτούς. Τότε λαλήσει  πρὸς αὐτοὺς  ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ  θυμῷ αὐτοῦ ταράξει αὐτούς. Καὶ πάλιν αὐτός φησι· Τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς, ἀγάγετε ὧδε ἐνώπιόν μου, καὶ κατασφάξατε αὐτούς. Ὅτι γὰρ αὐτοῦ ἐστι τὰ ῥήματα, ἄκουσον τί φησι καὶ ἑτέρωθι· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ πάλιν, Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς· καὶ πάλιν, Ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον, συνθλασθήσεται· ἐφ' ὃν δ' ἂν πέσῃ, λικμήσει αὐτόν. Ἄλλως δὲ, ὁ μέλλων ἐκεῖ κρίνειν αὐτοὺς, πολλῷ μᾶλλον αὐτοὺς δίκην ἐνταῦθα τῆς εἰς αὐτὸν παροινίας ἀπῄτησεν. Ὥστε τιμῆς μόνης ἐστὶ τῆς εἰς τὸν Υἱὸν, τὸ, Ἕως ἂνθῶ  τοὺς  ἐχθρούς  σου ὑποπόδιον  τῶν  ποδῶν  σου. Οὐχὶ πάντες  εἰσὶ λειτουργικὰ πνεύματα,   εἰς   διακονίαν    ἀποστελλόμενα   διὰ   τοὺς   μέλλοντας   κληρονομεῖν σωτηρίαν;  Τί  θαυμαστὸν,  φησὶν,  εἰ  τῷ  Υἱῷ λειτουργοῦσιν,  ὅταν  καὶ  πρὸς  τὴν ἡμετέραν  σωτηρίαν  λειτουργῶσιν;  Ὅρα πῶς  ἐπαίρει  αὐτῶν  τὰ  φρονήματα,  καὶ πολλὴν  δείκνυσι  τοῦ Θεοῦ τὴν  εἰς  ἡμᾶς τιμὴν,  εἴπερ ἀγγέλους  τοὺς  ὑπὲρ ἡμᾶς ταύτην ἔταξεν ἔχειν διακονίαν, τὴν ὑπὲρ ἡμῶν. Ὡς ἂν εἴποι τις, Εἰς τοῦτο κέχρηται αὐτοῖς,  φησὶ,  τοῦτο  ἀγγέλων   λειτουργία,  τὸ  διακονεῖν   τῷ  Θεῷ  εἰς  σωτηρίαν ἡμετέραν. Ὥστε ἀγγελικὸν  ἔργον τοῦτό ἐστι, τὸ πάντα  ποιεῖν  εἰς σωτηρίαν  τῶν ἀδελφῶν· μᾶλλον δὲ αὐτοῦ τοῦ Χριστοῦ τὸ ἔργον ἐστίν· αὐτὸς μὲν γὰρ ὡς ∆εσπότης σώζει, οὗτοι δὲ ὡς δοῦλοι. Καὶ ἡμεῖς εἰ καὶ δοῦλοι, ἀλλὰ σύνδουλοι ἀγγέλων.  Τί κεχήνατε πρὸς τοὺς ἀγγέλους, φησί; ∆οῦλοί εἰσι τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ πολλαχοῦ δι' ἡμᾶς πέμπονται, καὶ πρὸς σωτηρίαν τὴν ἡμετέραν λειτουργοῦσιν· ὥστε ὁμόδουλοι ἡμῶν εἰσιν. Ἐννοήσατε πῶς οὐ πολλὴν δίδωσι τοῖς κτίσμασι διαφοράν· καίτοι πολὺ τὸ  μέσον  ἀγγέλων   καὶ  ἀνθρώπων·  ἀλλ'  ὅμως  πλησίον  ἡμῶν  αὐτοὺς  κατάγει, μονονουχὶ  λέγων·  Ἡμῖν κάμνουσι, δι' ἡμᾶς περιτρέχουσιν, ἡμῖν, ὡς ἂν εἴποι τις, ὑπηρετοῦσιν. Αὕτη ἐστὶν ἡ διακονία αὐτῶν, τὸ δι' ἡμᾶς πανταχοῦ πέμπεσθαι.

γʹ. Καὶ τούτων  τῶν ὑποδειγμάτων  μεστὴ μὲν ἡ Παλαιὰ, μεστὴ δὲ καὶ ἡ Καινή. Ὅταν γὰρ ἄγγελοι ποιμένας εὐαγγελίζωνται, ὅταν τὴν Μαριὰμ, ὅταν τὸν Ἰωσὴφ, ὅταν ἐπὶ τοῦ μνήματος καθέζωνται, ὅταν πέμπωνται  εἰπεῖν τοῖς μαθηταῖς· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; ὅταν Πέτρον ἀπολύωσι τοῦ δεσμωτηρίου, ὅταν Φιλίππῳ διαλέγωνται, πῶς ἡμῖν οὐχ ὑπουργοῦσιν; Ἐννόησον τοίνυν τὴν τιμὴν, ὅση τυγχάνει,  ὅταν  ὡς  πρὸς  φίλους  πέμπῃ  διακόνους  τοὺς  ἀγγέλους  ὁ  Θεὸς, ὅταν Κορνηλίῳ ἄγγελος φαίνηται,  ὅταν πάντας τοὺς ἀποστόλους ἀπὸ τοῦ δεσμωτηρίου ἄγγελος ἐκβάλλῃ, καὶ λέγῃ· Πορευθέντες στῆτε, καὶ λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ τὰ ῥήματα τῆς ζωῆς ταύτης. Τί τὰ ἄλλα λέγω; καὶ αὐτῷ Παύλῳ ἄγγελος φαίνεται. Ὁρᾷς αὐτοὺς  διακονοῦντας ἡμῖν διὰ τὸν Θεὸν, καὶ εἰς τὰ μέγιστα διακονοῦντας; ∆ιὰ τοῦτό  φησιν  ὁ Παῦλος· Πάντα ὑμῶν,  εἴτε  ζωὴ,  εἴτε  θάνατος,  εἴτε  κόσμος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα. Ἐπέμφθη μὲν οὖν καὶ ὁ Υἱὸς, ἀλλ' οὐχ ὡς διάκονος, οὐδὲ ὡς λειτουργὸς,  ἀλλ' ὡς Υἱὸς καὶ μονογενὴς,  καὶ τὰ αὐτὰ τῷ Πατρὶ βουλόμενος. Μᾶλλον δὲ οὐδὲ ἐπέμφθη· οὐ γὰρ ἐκ τόπου εἰς τόπον μετέβη, ἀλλὰ σάρκα ἀνέλαβεν· οὗτοι  δὲ τόπους  ἀμείβουσι, καὶ τοὺς  προτέρους ἀφέντες  ἐν  οἷς εἰσιν, οὕτως  εἰς ἑτέρους ἔρχονται ἐν οἷς οὐκ ἦσαν. Καὶ τοῦτο δὲ πάλιν παραθαῤῥύνων αὐτοὺς λέγει· Τί δεδοίκατε; ἄγγελοι διακονοῦσιν ἡμῖν. Καὶ εἰπὼν περὶ τοῦ Υἱοῦ, καὶ τὰ κατὰ τὴν οἰκονομίαν,  καὶ  τὰ  κατὰ  τὴν  δημιουργίαν,  καὶ  τὰ  κατὰ  τὴν  βασιλείαν,  καὶ  τὸ ὁμότιμον δείξας, καὶ ὅτι ὡς ∆εσπότης κρατεῖ, οὐχὶ τῶν ἀνθρώπων  μόνον, ἀλλὰ καὶ τῶν  ἄνω  δυνάμεων,  λοιπὸν  παρακαλεῖ  αὐτοὺς,  κατασκευάσας τὸν  λόγον,  ὥστε προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσι, καί φησι· ∆ιὸ χρὴ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς  ἀκουσθεῖσιν. Ἐνταῦθα  βουλόμενος  εἰπεῖν,  ὅτι  δεῖ  περισσοτέρως τοῦ  νόμου προσέχειν, ἐσιώπησεν αὐτὸ, δῆλον δὲ ὅμως τοῦτο ποιεῖ ἐν τῇ κατασκευῇ, οὐκ ἐν συμβουλῇ οὐδὲ ἐν παρακλήσει· οὕτω γὰρ ἄμεινον ἦν. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος, φησὶν, ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν· πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης  ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, εἰς ἡμᾶς ὑπὸ τῶν ἀκουσάντων ἐβεβαιώθη.∆ιὰ τί περισσοτέρως ἡμᾶς δεῖ προσέχειν τοῖς ἀκουσθεῖσιν; οὐχὶ κἀκεῖνα Θεοῦ, καὶ ταῦτα; Ἢ τοίνυν περισσοτέρως τοῦ νόμου φησὶν, ἢ ὅτι μεγάλως· οὐχὶ συγκρίνων, μὴ γένοιτο. Ἐπειδὴ γὰρ ὑπὸ τοῦ χρόνου τοῦ πολλοῦ μεγάλην εἶχον περὶ τῆς Παλαιᾶς ὑπόληψιν, ταῦτα δὲ ὡς νέα ἔτι καταπεφρόνητο, δείκνυσιν ἐκ περιουσίας, ὅτι τούτοις δεῖ μᾶλλον προσέχειν. Πῶς; Μονονουχὶ λέγων, ὅτι τοῦ Θεοῦ μὲν καὶ ταῦτα κἀκεῖνα,ἀλλ'  οὐχ ὁμοίως. Καὶ τοῦτο ἡμῖν ὕστερον δείκνυσι· τέως δὲ ἐπιπολαιότερον  αὐτὸ κατασκευάζει, ὕστερον δὲ φανερώτερον, λέγων· Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος· καὶ πάλιν, Τὸ γὰρ παλαιούμενον  καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ· καὶ πολλὰ ἕτερα τοιαῦτα.   Ἀλλ'   οὔπω   τολμᾷ   τοιοῦτον   οὐδὲν   εἰπεῖν   ἐν   προοιμίοις,   ἕως   ἂν προκαταλάβῃ καὶ κατάσχῃ ταῖς πλείοσι προκατασκευαῖς τὸν ἀκροατήν. ∆ιὰ τί τοίνυν δεῖ περισσοτέρως ἡμᾶς προσέχειν, εἰπέ, Μήποτε, φησὶ, παραῤῥυῶμεν. Τουτέστι, μὴ ἀπολώμεθα, μὴ ἐκπέσωμεν. Καὶ δείκνυσιν ἐνταῦθα τὸ χαλεπὸν τῆς ἐκπτώσεως, ὅτι δύσκολον  τὸ  παραῤῥυὲν  πάλιν  ἐπανελθεῖν,  καθότι  ἐκ  ῥᾳθυμίας  τοῦτο  συνέβη. Ἔλαβε δὲ τὴν  λέξιν  ἀπὸ τῶν  Παροιμιῶν· Υἱὲ γὰρ, φησὶ, μὴ παραῤῥυῇς· καὶ  τὸ εὔκολον  τοῦ  ὀλίσθου  δεικνὺς,  καὶ  τὸ  χαλεπὸν  τῆς  ἀπωλείας·  τουτέστιν,  οὐκ ἀκίνδυνος  ἡμῖν ἡ παρακοή. Καὶ δι' ὧν μὲν κατασκευάζει δείκνυσιν  ὅτι μείζων  ἡ κόλασις. Ἀφίησι δὲ πάλιν αὐτὴν ἐν τῇ περιζητήσει, καὶ οὐκ ἐν τῷ συμπεράσματι. Καὶ γὰρ τοῦτό ἐστιν ἀνεπαχθῆ  τὸν λόγον ποιεῖν, μὴ ἀφ' ἑαυτοῦ πανταχοῦ  τὴν κρίσιν ἐπάγοντα ἀποφαίνεσθαι, ἀλλὰ κύριον ἀφιέναι τὸν ἀκροατὴν, ἵνα αὐτὸς ἐνέγκῃ τὴν ψῆφον· ὅπερ καὶ εὐγνωμονεστέρους ἐποίει γενέσθαι. Ποιεῖ δὲ αὐτὸ καὶ ἐν τῇ Παλαιᾷ ὁ προφήτης Νάθαν, καὶ ἐν τῷ Ματθαίῳ ὁ Χριστὸς λέγων· Τί ποιήσει τοῖς γεωργοῖς τοῦ ἀμπελῶνος ἐκείνου; καὶ αὐτοὺς ἀναγκάζων τὴν ψῆφον ἐξενεγκεῖν· τοῦτο γὰρ ἡ με  γίστη νίκη.  Εἶτα εἰπών·  Εἰ γὰρ ὁ δι' ἀγγέλων  λαληθεὶς  λόγος  ἐγένετο βέβαιος, οὐκ ἐπήγαγε, πολλῷ μᾶλλον ὁ διὰ τοῦ Χριστοῦ· ἀλλὰ τοῦτο μὲν εἴασεν, εἶπε δὲ τὸ ἔλαττον, Πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; Καὶ ὅρα πῶς ποιεῖται τὴν σύγκρισιν. Εἰ γὰρ ὁ δι' ἀγγέλων  λόγος λαληθεὶς, φησίν. Ἐκεῖ, ∆ι' ἀγγέλων,  ἐνταῦθα δὲ, ∆ιὰ τοῦ Κυρίου· κἀκεῖ μὲν λόγος, ἐνταῦθα δὲ σωτηρία. Εἶτα, ἵνα μὴ εἴπῃ τις, τί δαί; ἃ σὺ λέγεις, ὦ Παῦλε, ταῦτα τοῦ Χριστοῦ ἐστι; προλαμβάνει, καὶ ἀποδείκνυσι τὸ ἀξιόπιστον ἔχοντα. Τῷ τε παρ' ἐκείνου γὰρ ἀκηκοέναι αὐτὰ τὸ ἀξιόπιστον δείκνυσι, καὶ τῷ νῦν ὑπὸ τοῦ Θεοῦ αὐτὰ λέγεσθαι, οὐχ ἁπλῶς φωνῆς φερομένης, καθάπερ ἐπὶ Μωϋσέως, ἀλλὰ σημείων γινομένων,  καὶ πραγμάτων μαρτυρούντων.

δʹ. Τί δέ ἐστιν, Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος; Καὶ ἐν τῇ πρὸς Γαλάτας οὕτω πως φησί· ∆ιαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου· καὶ πάλιν, Ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε· καὶ πανταχοῦ δι'  ἀγγέλων  αὐτόν φησι δίδοσθαι. Τινὲς μὲν οὖν τὸν Μωϋσέα φασὶν αἰνίττεσθαι· ἀλλ' οὐκ ἔχει λόγον· ἀγγέλους γὰρ ἐνταῦθα πολλούς φησι. Καὶ ἀγγέλους δὲ ἐνταῦθα τούτους φησὶ τοὺς ἐν τῷ οὐρανῷ. Τί οὖν ἐστιν εἰπεῖν; Ἤτοι τὴν δεκάλογόν  φησι μόνον· ἐκεῖ γὰρ Μωϋσῆς ἐλάλει, καὶ ὁ Θεὸς ἀπεκρίνετο· ἢ ὅτι παρῆσαν ἄγγελοι, τοῦ Θεοῦ διαταττομένου·  ἢ ὅτι περὶ τῶν  ἐν τῇ Παλαιᾷ λεγομένων  καὶ πραττομένων ἁπάντων,  ὡς ἀγγέλων  κοινωνησάντων  ἐν τούτοις  ταῦτά  φησι. Πῶς δὲ ἀλλαχοῦ φησιν, ὅτι Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἐνταῦθα  δὲ δι' ἀγγέλων;  φησὶ γὰρ, Καὶ κατέβη ὁ Θεὸς ἐν γνόφῳ. Εἰ γὰρ ὁ δι' ἀγγέλων  λαληθεὶς λόγος ἐγένετο βέβαιος. Τί ἐστι, Βέβαιος; Ἀληθὴς, ὡς ἄν τις εἴποι, καὶ πιστός· διότι ἐν τῷ προσήκοντι καιρῷ πάντα ἐξέβη τὰ λεχθέντα· ἢ τοίνυν τοῦτό φησιν, ἢ ὅτι ἐκράτησε, καὶ αἱ ἀπειλαὶ εἰς ἔργον ἤρχοντο· ἢ λόγον φησὶ τὰ προστάγματα. Πολλὰ γὰρ χωρὶς νόμου προσέταξαν ἄγγελοι παρὰ Θεοῦ πεμπόμενοι· οἷον ἐπὶ τοῦ κλαυθμῶνος, ἐπὶ τῶν Κριτῶν, ἐπὶ τοῦ Σαμψών. ∆ιὰ γὰρ τοῦτο οὐκ εἶπε· Νόμος, ἀλλὰ, Λόγος. Καὶ τάχα μοι δοκεῖ τοῦτο λέγειν  δηλῶν  διὰ  τούτου  μᾶλλον  τὰ  διὰ  τῶν  ἀγγέλων  οἰκονομηθέντα.  Τί οὖν ἐροῦμεν; Ὅτι παρῆσαν οἱ ἄγγελοι τότε οἱ τὸ ἔθνος ἐμπεπιστευμένοι, καὶ αὐτοὶ τὰς σάλπιγγας ἐποίουν, καὶ τὰ ἕτερα, τὸ πῦρ, τὸν γνόφον. Καὶ πᾶσα παράβασις, φησὶ, καὶ παρακοὴ ἔλαβεν  ἔνδικον  μισθαποδοσίαν. Οὐχ ἡ μὲν, ἡ δὲ οὒ, ἀλλὰ  πᾶσα. Οὐδὲν ἀνεκδίκητον ἔμεινε, φησὶν, ἀλλ' Ἔλαβεν ἔνδικον μισθαποδοσίαν· ἀντὶ τοῦ, κόλασιν. Καὶ τί δήποτε οὕτως εἶπεν; Οὕτως ἔθος τῷ Παύλῳ μὴ πολὺν τῶν λέξεων ποιεῖσθαι λόγον,  ἀλλ' ἀδιαφόρως  καὶ ἐπὶ  εὐφήμων  τιθέναι  κακέμφατα·  οἷον  καὶ ἀλλαχοῦ φησιν·  Αἰχμαλωτίζοντες  πᾶν  νόημα  εἰς  τὴν  ὑπακοὴν  τοῦ  Χριστοῦ. Καὶ πάλιν ἀλλαχοῦ τὴν ἀντιμισθίαν τέθεικεν ἀντὶ κολάσεως, καὶ ἐνταῦθα τὴν κόλασιν μισθὸν καλεῖ. Εἰ δίκαιον, φησὶ, παρὰ τῷ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν. Τουτέστιν, οὐ παρεφθάρη τὸ δίκαιον, ἀλλ' ἐπεξῆλθεν ὁ Θεὸς, καὶ τὴν δίκην περιέτρεψεν ἐπὶ τοὺς ἡμαρτηκότας· καίτοι τῶν ἁμαρτημάτων οὐ πάντων  εἰς φανερὸν  γινομένων,  εἰ μὴ παραβαθείη τὰ διατεταγμένα.  Πῶς οὖν ἡμεῖς,  φησὶν, ἐκφευξόμεθα, τηλικαύτης  ἀμελήσαντες σωτηρίας; ∆ιὰ τούτου ἐδήλωσεν, ὅτι οὐ πολλή  τις ἦν ἐκείνη ἡ σωτηρία. Καλῶς δὲ καὶ τὸ, Τηλικαύτης, προσέθηκεν. Οὐ γὰρ ἐκ πολέμων, φησὶν, ἡμᾶς διασώσει νῦν, οὐδὲ τὴν γῆν καὶ τὰ ἐν τῇ γῇ ἀγαθὰ παρέξει, ἀλλὰ θανάτου κατάλυσις ἔσται, ἀλλὰ διαβόλου ἀπώλεια, ἀλλ' οὐρανῶν  βασιλεία, ἀλλὰ  ζωὴ  αἰώνιος.  Ταῦτα γὰρ πάντα  ἐν  συντόμῳ  ἐνέφηνεν εἰπὼν,  Τηλικαύτης  ἀμελήσαντες  σωτηρίας. Εἶτα καὶ τὸ ἀξιόπιστον  ἐπάγει· Ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου· τουτέστι, παρ' αὐτῆς τῆς πηγῆς ἔσχε τὴν ἀρχήν· οὐκ ἄνθρωπος  αὐτὴν διεπόρθμευσεν εἰς τὴν γῆν, οὐ κτιστὴ δύναμις, ἀλλ' αὐτὸς   ὁ  Μονογενής.  Ὑπὸ  τῶν   ἀκουσάντων   εἰς   ἡμᾶς  ἐβεβαιώθη.  Τί  ἐστιν, Ἐβεβαιώθη; Ἐπιστεύθη, ἢ ἐξέβη· τὸν γὰρ ἀῤῥαβῶνα, φησὶν, ἔχομεν· τουτέστιν, οὐκ ἐσβέσθη, οὐκ ἔληξεν, ἀλλὰ  κρατεῖ καὶ περιγίνεται.  Τὸ δὲ αἴτιον,  ἡ θεία δύναμις ἐνεργεῖ. Τί ἐστιν, Ὑπὸ τῶν ἀκουσάντων; Τουτέστιν, οἱ παρὰ τοῦ Κυρίου ἀκούσαντες αὐτοὶ ἡμᾶς ἐβεβαίωσαν. Μέγα τοῦτο καὶ ἀξιόπιστον. Ὅπερ καὶ Λουκᾶς φησιν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου· Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου. Πῶς οὖν ἐβεβαιώθη; τί οὖν, εἰ οἱ ἀκούσαντες ἔπλασαν, φησί; Τοῦτο τοίνυν ἀναιρῶν, καὶ δεικνὺς οὐκ ἀνθρωπίνην  τὴν χάριν, ἐπήγαγε, Συνεπιμαρτυροῦντος τοῦ Θεοῦ. Οὐκ ἂν γὰρ, εἰ ἔπλασαν, ὁ Θεὸς αὐτοῖς ἐμαρτύρησε. Μαρτυροῦσι μὲν κἀκεῖνοι, μαρτυρεῖ δὲ καὶ ὁ Θεός. Πῶς μαρτυρεῖ; Οὐ λόγῳ, οὐδὲ φωνῇ· ἦν μὲν γὰρ καὶ τοῦτο πιστόν· ἀλλὰ πῶς; Σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι. Καλῶς τὸ, Ποικίλαις δυνάμεσι, τέθεικε, τὴν ἀφθονίαν  τῶν  χαρισμάτων δηλῶν·  ὅπερ  οὐ  γεγένηται  ἐπὶ  τῶν  προτέρων,  οὐδὲ  τοσαῦτα  σημεῖα, καὶ  οὕτω διάφορα. Τουτέστιν, οὐχ ἁπλῶς ἐπιστεύσαμεν ἐκείνοις, ἀλλὰ διὰ σημείων καὶ τεράτων. Ὥστε οὐκ ἐκείνοις πιστεύομεν, ἀλλ' αὐτῷ τῷ Θεῷ. Καὶ Πνεύματος ἁγίου μερισμοῖς, κατὰ  τὴν  αὐτοῦ  θέλησιν.  Τί οὖν,  ὅτι  καὶ γόητες  σημεῖα ποιοῦσι, καὶ Ἰουδαῖοι  ἐν  Βεελζεβοὺλ ἔλεγον  αὐτὸν  ἐκβάλλειν  τὰ δαιμόνια;  Ἀλλ' οὐ τοιαῦτα ποιοῦσι σημεῖα· διὰ τοῦτο εἶπε, Ποικίλαις δυνάμεσιν. Ἐκεῖνα γὰρ οὐ δύναμις, ἀλλ' ἀσθένεια καὶ φαντασία  καὶ διάκενα  πράγματα. ∆ιὰ τοῦτο εἶπε, Πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν.

εʹ. Ἐνταῦθα καί τι ἄλλο αἰνίττεσθαί μοι δοκεῖ· εἰκὸς γὰρ μὴ εἶναι  πολλοὺς  ἐκεῖ χαρίσματα ἔχοντας,  ἐκλελοιπέναι  δὲ ταῦτα, ἅτε νωθροτέρων  αὐτῶν γενομένων.  Ἵν' οὖν αὐτοὺς καὶ ἐν τούτῳ παραμυθήσηται, καὶ μὴ ἀφῇ καταπεσεῖν, τὸ πᾶν ἀνέθηκε τῇ τοῦ Θεοῦ βουλῇ· αὐτὸς οἶδε τίνι τί συμφέρει, φησὶ, καὶ οὕτω καταμερίζει τὴν χάριν· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ λέγων· Ὁ  Θεὸς  ἔθετο  ἕνα  ἕκαστον  ἡμῶν,  καθὼς  ἠθέλησε·  καὶ  πάλιν,  Ἑκάστῳ  δὲ  ἡ φανέρωσις  τοῦ  Πνεύματος δίδοται  πρὸς τὸ συμφέρον, κατὰ τὴν  αὐτοῦ  θέλησιν.∆είκνυσιν ὅτι τὸ χάρισμα κατὰ τὴν τοῦ Πατρός ἐστι θέλησιν. Πολλάκις δὲ καὶ δι' ἀκάθαρτον βίον καὶ νωθῆ  οὐκ ἔλαβον πολλοὶ χάρισμα· ἐνίοτε δὲ καὶ καλὸν βίον ἔχοντες  καὶ καθαρὸν οὐκ ἔλαβον· τί δήποτε; Ὥστε μὴ ἐκτραχηλισθῆναι,  ὥστε μὴ φυσιωθῆναι, ὥστε μὴ ῥᾳ  θυμοτέρους γενέσθαι, ὥστε μὴ πλέον ἐπαρθῆναι. Εἰ γὰρ καὶ χωρὶς χαρίσματος αὐτὴ τοῦ καθαροῦ βίου ἡ συνείδησις ἱκανὴ ἐπᾶραι, πολλῷ μᾶλλον,  ὅταν  καὶ ἡ χάρις προσῇ. Ὥστε τοῖς  ταπεινοῖς  καὶ τοῖς  ἀφελέσι  μᾶλλον ἐδίδοτο· καὶ μάλιστα τοῖς ἀφελέσιν·  Ἐν ἀφελότητι  γὰρ, φησὶ, καὶ ἐν ἀγαλλιάσει καρδίας. Καὶ γὰρ καὶ ταύτῃ προέτρεψεν αὐτοὺς μᾶλλον· καὶ εἰ ῥᾳθυμότεροι ἦσαν, κατένυξεν.   Ὁ   γὰρ   ταπεινὸς    καὶ   μὴ   μεγάλα   περὶ   ἑαυτοῦ   φανταζόμενος, σπουδαιότερος γίνεται, ὅταν λάβῃ χάρισμα, ἅτε παρ' ἀξίαν εἰληφὼς, καὶ οὐκ ἄξιον ἑαυτὸν  εἶναι  κρίνων·  ὁ δέ τι  κατωρθωκέναι  νομίζων,  ὀφειλὴν  εἶναι  τὸ πρᾶγμα ἡγούμενος καὶ πεφυσίωται. Ὥστε ὁ Θεὸς συμφερόντως τὸ πρᾶγμα οἰκονομεῖ τοῦτο. Ὅπερ καὶ ἐν τῇ Ἐκκλησίᾳ συμβαῖνον ἴδοι τις ἄν· ὁ μὲν γὰρ ἔχει λόγον διδασκαλικὸν, ὁ δὲ οὐδὲ διᾶραι τὸ στόμα δύναται. Μηδεὶς τοίνυν λυπείσθω διὰ τοῦτο· Ἑκάστῳ γὰρ ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμφέρον. Εἰ γὰρ ἄνθρωπος οἰκοδεσπότης οἶδε τίνι τί ἐγχειρίσει, πολλῷ μᾶλλον ὁ Θεὸς ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων,  ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν. Ἕν ἐστι μόνον τὸ λύπης ἄξιον, τὸ ἁμαρτάνειν, ἄλλο δὲ οὐδέν. Μὴ εἴπῃς, ∆ιὰ τί οὐκ ἔχω χρήματα; ἢ, Εἰ εἶχον, παρέσχον ἂν τοῖς πένησιν. Οὐκ οἶδας, εἰ εἶχες, εἰ μὴ μᾶλλον καὶ πλεονέκτης ἦς· νῦν μὲν γὰρ ταῦτα λέγεις, ἐν δὲ τῇ πείρᾳ γενόμενος, ἕτερος ἂν ἧς. Ἐπεὶ καὶ ὅταν ὦμεν κεκορεσμένοι, νομίζομεν  ὅτι  δυνάμεθα  νηστεύειν·  ὅταν  δὲ μικρὸν  διαλείπωμεν, ἕτερος ἡμᾶς ἐπεισέρχεται λογισμός. Πάλιν, ὅταν ὦμεν ἐκτὸς τῆς μέθης, νομίζομεν δύνασθαι περιγενέσθαι τοῦ πάθους· ὅταν δὲ ἁλῶμεν ὑπ' αὐτῆς, οὐκέτι. Μὴ εἴπῃς, Εἰς τί οὐκ ἔσχον χάρισμα διδασκαλικόν; ἢ, Εἰ εἶχον, μυρίους ἂν ᾠκοδόμησα. Οὐκ οἶδας, εἰ εἶχες, μὴ εἰς κρίμα σοι ἐγένετο, μὴ βασκανία, μὴ ὄκνος παρεσκεύαζε τὸ τάλαντον κρύπτειν. Νῦν μὲν οὖν ἁπάντων τούτων ἀπήλλαξαι, καὶ τὸ σιτομέτριον ἐὰν μὴ δῷς, οὐκ ἐγκαλῇ· τότε δὲ μυρίοις ἂν ὑπεύθυνος  ἦς. Ἄλλως  δὲ, οὐδὲ νῦν  ἐκτὸς εἶ τοῦ χαρίσματος. ∆εῖξον ἐν τῷ μικρῷ, οἷος ἦς, εἰ ἐκεῖνο εἶχες· Εἰ γὰρ ἐν τῷ μικρῷ οὐ γίνεσθε,  φησὶ, πιστοὶ, πῶς  τὸ μέγα  ὑμῖν  τις  δώσει; ∆εῖξον ὡς  ἡ χήρα· δύο γὰρ ὀβολοὺς εἶχεν ἐκείνη, καὶ ὅλα κατέλαβεν, ὅσα ἐκέκτητο. Χρήματα ζητεῖς; δεῖξον ὅτι τῶν ὀλίγων καταφρονεῖς, ἵνα σοι πιστεύσω καὶ περὶ τῶν πολλῶν· εἰ δὲ μηδὲ τούτων καταφρονεῖς, πολλῷ μᾶλλον οὐδὲ ἐκείνων. Πάλιν, ἐν τῷ λόγῳ δεῖξον ὅτι κέχρησαι δεόντως  τῇ παραινέσει καὶ τῇ συμβουλῇ. Οὐκ ἔχεις εὐγλωττίαν  τὴν ἔξωθεν; οὐκ ἔχεις νοημάτων  ἀφθονίαν;  ἀλλ' ὅμως ταῦτα τὰ κοινὰ οἶδας. Παῖδα ἔχεις, γείτονα ἔχεις, φίλον ἔχεις, ἀδελφὸν ἔχεις, οἰκείους ἔχεις· κἂν δημοσίᾳ ἐπὶ τῆς ἐκκλησίας μὴ δύνῃ  λόγον   ἀποτεῖναι   μακρὸν,  τούτοις   ἰδίᾳ  δύνασαι  παραινεῖν·   ἐνταῦθα   οὐ ῥητορείας χρεία, οὐδὲ μακρᾶς ἀποτάσεως· δεῖξον ἐπὶ τούτων, ὅτι εἰ καὶ λόγον εἶχες, οὐκ ἂν ἠμέλησας. Εἰ δὲ ἐν τῷ μικρῷ οὐ σπουδάζεις, πῶς σοι πιστεύσω περὶ τοῦ μεγάλου; Ὅτι γὰρ τοῦτο ἕκαστος δύναται, ἄκουσον πῶς καὶ λαϊκοῖς τοῦτο ἐπέτρεψεν ὁ  Παῦλος· Ἕκαστος, φησὶν,  οἰκοδομεῖτε  εἷς  τὸν  ἕνα,  καθὼς  καὶ  ποιεῖτε·  καὶ, Παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. Οἶδεν ὁ Θεὸς πῶς ἑκάστῳ διανείμῃ. Μὴ σὺ τοῦ Μωϋσέως εἶ βελτίων; Ἄκουσον πῶς ἀποδυσπετεῖ. Μὴ ἐγὼ δύναμαι, φησὶ, βαστάζειν  αὐτοὺς,  ὅτι  εἶπές  μοι,  Ἆρον αὐτοὺς,  ὡσεὶ  ἄραι  τιθη   νὸς  τὸν θηλάζοντα; Τί οὖν ὁ Θεός; Ἐξεῖλεν ἀπὸ τοῦ πνεύματος αὐτοῦ, καὶ ἔδωκε τοῖς ἄλλοις, δεικνὺς  ὅτι  οὐδὲ  ὅτε  ἐβάσταζεν αὐτοὺς,  αὐτοῦ  τοῦτο  τὸ  χάρισμα ἦν,  ἀλλὰ  τοῦ Πνεύματος. Εἰ τὸ χάρισμα εἶχες, πολλάκις ἂν ἐπήρθης, πολλάκις ἂν ἐξετράπης· οὐκ οἶδας σὺ σαυτὸν, ὡς ὁ Θεός σε οἶδε. Μὴ λέγωμεν· Εἰς τί τοῦτο, καὶ διὰ τί τοῦτο; ὅταν οἰκονομῇ ὁ Θεὸς, μὴ ἀπαιτῶμεν  αὐτὸν εὐθύνας· τοῦτο γὰρ ἐσχάτης ἀσεβείας καὶ ἀπονοίας ἐστί. ∆οῦλοί ἐσμεν, καὶ δοῦλοι πολὺ τοῦ ∆εσπότου διεστηκότες, οὐδὲ τὰ ἐν ποσὶν ἐπιστάμενοι. Μὴ δὴ τὴν βουλὴν τοῦ Θεοῦ περιεργαζώμεθα, ἀλλ' ὅπερ δέδωκε, τοῦτο φυλάττωμεν, κἂν μικρὸν ᾖ, κἂν ἔσχατον, καὶ πάντως εὐδοκιμήσομεν· μᾶλλον δὲ,  οὐδὲν  μικρὸν  τῶν  τοῦ  Θεοῦ δωρεῶν  ἐστιν·  ἀλγεῖς  ὅτι  οὐκ  ἔχεις  χάρισμα διδασκαλίας; εἰπὲ δή μοι, τί σοι δοκεῖ μεῖζον εἶναι, χάρισμα διδασκαλίας, ἢ χάρισμα ἰαμάτων; Πάντως τοῦτο. Τί δὲ, τοῦ νόσους ἀπελαύνειν οὐ δοκεῖ σοι μεῖζον εἶναι τὸ τυφλοὺς ὀμματοῦν; οὐ δοκεῖ σοι μεῖζον εἶναι τὸ νεκροὺς ἀνιστᾷν; Τί δὲ, εἰπέ μοι; τοῦ λόγῳ τοῦτο ποιεῖν οὐ δοκεῖ σοι μεῖζον εἶναι τὸ σκιαῖς καὶ σουδαρίοις τοῦτο ἐργάζεσθαι; Τί οὖν θέλεις, εἰπέ μοι, σκιαῖς καὶ σουδαρίοις νεκροὺς ἀνιστᾷν, ἢ τὸ χάρισμα τῆς  διδασκαλίας  ἔχειν;  Πάντως  ἐκεῖνο,  ἐρεῖς, τὸ  σκιαῖς καὶ  σουδαρίοις νεκροὺς  ἀνιστᾷν.    ʹ.  Ἂν  οὖν  σοι δείξω,  ὅτι  πολλῷ  τούτου  μεῖζόν  ἐστιν  ἕτερον χάρισμα, καὶ ἐξόν σοι λαβεῖν, οὐ λαμβάνων,  δικαίως καὶ τούτων  ἀπεστέρησαι, τί ἐρεῖς; Πλὴν τοῦτο τὸ χάρισμα οὐχ ἑνὶ, οὐδὲ δευτέρῳ, ἀλλὰ πᾶσιν ἔξεστιν ἔχειν. Οἶδα ὅτι κεχήνατε  καὶ ἐξεπλάγητε, εἴ γε μέλλοιτε  ἀκούσεσθαι, ὅτι ἔξεστιν ὑμῖν μεῖζον χάρισμα ἔχειν τοῦ νεκροὺς ἀνιστᾷν, καὶ τυφλοὺς ὀμματοῦν, καὶ ἐκεῖνα ποιεῖν ἃ καὶ ἐπὶ τῶν  ἀποστόλων· καὶ τάχα καὶ ἄπιστον ὑμῖν εἶναι δοκεῖ. Τί οὖν τοῦτό ἐστι τὸ χάρισμα; Ἡ ἀγάπη. Ἀλλὰ πιστεύσατέ μοι· οὐκ ἐμὸς γὰρ οὗτος ὁ λόγος, ἀλλὰ τοῦ Χριστοῦ διὰ Παύλου φθεγγομένου. Τί γάρ φησι; Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα, καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Τί ἐστιν, Ἔτι καθ' ὑπερβολήν; Ὃ λέγει τοιοῦτόν  ἐστι· Κορίνθιοι μέγα ἐφρόνουν  ἐπὶ τοῖς  χαρίσμασι τότε, καὶ οἱ ἔχοντες γλώσσας, τὸ ἐλάχιστον  χάρισμα, ἐφυσιοῦντο  κατὰ τῶν  λοιπῶν.  Λέγει οὖν· Ὅλως θέλετε χαρίσματα; ἐγὼ δείκνυμι ὑμῖν ὁδὸν χαρισμάτων, οὐχ ἁπλῶς ὑπερέχουσαν, ἀλλὰ καθ' ὑπερβολήν. Εἶτά φησιν, Ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων  λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι· καὶ ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Εἶδες χάρισμα; Οὐκοῦν ζήλωσον τοῦτο τὸ χάρισμα. Τοῦτο τοῦ νεκροὺς ἐγείρειν μεῖζον· τοῦτο τῶν  ἄλλων  ἁπάντων  πολλῷ  βέλτιον. Καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἄκουσον τί φησιν ὁ Χριστὸς τοῖς μαθηταῖς διαλεγόμενος· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.  Εἶτα δεικνὺς ἐν ποίῳ, οὐκ εἶπε τὰ θαύματα, ἀλλὰ τί; Ἐὰν ἀγάπην ἔχητε  ἐν ἀλλήλοις. Καὶ πάλιν πρὸς τὸν Πατέρα φησίν· Ἐν τούτῳ γνώσονται, ὅτι σύ με ἀπέστειλας, ἐὰν ὦσιν ἕν. Καὶ αὐτὸς ἔλεγε πρὸς τοὺς μαθητάς· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Τῶν τοίνυν τοὺς νεκροὺς ἀνιστώντων  σεμνότερος ὁ τοιοῦτος καὶ λαμπρότερος· εἰκότως. Ἐκεῖνο μὲν γὰρ ὅλον τῆς τοῦ Θεοῦ χάριτός ἐστι, τοῦτο δὲ καὶ τῆς σῆς σπουδῆς. Τοῦτο ὄντως Χριστιανοῦ· τοῦτο δείκνυσι τὸν τοῦ Χριστοῦ μαθητὴν, τὸν ἐσταυρωμένον, τὸν οὐδὲν ἔχοντα κοινὸν ἐν τῇ γῇ· τούτου χωρὶς οὐδὲ μαρτύριον ὠφελῆσαί τι δύναται. Καὶ ἵνα μάθῃς, ὅρα τοῦτο σαφῶς· ἔλαβε δύο κορυφὰς ἀρετῶν ὁ μακάριος Παῦλος, μᾶλλον δὲ τρεῖς, τὰς ἐν τοῖς σημείοις, τὰς ἐν τῇ γνώσει, τὰς ἐν τῷ βίῳ· καὶ ταύτης ἄνευ οὐδὲν ἔφησεν εἶναι ταῦτα. Πῶς δὲ οὐδέν ἐστι ταῦτα, ἐγὼ λέγω· Ἐὰν ψωμίσω μου, φησὶ, τὰ ὑπάρχοντα, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Ἔστι γὰρ καὶ ψωμίζοντα μὴ εἶναι ἀγαπητικὸν, καὶ χρήματα κενοῦντα. Καὶ εἴρηται μὲν ἡμῖν ταῦτα ἀρκούντως ἐν τῷ τόπῳ τῷ περὶ τῆς ἀγάπης, κἀκεῖ παραπέμπομεν τοὺς ἐντυγχάνοντας·  τέως δὲ, ὅπερ ἔφην,  ζηλώσωμεν  τὸ χάρισμα, ἀγαπήσωμεν  ἀλλήλους,  καὶ οὐδενὸς  ἑτέρου δεηθησόμεθα πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν, ἀλλὰ πάντα ἡμῖν ἔσται εὔκολα χωρὶς ἱδρώτων, καὶ ἅπαντα κατορθώσομεν μετὰ πολλῆς τῆς σπουδῆς. Ἀλλ' ἰδοὺ καὶ νῦν, φησὶν, ἀγαπῶμεν ἀλλήλους· ὁ μὲν γὰρ ἔχει φίλους δύο, ἢ τρεῖς, ὁ δὲ τέτταρας. Ἀλλὰ τοῦτο οὐκ ἔστι διὰ τὸν Θεὸν ἀγαπᾷν, ἀλλὰ διὰ τὸ φιλεῖσθαι· τὸ δὲ διὰ τὸν Θεὸν ἀγαπᾷν,  οὐ  ταύτην  ἔχει  τὴν  ἀρχὴν  τῆς  ἀγάπης,  ἀλλὰ  πρὸς  πάντας,  ὡς  πρὸς ἀδελφοὺς,  ὁ  τοιοῦτος  διακείσεται,  τοὺς  μὲν  ὁμοπίστους,  ἅτε  γνησίους  ὄντας ἀδελφοὺς, φιλῶν, τοὺς δὲ αἱρετικοὺς καὶ Ἕλληνας καὶ Ἰουδαίους, ὡς ἀδελφοὺς μὲν κατὰ τὴν  φύσιν, φαύλους  δὲ τυγχάνοντας  καὶ ἀχρήστους, ἐλεῶν,  καὶ τηκόμενος ὑπὲρ αὐτῶν καὶ δακρύων. Ἐν τούτῳ ὅμοιοι ἐσόμεθα τῷ Θεῷ, ἐὰν πάντας ἀγαπῶμεν, καὶ τοὺς ἐχθροὺς, οὐκ ἐὰν σημεῖα ποιῶμεν. Ἐπεὶ καὶ τὸν Θεὸν θαυμάζομεν μὲν καὶ ὅταν θαύματα ἐργάζηται, πολλῷ δὲ πλέον, ὅταν φιλανθρωπεύηται,  ὅταν ἀνεξικακῇ. Εἰ τοίνυν  καὶ  ἐπὶ  τοῦ  Θεοῦ ἐκεῖνο  πολλοῦ  θαύματος  ἄξιον,  πολλῷ  μᾶλλον  ἐπ' ἀνθρώπων εὔδηλον ὅτι τοῦτο ἡμᾶς θαυμαστοὺς ἀπεργάζεται. Τοῦτο τοίνυν ζηλώσωμεν· καὶ Παύλου καὶ Πέτρου καὶ τῶν μυρίους ἀναστησάντων νεκροὺς οὐδὲν ἔλαττον ἕξομεν, κἂν πυρετὸν ἀπελάσαι μὴ δυνώμεθα· ἐκείνης δὲ χωρὶς, κἂν αὐτῶν τῶν ἀποστόλων μείζονα ἐργασώμεθα σημεῖα, κἂν μυρίοις κινδύνοις  ἑαυτοὺς ὑπὲρ τῆς πίστεως παραβάλωμεν, οὐδὲν ἡμῖν ἔσται ὄφελος. Καὶ ταῦτα οὐκ ἐγὼ λέγω, ἀλλ' αὐτὸς ὁ τῆς ἀγάπης τρόφιμος ταῦτα ἐπίσταται· ἐκείνῳ τοίνυν πειθώμεθα. Οὕτω γὰρ δυνησόμεθα  ἐπιτυχεῖν   τῶν   ἐπηγγελμένων   ἀγαθῶν·   ὧν   γένοιτο   πάντας   ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλαν  θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος,  τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |