ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εἰς τὰ ὑπόλοιπα τοῦ Ὀζίου

Τετάρτη 26 Οκτωβρίου 2016

Εἰς τὰ ὑπόλοιπα τοῦ Ὀζίου




Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56

Εἰς τὰ ὑπόλοιπα τοῦ Ὀζίου

Φέρε δὴ τήμερον τοῖς κατὰ τὸν Ὀζίαν διηγήμασιν ἀποδῶμεν τὸ τέλος καὶ τὴν ὀροφὴν  λοιπὸν   ἐπιθῶμεν   τῷ  λόγῳ,  μήποτε  καὶ  ἡμεῖς  καταγελασθῶμεν,   καθάπερ ἐκεῖνος, ὁ τὸν πύργον ἐν τοῖς εὐαγγελίοις ἐπιχειρήσας μὲν οἰκοδομῆσαι, μὴ δυνηθεὶς δέ, μήποτέ τις τῶν παρόντων  καὶ περὶ ἡμῶν εἴπῃ· "Οὗτος ὁ ἄνθρωπος ἤρξατο μὲν οἰκοδομῆσαι, οὐκ ἴσχυσε δέ." Ὥστε δὲ σαφέστερα ὑμῖν γενέσθαι τὰ λεγόμενα, μικρὰ τῶν πρότερον εἰρημένων  ἀναλαβῶμεν,  ἵνα μὴ χωρὶς κεφαλῆς ἡμῖν ὁ λόγος εἰς τὸ θέατρον εἰσέλθῃ  τὸ  πνευματικόν,  ἀλλὰ  τὴν  οἰκείαν  ὄψιν  ἀπολαβὼν  γνώριμος  γένηται  τοῖς θεαταῖς.  Ἔσται γὰρ τὰ αὐτὰ  τοῖς  μὲν  ἀκηκοόσιν  ὑπόμνησις,  τοῖς  δὲ μὴ διδασκαλία. Πρώην μὲν οὖν εἰρήκαμεν πῶς ἦν εὐσεβὴς ὁ Ὀζίας, πῶς δὲ γέγονε φαῦλος καὶ πόθεν καὶ μέχρι ποῦ τῆς ἀπονοίας  ὤλισθεν·


 σήμερον δὲ ἀναγκαῖον  εἰπεῖν  πῶς  εἰσῆλθεν  εἰς τὸ ἱερόν, πῶς ἐπεχείρησεν θυμιᾶσαι, πῶς ἐκώλυσεν ὁ ἱερεύς, πῶς οὐκ εἶξεν ἐκεῖνος, πῶς ἐπεσπάσατο τοῦ Θεοῦ τὴν ὀργήν, πῶς ἐν τῇ λέπρᾳ τὸν βίον κατέλυσεν καὶ τίνος ἕνεκεν ὁ προφήτης  τὰς ἡμέρας τῆς ζωῆς  αὐτοῦ παρεὶς τῆς τελευτῆς  ἐμνημόνευσεν,  οὑτωσὶ λέγων· "Τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς." Τοῦτο γάρ ἐστιν, δι' ὃ πᾶσαν ἐξ ἀρχῆς τὴν ἱστορίαν ἐκινήσαμεν· ἀλλὰ προσέχετε ἀκριβῶς. "Καὶ ἐγένετο, φησίν, ἡνίκα ἴσχυσεν ὁ Ὀζίας ὁ βασιλεύς, ὑψώθη ἡ καρδία αὐτοῦ ἕως τοῦ διαφθεῖραι, καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ." Τίς ὁ τρόπος τῆς ἀδικίας; "Εἰσῆλθε, φησίν, εἰς τὸν ναὸν  Κυρίου, θυμιᾶσαι ἐπὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος."  Ὢ τῆς τόλμης,  ὢ τῆς ἀναισχυντίας. Αὐτῶν τῶν ἱερῶν ἀδύτων  κατετόλμησεν, εἰς τὰ ἅγια τῶν ἁγίων  εἰσεπήδησεν, ὃ πᾶσιν ἄβατον ἦν χωρίον, πλὴν τοῦ ἀρχιερέως μόνου, τοῦτο βεβηλῶσαι ἐπεχείρησεν. Τοιοῦτόν ἐστιν ψυχή,  καθάπαξ τῆς οἰκείας  ἀπογνοῦσα  σωτηρίας· οὐδαμοῦ τῆς μανίας  ἵσταται, ἀλλὰ  τὰς  ἡνίας  τῆς  σωτηρίας  αὐτῆς  ἐνδιδοῦσα  ταῖς  ἀλόγοις  ἐπιθυμίαις  πανταχοῦ φέρεται καί, καθάπερ ἵππος δυσήνιος, τὸν χαλινὸν  ἀπὸ τοῦ στόματος ἐκβαλὼν καὶ τὸν ἀναβάτην ῥίψας ἀπὸ τῶν νώτων  ὕπτιον, παντὸς ἀνέμου σφοδρότερον φέρεται καὶ τοῖς ἀπαντῶσίν  ἐστιν  ἀφόρητος,  ὑποφευγόντων μὲν  ἁπάντων,  κατασχεῖν  δὲ  τολμῶντος οὐδενός, οὕτω καὶ ψυχή, τὸν χαλινοῦντα αὐτὴν  τοῦ Θεοῦ φόβον  ἐκβαλοῦσα καὶ τὸν ἡνιοχοῦντα  ῥίψασα λογισμὸν ἅπαντα, τὰ τῆς κακίας ἐπιτρέχει χωρία, ἕως ἂν εἰς τὰ τῆς ἀπωλείας  βάραθρα φέρουσα  κατακρημνίσῃ  τὴν  ἑαυτῆς  σωτηρίαν.  ∆ιὸ χρὴ  συνεχῶς αὐτὴν ἀνακρούεσθαι καί, καθάπερ τινὶ χαλινῷ,  τῷ τῆς εὐσεβείας λογισμῷ τὴν ἄλογον αὐτῆς ἀναχαιτίζειν  ὁρμήν· ὅπερ ὁ Ὀζίας οὐκ ἐποίησεν, ἀλλ' εἰς αὐτὴν  τὴν ἀνωτάτω πάντων  ἀρχὴν  παρηνόμησεν.  Ἱερωσύνη  γὰρ καὶ αὐτῆς  τῆς βασιλείας  σεμνοτέρα καὶ μείζων ἐστὶν ἀρχή. Μὴ γάρ μοι τὴν ἁλουργίδα εἴπῃς, μηδὲ τὸ διάδημα, μηδὲ τὰ ἱμάτια τὰ χρυσᾶ.  Σκιὰ  πάντα  ἐκεῖνα  καὶ  τῶν  ἐαρινῶν  ἀνθῶν   εὐτελέστερα.  "Πᾶσα γὰρ  δόξα ἀνθρώπου, φησίν, ὡς ἄνθος χόρτου", κἂν αὐτὴν λέγῃς τὴν βασιλικήν. Μὴ δὴ ταῦτά μοι λέγε, ἀλλ' εἰ βούλει  ἱερέως  πρὸς βασιλέα τὸ διάφορον  ἰδεῖν,  τῆς ἑκάστῳ δεδομένης ἐξουσίας τὸ μέτρον ἐξέταζε καὶ πολλῷ τοῦ βασιλέως ὑψηλότερον ὄψει τὸν ἱερέα καθήμενον.  Εἰ γὰρ καὶ λαμπρὸς ἡμῖν ὁ θρόνος φαίνεται  ὁ βασιλικὸς ἀπὸ τῶν προσπεπηγότων  αὐτῷ λίθων  καὶ τοῦ περισφίγγοντος  αὐτὸν χρυσίου, ἀλλ' ὅμως τὰ ἐπὶ τῆς  γῆς  ἔλαχεν  οἰκονομεῖν   καὶ  πλεῖον  ἔχει  τῆς  ἐξουσίας  ταύτης  οὐδέν·  ὁ  δὲ  τῆς ἱερωσύνης θρόνος ἐν τοῖς οὐρανοῖς ἵδρυται καὶ τὰ ἐκεῖ διέπειν ἐπιτέτραπται. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ τῶν οὐρανῶν βασιλεύς· "Ὅσα γὰρ ἂν δήσητε, φησίν, ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα  ἐν  τοῖς  οὐρανοῖς·  καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα  ἐν  τοῖς οὐρανοῖς."  Τί ταύτης  ἴσον γένοιτ' ἂν τῆς τιμῆς; Ἀπὸ τῆς γῆς τὴν ἀρχὴν  τῆς κρίσεως λαμβάνει οὐρανός. Ἐπειδὴ ὁ κριτὴς ἐν τῇ γῇ κάθηται, ὁ ∆εσπότης ἕπεται τῷ δούλῳ· καὶ ἅπερ ἂν οὗτος κάτω κρίνῃ, ταῦτα ἐκεῖνος ἄνω κυροῖ. Καὶ μέσος τοῦ Θεοῦ καὶ τῆς τῶν ἀνθρώπων  φύσεως ἕστηκεν ὁ ἱερεύς, τὰς ἐκεῖθεν τιμὰς κατάγων πρὸς ἡμᾶς καὶ τὰς παρ' ἡμῶν ἱκετηρίας ἀνάγων ἐκεῖ, ὀργιζόμενον αὐτὸν τῇ κοινῇ καταλλάττων φύσει, προσκεκρουκότας ἡμᾶς ἐξαρπάζων τῶν ἐκείνου χειρῶν. ∆ιὰ τοῦτο καὶ αὐτὴν τὴν βασιλικὴν κεφαλὴν  ὑπὸ τὰς τοῦ ἱερέως χεῖρας φέρων  τίθησιν ὁ Θεός, παιδεύων  ἡμᾶς ὅτι οὗτος ἐκείνου  μείζων  ὁ ἄρχων· "τὸ γὰρ ἔλαττον  ὑπὸ τοῦ κρείττονος  εὐλογεῖται." Ἀλλὰ περὶ μὲν ἱερωσύνης καὶ ὅσον τῆς ἀξίας τὸ μέγεθος ἐν ἑτέρῳ καιρῷ δηλώσομεν· τέως  δὲ  ἴδωμεν  τῆς  ἀδικίας  τὸ  μέγεθος  τοῦ  βασιλέως,  μᾶλλον  δὲ  τοῦ  τυράννου. "Εἰσῆλθεν εἰς τὸν ναὸν  Κυρίου, εἰσῆλθε καὶ Ἀζαρίας ὁ ἱερεὺς ὀπίσω αὐτοῦ." Ἆρα μὴ μάτην ἔλεγον ὅτι μείζων τοῦ βασιλέως ὁ ἱερεύς; Οὐ γὰρ ὡς βασιλέα μέλλων ἐξελαύνειν, ἀλλ' ὡς δραπέτην καὶ οἰκέτην  ἀγνώμονα,  οὕτως ἐπεισῆλθε μετὰ σφοδρότητος, ὥσπερ τις  σκύλαξ  γενναῖος   ἐπιδραμὼν   τῷ  ἀκαθάρτῳ  θηρίῳ,  ὥστε  αὐτὸ  τῆς  δεσποτικῆς ἐξαγαγεῖν οἰκίας.

Εἶδες ψυχὴν  ἱερέως παρρησίας γέμουσαν πολλῆς  καὶ φρονήματος  ὑψηλοῦ; Οὐκ εἶδεν εἰς τὸν τῆς ἀρχῆς ὄγκον, οὐκ ἐνενόησεν ὅσον ἐστὶ ψυχὴν ἐπιθυμίᾳ μεθύουσαν κατασχεῖν, οὐκ ἤκουσε τοῦ Σολομῶντος λέγοντος· "Ἀπειλὴ βασιλέως ὁμοία θυμῷ λέοντος"· ἀλλὰ πρὸς τὸν ἀληθῆ βασιλέα τῶν οὐρανῶν ἰδὼν καὶ τὸ βῆμα μὲν ἐννοήσας ἐκεῖνο καὶ τὰς εὐθύνας, καὶ τούτοις ἑαυτὸν τοῖς λογισμοῖς ὀχυρώσας, οὕτως ἐπεπήδησε τῷ τυράννῳ.  Ἤδει μὲν γάρ, ᾔδει σαφῶς ὅτι "ἀπειλὴ  βασιλέως ὁμοία θυμῷ λέοντος", ἀλλὰ τοῖς πρὸς τὴν γῆν βλέπουσιν, ἀνθρώπῳ δὲ τὸν οὐρανὸν φανταζομένῳ  καὶ παρεσκευασμένῳ τὴν ψυχὴν ἔνδον ἐν τοῖς ἀδύτοις ἀφεῖναι, ἢ τοὺς ἱεροὺς νόμους ὑβριζομένους  περιιδεῖν,  κυνὸς  παντὸς  εὐτελέστερος  ἦν  ἐκεῖνος.  Οὐδὲν γὰρ ἀσθενέστερον τοῦ τοὺς θείους παραβαίνοντος  νόμους· ὥσπερ οὖν οὐδὲν ἰσχυρότερον τοῦ τοὺς θείους ἐκδικοῦντος  νόμους. "Ὁ μὲν γὰρ τῆς ἁμαρτίαν ποιῶν δοῦλός ἐστι τῆς ἁμαρτίας",  κἂν  μυρίους  ἐπὶ  τῆς  κεφαλῆς   ἔχῃ  στεφάνους·  ὁ  δὲ  τὴν  δικαιοσύνην ἐργαζόμενος  καὶ  αὐτοῦ  τοῦ  βασιλέως  βασιλικώτερός  ἐστι, κἂν  ἁπάντων  ἔσχατος  ᾖ. Ταῦτα πρὸς ἑαυτὸν φιλοσοφήσας ὁ γενναῖος  ἐκεῖνος, ἐπεισῆλθε τῷ βασιλεῖ. Συνεισέλθωμεν  οὖν  καὶ ἡμεῖς, εἰ δοκεῖ, καὶ ἴδωμεν  τί πρὸς τὸν  βασιλέα διαλέγεται. Ἔξεστι γάρ· οὐ μικρὸν δὲ εἰς ὠφελείας λόγον, ἐλεγχόμενον  ἰδεῖν ὑπὸ ἱερέως βασιλέα. Τί οὖν φησιν ὁ ἱερεύς; "Οὐκ ἔξεστί σοι, Ὀζία, θυμιᾶσαι τῷ Κυρίῳ." Οὐκ ὠνόμασεν αὐτὸν βασιλέα, οὐδὲ ἀπὸ τοῦ ἀρχῆς ἐκάλεσεν ὀνόματος, ἐπειδὴ ἑαυτὸν προλαβὼν ἐξέβαλε τῆς τιμῆς. Εἶδες παρρησίαν ἱερέως; Οὐκοῦν κατάμαθε καὶ πραότητα. Οὐ γὰρ παρρησίας ἡμῖν δεῖ μόνον ὅταν ἐλέγχειν μέλλωμεν, ἀλλὰ καὶ πραότητος, καὶ πραότητος μᾶλλον ἢ παρρησίας. Ἐπειδὴ γὰρ οὐδένα τῶν ἀνθρώπων  οὕτως ἀποστρέφονται  καὶ μισοῦσιν οἱ ἁμαρτάνοντες  ὡς  τὸν  ἐλέγχειν  μέλλοντα,  καὶ  προφάσεως  ἐπιλαβέσθαι  ἐπιθυμοῦσιν ὥστε ἀποπηδῆσαι καὶ τὴν ἐπιτίμησιν  διαφυγεῖν,  δεῖ οὖν κατέχειν  αὐτοὺς τῇ πραότητι καὶ τῇ ἐπιεικείᾳ. Οὐ γὰρ φωνὴν  μόνον ἀφιεὶς ὁ τοιοῦτος, ἀλλὰ καὶ βλεπόμενος, βαρὺς ἔσται τοῖς  ἁμαρτάνουσιν·  "Βαρὺς γὰρ ἡμῖν,  φησίν,  ἐστὶ καὶ βλεπόμενος"· διὰ ταῦτα πολλὴν χρὴ τὴν πραότητα ἐπιδείκνυσθαι. ∆ιὰ ταῦτα ὑμῖν καὶ ὁ λόγος ὑπ' ὄψεσιν ἤγαγε καὶ τὸν ἡμαρτηκότα καὶ τὸν διορθοῦν αὐτὸν βουλόμενον. Καὶ γὰρ οἱ σοφοὶ τῶν ἰατρῶν, ὅταν  μέλλωσι   σεσηπότα  τέμνειν   μέλη,  ἢ  λίθους   τοῖς  πόροις  ἐναπεσφηνωμένους ἐξέλκειν,  ἢ ἄλλο  τι  τῆς  φύσεως  ἁμάρτημα  διορθοῦν,  οὐκ εἰς  γωνίαν  λαβόντες  τὸν κάμνοντα τοῦτο ποιοῦσιν, ἀλλ' ἐν μέσαις αὐτὸν προθέντες ταῖς ἀγοραῖς καὶ θέατρον ἐκ τῶν παριόντων  περιστήσαντες, οὕτως ἐπάγουσι τὴν τομήν. Ποιοῦσι δὲ τοῦτο, οὐχὶ ταῖς ἀνθρωπίναις  ἐμπομπεύειν  βουλόμενοι  συμφοραῖς, ἀλλὰ  τοὺς ὁρῶντας  ἐν ἀλλοτρίοις παιδεύοντες  σώμασι πολλὴν  τῆς οἰκείας ὑγιείας  ποιεῖσθαι τὴν πρόνοιαν.  Οὕτω καὶ ἡ Γραφὴ ποιεῖ· ἐπειδάν τινα λάβῃ τῶν ἁμαρτανόντων,  ἐφ' ὑψηλοῦ τοῦ κηρύγματος αὐτὸν προτίθησιν, οὐκ ἐν μέσαις ἀγοραῖς, ἀλλ' ἐν μέσῃ τῇ γῇ· καὶ τὸ τῆς οἰκουμένης περιστήσασα  θέατρον,  οὕτω  τὴν  ἰατρείαν  ἐπιδείκνυται,   παιδεύουσα  ἡμᾶς ἀσφαλεστέρους περὶ τὴν οἰκείαν εἶναι σωτηρίαν. Ἴδωμεν οὖν πῶς ἐπεχείρει τοῦτον ὁ ἱερεὺς  διορθώσασθαι  τότε.  Οὐκ εἶπεν·  Ὦ μιαρὲ καὶ  παμμίαρε,  πάντα  ἀνέτρεψας  καὶ συνέχεας, εἰς ἔσχατον ἀσεβείας ἐξεπήδησας· οὐδὲ μακροὺς ἐξέτεινε κατηγορίας λόγους, ἀλλ' ὥσπερ οἱ τέμνοντες,  τοῦτο ποιεῖν  συντόμως σπουδάζουσιν <τὸ τρῆμα>, τῷ τάχει τῆς τομῆς κλέπτοντες  τῆς ὀδύνης  τὴν  αἴσθησιν, οὕτω  καὶ οὗτος τῇ βραχυλογίᾳ  τοῦ βασιλέως τὴν φλεγμονὴν ὑπετέμετο. Ὅπερ γὰρ ἐπὶ τῶν τραυμάτων  τομεύς, τοῦτο ἐπὶ τῶν  ἁμαρτημάτων  ἔλεγχος.  Καὶ τὴν  μὲν  ἐπιείκειαν   μετὰ  τῶν  ἄλλων  καὶ  διὰ  τῆς βραχυλογίας ἡμῖν ἐπιδείκνυται.  Εἰ δὲ βούλει καὶ τὸ τομὸν τῶν ῥημάτων ἰδεῖν, καὶ ποῦ τὸ σιδήριον ἐνέκρυψεν,  ἄκουσον· "Οὐκ ἔξεστί σοι, φησί, θυμιᾶσαι Κυρίῳ, ἀλλ' ἢ τοῖς ἱερεῦσι, τοῖς υἱοῖς Ἀαρών, τοῖς ἡγιασμένοις."  Ἐνταῦθα  ἔδωκε τὴν  πληγήν.  Πῶς; ἐγὼ λέγω. ∆ιὰ τί γὰρ οὐκ εἶπεν· Τοῖς ἱερεῦσιν, ἁπλῶς, ἀλλὰ προσέθηκε τὸν Ἀαρών; Οὗτος ὁ Ἀαρὼν ἀρχιερεὺς ἐγένετο  πρῶτος καὶ ἐτολμήθη  κατὰ τοὺς ἐκείνου χρόνους τοιοῦτον τόλμημα.  ∆αθὰν  γὰρ καὶ Κορὲ καὶ Ἀβειρὼν  συστάντες  κατ' αὐτοῦ  μετὰ καὶ ἑτέρων τινῶν  ἐκβαλεῖν αὐτὸν τῆς ἀρχῆς ἐπεχείρησαν· ἀλλ' ἐνίους μὲν ἡ γῆ διαστᾶσα κατέπιεν, τοὺς δὲ πῦρ ἄνωθεν κατενεχθὲν  κατέφλεξεν. Ταύτης οὖν αὐτὸν τῆς ἱστορίας ὑπομνῆσαι βουλόμενος, ἀνέμνησεν  αὐτὸν τοῦ Ἀαρὼν τοῦ τότε ἀδικη θέντος, ὥστε πρὸς τὴν τῶν ἠδικηκότων  συμφορὰν  παραπέμψαι  τὴν  τούτου  διάνοιαν.  Πλὴν ἀλλ' οὐδὲν  ἐγένετο πλέον·  ἀλλ' οὐ παρὰ τὸν  ἱερέα, ἀλλὰ  παρὰ τὴν  τοῦ βασιλέως  θρασύτητα. ∆έον γὰρ ἐπαινέσαι τὰ εἰρημένα καὶ χάριν ὁμολογῆσαι τῆς συμβουλῆς, ὁ δὲ ἐθυμώθη, φησί, καὶ τὸ ἕλκος εἰργάσατο χαλεπώτερον.  Οὐ γὰρ οὕτως ἁμαρτία κακόν, ὡς ἡ μετὰ τὴν ἁμαρτίαν ἀναισχυντία.

Ἀλλ' οὐχ ὁ ∆αυὶδ οὕτως· ἀλλὰ πῶς; Μετὰ τὴν ὑπὸ τοῦ Ναθὰν γενομένην κατηγορίαν τὴν ἐπὶ τῇ Βηρσαβεέ· "Ἡμάρτηκα τῷ Κυρίῳ", φησίν. Εἶδες συντετριμμένην καρδίαν; εἶδες τεταπεινωμένην ψυχήν; εἶδες πῶς καὶ τὰ πτώματα τῶν ἁγίων  χρήσιμα; Καθάπερ γὰρ τὰ λαμπρὰ τῶν σωμάτων καὶ ἐπὶ τῆς ἀρρωστίας πολλὰ τῆς εὐμορφίας ἡμῖν ἐνδείκνυται  τὰ ἴχνη, οὕτω καὶ τῶν ἁγίων αἱ ψυχαὶ καὶ ἐν αὐτοῖς τοῖς παραπτώμασι τῆς οἰκείας ἀρετῆς τὰ σύμβολα φέρουσιν. Καίτοι γε ἐκεῖνος μὲν ἐν μέσοις τοῖς βασιλείοις κατηγορεῖτο  παρὰ τοῦ προφήτου, παρόντων  πολλῶν·  οὗτος δὲ ἔνδον ἐν τοῖς ἀδύτοις, καὶ  ἀμάρτυρον  εἶχε  τὸν  ἔλεγχον·  ἀλλ' οὐδὲ  οὕτως  ἤνεγκε  τὴν  ἐπιτίμησιν.  Τί οὖν; ἀνίατος ἔμεινεν; Οὐδαμῶς, καὶ τοῦτο διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἀλλ' ὥσπερ ἐπὶ τοῦ σεληνιαζομένου, τῶν μαθητῶν  οὐκ ἰσχυσάντων  τὸν δαίμονα ἐκβαλεῖν, ὁ Χριστός φησι· "Φέρετέ μοι αὐτὸν  ὧδε"· οὕτω καὶ ἐνταῦθα,  τοῦ ἱερέως μὴ δυνηθέντος  παντὸς δαίμονος  χαλεπώτερον   νόσημα  τὴν  ἁμαρτίαν  ἐκβαλεῖν,  αὐτὸς  λοιπὸν  ὁ  Θεὸς τὸν κάμνοντα μεταχειρίζεται. Καὶ τί ποιεῖ; Λέπραν ἐπαφίησιν αὐτοῦ τῷ μετώπῳ. ["Ἐγένετο γάρ, φησίν, ἐν τῷ ἀπειλῆσαι αὐτὸν τῷ ἱερεῖ, λέπρα ἀνέτειλεν  ἐν τῷ μετώπῳ  αὐτοῦ."] Καὶ ἐξῄει λοιπόν. Καθάπερ οἱ τὴν ἐπὶ θάνατον  ἀπαγόμενοι, σπαρτίον ἐπὶ τοῦ στόματος ἔχοντες,   τῆς  καταδικαζούσης   σύμβολον  ψήφου,   οὕτω  καὶ  αὐτὸς  τῆς  ἀτιμίας   τὸ σύμβολον ἐπὶ τοῦ μετώπου φέρων, οὐ δημίων αὐτὸν ἑλκόντων,  ἀλλὰ αὐτῆς τῆς λέπρας ἀντὶ δημίων ἐπὶ κεφαλὴν ὠθούσης. Εἰσῆλθεν ἱερωσύνην λαβεῖν, ὁ δὲ καὶ τὴν βασιλείαν ἀπώλεσεν·  εἰσῆλθεν  γενέσθαι  σεμνότερος καὶ γέγονεν  ἐναγέστερος. Καὶ γὰρ ἰδιώτου παντὸς λοιπὸν ἀτιμότερος ἦν, ἀκάθαρτος ὤν. Τοσοῦτόν ἐστι κακὸν τὸ μὴ μένειν ἐπὶ τῶν δοθέντων  ἡμῖν παρὰ τοῦ Θεοῦ μέτρων, ἄν τε ἐπὶ τιμῆς, ἄν τε ἐπὶ γνώσεως τοῦτο ποιῇ. Οὐχ ὁρᾷς ταύτην τὴν θάλατταν  πῶς ἐστι ταῖς βίαις ἀφόρητος, πόσοις κορυφοῦται τοῖς κύμασιν;  Ἀλλ' ὅμως  πρὸς  ὕψος  διανισταμένη  μέγα  καὶ  μετὰ  πολλοῦ  προϊοῦσα τοῦ θυμοῦ, ἐπειδὰν ἔλθῃ πρὸς τὸ τεθὲν ὅριον αὐτῇ παρὰ τοῦ Θεοῦ, τὰ κύματα διαλύσασα, πρὸς ἑαυτὴν πάλιν  ἐπάνεισιν. Καίτοι γε τί ψάμμου γένοιτ' ἂν ἀσθενέστερον; Ἀλλ' οὐκ ἐκεῖνό  ἐστι τὸ κωλῦον,  ἀλλ' ὁ τοῦ θέντος  φόβος. Εἰ δὲ οὐ σωφρονίζει  σε τοῦτο  τὸ παράδειγμα, τὰ κατὰ τὸν Ὀζίαν σε παιδευσάτω, τὰ νῦν ἡμῖν εἰρημένα. Ἀλλ' ἐπειδὴ τὴν ὀργὴν εἴδομεν τοῦ Θεοῦ καὶ τὴν ἀξίαν ἀνταπόδοσιν, φέρε καὶ τὴν φιλανθρωπίαν αὐτοῦ καὶ τὴν πολλὴν  ἐπιείκειαν  ἐπιδείξωμεν. Οὐ γὰρ μόνους τοὺς περὶ τῆς ὀργῆς δεῖ κινεῖν λόγους, ἀλλὰ καὶ τοὺς περὶ τῆς χρηστότητος, ἵνα μήτε εἰς ἀπόγνωσιν  ἐμβάλωμεν τοὺς ἀκούοντας,  μήτε εἰς ῥᾳθυμίαν. Οὕτω καὶ Παῦλος ποιεῖ καὶ τούτοις  ἀμφοτέροις  κιρνᾷ τὴν παραίνεσιν, οὑτωσὶ λέγων· "Ἰδὲ οὖν τὴν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ", ἵνα καὶ τῷ φόβῳ καὶ ταῖς χρησταῖς ἐλπίσιν  ἀναστήσῃ τὸν πεπτωκότα.  Εἶδες ἀποτομίαν  Θεοῦ; Ἰδὲ καὶ χρηστότητα. Πῶς οὖν ὀψόμεθα τὴν χρηστότητα; Ἂν μάθωμεν τίνων  ἄξιος ἦν ὁ Ὀζίας. Τίνων  οὖν  ἄξιος  ἦν;  Ἅμα  τῶν  προθύρων  ἐπιβὰς  τῶν  ἱερῶν  μετὰ  τοσαύτης ἀναισχυντίας,  μυρίων  σκηπτῶν  καὶ  τῆς  ἐσχάτης  κολάσεως  καὶ  τιμωρίας.  Εἰ γὰρ  οἱ πρῶτοι  ταῦτα  τολμήσαντες  ταύτην  ἔδοσαν  τὴν  δίκην,  οἱ  περὶ  ∆αθὰν  καὶ  Κορὲ καὶ Ἀβειρών, πολλῷ μᾶλλον τοῦτον οὕτω κολάζεσθαι ἔδει, τὸν μηδὲ ταῖς ἐκείνων σωφρονισθέντα  συμφοραῖς. Ἀλλ' οὐκ ἐποίησεν οὕτως ὁ Θεός, ἀλλὰ πρότερον λόγους προσήγαγε πολλῆς  ἐπιεικείας  γέμοντας  διὰ τοῦ ἱερέως. Καὶ ὅπερ ὁ Χριστὸς παρῄνεσεν ἀνθρώποις  ποιεῖν,  ὅταν  εἰς ἀλλήλους  ἁμάρτωσιν,  τοῦτο  ὁ Θεὸς πρὸς τὸν  ἄνθρωπον ἐποίησεν. "Ὅταν γάρ, φησίν, ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου." Οὕτω καὶ τὸν βασιλέα τοῦτον ἤλεγξεν ὁ Θεός. Καὶ ὁ μὲν Χριστός φησιν·  "Ἐὰν  μὴ  ἀκούσῃ  σου, ἔσται  σοι  ὡς  ὁ  ἐθνικὸς  καὶ  ὁ  τελώνης"·  ὁ  δὲ  Θεὸς φιλανθρωπίᾳ τοὺς  οἰκείους  ὑπερβαίνων  νόμους,  οὐδὲ οὕτως  αὐτὸν  ἐξέκοψεν,  ἀλλὰ καίτοι  παρακούσαντα  καὶ ἀγανακτήσαντα  οὐκ ἀπέρριψεν,  ἀλλὰ  πάλιν  προσίεται καὶ παιδεύει τρόπῳ διόρθωσιν ἔχοντι μᾶλλον ἢ τιμωρίαν. Οὐ γὰρ σκηπτὸν ἀφῆκεν ἄνωθεν, οὐδὲ κατέφλεξε  τὴν ἀναίσχυντον  κεφαλήν,  ἀλλὰ τῇ λέπρᾳ μόνον  ἐπαίδευσεν. Καὶ τὰ μὲν κατὰ τὸν Ὀζίαν τοιαῦτα. Ἐγὼ δὲ ἓν ἔτι μόνον προσθεὶς καταπαύσω τὸν λόγον. Τί δὲ τοῦτό ἐστιν; Ὃ πάλαι καὶ ἐξ ἀρχῆς ἐζητήσαμεν· τίνος ἕνεκεν ἐν τοῖς ἔξω πράγμασι καὶ ἐν ταῖς προφητείαις, ἁπάντων εἰωθόντων τῆς ζωῆς τῶν βασιλέων τοὺς χρόνους ἐπισημαίνεσθαι,  οὗτος  τοῦτο  ἀφείς,  τοῦ  χρόνου  τῆς  τελευτῆς  μέμνηται  τοῦ  Ὀζίου, οὑτωσὶ λέγων·  "Καὶ ἐγένετο  τοῦ ἐνιαυτοῦ,  οὗ ἀπέθανεν  Ὀζίας ὁ βασιλεύς." Καίτοι γε ἐνῆν τοῦ τότε βασιλεύοντος τὸν χρόνον εἰπεῖν, ὥσπερ ἔθος τοῖς προφήταις ἦν· ἀλλ' οὐκ ἐποίησε  τοῦτο.  Τίνος  οὖν  ἕνεκεν  οὐκ ἐποίησεν;  Νόμος ἦν  παλαιὸς  τὸν  λεπρὸν  τῆς πόλεως   ἐξελαύνεσθαι,   ὥστε  καὶ  τοὺς  τῇ  πόλει  βελτίους   γίνεσθαι   καὶ  αὐτὸν  μὴ προκεῖσθαι τοῖς βουλομένοις  ὑβρίζειν  σκωμμάτων  καὶ χλευασίας  ἀφορμήν,  ἀλλ' ἔξω τῆς  πόλεως  μένοντα  παραπέτασμα τῆς  συμφορᾶς ἔχειν  τὴν  ἐρημίαν.  Τοῦτο καὶ τὸν βασιλέα τοῦτον ὑπομένειν ἐχρῆν μετὰ τὴν λέπραν· ἀλλ' οὐχ ὑπέμεινεν, τῶν ἐν τῇ πόλει διὰ τὴν  ἀρχὴν  αὐτὸν  αἰδεσθέντων,  ἀλλ' ἔμενεν  ἐν  τῷ  οἴκῳ  αὐτοῦ  κρυφίως.  Τοῦτο παρώξυνε τὸν Θεόν, τοῦτο τὴν προφητείαν  ἐκώλυσεν· καὶ ὅπερ ἐπὶ τοῦ Ἠλὶ γέγονεν· "Ῥῆμα τίμιον  ἦν καὶ οὐκ ἦν ὅρασις διαστέλλουσα." Σὺ δέ μοι καὶ ἐνταῦθα  γνῶθι  τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Οὐ γὰρ ἀνέτρεψε τὴν πόλιν, οὐδὲ ἀπώλεσε τοὺς ἐνοικοῦντας· ἀλλ' ὅπερ φίλοι  ποιοῦσι πρὸς τοὺς ὁμοτίμους  τῶν  φίλων,  ἐπειδὰν  ἔχωσί τι δίκαιον ἐγκαλεῖν, ἐν παρασιωπήσει μένοντες, τοῦτο καὶ ὁ Θεὸς πρὸς τὸ ἔθνος ἐκεῖνο ἐποίησεν, μείζονος  ὂν ἄξιον  κολάσεως  καὶ τιμωρίας.  Ἐγὼ μὲν γὰρ αὐτὸν  ἐξέβαλον,  φησί, τοῦ ἱεροῦ, ὑμεῖς δὲ οὐδὲ τῆς πόλεως· ἐγὼ δήσας αὐτὸν διὰ τῆς λέπρας, ἰδιώτην  παρέδωκα, ὑμεῖς δὲ οὐδὲ οὕτω περιεγένεσθε, ἀλλὰ τὸν ὑπ' ἐμοῦ καταδικασθέντα οὐκ ἠνέσχεσθε τῆς πόλεως  ἐκβαλεῖν.  Καίτοι ποῖος  ἂν  τοῦτο  βασιλεὺς  πράως  ἤνεγκεν,  ἀλλ' οὐκ ἂν  ἐκ βάθρων τὴν πόλιν ἀνέτρεψεν, τὸν εἰς τὴν ὑπερορίαν μετοικισθῆναι κελευσθέντα, ἐνδιατρίβοντα  τῇ πόλει ὁρῶν; Ἀλλ' οὐχ ὁ Θεὸς τοῦτο ἐποίησεν· "Θεὸς" γὰρ ἦν, "καὶ οὐκ ἄνθρωπος". Ἐπειδὴ δὲ ἐτελεύτησεν, τῇ ζωῇ τούτου καὶ τὴν πρὸς ἐκείνους ὀργὴν συγκατέλυσεν   καὶ   τῆς   προφητείας   τὰς   θύρας   ἀνέῳξεν   καὶ   πάλιν   πρὸς  αὐτοὺς ἐπανῆλθεν.  Σὺ δὲ καὶ τοῦ τρόπου τῆς καταλλαγῆς  γνῶθι  τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Εἰ γάρ τις ἐξετάζοιτο  τὸν  τοῦ δικαίου  λόγον,  οὐδὲ τότε καταλλαγῆναι  ἐχρῆν.  Τίνος ἕνεκεν;  Ὅτι  οὐκ  αὐτῶν  κατόρθωμα  γέγονε  τὸ  τὸν  Ὀζίαν  ἐκβαλεῖν.  Οὐ γὰρ  αὐτοὶ λαβόντες αὐτὸν ἀπήλασαν, ἀλλ' ἡ τελευτὴ νόμῳ φύσεως ἐπελθοῦσα τῆς πόλεως αὐτὸν ἐξέβαλε τότε. Ἀλλ' οὐκ ἀκριβολογεῖται  μέχρι τούτων  πρὸς ἡμᾶς ὁ Θεός, ἀλλ' ἓν μόνον ζητεῖ, σχῆμα τῆς πρὸς ἡμᾶς καταλλαγῆς.  Ὑπὲρ δὴ τούτων  ἁπάντων  εὐχαριστήσωμεν αὐτῷ,  δοξάσωμεν  τὴν  ἄφατον  αὐτοῦ  φιλανθρωπίαν·  ἧς  γένοιτο  καὶ  ἡμᾶς  ἀξίους φανῆναι,  χάριτι καὶ φιλανθρωπίᾳ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Εἰς τὸ ῥητόν· "Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς", καὶ περὶ μετανοίας.


Μόλις   ποτὲ   τὸ   κατὰ   τὸν   Ὀζίαν   διεπλεύσαμεν    πέλαγος,   μόλις   δὲ διεπλεύσαμεν,   οὐ  διὰ  τὸ  τῆς   ὁδοῦ  μῆκος,  ἀλλὰ   διὰ  τὸ  φιλομαθὲς   ὑμῶν   τῶν συμπλεόντων   ἡμῖν.  Οὕτω  καὶ  κυβερνήτης   ἐπιβάτας  ἔχων   φιλοτίμους   καὶ  πόλεις ἐρατεινὰς ἐπιθυμοῦντας  ἰδεῖν, οὐκ ἐν ἡμέρᾳ μιᾷ διανύει τὴν ὁδόν, κἂν μιᾶς ἡμέρας τὸ διάστημα  εἴη,  ἀλλὰ  πλείω  διατρίβειν  ἀναγκάζεται  χρόνον,  καθ' ἕκαστον  λιμένα  τὸ σκάφος ὁρμίζων, καθ' ἑκάστην πόλιν ἐπιβαίνειν  ἐπιτρέπων, ὥστε χαρίσασθαί τι τῇ τῶν συμπλεόντων  ἐπιθυμίᾳ.  Τοῦτο καὶ ἡμεῖς  ἐποιήσαμεν,  οὐ νήσους  περιπλέοντες,  οὐδὲ ἐπίνεια καὶ λιμένας καὶ πόλεις ἐπιδεικνύντες,  ἀλλ' ἀνδρῶν κατωρθωκότων  ἀρετὴν καὶ πεπτωκότων  ῥᾳθυμίαν, βασιλέων ἀναισχυντίαν  καὶ παρρησίαν ἱερέων, ὀργὴν Θεοῦ καὶ φιλανθρωπίαν, ἀμφότερα  πρὸς  διόρθωσιν  γεγενημένα.  Ἀλλ' ἐπειδὴ  λοιπὸν  εἰς  τὴν βασιλικὴν ἀπηντήσαμεν πόλιν, μηκέτι μέλλωμεν, ἀλλὰ καταστείλαντες  ἑαυτούς, ὡς εἰς πόλιν εἰσιέναι μέλλοντες,  οὕτως ἀναβῶμεν  εἰς τὴν ἄνω μητρόπολιν, τὴν Ἱερουσαλήμ, τὴν μητέρα ἡμῶν, τὴν ἐλευθέραν, ἔνθα τὰ Σεραφίμ, ἔνθα τὰ Χερουβίμ, ἔνθα χιλιάδες ἀρχαγγέλων,  ἔνθα μυριάδες ἀγγέλων,  ἔνθα ὁ θρόνος ὁ βασιλικός. Μηδεὶς οὖν παρέστω βέβηλος,   μηδὲ   ἐναγήςμυστικῶν    γὰρ   μέλλομεν   κατατολμᾷν   διηγημάτων,    μηδεὶς ἀκάθαρτος  καὶ  τῆς  ἀκροάσεως  ταύτης  ἀνάξιος·  μᾶλλον  δὲ καὶ  βέβηλος  καὶ  ἐναγὴς παρέστω πᾶς, ἀλλὰ τὴν ἀκαθαρσίαν καὶ τὴν πονηρίαν  ἀποθέμενος  ἔξω πᾶσαν, οὕτως εἰσίτω. Καὶ γὰρ ἐκεῖνον τὸν τὰ ῥυπαρὰ ἱμάτια ἔχοντα διὰ τοῦτο ἐξήλασε τοῦ νυμφῶνος καὶ τῆς ἱερᾶς παστάδος ὁ τοῦ νυμφίου  πατήρ, οὐκ ἐπειδὴ εἶχεν  ἱμάτια  ῥυπαρά, ἀλλ' ἐπειδὴ  ἔχων  αὐτὰ οὕτως  εἰσῄει. Οὐδὲ γὰρ εἶπε πρὸς αὐτόν· ∆ιὰ τί οὐκ ἔχεις  ἔνδυμα γάμου; ἀλλά· ∆ιὰ τί οὐκ ἔχων ἔνδυμα γάμου οὕτως εἰσῆλθες; Ἐπὶ τῶν τριόδων, φησίν, εἱστήκεις  ἐπαιτῶν  καὶ  οὐκ ἐπῃσχύνθην  σου τὴν  πενίαν,  οὐκ  ἐβδελυξάμην  σου τὴν ῥυπαρίαν, ἀλλὰ πάσης ἐκείνης ἀπαλλάξας σε τῆς εὐτελείας, εἰσήγαγον εἰς τὸν νυμφῶνα τὸν  ἱερὸν  καὶ δείπνων  ἠξίωσα βασιλικῶν  καὶ πρὸς τὴν  ἀνωτάτω  τιμὴν  ἤγαγον  τὸν ἐσχάτης ὄντα κολάσεως ἄξιον· σὺ δὲ οὐδὲ ταῖς εὐεργεσίαις ἐγένου βελτίων, ἀλλ' ἐπὶ τῆς συνήθους ἔμεινας κακίας, ὑβρίσας μὲν εἰς τοὺς γάμους, ὑβρίσας δὲ εἰς τὸν νυμφῶνα. Ἄπιθι τοίνυν  λοιπὸν  καὶ δίδου τὴν ὀφειλομένην τῆς τοιαύτης  ἀναισθησίας τιμωρίαν. Σκοπείτω  τοίνυν  καὶ ἡμῶν  ἕκαστος, μή πως  ταύτην  ἀκούσῃ τὴν  φωνὴν  καί, πάντα λογισμὸν ἀποβαλὼν τῆς πνευματικῆς  διδασκαλίας ἀνάξιον, οὕτω τῆς ἱερᾶς μετασχέτω τραπέζης. "Καὶ ἐγένετο, φησί, τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν  Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου." Πῶς εἶδεν, οὐκ οἶδα· ὅτι μὲν γὰρ εἶδεν,  εἶπεν,  τὸ  δὲ  πῶς  ἐσιώπησεν·  δέχομαι  τὰ  εἰρημένα,  οὐ  πολυπραγμονῶ   τὰ σεσιγημένα· κατανοῶ  τὰ ἀποκαλυφθέντα,  οὐ περιεργάζομαι  τὰ συγκεκαλυμμένα·  διὰ τοῦτο  γὰρ συγκεκάλυπται.  Πέπλος χρυσοῦς ἐστι τῶν  Γραφῶν  ἡ διήγησις,  ὁ στήμων χρυσός,  ἡ  κρόκη  χρυσός.  Οὐ παρυφαίνω   τῶν  ἀραχνῶν   τὰ  ὑφάσματα,  τῶν  ἐμῶν λογισμῶν  τὴν  ἀσθένειαν.  "Μὴ μέταιρε ὅρια, φησίν,  ἃ ἔθεντο  οἱ πατέρες σου." Ὅρια κινεῖν  οὐκ ἀσφαλές· καὶ πῶς, ἅπερ ἡμῖν ὁ Θεὸς ἔθηκεν, μεταθήσομεν; Βούλει μαθεῖν πῶς εἶδε τὸν Θεόν; Γενοῦ καὶ αὐτὸς προφήτης. Καὶ πῶς δυνατὸν τοῦτο, φησίν, γυναῖκα ἔχοντα  καὶ παιδοτροφίας  ἐπιμελούμενον;  ∆υνατὸν μέν, ἐὰν ἐθέλῃς, ἀγαπητέ. Καὶ γὰρ καὶ αὐτὸς γυναῖκα  εἶχεν  καὶ παίδων  δύο πατὴρ ἦν, ἀλλ' οὐδὲν τούτων  ἐκώλυσεν. Οὐ γάρ ἐστι κώλυμα  τῆς πρὸς τὸν  οὐρανὸν  ἀποδημίας  ὁ γάμος· ἐπεὶ εἰ κώλυμα  ἦν καὶ ἐπιβουλεύειν  ἡμῖν  ἔμελλεν  ἡ γυνή,  οὐκ ἂν  αὐτὴν  ἐξ ἀρχῆς  ποιῶν  ὁ Θεὸς ἐκάλεσε βοηθόν.  Ἐβουλόμην  μὲν  οὖν  εἰπεῖν  τί  ποτέ  ἐστι τὸ καθῆσθαι  τὸν  Θεόν· οὐ γὰρ δὴ κάθηται ὁ Θεός· σωμάτων γὰρ ὁ σχηματισμός· τὸ δὲ θεῖον ἀσώματον.

Ἐβουλόμην μὲν οὖν εἰπεῖν τί ποτέ ἐστι θρόνος Θεοῦ· οὐ γὰρ δὴ θρόνῳ ὁ Θεὸς ἐμπεριείληπται·   ἀπερίγραπτον   γὰρ  τὸ  θεῖον·   ἀλλὰ   δέδοικα   μὴ  τῇ  περὶ  τούτων ἐνδιατρίβων  διδασκαλίᾳ, παρελκύσω τὸ ὄφλημα. Καὶ γὰρ πάντας ὁρῶ πρὸς τὰ Σεραφὶμ κεχηνότας, οὐχὶ τήμερον μόνον, ἀλλὰ καὶ ἐκ πρώτης ἡμέρας· διόπερ, καθάπερ πλῆθος ἀνθρώπων,  πολλῇ τῇ ῥύμῃ διακόπτων  ὁ λόγος τῶν ἁπαντώντων νοημάτων  τὸ πλῆθος, πρὸς  ἐκείνην  ἐπείγεται  τὴν  ἐξήγησιν.  "Καὶ τὰ  Σεραφὶμ  εἱστήκεισαν  κύκλῳ  αὐτοῦ", φησίν.  Ἰδοὺ τὰ Σεραφίμ, ἃ πάλαι  ἐπεθυμεῖτε  πάντες  ἰδεῖν.  Θεάσασθε τοίνυν  καὶ τὴν ἐπιθυμίαν  ἐμπλήσατε, ἀλλὰ μὴ μετὰ θορύβου, μηδὲ σπεύδοντι λογισμῷ, ὅπερ ἐπὶ τῶν βασιλικῶν ἐξόδων καὶ εἰσόδων γίνεται· ἐκεῖ μὲν γὰρ εἰκότως τοῦτο αὐτὸ συμβαίνει. Οὐ γὰρ ἀναμένουσιν  οἱ δορυφόροι τῶν  ὁρώντων  τὰς ὄψεις, ἀλλὰ πρὶν ἢ πάντα  ὀφθῆναι καλῶς, ἀναγκάζουσι παρατρέχειν· ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ' ἵστησιν ὑμῖν ὁ λόγος τὴν θεωρίαν, ἕως οὗ πάντα ἐπέλθητε, ὅσα δυνατὸν  ἐπελθεῖν. "Καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ." Πρὸ τοῦ τῆς φύσεως ἀξιώματος ἐδίδαξεν ἡμᾶς τὸ ἀπὸ τῆς ἐγγύτητος τῆς κατὰ τὸν τόπον  ἀξίωμα. Οὐ γὰρ εἶπε πρῶτον  τίνα  [ἦν] τὰ Σεραφίμ, ἀλλ'  εἶπεν  ἔνθα ἑστήκασιν. Τοῦτο γὰρ ἐκείνου  τὸ  ἀξίωμα  μεῖζον.  Πῶς;  Ὅτι οὐχ  οὕτω  δείκνυσι  τὰς δυνάμεις ἐκείνας μεγάλας οὔσας, τὸ Σεραφὶμ εἶναι, ὡς τὸ ἐγγὺς ἑστάναι τοῦ θρόνου τοῦ βασιλικοῦ. Καὶ γὰρ καὶ ἡμεῖς τῶν δορυφόρων ἐκείνους ἐπισημοτέρους εἶναι νομίζομεν, οὓς ἂν ἴδωμεν ἐγγὺς τοῦ ζεύγους ἐλαύνοντας  τοῦ βασιλικοῦ. Οὕτω καὶ τῶν δυνάμεων τῶν  ἀσωμάτων  ἐκεῖναί  εἰσιν  λαμπρότεραι,  ὅσαιπερ ἂν  ὦσιν  ἐγγὺς  τοῦ  θρόνου.  ∆ιὰ τοῦτο  καὶ  ὁ  προφήτης  ἀφεὶς  διαλεχθῆναι   περὶ  τοῦ  τῆς  φύσεως  αὐτῶν  ἀξιώματος, πρότερον  ἡμῖν  διαλέγεται  περὶ  τῆς  τοῦ  τόπου  προεδρίας,  εἰδὼς  ὅτι  οὗτος  μείζων  ὁ κόσμος ἐστὶ καὶ τοῦτο τῶν φύσεων ἐκείνων τὸ κάλλος· καὶ γὰρ τοῦτο ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ πᾶσα ἀσφάλεια,  τὸ κύκλῳ  τοῦ θρόνου  ἐκείνου  φαίνεσθαι.  Τοῦτο καὶ ἐπὶ τῶν ἀγγέλων ἔστιν ἰδεῖν· καὶ γὰρ ἐκείνους βουλόμενος δεῖξαι μεγάλους ὁ Χριστὸς οὐκ εἶπεν ὅτι ἄγγελοί  εἰσιν, καὶ ἐσίγησεν· ἀλλ' "ὅτι οἱ ἄγγελοι  αὐτῶν  διὰ παντὸς  βλέπουσι τὸ πρόσωπον  τοῦ  Πατρός μου τοῦ  ἐν  τοῖς  οὐρανοῖς".  Ὥσπερ γὰρ ἐκεῖ  μεῖζόν  ἐστι τῆς ἀγγελικῆς  ἀξίας τὸ βλέπειν  τὸ πρόσωπον  τοῦ Πατρός, οὕτω  τῆς τῶν  Σεραφὶμ ἀξίας μεῖζον τὸ ἑστάναι κύκλῳ τοῦ θρόνου καὶ μέσον ἔχειν αὐτόν. Ἀλλὰ τοῦτο τὸ μέγα καί σοι δυνατόν ἐστιν, ἂν ἐθέλῃς, λαβεῖν. Οὐ γὰρ δὴ τῶν Σεραφὶμ μόνον μέσος ἐστίν, ἀλλὰ καὶ ἡμῶν  αὐτῶν,  ἂν ἐθέλωμεν.  "Οὗ γάρ εἰσι δύο ἢ τρεῖς, φησί, συνηγμένοι  εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν"· καὶ "Κύριος ἐγγὺς τοῖς συντετριμμένοις τῇ καρδίᾳ καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σῴζει". ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος βοᾷ· "Τὰ ἄνω φρονεῖτε, οὗ ὁ  Χριστός ἐστιν  ἐν  δεξιᾷ  τοῦ  Θεοῦ καθήμενος."  Εἶδες πῶς  ἡμᾶς  ἔστησε μετὰ  τῶν Σεραφίμ, ἐγγὺς ἀγαγὼν τοῦ θρόνου τοῦ βασιλικοῦ; Εἶτά φησιν· "Ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ  πτέρυγες  τῷ  ἑνί."  Τί  ἡμῖν  αἱ  ἓξ  πτέρυγες  ἐνδείκνυνται  αὗται;  Τὸ ὑψηλὸν  καὶ μετάρσιον  καὶ  κοῦφον  καὶ  ταχὺ  τῶν  φύσεων  ἐκείνων.   ∆ιὰ  τοῦτο  καὶ  ὁ  Γαβριὴλ ὑπόπτερος κάτεισιν, οὐχ ὅτι πτερὰ περὶ τὴν ἀσώματον ἐκείνην δύναμιν, ἀλλ' ὅτι ἐκ τῶν ὑψηλοτάτων   κατῆλθε  χωρίων  καὶ  τὰς  ἄνω  διατριβὰς  ἀφεὶς  ἀφῖκται.  Τί δαὶ  καὶ  ὁ ἀριθμὸς βούλεται τῶν πτερύγων; Ἐνταῦθα οὐ δεῖ τῆς παρ' ἡμῶν ἑρμηνείας· αὐτὸς γὰρ ἑαυτὸν ὁ λόγος ἐπέλυσεν, τὴν χρείαν ἡμῖν αὐτῶν ἐξηγησάμενος. "Ταῖς γὰρ δυσί, φησίν, ἐκάλυπτον  τὰ πρόσωπα" αὐτῶν, ὥσπερ τινὶ διπλῷ διαφράγματι  τὰς ὄψεις τειχίζουσαι, διὰ τὸ μὴ φέρειν τὴν ἐκ τῆς δόξης ἐκείνης ἐκπηδῶσαν λαμπηδόνα. "Καὶ ταῖς δυσὶ τοὺς πόδας ἐκάλυπτον",  διὰ τὴν αὐτὴν  ἔκπληξιν.  Εἰώθαμεν γὰρ καὶ ἡμεῖς, ὅταν ὑπό τινος θάμβους κατασχεθῶμεν, πάντοθεν περιστέλλεσθαι τὸ σῶμα. Καὶ τί λέγω τὸ σῶμα, ὅπου γε καὶ αὐτὴ ἡ ψυχὴ τοῦτο παθοῦσα ἀπὸ τῆς ἄκρας ἐπιφανείας  καὶ τὰς ἐνεργείας αὐτῆς συνέλκουσα, πρὸς τὸ βάθος καταφεύγει,  καθάπερ τινὶ  περιβολαίῳ  τῷ σώματι ἑαυτὴν πάντοθεν   περιστέλλουσα;  Ἀλλὰ  μή  τις  ἔκπληξιν   καὶ  θάμβος  ἀκούων,  ἀηδῆ  τινα ἀγωνίαν  αὐταῖς ἐγγίνεσθαι νομιζέτω· καὶ γὰρ μετὰ τῆς ἐκπλήξεως ταύτης καὶ ἡδονή τις ἀφόρητος  κεκραμένη  ἐστίν.  "Ταῖς  δὲ  δυσὶν  ἐπέταντο."  Καὶ τοῦτο  σημεῖον  τοῦ  τῶν ὑψηλῶν ἐφίεσθαι συνεχῶς καὶ μηδέποτε κάτω βλέπειν. "Καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον· Ἅγιος, ἅγιος, ἅγιος." Καὶ ἡ κραυγὴ πάλιν  τοῦ θαύματος ἡμῖν δεῖγμα μέγιστον· οὐ γὰρ ἁπλῶς  ὑμνοῦσιν, ἀλλὰ μετὰ κραυγῆς ἰσχυρᾶς· καὶ οὐδὲ μετὰ κραυγῆς ἁπλῶς, ἀλλὰ  καὶ  διηνεκῶς  τοῦτο  ποιοῦσιν.  Τὰ μὲν  γὰρ  λαμπρὰ  τῶν  σωμάτων,  κἂν  μεθ' ὑπερβολῆς  ᾖ λαμπρά, τότε ἡμᾶς μόνον  ἐκπλήττειν  εἴωθεν,  ὅταν  πρῶτον  αὐτῶν  ταῖς ὄψεσιν ἀντιλαμβανώμεθα· ἐπειδὰν δὲ πλέον αὐτῶν ἐνδιατρίψωμεν τῇ θεωρίᾳ, τῇ συνηθείᾳ  τὸ θαῦμα  καταλύομεν,  τῶν  ὀφθαλμῶν  ἡμῖν  ἐμμελετησάντων  λοιπὸν  τοῖς σώμασιν. ∆ιὰ τοῦτο καὶ εἰκόνα βασιλικὴν ἄρτι μὲν ἀνατεθεῖσαν  καὶ φαιδρὸν  ἀπὸ τῶν χρωμάτων   στίλβουσαν  ἰδόντες,  ἐκπληττόμεθα·  μετὰ  δὲ  μίαν  καὶ  δευτέραν  ἡμέραν οὐκέτι. Καὶ τί λέγω εἰκόνα βασιλικήν, ὅπου γε καὶ ἐπ' αὐτῶν  τῶν ἀκτίνων  τοῦ ἡλίου τοῦτο  αὐτὸ  πεπόνθαμεν,  ὧν  οὐδὲν  γένοιτ'  ἂν  φαιδρότερον  σῶμα;  Οὕτως  ἐπὶ  τῶν σωμάτων  ἁπάντων  ἡ συνήθεια  καταλύει  τὸ θαῦμα· ἐπὶ  δὲ τῆς  τοῦ  Θεοῦ δόξης οὐχ οὕτως, ἀλλὰ πᾶν τοὐναντίον.  Ὅσον γὰρ ἐνδιατρίβουσι τῇ θεωρίᾳ τῆς δόξης ἐκείνης αἱ δυνάμεις αὗται, τοσοῦτον μᾶλλον ἐκπλήττονται καὶ ἐπιτείνουσι τὸ θαῦμα· διά τοι τοῦτο καὶ ἐξ οὗ γεγόνασι μέχρι τοῦ νῦν ὁρῶσαι τὴν δόξαν ἐκείνην, μηδέποτε ἐπαύσαντο μετ' ἐκπλήξεως βοῶσαι· ἀλλ' ὅπερ ἡμεῖς πάσχομεν ἐν βραχεῖ καιρῷ κατὰ τῶν ὄψεων ἡμῶν ἀστραπῆς φερομένης,  τοῦτο ἐκεῖναι  διηνεκῶς  ὑπομένουσιν  καὶ ἀπαύστως μετά τινος ἡδονῆς τὸ θαῦμα ἔχουσιν. Καὶ γὰρ οὐ μόνον κεκράγασιν, ἀλλὰ καὶ πρὸς ἀλλήλους τοῦτο ποιοῦσιν, ὃ τῆς ἐπιτεταμένης  ἐκπλήξεως σημεῖόν ἐστιν. Οὕτω καὶ ἡμεῖς, βροντῆς καταρρηγνυμένης ἢ τῆς γῆς σειομένης, οὐ μόνον δεδοίκαμεν καὶ ἀναπηδῶμεν, ἀλλὰ καὶ πρὸς ἀλλήλους  βοῶμεν. Τοῦτο καὶ τὰ Σεραφὶμ ἐποίουν· καὶ διὰ τοῦτο ἕτερος πρὸς τὸν ἕτερον ἐκέκραγον· Ἅγιος, ἅγιος, ἅγιος.

Ἆρα ἐπέγνωτε  τὴν φωνὴν  ταύτην; ἆρα ἡμετέρα ἐστὶν ἢ τῶν  Σεραφίμ; καὶ ἡμετέρα καὶ τῶν Σεραφὶμ διὰ τὸν Χριστὸν τὸν ἀνελόντα  τὸ μεσότοιχον  τοῦ φραγμοῦ καὶ εἰρηνοποιήσαντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, διὰ τὸν ποιήσαντα τὰ ἀμφότερα ἕν. Πρότερον μὲν γὰρ ἐν τοῖς οὐρανοῖς οὗτος ᾔδετο μόνον ὁ ὕμνος· ἐπειδὴ δὲ ἐπιβῆναι τῆς γῆς κατηξίωσεν ὁ ∆εσπότης, καὶ τὴν μελῳδίαν  ταύτην κατήνεγκε πρὸς ἡμᾶς. ∆ιὰ τοῦτο καὶ ὁ μέγας οὗτος ἀρχιερεύς, ἐπειδὰν ἐπὶ τῆς ἁγίας ταύτης ἑστήκῃ τραπέζης τὴν λογικὴν ἀναφέρων  λατρείαν,  τὴν  ἀναίμακτον  προσφέρων  θυσίαν,  οὐχ  ἁπλῶς  ἡμᾶς  ἐπὶ  τὴν εὐφημίαν   ταύτην   καλεῖ,   ἀλλὰ   πρότερον   τὰ  Χερουβὶμ  εἰπὼν   καὶ   τῶν   Σεραφὶμ ἀναμνήσας, οὕτω παρακελεύεται πᾶσιν ἀναπέμψαι τὴν φρικωδεστάτην φωνὴν ἐκείνην, τῇ τῶν συγχορευόντων  μνήμῃ τὴν διάνοιαν  ἡμῶν ἀπὸ τῆς γῆς ἀνασπᾶσαι σπουδάζων πρὸς τοὺς οὐρανοὺς  καὶ μονονουχὶ  βοῶν  πρὸς ἕκαστον ἡμῶν  καὶ λέγων·  Μετὰ τῶν Σεραφὶμ ᾄδεις, μετὰ τῶν Σεραφὶμ στῆθι, μετ' ἐκείνων τὰς πτέρυγας τοῦ νοῦ ἐκπέτασον, μετ' ἐκείνων  περιίπτασο  τὸν  θρόνον  τὸν  βασιλικόν.  Καὶ τί θαυμαστόν,  εἰ μετὰ τῶν Σεραφὶμ ἕστηκας, ὅπου γε ὧν  οὐκ ἐτόλμησεν  ἅψασθαι  τὰ Σεραφίμ, ταῦτά  σοι μετὰ ἀδείας  ἔδωκεν  ὁ  Θεός; "Ἀπεστάλη  γὰρ  πρός  με, φησίν,  ἓν  τῶν  Σεραφὶμ  καὶ  εἶχεν ἄνθρακα πυρός, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου." Ἐκεῖνο τὸ θυσιαστήριον τοῦ θυσιαστηρίου τούτου τύπος ἐστὶ καὶ εἰκών· ἐκεῖνο τὸ πῦρ, τούτου τοῦ πυρὸς τοῦ πνευματικοῦ. Ἀλλ' οὐκ ἐτόλμησεν ἅψασθαι τῇ χειρὶ τὰ Σεραφίμ, ἀλλὰ τῇ λαβίδι· σὺ δὲ τῇ χειρὶ λαμβάνεις.  Ἂν μὲν γὰρ πρὸς τὴν ἀξίαν ἴδῃς τῶν  προκειμένων,  καὶ τῆς τῶν Σεραφὶμ ἁφῆς ταῦτα μείζω πολλῷ· ἂν δὲ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐννοήσῃς, οὐδὲ πρὸς τὴν ἡμετέραν εὐτέλειαν  ἐπαισχύνεται  κατελθεῖν  ἐπὶ τῶν προκειμένων  τῇ χάριτι. Ταῦτ' οὖν ἐννοῶν, ἄνθρωπε, καὶ τὸ μέγεθος τῆς δωρεᾶς λογιζόμενος, ἀνάστηθί ποτε καὶ τῆς γῆς ἀπαλλάγηθι  καὶ πρὸς τὸν οὐρανὸν ἀνάβηθι. Ἀλλ' ἕλκει τὸ σῶμα καὶ βιάζεται κάτω; Ἀλλ' ἰδοὺ προσελαύνουσιν νηστεῖαι, κοῦφα μὲν τῆς ψυχῆς ἐργαζόμεναι τὰ πτερά, κοῦφον  δὲ τῆς σαρκὸς ποιοῦσαι τὸ φορτίον,  κἂν μολύβδου παντὸς βαρύτερον λάβωσι σῶμα. Ἀλλ' ἡ μὲν τῆς νηστείας νῦν ἀναμενέτω  διδασκαλία, ἡ δὲ τῶν μυστηρίων ἤδη κινείσθω,  δι'  ὧν  καὶ  αἱ  νηστεῖαι.  Καθάπερ  γὰρ  τῶν  ἐν  τοῖς  ὀλυμπιακοῖς   ἀγῶσι παλαισμάτων  τέλος ὁ στέφανος, οὕτω καὶ τῆς νηστείας τέλος ἡ καθαρὰ κοινωνία·  ὡς ἐὰν μὴ τοῦτο κατορθώσωμεν  διὰ τῶν ἡμερῶν τούτων,  εἰκῇ καὶ μάτην κατακόψαντες ἑαυτούς, ἀστεφάνωτοι καὶ χωρὶς βραβείων ἀπὸ τοῦ σκάμματος τῆς νηστείας ἀναχωρήσομεν.   ∆ιὰ  τοῦτο   καὶ   οἱ   πατέρες   ἐξέτειναν   τῆς   νηστείας   τὸ   στάδιον, προθεσμίαν  μετανοίας  διδόντες  ἡμῖν,  ἵνα  καθηράμενοι  καὶ  ἀποσμήξαντες  ἑαυτούς, οὕτω προσίωμεν. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἐντεῦθεν ἤδη βοῶ λαμπρᾷ τῇ φωνῇ καὶ διαμαρτύρομαι καὶ ἱκετεύω  καὶ ἀντιβολῶ  μὴ μετὰ κηλῖδος, μηδὲ μετὰ πονηροῦ συνειδότος τῇ ἱερᾷ ταύτῃ  προσιέναι  τραπέζῃ· οὐ γὰρ ἂν  εἴη  τοῦτο  πρόσοδος, οὐδὲ κοινωνία,  κἂν μυριάκις  ἁψώμεθα  τοῦ  ἁγίου  σώματος  ἐκείνου,  ἀλλὰ  καταδίκη  καὶ  κόλασις  καὶ τιμωρίας  προσθήκη. Μηδεὶς τοίνυν  ἁμαρτωλὸς  προσίτω, μᾶλλον  δὲ οὐ λέγω·  μηδεὶς ἁμαρτωλός,  ἐπεὶ πρότερον  ἐμαυτὸν  ἀπείργω  τῆς θείας τραπέζης, ἀλλὰ  μηδεὶς μένων ἁμαρτωλὸς προσίτω. ∆ιὰ τοῦτο ἐντεῦθεν ἤδη προλέγω, ἵνα μὴ τῶν βασιλικῶν καταλαβόντων δείπνων  καὶ τῆς ἱερᾶς ἑσπέρας παραγενομένης  ἐκείνης, ἔχῃ τις λέγειν· Ἀπαρασκεύαστος εἰσῆλθον καὶ ἐέργομαι, καὶ ὅτι πάλαι ταῦτα προειπεῖν  ἐχρῆν. Εἰ γὰρ πάλαι  ταῦτα  ἤκουσα, πάντως  ἂν  μετεβαλόμην,  πάντως  ἂν  ἐμαυτὸν  καθάρας,  οὕτω προσῆλθον. Ἵν' οὖν μηδεὶς ταῦτα προφασίζεσθαι ἔχῃ, ἐντεῦθεν  ἤδη προδιαμαρτύρομαι καὶ παρακαλῶ πολλὴν ἐπιδείξασθαι τὴν μετάνοιαν. Οἶδα ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις καὶ ὅτι οὐδεὶς καυχήσεται ἁγνὴν  ἔχειν τὴν καρδίαν· ἀλλ' οὐ τοῦτό ἐστι τὸ δεινόν, ὅτι ἁγνὴν  καρδίαν  οὐκ ἔχομεν,  ἀλλ' ὅτι μὴ ἔχοντες  καρδίαν  ἁγνήν,  οὐδὲ τῷ δυναμένῳ ποιῆσαι ταύτην  ἁγνὴν  προσερχόμεθα. ∆ύναται  γάρ, ἐὰν ἐθέλῃ· καὶ θέλει  δὲ μᾶλλον ἡμῶν αὐτῶν· ἀλλὰ ἀναμένει  μικρὰν πρόφασιν παρ' ἡμῶν λαβεῖν, ἵνα μετὰ παρρησίας ἡμᾶς  στεφανώσῃ.  Τίς τοῦ  τελώνου  γέγονεν  ἁμαρτωλότερος;  Ἀλλ' ὅτι  μόνον  εἶπεν· "Ἱλάσθητί  μοι τῷ  ἁμαρτωλῷ",  κατῆλθεν  ὑπὲρ τὸν  φαρισαῖον  δεδικαιωμένος.  Καίτοι πόσην δύναμιν εἶχεν ἡ λέξις ἐκείνη; Ἀλλ' οὐχ ἡ λέξις αὐτὸν ἐκάθηρεν, ἀλλ' ἡ διάθεσις, μεθ' ἧς καὶ τὴν λέξιν ἐκείνην εἶπεν· μᾶλλον δὲ οὐδὲ ἡ διάθεσις μόνη, ἀλλὰ πρὸ ταύτης ἡ τοῦ Θεοῦ φιλανθρωπία.. Ποῖος γάρ, εἰπέ μοι, κάματος, ποῖος πόνος, ποῖος ἱδρὼς τῷ ἁμαρτωλῷ πεῖσαι ἑαυτὸν ὅτι ἔστιν ἁμαρτωλὸς καὶ πρὸς τὸν Θεὸν τοῦτο εἰπεῖν; Ὁρᾷς ὡς οὐ μάτην ἔλεγον ὅτι  μικρᾶς  παρ' ἡμῶν  ἐπιλαβέσθαι  προφάσεως  βούλεται  καὶ  τὸ πᾶν  αὐτὸς  εἰσφέρει λοιπὸν εἰς τὴν σωτηρίαν ἡμῶν; Μετανοήσωμεν τοίνυν, κλαύσωμεν, θρηνήσωμεν. Θυγατέρα  τις  πολλάκις  ἀποβαλὼν  τὸν  πλείω  διατελεῖ  τῆς  ζωῆς  αὐτοῦ  χρόνον  ἐν θρήνοις   καὶ   ὀδυρμοῖς·  ἡμεῖς   ψυχὴν   ἀπωλέσαμεν,   καὶ   οὐ  θρηνοῦμεν;   σωτηρίας ἐξεπέσομεν,  καὶ  οὐ  κατακοπτόμεθα;  Καὶ τί  λέγω  ψυχῆν   καὶ  σωτηρίαν;  ∆εσπότην παρωξύναμεν  οὕτω  πρᾷον  καὶ ἥμερον,  καὶ οὐ κατορύττομεν  ἑαυτούς;  Καὶ γὰρ οὐχὶ ∆εσπότου κηδεμονικοῦ  μόνον,  ἀλλὰ  καὶ πατρὸς φιλόπαιδος  καὶ μητρὸς φιλοστόργου πᾶσαν εὔνοιαν ὑπερβαίνει τῇ περὶ ἡμᾶς κηδεμονί
ᾳ. "Μὴ ἐπιλήσεται γάρ, φησί, γυνὴ τοῦ παιδίου  αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα  τῆς κοιλίας  αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο γυνή, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαι, λέγει  Κύριος." Πιστὴ μὲν οὖν καὶ πρὸ ἀποδείξεως  ἡ ἀπόφασις· Θεοῦ γάρ ἐστιν· πλὴν ἀλλὰ καὶ διὰ τῶν πραγμάτων,  φέρε, παράσχωμεν τὴν ἀπόδειξιν.  Ἡ Ῥεβέκκα ποτὲ κελεύουσα τῷ παιδὶ  τὸ κατὰ τὴν  κλοπὴν  τῶν  εὐλογιῶν ὑποκρίνασθαι  δρᾶμα  καὶ  περιστείλασα  αὐτὸν  πάντοθεν   καλῶς  καὶ  τὸ  προσωπεῖον ἐπιθεῖσα τοῦ ἀδελφοῦ, ἐπειδὴ εἶδεν οὐδὲ οὕτω θαρροῦντα, βουλομένη πάντα φόβον τοῦ παιδὸς ἐξελεῖν· "Ἐπ' ἐμὲ ἡ κατάρα σου, τέκνον",  φησίν. Μητρὸς ὄντως  τὸ ῥῆμα, καὶ ἐκκαιομένης τῇ φιλότητι  τοῦ παιδός. Ἀλλ' ὁ Χριστὸς τοῦτο οὐκ εἶπεν μόνον, ἀλλὰ καὶ ἐποίησεν. οὐκ ἐπηγγείλατο  μόνον, ἀλλὰ καὶ ἐγένετο. Καὶ Παῦλος βοᾷ λέγων· "Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος  ὑπὲρ ἡμῶν  κατάρα." Τοῦτον οὖν παροξυνοῦμεν· εἰπέ μοι· καὶ πῶς οὐ γεέννης  αὐτῆς τοῦτο χαλεπώτερον  καὶ τοῦ ἀτελευτήτου  σκώληκος καὶ τοῦ ἀσβέστου πυρός; Ὅταν οὖν τῇ ἱερᾷ τραπέζῃ προσιέναι μέλλῃς, νόμιζε ἐκεῖ καὶ τὸν βασιλέα τῶν ἁπάντων  παρεῖναι· καὶ γὰρ πάρεστιν ὄντως, τὴν ἑκάστου καταμανθάνων γνώμην,  καὶ τίς μὲν μετὰ προσηκούσης ἁγιωσύνης, τίς δὲ μετὰ πονηροῦ προσέρχεται συνειδότος, μετὰ λογισμῶν  ἀκαθάρτων καὶ ῥυπαρῶν, μετὰ πράξεων  μιαρῶν.  Κἂν μὲν  εὕρῃ τινὰ  τοιοῦτον,  τέως  μὲν  αὐτὸν  τῷ  δικαστηρίῳ  τοῦ συνειδότος παραδίδωσιν· εἶτα ἂν μὲν λαβὼν ἐκεῖνος μαστίξῃ τοῖς λογισμοῖς καὶ βελτίω κατασκευάσῃ, προσίεται πάλιν αὐτόν· ἂν δὲ ἀδιόρθωτος μείνῃ, κελεύει πρὸς τὰς αὑτοῦ παραδοθῆναι χεῖρας τὸν ἀγνώμονα  καὶ ἀναισθητόν. "Φοβερὸν δὲ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος."  Οἶδα ὅτι δάκνει  τὰ ῥήματα, ἀλλὰ  τί πάθω;  Εἰ μὴ πικρὰ ἐπιθῶμαι  τὰ φάρμακα, τὰ τραύματα οὐκ ἀφαιρεθήσεται· ἂν πικρὰ ἐπιθῶμαι,  ὑμεῖς τὴν ὀδύνην  οὐ φέρετε. Στενά μοι πάντοθεν· πλὴν ἀλλ' ἀναγκαῖον  ἀνασχεῖν τὴν χεῖρα λοιπόν· καὶ γὰρ ἱκανὰ τὰ εἰρημένα πρὸς διόρθωσιν τῶν προσεχόντων.  Ἀλλ' ἵνα μὴ μόνοις ὑμῖν, ἀλλὰ καὶ   ἑτέροις   δι'  ὑμῶν   γένηται   χρήσιμα,  φέρε   αὐτὰ   πάλιν   ἀνακεφαλαιωσώμεθα.∆ιελέχθημεν  περὶ  τῶν  Σεραφίμ, ἐδείξαμεν  ὅσον ἐστὶν  ἀξίωμα  πλησίον  ἑστάναι  τοῦ θρόνου  τοῦ  βασιλικοῦ  καὶ  ὅτι  καὶ  ἀνθρώποις  τὸ ἀξίωμα  τοῦτο  κεκτῆσθαι  δυνατόν. Εἴπομεν περὶ τῶν πτερύγων  καὶ τῆς ἀπροσίτου δόξης τοῦ Θεοῦ καὶ περὶ τῆς πρὸς ἡμᾶς αὐτοῦ  φιλανθρωπίας  γινομένης·  προσεθήκαμεν  τὴν  αἰτίαν   τῆς  κραυγῆς  καὶ  τοῦ διηνεκοῦς  θαύματος καὶ πῶς ἐν ἀκαταπαύστῳ  θεωρίᾳ ἀκατάπαυστος καὶ ἡ δοξολογία τῶν Σεραφίμ· ἀνεμνήσαμεν ὑμᾶς εἰς ποῖον ἐτελέσαμεν χορὸν καὶ μετὰ τίνων τὸν κοινὸν ἀνυμνήσαμεν  ∆εσπότην· τοὺς  περὶ μετανοίας  προσεθήκαμεν  λόγους· καὶ τέλος  ὅσον ἐστὶ κακὸν προσιέναι τοῖς μυστηρίοις μετὰ πονηροῦ συνειδότος ἐδείξαμεν καὶ πῶς οὐκ ἔστι διαφυγεῖν  τὸν τὰ τοιαῦτα τολμήσαντα.  Ταῦτα καὶ γυνὴ  παρὰ ἀνδρὸς μανθανέτω καὶ παιδία παρὰ πατρὸς καὶ οἰκέτης παρὰ δεσπότου καὶ γείτων παρὰ γείτονος καὶ φίλος παρὰ φίλου,  μᾶλλον  δὲ καὶ πρὸς τοὺς ἐχθροὺς  ταῦτα  διαλεγώμεθα·  καὶ γὰρ καὶ τῆς ἐκείνων  σωτηρίας ἡμεῖς ἐσμεν ὑπεύθυνοι.  Εἰ γὰρ καὶ τὰ ὑποζύγια  αὐτῶν  πεπτωκότα διαναστῆσαι καὶ πεπλανη μένα διασῶσαι καὶ ἐπαναγαγεῖν  κελευόμεθα, πολλῷ μᾶλλον τὴν ψυχὴν αὐτῶν πλανωμένην ἐπαναγαγεῖν  χρὴ καὶ πεπτωκυῖαν  διανιστᾶν. Ἂν οὕτω τὰ καθ' ἑαυτοὺς καὶ τὰ κατὰ τοὺς πλησίον οἰκονομῶμεν,  δυνησόμεθα μετὰ παρρησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |