ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ἔπαινος τῶν κατωρθωκότων τὸ μὴ ὀμνύειν·

Τρίτη 25 Οκτωβρίου 2016

Ἔπαινος τῶν κατωρθωκότων τὸ μὴ ὀμνύειν·




Ιωάννης Χρυσόστομος
Είς τούς Ανδριάντας
Τόμος 49

Ἔπαινος τῶν κατωρθωκότων τὸ μὴ ὀμνύειν· καὶ ὅτι οὐκ ὀφείλει τις διακρίνεσθαι μετὰ ἑστίασιν ἀκροᾶσθαι θείων λογίων ἐν ἐκκλησίᾳ· καὶ διὰ τί μετὰ χρόνον πολὺν ἐδόθησαν αἱ ἅγιαι Γραφαί· καὶ εἰς τὸ, Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· καὶ φυσιολογία κόσμου, καὶ πρὸς τῷ τέλει, περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία θʹ.

αʹ. Καὶ πρώην πρὸς ὑμᾶς, καὶ νῦν πρὸς ὑμᾶς λέγω· εἴθε δὲ καὶ ἀεὶ μεθ' ὑμῶν, μᾶλλον δὲ καὶ ἀεὶ μεθ' ὑμῶν, εἰ καὶ μὴ σώματος παρουσίᾳ, ἀλλ' ἀγάπης δυνάμει· οὐδὲ γὰρ ἕτερός μοι βίος τίς  ἐστιν, ἀλλ' ἢ ὑμεῖς  καὶ  τῆς  ὑμετέρας  σωτηρίας  ἡ φροντίς. Ὥσπερ γὰρ ὁ γεωργὸς οὐδὲν ἕτερον μεριμνᾷ, ἀλλ' ἢ τὰ σπέρματα καὶ τὰ λήϊα,  καὶ  ὁ  κυβερνήτης  τὰ  κύματα  καὶ  τοὺς  λιμένας·  οὕτω  καὶ  ὁ  λέγων  τοὺς ἀκούοντας καὶ τὴν ἐκείνων προκοπὴν, καθάπερ καὶ ἐγὼ νῦν. ∆ιὸ καὶ πάντας ὑμᾶς ἐπὶ τῆς διανοίας περιφέρω τῆς ἐμαυτοῦ, οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ οἴκοι. Εἰ γὰρ καὶ πολὺς ὁ δῆμος, καὶ βραχὺ τῆς ἐμῆς καρδίας τὸ μέτρον, ἀλλ' εὐρεῖα ἡ ἀγάπη, καὶ Οὐ στενοχωρεῖσθε  ἐν  ἡμῖν·  τὸ  δὲ  ἑξῆς  οὐκ  ἔτι  λοιπὸν  ἐρῶ·  οὐδὲ  γὰρ  ἡμεῖς στενοχωρούμεθα παρ'  ὑμῖν. Πόθεν τοῦτο δῆλον;


Ἔγνων πολλῶν  ἀπαγγειλάντων, ὅτι Τὸ ἐπιταχθὲν ἐποιήσαμεν, νόμους ἀλλήλοις θέντες, καὶ καταδίκας ὁρίσαντες τοῖς ὀμνύουσι, καὶ τιμωρίας  ἐπαγαγόντες  τοῖς τὸν νόμον παραβαίνουσι, τιμωρίαν  τὴν ὑμῖν πρέπουσαν, ὅπερ μεγίστης ἀγάπης τεκμήριον. Οὐδὲ γὰρ αἰσχύνομαι πολυπραγμονῶν  ταῦτα, ἐπειδὴ μὴ περιεργίας ἐστὶν, ἀλλὰ κηδεμονίας αὕτη ἡ φιλοπραγμοσύνη.   Εἰ  γὰρ  οὐκ  ἔστιν  ὄνειδος  τῷ  ἰατρῷ  πυνθάνεσθαι  περὶ  τοῦ κάμνοντος, οὐδὲ ἡμῖν ἔγκλημα περὶ τῆς ὑμετέρας ἐξετάζειν σωτηρίας ἀεί· οὕτω γὰρ μαθόντες   τί  μὲν  ὑμῖν  ἀπήρτισται,  τί  δὲ  ἐλλέλειπται,   μετὰ  τῆς  προσηκούσης ἐπιστήμης τὰ λοιπὰ ἐπιθήσομεν φάρμακα. Ἔγνωμεν τοίνυν ταῦτα περιεργασάμενοι, καὶ  ηὐχαριστήσαμεν  τῷ  Θεῷ, ὅτι  οὐκ  εἰς  πέτρας  ἐσπείραμεν, οὐδὲ  εἰς  ἀκάνθας κατεβάλομεν τὰ σπέρματα, οὐδὲ πολλοῦ χρόνου καὶ πολλῆς ἐδεήθημεν ἀναβολῆς, ὥστε θερίσαι τὰ λήϊα. ∆ιὰ ταῦτα ὑμᾶς ἐπὶ τῆς καρδίας ἔχω συνεχῶς τῆς ἐμαυτοῦ, διὰ ταῦτα οὐκ αἰσθάνομαι τοῦ πόνου τῆς διδασκαλίας, τῷ τῆς ἀκροάσεως κουφιζόμενος κέρδει. Ἱκανὸς γὰρ ἡμᾶς οὗτος ὁ μισθὸς ἀνακτήσασθαι καὶ πτερῶσαι καὶ μεταρσίους ποιῆσαι, καὶ  πεῖσαι  πάντα  ὑπὲρ  ὑμῶν  ὑπομένειν  πόνον.  Ἐπεὶ οὖν  πολλὴν  τὴν εὐγνωμοσύνην  ὑμεῖς  ἐπεδείξασθε, φέρε  δὴ καὶ  ἡμεῖς  τὸ χρέος  καταβάλωμεν  τὸ λοιπὸν, ὅπερ ὑπεσχόμεθα πρώην· καίτοι γε οὐχ ὁρῶ παρόντας ἅπαντας τοὺς ἡνίκα ἐποιούμην τὴν ὑπόσχεσιν παραγενομένους  ἐνταῦθα. Τί ποτε ἄρα τὸ αἴτιον; τί τῆς ἡμετέρας τραπέζης αὐτοὺς ἀπεσόβησεν; Ὁ τραπέζης, ὡς ἔοικε, μετασχὼν αἰσθητῆς, ἐνόμισεν ἀνάξιον εἶναι μετὰ τροφὴν αἰσθητὴν ἐπὶ θείων λογίων  ἀκρόασιν ἐλθεῖν· ἀλλ' οὐ δικαίως τοῦτο νομίζουσιν· οὐδὲ γὰρ ἂν, εἰ τοῦτο ἦν ἄτοπον, τοὺς μακροὺς καὶ πολλοὺς ἀνήλωσεν ὁ Χριστὸς λόγους μετὰ τὸ δεῖπνον ἐκεῖνο τὸ μυστικόν· οὐκ ἂν, εἰ τοῦτο ἀπρεπὲς ἦν, ἑστιάσας πολλάκις τὸ πλῆθος ἐπὶ τῆς ἐρήμου, καὶ λόγων αὐτοῖς μετέδωκεν ἂν μετὰ τὴν τράπεζαν. Εἰ γὰρ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τότε μὲν οὖν χρησιμωτάτη ἡ τῶν θείων λογίων ἀκρόασις. Ὅταν γὰρ ᾖς σαυτὸν πεπεικὼς, ὅτι  μετὰ τὸ φαγεῖν καὶ πιεῖν ἀνάγκη καὶ πρὸς σύναξιν ἀπαντῆσαι, πάντως καὶ ἄκων πολλάκις ἐπιμελήσῃ τῆς σωφροσύνης, καὶ οὔτε εἰς μέθην, οὔτε εἰς ἀδηφαγίαν κατενεχθήσῃ ποτέ· ἡ γὰρ φροντὶς καὶ ἡ προσδοκία τῆς εἰς τὴν ἐκκλησίαν ἀφίξεως παιδεύει μετὰ τῆς προσηκούσης εὐκοσμίας, καὶ τροφῆς καὶ ποτοῦ μεταλαμβάνειν, ἵνα   μὴ  εἰσελθὼν   καὶ   τοῖς   ἀδελφοῖς   ἀναμιχθεὶς,   εἶτα   ἀποπνέων   οἴνου   καὶ ἐρευγόμενος ἀτάκτως, καταγελασθῇς παρὰ τῶν παρόντων ἁπάντων. Ταῦτα οὐ πρὸς ὑμᾶς λέγω νῦν, ἀλλὰ πρὸς τοὺς ἀπολειφθέντας  ὑμῶν, ἵνα δι' ὑμῶν ταῦτα μάθωσιν. Οὐ γὰρ τὸ φαγεῖν  κώλυμα ἀκροάσεως, ἀλλὰ τὸ ῥᾳθυμεῖν· σὺ δὲ κατάγνωσιν  εἶναι νομίζων τὸ μὴ νηστεῦσαι, καὶ ἕτερον προστίθης ἔγκλημα πολλῷ μεῖζον καὶ χαλεπώτερον, τὸ μὴ τῆς ἱερᾶς ταύτης μετασχεῖν τραπέζης, καὶ θρέψας σου τὸ σῶμα, κατατήκεις λιμῷ τὴν ψυχήν· καὶ ποίαν ἕξεις ἀπολογίαν; Ἐπὶ μὲν γὰρ τῆς νηστείας ἴσως ἔχεις σώματος ἀσθένειαν προβαλέσθαι· ἐπὶ δὲ ἀκροάσεως τί ἂν ἔχοις εἰπεῖν; οὐ γὰρ δὴ σώματος ἀσθένεια κωλύει τῶν θείων λογίων  μετασχεῖν. Εἰ μὲν γὰρ ἔλεγον· Μηδεὶς ἠριστηκὼς συμμιγέσθω, μηδεὶς φαγὼν  ἀκροάσθω, εἶχές  τινα  συγγνώμην· νυνὶ  δὲ ὅταν ἡμεῖς ἕλκωμεν,  καὶ ἐπισπώμεθα, καὶ πρὸς ἑαυτοὺς καλῶμεν,  ποίαν ἕξετε ἀπολογίαν ἀποπηδῶντες; Καὶ γὰρ ἀνεπιτήδειος ὁ ἀκροατὴς ἐκεῖνος ἂν γένοιτο, οὐχ ὁ φαγὼν  καὶ πιὼν,  ἀλλ' ὁ μὴ προσέχων τοῖς λεγομένοις,  ὁ χασμώμενος καὶ ἐκλελυμένος,   καὶ   τὸ   μὲν   σῶμα   ἐνταῦθα   ἔχων,   τὴν   δὲ   διάνοιαν   ἀλλαχοῦ πλανωμένην·  οὗτος κἂν νηστεύῃ, πρὸς ἀκρόασίν ἐστιν ἄχρηστος· ὁ μέντοι διεγηγερμένος  καὶ  νήφων  καὶ  συντείνων  ἑαυτοῦ  τὴν  διάνοιαν,  κἂν  φαγὼν  καὶ πεπωκὼς  ᾖ, πάντων  ἐπιτηδειότατος  ἀκροατὴς ἂν ἡμῖν γένοιτο. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν δικαστηρίων καὶ βουλευτηρίων εἰκότως ὁ νόμος οὗτος ἐκράτησεν· οὐδὲ γὰρ ἴσασι φιλοσοφεῖν·  διὸ  οὐδὲ  ἐσθίουσιν  ὥστε  τραφῆναι,  ἀλλ'  ὥστε  διαῤῥαγῆναι· πίνουσι  γὰρ ὑπὲρ κόρον  πολλάκις·  διὰ  τοῦτο  ἑαυτοὺς  ἀχρήστους πρὸς τὴν  τῶν πραγμάτων οἰκονομίαν καθιστῶντες, καὶ δικαστήρια καὶ βουλευτήρια ἀποκλείουσι δείλης καὶ μεσημβρίας. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· μὴ γένοιτο· ἀλλ' ὁ φαγὼν  τῷ νηστεύοντι  κατὰ  τὴν  τῆς  ψυχῆς  σωφροσύνην  ἐφάμιλλος   ἔσται·  οὐ  γὰρ  ὥστε διαῤῥῆξαι τὴν  γαστέρα, οὐδὲ ὥστε σκοτῶσαι τὸν λογισμὸν ἐσθίει καὶ πίνει,  ἀλλ' ὥστε τὸ σῶμα ἠσθενηκὸς ἀνακτήσασθαι.

βʹ. Ἀλλὰ τῆς μὲν παραινέσεως ταύτης ἅλις, ὥρα δὲ λοιπὸν  τῆς ὑποθέσεως ἅψασθαι· καίτοι  γε  ἀναδύεται  καὶ  ὀκνεῖ  πρὸς  τὴν  διδασκαλίαν  ταύτην  ἡμῖν  ὁ λογισμὸς διὰ τοὺς μὴ παραγενομένους. Καὶ καθάπερ μήτηρ φιλόστοργος τράπεζαν ἔχουσα παραθεῖναι, τῶν παίδων μὴ παρόντων ἁπάντων  ἀλγεῖ καὶ ὀδυνᾶται· τοῦτο δὴ  κἀγὼ  πάσχω  νῦν,  καὶ  τῶν  ἀδελφῶν  τῶν  ἡμετέρων  ἐννοῶν  τὴν  ἀπουσίαν, ἀναδύομαι πρὸς τὴν ἔκτισιν· ἀλλ' ὑμεῖς κύριοι τὸν ὄκνον τοῦτον ἐκβαλεῖν. Εἰ γὰρ ὑπόσχοισθέ μοι μετὰ ἀκριβείας ἅπαντα πρὸς ἐκείνους διαπορθμεύσειν,  μετὰ προθυμίας  ἡμεῖς  ἅπαντα  καταβαλοῦμεν  ὑμῖν·  οὕτω  γὰρ  ἐκείνοις  τε  ἔσται  τῆς ἀπουσίας παραμυθία τῆς ὑμετέρας ἀγάπης ἡ διδασκαλία, ὑμεῖς τε προσεκτικώτερον ἡμῶν ἀκούσεσθε, εἰδότες ὅτι καὶ πρὸς ἑτέρους ὑμῖν ἀπαγγεῖλαι ταῦτα ἀνάγκη. Ἵνα οὖν σαφέστερος ἡμῖν ὁ λόγος γένηται, ἄνωθεν ἀναλαβόντες αὐτὸν εἴπωμεν. Ἐζητοῦμεν τοίνυν  πρώην τίνος ἕνεκεν μετὰ ἔτη τοσαῦτα ἐδόθησαν αἱ Γραφαί· οὐ γὰρ ἐπὶ τοῦ Ἀδὰμ, οὐδὲ ἐπὶ τοῦ Νῶε, καὶ τοῦ Ἀβραὰμ, ἀλλὰ ἐπὶ τοῦ Μωϋσέως ἐδόθη τοῦτο τὸ βιβλίον· καὶ πολλῶν  ἀκούω λεγόντων,  ὅτι, εἰ χρήσιμον ἦν, ἐξ ἀρχῆς ἔδει δοθῆναι· εἰ δὲ ἄχρηστον ἦν, οὐδὲ μετὰ ταῦτα δοθῆναι ἐχρῆν. Ἀλλ' ἕωλος οὗτος ὁ λογισμός· οὐ γὰρ δὴ πάντως, εἴ τι χρήσιμον μετὰ ταῦτα, ἐξ ἀρχῆς ὀφείλει δίδοσθαι· οὐδὲ εἴ τι παρὰ τὴν ἀρχὴν ἐδόθη, τοῦτο πάντως ὀφείλει καὶ μετὰ ταῦτα μένειν. Ἐπεὶ καὶ τὸ γάλα χρήσιμον, ἀλλ' οὐ διηνεκῶς  δίδοται, ἀλλὰ παισὶν οὖσιν ἡμῖν δίδοται μόνον· καὶ ἡ στερεὰ τροφὴ χρήσιμος, ἀλλ' οὐδεὶς ἡμῖν ἐν ἀρχῇ μεταδίδωσιν αὐτῆς, ἀλλ' ἐπειδὰν τὴν παιδικὴν  ἐξέλθωμεν  ἡλικίαν· πάλιν  τὸ θέρος χρήσιμον, ἀλλ' οὐ διαπαντὸς φαίνεται· καὶ ὁ χειμὼν ἐπιτήδειος, ἀλλὰ καὶ οὗτος ὑπεξίσταται. Τί οὖν; αἱ Γραφαὶ, φησὶν, οὐκ εἰσὶ χρήσιμοι; Χρησιμώταται μὲν οὖν καὶ ἀναγκαιόταται. Τίνος οὖν ἕνεκεν, φησὶν, ἐξ ἀρχῆς ἡμῖν οὐκ ἐδόθησαν; Ὅτι οὐ διὰ γραμμάτων, ἀλλὰ διὰ πραγμάτων, ἠβούλετο παιδεύειν τῶν ἀνθρώπων  τὴν φύσιν ὁ Θεός. Τί ποτέ ἐστι διὰ πραγμάτων;  ∆ιὰ  τῆς  κτίσεως  αὐτῆς.  Εἰς τοῦτο  γοῦν  τὸ  κεφάλαιον  ἐμπεσὼν  ὁ Ἀπόστολος, καὶ πρὸς Ἕλληνας ἀποτεινόμενος τοὺς λέγοντας, ὅτι Οὐκ ἐμάθομεν ἐξ ἀρχῆς παρὰ τῶν Γραφῶν θεογνωσίαν, ὅρα πῶς ἀπελογήσατο. Εἰπὼν γὰρ, ὅτι Ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν  τὴν  ἀλήθειαν  ἐν  ἀδικίᾳ  κατεχόντων,  ἐπειδὴ  εἶδεν  ἀντίθεσιν  ἀντιπίπτουσαν αὐτῷ, καὶ πολλοὺς ἀντερωτῶντας, ὅτι Καὶ πόθεν ᾔδεσαν Ἕλληνες τὴν ἀλήθειαν τοῦ Θεοῦ; ἐπήγαγε λέγων· ∆ιότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Καὶ πῶς φανερόν ἐστιν ἐν αὐτοῖς; πῶς δὲ ἠδύναντο εἰδέναι Θεὸν, καὶ τίς ἔδειξεν; εἰπέ. Ὁ γὰρ Θεὸς ἐφανέρωσεν αὐτοῖς, φησί. Ποίῳ τρόπῳ; ποῖον προφήτην  πέμψας; τίνα εὐαγγελιστήν; ποῖον διδάσκαλον, εἰ αἱ Γραφαὶ μηδέπω ἦσαν; Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τὴν κτίσιν εἰς μέσον προέθηκε πρὸ τῶν ὀφθαλμῶν πάντων, ἵνα ἀπὸ τῶν ἔργων τὸν δημιουργὸν στοχάζωνται· ὅπερ οὖν καὶ ἕτερος ἔλεγεν· Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς  αὐτῶν  καθορᾶται.  Εἶδες τὸ  μέγεθος;  θαύμασον  τὴν  δύναμιν  τοῦ ποιήσαντος. Εἶδες τὸ κάλλος; ἐκπλάγηθι τὴν σοφίαν τοῦ κοσμήσαντος· ὅπερ οὖν καὶ ὁ προφήτης ἐμφαίνων ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν τοῦ Θεοῦ. Πῶς, εἰπέ μοι, διηγοῦνται;  φωνὴν  οὐκ ἔχουσι, στόμα οὐ κέκτηνται,  γλῶττα  παρ' αὐτοῖς οὐκ ἔστι, πῶς  οὖν  διηγοῦνται;  ∆ιὰ τῆς  ὄψεως  αὐτῆς·  ὅταν  γὰρ  ἴδῃς  τὸ  κάλλος,  τὸ μέγεθος, τὸ ὕψος, τὴν θέσιν, τὸ σχῆμα, τὸ πρὸς τοσοῦτον χρόνον  διαρκὲς, ὥσπερ φωνῆς  ἀκούων, καὶ διδασκόμενος διὰ τῆς ὄψεως, προσκυνεῖς τὸν ποιήσαντα σῶμα καλὸν οὕτω καὶ παράδοξον. Σιγᾷ ὁ οὐρανὸς, ἀλλ' ἡ ὄψις αὐτοῦ φωνὴν  σάλπιγγος λαμπροτέραν ἀφίησι, δι' ὀφθαλμῶν ἡμᾶς, οὐ δι' ἀκοῆς παιδεύουσα· καὶ γὰρ πέφυκεν αὕτη ἐκείνης ἡ αἴσθησις καὶ πιστοτέρα εἶναι καὶ  σαφεστέρα. Εἰ μὲν γὰρ διὰ βιβλίων ἐπαίδευσε καὶ διὰ γραμμάτων, ὁ μὲν εἰδὼς γράμματα ἔμαθεν ἂν τὰ ἐγγεγραμμένα,  ὁ δὲ οὐκ εἰδὼς  ἀπῆλθεν  ἂν  μηδὲν  ἐκεῖθεν  ὠφεληθεὶς,  εἰ μή τις ἐνήγαγεν ἕτερος· καὶ ὁ μὲν εὔπορος ἐπρίατο ἂν τὸ βιβλίον, ὁ δὲ πένης οὐκ ἂν ἴσχυσε κτήσασθαι· πάλιν ὁ μὲν τὴν φωνὴν  ἐκείνην εἰδὼς τὴν διὰ τῶν γραμμάτων σημαινομένην ἔγνω ἂν τὰ ἐγκείμενα, ὁ δὲ Σκύθης, καὶ ὁ βάρβαρος, καὶ ὁ Ἰνδὸς, καὶ ὁ Αἰγύπτιος, καὶ πάντες  οἱ τῆς γλώττης  ἐκείνης  ἀπεστερημένοι ἀπῆλθον  ἂν μηδὲν μαθόντες· ἐπὶ δὲ τοῦ οὐρανοῦ οὐκ ἔστι τοῦτο εἰπεῖν, ἀλλὰ καὶ Σκύθης, καὶ βάρβαρος, καὶ Ἰνδὸς, καὶ Αἰγύπτιος, καὶ πᾶς ἄνθρωπος ἐπὶ τῆς γῆς βαδίζων ταύτης ἀκούσεται τῆς φωνῆς·  οὐ γὰρ δι' ὤτων,  ἀλλὰ καὶ δι' ὄψεως εἰς τὴν διάνοιαν  ἐμπίπτει  τὴν ἡμετέραν. Ἡ δὲ τῶν ὁρωμένων ἀντίληψις  μία τίς ἐστι, καὶ οὐ διάφορος, καθάπερ ἡ τῶν γλωσσῶν· εἰς τοῦτο καὶ ἰδιώτης καὶ σοφὸς δυνήσεται τὸ βιβλίον ὁμοίως ἰδεῖν, καὶ πένης καὶ πλούσιος, καὶ ὅπουπερ ἄν τις ἀφίκηται, ἀναβλέψαι εἰς τὸν οὐρανὸν ἀρκοῦσαν λήψεται διδασκαλίαν ἀπὸ τῆς θεωρίας· ὅπερ καὶ αὐτὸς ὁ προφήτης αἰνιττόμενος καὶ δεικνὺς, ὅτι φωνὴν ἡ κτίσις ἀφίησι καὶ βαρβάροις καὶ Ἕλλησι καὶ πᾶσιν ἁπλῶς ἀνθρώποις εὐσύνοπτον, οὕτως ἔλεγεν· Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐκ ἔστιν ἔθνος, οὐδὲ γλῶττα,  φησὶν, ἡ μὴ δυναμένη συνιέναι τῆς φωνῆς  ταύτης· ἀλλὰ τοιοῦτος αὐτῶν ἐστιν ὁ φθόγγος, ὥστε δύνασθαι ὑπὸ πάντων  ἀνθρώπων  ἀκούεσθαι, καὶ οὐχὶ τοῦ οὐρανοῦ μόνον, ἀλλὰ καὶ τῆς ἡμέρας καὶ τῆς νυκτός. Καὶ πῶς τῆς ἡμέρας καὶ τῆς νυκτός;  οὗτος μὲν γὰρ καὶ διὰ τοῦ κάλλους,  καὶ διὰ τοῦ μεγέθους, καὶ διὰ τῶν ἄλλων  ἁπάντων  ἐκπλήττει  τοὺς θεατὰς, καὶ πρὸς τὸ θαῦμα τοῦ δημιουργήσαντος αὐτὸν παραπέμπει, ἡ δὲ ἡμέρα καὶ ἡ νὺξ τί τοιοῦτον ἂν ἔχοιεν ἡμῖν ἐπιδείξασθαι; Τοιοῦτον μὲν οὐδὲν, ἕτερα δὲ οὐκ ἐλάττονα τούτων, τὸν ῥυθμὸν, τὴν τάξιν τὴν μετ' ἀκριβείας ἁπάσης. Ὅταν γὰρ ἐννοήσῃς πῶς τὸν ἐνιαυτὸν  ἅπαντα διενείμαντο,  καὶ καθάπερ ἐν ζυγῷ καὶ πλάστιγγι τοῦ παντὸς διαστήματος τὸ μῆκος διείλαντο, ἐκπλαγήσῃ τὸν τάξαντα. Καθάπερ γάρ τινες  ἀδελφαὶ  τὸν πατρῷον  διανειμάμεναι κλῆρον μετὰ πολλῆς τῆς ἀγάπης, οὐδὲ τὸ τυχὸν ἀλλήλαις  ἐπηρεάζουσαι· οὕτω δὴ καὶ ἡ ἡμέρα καὶ ἡ νὺξ μετὰ ἀκριβείας πάσης τὸν ἐνιαυτὸν  ἐν ἰσομοιρίᾳ τοσαύτῃ διενείμαντο,  καὶ τοὺς οἰκείους διατηροῦσιν ὅρους, καὶ οὐδέποτε ἑτέρα τὴν ἑτέραν ἐξώθησεν· οὐδέποτε οὖν ἐν χειμῶνι  μακρὰ γέγονεν  ἡ ἡμέρα, ὥσπερ οὐδέποτε ἐν θέρει  μακρὰ γέγονεν  ἡ  νὺξ,  τοσούτων  παρελθουσῶν  γενεῶν·  ἀλλ'  ἐν  τοσούτῳ διαστήματι καὶ μήκει, οὐδὲ ἀκαριαῖον, οὐχ ἡμιώριον, οὐ ῥιπὴν ὀφθαλμοῦ ἡ ἑτέρα τὴν ἑτέραν ἐπλεονέκτησε.

γʹ. ∆ιὰ ταῦτα καὶ ὁ ψαλμῳδὸς  ἐκπλαγεὶς  αὐτῶν  τὴν ἰσότητα, ἐβόα λέγων· Νὺξ νυκτὶ  ἀναγγέλλει  γνῶσιν.  Ἂν  ταῦτα εἰδῇς φιλοσοφεῖν,  θαυμάσεις τὸν οὕτω παρὰ τὴν ἀρχὴν τάξαντα  τοὺς ἀκινήτους  τούτους ὅρους. Ἀκουέτωσαν τούτων  οἱ πλεονέκται  καὶ τῶν ἀλλοτρίων  ἐφιέμενοι  χρημάτων, καὶ μιμείσθωσαν ἡμέρας καὶ νυκτὸς τὴν ἰσότητα· ἀκουέτωσαν οἱ πεφυσιωμένοι  καὶ μεγαλοφρονοῦντες,  καὶ μὴ βουλόμενοι τῶν πρωτείων  ἑτέροις παραχωρεῖν. Ἡ ἡμέρα τῇ νυκτὶ παραχωρεῖ, καὶ οὐκ ἐπιβαίνει  τοῖς  ἀλλοτρίοις  ὅροις· σὺ δὲ ἀεὶ τιμῆς  ἀπολαύων  οὐκ ἀνέχῃ  τοῖς ἀδελφοῖς μεταδοῦναι ταύτης; Καὶ σκόπει  μοι νομοθέτου σοφίαν. Ἐν χειμῶνι μακρὰν   ἔταξεν   εἶναι     τὴν   νύκτα,   ὅτε   ἁπαλώτερα   τὰ   σπέρματα  καὶ καταψύχεσθαι δεόμενα μᾶλλον, καὶ θερμοτέρας οὐκ ἀνέχεται τῆς ἀκτῖνος· ἐπειδὰν δὲ αὐξηθῇ, συναύξεται πάλιν  αὐτοῖς ἡ ἡμέρα, καὶ τότε γίνεται  μακροτέρα, ὅταν ὁ καρπὸς  ἀκμάζῃ  λοιπόν.   Οὐ  τοῖς  σπέρμασι  δὲ  τοῦτο,  ἀλλὰ  καὶ  τοῖς  σώμασιν ἐπιτήδειον. Ἐπειδὰν γὰρ τοῦ χειμῶνος καὶ ναύτης, καὶ κυβερνήτης, καὶ ὁδοιπόρος, καὶ στρατιώτης, καὶ γεωργὸς τὰ πολλὰ οἴκοι κάθηνται τῷ κρυμῷ συνδεδεμένοι, καὶ ἀργίας καιρὸς ὁ τοῦ χειμῶνός  ἐστι, τὸ πλέον τοῦ χρόνου εἰς νύκτα ἀναλίσκεσθαι ἐποίησεν ὁ Θεὸς, ἵνα μὴ περιττὸν ᾖ τῆς ἡμέρας τὸ μῆκος, οὐδὲν δυναμένων  ποιεῖν τῶν  ἀνθρώπων.  Τί ἄν τις εἴποι τῶν  ὡρῶν  τὴν εὐταξίαν; πῶς καὶ αὗται καθάπερ παρθένοι   τινὲς   χορεύουσαι   ἐν   κύκλῳ   μετὰ   πολλῆς   τῆς   εὐταξίας   ἀλλήλας διαδέχονται, καὶ κατὰ μικρὸν καὶ ἀψοφητὶ πρὸς τὰς ἐναντίας αἱ μέσαι διαβιβάζουσαι ὐ παύονται;  ∆ιὰ τοῦτο οὔτε ἀπὸ χειμῶνος  ἡμᾶς διαδέχεται  θέρος, οὔτε ἐκεῖθεν χειμὼν  εὐθέως, ἀλλὰ μέσον παρεμβέβληται τὸ ἔαρ, ὥστε ἠρέμα καὶ κατὰ μικρὸν διαδεχομένων  ἡμῶν, πεπυκνωμένα τὰ σώματα ἀλύπως προσάγειν τῷ θέρει. Ἐπειδὴ ὰρ αἱ ἀθρόαι πρὸς τὸ ἐναντίον μεταβολαὶ νόσον καὶ βλάβην τίκτουσι τὴν ἐσχάτην, ᾠκοδόμησεν ὁ Θεὸς ἀπὸ μὲν τοῦ χειμῶνος  ἡμᾶς τὸ ἔαρ διαδέχεσθαι, ἀπὸ δὲ τοῦ ἔαρος τὸ θέρος, ἀπὸ δὲ τοῦ θέρους τὸ μετόπωρον, καὶ οὕτω τῷ χειμῶνι παραπέμπειν, ὥστε ἀβλαβεῖς καὶ κατὰ μικρὸν τὰς μεταβολὰς τὰς ἐκ τῶν ἐναντίων  ὡρῶν διὰ τῶν μέσων  ἡμῖν  ἐγγίνεσθαι.  Τίς  οὖν  οὕτως  ἄθλιος  καὶ  ταλαίπωρος,  ὃς  ὁρῶν  μὲν οὐρανὸν, ὁρῶν δὲ θάλατταν  καὶ γῆν, ὁρῶν δὲ τοσαύτην ὡρῶν  εὐκρασίαν οὕτως ἀκριβῆ,  καὶ  ἡμέρας  καὶ  νυκτὸς  ἀδιάπτωτον   τάξιν,  νομίζειν  αὐτομάτως  ταῦτα γενέσθαι, ἀλλὰ  μὴ προσκυνεῖν τὸν  ἅπαντα  ταῦτα  μετὰ σοφίας τῆς προσηκούσης διαταξάμενον; Ἔχω τι καὶ πλέον τούτων  εἰπεῖν· οὐ γὰρ δὴ μόνον τὸ μέγεθος καὶ κάλλος, ἀλλὰ καὶ αὐτὸς ὁ τρόπος τῆς δημιουργίας ἐμφαίνει  τὸν συγκροτοῦντα τὰ πάντα  Θεόν. Ἐπειδὴ γὰρ κτίζοντι  καὶ δημιουργοῦντι  πάντα  παρὰ τὴν  ἀρχὴν  οὐ παρῆμεν, οὐδὲ εἰ παρῆμεν, εἴδομεν ἂν πῶς ἐγένετο, τῆς ἀοράτου δυνάμεως  αὐτὰ κατασκευαζούσης, αὐτὸν τὸν τρόπον τῆς δημιουργίας ἡμῖν ἄριστον ἐποίησεν ἐγγενέσθαι  διδάσκαλον, ὑπὲρ φύσεως  ἀκολουθίαν  συνθεὶς  ἅπαντα  τὰ  γενόμενα. Τάχα  ἀσαφέστερόν  ἐστιν  ὅπερ  εἶπον·  οὐκοῦν  ἀνάγκη  σαφέστερον  τοῦτο  πάλιν εἰπεῖν· Πάντες ἂν ὁμολογήσαιεν, ὅτι φύσεώς ἐστιν ἀκολουθία τὸ ὕδωρ ὑπὲρ τὴν γῆν φέρεσθαι, ἀλλ' οὐχὶ τὴν γῆν  ἐπὶ τῶν  ὑδάτων·  ἡ μὲν γὰρ γῆ πυκνή  τις οὖσα καὶ σκληρὰ καὶ ἀντίτυπος καὶ συνεχὴς, ῥᾳδίως δύναται στέγειν τῶν ὑδάτων τὴν φύσιν· τὸ δὲ ὕδωρ ῥυτὸν ὂν καὶ χαῦνον, μαλακόν τε καὶ διαῤῥέον, καὶ τοῖς ἐμπίπτουσιν εἶκον  ἅπασιν,  οὐδὲν  ἂν  δυνηθείη   σῶμα  στέγειν,  κἂν  σφόδρα  κουφότατον   ᾖ· πολλάκις γοῦν ψηφῖδος μικρᾶς ἐμπεσούσης εἶξε, καὶ παρεχώρησε, καὶ πρὸς τὸ βάθος αὐτὴν  παρέπεμψεν.  Ὅταν οὖν  ἴδῃς  οὐχὶ  ψηφῖδα  μικρὰν, ἀλλὰ  τὴν  γῆν  ἅπασαν ὑπεράνω τῶν ὑδάτων φερομένην καὶ μὴ καταποντιζομένην, θαύμασον τὴν δύναμιν τὴν ὑπὲρ φύσιν ταῦτα θαυματουργοῦσαν. Καὶ πόθεν τοῦτο δῆλον, ὅτι ἡ γῆ ὑπεράνω τῶν ὑδάτων φέρεται; Ὁ προφήτης τοῦτό φησιν, οὕτω λέγων· Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Καὶ πάλιν, Τῷ θεμελιώσαντι τὴν γῆν ἐπὶ τῶν  ὑδάτων. Τί λέγεις; ψηφῖδα  μικρὰν ὕδωρ ἐπὶ τῶν  νώτων  οὐκ ἂν δυνηθείη βαστάσαι, καὶ γῆν τοσαύτην φέρει, καὶ ὄρη, καὶ βουνοὺς, καὶ πόλεις, καὶ φυτὰ, καὶ ἀνθρώπους. καὶ ἄλογα, καὶ οὐ καταποντίζεται; τί λέγω, οὐ καταποντίζεται; πῶς κάτω  θεν ὁμιλοῦντος αὐτῇ τοῦ ὕδατος τοσοῦτον χρόνον οὐ διελύθη καὶ πηλὸς  γέγονε  τὸ  πᾶν;  Εἰ γὰρ  ξύλων  φύσις  ὕδασι βραχὺν  ἐνδιατρίψασα  χρόνον σήπεται καὶ διαλύεται· καὶ τί λέγω ξύλων φύσις, τί σιδήρου γένοιτ' ἂν εὐτονώτερον; ἀλλὰ  καὶ  οὗτος  χαυνοῦται  πολλάκις,  ὅταν  διαπαντὸς  ἐν  ὕδατι  μένῃ·  καὶ  μάλα εἰκότως· καὶ γὰρ καὶ αὐτὸς ἀπὸ γῆς ἔχει τὴν ὕπαρξιν. ∆ιὰ τοῦτο πολλοὶ τῶν δραπετευόντων  οἰκετῶν, ἐπειδὰν τὰς πέδας καὶ τὰς ἁλύσεις ἐπισυρόμενοι φύγωσι, παρὰ ῥύακας ὑδάτων ἐλθόντες, καὶ δεδεμένους ἐναποθέμενοι τοὺς πόδας τοῖς ὕδασι, καὶ χαυνότερον  ταύτῃ ποιήσαντες τὸν σίδηρον, ῥᾳδίως λίθῳ  παίοντες  διακλῶσιν. Εἶτα σίδηρος μὲν χαυνοῦται,  καὶ ξύλα σήπεται, καὶ λίθοι φθείρονται  ὑπὸ τῆς τῶν ὑδάτων  φύσεως,  γῆς  δὲ  ὄγκος  τοσοῦτος  ἐπὶ  τοσοῦτον  χρόνον  ἐπικείμενος  τοῖς ὕδασιν, οὔτε κατεποντίσθη, οὔτε διελύθη καὶ ἀπώλετο.

 δʹ. Καὶ τίς οὐκ ἂν ἐκπλαγείη ταῦτα καὶ θαυμάσειε, καὶ θαῤῥῶν ἂν εἴποι, οὐχὶ φύσεως εἶναι ἔργα, ἀλλὰ τῆς ὑπὲρ φύσιν Προνοίας; ∆ιὰ ταῦτά τίς φησιν· Ὁ κρεμάσας τὴν γῆν ἐπ' οὐδενός· ἄλλος δέ τις, Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς· καὶ, ὅτι Ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν. Καὶ δοκεῖ μὲν ἐναντία ταῦτα εἶναι, πολλὴν δὲ ἔχει τὴν συμφωνίαν. Ὁ γὰρ εἰπὼν, ὅτι Ἐπὶ τῶν  ὑδάτων  ἐθεμελίωσεν αὐτὴν, ταυτὸν εἶπε τῷ εἰρηκότι, ὅτι ἐπ' οὐδενὸς αὐτὴν ἐκρέμασε· τὸ γὰρ ἐπὶ ὑδάτων ἑστάναι ἴσον ἐστὶ τοῦ κρέμασθαι ἐπ' οὐδενός. Ποῦ οὖν κρέμαται καὶ ἕστηκεν; Ἄκουσον τοῦ αὐτοῦ λέγοντος· Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς· οὐχ ὅτι χεῖρας ἔχει ὁ Θεὸς, ἀλλ' ἵνα μάθῃς ὅτι ἡ δύναμις αὐτοῦ ἡ προνοοῦσα πάντων,  αὕτη ἐστὶν ἡ συγκρατοῦσα καὶ διαβαστάζουσα τὸ σῶμα τῆς γῆς. Ἀλλ' οὐ πείθῃ τοῖς εἰρημένοις; Πίστευσον τοῖς ὁρωμένοις· καὶ γὰρ καὶ ἐφ' ἑτέρου στοιχείου τὴν θαυματουργίαν ταύτην ἔστιν εὑρεῖν. Τοῦ γὰρ πυρὸς ἡ φύσις ἀνωφερής τίς ἐστι καὶ  πρὸς  τὸ  ὕψος   ἀεὶ  πηδᾷν   καὶ  ἅλλεσθαι   πέφυκε,   κἂν   μυρία  βιάσῃ  καὶ καταναγκάσῃς, οὐκ ἂν ἀνάσχοιτο τῆς κάτω φορᾶς. Πολλάκις γοῦν δᾷδα καιομένην λαβόντες,  καὶ κατὰ  κεφαλῆς  κλίναντες  τοῦ πυρὸς τὴν  ὁρμὴν οὐκ ἠναγκάσαμεν κάτω νεῦσαι, ἀλλὰ καὶ οὕτως ἄνω τρέχει, καὶ πρὸς τὸ ὕψος ἐπείγεται κάτωθεν· ἐπὶ δὲ τοῦ ἡλίου τοὐναντίον ἅπαν ἐποίησεν ὁ Θεός· τὰς γὰρ ἀκτῖνας αὐτοῦ πρὸς τὴν γῆν ἔτρεψε, καὶ τὸ φῶς κάτω νεύειν ἐποίησε, μονονουχὶ λέγων αὐτῷ διὰ τοῦ σχήματος· Κάτω βλέπε, φησὶ, καὶ τοῖς ἀνθρώποις φαῖνε· διὰ γὰρ ἐκείνους ἐγένου. Καὶ λύχνου μὲν φλὸξ οὐκ ἂν ἀνάσχοιτο τοῦτο παθεῖν, ἄστρον δὲ οὕτω μέγα καὶ θαυμαστὸν κάτω νεύει,  καὶ  πρὸς  τὴν  γῆν  βλέπει  ἀπεναντίας  τῷ  πυρὶ,  διὰ  τὴν  τοῦ  κελεύσαντος δύναμιν. Βούλει καὶ ἕτερον εἴπω τοιοῦτον; Τὰ νῶτα τοῦ οὐρανοῦ τοῦ φαινομένου ὕδατα περιλαμβάνει πάντοθεν, καὶ οὐ καταῤῥεῖ, οὐδὲ ἐξίσταται, καίτοι γε οὐκ ἔστι τοιαύτη τῶν ὑδάτων ἡ φύσις· ἀλλ' εἰς μὲν τὰ κοῖλα συντρέχει ῥᾳδίως· ἐπειδὰν δὲ κεκυρτωμένον ᾖ σῶμα, διολισθαίνει πάντοθεν, καὶ οὐκ ἂν αὐτοῦ οὐδὲ μικρὸν σταίης ἐπὶ τοῦ τοιούτου σχήματος. Ἀλλ' ἰδοὺ τὸ παράδοξον τοῦτο γέγονεν  ἐπὶ τῶν οὐρανῶν· καὶ τοῦτο αὐτὸ πάλιν ὁ προφήτης αἰνιττόμενος λέγει· Αἰνεῖτε τὸν Κύριον, τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν. Καὶ οὔτε τὸ ὕδωρ τὸν ἥλιον ἔσβεσεν, οὔτε ὁ ἥλιος ἐπὶ τοσοῦτον χρόνον  βαδίζων κάτωθεν  τὸ ἐπικεί  μενον ἀνεξήρανεν ὕδωρ. Βούλει σε πάλιν  εἰς τὴν γῆν καταγάγωμεν,  καὶ τὸ θαῦμα ἐπιδείξωμεν; Οὐχ ὁρᾷς ταυτηνὶ  τὴν θάλατταν,  τὴν κυμάτων  γέμουσαν καὶ πνευμάτων  βιαίων; ἀλλ' αὕτη ἡ θάλαττα ἡ εὐρύχωρος καὶ μεγάλη καὶ μαινομένη ἀσθενεῖ ψάμμῳ τειχίζεται. Καὶ σκόπει Θεοῦ σοφίαν· οὐκ ἀφῆκεν  αὐτὴν ἡσυχάζειν οὐδὲ ἠρεμεῖν, ἵνα μὴ τῆς φύσεως αὐτῆς εἶναι νομίσῃς τὴν εὐταξίαν, ἀλλ' ἔνδον μένουσα βοᾷ, καὶ ταράττεται, καὶ μεγάλα ἠχεῖ, καὶ τὰ κύματα πρὸς ὕψος διανίστησιν ἄφατον· ἐπειδὰν δὲ ἔλθῃ πρὸς τοὺς αἰγιαλοὺς, καὶ τὴν ψάμμον ἴδῃ, διαλυθεῖσα πρὸς ἑαυτὴν πάλιν ἐπάνεισι, δι' ἀμφοτέρων σε τούτων διδάσκουσα, ὅτι οὐχὶ φύσεως ἔργον ἐστὶ τὸ μένειν αὐτὴν εἴσω τῶν οἰκείων ὅρων, ἀλλὰ τῆς τοῦ κατέχοντος αὐτὴν δυνάμεως. ∆ιὰ τοῦτο γοῦν καὶ ἀσθενὲς τὸ τειχίον  ἐποίησε, καὶ οὐ ξύλα καὶ λίθους  οὐδὲ ὄρη τοῖς αἰγιαλοῖς περιέβαλε τούτοις, ἵνα μὴ τούτοις λογίσῃ τοῦ στοιχείου τὴν εὐταξίαν. Τοῦτο γοῦν καὶ αὐτός ποτε τοῖς Ἰουδαίοις ὀνειδίζων ἔλεγεν· Ἐμὲ οὐ φοβηθήσεσθε τὸν τάξαντα ἄμμον  ὅριον  τῇ  θαλάσσῃ,  καὶ  οὐχ  ὑπερβήσεται;  Οὐ τοῦτο  δὲ  μόνον  ἐστὶ  τὸ θαυμαστὸν, ὅτι μέγαν καὶ θαυμαστὸν τὸν κόσμον ἐποίησεν, οὐδ' ὅτι ὑπὲρ φύσεως ἀκολουθίαν  αὐτὸν συνέπηξεν, ἀλλ' ὅτι καὶ ἐξ ἐναντίων  αὐτὸν συνέστησε, θερμοῦ καὶ ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ, πυρὸς καὶ ὕδατος, γῆς καὶ ἀέρος· καὶ τὰ ἐναντία ταῦτα στοιχεῖα, ἀφ' ὧν τόδε τὸ πᾶν συνέστηκεν, ἀλλήλοις  μαχόμενα ὑπ' ἀλλήλων  οὐκ ἀνηλώθη,  οὐ τὸ πῦρ ἐπέδραμε καὶ ἀνῆψεν  ἅπαντα, οὐ τὸ ὕδωρ ἐπελθὸν ἐπέκλυσε τὴν οἰκουμένην. Ἀλλ' ἐπὶ μὲν τῶν σωμάτων τῶν ἡμετέρων ταῦτα γίνεται, καὶ χολῆς αὐξανομένης τίκτεται πυρετὸς, καὶ τῷ παντὶ ζώῳ λυμαίνεται· καὶ φλέγματος πλεονάζοντος  πολλὰ νοσήματα φύεται, καὶ διαφθείρει  τὸ ζῶον. Ἐπὶ δὲ τοῦδε τοῦ παντὸς οὐδὲν τούτων συνέβη, ἀλλ' ἕκαστον μένει καθάπερ τινὶ χαλινῷ  καὶ δεσμῷ τῷ βουλήματι τοῦ ποιήσαντος τοὺς οἰκείους διαφυλάττον ὅρους, καὶ ἡ μάχη τούτων εἰρήνης  αἰτία  γίνεται  τῷ  παντί.  Ταῦτα οὐχὶ  καὶ  τυφλῷ  δῆλα,  καὶ  τοῖς  σφόδρα ἀνοήτοις εὐσύνοπτα, ὅτι ἐκ προνοίας τινὸς γέγονε καὶ συγκρατεῖται; Τίς γὰρ οὕτως ἄφρων καὶ ἀναίσθητος, ὃς ὁρῶν τοσοῦτον σωμάτων ὄγκον, τοσοῦτον κάλλος, τοσαύτην  σύνθεσιν,  τοιούτων   στοιχείων   μάχην   διηνεκῆ   καὶ  ἐναντίωσιν,   καὶ διαμονὴν,  μὴ λογίσασθαι πρὸς ἑαυτὸν καὶ εἰπεῖν,  ὅτι εἰ μὴ πρόνοιά τις ἦν ἡ τὸν ὄγκον τῶν  σωμάτων διακρατοῦσα, καὶ μὴ συγχωροῦσα τὸ πᾶν διαπεσεῖν, οὐκ ἂν ἔμεινεν, οὐκ ἂν διήρκεσε; Τοσαύτη μὲν ὡρῶν εὐταξία, τοσαύτη δὲ ἡμέρας καὶ νυκτὸς συμφωνία,  τοσούτων  δὲ  ἀλόγων  ζώων  γένη,  καὶ  φυτῶν,  καὶ  σπερμάτων,  καὶ βοτανῶν  ὁδῷ  βαδίζει, καὶ  οὐδὲν  εἰς  τὴν  παροῦσαν ἡμέραν  οὔτε  διέπεσεν, οὔτε ἀνηλώθη καθάπαξ.

εʹ. Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ πολλὰ ἕτερα τούτων πλείονα καὶ βαθύτερα ἦν εἰπεῖν, καὶ περὶ αὐτῆς φιλοσοφῆσαι τῆς κτίσεως· ἀλλ' εἰς τὴν ἐπιοῦσαν ἐκεῖνα ταμιευσάμενοι, σπουδάσωμεν τὰ εἰρημένα μετὰ ἀκριβείας κατασχεῖν, καὶ εἰς ἑτέρους ἐξενεγκεῖν. Καὶ οἶδα μὲν ὅτι τὴν ἀκοὴν ὑμῶν ἐξένισε τῶν νοημάτων τὸ βάθος, ἀλλ' ἐὰν ὀλίγον νήψωμεν, καὶ ἐν τούτοις ἐθίσωμεν ἑαυτοὺς, καὶ ἑτέροις ῥᾳδίως ἐσόμεθα διδάσκαλοι. Τέως δὲ ἐκεῖνο πρὸς τὴν ὑμετέραν ἀγάπην  ἀναγκαῖον  εἰπεῖν· Ὥσπερ ἐδόξασεν ἡμᾶς ὁ Θεὸς διὰ τῆς τοσαύτης δημιουργίας, οὕτω δοξάσωμεν αὐτὸν καὶ ἡμεῖς διὰ τῆς πολιτείας τῆς καθαρᾶς. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, φαινόμενοι μόνον· καὶ ἡμεῖς τοίνυν διηγησώμεθα δόξαν Θεοῦ, μὴ λέγοντες  μόνον, ἀλλὰ καὶ σιγῶντες,  καὶ τῇ τοῦ βίου λαμπρότητι  πάντας  ἐκπλήττοντες.  Λαμψάτω γὰρ, φησὶν, ὑμῶν τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων,  ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὅταν γὰρ ὁ ἄπιστος ἴδῃ σὲ τὸν  πιστὸν   κατεσταλμένον,   σωφρονοῦντα,   κόσμιον  ὄντα,   ἐκπλαγήσεται   καὶ  ἐρεῖ· Ἀληθῶς μέγας ὁ τῶν Χριστιανῶν Θεὸς, οἵους κατέστησεν ἀνθρώπους, οἵους ἐξ οἵων ἐποίησεν,   ἀγγέλους   αὐτοὺς   ἐξ   ἀνθρώπων    εἰργάσατο.   Ἂν   ὑβρίσῃ   τις,   οὐ λοιδοροῦνται· ἂν τυπτήσῃ τις, οὐκ ἀγανακτοῦσιν· ἂν ἀδικήσῃ τις, ὑπερεύχονται τοῦ λελυπηκότος· ἐχθρὸν οὐκ ἔχουσι, μνησικακεῖν οὐκ ἐπίστανται, φλυαρεῖν οὐκ ἴσασιν, οὐκ ἔμαθον ψεύδεσθαι, ἐπιορκεῖν οὐκ ἀνέχονται, μᾶλλον δὲ οὐδὲ ὀμνύειν· ἀλλὰ τὴν γλῶτταν   ἐκτμηθῆναι   ἂν  ἕλοιντο   πρότερον,  ἢ  ὅρκον  τινὰ  ἀπὸ  τοῦ  στόματος προέσθαι. Ταῦτα δῶμεν  αὐτοῖς  περὶ ἡμῶν  λέγειν,  καὶ  τὴν  πονηρὰν  τῶν  ὅρκων συνήθειαν  ἀπελάσωμεν,  καὶ τοσαύτην  δῶμεν  τῷ  Θεῷ τιμὴν,  ὅσην τοῖς  ἱματίοις ἡμῶν τοῖς πολυτελεστέροις. Πῶς γὰρ οὐκ ἄτοπον ἱμάτιον μὲν ἔχοντας τῶν λοιπῶν βέλτιον μὴ ἀνέχεσθαι συνεχῶς αὐτῷ καταχρᾶσθαι, τὸ δὲ τοῦ Θεοῦ ὄνομα πανταχοῦ περισύρειν ἁπλῶς καὶ ὡς ἔτυχε; Μὴ, δέομαι καὶ ἀντιβολῶ, μὴ οὕτω καταφρονῶμεν ἡμῶν τῆς σωτηρίας ἀλλὰ τὴν σπουδὴν ἣν ἐξ ἀρχῆς ἐποιησάμεθα περὶ τὴν ἐντολὴν ταύτην,   εἰς  τέλος  ἀγάγωμεν.   Καὶ  γὰρ  ἐγὼ   διὰ  τοῦτο  συνεχῆ  ποιοῦμαι  τὴν παράκλησιν τὴν περὶ τῶν ὅρκων, οὐκ ἐπειδὴ κατέγνων ὑμῶν ῥᾳθυμίαν, ἀλλ' ἐπειδὴ τὸ πλέον κατορθωθὲν ὑμῖν εἶδον, καὶ σπεύδω καὶ ἐπείγομαι τὸ πᾶν ἀπαρτισθῆναι καὶ τέλος  λαβεῖν.  Οὕτω καὶ οἱ θεαταὶ  ποιοῦσι, τοὺς ἐγγὺς  ὄντας  τῶν  βραβείων διεγείρουσι μᾶλλον. Μὴ τοίνυν ἀποκάμωμεν μηδὲ ἡμεῖς, καὶ γὰρ ἐγγὺς ἑστήκαμεν τοῦ παντὸς κατορθώματος, καὶ ἡ δυσκολία παρὰ τὴν ἀρχὴν ἦν. Ὅτε δὲ τὸ πλέον τῆς συνηθείας ὑπετμήθη νῦν, καὶ μικρὸν ὑπολέλειπται  λοιπὸν, οὐδὲ πόνου χρεία τινὸς, ἀλλὰ μικρᾶς παρατηρήσεως, καὶ βραχείας τινὸς ἀκριβείας δεόμεθα, ἵνα αὐτοὶ κατορθώσαντες  καὶ  ἑτέροις  γενώμεθα  διδάσκαλοι,  καὶ  μετὰ  παῤῥησίας τὸ  ἱερὸν ἴδωμεν  Πάσχα, καὶ  μετὰ  πολλῆς  τῆς  ἡδονῆς  διπλασίονα  καὶ  τριπλασίονα  τῆς εἰωθυίας καρπωσώμεθα τὴν εὐφροσύνην. Οὐ γὰρ οὕτω τὸ τῶν πόνων  ἡμᾶς ἀπαλλαγῆναι  καὶ τῶν ἱδρώτων τῆς νηστείας εὐφραίνει, ὡς τὸ μετὰ κατορθώματος καὶ στεφάνου λαμπροῦ εἰς τὴν ἱερὰν ἐκείνην ἑορτὴν ἀπαντῆσαι, στεφάνου μηδέποτε μαραινομένου. Ὥστε δὲ ταχυτέραν γενέσθαι τὴν διόρθωσιν, τοῦτο ποίησον ὃ λέγω· Γράψον ἐπὶ τὸν  τοῖχον  τῆς οἰκίας σου, καὶ ἐπὶ τὸν  τοῖχον  τῆς καρδίας σου τὴν δρεπάνην  τὴν  πετομένην  ἐκείνην,  καὶ ταύτην  ἐπὶ τῆς ἀρᾶς πέτεσθαι νόμιζε, καὶ συνεχῶς αὐτὴν ἀναλογίζου· κἂν ἕτερον ὀμνύοντα ἴδῃς, ἐπίσχες, κώλυσον, καὶ τῶν οἰκετῶν ἐπιμελήθητι  τῶν σῶν. Ἂν γὰρ τοῦτο σκοπήσωμεν, ὅπως μὴ μόνον αὐτοὶ κατορθώσαιμεν, ἀλλὰ  καὶ ἑτέρους εἰς τοῦτο ἐναγάγοιμεν,  ταχέως  αὐτοὶ πρὸς τὸ πέρας ἥξομεν. Οἱ γὰρ ἑτέρους παιδεύειν καταδεξάμενοι, ἐρυθριάσομεν καὶ αἰσχυνούμεθα,  ἃ τοῖς  ἄλλοις  ἐπιτάττομεν,  ταῦτα  ἐλλιμπάνοντες   αὐτοὶ  φανῆναι. Οὐδὲ χρεία  πλειόνων  λόγων·  πολλὰ  γὰρ καὶ  τὰ  πρώην  εἰρημένα,  καὶ  ταῦτα  δὲ ὑπομνήσεως  χάριν  μόνης  εἴρηται.  Ὁ  δὲ  Θεὸς, ὁ  μᾶλλον  ἡμῶν  τῶν  ἡμετέρων φειδόμενος ψυχῶν, καὶ ἐν τούτῳ καὶ ἐν παντὶ καταρτίσειεν ἡμᾶς ἀγαθῷ, ἵνα πληρώσαντες πάντα καρπὸν δικαιοσύνης,  καταξιωθῶμεν  τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ  καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἔπαινος τῶν μετὰ τὴν ἑστίασιν ἀπηντηκότων εἰς τὴν ἀκρόασιν· καὶ φυσιολογία κόσμου· καὶ κατὰ τῶν θεοποιούντων τὴνκτίσιν· καὶ περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία ιʹ.

αʹ. Χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν, ὅτι τὴν παραίνεσιν ἡμῶν, ἣν ὑπὲρ τῶν μὴ νηστευόντων καὶ διὰ τοῦτο ἀπολιμπανομένων ἐποιησάμεθα πρώην, εἰς ἔργον ὑμεῖς ἐξηνέγκατε. Καὶ γὰρ πολλοὺς  οἶμαι τῶν  ἠριστηκότων  παρεῖναι  τήμερον, καὶ τὸν καλὸν ἡμῖν σύλλογον τοῦτον πληροῦν· καὶ τοῦτο στοχάζομαι ἐκ τοῦ λαμπρότερον ἡμῖν τὸ θέατρον γενέσθαι καὶ πλείω τῶν ἀκροωμένων τὴν σύνοδον. Οὐ μάτην, ὡς ἔοικε, τοὺς πολλοὺς περὶ αὐτῶν πρώην ἀνηλώσαμεν λόγους, τὴν ὑμετέραν ἀγάπην παρακαλοῦντες  ἕλκειν  πρὸς τὴν  μητέρα αὐτοὺς, καὶ πείθειν,  ὡς ἔξεστι καὶ μετὰ τροφὴν σωματικὴν καὶ τροφῆς μετασχεῖν πνευματικῆς. Πότε γὰρ, εἰπέ μοι, βέλτιον πεποιήκατε, ἀγαπητοί; τῇ παρελθούσῃ συνάξει, ὅτε μετὰ τὴν τράπεζαν ἐπὶ ὕπνον ἐτρέπεσθε, ἢ νῦν, ὅτε μετὰ τὴν τράπεζαν πρὸς τὴν ἀκρόασιν τῶν θείων ἀπηντήκατε νόμων;  ὅτε  ἐπὶ  τῆς  ἀγορᾶς διετρίβετε,  καὶ  συνεδρίων  μετείχετε  οὐδὲν  ἐχόντων χρηστὸν, ἢ νῦν, ὅτε μετὰ τῶν ἀδελφῶν  ἑστήκατε τῶν ὑμετέρων, καὶ προφητικῶν ἀκούετε λόγων; Οὐκ ἔστιν αἰσχύνη τὸ φαγεῖν, ἀγαπητοὶ, ἀλλὰ τί; Τὸ φαγόντα μένειν οἴκοι καὶ ὑστερεῖν τῆς ἱερᾶς ταύτης ἑορτῆς. Οἴκοι μὲν γὰρ μένων ἀργότερος ἔσῃ καὶ νωθέστερος, ἐνταῦθα δὲ ἐλθὼν  πάντα ὕπνον καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτινάξεις· οὐ ῥᾳθυμίαν δὲ μόνον, ἀλλὰ καὶ ἀθυμίαν ἅπασαν ἀποθέμενος, ῥᾴων καὶ εὐθυμότερος ἐν ἅπασιν ἔσῃ τοῖς συμπίπτουσι πράγμασι. Καὶ τί χρὴ τὰ ἄλλα λέγειν; Στῆθι μόνον ἐγγὺς τοῦ νηστεύοντος, καὶ μετέλαβες αὐτοῦ εὐθέως τῆς εὐωδίας· μύρον γάρ ἐστιν ὁ νηστεύων πνευματικὸν, καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς γλώττης καὶ διὰ πάντων ἐμφαίνων  τὴν τῆς ψυχῆς εὐταξίαν. Ταῦτα οὐχὶ κατηγορῶν τῶν ἠριστηκότων εἶπον, ἀλλ' ἵνα  δείξω  τῆς  νηστείας  τὸ κέρδος. Νηστείαν δὲ οὐ τὴν  ἀποχὴν  λέγω  τῶν βρωμάτων μόνον, ἀλλὰ καὶ πρὸ ταύτης τὴν τῶν ἁμαρτημάτων ἀποχήν· ἐπεὶ καὶ ὁ ἑστιαθεὶς, καὶ ἐνταῦθα μετὰ τῆς προσηκούσης παραγενόμενος σωφροσύνης, οὐ πολὺ τοῦ νηστεύοντος ἀπολιμπάνεται, ὥσπερ οὖν ὁ νηστεύσας καὶ μὴ μετὰ σπουδῆς καὶ ἀκριβείας τοῖς λεγομένοις προσέχων, οὐδὲν ἀπὸ τῆς νηστείας καρπώσεται μέγα. Ὁ γὰρ ἐσθίων  καὶ συνάξεως  ἁγίας  κοινωνῶν  μετὰ τῆς  προσηκούσης σπουδῆς, τοῦ μηδὲν ἐσθίοντος καὶ ἀπολιμπανομένου πολὺ βελτίων ἐστίν· οὐδὲν γὰρ τοιοῦτο τὸ μὴ φαγεῖν  ἡμᾶς ὠφελῆσαι δυνήσεται, ὅσα ὠφελεῖ  καὶ δίδωσιν ἀγαθὰ τὸ πνευματικῆς μετασχεῖν διδασκαλίας. Ποῦ γὰρ ἑτέρωθι ταῦτα ἀκούσῃ ἅπερ ἐνταῦθα φιλοσοφεῖς; Ἂν εἰς δικαστήριον ἀπέλθῃς, ἀμφισβητήσεις ἐκεῖ καὶ μάχαι· ἂν εἰς βουλευτήριον, ἡ τῶν  πολιτικῶν   πραγμάτων  φροντίς·  ἂν  εἰς  οἰκίαν,  τῶν  ἰδιωτικῶν   ἡ  μέριμνα κατατρύχει πάντοθεν· ἂν εἰς συλλόγους καὶ συνέδρια τῆς ἀγορᾶς, πάντα κἀκεῖ γήινα καὶ φθαρτά·  ἢ γὰρ περὶ τῶν ὠνίων,  ἢ περὶ τῶν εἰσφορῶν, ἢ περὶ τραπέζης πολυτελοῦς, ἢ περὶ χωρίων πράσεως, ἢ περὶ συμβολαίων ἑτέρων, ἢ περὶ διαθηκῶν, ἢ περὶ κληρονομιῶν, ἢ περὶ ἑτέρων τινῶν τοιούτων ἅπαντες τοῖς ἐκεῖ συλλεγομέγοις οἱ λόγοι γίνονται. Κἂν εἰς αὐτὰς δὲ εἰσέλθῃς τὰς βασιλικὰς αὐλὰς, καὶ ἐκεῖ πάλιν τὰ αὐτὰ ἀκούσῃ διαλεγομένων  ἁπάντων  περὶ χρημάτων, περὶ δυναστείας, περὶ δόξης τῆς ἐνταῦθα τιμωμένης, πνευματικὸν  δὲ οὐδέν· ἐνταῦθα δὲ τοὐναντίον  ἅπαν, περὶ τοῦ οὐρανοῦ καὶ τῶν ἐν οὐρανῷ πραγμάτων, περὶ ψυχῆς, περὶ ζωῆς τῆς ἡμετέρας, καὶ τίνος ἕνεκεν γεγόναμεν, καὶ διὰ τί τοσοῦτον διατρίβομεν ἐνταῦθα χρόνον, καὶ ἐπὶ  τίσιν  ἀποδημοῦμεν  ἐντεῦθεν,  καὶ  τί  μετὰ  ταῦτα  ἡμᾶς  διαδέξεται,  καὶ  τίνος ἕνεκεν  τὸ σῶμα ἡμῖν πήλινον,  καὶ τίς ἡ τοῦ θανάτου  φύσις, καὶ τί ποτέ ἐστιν ἡ παροῦσα ζωὴ, καὶ  τίς  ἡ μέλλουσα,  καὶ  οὐδὲν  ἁπλῶς  γήινον,  ἀλλὰ  πάντες  περὶ πνευματικῶν  ἡμῖν  οἱ λόγοι  γίνονται·  καὶ  μεγάλα  τῆς  σωτηρίας  ἡμῶν  λαβόντες ἐφόδια, οὕτως ἐντεῦθεν ἀπελευσόμεθα μετὰ χρηστῆς τῆς ἐλπίδος.

βʹ. Ἐπεὶ οὖν οὐκ εἰκῆ τὰ σπέρματα κατεβάλομεν, ἀλλ' ὥσπερ ὑμᾶς παρεκάλεσα πάντας  ἐθηρεύσατε τοὺς ἀπολειφθέντας  ὑμῶν,  φέρε καὶ ἡμεῖς ὑμᾶς ἀμειψώμεθα, καὶ μικρὰ τῶν πρότερον εἰρημένων ὑμᾶς ἀναμνήσαντες, τὰ λειπόμενα ἀποδῶμεν πάλιν. Τίνα οὖν ἦν τὰ πρώην εἰρημένα; Ἐζητοῦμεν πῶς καὶ τίνι τρόπῳ πρὸ τῆς τῶν Γραφῶν δόσεως τὰ καθ' ἡμᾶς ᾠκονόμησεν ὁ Θεὸς, καὶ ἐλέγομεν, ὅτι διὰ τῆς κτίσεως ἐπαίδευσεν ἡμῶν τὸ γένος, οὐρανὸν ἐκτείνας καὶ εἰς τὸ μέσον προθεὶς, βιβλίον μέγιστον, καὶ ἰδιώταις καὶ σοφοῖς, καὶ πένησι καὶ πλουσίοις, καὶ Σκύθαις καὶ βαρβάροις, καὶ πᾶσιν ἁπλῶς τοῖς τὴν γῆν οἰκοῦσι χρήσιμον, βιβλίον πολὺ μεῖζον τοῦ πλήθους τῶν διδασκομένων ὄν. Πολλὰ καὶ περὶ νυκτὸς καὶ ἡμέρας, καὶ τῆς τούτων εὐταξίας, καὶ τοῦ ῥυθμοῦ τοῦ μετὰ ἀκριβείας ὑπ' αὐτῶν φυλαττομένου διελέχθημεν· πολλὰ καὶ περὶ τοῦ χοροῦ τῶν ὡρῶν τοῦ ἔτους, καὶ τῆς τούτων ἰσότητος. Καθάπερ γὰρ ἡ ἡμέρα τῆς νυκτὸς οὐδὲ ἡμιώριον πλεονεκτεῖ κατὰ πάντα τὸν ἐνιαυτόν· οὕτω καὶ  αὗται  πρὸς ἀλλήλας  ἐξ ἴσης τὰς  ἡμέρας διενείμαντο  πάσας. Ἀλλ' ὅπερ καὶ ἔμπροσθεν ἔλεγον,  ὅτι  οὐ  τὸ  μέγεθος  καὶ  τὸ  κάλλος  τῆς  κτίσεως  δείκνυσι  τὸν ∆ημιουργὸν μόνον, ἀλλὰ καὶ ὁ τρόπος αὐτὸς τῆς συμπήξεως, καὶ τὸ ὑπὲρ φύσεως ἀκολουθίαν  εἶναι τῆς δημιουργίας τὸν τρόπον. Φύσεως μὲν γὰρ ἀκολουθία ἦν, τὸ ὕδωρ ὑπὲρ τὴν γῆν φέρεσθαι· νῦν δὲ τοὐναντίον  ὁρῶμεν, τὴν γῆν ὑπὸ τῶν ὑδάτων βασταζομένην.  Φύσεως ἦν  ἀκολουθία,  τὸ πῦρ ἄνω  τρέχειν·  νῦν  δὲ τὸ ἐναντίον βλέπομεν  κάτω πρὸς τὴν  γῆν  τετραμμένας  τοῦ ἡλίου τὰς ἀκτῖνας,  καὶ τὰ ὕδατα ὑπεράνω  τῶν  οὐρανῶν  ὄντα,  καὶ  οὐ  διολισθαίνοντα,   καὶ  τὸν  ἥλιον  κάτωθεν τρέχοντα,  καὶ οὐδὲ σβεννύμενον  ὑπὸ τῶν  ὑδάτων,  οὕτε ἀφανίζοντα  τὴν  νοτίδα ἐκείνην.   Πρὸς  τούτοις   εἰρήκαμεν,   ὅτι   ἐκ  τεττάρων   στοιχείων   τόδε  τὸ  πᾶν συνέστηκεν  ἐναντίων   ἀλλήλοις   καὶ  μαχομένων,   καὶ  θάτερον   τὸ  ἕτερον   οὐ κατηνάλωσε.  καίτοιγε ἀλλήλων  ὄντα ἀναλωτικά. Ὅθεν δῆλον, ὅτι δήναμίς τις ἀόρατος αὐτὰ χαλινοῖ,  καὶ δεσμὸς γίνεται  ἡ τοῦ Θεοῦ βούλησις. Τούτῳ πλέον ἐνδιατρίψαι  σήμερον βούλομαι  τῷ  λόγῳ·  ἀλλὰ  διανάστητε,  καὶ  προσέχετε  μετ' ἀκριβείας  ἡμῖν.  Ὥστε δὲ σαφέστερον γενέσθαι  τὸ θαῦμα, ἀπὸ τοῦ  σώματος τοῦ ἡμετέρου τὴν διδασκαλίαν τὴν περὶ τούτων ποιήσομαι. Καὶ γὰρ τὸ σῶμα τὸ ἡμέτερον τὸ  βραχὺ  τοῦτο  καὶ  μικρὸν  ἐκ τεττάρων  συνέστηκε στοιχείων,  θερμοῦ μὲν  τοῦ αἵματος, ξηροῦ δὲ τῆς χολῆς τῆς ξανθῆς· καὶ ὑγροῦ μὲν τοῦ φλέγματος, ψυχροῦ δὲ τῆς μελαίνης χολῆς. Καὶ μή τις ἀλλότριον ἡμῶν εἶναι νομιζέτω τοῦτον τὸν λόγον· Ὁ γὰρ πνευματικὸς ἀνακρίνει μὲν τὰ πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀναπρίνεται. Οὕτω καὶ Παῦλος γεωργικῶν  ἥψατο θεωρημάτων,  περὶ ἀναστάσεως ἡμῖν διαλεγόμενος, καί φησιν· Ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. Εἰ δὲ ὁ μακάριος ἐκεῖνος  τοὺς  τῆς  γεωργίας   ἐκίνει  λόγους,  οὐδὲ  ἡμῖν  μέμψοιτό  τις  ἰατρικῶν ἁπτομένοις νοημάτων· περὶ γὰρ δημιουργίας Θεοῦ νῦν ἡμῖν ὁ λόγος· καὶ ἀναγκαία γένοιτ'  ἂν  ἡμῖν  αὕτη  τῶν  νοημάτων  ἡ  ὑπόθεσις.  Ὅπερ οὖν  ἔφθην  εἰπὼν,  ἐκ τεττάρων ἡμῖν στοιχείων τοῦτο τὸ σῶμα συνέστηκε, κἂν τὸ ἕτερον στασιάσῃ μέχρι παντὸς, θάνατος  ἀπὸ τῆς στάσεως γίνεται  ταύτης· οἷον τῆς χολῆς πλεοναζούσης, τίκτεται πυρετὸς, κἂν ἐπικρατήσῃ πέρα τοῦ μέτρου, ταχίστην ἐπάγει τὴν τελευτήν· πάλιν  τοῦ ψυχροῦ πλεονάζοντος,  παρέσεις καὶ τρόμοι καὶ ἀποπληξίαι  καὶ μυρία ἕτερα νοσήματα τίκτεται· καὶ ὅλως ἑκάστη νοσημάτων ἰδέα ἀπὸ τῆς πλεονεξίας τῶν στοιχείων γίνεται  τούτων, ὅταν τὸ ἕτερον τοὺς οἰκείους ὑπερβὰν ὄρους κατὰ τῶν λοιπῶν  τυραννῇ, καὶ τὴν συμμετρίαν λυμήνηται  πᾶσαν.  Ἐρώτησον τοίνυν τὸν  λέγοντα  αὐτόματα εἶναι  τὰ πάντα, καὶ ἀφ' ἑαυτῶν  συνεστάναι. Εἰ τὸ βραχὺ τοῦτο σῶμα καὶ μικρὸν, καὶ φαρμάκων ἀπολαῦον καὶ ἰατρικῆς ἐπιστήμης, καὶ τῆς διοικούσης αὐτὸ ψυχῆς ἔνδον, καὶ φιλοσοφίας πολλῆς, καὶ μυρίων ἑτέρων βοηθημάτων,   οὐκ  ἰσχύει  διαπαντὸς   ἐν   εὐταξίᾳ   μένειν,   ἀλλ'  ἀπόλλυται   καὶ διαφθείρεται  πολλάκις,  ἐν αὐτῷ  ταραχῆς  γενομένης·  πῶς  ἂν ὁ τοσοῦτος κόσμος τοσούτους ὄγκους σωμάτων ἔχων, καὶ ἐκ τῶν αὐτῶν συγκείμενος στοιχείων, εἰ μὴ πολλῆς ἀπήλαυσε προνοίας, ἔμεινεν ἂν ἐπὶ τοσοῦτον χρόνον ἀτάραχος; Οὐδὲ γὰρ ἂν ἔχοι λόγον, τὸ μὲν προνοίας ἀπολαῦον ἡμῶν σῶμα καὶ τῆς ἔξωθεν καὶ τῆς ἔνδοθεν,μόλις  διαρκεῖν  πρὸς  τὴν  ἑαυτοῦ  σύστασιν·  τὸν  δὲ  τοσοῦτον  κόσμον, μηδεμιᾶς ἀπολαύοντα  προνοίας, ἐπὶ τοσαῦτα ἔτη μηδὲν τοιοῦτον  παθεῖν,  οἷον τὸ σῶμα τὸ ἡμέτερον. Πῶς γὰρ οὐδὲ ἓν τῶν στοιχείων τούτων, εἰπέ μοι, τοὺς οἰκείους ὑπερέβη ὅρους, καὶ τὰ λοιπὰ κατηνάλωσεν  ἅπαντα; τίς δὲ αὐτὰ συνήγαγεν  ἀπ'  ἀρχῆς; τίς  ἔδησε, τίς ἐχαλίνωσε, τίς ἐπὶ τοσοῦτον διακρατεῖ χρόνον; Καὶ γὰρ εἰ μὲν ἁπλοῦν καὶ μονοειδὲς ἦν τοῦ κόσμου τὸ σῶμα, οὐχ οὕτως ἀδύνατον ἦν τὸ λεγόμενον· ὅταν δὲ μάχη τοσαύτη τῶν στοιχείων ἐξ ἀρχῆς ᾖ, τίς οὕτως ἀνόητος ὡς ἐννοῆσαι, ὅτι χωρὶς τοῦ συνάγοντος  συνῆλθε ταῦτα αὐτόματα, καὶ συνελθόντα  ἔμεινεν; Εἰ γὰρ ἡμεῖς οὐχὶ φύσει, ἀλλὰ προαιρέσει πρὸς ἀλλήλους  ἐχθρωδῶς  ἔχοντες οὐκ ἂν αὐτόματοι συμβαίημεν, ἕως ἂν ἐχθροὶ μένωμεν καὶ πρὸς ἀλλήλους ἔχωμεν ἀηδῶς, ἀλλ' ἑτέρου δεόμεθα τοῦ συνάγοντος ἡμᾶς, καὶ μετὰ τὸ συναγαγεῖν ἐπισφίγγοντος, καὶ πείθοντος μένειν  ἐπὶ  τῆς  καταλλαγῆς,  καὶ  μὴ  πά   λιν  ἀποπηδᾷν·  πῶς  ἂν  τὰ  μήτε λογισμοῦ μήτε αἰσθήσεώς τινος  μετέχοντα  στοιχεῖα, καὶ φύσει πολέμια ἀλλήλοις ὄντα καὶ ἐχθρὰ συνῆλθε καὶ συνέβη, καὶ μετ' ἀλλήλων ἔμεινεν, εἰ μὴ δύναμίς τις ἦν ἄῤῥητος, ἡ καὶ συνάγουσα, καὶ μετὰ τὸ συναγαγεῖν  διαπαντὸς  μετὰ τοῦ δεσμοῦ τούτου κατέχουσα;

γʹ.  Οὐχ  ὁρᾷς  πῶς  τοῦτο  τὸ  σῶμα  τῆς  ψυχῆς  ἀποστάσης  διαῤῥεῖ,  καὶ μαραίνεται,   καὶ   ἀπόλλυται,   καὶ   πρὸς   τὴν   οἰκείαν   ἕκαστον   τῶν   στοιχείων ἐπανέρχεται  λῆξιν;  Τὸ αὐτὸ  δὴ τοῦτο  καὶ ἐπὶ  τοῦδε  ἐγένετο  ἂν  τοῦ κόσμου, εἰ κατέλιπεν  αὐτὸν  ἔρημον  τῆς  οἰκείας  προνοίας  ἡ  διαπαντὸς  αὐτὸν  κοβερνῶσα δύναμις.  Εἰ γὰρ  πλοῖον  ἄνευ  κυβερνήτου  οὐ  συνίσταται,  ἀλλὰ  καταποντίζεται εὐκόλως,   ὁ  κόσμος  πῶς   ἂν   συνέστη  ἐπὶ   τοσοῦτον   χρόνον   μηδενὸς   αὐτὸν κυβερνῶντος; Καὶ ἵνα μηδὲν εἴπω πλέον, νόμισον εἶναι πλοῖον τὸν κόσμον, τρόπιν ὑποκεῖσθαι τὴν  γῆν,  ἱστία τὸν  οὐρανὸν, ἐπιβάτας  τοὺς ἀνθρώπους,  πέλαγος  τὴν ὑποκειμένην ἄβυσσον· πῶς οὖν ἐπὶ τοσούτου χρόνου ναυάγιον οὐκ ἐγένετο; ἔασον γοῦν    πλοῖον    μίαν    ἡμέραν    χωρὶς    κυβερνήτου    καὶ    ναυτῶν,    καὶ    ὄψει καταποντιζόμενον  εὐθέως· ἀλλ' ὁ κόσμος οὐδὲν τοιοῦτον ἔπαθε πεντακισχίλια  καὶ πολλῷ πλείονα λοιπὸν ἔτη ἔχων. Καὶ τί λέγω πλοῖον; καλύβην μικρὰν ἐπήξατό τις ἐν  ταῖς  ἀμπέλοις,  καὶ τοῦ  καρποῦ συναιρεθέντος  ἀφῆκεν  ἔρημον, καὶ οὐδὲ δύο πολλάκις ἡμέρας διαμένει, ἀλλὰ διαλύεται καὶ καταπίπτει ταχέως. Εἶτα καλύβη μὲν οὐκ ἂν σταίη χωρὶς τοῦ προνοοῦντος,  δημιούργημα δὲ τοσοῦτον οὕτω καλὸν καὶ θαυμαστὸν, καὶ  νόμοι  νυκτὸς  καὶ  ἡμέρας, καὶ  ὡρῶν  ἐνηλλαγμέναι  χορεῖαι,  καὶ φύσεως  δρόμος ποικίλος  τις  καὶ  παντοδαπὸς  ἐν  γῇ  καὶ  θαλάττῃ,  καὶ  ἀέρι, καὶ οὐρανῷ, καὶ φυτοῖς, καὶ ζώοις πετομένοις, νηχομένοις, βαδίζουσιν, ἕρπουσι, καὶ ἐν τῷ  πάντων   ἐκείνων   κυριωτέρῳ  τῶν  ἀνθρώπων   γένει,  πῶς  ἂν  διέμεινεν   ἐπὶ τοσοῦτον  ἀδιάπτωτος  χρόνον  χωρὶς  προνοίας  τινός;  Μετὰ γὰρ  τῶν  εἰρημένων ἔπελθέ  μοι τοὺς λειμῶνας  τῷ λόγῳ,  τοὺς παραδείσους, τὰ γένη  τῶν  ἀνθῶν,  τὰς βοτάνας ἁπάσας, τὰς χρείας αὐτῶν, τὴν εὐωδίαν, τὰ σχήματα, τὴν θέσιν, τὰ ὀνόματα μόνον· τὰ δένδρα τὰ ἔγκαρπα, τὰ ἄκαρπα· τῶν μετάλλων τὴν φύσιν· τῶν ζώων τῶν ἐν θαλάττῃ, τῶν ἐν τῇ γῇ, τῶν νηκτῶν,  τῶν ἀεροπόρων· τὰ ὄρη, τὰς νάπας, τοὺς δρυμοὺς, τὸν κάτω λειμῶνα, τὸν ἄνω λειμῶνα καὶ γὰρ ἐν τῇ γῇ λειμὼν καὶ ἐν τῷ οὐρανῷ λειμὼν, τὰ ποικίλα τῶν ἄστρων ἄνθη, κάτω ῥόδα, ἄνω ἶρις. Βούλει καὶ ἐπὶ τῶν ὀρνίθων σοι δείξω λειμῶνα; κατάμαθε τοῦ ταὼ τὸ σῶμα τὸ ποικίλον καὶ πᾶσαν ὑπερβαῖνον  βαφὴν, τοὺς πορφυρίζοντας  στρουθούς. Ἐννόησόν μοι τὸ κάλλος τοῦ οὐρανοῦ  πόσον ἔχει  χρόνον  καὶ οὐκ ἠμαυρώθη, ἀλλ' ὥσπερ σήμερον κατασκευασθεὶς, οὕτως ἐστὶν ἀποστίλβων  καὶ λαμπρός· τῆς γῆς τὴν δύναμιν, πῶς οὐκ ἠτόνησεν αὐτῆς ἡ γαστὴρ τοσοῦτον τίκτουσα χρόνον. Ἐννόησόν μοι τὰς πηγὰς πῶς ἀναβλύζουσι, καὶ οὐκ ἐπέλιπον ἐξ οὗ γεγόνασι διηνεκῶς βρύουσαι καὶ ἡμέραν καὶ  νύκτα  πᾶσαν· ἐννόησόν  μοι τὴν  θάλατταν,  πόσους δεχομένη  ποταμοὺς  οὐχ ὑπερέβη τὸ μέτρον. Ἀλλὰ μέχρι τίνος  διώκομεν  ἀκίχητα; Ἄξιον ἐφ' ἑκάστῳ τῶν εἰρημένων  λέγειν·  Ὡς ἐμεγαλύνθη  τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Ἀλλὰ τίς ὁ σοφὸς τῶν ἀπίστων λόγος, ὅταν ἅπαντα ταῦτα διέλθωμεν πρὸς αὐτοὺς, τὸ μέγεθος, τὸ κάλλος τῆς κτίσεως, τὴν δαψίλειαν,  τὴν ἀφθονίαν  τὴν ἐν ἅπασιν; Αὐτὸ μὲν οὖν τοῦτο μάλιστά ἐστιν ἔγκλημα, φησὶν, ὅτι οὔτω  καλὸν καὶ μέγαν τὸν κόσμον ἐποίησεν ὁ Θεός· εἰ μὴ γὰρ αὐτὸν καλὸν καὶ μέγαν ἐποίησεν ὁ Θεὸς, οὐκ ἂν αὐτὸν ἐθεοποιήσαμεν· νῦν δὲ ἐκπλαγέντες  αὐτοῦ τὸ μέγεθος, καὶ θαυμάσαντες αὐτοῦ τὸ κάλλος, ἐνομίσαμεν αὐτὸν εἶναι θεόν. Ἀλλ' ἕωλος οὗτος ὁ λόγος ἐστίν. Ὅτι γὰρ οὔτε τὸ μέγεθος οὔτε τὸ κάλλος τῆς ἀσεβείας αἴτιον, ἀλλ' ἡ ἐκείνων ἄνοια, δείκνυμεν  ἡμεῖς οἱ μηδὲν  τοιοῦτον  παθόντες  ποτέ. Τίνος γὰρ ἕνεκεν  αὐτὸν  οὐκ ἐθεοποιήσαμεν; οὐ τοῖς αὐτοῖς ὀφθαλμοῖς αὐτὸν βλέπομεν; οὐ τὰ αὐτὰ τῆς κτίσεως ἀπολαύομεν ἅπερ καὶ ἐκεῖνοι; οὐ τὴν αὐτὴν ψυχὴν  κεκτήμεθα; οὐ τὸ αὐτὸ σῶμα ἔχομεν, οὐ τὴν αὐτὴν πατοῦμεν γῆν; πῶς ἡμᾶς οὐκ ἔπεισε τὸ κάλλος καὶ τὸ μέγεθος τὰ  αὐτὰ  νοῆσαι  ἐκείνοις;  Οὐκ ἐντεῦθεν  δὲ τοῦτο  ἔσται δῆλον  μόνον,  ἀλλὰ  καὶ ἑτέρωθεν.  Ὅτι γὰρ οὐ διὰ τὸ κάλλος  αὐτὸν  ἐθεοποίησαν, ἀλλὰ  διὰ τὴν  οἰκείαν ἄνοιαν,  τὸν πίθηκον  τίνος  ἕνεκεν  προσεκύνησαν, τὸν κροκόδειλον, τὸν κύνα, τὰ εὐτελέστατα τῶν ζώων; Ὄντως Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος  αὐτῶν  καρδία· φάσκοντες  γὰρ εἶναι  σοφοὶ ἐμωράνθησαν. Πλὴν  ἀλλ'  οὐκ  ἀπὸ  τούτων  ἀπολογησόμεθα  μόνον,  ἀλλὰ  καὶ  ἕτερόν  τι  πλέον ἐροῦμεν.

δʹ. Ταῦτα  γὰρ  ἄνωθεν  ὁ  Θεὸς προειδὼς,  καὶ  ταύτην  αὐτῶν  ἀνεῖλε  τὴν πρόφασιν κατὰ τὴν αὐτοῦ σοφίαν· διὰ τοῦτο οὐ μόνον θαυμαστὸν καὶ μέγαν τὸν κόσμον ἐποίησεν, ἀλλὰ καὶ φθαρτὸν καὶ ἐπίκηρον, καὶ τῆς ἀσθενείας αὐτοῦ πολλὰ δείγματα  ἐγκατέθετο,  καὶ  ὅπερ ἐπὶ  τῶν  ἀποστόλων  ἐποίησε, τοῦτο  καὶ  ἐπὶ  τοῦ κόσμου παντός.  Τί δὲ  ἐπὶ  τῶν  ἀποστόλων  ἐποίησεν;  Ἐπειδὴ  πολλὰ  σημεῖα καὶ θαύματα ἐποίουν  καὶ μεγάλα καὶ παράδοξα, εἴασεν αὐτοὺς συνεχῶς  μαστίζεσθαι, ἐλαύνεσθαι, δεσμωτήριον οἰκεῖν, ἀσθενείαις περιπίπτειν σωματικαῖς, ἐν διηνεκέσιν εἶναι θλίψεσιν, ἵνα μὴ τῶν σημείων τὸ μέγεθος θεοὺς αὐτοὺς παρὰ τοῖς ἀνθρώποις νομίζεσθαι ποιήσῃ· διὰ τοῦτο, τοσαύτην δοὺς χάριν, τὸ σῶμα ἀφῆκεν εἶναι θνητὸν, πολλοῖς δὲ καὶ ἐπίνοσον, καὶ οὐ μετέβαλεν αὐτῶν τὴν ἀσθένειαν, ἵνα ἐγγυήσηται τὴν φύσιν. Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλ' αὐτοῦ τοῦ Παύλου οὕτω λέγοντος· Ἐὰν γὰρ  καὶ  θελήσω  καυχήσασθαι, οὐκ  ἔσομαι ἄφρων·  φείδομαι  δὲ, μή  τις  εἰς  ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει, ἢ ἀκούει τι ἐξ ἐμοῦ· καὶ πάλιν· Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι. Τί δέ ἐστιν, Ἐν ὀστρακίνοις σκεύεσιν; Ἐν τῷ σώματι τούτῳ, φησὶ, τῷ θνητῷ καὶ ἐπικήρῳ. Καθάπερ γὰρ τὸ ὄστρακον ἐκ πηλοῦ καὶ πυρὸς γίνεται, οὕτω δὴ καὶ τὸ σῶμα τῶν ἁγίων ἐκείνων πήλινον ὂν, καὶ τοῦ πνευματικοῦ πυρὸς  δεξάμενον   τὴν  ἐνέργειαν,  γέγονεν   ὄστρακον.  Καὶ  τίνος   ἕνεκεν   τοῦτο γεγένηται, καὶ θησαυρὸν τοσοῦτον καὶ χαρισμάτων δαψίλειαν  θνητῷ  καὶ φθαρτῷ σώματι ἐναπέθετο; Ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν. Ὅταν γὰρ ἴδῃς τοὺς ἀποστόλους νεκροὺς μὲν ἀνιστῶντας, αὐτοὺς δὲ ἀσθενοῦντας καὶ μὴ δυναμένους ἀπαλλαγῆναι τῆς ἀῤῥωστίας, εἴσῃ σαφῶς ὅτι ἡ τοῦ νεκροῦ ἀνάστασις οὐ τῆς δυνάμεως τοῦ ἀναστήσαντος, ἀλλὰ τῆς ἐνεργείας τῆς τοῦ Πνεύματος γέγονεν. Ὅτι γὰρ ἠῤῥώστουν συνεχῶς,  ἄκουσον τί  φησιν  ὁ Παῦλος περὶ Τιμοθέου· Οἴνῳ ὀλίγῳ  χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς  σου ἀσθενείας· καὶ πάλιν  περὶ ἑτέρου· Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα· καὶ Φιλιππησίοις ἐπιστέλλων ἔλεγεν, ὅτι Ἐπαφρόδιτος ἠσθένησε πα  ραπλήσιον θανάτῳ. Εἰ γὰρ καὶ τούτων ὄντων  θεοὺς  αὐτοὺς  εἶναι  ἐνόμισαν,  καὶ  θύειν  ἐπεχείρησαν,  λέγοντες,  Οἱ θεοὶ ὁμοιωθέντες  ἀνθρώποις  κατέβησαν πρὸς ἡμᾶς, εἰ μὴ ταῦτα ἐγένετο, ποῦ οὐκ ἂν ἐξέβησαν ἀσεβείας, τὰ θαύματα τότε ὁρῶντες; Ὥσπερ οὖν ἐνταῦθα διὰ τὸ μέγεθος τῶν σημείων καὶ τὴν φύσιν ἀφῆκεν ἐν ἀσθενείᾳ μένειν, καὶ τοὺς ἐπαλλήλους συνεχώρησε πειρασμοὺς, ἵνα μὴ νομισθῶσιν εἶναι θεοὶ, οὕτω καὶ ἐπὶ τῆς κτίσεως παραπλήσιόν τι τούτοις ἐποίησε. Καὶ γὰρ καλὴν αὐτὴν καὶ μεγάλην, καὶ φθαρτὴν πάλιν  κατεσκεύασε. Καὶ ἀμφότερα ταῦτα αἱ Γραφαὶ φιλοσοφοῦσιν·  ὁ μὲν γὰρ τὸ κάλλος τῶν οὐρανῶν διηγούμενος, οὕτω φησίν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· καὶ πάλιν Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡς σκηνὴν ἐπὶ τῆς γῆς· καὶ πάλιν· Ὁ κατέχων τὸν γῦρον τοῦ οὐρανοῦ. Ἕτερος δὲ δεικνὺς ὅτι εἰ καὶ καλὸς καὶ μέγας, ἀλλὰ φθαρτός ἐστιν, οὕτω φησί· Κατ'  ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν  σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται,  σὺ δὲ διαμένεις·  καὶ πάντες  ὡς ἱμάτιον  παλαιωθήσονται,  καὶ ὡσεὶ περιβόλαιον  ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Καὶ πάλιν περὶ τοῦ ἡλίου φησὶν ὁ ∆αυῒδ, ὅτι Ὡς νυμφίος ἐκπορευόμενος  ἐκ παστοῦ αὑτοῦ· ἀγαλλιάσεται  ὡς γίγας  δραμεῖν  ὁδόν. Εἶδες τὸ κάλλος τοῦ ἄστρου καὶ τὸ μέγεθος πῶς σοι παρέστησε; Καθάπερ γὰρ ἐκ παστάδος τινὸς νυμφίος φανεὶς, οὕτως ὁ ἥλιος ὑπὸ τὴν ἕω τὰς ἀκτῖνας ἀφίησι, καὶ ὥσπερ τινὶ κροκωτῷ  παραπετάσματι  τὸν  οὐρανὸν  καλλωπίζων,   καὶ  ῥοδοειδεῖς  ποιῶν  τὰς νεφέλας, καὶ ἀνεμποδίστως τρέχων πᾶσαν τὴν ἡμέραν, οὐδενὶ διακόπτεται πρὸς τὸν δρόμον κωλύματι. Εἶδες τοίνυν τὸ κάλλος αὐτοῦ, εἶδες αὐτοῦ τὸ μέγεθος; βλέπε καὶ τῆς  ἀσθενείας  αὐτοῦ  τὸ  δεῖγμα.  Καὶ γὰρ  καὶ  τοῦτο  δηλῶν  σοφός τις  ἔλεγε·  Τί φωτεινότερον ἡλίου; φησὶ, καὶ τοῦτο ἐκλείπει. Οὐκ ἀπὸ τούτου δὲ μόνον αὐτοῦ τὴν ἀσθένειαν  ἔστιν ἰδεῖν,  ἀλλὰ  καὶ ἐν ταῖς τῶν  νεφελῶν  συνδρομαῖς. Νέφους γοῦν ὑποδραμόντος πολλάκις  τὰς ἀκτῖνας  ἀφεὶς, καὶ φιλονεικήσας  διαῤῥῆξαι τὸ νέφος οὐκ ἴσχυσε, παχυτέρας  τῆς νεφέλης  οὔσης καὶ οὐκ ἀνασχομένης  αὐτῷ  διασχεῖν. Ἀλλὰ τὰ σπέρματα τρέφει, φησί· καὶ μὴν οὐκ αὐτὸς τρέφει μόνος, ἀλλὰ καὶ γῆς δεῖται, καὶ δρόσου, καὶ ὑετῶν, καὶ ἀνέμων,  καὶ τῆς τῶν  ὡρῶν  εὐμοιρίας· κἂν μὴ ταῦτα ἅπαντα συνδράμῃ, περιττὴ ἡ τοῦ ἡλίου γίνεται  χρεία. Τοῦτο δὲ οὐκ ἂν εἴη Θεοῦ, τὸ δεῖσθαι ἑτέρων πρὸς ἅπερ ἂν βούληται ποιεῖν· Θεοῦ γὰρ ἴδιον μάλιστα τὸ ἀνενδεές. Αὐτὸς γοῦν οὐχ οὕτω τὰ σπέρματα ἐξήγαγεν ἀπὸ τῆς γῆς, ἀλλ' ἐκέλευσε μόνον, καὶ πάντα ἐβλάστησε. Καὶ πάλιν, ἵνα μάθῃς ὅτι οὐχ ἡ τῶν στοιχείων φύσις, ἀλλὰ τὸ πρόσταγμα αὐτοῦ πάντα ποιεῖ, αὐτά τε τὰ στοιχεῖα οὐκ ὄντα παρήγαγε, καὶ ἐπὶ  τῶν  Ἰουδαίων,  οὐδενὸς  δεηθεὶς,  τὸ  μάννα  κατήγαγεν·  Ἄρτον  γὰρ,  φησὶν, οὐρανοῦ ἔδωκεν αὐτοῖς. Καὶ τί λέγω, πρὸς τὴν τῶν καρπῶν ἀκμὴν ὅτι ἑτέρων δεῖται στοιχείων  πρὸς  τὴν  αὐτῶν  σύστασιν, ὅπου  γε  καὶ  αὐτὸς  πολλῶν  χρῄζει  πρὸς σύστασιν, καὶ οὐκ ἂν αὐτὸς ἀρκέσειεν ἑαυτῷ; Καὶ γὰρ ἵνα βαδίζῃ, τοῦ οὐρανοῦ δεῖται καθάπερ ἐδάφους τινὸς ὑποκειμένου, καὶ ἵνα φαίνηται, τῆς τοῦ ἀέρος καθαρότητος καὶ λεπτότητος, ὥστε ἂν πυκνωθῇ πέρα τοῦ μέτρου καὶ οὗτος, οὐκ ἰσχύει δεῖξαι τὸ ἑαυτοῦ φῶς ἐκεῖνος,  καὶ ἵνα μὴ πᾶσιν ἀφόρητος ᾖ, μηδὲ κατακαύσῃ πάντα, ψυχρότητος  δεῖται  πάλιν  καὶ δρόσου. Ὅταν οὖν  καὶ περιγίνηται  αὐτοῦ  στοιχεῖα ἕτερα, καὶ τὴν ἀσθένειαν αὐτοῦ διορθῶται περιγίνεται  μὲν ὡς νεφέλαι  καὶ τοῖχοι, καὶ  ἄλλα  τινὰ  σώματα  ἀποκρύπτοντα  αὐτοῦ  τὸ  φῶς·  διορθοῦται  δὲ  αὐτοῦ  τὴν ἀμετρίαν ὡς δρόσοι, καὶ πηγαὶ, καὶ ψυχρότης ἀέρος, πῶς ἂν οὗτος εἴη Θεός; Τὸν γὰρ Θεὸν ἀνενδεῆ εἶναι χρὴ, καὶ μηδενὸς δεῖσθαι, καὶ πᾶσιν ἁπάντων  αἴτιον εἶναι τῶν καλῶν,  καὶ παρὰ μηδενὸς  κωλύεσθαι· καθάπερ οὖν  καὶ περὶ τοῦ  Θεοῦ φησιν  ὁ Παῦλος καὶ  ὁ  προφήτης  Ἡσαΐας, ὁ  μὲν  οὕτω  λέγων  ἐκ  προσώπου  αὐτοῦ·  Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος· καὶ πάλιν· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν· καὶ πάλιν  ὁ ∆αυΐδ· Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Ὁ δὲ Παῦλος τὸ ἀνενδεὲς αὐτοῦ δηλῶν, καὶ δεικνὺς ὅτι ἀμφότερα ταῦτα μάλιστά ἐστι Θεοῦ, τὸ μηδενὸς δεῖσθαι, καὶ πᾶσιν αὐτὸν ἅπαντα χορηγεῖν,  οὕτω πώς φησιν· Ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν  καὶ τὴν γῆν  καὶ τὴν θάλασσαν, οὐ προσδεόμενός τινος αὐτὸς, διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν, καὶ τὰ πάντα.

εʹ. Ἐνῆν μὲν οὖν καὶ τὰ λοιπὰ στοιχεῖα ἐπελθεῖν, τὸν οὐρανὸν, τὸν ἀέρα, τὴν γῆν, τὴν θάλατταν, καὶ δεῖξαι αὐτῶν τὴν ἀσθένειαν, καὶ πῶς ἕκαστον τοῦ πλησίον δεῖται,  καὶ  τούτου  χωρὶς  ἀπόλλυται  καὶ  διαφθείρεται.  Καὶ γὰρ  καὶ  ἡ  γῆ,  ἐὰν ἀπολίπωσιν   αὐτὴν   αἱ   πηγαὶ   καὶ   ἡ   παρὰ  τῆς   θαλάττης   καὶ   τῶν   ποταμῶν ἐνσπειρομένη  νοτὶς,  καταφρυγεῖσα  ταχέως  ἀπόλλυται·  καὶ τὰ λοιπὰ  δὲ στοιχεῖα ἄλλων δεῖται, καὶ ἀὴρ ἡλίου, ὥσπερ ἥλιος ἀέρος· ἀλλ' ἵνα μὴ μακρότερον ποιῶμεν τὸν λόγον, ἐκ τῶν εἰρημένων ἱκανὰς τοῖς βουλομένοις ἀφορμὰς δόντες ἀρκεσθησόμεθα.  Εἰ γὰρ ὁ πάσης τῆς κτίσεως θαυμαστότερος ἥλιος οὕτως ἀσθενὴς ὢν καὶ ἐνδεὴς ὤφθη, πολλῷ μᾶλλον τὰ λοιπὰ τοῦ κόσμου μέρη· ὅπερ οὖν εἶπον τοῖς φιλοπόνοις  ἐκεῖνα  δοὺς  ἀναλέγεσθαι,  αὐτὸς  ἀπὸ  τῶν  Γραφῶν  ὑμῖν  διαλέξομαι πάλιν, δεικνὺς ὅτι οὐχ ὁ ἥλιος μόνος, ἀλλὰ καὶ ἅπας φθαρτός ἐστιν οὗτος ὁ κόσμος. Ὅταν  γὰρ  ἀλλήλων  ἀναλωτικὰ  τὰ  στοιχεῖα  ᾖ,  καὶ  κολάζῃ  μὲν  τοῦ  ἡλίου  τὴν δύναμιν ψυχρότης ἐπιγινομένη πλέον, ἀναλίσκῃ δὲ ταύτην τὸ θερμὸν πάλιν ἐπικρατῆσαν, καὶ τὰς ἐναντίας  ποιότητάς  τε καὶ διαθέσεις ἐν ἀλλήλοις  ποιῇ καὶ πάσχῃ τὰ στοιχεῖα, εὔδηλον ὅτι μεγάλης φθορᾶς ταῦτα ἀπόδειξις, καὶ τοῦ σῶμα εἶναι πάντα  τὰ ὁρώμενα. Ἀλλ' ἐπειδὴ τῆς ἀφελείας  τῆς ἡμετέρας ὑψηλότερος ὁ λόγος οὗτος, φέρε ἐπὶ τὴν γλυκεῖαν ὑμᾶς τῶν Γραφῶν ἀγαγόντες πηγὴν, τὴν ἀκοὴν ὑμῶν ἀναπαύσωμεν. Οὐ γὰρ δὴ περὶ οὐρανοῦ καὶ γῆς κατὰ μέρος ὑμῖν ἐροῦμεν, ἀλλὰ περὶ πάσης ὁμοῦ τῆς κτίσεως τοῦτο αὐτὸ τὸν Ἀπόστολον ἡμῖν ἀποφαινόμενον  δείξομεν, καὶ  λέγοντα  σαφῶς  οὕτως,  ὅτι  πᾶσα ἡ  κτίσις  φθορᾷ  δουλεύει  νῦν,  καὶ  διὰ  τί δουλεύει, καὶ πότε αὐτῆς ἀπαλλαγήσεται, καὶ εἰς ποίαν μεταβήσεται λῆξιν. Εἰπὼν γὰρ,  ὅτι  Οὐκ ἄξια  τὰ  παθήματα  τοῦ  νῦν  κμιροῦ  πρὸς  τὴν  μέλλουσαν  δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς, ἐπήγαγεν· Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν  τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Φθαρτὴ, φησὶν,  ἡ κτίσις  ἐγένετο·  τοῦτο  γάρ ἐστι τὸ, Τῇ ματαιότητι  ὑπετάγη·  φθαρτὴ  δὲ ἐγένετο τοῦ Θεοῦ κελεύ  σαντος οὕτως. Ἐκέλευσε δὲ ὁ Θεὸς οὕτω διὰ τὸ γένος τὸ ἡμέτερον· ἐπειδὴ γὰρ φθαρτὸν ἤμελλε τρέφειν  ἄνθρωπον, καὶ αὐτὴν τοιαύτην εἶναι ἐχρῆν· οὐ γὰρ δὴ φθαρτὰ σώματα ἤμελλεν ἀφθάρτῳ ἐνδιαιτᾶσθαι κτίσει. Ἀλλ' ὅμως οὐ μένει τοιαύτη, φησὶν, ἀλλὰ Καὶ αὐτὴ ἡ κτίσις ἑλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς· εἶτα δηλῶν πότε τοῦτο ἔσται καὶ διὰ τίνας, ἐπήγαγεν· Εἰς τὴν ἐλευθερίαν  τῆς  δόξης  τῶν  τέκνων  τοῦ  Θεοῦ. Ὅταν  γὰρ  ἀναστῶμεν,  φησὶ,  καὶ ἄφθαρτα  λάβωμεν  σώματα, τότε καὶ τοῦ οὐρανοῦ τὸ σῶμα καὶ τῆς γῆς  καὶ τῆς κτίσεως ἁπάσης ἄφθαρτον  ἔσται καὶ ἀκήρατον. Ὅταν οὖν ἴδῃς ἥλιον  ἀνίσχοντα, θαύμασον τὸν ∆ημιουργόν· ὅταν ἴδῃς αὐτὸν κρυπτόμενον καὶ ἀφανιζόμενον, κατάμαθε τῆς φύσεως τὴν ἀσθένειαν, καὶ μὴ προσκυνήσῃς αὐτὸν ὡς Θεόν. ∆ιὰ γὰρ τοῦτο οὐ μόνον τῇ φύσει τῶν στοιχείων δεῖγμα τῆς ἀσθενείας αὐτῶν ἐγκατέθετο ὁ Θεὸς, ἀλλὰ καὶ τοῖς αὐτοῦ δούλοις ἀνθρώποις οὖσιν ἐπιτάξαι αὐτοῖς ἐκέλευσεν, ἵνα κἂν ἀπὸ τῆς ὄψεως μὴ γνωρίσῃς αὐτῶν τὴν δουλείαν, ἀπὸ τῶν ἐπιταττόντων  μάθῃς, ὅτι σύνδουλά σοί ἐστι ταῦτα ἅπαντα. Ὁ γοῦν Ἰησοῦς ὁ τοῦ Ναυῆ φησι· Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλών. Καὶ πάλιν  ὁ προφήτης Ἡσαΐας ἀναποδίσαι αὐτὸν ἐπὶ τοῦ βασιλέως Ἐζεκίου πεποίηκε, καὶ Μωσῆς ἀέρι καὶ θαλάττῃ καὶ γῇ καὶ πέτραις ἐπέταξεν· Ἑλισσαῖος ὑδάτων  φύσιν μετέβαλεν, οἱ τρεῖς παῖδες πυρὸς περιεγένοντο. Ὁρᾷς πῶς ἑκατέρωθεν ἡμῶν προενόησεν ὁ Θεὸς, διὰ μὲν τοῦ κάλλους τῶν στοιχείων εἰς τὴν αὐτοῦ θεογνωσίαν ἡμᾶς ἄγων, διὰ δὲ τῆς ἀσθενείας οὐκ ἀφιεὶς εἰς τὴν ἐκείνων καταπεσεῖν λατρείαν; ςʹ. Ὑπὲρ δὴ τούτων ἁπάντων δοξάσωμεν αὐτὸν τὸν κηδεμόνα ἡμῶν, μὴ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων, καὶ πολιτείαν ἀρίστην ἐπιδειξώμεθα, τήν τ' ἄλλην καὶ τὴν περὶ τοὺς ὅρκους ἐγκράτειαν λέγω. Οὐ γὰρ δὴ πᾶν ἁμάρτημα τὴν αὐτὴν φέρει κόλασιν, ἀλλὰ τὰ εὐκατόρθωτα μείζονα ἡμῖν ἐπάγει τὴν τιμωρίαν· ὅπερ οὖν  καὶ ὁ Σολομὼν  αἰνιττόμενος  ἔλεγεν·  Οὐ θαυμαστὸν, ἐὰν  ἁλῷ  τις  κλέπτων· κλέπτει  γὰρ  ἵνα  τὴν  ψυχὴν  αὐτοῦ  ἐμπλήσῃ  πεινῶσαν·  ὁ δὲ  μοιχὸς  δι'  ἔνδειαν φρενῶν  ἀπώλειαν  τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ∆εινὸν μὲν καὶ ὁ κλέπτης, ἀλλ' οὐχ οὕτω δεινὸν ὡς ὁ μοιχός· ἐκεῖνος μὲν γὰρ εἰ καὶ ψυχρὰν αἰτίαν, ἀλλ' ὅμως ἔχει προβαλέσθαι τὴν ἀπὸ τῆς πενίας ἀνάγκην· οὗτος δὲ, οὐδεμιᾶς ἀνάγκης αὐτὸν βιαζομένης, ὑπὸ ἀνοίας μόνης εἰς τὸ βάραθρον καταπίπτει τῆς ἁμαρτίας. Τοῦτο καὶ ἐπὶ τῶν ὀμνυόντων  ἔστιν εἰπεῖν· οὐδὲ γὰρ οὗτοί τινα πρόφασιν ἔχουσι προβαλέσθαι, ἀλλὰ  καταφρόνησιν  μόνον.  Καὶ οἶδα μὲν ὅτι ἐπαχθὴς  εἶναι δοκῶ  λοιπὸν  καὶ φορτικὸς,  τῇ συνεχείᾳ  τῆς  παραινέσεως  δοκῶν  ἐνοχλεῖν,  ἀλλ' ὅμως οὐκ ἀφίσταμαι, ἵνα κἂν τὴν ἀναισχυντίαν αἰδεσθέντες τὴν ἐμὴν, ἀποστῆτε τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας. Εἰ γὰρ ὁ δικαστὴς ἐκεῖνος ὁ ἀπηνὴς καὶ ὠμὸς, χήρας ἐνόχλησιν  αἰδεσθεὶς τὸν τρόπον μετέβαλε, πολλῷ μᾶλλον ὑμεῖς τοῦτο ἐργάσασθε, καὶ μάλιστα ὅταν ὁ παρακαλῶν ὑμᾶς μὴ ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ τῆς ὑμετέρας τοῦτο ποιῇ σωτηρίας· μᾶλλον δὲ καὶ ὑπὲρ ἐμαυτοῦ οὐκ ἂν ἀρνησαίμην τοῦτο ποιεῖν· τὰ γὰρ ὑμέτερα ἀγαθὰ ἐμαυτοῦ νομίζω εἶναι κατορθώματα. Ἐβουλόμην δὲ ὑμᾶς, ὥσπερ ἐγὼ νῦν  πονῶ  καὶ  κόπτομαι  περὶ  τῆς  ὑμετέρας  σωτηρίας,   οὕτω  καὶ  ὑμᾶς φροντίζειν  τῆς ὑμετέρας ψυχῆς, καὶ πάντως  ἂν τέλος ἔλαβε τουτὶ τὸ κατόρθωμα. Καὶ τί χρὴ τὰ πολλὰ λέγειν; εἰ γὰρ μηδὲ γέεννα ἦν μηδὲ κόλασις παρακούουσι, μηδὲ μισθὸς ὑπακούουσιν, ἐγὼ δὲ προσελθὼν ὁμῖν τοῦτο ἐν χάριτος ᾔτησα μέρει, ἆρα οὐκ ἂν ἐπενεύσατε; οὐκ ἂν ἐδώκατε τὴν αἴτησιν, κούφην οὕτως αἰτοῦντι χάριν; Ὅταν δὲ ὁ Θεὸς αὐτὴν αἰτῶν  ᾖ δι' ὑμᾷς τοὺς διδόντας, οὐ δι' ἑαυτὸν τὸν λαμβάνοντα, τίς οὕτως ἀγνώμων, τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς Θεῷ  χάριν αἰτοῦντι μὴ δοῦναι, καὶ μάλιστα ὅταν αὐτὸς ἀπολαύειν μέλλῃ τῆς χάριτος ὁ διδούς; Ταῦτ' οὖν ἐννοήσαντες,  καὶ  πρὸς  ἑαυτοὺς  ἀναχωρήσαντες  ἐντεῦθεν,  λέγετε  τὰ  εἰρημένα ἅπαντα, καὶ τοὺς μὴ προσέχοντας παντὶ διορθοῦτε τρόπῳ, ἵνα καὶ τῶν οἰκείων καὶ τῶν ἀλλοτρίων  κατορθωμάτων τὴν ἀμοιβὴν ἀπολάβωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |