ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Λόγος Τρίτος Εἰς τὸν Λάζαρον, καὶ τινὸς ἕνεκεν οὐκ εἶπεν

Τετάρτη 1 Ιουνίου 2016

Λόγος Τρίτος Εἰς τὸν Λάζαρον, καὶ τινὸς ἕνεκεν οὐκ εἶπεν




Ιωάννης Χρυσόστομος
Τόμος 48


Λόγος Τρίτος Εἰς τὸν Λάζαρον, καὶ τινὸς ἕνεκεν οὐκ εἶπεν, Ἔλαβες τὰ ἀγαθὰ σου ἐν τῇ ζωῇ σοῦ, ἀλλ’ Ἀπέλαβες· καὶ διὰ τὶ οἱ μὲν δίκαιοι κινδύνοις πολλάκις περιπατοῦσιν, οἱ δὲ ἁμαρτωλοὶ τούτους διαφεύγουσιν.


α’. Οὐ τὰ τυχόντα ἡμᾶς ὤνησεν ἡ κατὰ τὸν Λάζαρον παραβολή, καὶ πλουσίους καὶ πένητας, τοὺς μὲν εὐκόλως φέρειν τὴν πενίαν παιδεύσασα, τοὺς δὲ οὐκ ἀφιεῖσα μέγα φρονεῖν εἰ τῷ πλούτῳ, ἀλλὰ δι’ αὐτῶν τῶν ἔργων διδάξασα, ὅτι πάντων ἐλεεινότερος ὁ τρυφῇ συζῶν, καὶ μηδενὶ τῶν ὄντων μεταδιδούς. Φέρε οὖν καὶ σήμερον τῆς αὐτῆς πάλιν ἁψώμεθα ὑποθέσεως· ἐπεὶ καὶ οἱ τὰ μέταλλα ἐργαζόμενοι, ἔνθα ἂν ἴδωσι πολλὰς τοῦ χρυσίου τὰς ἵνα, ἐκεῖ διασκάπτουσι πάλιν, καὶ οὐκ ἀφίστανται πρότερον, ἕως ἂν ἅπαν τὸν φαινόμενον ἐξαντλήσωσιν. Ἐπανιῶμεν τοίνυν, ἔνθα πρώην κατελίπομεν τὸν λόγον ἵνα ἐκεῖθεν αὐτὸν ἀνελώμεθα. Ἐνῆν μὲν γὰρ καὶ ἐν ἡμέρᾳ μιᾷ πᾶσαν ὑμῖν ταύτην ἐξαπλῶσαι τὴν παραβολήν· ἀλλ’ οὐχ ὅπως πολλὰ εἰπόντες ἀπέλθομεν, τοῦτο ἐσπουδάκαμεν, ἀλλ’ ὅπως μετὰ ἀκριβείας τὰ λεχθέντα δεξάμενοι καὶ κατασχόντες, λάβοιτέ τινα ἀπὸ τῆς φυλακῆς ταύτης αἴσθησιν ὠφελείας πνευματικῆς.


 Καὶ γὰρ μήτηρ φιλόστοργος μέλλουσα ἐπὶ στερεὰν τὸ γαλακτοτροφούμενον παιδίον ἄγειν τροφήν, ἂν μὲν ἀθρόον ἐγχέῃ τῷ στόματι τὸν ἄκρατον, οὐδὲν ὀνίνησιν, ἀποβλύζοντος τοῦ παιδίου τὸ διδόμενον, καὶ διαβρέχοντος πὲρ τῷ στήθει τὸν χιτωνίσκον· ἂν δὲ ἠρέμα καὶ κατὰ μικρὸν ἐγχέῃ, παραπέμπει τὸ δοθὲν ἀλύπως. Ἳν’ οὖν καὶ ὑμεῖς τὸ δοθὲν μὴ ἀποβλύσητε, οὐκ ἀθρόον ὑμῖν ἐπεκλίναμεν τὸ τῆς διδασκαλίας ποτήριον, ἀλλ’ εἰς πολλὰς ὑμῖν αὐτὸ κατεκερματίσαμεν ἡμέρας, ἐν τάσι μεταξὺ ταύταις ἡμέραις διαναπαύσεσθαι παρασχόντες ὑμῖν ἐκ τοῦ τῆς ἀκροάσεως πόνου, ἵνα καὶ τὰ καταβληθέντα παγῇ μετὰ ἀσφαλείας ἐν τῇ διανοίᾳ τῆς ὑμετέρας ἀγάπης, καὶ τὰ ῥηθήσεσθαι μέλλον τὰ ἀνειμένῃ καὶ ἀκμαζούσῃ δέξησθε ψυχῇ. Διὰ τοῦτο καὶ τὴν ὑπόθεσιν τῶν μελλόντων ῥηθήσεσθαι πολλάκις ὑμῖν προλέγομεν πρὸ πολλῶν ἡμερῶν, ἵνα ἐν ταῖς μεταξὺ ταύταις ἡμέραις τὸ βιβλίον λαβόντες, καὶ τὴν περικοπὴν ἅπασαν ἐπιόντες, καὶ καταμαθόντες τὶ μὲν εἴρηται, τὶ δὲ ὑπολέλειπται, εὐμαθεστέραν ὑμῶν ποιήσητε τὴν διάνοιαν πρὸς τὴν ἀκρόασιν τῶν μετὰ ταῦτα ῥηθησομένων.
Καὶ τοῦτο ἀεὶ παρακαλῶ, καὶ παρακαλῶν οὐ παύσομαι, ἵνα μὴ μόνον ἐνταῦθα τοῖς λεγομένοις προσέχητε, ἀλλὰ καὶ οἴκοι γινόμενοι, τῇ τῶν θείων γραφῶν ἀναγνώσει συνεχῶς ἐνδιατρίβητε. Τοῦτο καὶ τοῖς ἴδια συγγινομένοις ἡμῖν οὐ διέλιπον ἀεὶ παρεγγυῶν. Μὴ γὰρ μοὶ λεγέτω τὶς τὰ ψυχρὰ ῥήματα ἐκεῖνα, καὶ πολλῆς καταγνώσεως ἄξια, ὅτι Δικαστηρίῳ προσήλωμαι, τὰ τῆς πόλεως πράττω πράγματα, τέχνην μετέρχομαι, γυναῖκα ἔχω, παιδία τρέφω, οἰκίας προΐσταμαι, ἀνὴρ εἰμι βιωτικός· οὐκ ἔστιν ἐμὸν Γραφὰς ἀναγινώσκειν, ἀλλ’ ἐκείνων τῶν ἀποταξαμένων, τῶν τὰς κορυφὰς τῶν ὀρέων κατειληφότων, τῶν τοῦτον τὸν βίον ἐχόντων διηνεκῶς. Τὶ λέγεις, ἄνθρωπε; Οὐκ ἔστι σὸν ἔργον γραφαῖς προσέχειν, ἐπειδὴ μυρίαις περιέλκῃ φροντίσι; Σὸν μὲν οὖν μαλλὸν ἐστιν, ἢ ἐκείνων. Οὐ γὰρ οὕτως ἐκεῖνοι χρῄζουσι τῆς ἀπὸ τῶν θείων γραφῶν βοηθείας, ὡς οἱ ἐν μέσῳ στρεφόμενοι πραγμάτων πολλῶν. Οἱ μὲν γὰρ μοναχοὶ τῆς ἀγορὰς καὶ τῶν ἐκ τῆς ἀγορὰς ἀπαλλαγέντες θορύβων, καὶ τὰς καλύβας ἐν ἐρημίᾳ πηξάμενοι, καὶ πρὸς οὐδένα κοινὸν οὐδὲν ἔχοντες, ἀλλ’ ἐμφιλοσοφοῦντες μετὰ ἀδείας τῇ τῆς ἡσυχίας ἐκείνης γαλήνῃ, καθάπερ ἐν λιμένι καθήμενοι, πολλῆς τῆς ἀσφαλείας ἀπολαύουσιν· ἡμεῖς δὲ οἱ καθάπερ ἐν μέσῳ πελάγει σαλεύοντες, καὶ μυρίων ἁμαρτημάτων ἀνάγκας ἔχοντες, συνεχοῦς καὶ διηνεκοῦς ἀεὶ δεόμεθα τῆς ἀπὸ τῶν γραφῶν παρακλήσεως. Ἐκεῖνοι πόῤῥω μάχης κάθηνται, διόπερ οὐδὲ πολλὰ δέχονται τραύματα· σὺ δὲ διηνεκῶς ἐπὶ τῆς παρατάξεως ἕστηκας, καὶ συνεχεῖς δέχῃ τὰς πληγάς· διὸ καὶ πλειόνων σοι δεῖ τῶν φαρμάκων. Καὶ γὰρ καὶ γυνὴ παροξύνει, καὶ υἱὸς λυπεῖ, καὶ οἰκέτης εἰς ὀργὴν ἐμβάλλει, καὶ ἐχθρὸς ἐπιβουλεύει, καὶ φίλος βασκανεῖ, καὶ γείτων ἐπηρεάζει, καὶ συστρατιώτης ὑποσκελίζει, πολλάκις καὶ δικαστὴς ἀπειλεῖ, καὶ πενία λυπεῖ, καὶ ἀποβολὴ τῷ οἰκείων πένθος ἐργάζεται, καὶ εὐημερία φυσᾶ, καὶ δυσπραγία συστέλλει, καὶ πολλαὶ μὲν ὀργῆς, πολλαὶ δὲ φροντίδων, πολλαὶ δὲ ἀθυμίας καὶ λύπης, πολλαὶ δὲ κενοδοξίας καὶ ἀπονοίας ἀφορμαὶ καὶ ἀνάγκα πάντοθεν ἡμᾶς περιστοιχίζονται, καὶ μυρία πανταχόθεν τὰ βέλη φέρεται· διὸ τῆς ἀπὸ τῶν γραφῶν πανοπλίας χρεία διηνεκῶς. Ἐπίγνωθι γάρ, φησίν, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς. Καὶ γὰρ αἱ τῆς σαρκὸς ἐπιθυμίαι χαλεπώτερον τῶν ἐν μέσῳ στρεφόμενων κατεξανίστανται· καὶ γὰρ καὶ ὄψις εὐπρεπής, καὶ σῶμα λαμπρὸν διὰ τῶν ὀφθαλμῶν ἔβαλε, καὶ ῥῆμα αἰσχρὸν διὰ τῆς ἀκοῆς εἰσελθὸν ἐθορύβησεν ἡμῶν τὸν λογισμόν· πολλάκις δὲ καὶ μέλος κατακεκλασμένον τὸ τῆς ψυχῆς εὔτονον κατεμάλαξε. Καὶ τὶ λέγω ταῦτα; Τὸ γὰρ πάντων τούτων εὐτελέστατον εἶναι πολλάκις δοκοῦν, μύρων ὀσμὴ προσπεσοῦσά ποθεν παρὰ γυναικῶν ἑταιριζομένων ἐν τῇ παρόδῳ λαβοῦσα ἀπῆλθεν αἰχμάλωτον ψιλῆς τῆς συντυχίας.



β’. Καὶ πολλὰ τοιαῦτά ἐστι τὰ πολιορκοῦντα τὴν ἡμετέραν ψυχήν· καὶ δεῖ τῶν θείων φαρμάκων ἡμῖν, ἵνα καὶ τὰ γινόμενα ἕλκη θεραπεύωμεν, καὶ τὰ μηδέπω μὲν γινόμενα, μέλλοντα δὲ γίνεσθαι, προαναστέλλωμεν, πόῤῥωθεν τοῦ διαβόλου τὰ βέλη κατασβεννύντες καὶ ἀποκρουόμενοι διὰ τῆς συνεχοῦς τῶν θείων γραφῶν ἀναγνώσεως. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τινὰ σωθῆναι μὴ συνεχῶς ἀναγνώσεως ἀπολαύοντα πνευματικῆς· ἀλλ’ ὄντως ἀγαπητόν, εἰ καὶ διηνεκοῦς ταύτης ἀπολαύοντες τῆς θεραπείας, δυνηθείημεν σωθῆναί ποτε. Ὅταν δὲ καθ’ ἑκάστην μὲν πληττώμεθα τὴν ἡμέραν, ἰατρείας δὲ μηδεμιᾶς ἀπολαύωμεν, ποία σωτηρίας ἐλπίς; Οὐχ ὁρᾷς τοὺς χαλκοτύπους, τοὺς χρυσοχόους, τοὺς ἀργυροκόπους, τοὺς ἠντιναοῦν μετιόντας τέχνην, ἅπαντα τὰ τῆς τέχνης ἔχοντας ἀπηρτισμένα τὰ ἐργαλεῖα, κἂν λιμὸς ἀναγκάζῃ, κἂν πενία θλίβῃ, πάντα αἱρουμένους ὑπομεῖναι μᾶλλον , ἢ τῶν τῆς τέχνης ὀργάνων ἀποδόσθαι τι, καὶ διατραφῆναι; Πολλοὶ γοῦν πολλάκις δανείσασθαι μᾶλλον εἵλοντο, καὶ διαθρέψαι καὶ τὴν οἰκίαν καὶ τὰ παιδία, ἢ τῶν τῆς τέχνης ἐργαλείων κἂν τὸ μικρότατον ἀποδόσθαι· καὶ μάλα γε εἰκότως. Ἴσασι γὰρ ὅτι, πραθέντων ἐκείνων, ἄχρηστα τὰ τῆς τέχνης αὐτοῖς ἅπαντα, καὶ ἡ τῆς εὐπορίας ὑπόθεσις ἀνῄρηται πᾶσα. Ἐκείνων μὲν γὰρ μενόντων, δυνατὸν τὰ γινόμενα δανείσματα χρόνῳ ποτὲ διαλύσασθαι τῇ τέχνῃ συνεχῶς χρωμένους· εἰ δὲ φθάσαντες ἑτέροις αὐτὰ ἀποδοῖντο, οὐδεμίαν οὐκέτι παραμυθίαν τῇ πενίᾳ καὶ τῷ λιμῷ πόθεν ἐπινοῆσαι δυνήσονται. Οὕτως οὖν καὶ ἡμᾶς διακεῖσθαι χρή. Καθάπερ γὰρ ἐκείνοις ἐργαλεῖα τῆς τέχνης ἐστὶ σφῦρα καὶ ἄκμων καὶ πυράγρα· οὕτω δὴ καὶ ἡμῖν ἐργαλεῖα τῆς τέχνης ἐστὶν ἀποστολικὰ καὶ προφητικὰ βιβλία, καὶ πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος. Καὶ καθάπερ ἐκεῖνοι δι’ ἐκείνων τὰ σκεύη πάντα, ἅπερ ἂν λάβωσι, διαπλάττουσιν· οὕτω δὴ καὶ ἡμεῖς διὰ τούτων τὴν ψυχὴν τὴν ἡμετέρας χαλκεύομεν, καὶ διεστραμμένην διορθοῦμεν, καὶ παλαιωθεῖσαν ἀνακαινίζομεν. Κἀκεῖνοι μὲν μέχρι τῶν σχημάτων τὴν ἑαυτῶν ἐπιδείκνυνται τέχνην· οὐ γὰρ δὴ τὴν ὕλην τῶν σκευῶν μεταβαλεῖν δύναιντ’ ἄν, οὐδὲ τὸν ἄργυρον ποιῆσαι χρυσόν, ἀλλὰ τοὺς τύπους αὐτῶν μεταῤῥυθμίζουσι μόνον· σὺ δὲ οὐχ οὕτως, ἀλλ’ ἔχεις τι πλέον ἐκείνων, καὶ ξύλινον σκεῦος λαβὼν δυνήσῃ ποτὲ χρυσοῦν ποιῆσαι. Καὶ τούτου μάρτυς ὁ Παῦλος, οὕτω λέγων· «Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστρακίαν. Ἐὰν τις οὖν ἐκκαθάρῃ ἑαυτὸν ἐκ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, καὶ εὔχρηστον τῷ δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον». Μὴ τοίνυν ἀμελῶμεν τῆς κτήσεως τῶν βιβλίων, ἵνα μὴ περὶ τὰ καιρία δεξώμεθα τὴν πληγήν, μηδὲ χρυσίον κατορύττωμεν, ἀλλὰ βιβλία θησαυρίζωμεν ἑαυτοῖς πνευματικά. Τὸ μὲν γὰρ χρυσίον, ὅταν γένηται πλέον, τότε μάλιστα ἐπιβουλεύει τοῖς κεκτημένοις· τὰ δὲ βιβλία ἀποκείμενα πολλὴν παρέχει τοῖς ἔχουσι τὴν ὠφέλειαν.
Ὥσπερ γὰρ ἔνθα ἂν ᾗ ἀποκείμενα ὅπλα βασιλικά, κἂν μηδεὶς ᾗ ὁ κεχρημένος, πολλὴν παρέχει τοῖς ἔνδον οἰκοῦσι τὴν φυλακήν, οὔτε λῃστῶν, οὔτε τοιχωρυχῶν, οὔτε ἄλλου τινὸς τῶν κακουργούντων τολμῶντος ἐπιβῆναι τῆς οἰκίας· οὕτως ἔνθα ἂν ᾗ βιβλία πνευματικά, πᾶσα ἐκεῖθεν ἐλαύνεται ἐνέργεια διαβολική, καὶ πολλὴ τοῖς ἐνοικοῦσιν ἀρετῆς παράκλησις γίνεται. Καὶ αὐτῇ γὰρ καθ’ ἑαυτὴν τῶν βιβλίων ἡ ὄψις ὀκνηροτέρους ἡμᾶς πρὸς τὴν ἁμαρτίαν ἐργάζεται. Κἂν τε γὰρ τολμήσωμέν τι τῶν ἀπηγορευμένων, καὶ ἀκαθάρτους ἑαυτοὺς ἐργασώμεθα, ἐπανιόντες οἴκαδε, καὶ τὰ βιβλία ὁρῶντες, μᾶλλον ἡμῶν καταδικάζομεν τὸ συνειδός, καὶ πρὸς τὸ τοῖς αὐτοῖς περιπεσεῖν ὀκνηρότεροι γινόμεθα· ἂν τε πάλιν ἐν ἁγιωσύνη διατελῶμεν, πλείονα ἐκεῖθεν λαμβάνομεν τὴν ὠφέλειαν. Ἅμα γὰρ ἥψατό τις εὐαγγελίου, καὶ μετεῤῥύθμισεν ἑαυτοῦ τὴν διάνοιαν εὐθέως, καὶ τῶν βιωτικῶν ἀπέστησε καὶ ἀπὸ τῆς ὄψεως μόνης αὐτῆς. Εἰ δὲ καὶ ἀνάγνωσις προσγένοιτο ἀκριβής, καθάπερ ἐν ἱεροῖς ἀδύτοις ἡ ψυχὴ τελουμένη, οὕτως ἐκκαθαίρεται καὶ βελτίων γίνεται, τοῦ Θεοῦ ὁμιλοῦντος αὐτῇ διὰ τῶν γραμμάτων ἐκείνων.
Τὶ οὖν, ἂν μὴ εἰδῶμεν τὰ ἐγκείμενα; Φησί. Μάλιστα μὲν κἂν μὴ εἰδῇς τὰ ἐγκείμενα, ἀπ’ αὐτῆς τῆς ἀναγνώσεως πολὺς ὁ ἁγιασμὸς γίνεται. Ἄλλως δέ, ἀδύνατον πάντα ἐπ’ ἴσης ἀγνοεῖν· διὰ γὰρ τοῦτο ἡ τοῦ Πνεύματος ᾠκονόμησε χάρις τελώνας καὶ ἁλιέας καὶ σκηνοποιοὺς καὶ ποιμένας καὶ αἰπόλους καὶ ἰδιώτας καὶ ἀγραμμάτους ταῦτα συνθεῖναι τὰ βιβλία, ἵνα μηδεὶς τῶν ἰδιωτῶν εἰς ταύτην ἔχῃ καταφεύγειν τὴν πρόφασιν, ἵνα πᾶσιν εὐσύνοπτα ᾗ τὰ λεγόμενα, ἵνα καὶ ὁ χειροτέχνην, καὶ οἰκέτης, καὶ ἡ χήρα γυνή, καὶ ὁ πάντων ἀνθρώπων ἀμαθέστατος, κερδάνῃ τε καὶ ὠφελήθη παρὰ τῆς ἀκροάσεως. Οὐ γὰρ πρὸς κενοδοξίαν, καθάπερ οἱ ἔξωθεν, ἀλλὰ πρὸς τὴν σωτηρίαν τῶν ἀκουόντων ταῦτα πάντα συνέθηκαν οἱ παρὰ τὴν ἀρχὴν καταξιωθέντες τῆς τοῦ Πνεύματος χάριτος.


γ’. Οἱ μὲν γὰρ ἔξωθεν φιλόσοφοι καὶ ῥήτορες καὶ συγγραφεῖς οὐ τὸ κοινῇ συμφέρον ζητοῦντες, ἀλλ’ ὅπως αὐτοὶ θαυμασθεῖεν μόνον σκοποῦντες, εἲ τι καὶ χρήσιμον εἶπον, καὶ τοῦτο, καθάπερ ἐν ζόφῳ τινί, τῇ συνήθει ἀσαφείᾳ κατέκρυψαν. Οἱ δὲ ἀπόστολοι καὶ οἱ προφῆται τοὐναντίον ἅπαν ἐποίησαν· σαφῆ γὰρ καὶ δῆλα τὰ παρ’ ἑαυτῶν κατέστησαν ἅπασιν, ἅτε κοινοῖ τῆς οἰκουμένης ὄντες διδάσκαλοι, ἵνα ἕκαστος καὶ δι’ ἑαυτοῦ μανθάνειν δύνηται ἐκ τῆς ἀναγνώσεως μόνης τὰ λεγόμενα. Καὶ τοῦτο προαναφωνῶν ὁ προφήτης ἔλεγεν· «Ἔσονται πάντες διδακτοὶ Θεοῦ· καὶ οὐ μὴ εἴπῃ ἕκαστος τῷ πλησίον αὐτοῦ, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν». Καὶ ὁ Παῦλος φησι· «Κἀγώ, ἀδελφοί, ἦλθον πρὸς ὑμᾶς, οὐ καθ’ ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ Θεοῦ». Καὶ πάλιν· «Ὁ λόγος μου καὶ τὸ κήρυγμα μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως». Καὶ πάλιν· «Λαλοῦμεν γὰρ σοφίαν, φησιν, οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων». Τίνι γὰρ οὐκ ἔστι δῆλα τὰ τῶν εὐαγγελίων ἅπαντα; Τὶς δὲ ἀκούων, ὅτι μακάριοι οἱ πραεῖς, μακάριοι οἱ ἐλεήμονες, μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ ὅσα τοιαῦτα, διδασκάλου δεήσεται, ὣς τι μαθεῖν τῶν λεγομένων; Ἀλλὰ τὰ τῶν σημείων καὶ θαυμάτων καὶ ἱστοριῶν οὐχὶ καὶ τῷ τυχόντι γνώρισμα καὶ σαφῆ; Σκῆψις ταῦτα καὶ πρόφασις καὶ νωθείας παρακαλύμματα.
Οὐ νοεῖς τὰ ἐγκείμενα; Πῶς γὰρ δυνήσῃ νόησαί ποτε, μηδὲ ἁπλῶς ἐγκύψαι βουλόμενος; Λάβε μετὰ χεῖρας τὸ βιβλίον· ἀνάγνωθι τὴν ἱστορίαν ἅπασαν, καὶ τὰ γνώριμα κατασχών, τὰ ἄδηλα καὶ τὰ ἀσαφῆ πολλάκις ἔπελθε· κἂν μὴ δυνηθῇς τῇ συνεχείᾳ τῆς ἀναγνώσεως εὑρεῖν τὸ λεγόμενον, βάδισον πρὸς τὸν σοφώτερον, ἐλθὲ πρὸς τὸν διδάσκαλον, ἀνακοινῶσαι περὶ τῶν εἰρημένων, πολλὴν ἐπιδεῖξαι τὴν σπουδήν· κἂν ἴδῃ σε ὁ Θεὸς τοσαύτη κεχρημένον τῇ προθυμίᾳ, οὐ περιόψεταί σου τὴν ἀγρυπνίαν καὶ τὴν φροντίδα, ἀλλὰ κἂν ἄνθρωπος μὴ διδάξῃ τὸ ζητούμενον, αὐτὸς ἀποκαλύψει πάντως. Ἀναμνήσθητι τοῦ εὐνούχου τῆς βασιλίδος Αἰθιόπων, ὃς ἄνθρωπος βάρβαρος ὥν, καὶ μυρίαις συνεχόμενος φροντίσι, καὶ πανταχόθεν πολλοῖς περικυκλούμενος πράγμασιν, οὐκ εἰδὼς ἅπερ ἀνεγίνωσκεν, ὅμως ἀνεγίνωσκεν ἐπὶ τοῦ ὀχήματος καθήμενος. Εἰ δὲ ἐν ὁδῷ τοσαύτην σπουδὴν ἐπεδείκνυτο, ἐννόησον τὶς ἦν οἶκοι διατρίβων· εἰ τὸν καιρὸν τῆς ὁδοιπορίας οὐκ ἠνείχετο χωρὶς ἀναγνώσεως μένειν, πολλῷ μᾶλλον ἐν τῇ οἰκίᾳ καθήμενος· εἰ μηδὲν εἰδὼς ὧν ἀνεγίνωσκεν, οὐκ ἀφίστατο τὴν ἀναγνώσεως, πολλῷ μᾶλλον μετὰ τὸ μαθεῖν. Ὅτι γὰρ ἅπερ ἀνεγίνωσκεν οὐκ ᾔδει, ἄκουσον τὶ φησιν αὐτῷ ὁ Φίλιππος· «Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις»; Κἀκεῖνος ταῦτα ἀκούσας οὐκ ἠρυθρίασεν οὐδὲ ᾐσχύνθη, ἀλλ’ ὡμολόγησεν τὴν ἄγνοιαν, καὶ φησι· «Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μὴ τις ὁδηγήσῃ με»; Ἐπεὶ οὖν, οὐδέπω τὸν ὁδηγοῦντα ἔχων, οὕτως ἀνεγίνωσκε, διὰ τοῦτο ταχέως ἐπελάβετο τοῦ χειραγωγοῦντος. Εἶδεν αὐτοῦ τὴν προθυμίαν ὁ Θεός, ἀπεδέξατο τὴν σπουδήν, καὶ ἔπεμψεν αὐτῷ διδάσκαλον εὐθέως. Ἀλλὰ οὐ πάρεστιν ὁ Φίλιππος νῦν; Ἀλλὰ τὸ Πνεῦμα τὸ κινῆσαν τὸν Φίλιππον πάρεστι. Μὴ καταφρονῶμεν τῆς σωτηρίας ἡμῶν, ἀγαπητοί· «Ταῦτα πάντα ἐγράφη δι’ ἡμᾶς πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε».
Μεγάλη ἀσφάλεια πρὸς τῇ μὴ ἁμαρτάνειν τῶν Γραφῶν ἡ ἀνάγνωσις, μέγας κρημνὸς καὶ βάραθρον βαθὺ τῶν γραφῶν ἡ ἄγνοια, μεγάλη προδοσία σωτηρίας τὸ μηδὲν ἀπὸ τῶν θείων εἰδέναι νόμων· τοῦτο καὶ αἱρέσεις ἔτεκε, τοῦτο καὶ βίον διεφθαρμένον εἰσήγαγε, τοῦτο τὰ ἄνω κάτω πεποίηκεν. Ἀμήχανον γάρ, ἀμήχανον ἄκαρπον ἀναχωρῆσαί τινα συνεχῶς ἀναγνώσεως ἀπολαύοντα μετὰ ἐπιστασίας. Ἰδοὺ γοῦν μία παραβολὴ πόσα ἡμᾶς ὠφέλησε; Πῶς ἡμῶν βελτίω τὴν ψυχὴν εἰργάσατο; Πολλοὶ μὲν γάρ, εὖ οἱδ’ ὅτι, διαρκῆ τὴν ὠφέλειαν ἐκ τῆς ἀκροάσεως λαβόντες ἀπῆλθον· εἰ δὲ τισὶ τινες, οἳ μὴ τοσοῦτον ἐκαρπώσαντο, ἀλλ’ ὅμως τὴν γοῦν ἡμέραν αὐτήν, καθ’ ἢ ἤκουσαν, βελτίους ἐγένετο πάντως. Οὐ μικρὸν δὲ καὶ τὸ ἡμέραν μίαν ἐν ἁμαρτημάτων κατανύξει διαγαγεῖν, καὶ διαβλέψαι πρὸς τὴν ἄνω φιλοσοφίαν, καὶ παρασχεῖν τῇ ψυχῇ μικρὸν γοῦν ἀπὸ τῶν βιωτικῶν ἀναπνεῦσαι φροντίδων. Ἂν δὲ καθ’ ἑκάστην τοῦτο ποιῶμεν σύναξιν, καὶ μὴ διαλιμπάνωμεν, ἡ συνεχείᾳ τῆς ἀκροάσεως ἐργάσεταί τι μέγα καὶ γενναῖον ἐν ἡμῖν ἀγαθόν.


δ’. Φέρε οὖν καὶ τὰ ἑξῆς πάλιν ἀποδῶμεν ὑμῖν τῆς παραβολῆς. Τίνα δὲ ἐστι τὰ ἑξῆς; Εἰπόντος τοῦ πλουσίου, «Πέμψον Λάζαρον, ἵνα ἐπίσταξη τῷ ἄκρῳ τοῦ δακτύλου αὐτοῦ, καὶ καταψύξῃ τὴν μου γλῶτταν», ἀκούσωμεν τὶ φησιν Ἀβραάμ· «Τέκνον, μνήσθητι, ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθὰ σοῦ ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος τὰ κακά· καὶ νῦν οὕτως παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Καὶ ἐπὶ πᾶσι δὲ τούτοις χάσμα μέγα μεταξὺ ἡμῶν τε καὶ ὑμῶν ἐστήρικται, ὅπως οἱ θέλοντες ἐκεῖθεν διαβῆναι πρὸς ἡμᾶς, μὴ δύνωνται, μήτε οἱ ἐντεῦθεν ἐκεῖ διαπερῶσι». Φορτικὰ τὰ εἰρημένα, καὶ πολλὴν ἡμῶν κατέχεε τὴν ὀδύνην. Οἶδα κἀγώ· ἀλλ’ ὅσον δάκνει τὸ συνειδός, τοσοῦτον καὶ ὠφελεῖ τὴν διάνοιαν τῶν δακνομένων. Εἰ μὲν γὰρ ἐκεῖ ταῦτα ἐλέγετο ἡμῖν, καθάπερ τῷ πλουσίῳ, ὄντως θρηνεῖν ἔδει καὶ ὀδύρεσθαι καὶ πενθεῖν, ὅτι μετανοίας καιρὸς οὐκ ἔστι ἡμῖν ὑπελέλειπτο· ἐπειδὴ δὲ ἐνταῦθα ὄντες ταῦτα ἀκούομεν, ὅπου καὶ ἀνανῆψαι δυνατόν, καὶ τὰ ἡμαρτημένα ἀπονίψασθαι καὶ πολλὴν κτήσασθαι τὴν παῤῥησίαν, καὶ ἐκ τῶν ἑτέροις συμβάντων κακῶν φοβηθέντας μεταβαλέσθαι, εὐχαριστῶμεν τῷ φιλανθρώπῳ Θεῷ, τῷ διὰ τῆς ἑτέρων κολάσεως τὴν ἡμετέραν διεγείροντι νώθειαν, καὶ ἀφυπνίζονται καθεύδοντας ἡμᾶς. Διὰ γὰρ τοῦτο ταῦτα προείρηται, ἵνα μὴ ταῦτα πάθωμεν. Εἰ γὰρ ἐβούλετο κολάσαι, οὐκ ἂν ταῦτα προεῖπεν· ἐπειδὴ δὲ οὐ βούλεται ἐμβαλεῖν εἰς τιμωρίαν, διὰ τοῦτο προλέγει τὴν τιμωρίαν, ἵνα τῇ προῤῥήσει σωφρονισθέντες τὴν διὰ τῶν πραγμάτων ἐκφύγωμεν πεῖραν.
Ἀλλὰ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἔλαβες τὰ ἀγαθὰ οὐ, ἀλλ’, «Ἀπέλαβες»; Μέμνησθε γὰρ εὖ οἱδ’ ὅτι ἐντεῦθεν ἔφην πέλαγος ἀχανὲς καὶ μέγα νοημάτων ἡμῖν ἀνοίγεσθαι· τὸ γάρ, «Ἀπέλαβες», ὀφειλὴν τινα ἐνδεικνυμένου καὶ δηλοῦντός ἐστιν· ἀπολαμβάνει γὰρ τις τὰ ὀφειλόμενα. Εἰ τοίνυν μιαρός, καὶ παμμίαρος, καὶ ὠμὸς καὶ ἀπάνθρωπος οὗτος ὁ πλούσιος ἦν, τινὸς ἕνεκεν οὐκ εἶπεν αὐτῷ, Ἔλαβες τὰ ἀγαθὰ σου, ἀλλ’, «Ἀπέλαβες», ὡς χρεωστούμενα καὶ ὀφειλόμενα; Τὶ οὖν ἐντεῦθεν μανθάνομεν; Ὅτι κἂν μιαροὶ τινες ὦσι καὶ εἰς ἔσχατον κακίας ἐληλακότες, πολλάκις ἓν τι καὶ δύο καὶ τρία εἰργάσαντο ἀγαθά. Καὶ ὅτι οὐ στοχαζόμενος ταῦτα νῦν λέγων, δῆλον ἐκεῖθεν. Τὶ γὰρ τοῦ κριτοῦ τῆς ἀδικίας ἐκείνου μιαρώτερον γέγονε; Τὶ δὲ ἀπανθρωπότερον; Τὶ δὲ ἀσεβέστερον; Οὗτος οὔτε τὸν Θεὸν ἐφοβεῖτο, οὔτε ἀνθρώπους ᾐσχύνετο· ἀλλ’ ὅμως τοσαύτη πονηρία συζῶν, εἰργάσαντό τι καλόν, τὴν συνεχῶς ἐνοχλοῦσαν αὐτῷ ἐλεήσας χήραν, καὶ ἐπινεύσας τῇ χάριτι, καὶ δοὺς τὴν αἴτησιν, καὶ ἐπεξελθὼν τοῖς ἀδικοῦσιν αὐτήν. Οὕτω συμβαίνει τινὰ ἀκόλαστον μὲν εἶναι, ἐλεήμονα δὲ πολλάκις· ἢ ἀπάνθρωπον μέν, σώφρονα δέ· εἰ δὲ καὶ ἀκόλαστος καὶ ὠμὸς εἴη, ἀλλ’ ὅμως ἓν τὶ κατὰ τὸν βίον πολλάκις ἔπραξεν ἀγαθόν. Τὸ αὐτὸ δὴ πάλιν καὶ ἐπὶ τῶν χρηστῶν ὑποπτεύειν χρή. Καθάπερ γὰρ οἱ φαυλότατοι ἐργάζονταί τι πολλάκις χρῆσον, οὕτω καὶ οἱ σπουδαῖοι καὶ ἐνάρετοι διαμαρτάνουσί τι πολλάκις. «Τὶς γὰρ καυχήσεται, φησίν, ἁγνὴν ἔχειν τὴν καρδίαν, ἢ τῆς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ τῆς ἁμαρτίας»;
Ἐπεὶ οὐκ εἰκὸς ἦν καὶ τὸν πλούσιον, εἰ καὶ πρὸς ἔσχατον ἐληλάκει πονηρίας, ἐργάσασθαί τι ἀγαθόν, καὶ τὸν Λάζαρον, εἰ καὶ πρὸς ἄκρον ἀφίκετο ἀρετῆς, ἡμαρτηκέναι τι μικρόν, ὅρα πῶς ἀμφότερα ταῦτα ἠνίξατο ὁ πατριάρχης, εἰπών, ὅτι «Καὶ σὺ ἀπέλαβες τὰ ἀγαθὰ σου ἐν τῇ ζωῇ σοῦ, καὶ ὁ Λάζαρος ὁμοίως τὰ κακά». Ὁ δὲ λέγει τοῦτό ἐστιν· εἲ τὶ καὶ σὺ ἀγαθὸν εἰργάσω, καὶ ὠφείλετό σοι τούτου ὁ μισθός, πάντα ταῦτα ἐν ἐκείνῳ τῷ κόσμῳ ἀπέλαβες, τρυφῶν, πλουτῶν, εὐημερίας ἀπολαύων καὶ εὐπραγίας πολλῆς· καὶ οὗτος εἲ τι κακὸν εἰργάσατο, πάντα ἀπέλαβεν ἐν πενίᾳ καὶ λιμῷ καὶ τοῖς ἐσχάτοις ταλαιπωρούμενος κακοῖς· καὶ γυμνὸς ἑκάτερος ὑμῶν ἐνταῦθα ἀφῖκται, ἐκεῖνος μὲν ἁμαρτημάτων, σὺ δὲ δικαιοσύνης κατορθωμάτων. Διὰ τοῦτο καὶ οὗτος καθαρὰν ἔχει τὴν παράκλησιν, καὶ σὺ ἀπαραμύθητον ὑπομενεῖς τὴν τιμωρίαν. Ὅταν γὰρ μικρὰ καὶ εὐτελῆ τὰ κατορθώματα ἡμῶν ᾗ, καὶ πολὺς καὶ ἄφατος ὁ τῶν ἁμαρτημάτων ὄγκος, εἶτα ἐνταῦθα εὐπραγίας ἀπολαύσωμεν, καὶ μηδὲν πάθωμεν δεινόν, καὶ αὐτῆς τῶν ἀγαθῶν τῆς ἀμοιβῆς ἔρημοι καὶ γυμνοὶ πάντως ἀπελευσόμεθα, πάντα ἐνταῦθα ἀπολαβόντες· ὥσπερ οὖν ὅταν μεγάλα μὲν ᾗ τὰ κατορθώματα καὶ πολλά, μικρὰ δὲ καὶ εὐτελῆ τὰ ἁμαρτήματα, εἶτα πάθωμέν τι δεινόν, καὶ αὐτὰ τὰ μικρὰ ἐνταῦθα ἀποθέμενοι, καθαρὰν καὶ ἀπηρτισμένην ἐκεῖ τὴν τῶν ἀγαθῶν ἔργων ἀπολαμβάνομεν ἀντίδοσιν. Ὅταν οὖν ἴδῃς τινὰ ζῶντα μὲν ἐν πονηρίᾳ, μηδὲν δὲ ἐνταῦθα πάσχοντα δεινόν, μὴ μακαρίσῃς, ἀλλὰ δάκρυσον καὶ θρήνησον, ὡς πάντα ἐκεῖ τὰ δεινὰ ὑποστησόμενον· καθάπερ οὖν καὶ ὁ πλούσιος οὗτος. Πάλιν ὅταν ἴδῃς τινὰ ἀρετῆς ἐπιμελούμενον, καὶ μυρίους ὑπομένοντα πειρασμούς, μακάρισον, ζήλωσον, ὡς καὶ τῶν ἁμαρτημάτων αὐτῷ πάντων ἐνταῦθα διαλυμένων, καὶ πολλῶν τῆς ὑπομονῆς ἑτοιμαζομένων ἐκεῖ τῶν μισθῶν· ὥσπερ οὖν καὶ ἐπὶ τοῦ Λαζάρου τούτου γέγονε.



ε’. Τῶν γὰρ ἀνθρώπων οἱ μὲν ἐνταῦθα τιμωροῦνται μόνον, οἱ δὲ ἐνταῦθα μὲν οὐδὲν πάσχουσι δεινόν, πᾶσαν δὲ ἐκεῖ τὴν τιμωρίαν ἀπολαμβάνουσιν, οἱ δὲ καὶ ἐνταῦθα καὶ ἐκεῖ κολάζονται. Τίνας οὖν ἐκ τῶν τριῶν μακαρίζετε τούτων; Πρώτους μὲν εὖ οἱδ’ ὅτι τοὺς ἐνταῦθα κολαζομένους καὶ ἀποτιθεμένους τὰ ἁμαρτήματα. Δευτέρους δὲ μετ’ ἐκείνους τίνας; Ὑμεῖς μὲν ἴσως τοὺς οὐδὲν ἐνταῦθα πάσχοντας, ἀλλ’ ἐκεῖ πᾶσαν ὑπομένοντας τὴν τιμωρίαν· ἐγὼ δὲ οὐ τούτους, ἀλλὰ τοὺς καὶ ἐνταῦθα καὶ ἐκεῖ κολαζομένους. Ὁ μὲν γὰρ ἐνταῦθα τιμωρίαν δούς, κουφοτέρας αἰσθήσεται τῆς ἐκεῖ κολάσεως· ὁ δὲ πᾶσαν ἀναγκαζόμενος ἐκεῖ τὴν κόλασιν ὑπομεῖναι, ἀπαραίτητον ἕξει τὴν δίκην· καθάπερ καὶ οὗτος ὁ πλούσιος ἐνταῦθα μηδὲν διαλυσάμενος τῶν οἰκείων ἁμαρτημάτων, οὕτω χαλεπῶς ἐκολάζετο, ὡς μηδὲ σταγόνος μικρᾶς δυνηθῆναι ἐπιτυχεῖν. Καὶ τούτων δὲ αὐτῶν τῶν ἁμαρτανόντων μέν, μηδὲν δὲ ἐνταῦθα πασχόντων δεινόν, πολλῷ μᾶλλον ἐκείνους ταλανίζω τοὺς μετὰ τοῦ μὴ τιμωρεῖσθαι ἐνταῦθα καὶ τρυφῆς καὶ ἀδείας ἀπολαύοντας. Ὥσπερ γὰρ τὸ μὴ δοῦναι δίκην ἐνταῦθα τῶν ἁμαρτημάτων χαλεπωτέραν ἐκεῖ ποιεῖ τὴν τιμωρίαν· οὕτω δὴ τὸ πολλῆς ἀνέσεως ἀπολαύειν τοὺς ἁμαρτάνοντας καὶ τρυφῆς καὶ εὐπορίας, ἐφόδιον αὐτοῖς καὶ ὑπόθεσις κολάσεως καὶ τιμωρίας ἐκεῖ γίνεται μείζονος. Ὅταν γὰρ ἁμαρτάνοντες τιμώμεθα ὑπὸ τοῦ Θεοῦ, αὐτοῦ τοῦτο ἡμᾶς μάλιστα εἰς τὸ πῦρ μειζόνως ἐμβαλεῖν δυνήσεται.
Εἰ γὰρ μακροθυμίας τις ἀπολαύων μόνον, ἂν εἰς δέον αὐτῇ μὴ χρήσηται, χαλεπωτέρα ἕξει τὴν τιμωρίαν· ὅταν μετὰ τῆς μακροθυμίας καὶ τιμὰς ἔχῃ μέγιστα, εἶτα ἐπιμένῃ τῇ πονηρίᾳ, τὶς αὐτὸν ἐξελεῖται τῆς κολάσεως ἐκείνης; Ὅτι γὰρ οἱ μακροθυμίας ἐνταῦθα ἀπολαύοντες συνάγουσιν ἑαυτοὺς ὁλόκληρον ἐκεῖ τὸ κακόν, ἐὰν μὴ μετανοήσωμεν, ἄκουσον τὶ φησὶν ὁ Παῦλος· «Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ Θεοῦ; Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρῆσον τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ». Ὅταν οὖν ἴδωμέν τινας πλουτοῦντας, τρυφῶντας, μύρων ὄζοντας, ἐν μέθη διημερεύοντας, ἐν δυναστείᾳ ὄντας καὶ δόξῃ πολλῇ καὶ πολλῇ φαντασίᾳ καὶ περιφανεία καὶ ἁμαρτάνοντας, καὶ μηδὲν πάσχοντος δεινόν, δι’ αὐτὸ τοῦτο αὐτοὺς μάλιστα δακρύωμεν καὶ θρηνῶμεν, ὅτι ἁμαρτάνοντες οὐ κολάζονται. Ὥσπερ γὰρ εἲ τινα εἶδες ὑδέρῳ ἢ σπληνὶ κατεχόμενον, ἢ σεπηδόνα τινὰ ἔχοντα καὶ ἕλκη μυρία πάντοθεν, εἶτα ἐπὶ πᾶσι τούτοις μεθύοντα, τρυφῶντα, καὶ τὸ νόσημα ἐπιτείνοντα, οὐ μόνον οὐ θαυμάζεις, οὐδὲ μακαρίζεις διὰ τὴν τρυφήν, ἀλλὰ δι’ αὐτὸ τοῦτο μάλιστα ταλανίζεις αὐτόν· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς λογίζου. Ὅταν ἴδῃς ἄνθρωπον πονηρίᾳ συζῶντα, καὶ πολλῆς ἀπολαύοντα τῆς εὐημερίας, καὶ οὐδὲν πάσχοντα δεινόν, διὰ τοῦτο μᾶλλον θρήνησον, ὅτι νοσήματι κατεχόμενος καὶ σηπεδόνι χαλεπωτάτῃ, τὴν ἀῤῥωστίαν ἐπιτείνει, διὰ τῆς τρυφῆς καὶ τῆς ἀνέσεως χειρῶν γινόμενος. Οὐ γὰρ ἡ κόλασις κακόν, ἀλλ’ ἡ ἁμαρτία κακόν. Αὕτη μὲν γὰρ τοῦ Θεοῦ διίστησιν, ἐκείνη δὲ συνάγει ἡμᾶς πρὸς τὸν Θεόν, καὶ καταλύει τὴν ὀργήν. Πόθεν τοῦτο δῆλον; Ἄκουσον τοῦ προφήτου λέγοντος· «Παρακαλεῖτε, παρακαλεῖτε, τὸν λαὸν μου, ἱερεῖς, λαλήσατε ἐπὶ τὴν καρδίαν Ἱερουσαλήμ, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς». Καὶ πάλιν, «Κύριος ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν». Καὶ ἵνα μάθητε ὅτι οἱ μὲν ἐνταῦθα, οἱ δὲ ἐκεῖ κολάζονται, οἱ δὲ καὶ ἐνταῦθα καὶ ἐκεῖ, ἀκούσατε τι φησὶν ὁ Παῦλος κατηγορῶν τῶν ἀναξίως κοινωνούντων τοῖς μυστηρίοις· εἰπὼν γάρ, ὅτι «Ὁ ἐσθίων καὶ πίνων τὸ σῶμα καὶ αἷμα ἀναξίως τοῦ Κυρίου ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ», ἐπήγαγεν εὐθέως· «Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενὲς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· νῦν δὲ κρινόμενοι ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν». Ὁρᾷς πῶς ἡ ἐνταῦθα κόλασις ἐξαρπάζει τῆς ἐκεῖ τιμωρίας ἡμᾶς; Καὶ περὶ τοῦ πεπορνευκότος δὲ φησι· «Παράδοτε τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Καὶ ἀπὸ τοῦ Λαζάρου δὲ τοῦτο δῆλον, ὅτι εἲ τι κακὸν ἐποίησεν, ἐνταῦθα τοῦτο ἀπονιψάμενος, οὕτως ἀπῆλθεν ἐκεῖ καθαρός· καὶ ἀπὸ τοῦ παραλελυμένου δὲ τοῦτό ἐστι δῆλον, ὃς τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ, διὰ τοῦ μήκους τῆς ἀῤῥωστίας καὶ τὰ ἁμαρτήματα ἀπέθετο. Ὅτι δὲ ἐξ ἁμαρτημάτων οὕτω διέκειτο, ἄκουσον τὶ φησιν ὁ Χριστός· «Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τὶ σοι γένηται». Ὅτι μὲν οὖν τινες ἐνταῦθα κολάζονται, καὶ τὰ ἁμαρτήματα ἀποτίθενται, δῆλον ἐκ τούτων.


ς’. Ὅτι δὲ τινες καὶ ἐνταῦθα καὶ ἐκεῖ κολάζονται, ὅταν μὴ τὴν ἀξίαν τοῦ μεγέθους τῶν ἁμαρτημάτων ἐνταῦθα ἀπολάβωσι τιμωρίαν, ἄκουσον περὶ τῶν Σοδομιτῶν τὶ φησιν ὁ Χριστός· εἰπὼν γάρ, ὅτι «Ὃς ἂν μὴ δέξηται ὑμᾶς, ἀποτινάξετε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν», ἐπήγαγε λέγων· «Ἀνεκτότερον ἔσται γῆ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ». Τῷ γὰρ εἰπεῖν ἀνεκτότερον, τοῦτο ἐδήλωσεν, ὅτι κἀκεῖνοι κολασθήσονται μέν, κουφότερον δέ, ἐπειδὴ καὶ ἐνταῦθα ἔδωκαν δίκην. Ὅτι δὲ εἰσὶ τινες οἱ ἐνταῦθα μὲν οὐδὲν πάσχοντες δεινόν, ἐκεῖ δὲ πᾶσαν ὑπομένοντες τιμωρίαν, ἐδήλωσεν ἡμῖν ὁ πλούσιος οὗτος, ἀπαραίτητον ἐκεῖ κόλασιν ὑπομένων, καὶ μηδὲ μικρᾶς ἀπολαύων παραμυθίας διὰ τὸ πᾶσαν ἐκεῖ τηρηθῆναι αὐτῷ τὴν τιμωρίαν. Ὥσπερ οὖν ἐπὶ τῶν ἁμαρτανόντων οἱ μηδὲν παθόντες ἐνταῦθα δεινόν, μείζονα ὑφίστανται τὴν τιμωρίαν ἐκεῖ, οὕτως ἐπὶ τῶν κατορθούντων οἱ πολλὰ παθόντες ἐνταῦθα δεινά, πολλῆς ἀπολαύσονται τιμῆς ἐκεῖ. Καὶ καθάπερ ἁμαρτωλῶν ὄντων δύο, ἂν ὁ μὲν ἐνταῦθα κολασθῇ, ὁ δὲ μὴ κολασθῇ, μακαριώτερός ἐστιν ὁ κολασθεὶς τοῦ μὴ κολασθέντος· οὕτω δὴ καὶ δικαίων ἐνταῦθα ὄντων δύο, ἂν ὁ μὲν πλείους, ὁ δὲ ἐλάττους ὑπομείνῃ τὰς θλίψεις, μακαριώτερος ὁ τὰς πλείους ὑπομένων ἐστίν, ἐπειδὴ ἑκάστῳ ἀποδώσει κατὰ τὰ ἔργα αὐτοῦ.
Τὶ οὖν; Οὐκ ἔστι τις καὶ ἐνταῦθα, φησί, καὶ ἐκεῖ ἀνέσεως ἀπολαύων; Ἀμήχανον τοῦτό ἐστιν, ἄνθρωπε, καὶ τῶν ἀδυνάτων ἕν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ἐνταῦθα ῥᾳθυμίας καὶ ἀδείας ἀπολαύοντα, καὶ τρυφῶντα συνεχῶς ἐν πᾶσι, καὶ τὸν εἰκῆ καὶ ἁπλῶς ζῶντα βίον, τιμῆς ἀπολαῦσαι ἐκεῖ. Κἂν γὰρ πενία μὴ ἐνοχλῇ, ἀλλ’ ἐπιθυμία ἐνοχλεῖ, καὶ διὰ ταύτης κατέχεται, καὶ οὐ μικρὸς ἐν τούτῳ ὁ πόνος· κἂν νόσος μὴ ἐπηρεάζῃ, ἀλλὰ θυμὸς ἐκκαίει, καὶ οὐχ ἡ τυχοῦσα ὀδύνη περιγενέσθαι ὀργῆς· κἂν πειρασμοὶ μὴ ἐπενεχθῶσιν, ἀλλὰ λογισμοὶ πονηροὶ συνεχῶς ἐπανίστανται. Οὐκ ἔστι δὲ τὸ τυχὸν χαλινῶσαι ἐπιθυμίαν ἄτοπον, παῦσαι κενοδοξίαν, καταστεῖλαι ἀπόνοιαν, τρυφῆς ἀποστῆναι, ἐν σκληραγωγίᾳ διάγειν τὸν γὰρ μὴ ταῦτα καὶ τὰ τοιαῦτα ποιοῦντα ἀμήχανον σωθῆναί ποτε. Καὶ ὅτι οἱ τρυφῶντες οὐ σώζονται, ἄκουσον τὶ φησιν ὁ Παῦλος περὶ γυναικὸς χήρας. «Η δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν». Εἰ δὲ περὶ γυναικὸς τοῦτο εἴρηται, πολλῷ μᾶλλον περὶ ἀνδρός. Καὶ ὅτι οὐκ ἔστι τινὰ ἄνετον ζῶντα βίον ἐπιτυχεῖν τῶν οὐρανῶν, καὶ ὁ Χριστὸς τοῦτο αὐτὸ δῆλον ἐποίησεν, οὕτω εἰπών· «Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσιν οἱ εὑρίσκοντες αὐτήν».
Πῶς οὖν λέγει, φησίν, «Ὁ ζυγὸς μου χρηστὸς ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν»; Εἰ γὰρ στενὴ ἡ ὁδὸς καὶ τεθλιμμένη, πῶς πάλιν αὐτὴν ἐλαφρὰν καὶ κούφην καλεῖ; Τὸ μὲν διὰ τὴν φύσιν τῶν πειρασμῶν, τὸ δὲ διὰ τὴν προαίρεσιν τῶν μετιόντων. Ἔστι γὰρ τι καὶ τὸ ἀφόρητον τῇ φύσει γενέσθαι κοῦφον, ὄτα μετὰ προθυμίας αὐτὸ δεχώμεθα· ὥσπερ οὖν καὶ οἱ ἀπόστολοι μαστιγωθέντες ὑπέστρεφον χαίροντες ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἀτιμασθῆναι· καίτοι ἡ φύσις τῶν βασάνων θλῖψιν εἴωθεν ἐμποιεῖν καὶ ὀδύνην, ἀλλ’ ἡ προαίρεσις τῶν μαστιγωθέντων καὶ τὴν φύσιν τῶν πραγμάτων ἐνίκησε. Διὰ τοῦτο καὶ ὁ Πύαλος φησι· «Πάντες δὲ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται». Ὥστε κἂν ἄνθρωπος μὴ διώκῃ, ἀλλ’ ὁ διάβολος πολεμεῖ· καὶ πολλῆς ἡμῖν δὲ τῆς φιλοσοφίας καὶ μεγάλης τῆς καρτερίας, ἵνα ἐν ταῖς εὐχαῖς νήφωμεν καὶ ἀγρυπνῶμεν, ἵνα τῶν ἀλλοτρίων μὴ ἐπιθυμῶμεν, ἵνα τὰ ὄντα πρὸς τοὺς δεομένους διανεμώμεθα, ἵνα πάσῃ τρυφῇ στένειν καὶ οἰμώζειν εἴπωμεν, καὶ τῇ διὰ τῶν ἱματίων, καὶ τῇ διὰ τῆς τραπέζης, ἵνα πλεονεξίαν φύγωμεν, ἵνα μέθην, ἵνα λοιδορίαν, ἵνα γλώττης κρατῶμεν, ἵνα μηδὲ βοῶμεν ἀτάκτως («Πᾶσα γὰρ πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν»), ἵνα μὴ αἰσχρολογῶμεν, ἵνα μὴ ἀστεία λέγωμεν. Οὐ μικρῶν δὲ πόνος οὗτος, ἀκριβῆ τὴν τούτων παρατήρησιν ἐπιδείκνυσθαι. Καὶ ἵνα μάθῃς πόσον ἐστὶ τὸ φιλοσοφεῖν, καὶ ὡς οὐκ ἔχει τὸ πρᾶγμα ἄνεσιν, ἄκουσον τὶ φησιν ὁ Παῦλος· «Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ»· τοῦτο γὰρ εἰπών, ἠνίξατο τὴν βίαν καὶ τὸν πολὺν πόνον, ὃν ὑπομένειν ἀνάγκη τοὺς βουλομένους ἐν ἅπασιν εὐήνιον κατασκευάζειν τὸ σῶμα. Καὶ ὁ Χριστὸς δὲ τοῖς μαθηταῖς ἔλεγεν· «Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Αὕτη, φησίν, ἡ θλῖψις ἄνεσιν ὑμῖν προξενεῖ· σκάμμα ἐστὶν ὁ παρὼν βίος· ἐν δὲ τῷ σκάμματι καὶ ἐν τοῖς ἀγῶσιν οὐκ ἂν δύναιτ’ ἀπολαύειν ἀνέσεως ὁ στεφανοῦσθαι μέλλων. Ὥστε εἲ τις βούλοιτο στεφανωθῆναι τὸν σκληρὸν καὶ ἐπίπονον αἱρείσθω βίον, ἵνα βραχὺν ἐνταῦθα πονήσας χρόνον, διηνεκοῦς ἀπολαύσῃ τιμῆς ἐκεῖ.


ζ’. Πόσαι προσπίπτουσι καθ’ ἑκάστην ἡμέραν ἀθυμίαι; Ἡλίκης δὲ ἐστι ψυχῆς μὴ ἀποδυσπετῆσαι, μηδὲ δυσχεράναι, ἀλλὰ εὐχαριστῆσαι, δοξάσαι, προσκυνῆσαι τὸν συγχωροῦντα τοὺς πειρασμοὺς τούτους ἐπενεχθῆναι; Πόσα ἀδόκητα, πόσαι στενοχωρίαι; Καὶ δεῖ θλίβειν τοὺς πονηροὺς λογισμούς, καὶ μὴ συγχωρεῖν τῇ γλώττῃ φθέγγεσθαί τι τῶν ἀτόπων· καθάπερ καὶ ὁ μακάριος Ἰὼβ μυρία παθῶν ἔμενεν εὐχαριστῶν τῷ Θεῷ.
Εἰσὶ δὲ τινες οἵ, ἐὰν προσπταίσωσιν ἐν τινί, ἢ παρὰ τινὸς λοιδορηθῶσιν, ἢ ἀῤῥωστίᾳ περιπέσωσιν, ἢ ποδαλγίᾳ, ἢ κεφαλαλγίᾳ, ἢ ἄλλῳ τινὶ τοιούτων νοσήματι, βλασφημοῦσιν εὐθέως· καὶ τὸν μὲν πόνον ὑφίστανται τοῦ νοσήματος, τοῦ κέρδους δὲ ἀποστεροῦνται. Τὶ ποιεῖς, ἄνθρωπε, τὸν εὐεργέτην καὶ Σωτῆρα καὶ προστάτην καὶ κηδεμόνα βλασφημῶν; Ἢ οὐκ αἰσθάνῃ κατὰ κρημνοῦ φερόμενος, καὶ εἰς βάραθρον σαυτὸν ἐμβάλλων ἀπωλείας ἐσχάτης; Μὴ γάρ, ἐὰν βλασφημήσῃς, κουφότερον τὸ πάθος ποιεῖς; Ἐπιτείνεις μὲν οὖν αὐτό, καὶ χαλεπωτέραν ἐργαξῇ τὴν ὀδύνην. Διὰ γὰρ τοῦτο ὁ διάβολος μυρία ἐπάγει δεινά, ἵνα εἰς ἐκεῖνό σε καταγάγῃ τὸ βάραθρον· κἂν μὲν ἴδῃ βλασφημοῦντα, ῥᾳδίως αὔξει τὴν ἀλγηδόνα καὶ μείζονα ποιεῖ, ἵνα κεντούμενος ἀποδυσπετήσῃς πάλιν· ἂν δὲ ἴδῃ σε γενναίως φέροντα, καὶ ὅσῳ τὸ πάθος ἐπιτείνεται, τοσούτῳ μᾶλλον εὐχαριστοῦντα τῷ Θεῷ, ἀφίσταται εὐθέως, ὡς εἰκῆ καὶ μάτην προσεδρεύων λοιπόν. Καὶ καθάπερ κύων τραπέζῃ παρεστώς, ἂν μὲν ἴδῃ τὸν ἐσθίοντα ἄνθρωπον συνεχῶς αὐτῷ ῥίπτοντα τῶν ἐπὶ τῆς τραπέζης τι κειμένων, μένει διηνεκῶς· ἂν δὲ ἅπαξ καὶ δεύτερον παραστὰς μηδὲν ἀπέλθῃ λαβών, ἀφίσταται λοιπόν, ἅτε εἰκῇ προσεδρεύων καὶ μάτην· οὕτω καὶ ὁ διάβολος συνεχῶς κέχηνε πρὸς ἡμᾶς· ἂν μὲ ρίψης αὐτῷ, καθάπερ κυνί, ῥῆμα βλάσφημον, δεξάμενος πάλιν ἐπιθήσεται· ἂν δὲ μείνῃς εὐχαριστῶν, ἀπέπνιξας αὐτὸν τῷ λιμῷ καὶ ταχέως ἀπήγαγες, καὶ ἀποπηδήσαι ἐποίησας. Ἀλλ’ οὐ δύνασαι σιγᾷν ὑπὸ τῆς ὀδύνης κεντούμενος. Οὐδὲ ἐγὼ κωλύω σε φθέγγεσθαι, ἀλλ’ ἀντὶ τῆς βλασφημίας εὐχαριστίαν, ἀντὶ τῆς ἀποδυσπετήσεως εὐφημίαν. Ἐξομολογῆσαι τῷ Δεσπότῃ, βόα μεγάλα εὐχόμενος, βόα μεγάλα δοξάζων τὸν Θεόν· οὕτω σοι καὶ τὸ πάθος ἐπικουφίζεται, τοῦ διαβόλου μὲν ἀφισταμένου διὰ τῆς εὐχαριστίας, τῆς τοῦ Θεοῦ δὲ βοηθείας παραγινομένης. Ἂν μὲν γὰρ βλασφημήσῃ, καὶ τὴν τοῦ Θεοῦ συμμαχίαν ἀπεκρούσω, καὶ σφοδρότερον εἰργάσω κατὰ σαυτοῦ τὸν διάβολον, καὶ μᾶλλον σαυτὸν ἐπέπληξας ταῖς ἀλγηδόσιν· ἂν δὲ εὐχαριστήσῃς, τὰς τε ἐπιβουλὰς ἀπεκρούσω τὰς τοῦ πονηροῦ διάμονος, καὶ τὴν τοῦ κηδεμόνος Θεοῦ θεραπείαν ἐπεσπάσω πρὸς σεαυτόν.
Ἀλλ’ ὑπὸ τῆς συνηθείας ὁρμᾷ πολλάκις ἡ γλῶττα τὸ πονηρὸν ἐκεῖνο φθέγξασθαι ῥῆμα. Ἀλλ’ ἐπειδὰν ὁρμήσῃ, πρὶν ἢ τὸ ῥῆμα ἐξενεγκεῖν, κατάδακε τοῖς ὀδοῦσιν αὐτὴν πάντοθεν σφοδρῶς. Βέλτιον αὐτὴν αἷμα ῥέειν νῦν, ἢ τότε σταγόνος ἐπιθυμοῦσαν μὴ δυνηθῆναι τῆς παραμυθίας ταύτης τυχεῖν· βέλτιον αὐτὴν πρόσκαιρον ὑπομεῖναι πόνον, ἢ διηνεκοῦς κολάσεως ὑποστῆναι τὴν τιμωρίαν τότε, καθάπερ καὶ ἡ τοῦ πλουσίου τότε γλῶττα φλεγομένη παραμυθίας ἔτυχεν οὐδεμιᾶς. Τοὺς ἐχθροὺς σου προσέταξεν ὁ Θεὸς φιλεῖν· σὺ δὲ τὸν φιλοῦντά σε ἀποστρέφῃ Θεόν; Τοὺς ἐπηρεάζοντας εὐφημεῖν, τοὺς λοιδοροῦντας εὐλογεῖν· σὺ δὲ τὸν εὐεργέτην καὶ προστάτην λέγεις κακῶς μηδὲν ἠδικημένος; Μὴ γὰρ οὐκ ἠδύνατο λῦσαι τὸν πειρασμόν; Ἀλλὰ συνεχώρησεν, ἵνα γένῃ δοκιμώτερος. Ἀλλ’ ἰδού, φησί, καταπίπτω καὶ ἀπόλλυμαι. Οὐ παρὰ τὴν τοῦ πειρασμοῦ φύσιν, ἀλλὰ παρὰ τὴν ῥαθυμίαν τὴν σήν. Τὶ γὰρ εὐκολώτερον, εἰπὲ μοι, βλασφημία ἢ εὐχαριστία; Οὐχὶ τὸ μὲν καὶ τοὺς ἀκούοντας ἐχθροὺς σοὶ καὶ πολεμίους καθίστησι, καὶ εἰς ἀθυμίαν ἐμβάλλει, μετὰ ταῦτα καὶ πολλὴν ἐργάζεται τὴν ὀδύνην· τὸ δὲ μυρίους σοι φέρει φιλοσοφίας στεφάνους, καὶ μυρία παρὰ πάντων θαύματα, καὶ μεγάλας παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβάς; Τὶ τοίνυν τὸ ὠφελοῦν καὶ εὔκολον καὶ ἡδὺ ἀφείς, τὸ βλάπτον καὶ λυποῦν καὶ κατατῆκον ἀντ’ ἐκείνου διώκεις; Ἄλλως δέ, εἰ ἡ τοῦ πειρασμοῦ καὶ τῆς πενίας θλῖψις αἰτία τῶν βλασφημιῶν ἐγίνετο, πάντας ἔδει τοὺς ἐν πενίᾳ βλασφημεῖν· νυνὶ δὲ τῶν ἐν πενίᾳ ζώντων ἐσχάτῃ πολλοὶ διηνεκῶς εὐχαριστοῦσιν, ἕτεροι δέ, ἀπολαύοντες πλούτου καὶ τρυφῆς, οὐ διαλιμπάνουσι βλασφημοῦντες· οὕτως οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ’ ἡ προαίρεσις ἡ μητέρα καὶ τοῦτο κἀκεῖνο ἐργάζεται.
Διὰ γὰρ τοῦτο καὶ ταύτην ἀνέγνωμεν τὴν παραβολήν, ἵνα μάθῃς ὅτι τὸν μὲν ῥαθυμοῦντα οὐδὲ ὁ πλοῦτος ὀνίνησι, τὸν προσέχοντα δὲ οὐδὲ ἡ πενία καταβλάψαι δύναται. Καὶ τὶ λέγω, πενία; Κἂν ἅπαντα ὁμοῦ συνέλθῃ τὰ ἐν ἀνθρώποις κακά, τὴν τοῦ φιλοθέου καὶ φιλοσόφου ψυχὴν οὐδέποτε ἐλέγξει, οὐδ’ ἀποστῆναι πείσει τῆς ἀρετῆς (καὶ τούτων μάρτυς ὁ Λάζαρος)· ὥσπερ οὖν τὸν χαῦνον καὶ διαλελυμένον οὐ πλοῦτος, οὐχ ὑγίεια, οὐ διηνεκὴς εὐημερία, οὐκ ἄλλο οὐδὲν ὠφελῆσαι δυνήσεταί ποτε.


η’. Μὴ τοίνυν λέγωμεν ὅτι πενία καὶ νόσος καὶ κινδύνων ἐπαγωγαὶ βλασφημεῖν ἀναγκάζουσιν. Οὐ πενία, ἀλλὰ ἄνοια· οὐ νόσος, ἀλλὰ καταφρόνησις· οὐ κινδύνων ἐπαγωγαί, ἀλλ’ εὐλαβείας ἐρημίᾳ, καὶ εἰς βλασφημίαν καὶ εἰς πᾶσαν ἄγει κακίαν τοὺς μὴ προσέχοντας.
Ἀλλὰ τίνος ἕνεκεν, φησίν, οἱ μὲν ἐνταῦθα κολάζονται,, οἱ δὲ ἐκεῖ, καὶ οὐκ ἐνταῦθα πάντες; Τίνος ἕνεκεν; Ὅτι εἰ τοῦτο ἦν, πάντες ἂν ἀπωλόμεθα· πάντες γὰρ ἐσμεν ἐν ἐπιτιμίοις. Πάλιν εἰ μηδεὶς ἐνταῦθα ἐκολάζετο, ῥᾳθυμότεροι οἱ πλείους ἐγένοντο, καὶ πολλοὶ ἂν εἶπον μὴ εἶναι πρόνοιαν. Εἰ γὰρ νῦν ὁρῶντες τῶν πονηρῶν πολλοὺς κολαζομένους, πολλὰ τοιαῦτα βλασφημοῦσιν, εἰ μηδὲ τοῦτο ἦν, τὶ οὐκ ἂν εἶπον; Ποῦ δὲ οὐκ ἂν ἦλθον κακίας; Διὰ τοῦτο Θεὸς τοὺς μὲν ἐνταῦθα κολάζει, τοὺς δὲ οὐ κολάζει· κολάζει μὲν γὰρ τινας, τὴν κακίαν αὐτῶν ἐκκόπτων, καὶ κουφοτέραν τὴν ἐκεῖ ποιῶν τιμωρίαν, ἢ καὶ τέλεον ἀπαλλάττων αὐτούς, καὶ τοὺς ἐν πονηρίᾳ ζῶντας σωφρονεστέρους ποιῶν τῇ τούτων τιμωρίᾳ τοὺς δὲ οὐ κολάζει πάλιν, ἵνα τὴν τοῦ Θεοῦ μακροθυμίαν αἰδεσθέντες, καὶ τῆς ἐνταῦθα κολάσεως ἀπαλλαγῶσι καὶ τῆς ἐκεῖ τιμωρίας· ἂν δὲ ἐπιμείνωσιν, μηδὲν ἀπὸ τῆς ἀνεξικακίας ὠφελούμενοι τοῦ Θεοῦ, μείζονα ὑποστῶσι τὴν τιμωρίαν διὰ τὴν ἄγαν αὐτῶν καταφρόνησιν. Εἰ δὲ λέγοι τις τῶν εὖ εἰδότων ὅτι οἱ κολαζόμενοι ἐπηρεάζονται (ἠδύναντο γὰρ μετανοῆσαι), ἐκεῖνο ἂν εἴποιμεν, ὅτι εἰ προῄδει μετανοήσαντας αὐτοὺς ὁ Θεός, οὐκ ἂν ἐκόλασεν. Εἰ γὰρ οὓς οἶδεν ἀδιορθώτους μένοντας, ὅμως ἀφίησι, πολλῷ μᾶλλον οὐκ ᾔδει κερδανοῦντας ἀπὸ τῆς αὐτοῦ μακροθυμίας εἴασεν ἂν ἐν τῇ παρούσῃ ζωῇ, ὥστε ἀπολαῦσαι τῆς προθεσμίας εἰς μετάνοιαν. Νυνὶ δὲ προαναρπάζων αὐτούς, κἀκείνοις κουφοτέραν τὴν ἐκεῖ δίκην καθίστησι, καὶ τούτους σωφρονεστέρους ταῖς ἐκείνων τιμωρίας κατεργάζεται. Καὶ τίνος ἕνεκεν οὐκ ἐπὶ πάντων τοῦτο ποιεῖ τῶν πονηρῶν; Ἵνα τῷ φόβῳ καὶ ταῖς ἑτέρων τιμωρίαις μένοντες σωφρονέστεροι γένωνται, καὶ τὴν μακροθυμίαν ἐπαινέσαντες τοῦ Θεοῦ καὶ τὴν ἐπιείκειαν αἰδεσθέντες, τῆς πονηρίας ἀποστῶσιν. Ἀλλ’ οὐδὲν τούτων ποιοῦσι, φησίν. Ἀλλ’ οὐχ ὁ Θεὸς αἴτιος λοιπόν, ἀλλ’ ἡ ἐκείνων ῥᾳθυμίᾳ μὴ βουληθέντων τοσούτοις φαρμάκοις εἰς τὴν οἰκείαν ἀποχρήσασθαι σωτηρίαν. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο τοῦτο ποιεῖ, πρόσεχε. Ἔμιξε ποτε τὸ αἷμα τῶν Γαλιλαίων ὁ Πιλᾶτος μετὰ τῶν θυσιῶν, καὶ προσελθόντες τινὲς ἀπήγγειλαν τῷ Χριστῷ αὐτὸ τοῦτο· καὶ λέγει· «Τὶ δοκεῖτε ὅτι ἐκεῖνοι οἱ Γαλιλαίοι ἁμαρτωλοὶ μόνοι ἦσαν; Οὐχί, λέγω ὑμῖν· ἀλλ’ ἐὰν μὴ μετανοήσετε, καὶ ὑμεῖς ὁμοίως ἀπολεῖσθε». Πάλιν ἕτεροι δέκα καὶ ὀκτὼ κατεχώσθησαν ὑπὸ πύργου τινός· καὶ περὶ ἐκείνων τὰ αὐτὰ εἶπε· τῷ μὲν γὰρ εἰπεῖν, «Τὶ δοκεῖτε ὅτι ἐκεῖνοι ἁμαρτωλοὶ ἦσαν μόνον; Οὐχὶ λέγω ὑμῖν»· ἔδειξεν ὅτι καὶ οἱ ζῶντες τῶν αὐτῶν ἦσαν ὑπεύθυνοι· τῷ δὲ εἰπεῖν, ὅτι «Ἐὰν μὴ μετανοήσητε, καὶ ὑμεῖς ὡσαύτως ἀπολεῖσθε», ἔδειξεν ὅτι κἀκείνοις συνεχώρησε διὰ τοῦτο παθεῖν, ἵνα οἱ ζῶντες ἐκ τῶν ἑτέροις συμβάντων φοβηθέντες καὶ μετανοήσαντες, βασιλείας κληρονόμοι γένωνται. Τὶ οὖν· ἵνα γένωμαι ἐγὼ βελτίων ἐκεῖνος κολάζεται; Φησίν; Οὐ διὰ τοῦτο, ἀλλὰ κολάζεται μὲν διὰ τὴν οἰκείαν ἁμαρτίαν· γίνεται δὲ ἐκ περιουσίας τοῖς προσέχουσι σωτηρίας ὑπόθεσις, τῷ φόβῳ τῶν αὐτῷ συμβάντων σπουδαιοτέρους αὐτοὺς ποιῶν. Οὕτω καὶ δεσπόται ποιοῦσιν· ἕνα πολλάκις μαστιγώσαντες οἰκέτην, τοὺς λοιποὺς σωφρονεστέρους ἐποίησαν τῷ φόβῳ. Ὅταν οὖν ἴδῃς τινὰς ἢ ναυαγίῳ περιπεσόντας, ἢ ὑπὸ οἰκίας καταχωσθέντας, ἢ ὑπὸ ἐμπρησμοῦ παραπολλυμένους, ἢ ὑπὸ ποταμῶν παρασυρέντας, ἢ ἄλλῳ τινὶ τρόπῳ τοιούτῳ βιαίῳ τὴν ζωὴν καταλύσαντας, εἶτα ἑτέρους τὰ αὐτὰ αὐτοῖς ἢ καὶ τὰ χείρονα ἁμαρτάνοντας, καὶ μηδὲν παθόντας τοιοῦτον, μὴ θορυβηθῇς λέγων· τὶ δήποτε τὰ αὐτὰ ἁμαρτάνοντες, οὐ τὰ αὐτὰ πεπόνθασιν; Ἀλλὰ τοῦτο λογίζου, ὅτι τὸν μὲν εἴασεν ἀναιρεθῆναι καὶ ἀποπνιγῆναι, ἡμερωτέραν αὐτῷ παρασκευάζων τὴν ἐκεῖ τιμωρίαν, ἢ καὶ τέλεον αὐτὸν ἀπαλλάττων· τοῦτον δὲ οὐδὲν ἀφῆκε τοιοῦτον παθεῖν, ἵνα τῇ τούτου τιμωρίᾳ σωφρονισθείς, ἐπιεικέστερος γένηται· ἂν δὲ ἐπιμένῃ τοῖς αὐτοῖς, ἀπαραμύθητον ἑαυτῷ παρὰ τοῖς ἑαυτοῦ ῥᾳθυμίας σωρεύσει τὴν τιμωρίαν· καὶ ὁ Θεὸς οὐκ αἴτιος τῆς ἀφορήτου κολάσεως. Πάλιν ἂν ἴδῃς δίκαιον θλιβόμενον, ἢ τὰ προειρημένα ἅπαντα πάσχοντα, μὴ καταπέσῃς· καὶ γὰρ κἀκείνῳ λαμπροτέρους τοὺς στεφάνους ἐργάζεται τὰ δεινά. Καὶ ἁπλῶς πᾶσα κόλασις, ἂν μὲν ἐπὶ ἁμαρτωλῶν γίνηται, ὑποτέμνεται τὸ τῆς ἁμαρτίας φορτίον· ἂν δὲ ἐπὶ δικαίων, φαιδροτέραν αὐτῶν ἐργάζεται τὴν ψυχήν, καὶ μέγιστον ἑκατέροις τὸ κέρδος ἀπὸ τῆς θλίψεως συμβαίνει, μόνον ἐὰν εὐχαρίστως φέρωμεν· τοῦτο γὰρ ἐστι τὸ ζητούμενον.


θ’. Διὰ τοῦτο μυρίων τοιούτων παραδειγμάτων τῆς θείας γραφῆς ἡ ἱστορία ἐμπέπλησται, καὶ δικαίους καὶ πονηροὺς κακῶς πάσχοντας ἡμῖν ὑποδείκνυσιν, ἵνα ἂν τε δίκαιος ᾗ τις, ἂν τε ἁμαρτωλός, ἔχω τὰ ὑποδείγματα, φέρῃ γενναίως. Οὐ πάσχοντας δὲ κακῶς μόνον, ἀλλὰ καὶ εὐπραγοῦντάς σοι δείκνυσι πονηρούς, ἵνα μὴ ταῖς ἐκείνων εὐπραγίαις θορυβηθῇς, μαθὼν ἀπὸ τῶν τῷ πλουσιῳ τούτῳ συμβεβηκότων, οἷον αὐτοὺς μετὰ ταῦτα μένει τὸ πῦρ, εἰ μὴ μεταβληθεῖεν. Κεῖ οὐκ ἔστι, φησί, καὶ ἐνταῦθα καὶ ἐκεῖ ἀνέσεως ἀπολαύειν; Οὐκ ἔστι.
Διὰ τοῦτο ἐνταῦθα οἱ δίκαιοι τὸν ἐπίπονον ἐβίωσαν βίον. Τὶ οὖν, φησίν, ὁ Ἀβραάμ; Καὶ τὶς τοσαῦτα ἔπαθε δεινά; Οὐχὶ τῆς πατρίδος ἐξέπεσεν; Οὐχὶ τῶν οἰκείων ἐχωρίσθη πάντων; Οὐκ ἐν ἀλλοτρίᾳ γῇ λιμὸν ὑπέμεινεν; Οὐχί, καθάπερ ἀλήτης, συνεχῶς μετανίστατο, ἀπὸ Βαβυλῶνος εἰς Μεσοποταμίαν, κἀκεῖθεν εἰς Παλαιστίνην, εἶτα ἐντεῦθεν εἰς Αἴγυπτον; Τὶ ἂν τις εἴποι τοὺς γῆς γυναικός, τοὺς τῶν βαρβάρων πολέμους καὶ σφαγάς; Τὴν αἰχμαλωσίαν τῆς τοῦ συγγενοῦς οἰκίας; Μυρία ἕτερα τοιαῦτα; Ὅτε δὲ καὶ τὸν υἱὸν ἔλαβεν, οὐ τὰ πάντων ἀνήκεστα ὑπόμεινε, τὸν αὐτῷ ποθεινὸν καὶ ἐπέραστον ταῖς αὐτοῦ σφάξαι χερσὶ κελευόμενος; Τὶ δὲ αὐτοὺς σφαγιάσεις Ἰσαάκ; Οὐχὶ πάντοθεν ἠλαύνετο παρὰ τῶν ὁμόρων συνεχῶς, καὶ τὴν γυναῖκα ἀφῃρέθη, καθάπερ καὶ ὁ πατήρ, καὶ ἐν ἀπαιδίᾳ τοσοῦτον διέμεινε χρόνον; Τὶ δὲ ὁ Ἰακώβ, ὁ ἐν οἰκίᾳ τραφείς, οὐχὶ τοῦ πάππου χαλεπωτέρα ὑπέμεινε; Καὶ ἵνα μὴ πάνα καταλέγοντες μακρὸν ποιῶμεν τὸν λόγον, ἄκουσον τὶ φησι περὶ τῆς ἁπάσης αὐτοῦ ζωῆς· «Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου, καὶ οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν πατέρων μου». Καίτοι τὶς ἰδὼν υἱὸν ἐπὶ θρόνου βασιλικοῦ καθήμενον καὶ τοσαύτης ἀπολαύοντα δόξης, οὐκ ἂν ἐπελήσθη τῶν παρελθουσῶν συμφορῶν; Ἀλλ’ ὅμως ἐκεῖνος οὕτως ἦν τεταριχευμένος, ὡς μηδὲ ἐν εὐημερίᾳ τοσαύτῃ ἐπιλαθέσθαι τῶν γεγενημένων δεινῶν. Τὶ δὲ ὁ Δαυΐδ; Πόσας ὑπέμεινε τραγῳδίας; Οὐχὶ τὰ αὐτὰ αὐτῷ καὶ οὗτος φθέγγεται λέγων· «Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη· ἐὰν δὲ ἐν δυναστεία, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος». Τὶ δὲ ὁ Ἱερεμίας; Οὐχὶ καὶ τὴν ἡμέραν αὐτοῦ τῆς γεννήσεως καταρᾶται διὰ τὰ ἐπάλληλα δεινά; Τὶ δὲ ὁ Μωϋσῆς; Οὐχὶ καὶ αὐτὸς ἀπαγορεύων φησίν, «Ἀποκτεῖνόν με, εἰ οὕτω μοι μέλλεις ποιεῖν»; Ὁ δὲ Ἡλιάς, ἡ οὐρανομήκης ψυχή, ὁ τὸν οὐρανὸν ἀποκλείσας, οὐ μετὰ τὰ πολλὰ θαύματα θρήνων διατέλει πρὸς τὸν Θεόν, λέγων, «Ἆρον τῇ ψυχὴν μου ἀπ’ ἐμοῦ, ὅτι οὐκ εἰμὶ βελτίων τῶν πατέρων μου»; Καὶ τὶ χρὴ τούτων ἕκαστον ἐπιέναι; Πάντας γὰρ αὐτοὺς ὁμοῦ συλλαβὼν ὁ πύαλος διέξεισι λέγων· «Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος». Καὶ ἁπλῶς πᾶσα ἀνάγκη τὸν μέλλοντα εὐαρεστεῖν τῷ Θεῷ καὶ δόκιμον εἶναι καὶ ἁγνόν, μὴ τὸν ἄνετον καὶ ὑγρὸν καὶ διαλελυμένον διώκειν βίον, ἀλλὰ τὸν ἐπίπονον καὶ μόχθων γέμοντα πολλῶν καὶ ἱδρώτων· «Οὐδεὶς γὰρ στεφανοῦται, φησίν, ἐὰν μὴ νομίμως ἀθλήσῃ». Καὶ ἑτέρωθι, «Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, καὶ ἀπὸ ῥήματος, φησί, καὶ ἀπὸ βλέμματος, καὶ ἀπὸ φωνῆς αἰσχράς, καὶ ἀπὸ λοιδορίας, καὶ ἀπὸ βλασφημίας, καὶ ἀπὸ αἰσχρολογίας». Ἐντεῦθεν μανθάνομεν, ὅτι κἂν μὴ πειρασμὸς ἡμῖν ἐπενεχθῇ ποθεν ἔξωθεν, ἑαυτοὺς γυμνάζειν δεῖ καθ’ ἑκάστην ἡμέραν νηστείαις, σκληραγωγίαις, εὐτελεῖ τροφῇ, λιτῇ τραπέζῃ, τὰ πολυτελείας πανταχοῦ φεύγοντας· ἄλλως γὰρ οὐκ ἔστιν εὐαρεστῆσαι Θεῷ. Μὴ γὰρ μοι τὸ ψυχρὸν ῥῆμα ἐκεῖνο λεγέτω τις, ὅτι καὶ τὰ ἐνταῦθα ὁ δεῖνα ἔχει, καὶ τὰ ἐκεῖ· ἀμήχανον τοῦτο ἐπὶ τῶν πλουτούντων καὶ τρυφώντων καὶ ἁμαρτανόντων συμβῆναι· ἀλλ’, εἰ χρὴ τοῦτο εἰπεῖν, ἐπὶ τῶν θλιβομένων ἔστιν εἰπεῖν, τῶν ἐν στενοχωρίᾳ, ὅτι καὶ τὰ ἐνταῦθα ἔχουσι, καὶ τὰ ἐκεῖ. Τὰ μὲν γὰρ ἐκεῖ ἔχουσιν, ἀμοιβῆς ἀπολαύοντες· τὰ δὲ ἐνταῦθα ἔχουσι, ταῖς ἐλπίσιν ἐκείνων συντρεφόμενοι, καὶ οὐ λαμβάνοντες αἴσθησιν τῶν παρόντων δεινῶν τῇ προσδοκίᾳ τῶν μελλόντων ἀγαθῶν. Ἀλλ’ ἀκούσωμεν καὶ τῶν ἑξῆς· «Ἐπὶ πᾶσι δὲ τούτοις χάσμα μέγα ἐστήρικται, φησίν, ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν». Καλῶς ἆρα εἶπεν ὁ Δαυΐδ, ὅτι «Ἀδελφὸς οὐ λυτροῦται· οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ».
Οὐδὲν γὰρ δυνατόν, κἂν ἀδελφός, κἂν πατὴρ ἡ, κἂν υἱός. Ὅρα γάρ· τέκνον ἐκάλεσεν ὁ Ἀβραὰμ τὸν πλούσιον, καὶ τὰ πατρὸς ἐπιδείξασθαι οὐκ ἴσχυσε· πατέρα προσεῖπε τὸν Ἀβραὰμ ὁ πλούσιος, καὶ ἧς εἰκὸς ἀπολαῦσαι τέκνον πατρικῆς εὐνοίας, οὐκ ἠδυνήθη, ἵνα μάθῃς, ὅτι οὔτε συγγένεια, οὔτε φιλία, οὔτε προσπάθεια, οὔτε ἄλλο τι τῶν ὄντων ὀνῆσαι δύναται τὸν ὑπὸ τῆς οἰκείας ζωῆς προδεδομένον.


ι’. Ταῦτα δὲ λέγω, ἐπειδὴ πολλοὶ πολλάκις, ἡμῶν παραινούντων προσέχειν ἑαυτοῖς καὶ νήφειν, ῥᾳθυμοῦσι καὶ εἰς γέλωτα τὴν παραίνεσιν ἐκβάλλουσι, λέγοντες· Σὺ μου προστήσῃ, φησί, κατ’ ἐκείνην τὴν ἡμέραν· καὶ θαῤῥῶ, καὶ οὐ δέδοικα. Πάλιν ἄλλος, Πατέρα μάρτυρα ἔχω, φησί, καὶ ἕτερος, Πάππον ἐπίσκοπον· ἄλλοι πάλιν τοὺς τῆς οἰκίας πάντας τῆς ἑαυτῶν προβάλλονται. Ἀλλὰ πάντα ψυχρὰ ταῦτα ἃ ῥήματα· οὐδὲ γὰρ ἡμᾶς ἡ ἑτέρων ἀρετὴ ὠφελῆσαι τότε δυνήσεται. Ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ ταῖς πέντε παρθένοις οὐ μετέδωκαν τοῦ ἐλαίου· ἀλλ’ αἱ μὲν εἰσῆλθον εἰς τὸν νυμφῶνα, αἱ δὲ ἀπεκλείσθησαν. Μέγα ἀγαθὸν ἐν τοῖς οἰκείοις κατορθώμασι τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν· φίλος δὲ ἐκεῖ οὐδεὶς οὐδέποτε προΐσταται. Εἰ γὰρ ἐνταῦθά φησι τῷ Ἰερεμίᾳ, «Μὴ ἀξίου περὶ τοῦ λαοῦ τούτου», ἔνθα κύριοι τοῦ μεταβαλέσθαι· πολλῷ μᾶλλον ἐκεῖ. Τὶ λέγεις; Πατέρα μάρτυρα ἔχεις; Αὐτὸν μὲν οὖν σε τοῦτο μάλιστα καταδικάσαι δυνήσεται πλέον, ὅταν οἴκοθεν ἔχων τὰ παραδείγματα τῆς ἀρετῆς, ἀνάξιον σεαυτὸν τῆς προγονικῆς παράσχῃς ἀρετῆς. Ἀλλὰ φίλον ἔχεις γενναῖον καὶ θαυμαστόν; Οὐδὲ οὗτός σοι παραστήσεται τότε. Πῶς οὖν φησι, «Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἳν’ ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς»; Οὐχ ἡ φιλία ἐστιν ἐνταῦθα ἡ προϊσταμένη, ἀλλ’ ἡ ἐλεημοσύνη. Ἐὰν γὰρ ἡ φιλία μόνη προΐστατο, ἔδει ἁπλῶς εἰπεῖν, Ποιήσατε ὑμῖν φίλους· νυνὶ δὲ δεικνύς, ὅτι οὐχ ἡ φιλία μόνη προΐσταται, προσέθηκεν, «Ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας». Καίτοι ἴσως εἴποι τις ἄν, ὅτι δύναμαι χωρὶς τοῦ μαμμωνᾶ ποιῆσαι φίλον, καὶ σπουδαιότερον μᾶλλον, ἢ διὰ τοῦ μαμμωνᾶ. Ἀλλ’ ἵνα μάθῃς ὅτι ἐλεημοσύνη ἐστὶν ἡ προϊσταμένη, καὶ τὸ ἔργον τὸ σὸν καὶ τὸ κατόρθωμα, οὐκ ἐν ταῖς φιλίαις ταῖς τῶν ἁγίων ἁπλῶς, ἀλλ’ ἐν ταῖς φιλίαις ταῖς διὰ τοῦ μαμμωνᾶ γινομέναις ἔπεισέ σε θαῤῥεῖν. Ἅπερ οὖν ἅπαντα εἰδότες, ἀγαπητοί, προσέχωμεν ἑαυτοῖς μετὰ ἀκριβείας ἁπάσης· κἂν κολαζώμεθα, εὐχαριστῶμεν· κἂν ἐν εὐημερίᾳ διάγωμεν, ἀσφαλιζώμεθα ἑαυτούς, καὶ ταῖς ἑτέρων τιμωρίαις σωφρονιζόμενοι, διὰ μετανοίας καὶ κατανύξεως καὶ συνεχοῦς ἐξομολογήσεως εὐχαριστῶμεν· καὶ εἲ τι πεπλημμέληται κατὰ τὸν παρόντα βίον ἡμῖν, ἀποθέμενοι, καὶ μετὰ πολλῆς τῆς σπουδῆς πᾶσαν τῆς ψυχῆς ἡμῶν ἀποσμήξαντες τὴν κηλῖδα, παρακαλῶμεν τὸν Θεὸν καταξιῶσαι πάντας ἡμᾶς ἐντεῦθεν διαλυσαμένους, ἀλλὰ μετὰ τοῦ Λαζάρου τῶν τοῦ πατριάρχου κόλπων ἀπολαύσαντες, τοῖς ἀθανατοῖς ἐντρυφῶμεν ἀγαθοῖς· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοῦ αἰῶνας τῶν αἰώνων. Ἀμήν.




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |