ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ομιλία εἰς τὸν Μελχισεδέκ.

Τετάρτη 12 Οκτωβρίου 2016

Ομιλία εἰς τὸν Μελχισεδέκ.



john

Ιωάννης Χρυσόστομος Τόμος 56

33. Ομιλία εἰς τὸν Μελχισεδέκ.


αʹ. Ἀποστολικὴν  ὑμῖν  σήμερον  βούλομαι  παραθεῖναι  τράπεζαν,  καὶ  πρὸς  τὸ πέλαγος τῆς Παύλου φωνῆς διατεῖναι τὸν λόγον παρασκευάζομαι. Ἀλλὰ τί πάθω; Ὀκνῶ καὶ  δέδοικα  μήποτε  τὸν  λιμένα  ἐξελθόντες,  καὶ  πρὸς τὸ βάθος  καταντήσαντες  τῶν ἀποστολικῶν  νοημάτων  ἰλιγγιάσωμεν,  ὅπερ πάσχουσιν οἱ τῶν πλωτήρων  ἀήθεις. Καὶ γὰρ ἐκεῖνοι ἐπειδὰν τὴν γῆν ἀφέντες, ἐξ ἑκατέρου μέρους τῆς νηὸς πέλαγος ἴδωσιν, καὶ οὐδὲν ἕτερον ἢ θάλατταν καὶ οὐρανὸν, σκοτοδινίᾳ κατέχονται, καὶ περιφέρεσθαι αὐτοῖς τὸ πλοῖον κύκλῳ νομίζουσι μετὰ τῆς θαλάττης. Ἀλλ' οὐ παρὰ τὴν φύσιν τῆς θαλάττης, ἀλλὰ παρὰ τὴν ἀπειρίαν  τῶν πλούντων  οἱ ἴλιγγοι  γίνονται.  Ἕτεροι οὖν τῶν ναυτῶν γυμνοῖς τοῖς σώμασιν ἐκκυβιστῶσι κατὰ τῶν κυμάτων, καὶ οὐδὲν πάσχουσί τι τοιοῦτον· ἀλλὰ πρὸς τὸ βάθος καταβάντες αὐτὸ, τῶν ἐν ἐδάφει καθημένων ἀσφαλέστερον διατρίβουσι, καὶ τῷ στόματι, καὶ τοῖς ὀφθαλμοῖς,  καὶ παντὶ  τῷ σώματι δεχόμενοι  τὴν ἅλμην, οὐ δυσχεραίνουσιν. Τοσοῦτόν ἐστι μᾶλλον  καὶ τοιοῦτον  ἀπειρία κακόν. Οὕτως αὕτη καὶ τῶν  φοβερῶν  καταφρονεῖν  πείθει· ἐκείνη δὲ καὶ τὰ ἀσφαλῆ ὑποπτεύειν  καὶ δεδοικέναι παρασκευάζει.


 Οἱ μὲν γὰρ ἐφ' ὑψηλῶν  τῶν ἰκρίων καθήμενοι τῆς νηὸς, καὶ πρὸς τὴν θέαν ἰλιγγιῶσιν,  οἱ δὲ ἐν μέσοις οὐ θορυβοῦνται τοῖς κύμασιν. Τοῦτο καὶ ἐπὶ τῆς διανοίας γίνεται τῆς ἡμετέρας. Καὶ γὰρ καὶ ταύτην πολλάκις καταλαμβάνει κύματα παθῶν, θαλαττίων  ἀγριώτερα, οἷον ζάλη, θυμὸν κάτωθεν στρέφοντα τὴν καρδίαν, πνεύματα ἐπιθυμίας πονηρᾶς, ποιοῦντα πολλὴν  τῆς διανοίας τὴν σύγχυσιν. Ἀλλ' ὁ μὲν ἄπειρος καὶ ἀμελέτητος, ἀρχομένου τοῦ χειμῶνος τῆς ὀργῆς, εὐθέως θορυβεῖται, ταράττεται,  κλονεῖται·  ὁρᾷ γινομένην   ὑποβρύχιον  τὴν  ψυχὴν  ὑπὸ  τῶν  παθῶν,  καὶ ναυάγιον  ὑπομένουσαν·  ὁ δὲ ἔμπειρος καὶ μεμελετηκὼς,  τὰ τοιαῦτα  φέρει γενναίως· καθάπερ κυβερνήτης ἐπὶ τῶν οἰάκων, οὕτως τὸν λογισμὸν ἐπάνω τῶν παθῶν καθίσας, οὐ πρότερον ἀφίσταται πάντα ποιῶν, ἕως ἂν κατευθύνῃ τὸ σκάφος πρὸς τὸν εὔδιον τῆς φιλοσοφίας λιμένα. Ὅπερ οὖν ἐπὶ τῆς θαλάττης γίνεται, καὶ ἐπὶ τῆς διανοίας συμβαίνει, τοῦτο καὶ ἐν τῇ ἐξηγήσει τῶν Γραφῶν συμπίπτειν  ἀνάγκη, θορυβεῖσθαι, ταράττεσθαι· ἐπειδὰν  δὲ ἐξέλθωμεν  εἰς τὸ πέλαγος· οὐκ ἐπειδὴ  τὸ πέλαγος  φοβερὸν,  ἀλλ' ἐπειδὴ ἡμεῖς οἱ πλέοντες  ἄπειροι. Ὅτι γάρ ἐστιν, εὔκολον φύσει  λόγον ὄντα, δύσκολον γενέσθαι  παρὰ τὴν  ἀπειρίαν  τῶν  ἀκουόντων,  Παῦλον  ὑμῖν  παραστήσομαι μάρτυρα. Εἰπὼν γὰρ, ὅτι ὁ Χριστὸς ἐγένετο ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδὲκ, καὶ ζητῶν τίς ἐστιν οὗτος ὁ Μελχισεδὲκ, ἐπήγαγεν· Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος. Τί λέγεις,    Παῦλε;  ∆υσερμήνευτός  σοι  τῷ  τὴν  πνευματικὴν   ἔχοντι   σοφίαν;  τῷ  τὰ ἀπόῤῥητα ἀκούσαντι; τῷ πρὸς τρίτον  ἁρπαγέντι  οὐρανόν; Εἰ σοὶ δυσερμήνευτος, τίνι καταληπτός; Ἐμοὶ δυσερμήνευτος,  φησὶν,  οὐ παρὰ τὴν  οἰκείαν  μου ἀσθένειαν,  ἀλλὰ παρὰ τὴν δυσκολίαν τῶν  ἀκουόντων.  Εἰπὼν γοῦν, ∆υσερμήνευτος, ἐπήγαγεν· Ἐπειδὴ νωθροὶ  γεγόνατε  ταῖς ἀκοαῖς. Ὁρᾷς ὅτι οὐχ ἡ φύσις τοῦ λόγου,  ἀλλ' ἡ ἀπειρία τῶν ἀκουόντων  δύσκολον  τὸ οὐ δύσκολον  πεποίηκεν;  Οὐ μόνον  δὲ δύσκολον,  ἀλλὰ  καὶ πολὺν ποιεῖ αὐτὸν βραχὺν ἡ αὐτὴ αἰτία. ∆ιὸ οὐδὲ δυσερμήνευτον ἔφησεν εἶναι μόνον, ἀλλὰ καὶ πολὺν, καὶ τοῦ μήκους καὶ τῆς δυσκολίας ἀναθεὶς τὴν αἰτίαν τῇ νωθρότητι τῆς ἀκοῆς. Καθάπερ γὰρ ἐπὶ τῶν  ἀῤῥωστούντων  οὐκ ἀναγκαῖον  σύντομον  καὶ ἐσχεδιασμένην παραθεῖναι τράπεζαν, ἀλλὰ δεῖ παρασκευάσαι τὰ σιτία διάφορα, ἵνα ἂν  τοῦτο ὁ κάμνων μὴ βουληθῇ, τὸ ἕτερον λάβῃ, κἀκεῖνο προσίεται, τὸ ἄλλο δέξηται, κἂν τοῦτο διακρούσηται, θατέρου ἐπιλάβηται,  καὶ τῇ ποικιλίᾳ  τὴν δυσκολίαν  νικήσωμεν, καὶ  τῷ  πολυτρόπῳ  τῆς  τραπέζης  τὸ  δυσάρεστον  θεραπεύσωμεν  τῆς  γνώμης·  οὕτω πολλάκις  καὶ ἐπὶ ἀκροάσεως δεῖ ποιεῖν, ὅταν ἀσθενεῖς ὦμεν, καὶ πολὺν παρασκευάσαι χρὴ  λόγον,   καὶ  ποικίλας   παραβολὰς   καὶ  παραδείγματα   ἔχοντα,   κατασκευὰς  καὶ περιόδους,   καὶ   ἕτερα  πολλὰ   τοιαῦτα,   ἵνα   ἐκ  πάντων   ῥᾳδία  γένηται   ἡμῖν   τῶν συμφερόντων    αἵρεσις. Πλὴν  ἀλλ'  εἰ  καὶ  πολὺς  ὁ λόγος  καὶ  δυσερμήνευτος,  οὐκ ἀπεστέρησεν αὐτοὺς τῆς διδασκαλίας τοῦ Μελχισεδέκ· τὸ μὲν εἰπεῖν, Πολὺς καὶ δυσερμήνευτος, ἀναστήσας αὐτῶν τὴν σπουδὴν, ἵνα μὴ ῥᾳθυμότεροι γίνωνται περὶ τὴν ἀκρόασιν· τὸ δὲ παρασχεῖν τὴν τράπεζαν, χαρισάμενος αὐτῶν τὴν ἐπιθυμίαν.


βʹ. Τοῦτο  δὴ  καὶ  ἡμεῖς  ποιήσωμεν.  Εἰ καὶ  πρὸς  τὸ  πέλαγος  καὶ  βάθος  τῶν νοημάτων   ἀδυνατοῦμεν,   κατατολμήσωμεν   τῆς  θαλάττης,   οὐ  κατὰ  τὴν   ἡμετέραν δύναμιν, ἀλλὰ κατὰ τὴν ἄνωθεν διδομένην ἡμῖν χάριν· οὐ διὰ τὴν ἡμετέραν παῤῥησίαν, ἀλλὰ  διὰ τὴν ὑμῶν  ὠφέλειαν  κατατολμήσωμεν  τῆς θαλάττης,  καὶ ἐν τούτῳ  Παῦλον μιμούμενοι.  Ὅτι γὰρ οὐκ ἀπεστέρησεν αὐτοὺς  τοῦ λόγου  τοῦ  περὶ τὸν  Μελχισεδὲκ, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γοῦν, Περὶ οὗ πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, ἐπήγαγεν· Οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ, ὅ ἐστιν, βασιλεὺς  εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος,  μήτε ἀρχὴν ἡμερῶν ἔχων, μήτε τέλος ζωῆς, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Ἆρ' οὐ  κατέξανεν  ὑμῶν  τὰς  ἀκοὰς,  περὶ  ἀνθρώπου  διαλεγόμενος   καὶ  λέγων,  Ἀπάτωρ, ἀμήτωρ,  ἀγενεαλόγητος;  Καὶ τί  λέγω  περὶ ἀνθρώπου;  Εἰ γὰρ περὶ τοῦ Υἱοῦ λέγοιτο τοῦτο, οὐκ ἂν πολλὴν  καὶ οὕτως  παράσχῃ ζήτησιν; Εἰ γὰρ ἀπάτωρ, πῶς  Υἱός; Εἰ δὲ ἀμήτωρ, πῶς Μονογενής; Ὁ γὰρ υἱὸς ὀφείλει πατέρα ἔχειν, ἐπεὶ οὐκ ἂν εἴη υἱός. Ἀλλὰ καὶ ἀπάτωρ ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἀμήτωρ· ἀπάτωρ τὴν κάτω γέννησιν, ἀμήτωρ τὴν ἄνω. Οὔτε γὰρ ἐπὶ γῆς ἔσχεν πατέρα, οὔτε ἐν οὐρανοῖς μητέρα. Ἀγενεαλόγητος. Ἀκουέτωσαν οἱ τὴν οὐσίαν αὐτοῦ πολυπραγμονοῦντες. Καίτοι τινὲς νομίζουσιν ὅτι τὸ Ἀγενεαλόγητος τοῦτο, περὶ τῆς ἄνω γεννήσεως εἴρηται. Οἱ μὲν γὰρ αἱρετικοὶ οὔτε τοῦτο βούλονται·   καὶ   γὰρ   καὶ   ἐκείνην    πολυπραγμονοῦσι    καὶ   περιεργάζονται·   οἱ   δὲ ἐπιεικέστεροι  τούτων   ἐκείνην  μὲν  παραχωροῦσι,  περὶ  δὲ  ταύτης  κάτω  νομίζουσιν εἰρῆσθαι τὸ, Ἀγενεαλόγητος.  ∆είξωμεν  οὖν  ὅτι  περὶ  ἑκατέρας  τῆς  γεννήσεως  τοῦτο Παῦλος εἶπε, καὶ περὶ τῆς ἄνω, καὶ περὶ τῆς κάτω. Καὶ γὰρ κἀκείνη φρικτὴ, καὶ αὕτη μυστικωτάτη. ∆ιὰ τοῦτο καὶ Ἡσαΐας φησίν· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἀλλὰ περὶ ἐκείνης,  φησὶν,  εἶπεν  τῆς  ἄνω.  Τί οὖν  ἐροῦμεν  τῷ  Παύλῳ  ἀμφοτέρας  εἰπόντι  τὰς γεννήσεις,  καὶ τότε ἐπαγαγόντι  τὸ, Ἀγενεαλόγητος;  Ἵνα μὴ μόνον  κατ' ἐκείνην  τὴν γέννησιν, καθ' ἣν ἀμήτωρ ἐστὶν, ἀλλὰ καὶ κατὰ ταύτην, καθ' ἣν ἀπάτωρ ἐστὶ, τὴν κάτω λέγω, ἀγενεαλόγητον εἶναι πιστεύσῃς· διὰ τοῦτο ἀμφότερα θεὶς, τότε εἶπεν, Ἀγενεαλόγητος.   Καὶ γὰρ  καὶ  αὕτη    κάτω  ἀκατάληπτος,   ἵνα  πρὸς  ἐκείνην   μηδὲ παρακύψαι τολμήσωμεν. Εἰ γὰρ τὰ προαύλια τοῦ ναοῦ οὕτω φοβερὰ καὶ ἀπρόσιτα, πρὸς τὰ ἄδυτα τίς εἰσελθεῖν ἐπιχειρήσει; Ὅτι ἐγεννήθη παρὰ τοῦ Πατρὸς οἶδα, τὸ δὲ πῶς, οὐκ οἶδα.  Ὅτι  ἐτέχθη   ὑπὸ   τῆς   Παρθένου  ἐπίσταμαι,   τὸν   δὲ  τρόπον   οὐδὲ   ἐνταῦθα καταλαμβάνω.  Ἑκατέρα γὰρ ἡ γέννησις ὡμολόγηται,  καὶ ἑκατέρας ὁ τρόπος σεσίγηται. Καὶ ὅπερ  ἐνταῦθα  ἐπὶ  τῆς  Παρθένου,  οὐκ  εἰδὼς  πῶς  ἐκ  τῆς  παρθένου  ἐγεννήθη, ὁμολογῶ  ὅτι  ἐγεννήθη,  καὶ  οὐκ  ἀναιρῶ  τὸ  πρᾶγμα  διὰ  τὴν  ἄγνοιαν·  οὕτω  καὶ  σὺ ποίησον ἐπὶ τοῦ Πατρὸς, εἰ καὶ οὐκ οἶδας πῶς ἐγεννήθη,  ὁμολόγησον. Κἂν εἴπῃ σοι ὁ αἱρετικός· Πῶς ἐγεννήθη  ἐκ τοῦ Πατρὸς ὁ Υἱός; κατάσπασον αὐτοῦ τὸ φρύαγμα εἰς τὴν
 γῆν, καὶ εἰπὲ πρὸς αὐτόν· Κατάβηθι ἐκ τῶν οὐρανῶν, καὶ δεῖξον πῶς ἐγεννήθη  ἐκ τῆς Παρθένου, καὶ τότε ἐκεῖνα ὅρα. Κάτασχε αὐτὸν καὶ περίστησον, μὴ ἀφῇς ἀποπηδῆσαι, μηδὲ ἀναχωρῆσαι εἰς τὸν λαβύρινθον  τῶν λογισμῶν, ἀλλὰ κάτασχε καὶ ἀπόπνιξον, μὴ τῇ  χειρὶ,  ἀλλὰ  τῷ  ῥήματι.  Μὴ δώσῃς  αὐτῷ  διαστολὴν,  καὶ  διαφύγῃ  ὡς  βούλεται. Ἐκεῖθεν γὰρ θόρυβον ἐμποιοῦσι τοῖς διαλεγομένοις, ἐπειδὴ ἡμεῖς αὐτοῖς ἀκολουθοῦμεν, καὶ οὐκ ἀπάγομεν ὑπὸ τοὺς νόμους τῶν θείων Γραφῶν. Περίθες τοίνυν αὐτῷ πάντοθεν τειχίον τὰς ἀπὸ τῶν Γραφῶν μαρτυρίας, καὶ οὐδὲ χᾶναι δυνήσεται. Εἰπὲ, Πῶς ἐγεννήθη ἐκ τῆς Παρθένου; Οὐκ ἀφίσταμαί σου, οὐδὲ ἀναχωρῶ. Ἀλλ' οὐκ ἂν ἔχοι τὸν τρόπον ἡμῖν εἰπεῖν, κἂν μυρία φιλονεικῇ.  Ὅταν γὰρ ὁ Θεὸς ἀποκλείσῃ, τίς ἀνοίξῃ λοιπόν; Μόνῃ τῇ πίστει τὰ τοιαῦτα παράδεκτα. Εἰ δὲ οὐκ ἂν ἔχοις, ἀλλὰ λογισμοὺς ἐπιζητεῖς, ἐρῶ πρὸς σὲ, ὃ πρὸς Νικόδημον ὁ Χριστός φησιν· Εἰ τὰ ἐπίγεια  εἶπον  ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν τὰ ἐπουράνια εἴπω, πιστεύετε; Περὶ τῆς ἐκ Παρθένου γεννήσεως  εἶπον, καὶ οὐκ οἶδας, οὐδὲ χᾶναι τολμᾷς, καὶ τὴν οὐράνιον περιεργάζῃ; Καὶ εἴθε μὲν τὸν οὐρανὸν μόνον, ἀλλὰ καὶ τὸν ∆εσπότην τῶν οὐρανῶν πολυπραγμονεῖς.  Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. Οὐκ εἶπεν, οὐ πείθεσθε, ἀλλ' Οὐ πιστεύετε· δεικνὺς ἡμῖν, ὅτι εἰ καὶ τὰ ἐπίγεια  πίστεως  δεῖται,  πολλῷ  μᾶλλον  τὰ  οὐράνια.  Καίτοι τότε  τῷ  Νικοδήμῳ  περὶ τοκετοῦ  διελέγετο  πολὺ  ἐλάττονος·  περὶ  τοῦ  βαπτίσματος  γὰρ  ὁ λόγος  ἦν,  καὶ  τῆς ἀναγεννήσεως   τῆς  πνευματικῆς· ἀλλὰ  δῆλον  ὅτι  καὶ  ταῦτα  πίστει  ἐστὶ καταληπτά. Ἐπίγεια δὲ αὐτὰ ἐκάλεσεν, οὐκ ἐπειδὴ ἐπίγειά ἐστιν, ἀλλ' ἐπειδὴ ἐν τῇ γῇ τελεῖται, καὶ τῇ συγκρίσει τῆς ἄνω γεννήσεως τῆς ἀποῤῥήτου καὶ πάντα ὑπερβαινούσης νοῦν, ἐπίγεια ταῦτά ἐστιν. Εἰ τοίνυν  πῶς ἀναγεννώμεθα ἐκ τῶν  ὑδάτων  οὐ δυνατὸν  εἰδέναι, ἀλλὰ πίστει μόνῃ παραδέχεσθαι χρὴ τὸ γινόμενον,  καὶ τὸν τρόπον μὴ περιεργάζεσθαι· πόσης ἂν εἴη μανίας  ἐπὶ τῆς ἄνω  γεννήσεως  τοῦ μονογενοῦς  Υἱοῦ λογισμοὺς ἀνθρωπίνους κινεῖν,  καὶ τρόπου γεννήσεως  εὐθύνας ἀπαιτεῖν; Πῶς ἀπάτωρ καὶ ἀμήτωρ ὁ Υἱὸς τοῦ Θεοῦ, ἱκανῶς ἀποδέδεικται, καὶ πῶς ἀγενεαλόγητος.        

 γʹ.  Ἀλλ'  ἐπειδὴ  πολλοὶ   μὴ νοήσαντες  τὰ περὶ αὐτοῦ γεγραμμένα,  καὶ μείζονα τοῦ Χριστοῦ αὐτὸν εἶναι εἰρήκασι, καὶ  συνεστήσαντο  ἑαυτοῖς  αἵρεσιν, καὶ  λέγονται  Μελχισεδεκιταὶ,  καὶ  φιλονεικοῦσιν ἡμῖν, δεῖξαι βουλόμενοι, ὅτι μείζων ἐστὶ τοῦ Χριστοῦ, προφέροντες τὸ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· δεῖ καὶ πρὸς αὐτοὺς ἀπαντῆσαι. Φασὶ γάρ· Πῶς οὐκ ἂν εἴη Χριστοῦ μείζων, οὗ κατὰ τὴν εἰκόνα καὶ τὴν τάξιν ἱερατεύει Χριστός; Ἡμεῖς οὖν λέγομεν  αὐτὸν  ἄνθρωπον  ὁμοιοπαθῆ  ἡμῖν, καὶ οὔτε μείζονα  τοῦ Χριστοῦ, ἀλλ' οὔτε Ἰωάννου  τοῦ Βαπτιστοῦ· Μείζων γὰρ αὐτοῦ, φησὶν ὁ Χριστὸς, ἐν γεννητοῖς  γυναικῶν οὐκ ἐγήγερται. Ἄλλοι δὲ πάλιν πλανηθέντες λέγουσιν αὐτὸν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ' ἡμεῖς οὐδὲ τοῦτό φαμεν. Ἐπεὶ τίς χρεία τὸν Λόγον τοῦ Θεοῦ ἐνανθρωπῆσαι,  ἤδη πάλαι τοῦ Πνεύματος ἀνθρώπου γεγονότος; Ὅτι δὲ οὐκ ἔστιν μείζων Χριστοῦ, οὔτε δὲ πάλιν τὸ Πνεῦμα τὸ ἅγιον, εἰπάτωσαν ἡμῖν ἐκεῖνοι, ποίου χωρίου εἶναι αὐτὸν λέγουσιν· ἆρα οὐρανίου; ἆρα ἐπιγείου; ἢ καταχθονίου; Ἐὰν οὖν εἴπωσιν, ὅτι τῶν οὐρανίων ἐστὶν ὁ Μελχισεδὲκ,    ἄλλου  τινὸς  χωρίου,  ἀκουσάτωσαν  ὅτι  καὶ  αὐτὸς  γόνυ  κάμπτει  τῷ Χριστῷ τῷ  σαρκωθέντι  ἐκ τῆς θεοτόκου  Μαρίας. Λέγει γὰρ ὁ Ἀπόστολος, ὅτι  Αὐτῷ κάμψει πᾶν γόνυ, καὶ τὰ ἑξῆς. Εἰ οὖν πᾶν γόνυ κάμπτει, ὁ Μελχισεδὲκ ἐλάττων  ἂν εἴη τοῦ Χριστοῦ· προσκυνεῖ γὰρ τῷ προσκυνουμένῳ Χριστῷ. Εἰ δὲ οἱ ἄθλιοι καὶ τάλανες, καὶ τὸ ἑξῆς εἰρημένον σκοπήσωσιν· ἐπιφέρει γὰρ λέγων, Ἀφωμοιωμένος  τῷ Υἱῷ τοῦ Θεοῦ· οὕτω δεῖ νοεῖν, ὅτι ὥσπερ καὶ ἡμεῖς κατ' εἰκόνα Θεοῦ γεγόναμεν καὶ ὁμοίωσιν, οὕτω καὶ αὐτός. Ἰουδαῖοι μὲν γὰρ αὐτὸν λέγουσιν ἐκ πορνείας γεννηθέντα,  καὶ διὰ τοῦτο ἀγενεαλόγητον γενέσθαι· πρὸς οὓς ἐροῦμεν, ὅτι Κακῶς φατε. Καὶ γὰρ καὶ Σολομὼν ἐκ  τῆς   τοῦ   Οὐρίου  γεννηθεὶς    γυναικὸς   μοιχαλίδος   γενεαλογεῖται.    Ἀλλ'   ἐπειδὴ   ὁ Μελχισεδὲκ τύπος ἦν τοῦ Κυρίου, καὶ εἰκόνα ἔφερε τοῦ Χριστοῦ, καθὼς καὶ Ἰωνᾶς, διὰ τοῦτο  ἡ Γραφὴ παρέλιπεν  αὐτοῦ τὸν  πατέρα, ἵνα  ἐν  ἐκείνῳ,  καθάπερ  ἐν  εἰκόνι  τὸν ἀληθῶς ἀπάτορα καὶ ἀγενεαλόγητον Χριστὸν ἐνοπτρισώμεθα. Ἀντιλέγουσι δὲ καὶ τοῦτο ἡμῖν οἱ Μελχισεδεκιταὶ λέγοντες· Τί οὖν ἐστιν ὃ λέγει πρὸς αὐτὸν ὁ Πατήρ· Σὺ ἱερεὺς εἰς τὸν  αἰῶνα   κατὰ  τὴν   τάξιν   Μελχισεδέκ;  Πρὸς  οὓς  λέγομεν,   ὅτι  οὗτος  ὁ Μελχισεδὲκ ἀνὴρ δίκαιος γέγονε, καὶ ἀληθῶς  εἰκόνα ἔφερε τοῦ Χριστοῦ. Προφητικῷ τοίνυν  πνεύματι  κινούμενος,  τὴν  μέλλουσαν  προσφορὰν  ὑπὲρ  τῶν  ἐθνῶν προσκομίζεσθαι νοήσας, ἄρτῳ καὶ οἴνῳ τὸν Θεὸν ἐγέραιρε, μιμούμενος  τὸν μέλλοντα Χριστόν.
Ἐπειδὴ οὖν ἡ Ἰουδαίων  συναγωγὴ  ἐν τάξει τοῦ Ἀαρὼν θυσίαν προσέφερε τῷ Θεῷ, οὐκ ἄρτον καὶ οἶνον, ἀλλὰ μόσχους καὶ ἀμνοὺς, καὶ θυσίαις δι' αἵματος ἐδόξαζε τὸν Θεὸν, ὁ Θεὸς πρὸς τὸν μέλλοντα γεννᾶσθαι ἐκ τῆς παρθένου Μαρίας Ἰησοῦν τὸν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, βοᾷ καὶ λέγει· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· οὐ κατὰ τὴν  Ἀαρὼν, τοῦ ἐν μόσχοις καὶ ἄρνασι λατρεύοντος·  ἀλλὰ,  Σὺ ἱερεὺς   εἰς   τὸν   αἰῶνα   κατὰ   τὴν   τάξιν   Μελχισεδὲκ,   ἄρτῳ   καὶ   οἴνῳ   τὴν   τῶν προσκομιζόντων προσφορὰν εἰς τὸ διηνεκὲς προσάγων. ∆ι' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |