ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.

Τρίτη 4 Οκτωβρίου 2016

Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.




Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 
ΕΙΣ ΤΟΝ ΡΘʹ ΨΑΛΜΟΝ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.

αʹ. ∆ιαναστῶμεν,  παρακαλῶ,  καὶ συντείνωμεν  ἑαυτούς.  Καὶ γὰρ περὶ σφόδρα μεγάλων ἡμῖν ὁ ψαλμὸς διαλέγεται θεωρημάτων, οὐ πρὸς ἓν εἶδος αἱρέσεως, ἀλλὰ πρὸς ποικίλα   καὶ  διάφορα   ἑστηκώς.  Καὶ  γὰρ  πρὸς  Ἰουδαίους,   καὶ  πρὸς  Παῦλον  τὸν Σαμοσατέα,  καὶ πρὸς τοὺς τὰ Ἀρείου φρονοῦντας,  καὶ πρὸς τοὺς τὰ Μαρκίωνος, καὶ πρὸς τοὺς Μανιχαίους, καὶ πρὸς ἅπαντας τοὺς τῇ ἀναστάσει διαπιστοῦντας παρατάττεται.  Ἐπεὶ οὖν πρὸς τοσούτους ἡ παράταξις, πολλῶν  καὶ ἡμῖν ὀφθαλμῶν  δεῖ, ὥστε μετὰ  ἀκριβείας  θεωρῆσαι  τὰ παλαίσματα.  Ἐν μὲν  γὰρ τοῖς  ἔξωθεν  ἀγῶσι  κἂν παροφθῇ  τι  τῶν  παλαισμάτων   τῶν  ἐν  αὐτοῖς,  οὐδὲν  ἔβλαψε  τὸν  θεατήν·  οὐ  γὰρ διδασκαλίας ἕνεκεν, ἀλλὰ τέρψεως ἐκεῖνο τὸ θέατρον συνείλεκται. Ἐνταῦθα δὲ ἐὰν μὴ μετὰ ἀκριβείας εἰδῇς, πόθεν μὲν ἐκεῖνος παρατάττεται, πόθεν δὲ ἡμεῖς αὐτὸν βάλλομεν, οὐ τὴν  τυχοῦσαν  ὑποστήσῃ ζημίαν.  Ἵν' οὖν  μὴ τοῦτο  πάθῃς,  διανάστησόν  σου τὴν διάνοιαν,   μετέωρον  ποίησον  τὴν  ἀκοήν.  Ἰουδαίους  βάλλομεν   πρώτους,  καὶ  πρὸς ἐκείνους παραταττόμεθα, τὸν Προφήτην ἀπὸ τῶν ῥημάτων λαβόντες σύμμαχον τούτων. 

Καὶ γὰρ λεγόντων  ἡμῶν,  ὅτι  σαφῶς  περὶ τοῦ Χριστοῦ ταῦτα  εἴρηται,  ταῦτα  μὲν  οὐ καταδέχονται,    ἕτερα   δέ   τινα   πλάττουσιν.    Οὐκοῦν   πρῶτον   αὐτῶν    τὸν   λόγον ἀπελέγξωμεν,  καὶ τότε τὸν ἡμέτερον ἀποδείξωμεν. Καὶ τέως ἐρώμεθα νῦν αὐτοὺς, τίς ὁ κύριος  τοῦ  δικαίου  τούτου;  Εἶπε γὰρ, φησὶν,  ὁ Κύριος τῷ  Κυρίῳ μου. Οὐ γὰρ ἑνὸς προσώπου μέμνηται ἐνταῦθα, ἀλλ' ἑνὸς πρὸς ἕνα ἕτερον διαλεγομένου.  Τίνα οὖν φασι τὸν λέγοντα; Τὸν Θεόν. Τὸν δὲ ἀκούοντα; Τὸν Ἀβραάμ. Ἕτεροι δὲ τὸν Ζοροβάβελ, καὶ ἄλλοι  ἕτερον· καθάπερ οἱ μεθύοντες,  καὶ μηδὲν  σύμφωνον  φθεγγόμενοι,  μᾶλλον  δὲ καθάπερ  οἱ  ἐν  σκότῳ  βαδίζοντες,  καὶ  προσαράσσοντες ἀλλήλους.  Τί οὖν,  εἰπέ  μοι, Ζοροβάβελ κύριος τοῦ ∆αυΐδ; Καὶ πῶς ἂν ἔχοι λόγον, ὃς καὶ αὐτὸς ἀντὶ μεγάλης τιμῆς ∆αυῒδ  κέκληται;  Καὶ τὰ  ἐπιόντα  δὲ  δηλοῖ,  ὅτι  οὐδὲν  περὶ  τοῦ  Ζοροβάβελ ἐνταῦθα εἴρηται, οὐδὲ περὶ τοῦ ∆αυΐδ· οὐδεὶς γὰρ αὐτῶν  ἱερωσύνῃ τετίμηται·  ἐνταῦθα  δὲ περί τινος εἴρηται ἱερωσύνην  ἔχοντος ξένην τινὰ καὶ παράδοξον. Σὺ γὰρ, φησὶν, ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ἀλλὰ τέως τὸ παρὸν ἀναπτύξωμεν.  Καὶ γὰρ καὶ ἕτερά τινα λέγουσι τούτων ἑωλότερα, περὶ τοῦ λαοῦ λέγοντες ταῦτα εἰρῆσθαι· ἀλλ' οὔτε ἱερεὺς ὁ λαὸς γέγονεν, οὔτε τὰ ἕτερα τὰ εἰρημένα δυνηθείη ποτὲ αὐτῷ ἁρμόσαι. ∆ιόπερ καὶ τοῦτο  ὡς ἕωλον  παραδραμόντες,  καὶ οὔτε κατασκευῆς  δεόμενον  εἰς ἀνατροπὴν, ἕτερον ὅπερ λέγουσιν εἰς μέσον ἀγάγωμεν.  Τί γάρ φασιν ἄλλοι πάλιν; Ὅτι ὁ παῖς τοῦ Ἀβραὰμ ταῦτα  λέγει  περὶ  τοῦ  κυρίου  τοῦ  ἑαυτοῦ.  Καὶ τί  τούτου  γένοιτο  ἂν  πάλιν ἑωλότερον; Τί γὰρ ἐνταῦθα βούλεται ὁ παῖς τοῦ Ἀβραάμ; Ποῦ δὲ ἱερεὺς ὁ κύριος αὐτοῦ γέγονεν,  ὅς γε καὶ αὐτὸς ἱερεῖ τῷ Μελχισεδὲκ ἐκέχρητο, καὶ τὰς παρ' αὐτοῦ εὐλογίας ἐζήτει; Πῶς δὲ ἂν ἔχοι λόγον περὶ τοῦ Ἀβραὰμ εἰρῆσθαι τὸ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε; πῶς δ' ἂν ἢ τῷ ∆αυῒδ, ἢ τῷ Ζοροβάβελ, ἢ τῷ λαῷ ταῦτα ἁρμόσειεν; Ὑπὲρ γὰρ ἀνθρωπίνην φύσιν  τὸ εἰρημένον.  Τὸ δὲ, Κάθου ἐκ δεξιῶν  μου, ποίαν  ἂν σχοίη ἑρμηνείαν, ἐκείνων  τῶν προσώπων ὑποκειμένων; Οὐδὲ μίαν. Πῶς δὲ τῷ Ἀβραὰμ εἶπε, Κάθου ἐκ δεξιῶν  μου, ὅς γε καὶ τὸ παρεστάναι τοῖς ἀγγέλοις  μεγίστης  ἄξιον ἡγεῖται τιμῆς εἶναι; Ἀλλὰ τίς αὐτῶν ὁ σοφὸς λόγος; Καὶ πῶς, φησὶ, Κύριον εἰσάγεις ἕτερον, ὅταν ἡ Γραφὴ διαῤῥήδην λέγῃ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι, καὶ αὐτῷ μόνῳ λατρεύσεις,
 καὶ  πλὴν  αὐτοῦ  οὐκ ἔστι Θεός; . Πρὸς τίνα  οὖν,  εἰπέ  μοι, ἐστὶ τὸ λεγόμενον; Μάλιστα μὲν  ἐκεῖνα  πρὸς τὴν  σὴν ἀγνωμοσύνην  εἴρηται,  ὦ Ἰουδαῖε.  ∆ιὰ τί γὰρ τῷ Ἀβραὰμ οὐδὲν ἐλέχθη τοιοῦτον, οὐδὲ τῷ Ἰσαὰκ, οὐδὲ τῷ Ἰακὼβ, οὐδὲ τῷ Μωϋσεῖ, ἀλλὰ σοὶ μόνῳ, ὅτε ἐξελθὼν  ἐξ Αἰγύπτου ἐμοσχοποίεις; τίνος  ἕνεκεν, εἰπέ μοι; Εἰ δὲ αὐτὸς ἀπορεῖς, παρ' ἐμοῦ τὴν αἰτίαν  μάνθανε.  Ἐπειδὴ γὰρ ἐξελθὼν  ἐμοσχοποίησας, καὶ τῷ Βεελφεγὼρ  ἐτελέσθης,  καὶ  πρὸς  δῆμον  θεῶν  ἧς  ἐπτοημένος,  τὴν  ἄνομον  ἐκείνην πολυθεΐαν  εἰσάγων, ἀναστέλλων  σου τὸ νόσημα, πρὸς ἀντιδιαστολὴν  τῶν οὐκ ὄντων θεῶν τὸ Εἷς ἔθηκεν, οὐ πρὸς ἀθέτησιν τοῦ Μονογενοῦς. Ἐπεὶ τίνος ἕνεκεν ἐν προοιμίοις εἴρηται  εὐθέως· Ποιήσωμεν ἄνθρωπον  κατ' εἰκόνα  καὶ καθ' ὁμοίωσιν  ἡμετέραν; Καὶ πάλιν,  ∆εῦτε καὶ καταβάντες  συγχέωμεν  τὰς γλώσσας αὐτῶν. Καὶ πάλιν  ὁ ∆αυῒδ, ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Εἰ δὲ ὁ Μωϋσῆς λέγει, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν· ἡ ὑμετέρα ἀσθένεια γέγονεν  αἰτία τούτων.  Καὶ τί θαυμάζεις  εἰ ἐπὶ τῶν  δογμάτων  τοῦτο  γέγονεν,  ὅπου γε καὶ ἐπὶ τῶν πραγμάτων  ἀπὸ τῶν τελειοτέρων  ἐπὶ τὰ ἐλάττονα τὸν λόγον ἦγεν ὁ Θεὸς, τῇ ἀσθενείᾳ τῇ ἡμετέρᾳ συγκαταβαίνων; ∆ιὸ καὶ γυναῖκα τὴν μὲν ἐκβάλλειν, τὴν δὲ εἰσάγειν ἐπέτρεπεν,  ἀπ'  ἀρχῆς οὐχ οὕτω νομοθετήσας. Καὶ περὶ βρωμάτων  πολλὴν  ἐποιήσατο τὴν διάκρισιν, καίτοι γε ἐξ ἀρχῆς τὰ ἐναντία εἰπὼν, ὅτι Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν πάντα.  Καὶ περὶ  τόπου  πολλοὺς  τέθεικε  νόμους,  οὐ συγχωρῶν  πανταχοῦ  τὰς  εὐχὰς ἐπιτελεῖν,  καίτοι γε οὐδὲ τοῦτο ἐξ ἀρχῆς ἐνομοθέτησεν. Ἀλλὰ καὶ ἐν τῇ Περσῶν γῇ τῷ Ἀβραὰμ ὤφθη,  καὶ ἐν Παλαιστίνῃ, καὶ πανταχοῦ·  καὶ τῷ Μωϋσεῖ μετὰ ταῦτα ἐπὶ τῆς ἐρήμου.

βʹ. Τί οὖν; ἑαυτῇ, φησὶ, μάχεται  ἡ Γραφή; Ἄπαγε· ἀλλὰ  κατὰ καιρὸν πρὸς τὸ συμφέρον ἕκαστα οἰκονομεῖ, τὴν ἀσθένειαν ἑκάστης γενεᾶς διορθούμενος. ∆ιὰ δὴ τοῦτο πρὸς  σὲ μὲν  εἴρηται·  Κύριος ὁ  Θεός σου  Κύριος εἷς  ἐστιν.  Ὅτι  δὲ  καὶ  Υἱὸν  ἔχει, προαπέθεντο  οἱ προφῆται  ταῖς  βίβλοις,  καὶ οὔτε σαφῶς  σφόδρα εἰρήκασιν, ὥστε μὴ λυμήνασθαί   σου  τὴν   ἀσθένειαν·  οὔτε  ἀπέκρυψαν,   ὥστε  μετὰ  ταῦτά   σοι  δοῦναι ἀνανῆψαι,  καὶ ἐκ τῶν  οἰκείων  βίβλων  ἀναλέξασθαι  τῆς ἀληθείας  τὰ δόγματα. Οὕτω μάλιστα καὶ τοὺς προφήτας  δυνησόμεθα δεῖξαι προφήτας  ὄντας, ὅταν πρὸς Ἕλληνας διαλεγώμεθα,   καὶ  ἀξιόπιστον  σφόδρα  τὴν  Παλαιὰν  ἀποδείξομεν.  Ἐπεὶ  ἐὰν  τοῦτο ἀνέλῃς,  πῶς  ἀποῤῥάψεις  τοῦ  Ἕλληνος  τὸ  στόμα; Τί γὰρ  ἐρεῖς;  τὴν  ἔξοδον  τὴν  ἐξ Αἰγύπτου, καὶ τὰ εἰς σὲ προφητευθέντα; Ἀλλ' οὐ σφόδρα καταδέξεται. Ἂν δὲ τὰ περὶ τοῦ Χριστοῦ εἰρημένα  ἐν  τῇ  Παλαιᾷ διηγήσῃ,  καὶ  δείξῃς  τῶν  πραγμάτων  τὴν  ἀλήθειαν μαρτυροῦσαν τῇ τῆς προφητείας  ἐκβάσει, οὐδὲ ἀντιστῆναι  δυνήσεται. Εἰ δὲ ἐπιλάβοιο τῶν ἡμετέρων, ὦ Ἰουδαῖε, πῶς ὑπὲρ τῆς Παλαιᾶς ἀπολογήσῃ; Κἄν τις εἴπῃ σοι, πόθεν ἀληθῆ τὰ Μωϋσέως, τί ἐρεῖς; Ὅτι ἐπιστεύσαμεν αὐτοῖς. Οὐκοῦν πολλῷ  μᾶλλον  καὶ τὰ ἡμέτερα· καὶ γὰρ . καὶ ἡμεῖς ἐπιστεύσαμεν· καὶ ὑμεῖς μὲν ἓν ἔθνος ἐστὲ, ἡμεῖς δὲ πᾶσα ἡ οἰκουμένη, καὶ ὑμᾶς οὐκ οὕτως ἔπεισε Μωϋσῆς, ὡς ἡμᾶς ὁ Χριστός· καὶ τὰ μὲν ὑμέτερα πέπαυται, τὰ δὲ ἡμέτερα ἕστηκεν. Ἀλλ' ἀπὸ τῶν προῤῥήσεων; Ἀλλὰ πλείω τὰ παρ' ἡμῖν. Οὐκοῦν τὰ ἡμέτερα ἐὰν ἀνέλῃς, καὶ τὰ σὰ συσκιάζεις. Ἀλλ' ἀπὸ τῶν σημείων; Ἀλλ' ὑμεῖς οὐδὲν ἔχετε δεῖξαι Μωϋσέως σημεῖον· γέγονε γὰρ καὶ παρῆλθεν· ἡμεῖς δὲ τοῦ Χριστοῦ πολλὰ καὶ διάφορα ἔτι καὶ νῦν γινόμενα,  καὶ τὰς προῤῥήσεις ὑπὲρ τὸν ἥλιον λαμπούσας. Ἀλλ' ἀπὸ τῶν νόμων; Ἀλλὰ ταῦτα φιλοσοφώτερα. Ἀλλὰ τί; τῶν Αἰγυπτίων κωλυόντων ἐξήλθετε; Ἀλλ' οὐκ ἔστιν ἴσον τῆς οἰκουμένης  πολεμούσης περιγενέσθαι, καὶ Αἰγυπτίων μόνων κρατῆσαι. Καὶ ταῦτα λέγω, οὐ μάχην εἰσάγων τῇ Παλαιᾷ πρὸς τὴν  Καινήν· ἄπαγε· ἀλλὰ  τὴν  Ἰουδαίων  ἀγνωμοσύνην  ἐπιστομίσαι βουλόμενος.  Καὶ γὰρ ἐκεῖνα καὶ ταῦτα ὑπὸ τοῦ Θεοῦ τοῦ αὐτοῦ δέδοται καὶ γεγένηται·  ἀλλ' ἐκεῖνο κατασκευάσαι θέλω, ὅτι ὁ Ἰουδαῖος ἀνελὼν  τὰς προφητείας τὰς περὶ Χριστοῦ, τὸ πλέον τῶν  προφητειῶν  λυμαίνεται  μέρος, καὶ οὐκ ἂν ἔχοι δεῖξαι σαφῶς τὴν εὐγένειαν  τῆς Παλαιᾶς, εἰ μὴ τὴν Καινὴν παραδέξαιτο. Ὅτι δὲ οὐ περὶ ἀνθρώπου τὰ εἰρημένα, καὶ ἐκ τοῦ λέγεσθαι, Κάθου ἐκ δεξιῶν μου, καὶ ἐκ τοῦ Κύριον ὀνομάζεσθαι ὁμοίως τῷ λέγοντι Κυρίῳ, καὶ ἐκ τοῦ ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγενῆσθαι αὐτὸν, καὶ ἐκ τοῦ ἱερέα αὐτὸν εἶναι κατὰ τὴν τάξιν Μελχισεδὲκ, καὶ ἐκ τοῦ λέγεσθαι, Μετὰ σοῦ ἡ ἀρχή σου, τοῖς νοῦν ἔχουσι  κατάδηλόν   ἐστι.  Εἰ  δὲ  ἕτερος  ἡμῖν  Ἰουδαῖος  ἀνακύπτει   πάλιν   πρόσωπον Χριστιανοῦ περιφέρων, Παῦλος ὁ Σαμοσατεὺς, λέγω, δυνατὸν  μὲν καὶ πρὸς τοῦτον καὶ ἀπὸ τῆς Καινῆς λέγειν. Πλὴν ἀλλ' ἵνα μὴ δόξωμεν τὰ παρόντα ἀφέντες ἐφ' ἕτερον μέρος παρατάξεως  ἰέναι,  καὶ  τοῦτον  ἐντεῦθεν   βάλλωμεν.   Τί  οὖν  καὶ  οὗτος  λέγει;  Ὅτι ἄνθρωπος ἦν, φησὶ, ψιλὸς, καὶ ἐξ οὗ γέγονεν ἐκ Μαρίας, ἐξ ἐκείνου τὴν ὕπαρξιν μόνον ἔχει. Τί οὖν, εἰπέ μοι, πρὸς ἐκείνην  τὴν  ῥῆσιν ἐρεῖς τὴν  λέγουσαν·  Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε; ∆εῖ δὲ τὰ ἄλλα, ἅπερ πρὸς Ἰουδαίους εἴρηται, καὶ πρὸς τοὺς ἀπὸ τούτου εἰπεῖν. Καὶ τούτου οὐχ ἡμεῖς αἴτιοι, ἀλλ' αὐτοὶ οὗτοι οἱ πολλὴν τὴν συγγένειαν τῶν   δογμάτων   πρὸς  αὐτοὺς  ἔχοντες·  ὅθεν  καὶ  τοῖς  αὐτοῖς  ὅπλοις  κατὰ  τούτων χρησόμεθα.  Τοὺς γὰρ  ὁμοίως  πολεμοῦντας  τοῖς  αὐτοῖς  βέλεσι  βάλλειν  δεῖ.  Τί οὖν βούλεται ἡ κοινωνία  τοῦ θρόνου; Ἐνταῦθα γὰρ τὸ ὁμότιμον  δείκνυται,  ὃ καὶ τοὺς τὰ Ἀρείου φρονοῦντας  ἐπιστομίσαι ἱκανόν. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς πρὸς τοὺς Ἰουδαίους λέγοντας, ὅτι υἱὸς τοῦ ∆αυΐδ ἐστιν, ἐπήγαγε λέγων· Πῶς οὖν ∆αυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; Προϊὼν δὲ καὶ τὸν περὶ τῆς οἰκονομίας  κινεῖ λόγον σαφέστερον ἑρμηνεύων  ὁ Παῦλος, καὶ Μαρκίωνι καὶ  Μανιχαίῳ,  καὶ  πᾶσι  τοῖς  τὰ  τοιαῦτα  νοσοῦσι  καιρίαν  δίδωσι  πληγὴν,  λέγων· ἑρμηνεύει  γὰρ μετὰ τῆς αὐτῷ  προσηκούσης συνέσεως, πῶς γέγονεν  ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ. Ἡμεῖς δὲ πάλιν  ἐπὶ τὸ προκείμενον  ἐπανίωμεν.  Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Εἶδες τὸ ὁμότιμον; Ὅπου γὰρ θρόνος, .268 βασιλείας σύμβολον· ὅπου θρόνος εἷς, τῆς αὐτῆς βασιλείας ἰσοτιμία. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Οὕτω καὶ ∆ανιὴλ ὁρᾷ τὴν μὲν  κτίσιν  ἅπασαν  παρεστῶσαν,  ἀγγέλους   τε  καὶ  ἀρχαγγέλους,   τὸν  δὲ  Υἱὸν  τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν,  καὶ φθάνοντα  ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν. Εἰ δὲ τὸ οὕτως εἰπεῖν σκανδαλίζει τινὰς, ἀκουέτωσαν ὅτι ἐκ δεξιῶν κάθηται, καὶ ἀπαλλαττέσθωσαν  τοῦ  σκανδάλου.  Ὥσπερ γὰρ ἡμεῖς  μείζονα  αὐτὸν  τοῦ  Πατρὸς οὐ λέγομεν, ἐπειδὴ τὴν ἐκ δεξιῶν  ἔχει καθέδραν τὴν ἐντιμοτάτην·  οὕτω μηδὲ σὺ ἐλάττω λέγε καὶ καταδεέστερον, ἀλλ' ὁμότιμον καὶ ἴσον. Τοῦτο γὰρ ἡ κοινωνία  τῆς καθέδρας δηλοῖ. Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον  τῶν  ποδῶν  σου. Καὶ τίνες  οἱ ἐχθροί; Ἄκουσον Παύλου λέγοντος·  Ἀπαρχὴ Χριστός· ἔπειτα  οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος. ∆εῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.

γʹ. Εἶδες προφητικῶν  καὶ ἀποστολικῶν  ῥημάτων συμφωνίαν;  Καὶ γὰρ ἐκεῖ μέν φησιν, Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἐνταῦθα δὲ, Ἄχρις οὗ ἂν θῇ πάντας  τοὺς ἐχθροὺς αὐτοῦ. Ἀλλ' οὔτε ἐκεῖ τὸ Ἕως, οὔτε ἐνταῦθα  τὸ Μέχρις, χρόνων ὅροι εἰσίν. Ἐπεὶ πῶς ἕστηκε τὸ προφητικὸν  ἐκεῖνο, τὸ λέγον· Ἡ ἐξουσία αὐτοῦ,
 ἐξουσία  αἰώνιος,  καὶ    βασιλεία  αὐτοῦ,  βασιλεία  ἥτις  οὐ  διαφθαρήσεται,  καὶ  τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος, εἴ γε μέχρι τούτων  μέλλει  βασιλεύειν; Ὁρᾷς, ὅτι οὐ ταῖς λέξεσι δεῖ προσέχειν  ἁπλῶς,  ἀλλὰ  πρὸς τὰ νοήματα  ἀνιέναι;  Σὺ δὲ ἀκούων  τοῦ Προφήτου λέγοντος,  ὅτι ὁ Πατὴρ τίθησιν ὑπὸ τοὺς πόδας, μηδὲν ἐνταῦθα  θορυβηθῇς. Οὐδὲ γὰρ ὡς ἀτονοῦντος  τοῦ Παιδὸς ταῦτα εἴρηται. Ὁ γὰρ Παῦλος αὐτὸν τιθέναι  τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ λέγει· ∆εῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ πάλιν τὸ πᾶν αὐτῷ ἀνατίθησι λέγων· Ὅταν παραδῷ τὴν  βασιλείαν  τῷ  Θεῷ  καὶ  Πατρὶ,  ὅταν  καταργήσῃ  πᾶσαν  ἐξουσίαν  καὶ  δύναμιν. Τουτέστιν, ὅταν κατορθώσῃ τὴν βασιλείαν, παύσει πᾶσαν ἐξουσίαν. Τοῦτο γάρ ἐστι τὸ Καταργήσει. Τὸ πᾶν δὲ αὐτοῦ λέγων  εἶναι, οὐκ ἀποχωρίζει  αὐτοῦ τὸν Πατέρα, ὥσπερ οὐδὲ τοῦ Πατρὸς διαιρεῖ τὸν Υἱόν. Καὶ γὰρ τὰ ἐκείνου, τούτου· καὶ τὰ τούτου, ἐκείνου.
∆ιὸ καί φησι· Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά. Ὅταν τοίνυν  ἀκούσῃς, ὅτι ὁ Πατὴρ ὑπέταξε, μὴ ἔξωθεν εἶναι νομίσῃς τὸν Υἱὸν τοῦ κατορθώματος· ἄν τε μανθάνῃς,  ὅτι ὁ Υἱὸς ὑπέταξε, μὴ ἀλλότριον εἶναι λέγε τὸν Πατέρα τούτων. Κοινὰ γὰρ τὰ κατορθώματα, ὥσπερ καὶ πάντα  τὰ ἔργα κοινά. Ῥάβδον δυνάμεώς  σου ἐξαποστελεῖ Κύριος ἐκ Σιών. Ῥάβδον  δυνάμεως  τὴν  δύναμιν  αὐτήν  φησι. Τῆς δὲ Σιὼν  μέμνηται,  ἐπειδὴ  ἐκεῖθεν ἀρχὴν ἔλαβε τὰ κατορθώματα. Ἐκεῖ γὰρ καὶ τὸν νόμον ἔδωκεν, ἐκεῖ .269 τὰ θαύματα εἰργάσατο· ἐκεῖθεν  ἀρξάμενον  τὸ κήρυγμα  πανταχοῦ  τῆς οἰκουμένης  ἐξετάθη.  Εἰ δὲ βούλει κατὰ ἀναγωγὴν  τὸ εἰρημένον ἐκλαβεῖν, ἄκουσον Παύλου λέγοντος· Ἀλλὰ προσεληλύθατε   Σιὼν  ὄρει,  καὶ  πόλει   Θεοῦ  ζῶντος,   Ἱερουσαλὴμ  ἐπουρανίῳ,   καὶ Ἐκκλησίᾳ πρωτοτόκων.  Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος ἐκ Σιών. Ἡ ῥάβδος ποτὲ μὲν κολαστική ἐστι καὶ εὐεργετικὴ, ποτὲ δὲ παρακλητικὴ, καὶ βασιλείας σύμβολον. Καὶ ὅτι ἑκάτερά ἐστιν, ἄκουσον τοῦ Προφήτου λέγοντος· Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. Καὶ πάλιν· Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Καὶ ὁ Παῦλος· Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ  πνεύματί  τε πραότητος; Εἶδες πῶς ἐστι παιδεύσεως· βλέπε πῶς καὶ βασιλείας. Λέγει γὰρ Ἡσαΐας· Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεςσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης αὐτῆς ἀναβήσεται· καὶ ὁ ∆αυΐδ· Ὁ θρόνος  σου, ὁ Θεὸς, εἰς τὸν  αἰῶνα  τοῦ αἰῶνος·  ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Τὴν μὲν δύναμιν ἐνταῦθα ῥάβδον ἐκάλεσε, μεθ' ἧς  οἱ  μαθηταὶ  τὴν  οἰκουμένην  περιέτρεχον,  ἤθη  διορθοῦντες,  καὶ  ἐξ ἀλόγου  τινὸς κακίας ἐπὶ λογικὴν ἄγοντες τὴν τῶν ἀνθρώπων  φύσιν. Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη. Εἶχε καὶ Μωϋσῆς ῥάβδον, ἀλλ' ἐνέργειαν Θεοῦ δεξάμενος, δι' ἧς ἐνήργει  ἐν ἅπασι. Κἀκείνη μὲν ποταμοὺς  διεῖλεν,  αὕτη δὲ τῆς οἰκουμένης  τὴν ἀσέβειαν ἔῤῥηξεν. Οὐκ ἄν τις δὲ ἁμάρτοι καὶ τὸν  σταυρὸν ῥάβδον δυνάμεως  εἰπών. Αὕτη γὰρ ἡ ῥάβδος γῆν καὶ θάλατταν ἐπέστρεψε, καὶ δυνάμεως πολλῆς ἐνέπλησε. Μετὰ ταύτης ἐξῆλθον τῆς ῥάβδου πανταχοῦ  τῆς οἰκουμένης οἱ ἀπόστολοι, καὶ πάντα ἐκεῖνα εἰργάσαντο. Ταύτην ἐπιφερόμενοι  πάντα ἤνυον, λαβόντες τὴν ἀρχὴν ἀπὸ Ἱερουσαλήμ. Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν  σου. Ὅρα προφητείαν  ὑπὲρ τὸν ἥλιον διαλάμπουσαν. Τί δέ ἐστι τὸ, Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου; Ἀντὶ τοῦ, ἐν μέσοις Ἕλλησιν, ἐν μέσοις Ἰουδαίοις. Οὕτω γὰρ αἱ Ἐκκλησίαι κατεφυτεύθησαν  ἐν μέσαις ταῖς πόλεσιν· οὕτως ἐκράτησαν καὶ περιεγένοντο. Τοῦτο τεκμήριον τῆς λαμπρᾶς νίκης, τὸ ἐν μέσοις τοῖς πολεμίοις ἀναστῆσαι τὰ θυσιαστήρια, τὸ καθάπερ πρόβατα ἐν μέσῳ θηρίων, καὶ ἄρνας μεταξὺ λύκων εἶναι. Τοῦτο γὰρ καὶ πέμπων αὐτοὺς ἔλεγεν· Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· ὅπερ οὐκ ἔλαττον τοῦ προτέρου θαύματος. Τοῦ γὰρ ἐν μέσοις  ἀπειλημμένους   κρατῆσαι  οὐκ  ἔλαττον  τὸ  ἐν  τάξει  προβάτων  ὄντας  λύκων  περιγενέσθαι· ἀλλὰ καὶ πολλῷ μεῖζον, καὶ δώδεκα τὸν ἀριθμὸν ὄντας τὴν οἰκουμένην ἐπισπάσασθαι. Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Οὐκ εἶπε, Νίκα ἐν μέσῳ τῶν ἐχθρῶν σου, ἀλλὰ, Κυρίευε, ἵνα δείξῃ οὐκ ἐκ παρατάξεως τὸ τρόπαιον γινόμενον,  ἀλλ' ἐξ ἐπιταγῆς τὴν δεσποτείαν. Οὕτω γὰρ ἐκράτουν οἱ ἀπόστολοι, τὸν Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς, ὥσπερ ἐξ ἐπιτάγματος  πάντα ποιοῦντες. Ὅθεν καὶ πᾶσα αὐτοῖς οἰκία ἀνέῳκτο, καὶ δούλου παντὸς εὐπειθέστερον οἱ πιστεύοντες  ὑπήκουον, τά τε ὄντα ἀποδιδόμενοι, καὶ τὰς τιμὰς παρὰ τοὺς πόδας τιθέντες τῶν ἀποστόλων, οὐδὲ εἰς τὴν χρείαν τολμῶντές τι λαβεῖν· οὕτω τε αὐτοὺς ἐμεγάλυνον, ὅτι οὔτε ἐτόλμων κολλᾶσθαι αὐτοῖς.

δʹ. Οὐ μόνον  δὲ  ἐπὶ  τῶν  πιστῶν  τοσαύτην  εἶχον  ἰσχὺν,  ἀλλὰ  καὶ  ἐπὶ  τῶν ἀπίστων. Τί γὰρ, εἰπέ μοι, δούλου τεκμήριον; ἆρ' οὐ τὸ ποιεῖν ὅπερ ὁ δεσπότης αὐτοῦ ἐπιτάττει; Τί δεσπότου δὲ σημεῖον; ἆρ' οὐ τὸ ταῦτα ἀνύειν ἐν τοῖς δούλοις, ἅπερ αὐτὸς βούλεται;  Τίνες  οὖν  οἱ  ἀνύσαντες  ἅπερ  ἤθελον  ἐπὶ  τῶν  τότε  βασιλέων  καὶ  τῶν ἀρχόντων;  ἆρ' οὐχ οἱ ἀπόστολοι; Εὔδηλον ὅτι. Οἱ μὲν γὰρ βασιλεῖς καὶ οἱ ἄρχοντες ἐβούλοντο κατέχειν ἐν ἀσεβείᾳ τὴν οἰκουμένην, καὶ δαίμοσι λατρεύειν ἐπέταττον· οἱ δὲ ἀπόστολοι τοὐναντίον,  καὶ τὸ θέλημα τούτων ἐγίνετο. Εἰ δὲ λέγεις μοι τὸ δεσμωτήριον, καὶ τὰς μάστιγας, καὶ τὰς βασάνους, μείζονάς μοι λέγεις τὰς δεσποτείας. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι καὶ τούτων γινομένων  τὸ θέλημα τὸ τούτων ἐγίνετο. Οὐ γὰρ νόμῳ τῷ τῶν πολλῶν  δεσποτῶν, ἀλλ' ἀρετῇ ταύτην  ἀνεδήσαντο  τὴν δεσποτείαν, τὴν οὐδενὸς τῶν ἔξωθεν δεομένην, ἀλλ' ἐν τῷ παρὰ πάντων  ἐπιβουλεύεσθαι λάμπουσαν. Ἐκείνους μὲν γὰρ τοὺς δεσπότας ἐπιβουλεύσαντες  δοῦλοι πολλάκις  ἠφάνισαν,  ἐπειδὴ ἀτελὴς ἦν τις καὶ ἀσθενεστάτη· ταύτην δὲ σβέσαι οὐκ ἴσχυσαν, ἀλλ' ἐπιβουλεύοντες  μειζόνως ἔδειξαν διαλάμπουσαν. Τίς οὖν λαμπρότερος ἂν εἴη δεσπότης, ὁ μυρίων δεόμενος βοηθημάτων, ἵνα κρατῇ τῶν οἰκετῶν, ἢ ὁ πάντων ἀπηλλαγμένος  ἐκείνων, καὶ μετ' ἐξουσίας ἄγων καὶ φέρων  τοὺς ὑποκειμένους;  Εὔδηλον ὅτι οὗτος. Οἱ μὲν  γὰρ δεσπόται  τὴν  δεσποτείαν ταύτην  τὴν  τῶν  πολλῶν,  ἂν  μὴ τοὺς  νόμους  ἔχωσι  βοηθοῦντας,  καὶ τὸ ἐν  πόλεσιν οἰκεῖν,  πολλάκις  μετὰ  τῆς  δεσποτείας  καὶ  τὴν  ζωὴν  ἀπώλεσαν·  Παῦλος  δὲ  καὶ  ἐν ἐρημίαις καὶ πανταχοῦ  τὴν κυριότητα  ἐπεδείκνυτο.  Βούλει καὶ βασιλέων  ἰδεῖν  αὐτὸν λαμπρότερον;  Εἰσήγαγε νόμους  πανταχοῦ  τῆς  οἰκουμένης,  καὶ  τοὺς  τῶν  βασιλέων ἀφέντες  νόμους οἱ ἄνθρωποι  τοῖς ἐκείνου γράμμασιν ἐπείθοντο.  Ἄλλως  δὲ καὶ οἱ μὲν σωμάτων, οἱ δὲ ψυχῶν ἐκράτουν. Τίς οὖν οὕτω δοῦλος δεσπότῃ, ἀρχόμενος βασιλεῖ μετ' εὐνοίας  ὑπήκουσεν, ὡς οἱ πιστοὶ τῷ Παύλῳ ἐπιστέλλοντι  μόνον; Τί ἄν τις εἴποι τὸν πόθον, τὸν ζῆλον τὸν ὑπὲρ αὐτοῦ, ὅπου γε καὶ τοὺς ὀφθαλμοὺς ἐξορύξαι ἕτοιμοι ἦσαν; τίς τοιούτους ἐκτήσατο δούλους ποτέ; Ἅπερ ταῦτα πάντα ἐννοῶν  ὁ Προφήτης, πῶς μὲν τοὺς πιστοὺς ὑπέταξαν, πῶς δὲ τοῖς ἀπίστοις ἦσαν φοβεροὶ, κατὰ κράτος αὐτοὺς ἐλαύνοντες, καὶ πῶς δι' αὐτῶν ὁ Χριστὸς ἐπεκράτει, οὐκ εἶπεν ἁπλῶς, Κυρίευε ἐν μέσῳ τῶν  ἐχθρῶν  σου, ἀλλὰ Κατακυρίευε, τὴν ἐπιτεταμένην  δεσποτείαν δηλῶν.  Καὶ ταῦτα ὁρῶντες οἱ πολέμιοι οὐδὲν ἴσχυον ποιεῖν, καίτοι τοὺς νόμους μεθ' ἑαυτῶν ἔχοντες, καὶ δημίους, καὶ ἐξουσίαν ἅπασαν. Ἀλλ' ἦσαν οὗτοι δυνατώτεροι  διὰ τὸν ἐνοικοῦντα  ἐν αὐτοῖς. Οὗτος κατεκυρίευσε δι' αὐτῶν· οὐχ ἁπλῶς ἐκυρίευσεν, ἀλλὰ κατεκυρίευσε· καὶ γὰρ σφόδρα ἐκράτει. ∆ιὰ γοῦν τὸν ἐν αὐτοῖς, καὶ πυρὸς κατετόλμων  καὶ σιδήρου, καὶ θηρίων,  καὶ  τῶν  ἄλλων  ἁπάντων.  Καὶ γὰρ εἰς  πάντα  ἦν  μετ' αὐτῶν  ὁ Χριστὸς, οἳ καθάπερ ἐν ἀλλοτρίοις ἀγωνιζόμενοι  σώμασι, καὶ πάντων ἀπαλλαγέντες τῶν ἐν τῷ βίῳ λυπηρῶν,  οὕτως ἔχαιρον, καὶ οὕτως ἐσκίρτων, ὑπὸ τῆς τοῦ Χριστοῦ δεσποτείας κατεχόμενοι, μὴ χρημάτων φειδόμενοι, μὴ σωμάτων, μὴ τῆς παρούσης ζωῆς. Καὶ ταῦτα
 μὲν ἐποίουν οἵ ποτε ἐχθροὶ καὶ πολέμιοι· ἀλλ' ἡ ἄμαχος τοῦ Χριστοῦ δύναμις οὐ μόνον τῆς  ἔχθρας  αὐτοὺς  ἀπήλλαξεν,  ἀλλὰ  καὶ  εἰς  δουλείαν  καὶ  εἰς  τοσαύτην  οἰκείωσιν ἤγαγεν.  Ὥστε κἂν λέγηται  ὁ Πατὴρ τοὺς ἐχθροὺς τιθέναι  ὑπὸ τοὺς πόδας αὐτοῦ, οὐχ οὕτω λέγεται, καθάπερ εἶπον, ὡς μηδὲν ἐνεργοῦντος  τοῦ Παιδός· τοῦ γὰρ Μονογενοῦς τὸ κατόρθωμα  γέγονεν  ἅπαν·  ἀλλ'  ἵνα, ὅπερ ἔφθην  εἰπὼν,  τὸν Πατέρα καὶ τὸν Υἱὸν Θεὸν  ἕνα   νοῇς,   φυλαττομένης  ἑκάστῳ   τῆς   ἰδιότητος,   καὶ   ἵνα   μὴ  δύο  νοήσῃς ἀγεννήτους.  Ὅτι γὰρ  αὐτοῦ  πᾶν  ἐστι τὸ  κατόρθωμα,  ἀπὸ  τῶν  ἤδη  κατωρθωμένων ἐννόει· καὶ μὴ ἁπλῶς ἀνθρωπίνως ἐκλάμβανε τὰ εἰρημένα· πολὺ γὰρ τὸ ἄτοπον ἕψεται. Ἵνα δὲ καὶ σὺ μάθῃς, ἄκουε ὃ μέλλω λέγειν· Οἱ μὲν ἐγένοντο  φίλοι, ἐχθροὶ πρότερον ὄντες, οἱ δὲ μένουσιν ἔτι ἐχθροί. Ἀλλ' ὅτι μὲν τοὺς ἐχθροὺς φίλους  αὐτὸς ἐποίησε, καὶ Παῦλος δηλοῖ τῷ εἰπεῖν· Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί· δηλοῖ δὲ καὶ ὁ Σωτὴρ,  πρὸς  αὐτὸν  τὸν  Πατέρα λέγων·  Ἐγώ  σε ἐδόξασα  ἐν  τῷ  κόσμῳ,  τὸ  ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω. Τὸ δὲ τοὺς ἐχθροὺς ὑποτάξαι, τοῦ Πατρὸς γέγονε. Καίτοι γε τοῦτο ἐκείνου  μεῖζον. Οὐ γὰρ ἴσον κολάσαι ἐχθροὺς μένοντας,  καὶ ποιῆσαι φίλους, ἐχθροὺς ὄντας. Ἀλλ' οὔτε ὁ Υἱὸς διὰ τοῦτο ἐλάττων  τοῦ Πατρὸς, οὔτε ὁ Πατὴρ ἐλάττων  διὰ τοῦτο τοῦ Υἱοῦ. Ἵνα δὲ μάθῃς, ὅτι καὶ ἐκεῖνα τοῦ Υἱοῦ, ὥσπερ καὶ ταῦτα τοῦ Πατρὸς, ἄκουσον· Ἀπέλθετε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι,  εἰς τὸ πῦρ τὸ αἰώνιον,  τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ ὁ τοὺς ἀγγέλους πέμπων, ὥστε συλλέξαι τὰ ζιζάνια, ὁ Μονογενής  ἐστι, καὶ πανταχοῦ  ὁρῶμεν  αὐτὸν  κολάζοντα  τὸν διάβολον. Καὶ τοῦτο οἱ δαίμονες  αὐτοὶ ὁμολογοῦσι λέγοντες·  Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Ὥστε αὐτός ἐστιν ὁ μέλλων  αὐτοὺς βασανίζειν. Ὁρᾷς ὅτι κἂν ὑπὸ τοῦ Πατρὸς λέγηται γίνεσθαι τὰ γινόμενα, τοῦ Παιδός ἐστι κατορθώματα; Ὅτι δὲ καὶ τὰ τοῦ Παιδὸς, τοῦ Πατρὸς, ἄκουσον πάλιν αὐτοῦ λέγοντος· Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν. Καὶ πάλιν· Οὐδεὶς δύναται ἐλθεῖν πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Οὐ τοίνυν  ἀνθρωπίνως ἐκλαμβάνειν  τὰ τοιαῦτα δεῖ. Ἐπεὶ καὶ τοὺς ἐχθρούς σου οὕτως ἐκδεκτέον, οὐχ ὡς αὐτοῦ μόνου ἐχθρούς. Ὁ γὰρ μὴ τιμῶν τὸν Υἱὸν, φησὶν, οὐ τιμᾷ τὸν Πατέρα.

εʹ. Ὥστε Ἰουδαῖοι οὐκ αὐτοῦ μόνον  ἐχθροὶ, ἀλλὰ καὶ τοῦ Πατρός. ∆ιὸ καὶ τὴν πανωλεθρίαν  αὐτοῖς ἐπήγαγε, καὶ τὴν πόλιν αὐτῶν ῥίψας χαμαὶ, ἐρείπιον ἐποίησεν, εἰ καὶ μὴ εὐθέως μετὰ τὸν σταυρὸν, καὶ χρόνον αὐτοῖς πολὺν εἰς μετάνοιαν ἔδωκεν, εἴ γε ἐβούλοντο, καὶ τοὺς ἀποστόλους ἀφῆκεν, ἵνα δι' αὐτῶν μαθόντες αὐτοῦ τὴν ἰσχὺν, ὀψὲ γοῦν  ποτε  ἐπιστρέψωσιν.  Ἐπειδὴ  δὲ  ἀνίατα  ἐνόσουν,  τὸν  κολοφῶνα   ἐπήγαγε  τῶν κακῶν, καὶ ταύτῃ πάλιν καλῶν αὐτοὺς εἰς μετάνοιαν, ἵνα τῆς πολιτείας ἐκπεσόντες τῆς παλαιᾶς,   ὑπ'   αὐτῆς   γοῦν   τῶν   πραγμάτων    τῆς   ἀνάγκης    πρὸς   τὴν   ἀλήθειαν χειραγωγηθῶσι,  τόν τε ὑβρισμένον ὁρῶντες πανταχοῦ  προσκυνούμενον,  καὶ τὰ αὐτῶν
λελυμένα  ἅπαντα.  Ὅταν  δὲ μηδὲ οὕτω  γένωνται  βελτίους,  τότε  λοιπὸν,  ἅτε πάσης ἀπηλλαγμένοι  συγγνώμης,  εἰς τὴν ἀθάνατον  ἐμπεσοῦνται  κόλασιν. Ὑποπόδιον δὲ ἀκούων, μηδὲν αἰσθητὸν νόμιζε λέγειν, ἀλλὰ τὴν ὑποταγήν. Ὅτι δὲ αὐτῷ ὑποτάσσει, δῆλον ἐκ τῆς ἐπαγωγῆς· ἐπεὶ γὰρ ὁ θρόνος εἷς, καὶ τὸ ὑποπόδιον ἕν. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς  σου. Ἐπειδὴ εἶπεν ἄνω· Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν  ποδῶν  σου, ἵνα  μὴ  νομίσῃ  τις  ἀσθενῆ  τὸν  Υἱὸν εἶναι,  καὶ  ἐνεργείας  δεῖσθαι, καθάπερ  τινὰ  τῶν  ἀποστόλων,  ἄκουσον  πῶς  καὶ  τῆς  ὑπονοίας  αὐτῆς  ἐπάγει  τὴν διόρθωσιν λέγων· Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς  σου. Τί ἐστι, Μετὰ σοῦ ἡ ἀρχή; Ἐν σοὶ, φησὶν, ἡ ἀρχὴ, οὐχ ὕστερον ἐπιγενομένη,  ἀλλ'  ἐν σοὶ οὖσα διαπαντός·
 ὅπερ  καὶ  ὁ Ἡσαΐας δηλῶν  ὁμοίως  ἔλεγεν·  Οὗ ἡ  ἀρχὴ  αὐτοῦ  ἐπὶ  τοῦ  ὤμου  αὐτοῦ· τουτέστιν, ἐν αὐτῷ, ἐν τῇ οὐσίᾳ αὐτοῦ, ἐν τῇ φύσει αὐτοῦ, ὅπερ ἐπὶ τῶν βασιλέων οὐκ ἔνι. Ἡ γὰρ ἀρχὴ αὐτῶν ἐν τῷ πλήθει τῶν στρατοπέδων· ὅπερ ἐπὶ τῶν ἀποστόλων οὐκ ἦν. Καὶ γὰρ καὶ αὐτῶν ἡ ἀρχὴ ἐνεργείας ἔξωθεν εἰσαγομένης αὐτοῖς ἐγίνετο· αὐτὸς δὲ ἐν τῇ φύσει τὴν ἀρχὴν  εἶχεν,  ἐν τῇ οὐσίᾳ, οὐ μετὰ τὸ γεννηθῆναι προσλαβὼν  ὕστερον, οὐδὲ ἐπείσακτον κτησάμενος, ἀλλ' οὕτω γεννηθείς. ∆ιὸ καὶ περὶ βασιλείας ἐρωτώμενος ἔλεγεν· Ἐγὼ εἰς τοῦτο γεγέννημαι,  καὶ εἰς τοῦτο ἐλήλυθα. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Οὐ ταῦτα δὲ μόνον τὰ εἰρημένα δηλοῖ τὸ, Μετὰ σοῦ ἡ ἀρχὴ, ἀλλὰ καὶ ἕτερα, οἷον τὸ μὴ ἐν ἄλλῳ  αὐτοῦ εἶναι  τὴν  ἀρχὴν, ἀλλὰ  καὶ διηνεκῆ  καὶ ἀθάνατον. Ἀνθρώπους   μὲν   γὰρ  καὶ  ζῶντας   ἐπιλιμπάνει   πολλάκις·   εἰ  δὲ  μὴ  ζῶντας,   ἀλλ' ἀποθανόντας  πάντως· μᾶλλον δὲ ἡνίκα ζῶσιν, οὐδὲ μετ' αὐτῶν ἐστιν· ἀλλ' ὅπερ ἔφθην εἰπὼν, ἐν στρατοπέδοις καὶ σωματοφύλαξι, καὶ χρημάτων περιουσίᾳ, καὶ τειχῶν περιβολαῖς, καὶ τοῖς ἄλλοις ἅπασιν· ἐπὶ δὲ τοῦ Θεοῦ οὐ μόνον τοῦτο οὐκ ἔστιν, ἀλλ' ἐν αὐτῷ ἐστι καὶ διηνεκῶς· καὶ ὥσπερ τὴν οὐσίαν αὐτοῦ ἀδύνατον μὴ εἶναι, οὕτω καὶ τὴν βασιλείαν.  Ἐν ἡμέρᾳ τῆς δυνάμεώς  σου. Ἡμέραν δυνάμεως  εἴποι  τις ἂν τήν  τε ἤδη γενομένην,  τήν τε ἐσομένην ἡμέραν. Ἑκατέρα γὰρ μεγίστης δυνάμεως ἀπόδειξις. Ἢ οὐ δοκεῖ σοι δυνάμεως μέγιστον εἶναι τεκμήριον, ὅταν διὰ θανάτου θάνατος καταργῆται, ὅταν χαλκαῖ πύλαι συντρίβωνται, ὅταν ἁμαρτία ἀφανίζηται,  ὅταν κατάρα λύηται, ὅταν τὰ  παλαιὰ  πάντα  ἀνατρέπηται  κακὰ,  καὶ  ἕτερα  ἐπεισάγηται  νέα  καλά;  Τί γὰρ  τῆς δυνάμεως  ταύτης  ἴσον, ἄν  τε τὰ θαύματα  ἐξετάσῃς, ἄν  τε τὰ κατορθώματα;  Νεκροὶ ἠγείροντο, λεπροὶ ἐκαθαίροντο, δαίμονες ἠλαύνοντο, θάλαττα ἐχαλινοῦτο, ἁμαρτήματα ἐλύετο, παραλυτικοὶ  ἐσφίγγοντο,  παράδεισος ἠνοίγετο,  πέτραι ἐῤῥήγνυντο,  καταπέτασμα ἐσχίζετο, ἀκτῖνες ἡλίου ἀπεστρέφοντο, καὶ σκότος τὴν οἰκουμένην κατελάμβανε,  σώματα  τῶν  κεκοιμημένων   ἁγίων  ἠγείρετο,  λῃστὴς  εἰς  τὴν  ἀρχαίαν ἐπανῄει πατρίδα, οὐρανοῦ ἁψῖδες ἀνεπετάννυντο, ἡ φύσις ἡ καταπεπατημένη  ὑπὲρ τὸν οὐρανὸν τοῦ οὐρανοῦ πρὸς τὰ ὑψώματα ἀνήγετο, καὶ τὸ δὴ τούτου μεῖζον, ἐπὶ θρόνου ἐκαθέζετο  βασιλικοῦ,  παρεστώτων  ἀγγέλων   αὐτῇ  καὶ  τῶν  δυνάμεων·  κακία  πᾶσα ἠλαύνετο,   ἀρετὴ  ἐπανήγετο,   Πνεύματος  χάρις  ἐδίδοτο,  ἁλιεῖς,   καὶ  τελῶναι,   καὶ σκηνοποιοὶ φιλοσόφων ἀπέῤῥαπτον στόματα, ῥητόρων ἀπέστρεφον γλῶτταν, δαιμόνων κατέλυον τυραννίδα· βωμοὶ, καὶ ναοὶ, καὶ ἑορταὶ, καὶ πανηγύρεις Ἑλληνικαὶ διελύοντο· κνῖσα  καὶ  καπνὸς,  καὶ  τὰ ἐναγῆ  θύματα  πάντα  κατὰ  κράτος  ἠλαύνετο,  μάντεις  καὶ μητραγύρται,  καὶ οἰωνοσκόποι,  καὶ ἅπαν  τοῦ διαβόλου  τὸ ἐργαστήριον  ἐδραπέτευον, Ἐκκλησίαι πανταχοῦ τῆς οἰκουμένης ἐβλάστανον, παρθένων χοροὶ συνίσταντο, μοναζόντων  τάγματα, μετὰ τῶν πόλεων  καὶ ἡ ἔρημος εὐσεβείας ἐπληροῦτο, καὶ χοροὶ δικαίων καὶ ἁγίων ἀνδρῶν ἱστάμενοι ταῖς ἄνω δυνάμεσι τῶν ἀγγέλων  ἀντήχουν  ἐν τῇ μελῳδίᾳ, καὶ μαρτύρων δῆμοι, καὶ ὁμολογητῶν πλήθη πανταχοῦ τῆς οἰκουμένης ἐφυτεύετο, ἀρετὴ μετὰ πολλῆς κατωρθοῦτο  τῆς εὐκολίας, βαρβάρων ἔθνη φιλοσοφεῖν ἐπαιδεύετο, καὶ οἱ θηρίων  ἀγριώτεροι  πρὸς τὴν τῶν  ἀγγέλων  πολιτείαν  τὴν ἅμιλλαν ἐπεδείκνυντο,  καὶ ὅσην ἥλιος ἐφορᾷ γῆν, τοσαύτην ὁ λόγος ἐπέτρεχε μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν. Ἅπερ ἅπαντα ἐννοῶν ὁ Προφήτης ἔλεγε· Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. 

ςʹ. Εἰ δὲ βούλει  καὶ τὴν  μέλλουσαν  ἡμέραν  ἰδεῖν,  καὶ μαθεῖν  πῶς  καὶ ἐκείνη ἡμέρα  δυνάμεως  αὐτοῦ  ἐστιν,  ἐννόησον  ἡλίκον  ἐστὶν  ἰδεῖν  τὸν  οὐρανὸν συστελλόμενον,   καὶ  ἅπασαν  τὴν  φύσιν  τὴν  καταφθαρεῖσαν   ἀνισταμένην,   καὶ  τῷ
 νεύματι  παρισταμένους  ἅπαντας,  διάβολον  καταισχυνόμενον,  δαίμονας  κάτω κύπτοντας,  δικαίους  στεφανουμένους,  ἕκαστον  εὐθύνας  διδόντα  τῶν πεπλημμελημένων, τὰ βραβεῖα λαμβάνοντα  τῶν κατορθωμάτων,  ἑτέρας ζωῆς κατάστασιν  γινομένην.  Οὐκέτι γὰρ θάνατος,  καὶ νόσος, καὶ γῆρας, οὐκέτι  πενία,  καὶ ἐπήρειαι, καὶ ἐπιβουλαὶ, οὐκέτι οἰκήματα, καὶ πόλεις, καὶ τέχναι, καὶ ναυτιλίαι,  οὐκέτι ἱματίων περιβολὴ, καὶ σῖτα, καὶ ποτὰ, καὶ ὄροφοι, καὶ κλῖναι, καὶ τράπεζαι, καὶ λυχνίαι, οὐκέτι ἐπιβουλαὶ, καὶ μάχαι, καὶ δικαστήρια, οὐκέτι γάμοι, καὶ ὠδῖνες, καὶ τόκοι· ἀλλὰ ταῦτα πάντα ὥσπερ κόνις ἀποσοβουμένη καταλύεται, καὶ ἑτέρα τις ἀμείνων ζωῆς κατάστασις δίδοται, ἀφθαρσίας, ἀθανασίας, δυνάμεως πολλῆς τῷ σώματι χαριζομένης. Ἅπερ καὶ ὁ Παῦλος δηλῶν,  ἔλεγε· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Εἰ δὲ ἀπιστεῖς τοῖς εἰρημένοις, ἐπειδὴ μὴ ὁρᾷς αὐτὰ παρόντα, ἀπὸ τῶν παρόντων  εἰς τὰ περὶ τῶν μελλόντων λάμβανε τὴν ἀπόδειξιν. Ἔπελθε τῷ λόγῳ τὴν οἰκουμένην ἅπασαν, τὴν γῆν, τὴν θάλασσαν, τὴν Ἑλλάδα, τὴν βάρβαρον, τὴν οἰκουμένην,  τὴν ἀοίκητον, τὰς ἐν τῇ γῇ πόλεις, τὰς ἐν τῇ θαλάσσῃ νήσους, τὰ ὄρη, καὶ τὰς νάπας, καὶ ἰδὼν πανταχοῦ τὴν δύναμιν  τοῦ  Χριστοῦ διαλάμπουσαν,  . καὶ  πάντας  τὸ  τίμιον  ὄνομα ἀνακηρύττοντας,   ἀναλογίζου   πρὸς  ἑαυτὸν,  ὅτι    τοσαῦτα  δυνηθεὶς,  οὗτος  καὶ  τὰ μέλλοντα  ἐπηγγείλατο.  Εἰ δὲ καὶ ἀπὸ μέρους ἐθέλοις  λαμβάνειν  ἀπόδειξιν,  ἐννόησον τίνος ἕνεκεν ἡ οἰκουμένη συντρέχει ἅπασα τάφον ἰδεῖν σῶμα οὐκ ἔχοντα· ποία δύναμις ἕλκει τοὺς ἀπὸ τῶν περάτων τῆς γῆς, ὥστε ἰδεῖν ποῦ μὲν ἐτέχθη, ποῦ δὲ ἐτάφη, ποῦ δὲ ἐσταυρώθη· ἐννόησον αὐτὸν τὸν σταυρὸν, ὅσης δυνάμεώς ἐστι σημεῖον. Ὁ γὰρ σταυρὸς οὗτος  πρὸ τούτου  θάνατος  ἦν  ἐπάρατος,  θάνατος  ἐπονείδιστος,  θάνατος  ὁ πάντων αἴσχιστος.  Ἀλλ'  ἰδοὺ   νῦν   τῆς   ζωῆς   αὐτῆς   τιμιώτερος   γέγονε,   καὶ  διαδημάτων λαμπρότερος, καὶ πάντες ἐπὶ μετώπου αὐτὸν περιφέρομεν, οὐ μόνον οὐκ αἰσχυνόμενοι, ἀλλὰ  καὶ  ἐγκαλλωπιζόμενοι  τούτῳ.  Οὐ μὲν  ἰδιῶται  μόνον,  ἀλλὰ  καὶ  αὐτοὶ  οἱ  τὰ διαδήματα  περικείμενοι  ἐπὶ τοῦ μετώπου  ὑπὲρ τὰ διαδήματα  αὐτὸν  βαστάζουσι, καὶ μάλα  εἰκότως·  μυρίων  γὰρ  διαδημάτων   ἀμείνων.  Τὸ μὲν  γὰρ  διάδημα  καλλωπίζει κεφαλὴν,  ὁ δὲ σταυρὸς ἀσφαλίζεται  διάνοιαν.  Τοῦτο δαιμόνων  ἀμυντήριον,  τοῦτο τὸ διάδημα νοσημάτων ψυχῆς ἀναιρετικόν· τοῦτο ὅπλον ἀχείρωτον, τοῦτο τεῖχος ἄμαχον· τοῦτο   ἀσφάλεια   ἀκαταγώνιστος·    οὐ   βαρβάρων   ἐφόδους,   οὐ   πολεμίων    μόνον καταδρομὰς, ἀλλὰ  καὶ αὐτῶν  τῶν  ἀγρίων  δαιμόνων  διαλύον  τὰς φάλαγγας.  Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Ἕτερος. Ἐν ἁγίου εὐπρεπείᾳ. Ἄλλος, Ἐν δόξῃ ἁγίων. Ἔτι περὶ τῆς ἡμέραςδιαλέγεται  τῆς τε παρούσης τῆς τε μελλούσης. Λαμπρότητα δὲ ἐνταῦθα  τὸ κάλλος φησὶ τῶν ἁγίων. Τί μὲν λαμπρότερον Παύλου; τί δὲ περιφανέστερον Πέτρου; οἳ τὴν  οἰκουμένην  περιέτρεχον,  ὑπὲρ τὸν ἥλιον  λάμποντες,  τὰ σπέρματα τῆς εὐσεβείας καταβάλλοντες;  Ὡς γὰρ ἐξ οὐρανῶν ἄγγελοι καταβάντες, οὕτως ἦσαν πᾶσιν ἀπρόσιτοι. Τοῦτο δεικνὺς ὁ τὸ βιβλίον τῶν Πράξεων συνθεὶς, ἔλεγεν, ὅτι Οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς.  Καὶ γὰρ τὰ ἱμάτια  αὐτῶν  πολλῆς  ἔγεμε  χάριτος,  καὶ αἱ σκιαὶ τῶν  σωμάτων πολλὴν  ἐπεδείκνυντο  δύναμιν. Εἰ δὲ ἐνταῦθα τοιοῦτοι, ἐννόησόν μοι κατὰ τὴν ἡμέραν ἐκείνην,  ὅταν ἄφθαρτα σώματα λάβωσιν, ὅταν ἀθάνατα, ὅταν ὑπὲρ πᾶσαν ὁρωμένην λαμπρότητα ἀποστίλβοντα, τίνες ἔσονται οὗτοί τε καὶ οἱ τούτοις ἐοικότες προφῆται καὶ ἀπόστολοι, καὶ δίκαιοι, καὶ μάρτυρες, καὶ ὁμολογηταὶ, καὶ πάντες οἱ κατὰ τὴν ἀρίστην πολιτείαν  διαπρέψαντες  ἐν τῇ πίστει τῇ εἰς τὸν Χριστόν. Ἐννόησόν μοι τοὺς δήμους ἐκείνους, τὰς λαμπάδας, τὰς ἀκτῖνας, τὴν δόξαν, τὴν εὐπρέπειαν, τὴν φαιδρότητα, τὴν πανήγυριν.  Τίς ταῦτα παραστήσει; Λόγος μὲν οὐδείς· ἡ δὲ πεῖρα μόνη σαφῶς διδάξει τοὺς ἀξίους ταύτης γενέσθαι τῆς θεωρίας, τὴν λαμπρότητα  ἐκείνην. Ταυτὸν γὰρ οἶμαι
 συμβαίνειν, οἷον εἰ πολλοὶ  ἥλιοι ὑπὲρ τὸν οὐρανὸν ἔλαμψαν, ἢ εἰ συνεχεῖς ἀστραπαί· μᾶλλον δὲ ὅπερ ἂν εἴπω, φιλονεικῶν παραστῆσαι τὸ κάλλος ἐκεῖνο, οὐ δυνήσομαι κατ' ἀξίαν  εἰπεῖν.  Τὰ γὰρ παραδείγματα  ἅπαντα  ταῦτα  σωματικά· ἡ δὲ λαμπρότης,  καὶ ἡ δόξα, ἡ τότε μέλλουσα ἐκλάμπειν ἐκεῖ, ὑπὲρ ἅπαν τοιοῦτον κάλλος διαλάμψει. Οὐ γὰρ ἄφθαρτα  ἔσται  τὰ  σώματα  μόνον,  οὐδὲ  ἀθάνατα,  ἀλλὰ  .275 καὶ  δόξαν  ἄῤῥητον ἐνδύσεται  τότε. Ἐν ταῖς λαμπρότησι τῶν  ἁγίων.  Ἵνα μὴ φοβερὸν  ὄντα δείξῃ μόνον, δείκνυσιν  αὐτοῦ καὶ τὸ ἥμερον καὶ τὸ εὐεργετικὸν,  λέγων·  Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Καὶ τοῦτο τῆς ἐκείνου δυνάμεώς ἐστι, τὸ λαμπροὺς οὕτως ἐκείνους ποιῆσαι· ὅπερ καὶ Παῦλος δηλῶν  ἔλεγεν· Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως  ἡμῶν εἰς τὸ γενέσθαι συμμόρφους τῷ σώματι τῆς δόξης αὐτοῦ.

ζʹ. Εἶτα ἐπειδὴ μέγα εἶπε καὶ ἄφατον, ἐπήγαγε· Κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν ὑποτάξαι αὐτῷ τὰ πάντα. Μὴ ζήτει πῶς, φησὶ, καὶ τίνι τρόπῳ. ∆υνατὰ γὰρ αὐτῷ πάντα, ὅσα βούλεται. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν, Ἐν τῇ λαμπρότητι τῶν ἁγίων, ἀλλ', Ἐν ταῖς λαμπρότησιν; Ὅτι πολλὰ καὶ διάφορα τὰ βραβεῖα. Ἄλλη γὰρ δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη  δόξα ἀστέρων. Ἀστὴρ γὰρ ἀστέρος διαφέρει  ἐν δόξῃ· οὕτως ἔσται, φησὶ, καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Καὶ ὁ Χριστός· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου πολλαὶ μοναί εἰσι. ∆ιὰ τοῦτο ἡ λαμπρότης ἐκείνη τέλος οὐκ ἔχει. Οὐδὲ γὰρ εἴκει νυκτὶ, οὐδὲ παραχωρεῖ σκότῳ, ἀλλ' ἄφατος οὖσα καὶ μεγάλη, καὶ πολὺ ταύτην τὴν ὁρωμένην ὑπερβαίνουσα,  ἔτι  καὶ  τοῦτο  ἔχει  μέγιστον,  τὸ  πέρας  μὴ  δέχεσθαι,  ὅπερ  ἀφάτου δυνάμεώς ἐστι τοῦ βασιλέως, τὸ τὰ σώματα τὰ φθαρτὰ καὶ ἐπίκηρα εἰς τοσαύτην ἄγειν ἰσχὺν  καὶ  δύναμιν.  Εἶτα ἐπειδὴ  μεγάλα  τινὰ  εἶπε,  καὶ  ταῖς  ἐλπίσιν  ἐπτέρωσε  τὸν ἀκροατὴν, δείκνυσιν ὅτι εἰκότως ταῦτα γίνεται, ἐπειδὴ τηλικοῦτος ὁ κατορθῶν. Τίς δὲ ὁ κατορθῶν; Ὁ ὁμοούσιος τῷ Πατρί. Τοῦτο γὰρ δηλῶν ἐπήγαγεν· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ἀλλ' οἱ πρὸς τὴν ἑαυτῶν γνώμην  διαστρέφοντες τὰ εἰρημένα, περὶ τῆς κατὰ σάρκα ταῦτα γεννήσεως εἰρῆσθαί φασι. Πῶς οὖν, Πρὸ ἑωσφόρου; εἰπέ μοι. Τὴν νύκτα οὕτως εἶπε, καθ' ἣν ἐτίκτετο, ὅτι πρὸ τοῦ ὄρθρου ἐτέχθη. Ἀλλ' οὐ τοῦτο ἦν τὸ ζητούμενον εἰπεῖν, οὐδὲ ἱστορίας χάριν ἔλεγεν· ἄλλως δὲ οὐδὲ ἔχουσι δεῖξαι, ὅτι ὅπερ οἱ εὐαγγελισταὶ ἐδίδαξαν, τοῦτο εἶπον ἂν οἱ προφῆται οἱ συνεσκιασμένως τὰ πλείω φθεγγόμενοι.   Ἐνταῦθα  τοίνυν  τὸ,  Πρὸ ἑωσφόρου,  οὐ  πρὸ  τῆς  ἀνατολῆς  λέγει  τοῦ ἑωσφόρου, ἀλλὰ πρὸ τῆς φύσεως, πρὸ τοῦ γενέσθαι ἑωσφόρον. Οἶδε γὰρ ταῦτα ἡ Γραφὴ διαιρεῖν, ὅταν πρὸ φύσεως λέγῃ, καὶ ὅταν πρὸ ἐνεργείας· οἷον ὅταν λέγῃ· ∆εῖ φθάνειν τὸν ὄρθρον ἐπ' εὐχαριστίαν  σου, καὶ πρὸ ἀνατολῆς  φωτὸς  ἐντυγχάνειν σοι. Ἐνταῦθα γὰρ τὸν ὄρθρον λέγει. Οὐ γὰρ εἶπε, Πρὸ ἡλίου, ἀλλὰ, Πρὸ ἀνατολῆς· οὐ, Πρὸ τῆς φύσεως· οὐδὲν γὰρ πρὸ τῆς φύσεως τοῦ ἡλίου γέγονεν· ἀλλὰ, Πρὸ ἀνατολῆς τοῦ ἡλίου, ἵνα τὸν ὄρθρον ἐμφήνῃ. Ἀλλαχοῦ δὲ ὅτε πρὸ τῆς φύσεως αὐτοῦ λέγει, οὐ λέγει, Πρὸ ἀνατολῆς, ἀλλὰ, Πρὸ τοῦ ἡλίου· ὡς ὅταν λέγῃ· Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. Καὶ πρὸ τῆς  σελήνης  γενεὰς  γενεῶν.  Ὥσπερ οὖν  ἕτερον  τὸ, Πρὸ ἡλίου,  καὶ  ἕτερον  τὸ, Πρὸ ἀνατολῆς ἡλίου· τὸ μὲν γὰρ τὴν ἐνέργειαν  τοῦ ἡλίου, καὶ τὸν ὄρθρον δηλοῖ, τὸ δὲ τὴν φύσιν·  οὕτω  δὴ  καὶ  ἐνταῦθα  εἰ  ἐβούλετο  τὴν  νύκτα  δηλῶσαι,  οὐκ  ἂν  εἶπε,  Πρὸ ἑωσφόρου, ἀλλὰ, Πρὸ ἀνατολῆς ἑωσφόρου. Ἄλλως δὲ καὶ ὁ Χριστὸς τὸν ψαλμὸν τοῦτον οὐκ εἰς τὴν κατὰ σάρκα οἰκονομίαν, ἀλλ' εἰς τὴν . κατὰ Πνεῦμα γέννησιν ἔλαβεν. Εἰπὼν γὰρ τοῖς Ἰουδαίοις, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ, τίνος υἱός ἐστιν; ἐπειδὴ εἶπον, Τοῦ ∆αυῒδ, ἐπήγαγε τὸν ψαλμὸν, λέγων· Πῶς οὖν ∆αυΐδ φησιν, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; Εἰ οὖν Κύριος αὐτοῦ ἐστι, πῶς ὑμεῖς λέγετε, ὅτι υἱὸς αὐτοῦ  ἐστι; Τί οὖν ἐστι τὸ λεγόμενον; Τὸ γνήσιον τῆς γεννήσεως παρέστησεν ἐνταῦθα. Τί οὖν; πρὸ τοῦ ἑωσφόρου μόνον ἐστίν; Οὐδαμῶς. Ἐπεὶ καὶ ἀλλαχοῦ  φησι· Πρὸ τῆς σελήνης ὁ θρόνος αὐτοῦ. Καὶ οὐ πρὸ τῆς σελήνης μόνον, ἐπεὶ καὶ περὶ τοῦ Πατρὸς λέγει· Πρὸ τοῦ ὄρη γενηθῆναι,  καὶ πλασθῆναι  τὴν γῆν, καὶ τὴν οἰκουμένην,  καὶ ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. Οὐκ ἀπὸ τοῦ αἰῶνος μόνον, ἀλλὰ καὶ πρὸ τοῦ αἰῶνος· οὐδὲ γὰρ ἕως τοῦ αἰῶνος,  ἀλλ' ἀπείρως  ἐστί. Μὴ δὴ πρόσπταιε ταῖς λέξεσιν, ἀλλὰ  θεοπρεπῶς δέχου τὴν ἔννοιαν.  Καὶ ὅρα Προφήτου σοφίαν. Ἀρχόμενος τοῦ ψαλμοῦ, οὐκ ἐντεῦθεν ἤρξατο·  Ἐκ γαστρὸς  πρὸ  ἑωσφόρου  ἐγέννησα  σε· ἀλλὰ  πρότερον  δείξας  αὐτοῦ  τὰ κατορθώματα,  καὶ διὰ τῶν  ἔργων  ἀνακηρύξας  αὐτὸν, ὕστερον ἀπὸ κυρίου δείκνυσιν αὐτοῦ  τὴν  ἀξίαν.  Οὕτω καὶ  αὐτὸς  ἔλεγεν· Εἰ οὐ ποιῶ  τὰ ἔργα τοῦ  Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε· ἵνα μαθὼν, ὅτι ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς, ὁ Κύριος καλούμενος ὡς ὁ Πατὴρ, ὁ μεθ' ἑαυτοῦ τὴν ἀρχὴν ἔχων, ὁ λαμπρότητα τοιαύτην ἐργαζόμενος, ὁ μεταξὺ τῶν ἐθνῶν κατακυριεύων, μὴ θορυβηθῇς, ἐὰν ἀκούσῃς, ὅτι οὗτος Υἱός ἐστι καὶ πρὸ τῆς κτίσεως ἁπάσης. Θαυμάζειν δὲ ἄξιον τὸν Προφήτην, πῶς τὰ μὲν ἐκ προσώπου τοῦ Θεοῦ, τὰ δὲ ἐκ προσώπου αὐτοῦ φθέγγεται.  Τὸ μὲν  γὰρ,  Κάθου ἐκ  δεξιῶν  μου,  καὶ  τὸ,  Ἐκ γαστρὸς  πρὸ  ἑωσφόρου ἐγέννησά σε, ἅπερ ἐστὶν ὑψηλότερα αὐτοῦ, αὐτὸν εἰσάγει τὸν Θεὸν λέγοντα· τὰ δὲ ἄλλα αὐτὸς διηγεῖται. Σκόπει δὲ καὶ πόσῃ κέχρηται οἰκειότητι τῆς λέξεως. Ἤρκει μὲν γὰρ καὶ τὸ εἰπεῖν, Ἐγέννησά σε· ἀλλὰ διὰ τοὺς χαμαὶ βαδίζοντας, ἵνα τὸ γνήσιον παραστήσῃ, καὶ ταύτης  ἐμνημόνευσε  τῆς  ῥήσεως. Καὶ καθάπερ  λέγων  χεῖρα, οὐχ  ἵνα  ὑποπτεύσωμεν χεῖρα, λέγει, ἀλλὰ τὴν δημιουργικὴν  δύναμιν· οὕτω καὶ γαστρὸς ἐμνημόνευσεν, ἵνα τὸ γνήσιον τῆς γεννήσεως παραστήσῃ.

ηʹ. Εἶτα βουλόμενος τὴν προφητείαν ἐν σχήματι δικαστοῦ συνθεῖναι, πρὸς αὐτὸν τὴν  λαλιὰν  ποιεῖται,  ὅπερ  σφοδροτάτης  ἀγάπης  ἦν  καὶ  χαρᾶς  ὑπερβαλλούσης,  καὶ ψυχῆς  σφόδρα κατόχου θείῳ Πνεύματι γινομένης.  Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Ὁρᾷς πῶς πάλιν ἐπὶ  τὸ ταπεινότερον  τὸν  λόγον  ἄγει,  ποτὲ  μὲν  περὶ τῆς  θεότητος,  ποτὲ  δὲ περὶ τῆς ἀνθρωπότητος  διαλεγόμενος; ὅπερ καὶ  οἱ εὐαγγελισταὶ  ποιοῦσιν,  ἵνα  ἑκατέρωθεν  ἡ ἀκρίβεια τῶν δογμάτων διατηρῆται. Καὶ διὰ τί εἶπε, Κατὰ τὴν τάξιν Μελχισεδέκ; Καὶ διὰ τὰ  μυστήρια,  ὅτι  κἀκεῖνος   ἄρτον  καὶ  οἶνον   προσήνεγκε  τῷ  Ἀβραὰμ,  καὶ  διὰ  τὸ ἐλευθέραν  εἶναι  τοῦ νόμου  ταύτην  τὴν  ἱερωσύνην,  καὶ διὰ τὸ ἀτελεύτητον, καθάπερ καὶ Παῦλός φησι, καὶ ἄναρχον. Ὅπερ γὰρ ἐκεῖνος εἶχεν ἐν ταῖς σκιαῖς, τοῦτο ἐν τῇ ἀληθείᾳ γέγονεν ἐπὶ τοῦ Ἰησοῦ· καὶ καθάπερ τὰ ὀνόματα προέτρεχεν, ὡς Ἰησοῦς, ὡς Χριστὸς, οὕτω καὶ τοῦτο. Οὔτε ἀρχὴν οὖν ἡμερῶν φαίνεται  ἔχων,  οὔτε ζωῆς τέλος ὁ Μελχισεδὲκ, οὐ τῷ μὴ ἔχειν,  ἀλλὰ  τῷ μὴ γενεαλογηθῆναι. Ὁ δὲ Ἰησοῦς οὐδὲ ἀρχὴν ἡμερῶν  ἔσχεν, οὔτε ζωῆς τέλος, οὐ κατὰ τοῦτον  τὸν τρόπον, ἀλλὰ  τῷ καθ'  ὅλου μὴ εἶναι ἐπ' αὐτοῦ ἀρχὴν χρονικὴν, μηδὲ τέλος. Τὸ μὲν γὰρ ἦν σκιὰ, τὸ δὲ ἀλήθεια. Ὥσπερ οὖν, Ἰησοῦς, ἀκούων, οὐ τὸν ἀληθῶς Ἰησοῦν ὑποπτεύεις, ἀλλὰ τοῦ ὀνόματος τὸν τύπον δέχῃ μόνον, καὶ οὐδὲν πλέον ἐπιζητεῖς· οὕτω καὶ ἀκούων τὸν Μελχισεδὲκ ἄναρχον καὶ ἀτελεύτητον, μὴ ἐν τῇ τῶν πραγμάτων ἀληθείᾳ αὐτὸν ζήτει, ἀλλ' ἀρκοῦ τῇ προσηγορίᾳ μόνῃ,  τὴν  δὲ ἀλήθειαν  ἐπὶ  τοῦ  Χριστοῦ καταμάνθανε.  Ὅρκον δὲ ὅταν  ἀκούσῃς, μὴ ὅρκον νόμιζε. Ὥσπερ γὰρ θυμὸς, οὐ θυμὸς ἐπὶ Θεοῦ, ἀλλὰ τὸ τιμωρητικὸν, καὶ οὐ πάθος ἐστίν· οὕτως οὐδὲ ὅρκος. Οὐ γὰρ ὄμνυσι Θεὸς, ἀλλὰ τὸ πάντως  ἐσόμενον λέγει Εἰπὼν τοίνυν τὴν λαμπρότητα τῶν ἁγίων, τὸ τεθῆναι τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ, τὴν  ἡμέραν τῆς δυνάμεως,  λέγει  καὶ τὰ παρόντα  λοιπόν.  Καὶ ὅρα οἵαν ποιεῖται  τάξιν  τῷ λόγῳ,  τὸν  σκληρὸν  ἀκροατὴν  καταμαλάσσων.  Πρότερον γὰρ φοβήσας τῷ  λόγῳ  τῆς κρίσεως, καὶ τὸ δυσένδοτον αὐτοῦ μαλάξας, οὕτω καὶ τὸν περὶ τῶν παρόντων  εἰσάγει λόγον. ∆ιὰ τοῦτο καὶ τοιαύτην  ποιεῖται τὴν μίξιν. Σκόπει δέ· Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον  τῶν  ποδῶν  σου. Τοῦτο  τῶν  μελλόντων·  εἶτα  τὰ  παρόντα·  Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος ἐκ Σιών· καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου· εἶτα τὰ μέλλοντα·  Μετὰ σοῦ ἡ ἀρχὴ, ἐν ἡμέρᾳ τῆς δυνάμεώς  σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Εἶτα πάλιν τὰ παρόντα, οὐκέτι τιμωρίαν ἔχοντα, ἀλλ' εὐεργεσίαν· Σὺ ἱερεὺς εἰς  τὸν  αἰῶνα   κατὰ  τὴν   τάξιν   Μελχισεδέκ.  Τοῦτο  γὰρ  ἁμαρτίας  ἀναίρεσις,  καὶ καταλλαγὴ  πρὸς Θεόν. Εἶτα ἐπιμείνας  αὐτοῖς  ὅσον ἠβούλετο,  πάλιν  τῆς  οἰκονομίας ἅπτεται, ἐπὶ τὸ ταπεινότερον  τὸν λόγον μετασχηματίζων,  καὶ λέγων· Κύριος ἐκ δεξιῶν σου. Καίτοι ἄνω ἔλεγεν, ὅτι αὐτὸς κάθηται ἐν δεξιᾷ τοῦ Πατρός. Ὁρᾷς πῶς οὐχ ἁπλῶς χρὴ ταῖς λέξεσι παρακαθῆσθαι; Τί ἐστι, Κύριος ἐκ δεξιῶν  σου; Ἐπειδὴ τῆς οἰκονομίας ἥψατο, ἐπὶ τὴν σάρκα τὸν λόγον τρέπει τὴν βοήθειαν δεχομένην. Ὁρᾶται γὰρ ἀγωνιῶν, καὶ ἱδρῶν, καὶ οὕτως ἱδρῶν, ὡς καὶ θρόμβους καταῤῥεῖν, καὶ ἐνισχυόμενος. Τοιαύτη γὰρ τῆς σαρκὸς ἡ φύσις. Συνθλάσει ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. Οὐκ ἄν τις ἁμάρτοι τοῦτο καὶ περὶ τῶν παρόντων  λέγων  τῶν ἐπανισταμένων τῇ Ἐκκλησίᾳ, καὶ περὶ τῶν μελλόντων δώσειν  εὐθύνας,  ὑπὲρ ὧν  ἥμαρτον  καὶ ἠσέβησαν. Κρινεῖ ἐν  τοῖς  ἔθνεσι, πληρώσει  πτώματα.  Τί ἐστι,  Κρινεῖ ἐν  τοῖς  ἔθνεσι;  ∆ικάσει, φησὶ,  κατακρινεῖ  τοὺς δαίμονας. Καὶ ὅτι ἔκρινεν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβληθήσεται ἔξω. Καὶ ἀλλαχοῦ· Κἀγὼ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Εἰ δὲ αἰσθητικωτέρᾳ τῇ λέξει κέχρηται, μὴ προσπταίσῃς. Ἔθος γὰρ τῇ Γραφῇ τοῦτο. Συνθλάσει κεφαλὰς  ἐπὶ .278 γῆς πολλῶν.  Εἰ μὲν κατὰ ἀναγωγὴν  βούλοιο  τοῦτο δέχεσθαι, τὴν  ἀπόνοιαν  εἴποι τις ἂν ὅτι καθελεῖ· εἰ δὲ καὶ αἰσθητῶς, τὴν συμφορὰν τὴν Ἰουδαϊκὴν, οὓς ἀπώλεσεν ἄρδην μετὰ πολλῆς τῆς σφοδρότητος. Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται. Ἐνταῦθα δείκνυσι τὸ ταπεινὸν  τῆς διαίτης, τὸ εὐτελὲς τῆς διαγωγῆς, ὅτι δὴ οὐ σοβῶν, οὐδὲ δορυφόρους ἔχων, οὐδὲ φαντασίαν τινὰ περικείμενος  αἰσθητὴν  ταῦτα ἔπραττεν, ἀλλὰ λιτὸν  βίον μετιὼν,  καὶ τοιοῦτον,  ὡς ἐκ χειμάῤῥου πίνειν. Οἵα γὰρ ἦν αὐτῷ ἡ τράπεζα, τοιοῦτον καὶ τὸ ποτόν. Ἡ τράπεζα ἄρτοι κρίθινοι, τὸ ποτὸν ὕδωρ ἀπὸ τοῦ χειμάῤῥου. Τὴν γὰρ φιλόσοφον  ταύτην δίαιταν ἦλθε διδάξων, γαστρὸς κρατεῖν, φαντασίαν  πατεῖν, τῦφον  ἀποστρέφεσθαι. Εἶτα δεικνὺς τῆς ζωῆς τὸ κέρδος, τοῦτο ἐπήγαγε· ∆ιὰ τοῦτο ὑψώσει κεφαλήν. Τῆς γὰρ ταπεινοφροσύνης καὶ τοῦ σκληροῦ βίου οὗτος ὁ καρπός.

θʹ. Ταῦτα δὲ οὐ περὶ τῆς θεότητος εἴρηται, ἀλλὰ περὶ τῆς σαρκὸς τῆς πινούσης ἐκ χειμάῤῥου, τῆς ὑψωθείσης. Οὐ μόνον  γὰρ οὐδὲν αὐτὴν  παρέβλαψεν  αὕτη ἡ εὐτέλεια, ἀλλὰ καὶ πρὸς ὕψος ἀνήγαγεν ἄφατον. Καὶ σὺ τοίνυν, ὦ ἀγαπητὲ, ἔχων τὰ ὑποδείγματα, τὸν μὲν φλεγμαίνοντα καὶ φαντασίας γέμοντα βίον ἀτίμαζε· τὸν δὲ εὐτελῆ καὶ ἐσχεδιασμένον δίωκε, εἴ γε βούλει λαμπρός τις εἶναι καὶ μέγας. Καὶ γὰρ ὁ ∆εσπότης σου διὰ τοῦτο ἦλθεν, ἵνα ταύτην σε διδάξῃ τὴν ὁδόν. ∆ιά τοι τοῦτο καὶ ὁ προφήτης εἰπὼν τὰ κατορθώματα, ἐπήγαγε τοῦτο αὐτὸ, μονονουχὶ  λέγων· Ἀκούσας νίκην καὶ τρόπαια, μὴ ἔλπιζε  ὅπλα  καὶ  στρατιώτας,  καὶ  ἅρματα,  καὶ  ἵππους,  καὶ  ἱππέας,  καὶ  ὁπλίτας,  καὶ θορύβους, καὶ ταραχὰς ἰδεῖν. Οὕτω ταπεινός ἐστιν ὁ ταῦτα κατορθῶν, οὕτω συνεσταλμένος,  ὡς  ἐκ  χειμάῤῥου  πίνειν  ὕδωρ·  ἀλλ'  ὅμως  οὗτος    τοιοῦτος  ταῦτα ἅπαντα ἀνύσει. Ἀκουέτωσαν οἱ τὰς Συβαριτικὰς ἔχοντες τραπέζας, καὶ τὰ ἐδέσματα, καὶ  πᾶν εἶδος καρυκείας ἐπινοοῦντες, καὶ ποικίλα μαγείρων γένη πανταχόθεν  συλλέγοντες, καὶ ναύτας καὶ κυβερνήτας καὶ κωπηλάτας καταλέγοντες,  ἵνα ξένα τινὰ γένη καὶ οἴνου καὶ μύρων καὶ τῆς ἄλλης βλακείας κομίσωσι, καὶ πρὸς αὐτὸ ἑαυτοὺς καταποντίσωσι τὸ βάραθρον,  καὶ  πάντων   γένωνται   ταπεινότεροι.  Οὔτε γὰρ  ὑψηλὸν  εἴωθε  ποιεῖν  τὸ πλειόνων  δεῖσθαι, οὔτε ταπεινὸν  τὸ ὀλίγων  εἶναι ἐν χρείᾳ. Καὶ εἰ βούλεσθε, ἑκατέρων τὴν εἰκόνα ἀναπλάσωμεν,  καὶ ἔστω τις πολλοὺς  ἔχων τοὺς πανταχόθεν  χορηγοῦντας, καὶ ναύτας καὶ κυβερνήτας, καὶ χειροτέχνας καὶ οἰκέτας, καὶ ὑφάντας καὶ ποικιλτὰς, καὶ βουκόλους καὶ ποιμένας, καὶ ἱπποκόμους καὶ ἱπποφορβοὺς, καὶ πολλὴν ἐν ἅπασιν ἐχέτω τὴν θεραπείαν· ἕτερος δὲ μηδενὸς τούτων ἀπολαυέτω, ἀλλ' ἄρτου μόνου καὶ ὕδατος καὶ ἱματίου ψιλοῦ· τίς ἐν τούτοις ὁ ὑψηλός; τίς δὲ ὁ ταπεινός; Οὐκ εὔδηλον, ὅτι ὁ τὸ ἱμάτιον μόνον  ἔχων; Οὗτος μὲν  γὰρ καὶ  αὐτοῦ  τοῦ  βασιλεύοντος  καταφρονῆσαι  δυνήσεται· ἐκεῖνος δὲ πάντων τῶν ταῦτα παρεχόντων  δοῦλός ἐστιν, ὑποκύπτων, κολακεύων, θεραπεύων ἅπαντας, δεδοικὼς μή τις αὐτὸν καταλιπὼν  εἰς τὰ καίρια βλάψῃ· οὐδὲν γὰρ οὕτω ποιεῖ δοῦλον, ὡς τὸ πολλῶν δεῖσθαι· ὥσπερ οὖν ἐλεύθερον, ὡς τὸ τῆς χρείας εἶναι μόνης. Τοῦτο καὶ ἐπ' .279 ἀλόγων ἴδοι τις ἄν. Τί γὰρ ὄφελος ὄνῳ βαλλομένῳ μεγέθει φορτίων,  κἂν  μυριάκις  αὐτῶν  ἀπολαύῃ;  τί  δὲ βλάβος  ἑτέρῳ  τούτων  ἀπηλλαγμένῳ πάντων,  ἂν τῆς ἀναγκαίας  ἀπολαύῃ  τροφῆς; ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ὑψηλοὺς  τοὺς ἑαυτοῦ κατασκευάζων μαθητὰς, ἅτε μέλλοντας  τῇ οἰκουμένῃ διαλέξεσθαι πάσῃ, πασῶν αὐτοὺς ἀπήλλαξε  φροντίδων,  πτερωτοὺς  ἐργαζόμενος,  καὶ ἀδάμαντος  εὐτονωτέρους. Οὐδὲν γὰρ οὕτως ἰσχὺν ἐντίθησι ψυχῇ, ὡς τὸ τούτων ἀπηλλάχθαι· οὐδὲν οὕτως ἀσθενῆ ποιεῖ,  ὡς  τὸ τούτοις  ἐνέχεσθαι.  Ὥσπερ γὰρ οὐκ ἔστι λύπην  εὑρεῖν  ἐνταῦθα  ταχέως, οὕτως ἐκεῖ ἡδονήν. Ὁ μὲν γὰρ πολλοὺς ἔχει δεσπότας καὶ δεσποίνας ἀνημέρους τινὰς καὶ  ἀπανθρώπους·  ὁ δὲ δουλεύει  μὲν  οὐδενὶ,  κρατεῖ  δὲ ἁπάντων,  μετὰ  πολλῆς  τῆς ἀδείας, καὶ τῆς ἀκτῖνος  ἀπολαύων,  καὶ τῷ ἀέρι ἐντρυφῶν,  καὶ τὸν διενοχλοῦντα οὐκ ἔχων. Οὐ θυμὸς σπαράσσει τοῦτον, οὐ φθόνος, οὐ βασκανία, οὐ φροντίδες τήκουσιν, οὐ ζηλοτυπίαι,  οὐ κενοδοξία,  οὐ τῦφος,  οὐκ ἄλλο  τῶν  τοιούτων  οὐδέν· ἀλλ' ὥσπερ τις λιμὴν εὐδιεινὸς κυμάτων ἀπηλλαγμένος,  οὕτως αὐτῷ τὰ τῆς ψυχῆς διάκειται, καὶ πρὸς τὸν οὐρανὸν  εὐκόλως  ὁδεύει, οὐδενὶ  τῶν  παρόντων  κατεχόμενος.  Ἵν' οὖν καὶ ἡμεῖς ταύτης  ἀπολαύωμεν  τῆς  ἀδείας,  καὶ  τῆς  κατὰ  τὸν  παρόντα  βίον  εὐθυμίας,  καὶ  τῆς εὐκολίας τῆς κατὰ τὴν ἀποδημίαν, τοῦτον διώκωμεν  τὸν βίον, ὥστε καὶ τῶν αἰωνίων ἀγαθῶν  ἀπολαῦσαι,  τῶν  ὑπερβαλλόντων ἅπαντα  λόγον,  καὶ νοῦν,  καὶ διάνοιαν,  ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 


Η ηλεκτρονική επεξεργασία  επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο

©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
 http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |