ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΛΑʹΕἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν

Πέμπτη 27 Οκτωβρίου 2016

ΛΑʹΕἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν



Ιωάννης Χρυσόστομος
Πρός Εβραίους
Τόμος 63

ΛΑʹΕἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.

αʹ. Πολλὰ  μὲν  ἔστι  τὰ  χαρακτηρίζοντα  τὸν  Χριστιανισμὸν, μᾶλλον  δὲ πάντων καὶ κρεῖττον ἁπάντων ἡ πρὸς ἀλλήλους ἀγάπη καὶ ἡ εἰρήνη. ∆ιὰ τοῦτο καὶ ὁ Χριστός φησιν· Εἰρήνην τὴν  ἐμὴν  δίδωμι  ὑμῖν· καὶ πάλιν,  Ἐν τούτῳ  γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος νῦν φησιν· Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, τουτέστι, τὴν σεμνότητα, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ. Καθάπερ ὁδόν τινα μακρὰν ὁδευόντων  ἐν συνοδίᾳ πολλῇ, βλέπετε, φησὶ, μή τις ἀπέμεινεν· οὐ γὰρ τοῦτο ζητῶ μόνον, ἵνα ὑμεῖς παραγένησθε, ἀλλ' ἵνα καὶ τοὺς ἄλλους ἐπισκοπῆτε. Μή τις ὑστερῶν, φησὶν, ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ. Χάριν τοῦ Θεοῦ τὰ μέλλοντα καλεῖ ἀγαθὰ, τὴν πίστιν τὴν εὐαγγελικὴν, τὴν ἀρίστην πολιτείαν· πάντα γὰρ τῆς τοῦ Θεοῦ χάριτός ἐστι. Μὴ οὖν μοι εἴπῃς, ὅτι εἷς ἐστιν ὁ ἀπολλύμενος· καὶ δι' ἕνα ὁ Χριστὸς ἀπέθανε. ∆ι' ἔνα ὁ Χριστὸς ἀπέθανε, 


σὺ δὲ οὐ φροντίζεις; Ἐπισκοποῦντες, φησί· τουτέστιν, ἀκριβῶς ἐρευνῶντες, ἐπισκεπτόμενοι, καταμανθάνοντες, ὅπερ ἐστὶν ἐπὶ τῶν ἀσθενῶν, καὶ διὰ πάντων ἐξετάζοντες, [καταμανθάνοντες].   Μή  τις  ῥίζα  πικρίας  ἄνω   φύουσα  ἐνοχλῇ.   Τοῦτο  ἐν  τῷ ∆ευτερονομίῳ κεῖται· ἔλαβε δὲ αὐτὸ ἀπὸ μεταφορᾶς τῶν φυτῶν. Μή τις ῥίζα, φησὶ,πικρίας· ὃ καὶ ἀλλαχοῦ  γράφων  λέγει,  Μικρὰ ζύμη ὅλον  τὸ φύραμα ζυμοῖ. Οὐκ ἐκείνου μόνον ἕνεκεν τοῦτο, φησὶ, βούλομαι, ἀλλὰ καὶ διὰ τὴν ἐξ αὐτοῦ γινομένην βλάβην. Τουτέστι, κἂν ᾖ τις ῥίζα τοιαύτη, μηδεμίαν βλάστην ἀφῇς ἀνελθεῖν,  ἀλλ' ἐκκοπτέσθω,  ὥστε μὴ φέρειν  τοὺς  οἰκείους  καρποὺς, ὥστε μὴ καὶ  τοὺς  ἄλλους μολύνειν καὶ μιαίνειν. Μή τις γὰρ, φησὶ, ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης μιανθῶσι  πολλοί. Καὶ εἰκότως  πικρὰν τὴν ἁμαρτίαν ἐκάλεσεν· οὐδὲν γὰρ ὄντως  ἁμαρτίας  πικρότερον·  καὶ  ἴσασιν οἱ  μετὰ  τὸ  πρᾶξαι  ὑπὸ  τοῦ  συνειδότος τηκόμενοι, οἱ πικρίαν πολλὴν ὑπομένοντες· πικροτάτη γὰρ οὖσα διαστρέφει αὐτὸ τὸ λογιστικόν.  Τοιαύτη ἡ τοῦ πικροῦ φύσις, ἔστιν ἀνόνητος.  Καὶ καλῶς  εἶπε· Ῥίζα πικρίας. Οὐκ εἶπε, Πικρὰ, ἀλλὰ, Πικρίας· τὴν μὲν γὰρ πικρὰν ῥίζαν ἔστι καρποὺς ἐνεγκεῖν  γλυκεῖς,  τὴν  δὲ πικρίας  ῥίζαν  καὶ  πηγὴν  καὶ  ὑπόθεσιν· οὐκ  ἔστι ποτὲ γλυκὺν ἐνεγκεῖν καρπόν· πάντα γάρ ἐστι πικρὰ, οὐδὲν ἔχει ἡδὺ, πάντα πικρὰ, πάντα ἀηδῆ, πάντα μίσους καὶ βδελυγμίας γέμοντα. Καὶ δι' αὐτῆς, φησὶ, μιανθῶσι πολλοί. Τουτέστιν, Ἵνα  μὴ  τοῦτο  γένηται,  τοὺς  ἀσελγεῖς  ἐκκόπτετε.  Μή τις  πόρνος,  ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὑτοῦ. Καὶ ποῦ πόρ νος ἦν ὁ Ἡσαῦ; Οὐ τοῦτο ἐνταῦθά φησιν, ὅτι πόρνος ἦν ὁ Ἡσαῦ, ἀλλὰ πρὸς ἀντιδιαστολὴν  κεῖται τοῦ, Τὸν ἁγιασμὸν διώκετε· τὸ δὲ, Βέβηλος, ὡς πρὸς ἐκεῖνον εἴρηται. Μή τις οὖν ἔστω ὡς ὁ Ἡσαῦ, βέβηλος, τουτέστι, γαστρίμαργος, ἀκρατὴς, κοσμικὸς,  τὰ   πνευματικὰ   ἀπεμπολῶν.   Ὃς  ἀντὶ   βρώσεως   μιᾶς   ἀπέδοτο   τὰ πρωτοτόκια αὑτοῦ. Τουτέστιν, ὃς τὴν παρὰ τοῦ Θεοῦ τιμὴν ταύτην διὰ τῆς οἰκείας ῥᾳθυμίας ἀπέδοτο, καὶ μικρᾶς ἡδονῆς χάριν τὴν μεγίστην τιμὴν καὶ δόξαν ἀπώλεσε. Τοῦτο οἰκείως πρὸς αὐτοὺς, τοῦτο βδελυροῦ, τοῦτο ἀκαθάρτου. Ὥστε οὐχ ὁ πόρνος ἀκάθαρτος μόνον, ἀλλὰ καὶ ὁ γαστρίμαργος, ὅς ἐστι τῆς γαστρὸς δοῦλος. Καὶ γὰρ καὶ οὗτος ἑτέρας ἐστὶν ἡδονῆς δοῦλος, ἀναγκάζεται πλεονεκτεῖν, ἀναγκάζεται ἁρπάζειν, μυρία ἀσχημονεῖν, δοῦλος ὢν τοῦ πάθους ἐκείνου, καὶ βλασφημεῖ πολλάκις. Οὗτος οὐδενὸς ἄξια εἶναι ἐνόμισε τὰ πρωτοτόκια. ∆ιὸ καὶ προνοῶν  τῆς ἀναπαύσεως τῆς προσκαίρου, καὶ  μέχρι  τῶν  πρωτοτοκίων  ἔφθασεν.  Ὥστε ἡμῶν  τὰ  πρωτοτόκια λοιπὸν, οὐχὶ Ἰουδαίων. Ἅμα δὲ καὶ πρὸς τὸ πάθος αὐτῶν τοῦτο συμβάλλεται· μονονουχὶ  τοῦτο γὰρ διὰ τούτου αἰνίττεται,  ὅτι ὁ πρῶτος ὕστερος γέγονε,  καὶ ὁ δεύτερος πρῶτος· οὗτος διὰ καρτερίαν πρῶτος, ἐκεῖνος διὰ ῥᾳθυμίαν ὕστερος. Ἴστε γὰρ, φησὶν, ὅτι καὶ μετέπειτα θέλων  κληρονομῆσαι τὴν εὐλογίαν,  ἀπεδοκιμάσθη· μετανοίας  γὰρ τόπον οὐχ εὗρε, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.

βʹ. Τί δὴ τοῦτό ἐστιν; ἆρα μὴ τὴν μετάνοιαν ἐκβάλλει; Οὐδαμῶς. Ἀλλὰ πῶς, φησὶ, μετανοίας τόπον οὐχ εὗρεν; εἰ γὰρ κατέγνω  ἑαυτοῦ, εἰ ἀνῴμωξε μέγα, διὰ τί οὐχ εὗρε τόπον μετανοίας; Ὅτι οὐκ ἦν μετανοίας τὸ πρᾶγμα. Ὥσπερ γὰρ ἡ λύπη τοῦ Κάϊν οὐκ ἦν μετανοίας, καὶ ὁ φόνος ἔδειξεν· οὕτω καὶ ἐνταῦθα οὐκ ἦν μετανοίας τὰ ῥήματα, καὶ μετὰ ταῦτα ὁ φόνος  ἔδειξε· καὶ γὰρ καὶ αὐτὸς τῇ προαιρέσει ἀνεῖλε  τὸν  Ἰακώβ. Ἐγγίσουσι γὰρ, φησὶν, αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, καὶ ἀποκτενῶ Ἰακὼβ τὸν ἀδελφόν μου. ∆ιὰ τοῦτο οὐκ ἴσχυσε τὰ δάκρυα μετάνοιαν αὐτῷ δοῦναι. Καὶ οὐκ εἶπε, Μετανοίας, ἁπλῶς, ἀλλὰ, Καὶ μετὰ δακρύων ἐκζητήσας, μετανοίας τόπον οὐχ εὗρε. Τί δήποτε; Ὅτι οὐ μετενόησεν ὃν ἔδει τρόπον· τοῦτο γάρ ἐστι μετάνοια· οὐ μετενόησεν ὡς ἐχρῆν. Ἐπεὶ πῶς ταῦτα ἔλεγε; πῶς νωθροὺς γενομένους παρεκάλει πάλιν; πῶς χωλοὺς  γενομένους;  πῶς παραλυθέντας;  πῶς παρειμένους; τοῦτο γὰρ ἀρχὴ πτώσεώς ἐστιν. Ἐμοὶ δοκεῖ αἰνίττεσθαί  τινας  ἐν αὐτοῖς πόρνους, οὐ μέντοι βούλεσθαι ἐλέγχειν αὐτοὺς τέως, ἀλλὰ προσποιεῖται ἄγνοιαν, ἵνα διορθώσωνται. ∆εῖ γὰρ πρῶτον μὲν ἄγνοιαν ὑποκρίνεσθαι, μετὰ δὲ ταῦτα, ὅταν ἐπιμένωσι, τότε καὶ τὸν ἔλεγχον ἐπάγειν, ὥστε μὴ ἀπαναισχυντῆσαι. Ὅπερ καὶ Μωϋσῆς ἐποίησεν ἐπὶ Ζαμβρὶ καὶ τῆς Χασβίτιδος. Μετανοίας γὰρ, φησὶ, τόπον οὐχ εὗρεν. Οὐχ εὗρε μετάνοιαν, ἢ ὅτι μετανοίας μείζονα ἥμαρτεν, ἢ ὅτι μετάνοιαν  ἀξίαν οὐκ ἐπεδείξατο. Ἔστιν ἄρα ἁμαρτήματα με  τανοίας μείζονα. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μὴ πέσωμεν πτῶμα ἀνίατον· ἕως ἂν ᾖ χωλεία τὸ πρᾶγμα, εὔκολον γενέσθαι ὀρθόν· ἐὰν δὲ ἐκτραπῶμεν, τί  ἔσται  λοιπόν;  Τοῖς  μὲν  γὰρ  μηδέπω  πεσοῦσιν  οὕτω  διαλέγεται,   τῷ  φόβῳ συγκροτῶν  αὐτοὺς,  καί φησιν  ὅτι  οὐκ ἔστι πεσόντα  παραμυθίας  τυχεῖν·  τοῖς  δὲ πεσοῦσιν, ὥστε μὴ εἰς ἀπόγνωσιν ἐμπεσεῖν, τἀναντία παραινεῖ, οὕτω λέγων· Τεκνία μου, οὓς πάλιν  ὠδίνω,  ἄχρις οὗ μορφωθῇ  Χριστὸς ἐν ὑμῖν· καὶ πάλιν, Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Ἰδοὺ μαρτυρεῖ ὅτι ἐξέπεσον. Ὁ μὲν γὰρ ἑστὼς, ἀκούων  ὅτι πεσόντα οὐκ ἔστι συγγνώμης  τυχεῖν,  σφοδρότερος ἔσται, καὶ ἀσφαλέστερος περὶ τὴν στάσιν· ἂν μέντοι καὶ περὶ τὸν πεπτωκότα τῇ αὐτῇ χρήσῃ σφοδρότητι, οὐδέποτε ἀναστήσεται· ποίᾳ γὰρ ἐλπίδι τὴν μεταβολὴν ἐπιδείξεται; Οὐ μόνον δέ φησιν, Ἐδάκρυσεν, ἀλλὰ καὶ, Ἐξεζήτησεν· οὐ τοίνυν ἐκβάλλει μετάνοιαν, λέγων,  Μετανοίας τόπον οὐχ εὗρεν· ἀλλ' ἀσφαλίζεται αὐτοὺς μᾶλλον  διὰ τούτου πρὸς τὸ μὴ πεσεῖν. Ὅσοι τοίνυν  ἀπιστοῦσι τῇ γεέννῃ, ταῦτα ἀναμιμνησκέσθωσαν· ὅσοι νομίζουσιν  ἀτιμώρητα  ἁμαρτάνειν,  ταῦτα  λογιζέσθωσαν.  ∆ιὰ τί  Ἡσαῦ οὐκ ἔτυχε συγγνώμης; Ὅτι οὐ μετενόησεν ὡς ἐχρῆν.

 γʹ. Θέλεις ἰδεῖν μετάνοιαν ἀκριβῆ; Ἄκουσον τὴν τοῦ Πέτρου μετάνοιαν  μετὰ τὴν ἄρνησιν. ∆ιηγούμενος γὰρ ἡμῖν τὰ κατ' αὐτὸν ὁ εὐαγγελιστὴς, φησὶ, Καὶ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς. ∆ιὰ τοῦτο καὶ ἀφείθη αὐτῷ τὸ τοιοῦτον ἁμάρτημα, ὅτι μετενόησεν ὃν ἔδει τρόπον. Καίτοι οὔπω τὸ θῦμα προσενήνεκτο, οὔπω ἡ θυσία ἐγεγένητο, οὔπω ἦρτο ἡ ἁμαρτία, ἔτι ἐκράτει καὶ ἐτυράννει. Καὶ ἵνα μάθῃς, ὅτι οὐχ οὕτω ῥᾳθυμίας ἦν ἡ ἄρνησις, ὅσον ἐγκαταλείψεως τοῦ Θεοῦ παιδεύοντος  αὐτὸν εἰδέναι τὰ ἀνθρώπινα  μέτρα, καὶ μὴ ἀντιλέγειν  τοῖς παρὰ τοῦ διδασκάλου λεγομένοις, μηδὲ μείζονα τῶν ἄλλων  φρονεῖν, ἀλλ' εἰδέναι ὅτι χωρὶς Θεοῦ οὐδὲν γενέσθαι δυνατὸν, καὶ ὅτι, Ἐὰν μὴ ὁ Κύριος οἶκον οἰκοδομήσῃ, εἰς  μάτην  ἐκοπίασαν  οἱ  οἰκοδομοῦντες  αὐτόν·  ἄκουε  πῶς  ἀσφαλιζόμενος,  καὶ πείθων μετριάζειν, εἶπε πρὸς αὐτὸν μόνον ὁ Χριστός· Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο σινιάσαι σε ὡς τὸν σῖτον, κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Ἐπειδὴ  γὰρ  εἰκὸς  ἦν  αὐτὸν  μέγα  φρονεῖν,  συνειδότα  ἑαυτῷ  ὅτι  μᾶλλον ἁπάντων  ἀγαπᾷ  τὸν  Χριστὸν, διὰ  τοῦτο  συγχωρεῖται  πεσεῖν,  ἀπαρνήσασθαι τὸν διδάσκαλον, διὰ τοῦτο καὶ κλαίει πικρῶς, καὶ τὰ ἄλλα τὰ ἑξῆς τοῦ κλαυθμοῦ ὁμοίως ποιεῖ.  Τί γὰρ οὐκ ἐποίησε; μυρίοις  κινδύνοις  ἑαυτὸν  περιέβαλε  μετὰ  ταῦτα,  διὰ πάντων δεικνὺς αὑτοῦ τὴν ἀνδρείαν καὶ τὸ παράστημα τῆς ψυχῆς. Μετενόησε καὶ ὁ Ἰούδας, ἀλλὰ κακῶς· ἀπήγξατο γάρ. Μετενόησεν, ὅπερ ἔφην, καὶ Ἡσαῦ· μᾶλλον δὲ οὗτος οὐδὲ μετενόησε· τὰ γὰρ δάκρυα οὐκ ἦν μετανοίας, ἀλλὰ ἐπηρείας καὶ θυμοῦ μᾶλλον· καὶ δείκνυσι τὰ ἑξῆς. Μετενόησεν ὁ μακάριος ∆αυῒδ οὕτω λέγων· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· καὶ τὴν  πάλαι  γεγενημένην  ἁμαρτίαν,  μετὰ τοσαῦτα ἔτη, μετὰ τοσαύτας γενεὰς,  ὡς νεωστὶ συμβᾶσαν ἐπένθει. Τὸν γὰρ μετανοοῦντα  οὐκ ὀργίζε  σθαι χρὴ οὐδὲ ἀγριαίνειν,  ἀλλὰ συντρίβεσθαι ὡς κατεγνωσμένον,  ὡς οὐκ ἔχοντα παῤῥησίαν, ὡς καταδεδικασμένον, ὡς ἀπὸ ἐλέους σωθῆναι ὀφείλοντα  μόνου, ὡς ἀγνώμονα  περὶ τὸν εὐεργέτην φανέντα,  ὡς ἀχάριστον, ὡς ἀδόκιμον, ὡς μυρίων κολάσεων ἄξιον. Ἐὰν ταῦτα λογίζηται, οὐκ ὀργισθήσεται, οὐκ ἀγανακτήσει, ἀλλὰ πενθήσει, κλαύσει, στενάξει καὶ ὀδυρεῖται  νύκτα  καὶ ἡμέραν. Τὸν μετανοοῦντα  οὐδέποτε χρὴ λήθῃ παραδοῦναι  τὴν  ἁμαρτίαν, ἀλλὰ τὸν μὲν Θεὸν παρακαλεῖν  μὴ μνησθῆναι  αὐτῆς, αὐτὸν  δὲ μηδέποτε  ἐπιλαθέσθαι  αὐτῆς· ἐὰν  ἡμεῖς  αὐτῆς  μνημονεύωμεν,  ὁ Θεὸς αὐτῆς ἐπιλήσεται. Παρ' ἡμῶν αὐτῶν δίκην λάβωμεν, ἡμῶν αὐτῶν κατηγορήσωμεν· οὕτως ἐξιλεωσόμεθα τὸν κριτήν. Ἁμαρτία γὰρ ὁμολογουμένη ἐλάττων  γίνεται, μὴ ὁμολογουμένη  δὲ χείρων.  Ἂν  γὰρ προσλάβῃ ἁμαρτία τὴν  ἀναισχυντίαν  καὶ τὴν ἀγνωμοσύνην, οὐδέποτε στήσεται· πῶς δαὶ ὅλως ὁ τοιοῦτος δυνήσεται φυλάξασθαι πάλιν μὴ τοῖς αὐτοῖς περιπεσεῖν, ὁ τὸ πρότερον οὐκ εἰδὼς ὅτι ἥμαρτεν; Μὴ τοίνυν ἀρνώμεθα, παρακαλῶ, μηδὲ ἀναισχυντῶμεν,  ἵνα μὴ καὶ ἄκοντες δῶμεν τιμωρίαν. Ἤκουσε Κάϊν παρὰ τοῦ Θεοῦ, Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; καί φησιν, Οὐκ οἶδα· μὴ φύλαξ ἐγώ εἰμι τοῦ ἀδελφοῦ μου; Εἶδες πῶς τοῦτο χαλεπωτέραν  τὴν ἁμαρτίαν εἰργάσατο; Ἀλλ' οὐχ ὁ πατὴρ αὐτοῦ οὕτως, ἀλλὰ τί; Ἀκούσας, Ἀδὰμ, ποῦ εἶ; φησὶν, Ἤκουσα τῆς φωνῆς σου, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Μέγα ἀγαθὸν, ἐπιγινώσκειν τὰ ἁμαρτήματα, καὶ μιμνήσκεσθαι αὐτῶν διηνεκῶς· οὐδὲν οὕτω θεραπεύει πλημμέλειαν, ὡς μνήμη διηνεκής· οὐδὲν οὕτως ὀκνηρὸν ἄνθρωπον ποιεῖ πρὸς κακίαν.  Οἶδα ὅτι  ἀποπηδᾷ, καὶ  οὐκ ἀνέχεται  τὸ συνειδὸς  ὑπὸ  τῆς  μνήμης μαστίζεσθαι τῶν κακῶν· ἀλλ' ἄγξον τὴν ψυχὴν, καὶ ἐπίθες αὐτῇ κημόν· καθάπερ γὰρ ἵππος  δυσήνιος, οὕτω  δυσανασχετεῖ, καὶ οὐ βούλεται  πεῖσαι ἑαυτὴν  ὅτι  ἥμαρτε. Τοῦτο δὲ ὅλον ἐστὶ σατανικόν. Ἀλλ' ἡμεῖς αὐτὴν  πείθωμεν  ὅτι ἥμαρτεν, ἵνα καὶ μετανοήσῃ, καὶ ἵνα μετανοήσασα ἀπαλλαγῇ τῶν κολάσεων. Πῶς ἀξιοῖς συγγνώμης τυχεῖν, εἰπέ μοι, ἐπὶ τοῖς ἁμαρτήμασι, μηδέπω ταῦτα ὁμολογήσας; Πάντως ἐκεῖνός ἐστιν ἐλέους καὶ φιλανθρωπίας  ἄξιος ὁ ἡμαρτηκώς· σὺ δὲ μηδέπω πείσας σαυτὸν ἡμαρτηκέναι, πῶς ἀξιοῖς ἐλεηθῆναι,  ἐπὶ τοῖς πλημμελήμασιν  οὕτως ἀναισχυντῶν; Πείθωμεν  ἑαυτοὺς  ὅτι  ἡμάρτομεν· μὴ  τῇ  γλώττῃ  λέγωμεν  μόνον,  ἀλλὰ  καὶ  τῇ διανοίᾳ· μὴ ἁμαρτωλοὺς καλῶμεν ἑαυτοὺς μόνον, ἀλλὰ καὶ τὰ ἁμαρτήματα ἀναλογιζώμεθα,   κατ'  εἶδος  ἕκαστον  ἀναλέγοντες.   Οὐ λέγω  σοι,  Ἐκπόμπευσον σαυτὸν, οὐδὲ παρὰ τοῖς ἄλλοις κατηγόρησον, ἀλλὰ πείθεσθαι συμβουλεύω τῷ προφήτῃ  λέγοντι·  Ἀποκάλυψον  πρὸς Κύριον τὴν  ὁδόν σου. Ἐπὶ τοῦ Θεοῦ ταῦτα ὁμολόγησον, ἐπὶ τοῦ δικαστοῦ ὁμολόγει τὰ ἁμαρτήματα, εὐχόμενος, εἰ καὶ μὴ τῇ γλώττῃ,  ἀλλὰ  τῇ  μνήμῃ,  καὶ  οὕτως  ἀξίου  ἐλεηθῆναι.  Ἂν  ἔχῃς  τὰ  ἁμαρτήματα διηνεκῶς ἐν τῇ μνήμῃ, οὐδέποτε τῷ πλησίον μνησικακήσεις. Οὐ τοῦτο δὲ λέγω, ἐὰν ᾖς  πεπεισμένος  σαυτὸν  ἁμαρτωλὸν  εἶναι·  οὐχ  οὕτω  τοῦτο  δύναται  ταπεινῶσαι  ψυχὴν, ὡς αὐτὰ ἐφ' ἑαυτῶν τὰ ἁμαρτήματα, καὶ κατ' εἶδος ἐξεταζόμενα. Οὐ μνησικακήσεις, ταῦτα δι' ὅλου ἔχων ἐν τῇ μνήμῃ, οὐκ ὀργισθήσῃ, οὐ λοιδορήσεις, οὐφρονήσεις μέγα, οὐ περιπεσῇ πάλιν τοῖς αὐτοῖς· σφοδρότερος ἔσῃ πρὸς τὰ ἀγαθά

δʹ.Ὁρᾷς ὅσα ἀπὸ τῆς μνήμης τῶν ἁμαρτημάτων τίκτεται  καλά; Ἐγγράφωμεν τοίνυν αὐτὰ εἰς τὰς διανοίας ἡμῶν. Οἶδα ὅτι οὐκ ἀνέχεται  ἡ ψυχὴ τῆς μνήμης τῆς οὕτω πικρᾶς·  ἀλλὰ  ἀναγκάζωμεν  αὐτὴν  καὶ  βιαζώμεθα.  Βέλτιον  δάκνεσθαι  αὐτὴν  τῇ μνήμῃ νῦν, ἢ κατ' ἐκεῖνον τὸν καιρὸν τῇ τιμωρίᾳ. Νῦν, ἐὰν ᾖς αὐτῶν μεμνημένος, καὶ συνεχῶς  αὐτὰς προσφέρῃς τῷ Θεῷ, καὶ ὑπὲρ αὐτῶν  δέῃ, ταχέως  ἐξαλείψεις αὐτάς· ἐὰν δὲ νῦν ἐπιλάθη, τότε αὐτῶν ἀναμνησθήσῃ καὶ ἄκων, ἐπὶ τῆς οἰκουμένης ἁπάσης εἰς μέσον φερομένων αὐτῶν, καὶ ἐκπομπευομένων  ἐπὶ πάντων, καὶ φίλων καὶ  ἐχθρῶν  καὶ  ἀγγέλων.  Οὐ γὰρ δὴ πρὸς ∆αυῒδ ἔλεγε  μόνον,  Ἃ  σὺ ἐν  κρυφῇ ἐποίησας, ἐγὼ  ποιήσω  πᾶσι κατάδηλα,  ἀλλὰ  καὶ  πρὸς  πάντας  ἡμᾶς.  Ἐφοβήθης ἀνθρώπους,  φησὶ,  καὶ  ᾐσχύνθης  τοῦ  Θεοῦ πλέον·  καὶ  τοῦ  Θεοῦ ὁρῶντος  οὐκ ἐφρόντισας, ἀλλὰ τοὺς ἀνθρώπους ᾐδέσθης· Οἱ ὀφθαλμοὶ γὰρ, φησὶ, τῶν ἀνθρώπων, τοῦτο ὁ φόβος αὐτῶν. ∆ιὰ τοῦτο ἐπὶ τούτων αὐτῶν δώσεις δίκην· ἐλέγξω γάρ σε, ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς τιθείς σου τὰ ἁμαρτήματα. Ὅτι γὰρ τοῦτό ἐστιν ἀληθὲς, καὶ κατ' ἐκείνην  τὴν ἡμέραν πάντων  ἡμῶν ἐκπομπεύεται τὰ ἁμαρτήματα, ἐὰν μὴ νῦν αὐτὰ τῇ συνεχεῖ μνήμῃ ἀφανίσωμεν,  ἄκουσον πῶς ἐκπομπεύεται  ἡ ὠμότης καὶ ἡ ἀπανθρωπία  τῶν  ἐνταῦθα  μὴ ἐλεησάντων.  Ἐπείνασα, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Πότε ταῦτα λέγεται; ἆρα ἐν γωνίᾳ· ἆρα ἐν παραβύστῳ; Οὐδαμῶς, ἀλλὰ πότε; Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντα τὰ ἔθνη συναγάγῃ, ὅταν ἀφορίσῃ τούτους κἀκείνους, τότε πάντων  ἀκουόντων  ἐρεῖ, στήσας ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων· Ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Ὅρα πάλιν καὶ τὰς πέντε παρθένους ἐπὶ πάντων ἀκουούσας, Οὐκ οἶδα ὑμᾶς. Αἱ γὰρ πέντε, καὶ πέντε, οὐχὶ τὸν ἀριθμὸν δηλοῦσι τῶν πέντε μόνον, ἀλλὰ πάσας τὰς πονηρὰς καὶ ὠμοὺς καὶ ἀπανθρώπους  τῶν  παρθένων,  καὶ τὰς μὴ τοιαύτας.  Οὕτω καὶ ὁ τὸ ἓν  τάλαντον κατορύξας, ἤκουσεν ἐπὶ πάντων, καὶ τῶν τὰ πέντε, καὶ τῶν τὰ δύο προσενεγκόντων· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ. Οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων  τότε ἐλέγχει  αὐτούς· καθάπερ καὶ ὁ εὐαγγελιστής φησιν, Ὄψονται εἰς ὃν ἐξεκέντησαν. Ὁμοῦ γὰρ ἡ ἀνάστασις ἔσται πάντων, καὶ ἁμαρτωλῶν  καὶ δικαίων· ὁμοῦ παρέσται κρίνων  ἅπασιν. Ἐννόησον οὖν τίνες ἔσονται τότε οἱ ἐν κατηφείᾳ, οἱ ἐν ὀδύνῃ, οἱ ἑλκόμενοι εἰς τὸ πῦρ, στεφανουμένων  ἑτέρων. ∆εῦτε, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε  τὴν  ἡτοιμασμένην  ὑμῖν  βασιλείαν  ἀπὸ  καταβολῆς κόσμου· καὶ πάλιν, Ἀπέλθετε ἀπ' ἐμοῦ εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Μὴ ἁπλῶς τῶν ῥημάτων ἀκούωμεν, ἀλλ' ὑπογράψωμεν αὐτὰ καὶ τῇ ὄψει, καὶ νομίσωμεν νῦν παρεῖναι αὐτὸν, καὶ λέγειν  ταῦτα, καὶ ἀπάγεσθαι ἡμᾶς εἰς τὸ πῦρ ἐκεῖνο. Τίνα ἕξομεν ψυχήν; ποίαν παραμυθίαν; Τί δὲ, ὅταν διχοτομώμεθα;   τί  δὲ,  ὅταν   ὑπὲρ  ἁρπαγῆς  ἐγκαλώμεθα;   ποίαν   ἕξομεν  εἰπεῖν πρόφασιν;  τίνα  λόγον  εὐπρόσωπον;  Οὐδένα· ἀλλ'  ἀνάγκη  δεσμουμένους,  κάτω νεύοντας,  σύρεσθαι πρὸς τὰ τῶν  καμίνων  στόματα, πρὸς τὸν ποταμὸν τοῦ πυρὸς, πρὸς τὸ σκότος, πρὸς τὰς ἀθανάτους κολάσεις, καὶ μηδενὸς δεῖσθαι πρὸς ἀπαλλαγὴν δύνασθαι. Οὐ γὰρ ἔστι, φησὶν, οὐκ ἔστιν ἐντεῦθεν  διαβῆναι ἐκεῖ· χάσμα γὰρ μέγα μεταξὺ ἡμῶν τε καὶ ὑμῶν· καὶ οὐδὲ βουλομένοις ἔνι μεταβῆναι, καὶ ὀρέξαι χεῖρα· ἀλλ' ἀνάγκη καίεσθαι διαπαντὸς, οὐδενὸς ἡμῖν ἀμύνοντος, κἂν πατὴρ ᾖ, κἂν μήτηρ, κἂν ὁστισοῦν, κἂν πολλὴν ἔχῃ πρὸς τὸν Θεὸν παῤῥησίαν. Ἀδελφὸς γὰρ, φησὶν, οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος; Ἐπεὶ οὖν οὐκ ἔστιν ἐν ἑτέρῳ τὰς ἐλπίδας ἔχειν τῆς σωτηρίας, ἀλλ' ἐν αὑτῷ μετὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν,  παρακαλῶ, πάντα πράττωμεν, ὥστε ἡμῖν τὸν βίον γενέσθαι καθαρὸν καὶ τὴν πολιτείαν  ἀρίστην, καὶ μηδὲ παρὰ τὴν ἀρχὴν δέξασθαι κηλῖδά τινα· εἰ δὲ ἐδεξάμεθα, μετὰ γοῦν τὴν κηλῖδα μὴ  καθεύδωμεν,   ἀλλὰ   διαπαντὸς   ἐπιμένωμεν   ἀποπλύνοντες   τὸν   ῥύπον   διὰ μετανοίας, διὰ δακρύων, διὰ εὐχῶν, διὰ ἐλεημοσύνης. Τί οὖν, ἐὰν μὴ ἔχω, φησὶν, ἐλεημοσύνην ἐργάζεσθαι; Ἀλλὰ ψυχροῦ ποτήριον ἔχεις, ὅσον ἂν ᾖς πένης· ἀλλὰ δύο λεπτὰ ἔχεις, ὡς ἂν ᾖς ἐν πενίᾳ· ἀλλὰ πόδας ἔχεις ὥστε ἐπισκέψασθαι ἀῤῥώστους, ὥστε εἰς δεσμωτήριον εἰσελθεῖν, ἀλλὰ στέγην ἔχεις ὥστε δέξασθαι ξένους. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι συγγνώμη οὐδεμία τῷ ἐλεημοσύνην μὴ ἐργαζομένῳ. Ταῦτα συνεχῶς λέγομεν πρὸς ὑμᾶς, ἵνα κἂν μικρὸν ἀπὸ τῆς συνεχείας ἀνύσωμεν· ταῦτα λέγομεν, οὐ τῶν  εὖ πασχόντων  φροντίζοντες,  ὡς ὑμῶν. Ἐκείνοις μὲν γὰρ τὰ ἐνταῦθα δίδοτε, ἀντιλαμβάνετε δὲ τὰ οὐράνια· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ  Πατρὶ ἅμα τῷ  ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΛΒʹ.Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφωμένῳ,  καὶ κεκαυμένῳ πυρὶ, γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ, καὶ σάλπιγγος  ἤχῳ,  καὶ φωνῇ  ῥημά των,  ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προσ τεθῆναι αὐτοῖς λόγον (οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· καὶ, (οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον)  Μωϋσῆς εἶπεν, Ἔκφοβός εἰμι καὶ ἔντρομος)· ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τε τελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ.

αʹ. Ἦν μὲν τὰ κατὰ τὸν ναὸν θαυμαστὰ, τὰ Ἅγια τῶν ἁγίων· ἦν δὲ πάλιν φοβερὰ καὶ ταῦτα τὰ κατὰ τὸ Σινᾶ ὄρος γεγενημένα,  τὸ πῦρ, τὸ σκότος, ὁ γνόφος, ἡ θύελλα. Ὤφθη γὰρ, φησὶν, ὁ Θεὸς ἐν Σινᾷ διὰ πυρὸς καὶ θυέλλης καὶ γνόφου. Ἡ μέντοι ∆ιαθήκη ἡ Καινὴ μετ' οὐδενὸς τούτων  ἐδόθη, ἀλλ' ἐν διαλέξει ψιλῇ παρὰ τοῦ Χριστοῦ δέδοται. Ὅρα τοίνυν  πῶς ποιεῖται  τὰς συγκρίσεις καὶ τούτων· καὶ εἰκότως  αὐτὰ ὕστερον ἔθηκεν. Ὅτε γὰρ αὐτοὺς διὰ μυρίων ἔπεισεν, ὅτε καὶ τὸ μέσον ἔδειξεν ἑκατέρας τῆς ∆ιαθήκης, τότε λοιπὸν ὡς προκατεγνωσμένης αὐτῆς, ῥᾳδίως καὶ τούτοις ἐπιχειρεῖ· καὶ τί φησιν; Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφωμένῳ,  καὶ κεκαυμένῳ πυρὶ, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον· οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Φοβερὰ ταῦτα, φησὶ, καὶ οὕτω φοβερὰ, ὡς μηδὲ φέρειν τὴν ἀκοὴν, ὡς μηδὲ θηρίον τολμᾷν ἀνιέναι. Ἀλλ' οὐ τοιαῦτα οἷα τὰ μετὰ ταῦτα· τί γὰρ τὸ Σινᾶ πρὸς τὸν οὐρανόν; τί δὲ τὸ ψηλαφώμενον  πῦρ πρὸς τὸν ἀψηλάφητον Θεόν; Ὁ Θεὸς γὰρ ἡμῶν πῦρ καταναλίσκον, φησίν. Ὅτι δὲ φρίκης ἔγεμον τὰ ἐν τῷ ὄρει τότε γεγενημένα, δῆλον ἐξ ὧν ἔλεγον· Μὴ λαλείτω ὁ Θεὸς, ἀλλὰ λαλείτω ἡμῖν Μωϋσῆς. Οὐκ ἔφερον γὰρ, φησὶ, τὸ διαστελλόμενον·  Κἂν θηρίον θίγῃ, τοῦ ὄρους, λιθοβοληθήσεται,   καὶ  (οὕτω   φοβερὸν   ἦν   τὸ  φανταζόμενον),   Μωϋσῆς  εἶπεν· Ἔκφοβός εἰμι καὶ ἔντρομος. Τί θαυμαστὸν εἰ περὶ τοῦ λαοῦ τοιαῦτα παθεῖν διαλέγεται,  ὅπου  καὶ  αὐτὸς  ὁ  εἰς  τὸν  γνόφον  εἰσελθὼν,  οὗ  ἦν  ὁ Θεὸς, φησὶν, Ἔμφοβός εἰμι καὶ ἔντρομος; Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ,  καὶ μυριάσιν ἀγγέλων  πανηγύρει,  καὶ Ἐκκλησίᾳ πρωτοτόκων  ἐν οὐρανοῖς ἀπογεγραμμένων,  καὶ κριτῇ Θεῷ πάντων,  καὶ πνεύμασι δικαίων  τετελειωμένων,  καὶ διαθήκης  νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι  ῥαντισμοῦ, κρεῖττον λαλοῦντι  παρὰ τὸν Ἄβελ. Ὅρα διὰ πόσων ἔδειξε τὸ ὑπερέχον τῆς Καινῆς πρὸς τὴν Παλαιάν. Ἀντὶ γὰρ τῆς κάτω Ἱερουσαλὴμ ἡ ἐπουράνιος· Προσεληλύθατε γὰρ, φησὶ, πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ· ἀντὶ Μωϋσέως ὁ Ἰησοῦς· Καὶ διαθήκης, φησὶ, νέας μεσίτῃ Ἰησοῦ· ἀντὶ δὲ τοῦ λαοῦ πάν  τες οἱ ἄγγελοι· Καὶ μυριάσιν ἀγγέλων πανηγύρει, φησί. Τίνας δὲ πρωτοτόκους καλεῖ λέγων, Καὶ Ἐκκλησίᾳ πρωτοτόκων;  Πάντας  τοὺς  χοροὺς  τῶν  πιστῶν.  Τοὺς  αὐτοὺς  δὲ  καὶ πνεύματα δικαίων τετελειωμένων  λέγει. Μὴ τοίνυν ἀσχάλλετε· μετὰ τούτων ἔσεσθε, φησί. Τί ἐστιν ὃ λέγει, Αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι  παρὰ τὸν Ἄβελ; τὸ γὰρ τοῦ Ἄβελ ἐλάλησε; Ναί· καὶ πῶς, ἄκουε Παύλου λέγοντος, Πίστει πλείονα θυσίαν Ἄβελ  παρὰ  Κάϊν  προσήνεγκε,  δι'  ἧς  ἐμαρτυρήθη  εἶναι  δίκαιος·  καὶ  δι'  αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ. Τοῦτο καὶ ὁ Θεὸς δείκνυσι λέγων· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. Ἢ τοῦτο τοίνυν  ἔστιν εἰπεῖν, ἢ ὅτι ἔτι καὶ νῦν ᾄδεται· ἀλλ' οὐχ οὕτως   ὡς  τὸ  τοῦ  Χριστοῦ·  τοῦτο   γὰρ  πάντας   ἐκάθηρε,  καὶ  φωνὴν   ἀφίησι λαμπροτέραν καὶ εὐσημοτέραν, ὅσῳ μείζονα τὴν μαρτυρίαν ἔχει τὴν διὰ τῶν πραγμάτων. Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον, τὸν ἐπὶ γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ' οὐρανοῦ ἀποστρεφόμενοι. Οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε· νῦν δὲ ἐπήγγελται, λέγων· Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ, Ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων  τὴν μετάθεσιν, ὡς πεποιημένων,  ἵνα μείνῃ  τὰ μὴ σαλευόμενα. ∆ιὸ βασιλείαν   ἀσάλευτον   παραλαμβάνοντες,   ἔχομεν   χάριν,   δι'   ἧς   λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον. Φοβερὰ ἐκεῖνα, ἀλλὰ πολλῷ ταῦτα θαυμασιώτερα καὶ λαμπρότερα· οὐ γὰρ σκότος ἐνταῦθα, οὐδὲ γνόφος, οὐδὲ θύελλα, ὥσπερ ἐκεῖ. Καὶ τίνος ἕνεκεν διὰ πυρὸς ὤφθη τότε ὁ Θεός; Ἐμοὶ δοκεῖ δι' ἐκείνων αἰνίττεσθαι τὸ ἀσαφὲς τῆς Παλαιᾶς, καὶ τὸ συνεσκιασμένον τοῦ νόμου καὶ τὸ συγκεκαλυμμένον· ἄλλως δὲ, ἵνα δείξῃ ὅτι ὁ νομοθέτης φοβερὸς ὀφείλει εἶναι, καὶ κολαστικὸς τοῖς παραβαίνουσι.

 βʹ. Τί δὲ οἱ ἦχοι τῆς σάλπιγγος; Εἰκότως, ἅτε ὡς βασιλέως τινὸς παρόντος. Τοῦτο γοῦν καὶ ἐπὶ τῆς δευτέρας ἔσται παρουσίας· Σαλπίσει γὰρ, φησὶ, καὶ πάντες ἀναστησόμεθα. Ὥστε τῇ τοῦ Θεοῦ δυνάμει πάντων  ἡ ἀνάστασις ἔσται. Ἡ δὲ φωνὴ  τῆς σάλπιγγος οὐδὲν ἕτερον, ἀλλ' ἢ τοῦτο δηλοῖ, ὅτι πάντας ἐγηγέρθαι δεῖ. Ἀλλὰ τότε μὲν ἦσαν ἐκεῖνα αἰσθητὰ, καὶ ὄψεις, καὶ φωναί· τὰ δὲ μετὰ ταῦτα πάντα, νοητὰ καὶ ἀόρατα. Καὶ τὸ μὲν πῦρ τοῦτο δηλοῖ, ὅτι ὁ Θεὸς πῦρ ἐστι. Πῦρ γὰρ, φησὶν, ὁ Θεὸς ἡμῶν καταναλίσκον· ὁ δὲ γνόφος καὶ τὸ σκότος καὶ ὁ καπνὸς πάλιν τὸ φοβερὸν ἐμφαίνει. Οὕτω καὶ ὁ Ἡσαΐας φησί· Καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. Καὶ ἡ θύελλα τί βούλεται; Ῥᾴθυμον τὸ γένος τὸ ἀνθρώπινον ἦν· ἔδει τοίνυν αὐτὸ διανίστασθαι τούτοις. Οὐδεὶς γὰρ οὕτω νωθὴς, ὃς οὐκ ἄνω τὴν διάνοιαν εἶχε γινομένων τούτων καὶ νομοθετουμένων·  Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ· ἔδει γὰρ τοῦ Θεοῦ φέρεσθαι τὴν  φωνήν.  Ἐπεὶ δὲ διὰ Μωϋσέως ἔμελλε  νομοθετεῖν,  διὰ τοῦτο ἀξιόπιστον αὐτὸν ποιεῖ. Οὐχ ἑώρων αὐτὸν διὰ τὸν γνόφον, οὐκ ἤκουον αὐτοῦ διὰ τὸ ἰσχνόφωνον.  Τί οὖν; Ἀποκρίνεται  ὁ Θεὸς φωνῇ  φθεγγόμενος,   ὥσπερ καὶ δημηγορῶν,  καὶ  ἐξακουστὰ ποιῶν  τὰ  νομοθετούμενα.  Ἀλλ'  ἴδωμεν  ἄνωθεν  τὰ εἰρημένα·  Οὐ γὰρ  προσεληλύθατε  ψηλαφωμένῳ   ὄρει,  καὶ  κεκαυμένῳ  πυρὶ  καὶ σάλπιγγος   ἤχῳ,   φωνῇ   ῥημάτων,   ἧς   οἱ   ἀκούσαντες   παρῃτήσαντο,   φησὶ,  μὴ προστεθῆναι αὐτοῖς τὸν λόγον. Ἄρα αὐτοὶ γεγόνασιν αἴτιοι τοῦ διὰ σαρκὸς φανῆναι τὸν Θεόν. Τί δὲ καὶ ἔλεγον; Λαλείτω ἡμῖν Μωϋσῆς, καὶ μὴ λαλείτω ἡμῖν ὁ Θεός. Οἱ τὰς  συγκρίσεις  ποιοῦντες,  μᾶλλον  ἐκεῖνα  αἴρουσιν,  ἵνα  ταῦτα  πολλῷ  μείζονα δείξωσιν·  ἐγὼ  δὲ  κἀκεῖνα  ἡγούμενος  θαυμαστὰ (Θεοῦ γὰρ  ἔργα, καὶ  τῆς  αὐτοῦ δυνάμεως ἀπόδειξις), ὅμως καὶ ταύτῃ κρείττονα καὶ θαυμασιώτερα τὰ ἡμέτερα δείκνυμι. ∆ιπλῇ γὰρ μεγάλα· ὅτι τε λαμπρὰ καὶ ὅτι μείζονα ὄντα, εὐπρόσιτα μᾶλλόν ἐστι καὶ ἡμερώτερα. Τοῦτο καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων φησί· Ἡμεῖς δὲ  ἀνακεκαλυμμένῳ   προσώπῳ  τὴν  δόξαν  Κυρίου κατοπτριζόμεθα,  καὶ  οὐχ  ὡς Μωϋσῆς ἐτίθει  κάλυμμα  ἐπὶ  πρόσωπον αὐτοῦ. Οὐκ ἠξιώθησαν,  φησὶν,  ὧν  ἡμεῖς ἐκεῖνοι. Τίνος γὰρ κατηξιώθησαν; σκότος εἶδον, γνόφον, φωνῆς ἤκουσαν. Ἀλλὰ καὶ σὺ φωνῆς  ἤκουσας, οὐ διὰ γνόφου,  ἀλλὰ διὰ σαρκός· οὐ διεταράχθης οὐδὲ διεθορυβήθης, ἀλλὰ καὶ ἔστης καὶ διελέχθης τῷ μεσίτῃ. Ἄλλως δὲ, καὶ τὸ ἀόρατον δείκνυσι  διὰ  τοῦ  σκότους. Καὶ γνόφος,  φησὶν,  ὑπὸ  τοὺς  πόδας  αὐτοῦ. Τότε καὶ Μωϋσῆς ἔδεισε, νυνὶ δὲ οὐδείς· κάτω εἱστήκει ὁ λαὸς τότε, ἡμεῖς δὲ οὐκ ἐσμὲν κάτω, ἀλλὰ τοῦ οὐρανοῦ ἀνώτεροι, ἐγγὺς τοῦ Θεοῦ ὡς υἱοὶ, ἀλλ' οὐχ ὡς Μωϋσῆς. Ἐκεῖ ἔρημος ἦν, ἐνταῦθα  πόλις, καὶ μυριάσιν ἀγγέλων  πανηγύρει·  ἐνταῦθα  τὴν χαρὰν δείκνυσι καὶ τὴν εὐφροσύνην, ἀντὶ τοῦ γνόφου καὶ τοῦ σκότους καὶ τῆς θυέλλης Καὶ Ἐκκλησίᾳ  πρωτοτόκων  ἐν  οὐρανοῖς  ἀπογεγραμμένων,  καὶ  κριτῇ  Θεῷ πάντων. Ἐκεῖνοι οὐ προσῆλθον, ἀλλὰ πόῤῥω εἱστήκεισαν, καὶ ὁ Μωϋσῆς· ὑμεῖς δὲ προσεληλύθατε. Ἐνταῦθα αὐτοὺς φοβεῖ εἰπὼν,  Καὶ κριτῇ Θεῷ πάντων.  Ἄρα οὐχὶ τῶν Ἰουδαίων μόνον, οὐδὲ τῶν πιστῶν, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης καθεδεῖται κριτής. Καὶ πνεύμασι δικαίων τετελειωμένων.  Τὰς ψυχὰς λέγει τῶν εὐδοκίμων. Καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ· τουτέστι, καθαρμοῦ. Κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Εἰ δὲ τὸ αἷμα λαλεῖ, πολλῷ μᾶλλον ὁ σφαγιασθεὶς ζῇ. Τί δὲ λαλεῖ, ἄκουε· Καὶ τὸ πνεῦμα, φησὶ, λαλεῖ στεναγμοῖς ἀλαλήτοις. Πῶς λαλεῖ; Ἔνθα γὰρ ἂν εἰς εἰλικρινῆ διάνοιαν ἐμπέσῃ, αὐτὴν διανίστησι, καὶ ποιεῖ λαλεῖν. Βλέπετε μὴ  παραιτήσησθε  τὸν  λαλοῦντα·  τουτέστι,  Μὴ  ἀπογνῶτε.  Εἰ  γὰρ  ἐκεῖνοι  οὐκ ἐξέφυγον  τὸν ἐπὶ τῆς γῆς παραιτησάμενοι χρηματίζοντα.  Τίνα λέγει; Ἐμοὶ δοκεῖ, Μωϋσῆν. Ὃ δὲ λέγει,  τοῦτόἐστιν·  Εἰ ἐπὶ  γῆς  νομοθετοῦντα  παραιτησάμενοι  οὐκ ἐξέφυγον, ἀπὸ τοῦ οὐρανοῦ νομοθετοῦντα πῶς παραιτησόμεθα; Ἐνταῦθα ἐπιδείκνυσιν,  οὐχ  ὅτι  ἄλλος  ἐστὶν  ἐκεῖνος·  μὴ  γένοιτο·  οὐκ  ἄλλον  καὶ  ἄλλον δείκνυσιν, ἀλλὰ ὅτι φοβερὸς φαίνεται φωνὴν ἀφιεὶς ἐκ τοῦ οὐρανοῦ. Αὐτὸς μὲν οὖν ἐστι καὶ οὗτος κἀκεῖνος, φοβερὸς δὲ οὗτος· οὐ γὰρ διαφορὰν λέγει προσώπων, ἀλλὰ δόσεως. Πόθεν δῆλον; Ἐξ ὧν ἐπήγαγε λέγων· Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον, παραιτησάμενοι τὸν ἐπὶ γῆς χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ' οὐρανῶν ἀποστρεφόμενοι. Τί οὖν; ἄλλος οὗτός ἐστι παρ' ἐκεῖνον; πῶς οὖν φησιν,  Οὗ ἡ φωνὴ  τὴν  γῆν  ἐσάλευσε τότε; ἡ γὰρ τοῦ τότε δόντος  τὸν  νόμον  φωνὴ  τὴν  γῆν ἐσάλευσε. Νῦν δὲ ἐπήγγελται λέγων· Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν   οὐρανόν.  Τὸ  δὲ,  ἔτι  ἅπαξ,  δηλοῖ   τῶν   σαλευομένων   τὴν   μετάθεσιν  ὡς πεποιημένων. Ἄρα ἐκ τοῦ μέσου πάντα ἀρεήσεται, καὶ ἐπὶ τὸ βέλτιον συμπαγήσεται ἄνωθεν·  τοῦτο γὰρ αἰνίττεται  ταῦτα λέγων  ἐνταῦθα. Τί τοίνυν  ἀλγεῖς, ἐν κόσμῳ πάσχων  οὐ μένοντι,  ἐν κόσμῳ θλιβόμενος  μικρὸν ὕστερον παροδευομένῳ; Εἰ ἐν ὑστέρῳ τοῦ κόσμου ἡ ἄνεσις ἦν, τότε θλίβεσθαι ἐχρῆν πρὸς τὸ τέλος ὁρῶντα. Ἵνα μείνῃ, φησὶ, τὰ μὴ σαλευόμενα. Ποῖα δέ ἐστι τὰ μὴ σαλευόμενα; Τὰ μέλλοντα. 

γʹ. Πάντα  τοίνυν   ὑπὲρ  τούτου  πράττωμεν,   ὥστε  ἐκείνων   τυχεῖν,   ὥστε  ἐκείνων ἀπολαῦσαι τῶν ἀγαθῶν. Ναὶ δέομαι καὶ ἀντιβολῶ, τοῦτο σπουδάζωμεν. Οὐδεὶς ἐν πόλει μελλούσῃ καταπίπτειν  οἰκοδομεῖ. Εἰπὲ δή μοι, παρακαλῶ, εἴ τις ἔλεγεν  ὅτι μετὰ ἐνιαυτὸν αὕτη πεσεῖται ἡ πόλις, ἡ δεῖνα δὲ οὐ πάντως, ἆρα ἂν ᾠκοδόμησας ἐν τῇ μελλούσῃ καταπίπτειν; Ὥστε τοῦτο καὶ νῦν λέγω, μὴ οἰκοδομῶμεν ἐν τῷ κόσμῳ τούτῳ· πεσεῖται μικρὸν ὕστερον, καὶ πάντα ἀπολεῖται. Τί δὲ λέγω, πεσεῖται; πρὸ τῆς πτώσεως  ἡμεῖς  ἀπολούμεθα  καὶ  δεινὰ  πεισόμεθα, ἡμεῖς  αὐτῶν  ἐκστησόμεθα. Τί οἰκοδομοῦμεν ἐπὶ τὴν ἄμμον; Οἰκοδομήσωμεν ἐπὶ τὴν πέτραν· ὅπερ γὰρ ἐὰν ἐπέλθῃ, ἀνάλωτος ἐκείνη μένει ἡ οἰκοδομὴ, οὐδὲν αὐτὴν δυνήσεται ἑλεῖν, εἰκότως· πάσαις γὰρ ἐπιβουλαῖς τοιαύταις ἄβατος ὁ χῶρος ἐκεῖνος, ὥσπερ οὖν ὁ ἐνταῦθα βατός· καὶ γὰρ σεισμοὶ καὶ ἐμπρησμοὶ καὶ πολεμίων ἔφοδος καὶ ζῶντας ἡμᾶς ἀφαιρεῖται αὐτὴν, πολλάκις δὲ καὶ μετ' αὐτῆς ἀπόλλυσιν. Ὅταν δὲ καὶ αὐτὴ ἑστήκῃ, τότε ἡμᾶς ἢ νόσος ἀπήγαγε θᾶττον, ἢ μένοντας οὐκ εἴασεν αὐτῆς ἀπολαῦσαι καλῶς· ποία γὰρ ἡδονὴ, ἔνθα νόσοι, καὶ συκοφαντίαι, καὶ φθόνος, καὶ ἐπιβουλαί; Ἢ εἰ μηδὲν τούτων ᾖ τὸ ἐνοχλοῦν, παιδία πολλάκις μὴ ἔχοντες, ἀλύομεν, δυσανασχετοῦμεν, οὐκ ἔχοντες οἷς παραδῶμεν τὰς οἰκίας καὶ τἄλλα πάντα· καὶ κατατρυχόμεθα λοιπὸν ὡς ἑτέροις πονοῦντες·  πολλάκις  δὲ καὶ εἰς ἐχθροὺς ἦλθεν ὁ κλῆρος, οὐκ ἀπελθόντων  μόνον ἡμῶν, ἀλλὰ καὶ ζώντων.  Τί τοίνυν  ἀθλιώτερον  τοῦ τοῖς ἐχθροῖς κάμνειν, καὶ ἵνα ἐκεῖνοι  ἀναπαύσωνται,  αὐτοὺς  ἁμαρτίας  συλλέγειν;  καὶ  τούτου  τὰ  ὑποδείγματα πολλὰ ἐν ταῖς πόλεσιν ὁρᾶται· καὶ σιγῶ, ἵνα μὴ λυπήσω τοὺς ἀπεστερημένους· ἐπεὶ εἶπον  ἂν  ὀνομαστὶ  καί  τινας  ἐξ αὐτῶν,  καὶ  πολλὰ  εἶχον  διηγήματα  εἰπεῖν,  καὶ πολλὰς  ὑποδεῖξαι  οἰκίας  ὑμῖν,  αἳ κυρίους  ἔλαβον  τοὺς  ἐχθροὺς  τῶν  περὶ αὐτὰς πονησάντων· οὐκ οἰκίαι δὲ, ἀλλὰ καὶ ἀνδράποδα καὶ ἅπας ὁ κλῆρος πολλάκις  εἰς τοὺς ἐχθροὺς περιῆλθε. Τοιαῦτα γὰρ τὰ ἀνθρώπινα. Ἐν τοῖς οὐρανοῖς δὲ οὐδὲν ἔστι δεῖσαι τούτων, μὴ τοῦ τετελευτηκότος ἕτερος ἔλθῃ ὁ ἐχθρὸς, καὶ τὸν κλῆρον διαδέξηται· οὔτε γὰρ θάνατός ἐστιν ἐκεῖ. οὔτε ἀπέχθεια· αἱ σκηναὶ τῶν ἁγίων εἰσὶ μόναι· ἐν δὲ τοῖς ἁγίοις ἐκείνοις ἀγαλλίασις, χαρὰ, εὐφροσύνη· Φωνὴ γὰρ, φησὶν, ἀγαλλιάσεως  ἐν σκηναῖς δικαίων.  Αἰώνιοί εἰσι, τέλος οὐκ ἔχουσαι. Οὐχ αὗται τῷ χρόνῳ  καταπίπτουσιν, οὐ τοὺς κεκτημένους  ἀμείβουσιν, ἀλλ' ἑστήκασιν ἐν ἀκμῇ διηνεκεῖ, εἰκότως·  οὐ γὰρ ἔστι τι φθαρτὸν οὐδὲ ἐπίκηρον ἐκεῖ, ἀλλὰ πάντα ἀθάνατα καὶ ἀκήρατα. Οὐκοῦν κενώσωμεν εἰς ταύτην τὴν οἰκοδομὴν τὰ χρήματα· οὐ δεῖ τεκτόνων ἡμῖν, οὐδὲ ἐργατῶν· αἱ τῶν πενήτων χεῖρες τὰς τοιαύτας οἰκοδομοῦσιν οἰκίας, οἱ χωλοὶ, οἱ τυφλοὶ, οἱ ἀνάπηροι· οὗτοι ἐκείνας τὰς οἰκίας οἰκοδομοῦσι. Καὶ μὴ θαυμάσῃς, ὅπου γε καὶ βασιλείαν ἡμῖν οὗτοι προξενοῦσι, καὶ παῤῥησίαν ἡμῖν διδόασι πρὸς τὸν Θεόν. Ἡ γὰρ ἐλεημοσύνη τέχνη τίς ἐστιν ἀρίστη, καὶ προστάτις τῶν ἐργαζομένων αὐτήν· φίλη γὰρ τῷ Θεῷ ἐστι, καὶ πλησίον ἕστηκεν αὐτοῦ, ὑπὲρ ὧν ἂν βούληται, εὐκόλως αἰτοῦσα χάριν, μόνον ἂν μὴ ἀδικῆται παρ' ἡμῶν· ἀδικεῖται δὲ, ὅταν ἐξ ἁρπαγῆς αὐτὴν ἐργαζώμεθα· ὡς ἐὰν ᾖ καθαρὰ, πολλὴν τοῖς ἀναπέμπουσιν αὐτὴν  δίδωσι  τὴν  παῤῥησίαν. Τοσαύτη αὐτῆς  ἡ  ἰσχὺς, ὅτι  καὶ  ὑπὲρ προσκεκρουκότων δεῖται, καὶ ὑπὲρ ἡμαρτηκότων. Αὕτη διαῤῥήγνυσι τὰ δεσμὰ, λύει τὸ σκότος, σβέννυσι τὸ πῦρ, θανατοῖ  τὸν σκώληκα, ἀπελαύνει  τὸν τῶν  ὀδόντων βρυγμόν· ταύτῃ μετὰ πολλῆς ἀδείας ἀνοίγονται  τῶν οὐρανῶν αἱ πύλαι. Καὶ ὥσπερ βασιλίδος εἰσιούσης οὐδεὶς τολμήσει τῶν φυλάκων τῶν ἐπὶ ταῖς θύραις τεταγμένων ἐξετάσαι τίς  εἴη καὶ πόθεν,  ἀλλὰ  πάντες  εὐθέως  ὑποδέχονται·  οὕτω  δὴ καὶ τὴν ἐλεημοσύνην· βασιλὶς γάρ ἐστιν ὄντως, ὁμοίους ἀνθρώπους ποιοῦσα Θεῷ. Ἔσεσθε γὰρ, φησὶν, οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν. Ὑπόπτερός ἐστι καὶ  κούφη,  πτέρυγας  ἔχουσα χρυσᾶς, πτῆσιν  ἔχουσα πάνυ  τέρπουσαν  τοὺς ἀγγέλους.  Ἐκεῖ, φησὶ, Πτέρυγες περιστερᾶς περιηργυρωμέναι,  καὶ  τὰ  μετάφρενα αὐτῆς ἐν χλωρότητι  χρυσίου. Καθάπερ γὰρ περιστερά τις χρυσῆ καὶ ζῶσα, πέταται, ὄμμα προσηνὲς ἔχουσα, ὀφθαλμὸν  ἥμερον. Οὐδὲν τοῦ ὀφθαλμοῦ ἐκείνου βέλτιον. Καλός ἐστι καὶ ὁ ταὼς, ἀλλὰ πρὸς ἐκείνην κολοιός ἐστιν· οὕτως ἡ ὄρνις αὕτη καλή τίς   ἐστι   καὶ   θαυμαστή.   Ἄνω   διὰ   παντὸς   ὁρᾷ,  πολλῇ   τοῦ   Θεοῦ  τῇ   δόξῃ περιστοιχίζεται·  παρθένος  ἐστὶ πτέρυγας  ἔχουσα χρυσᾶς, περιεσταλμένη,  λευκὸν πρόσωπον ἔχουσα καὶ ἥμερον· ὑπόπτερός ἐστι καὶ κούφη, παρὰ τὸν θρόνον ἑστῶσα τὸν βασιλικόν. Ὅταν κρινώμεθα, ἄφνω ἐφίπταται  καὶ φαίνεται, καὶ ἐξαιρεῖται τῆς κολάσεως ἡμᾶς, ταῖς αὑτῆς πτέρυξι περιβάλλουσα. Ταύτην θέλει ὁ Θεὸς μᾶλλον, ἢ θυσίας· πολλὰ περὶ αὐτῆς διαλέγεται· οὕτως αὐτὴν φιλεῖ. Χήραν καὶ ὀρφανὸν καὶ πένητα,  φησὶν,  ἀναλήψεται.  Ἀπ'  αὐτῆς  φιλεῖ  καλεῖσθαι  ὁ  Θεός· Οἰκτίρμων  καὶ ἐλεήμων  ὁ Κύριος, φησὶν ὁ ∆αυῒδ, μακρόθυμος καὶ πολυέλεος  καὶ ἀληθινός·  καὶ πάλιν  ἕτερος, Ἔλεος τοῦ Θεοῦ ἐπὶ πᾶσαν τὴν γῆν. Αὕτη τὸ τῶν ἀνθρώπων  γένος διέσωσεν· εἰ γὰρ μὴ ἠλέησεν ἡμᾶς ὁ Θεὸς, πάντα ἂν ἀπόλωλεν· αὕτη ἐχθροὺς ἡμᾶς ὄντας κατήλλαξεν, αὕτη τὰ μυρία ἀγαθὰ εἰργάσατο, αὕτη τὸν Υἱὸν τοῦ Θεοῦ ἔπεισε δοῦλον γενέσθαι καὶ κενῶσαι  ἑαυτόν. Ταύτην ζηλώσωμεν, ἀγαπητοὶ, δι' ἧς ἐσώθημεν· ταύτην ἀγαπήσωμεν, ταύτην χρημάτων προτιμήσωμεν, καὶ χωρὶς χρημάτων  ψυχὴν  ἐλεήμονα ἔχωμεν. Οὐδὲν οὕτω χαρακτηριστικὸν Χριστιανοῦ, ὡς ἐλεημοσύνη· οὐδὲν οὕτω καὶ ἄπιστοι καὶ πάντες  θαυμάζουσιν, ὡς ὅταν ἐλεῶμεν. Πολλαχοῦ  γὰρ  καὶ  ἡμεῖς  δεόμεθα  τοῦ  ἐλέους  τούτου,  καὶ  πρὸς  τὸν  Θεὸν καθ' ἑκάστην λέγομεν· Κατὰ τὸ μέγα σου ἔλεος ἐλέησον ἡμᾶς. Πρότερον αὐτοὶ ἀρχώμεθα· μᾶλλον δὲ οὐκ ἀρχόμεθα πρότερον· καὶ γὰρ αὐτὸς ἤδη ἐπεδείξατο τὸν ἔλεον αὐτοῦ τὸν  περὶ  ἡμᾶς.  Ἀλλ',  ἀγαπητοὶ,  κἂν  δεύτεροι  ἑπώμεθα.  Εἰ γὰρ  ἄνθρωποι  τὸν ἐλεήμονα, κἂν μυρία ἐργάσηται ἁμαρτήματα, ἐλεοῦσι· πολλῷ μᾶλλον ὁ Θεός. Ἄκουε τοῦ προφήτου λέγοντος· Ἐγὼ δὲ ὡσεὶ ἐλαία, φησὶ, κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Τοιοῦτοι γενώμεθα, ὡς ἐλαία γενώμεθα· πάντοθεν βριθώμεθα ταῖς ἐντολαῖς· οὐ γὰρ ἀρκεῖ ὡς ἐλαίαν εἶναι, ἀλλὰ καὶ κατάκαρπον. Εἰσὶ γὰρ οἳ ἐλεοῦντες ὀλίγα διδόασιν, ἢ διὰ παντὸς τοῦ ἐνιαυτοῦ ἅπαξ, ἢ καθ' ἑκάστην ἑβδομάδα, ἢ τὸ τυχὸν προϊέμενοι· οὗτοι ἐλαῖαι μέν εἰσιν, οὐ κατάκαρποι δὲ, ἀλλὰ καὶ ξηραί. Ὅτι μὲν γὰρ ἐλεοῦσιν, ἐλαῖαι·  ὅτι  δὲ  οὐ  φιλοτίμως,   οὐ  κατάκαρποι  ἐλαῖαι.  Ἀλλ'  ἡμεῖς  κατάκαρποι γενώμεθα. Ὃ πολλάκις εἶπον, καὶ λέγω νῦν· οὐ τῷ μέτρῳ τῶν διδομένων τὸ μέγεθος δείκνυται  τῆς ἐλεημοσύνης, ἀλλὰ τῇ προαιρέσει τοῦ διδόντος. Ἴστε τὰ κατὰ τὴν χήραν· καλὸν ἀεὶ φέρειν τοῦτο τὸ ὑπόδειγμα, ἵνα μηδὲ ὁ πένης ἀπογινώσκῃ ἑαυτοῦ, ὁρῶν εἰς τὴν τὰ δύο λεπτὰ καταβαλοῦσαν. Ἤνεγκάν τινες καὶ τρίχας ἐν τῇ τοῦ ναοῦ κατασκευῇ, καὶ  οὐδὲ  οὗτοι  ἀπεβλήθησαν.  Ἀλλ'  εἰ  μὲν  χρυσίον  ἔχοντες,  τρίχας ἔφερον, ἐπικατάρατοι· εἰ δὲ τοῦτο ἔχοντες  μόνον, τοῦτο ἤνεγκαν,  ἀπόδεκτοι. ∆ιὰ τοῦτο καὶ ὁ Κάϊν ἐμέμφθη, οὐκ ἐπειδὴ φαῦλα προσήνεγκεν, ἀλλ' ἐπειδὴ ὧν εἶχε τὰ φαυλότερα· Ἐπικατάρατος, φησὶν, ὃς ἔχει ἄρσεν, καὶ θύει διεφθαρμένον  τῷ Θεῷ, Οὐχ ἁπλῶς  εἶπεν,  ἀλλ'  ὁ  ἔχων,  φησὶ,  καὶ  φειδόμενος.  Εἰ τοίνυν  τις  οὐκ  ἔχει, ἀπήλλακται καὶ ἐγκλημάτων, μᾶλλον δὲ ἔχει μισθόν. Τί γὰρ δύο ὀβολῶν εὐτελέστερον, καὶ τριχῶν  οὐδαμινέστερον; τί δὲ σεμιδάλεως κοτύλης; ἀλλ' ὅμως ταῦτα ηὐδοκίμησεν ὁμοίως τοῖς μόσχοις καὶ τῷ χρυσίῳ. Καθ' ὃ γὰρ ἔχει τις, εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει· καὶ, Ὡς ἂν ἔχῃ, φησὶν, ἡ χείρ σου, εὖ ποίει· διὸ, παρακαλῶ, κενώσωμεν προθύμως τὰ ὄντα εἰς τοὺς πένητας· κἂν ὀλίγα ᾖ, τὸν αὐτὸν ληψόμεθα  μισθὸν τοῖς τὰ πλείονα  καταβάλλουσι, μᾶλλον  δὲ πλείονα  τῶν  μυρία τάλαντα καταβαλλόντων. Ἂν ταῦτα ποιῶμεν, ἐπιτευξόμεθα τῶν ἀφάτων θησαυρῶν τοῦ Θεοῦ, ἂν μὴ ἀκούωμεν μόνον, ἀλλὰ καὶ πράττωμεν, ἂν μὴ ἐπαινῶμεν, ἀλλὰ καὶ διὰ  τῶν  ἔργων  ἐπιδεικνύωμεν.  Ὧν γένοιτο  πάντας  ἡμᾶς  ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ  Πατρὶ, ἅμα τῷ  ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |