ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Η' Ομιλία λεχθεῖσα ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπὶ Παύλου, Γότθων ἀναγνόντων,

Τρίτη 25 Οκτωβρίου 2016

Η' Ομιλία λεχθεῖσα ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπὶ Παύλου, Γότθων ἀναγνόντων,




Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος  63


Ηʹ.Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπὶ Παύλου, Γότθων ἀναγνόντων,  καὶ πρεσβυτέρου Γότθου προομιλήσαντος.

αʹ.  Ἐβουλόμην  παρεῖναι   Ἕλληνας   τήμερον,  ὥστε  τῶν   ἀνεγνωσμένων ἀκοῦσαι καὶ μαθεῖν πόση τοῦ σταυρωθέντος ἡ ἰσχὺς, πόση τοῦ σταυροῦ ἡ δύναμις, πόση τῆς   Ἐκκλησίας ἡ εὐγένεια,  πόση τῆς  πίστεως  ἡ εὐτονία,  πόση τῆς πλάνης ἡ αἰσχύνη, πόσος τῶν δαιμόνων  ὁ γέλως. Τὰ μὲν γὰρ τῶν φιλοσόφων  καὶ παρὰ τοῖς ὁμοφώνοις καταλέλυται, τὰ δὲ ἡμέτερα καὶ παρὰ ἑτερογλώσσοις πολλὴν ἔχει δύναμιν· καὶ τὰ μὲν ἀράχνης εὐκολώτερον διεσπάσθη, τὰ δὲ ἀδάμαντος στεῤῥότερον πέπηγε.  Ποῦ τὰ Πλάτωνος καὶ Πυθαγόρου καὶ τῶν ἐν Ἀθήναις; ἐσβέσθη. Ποῦ τὰ τῶν ἁλιέων καὶ σκηνοποιῶν; οὐκ ἐν Ἰουδαίᾳ μόνον, ἀλλὰ καὶ ἐν τῇ τῶν βαρβάρων γλώττῃ, καθὼς ἠκούσατε σήμερον, ἡλίου φανότερον διαλάμπει· καὶ Σκύθαι  καὶ  Θρᾷκες καὶ  Σαυρομάται  καὶ  Μαῦροι καὶ  Ἰνδοὶ  καὶ  οἱ  πρὸς  αὐτὰς ἀπῳκισμένοι τὰς ἐσχατιὰς τῆς οἰκουμένης, πρὸς τὴν οἰκείαν ἕκαστος μεταβαλόντες γλῶτταν,


τὰ εἰρημένα φιλοσοφοῦσι ταῦτα· ἃ μηδὲ ὄναρ ἐφαντάσθησαν οἱ παρὰ τοῖς Ἕλλησι τὸν πώγωνα  ἕλκοντες, καὶ τῇ βακτηρίᾳ τοὺς ἀπαντῶντας  ἐπὶ τῆς ἀγορᾶς σοβοῦντες, καὶ  τοὺς  βοστρύχους ἀπὸ τῆς  κεφαλῆς  σείοντες, λεόντων  μᾶλλον  ἢ ἀνθρώπων ἐπιδεικνύμενοι πρόσωπα.Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, οὐδὲ ἐν τῷ σχήματι, ἀλλ' ἐν σωφροσύνῃ τὰ τῆς φιλοσοφίας. Ἡ μὲν γὰρ πόρνη, ἅτε καὶ φυσικὸν οὐκ ἔχουσα κάλλος, ἐπιτρίμμασι καὶ ὑπογραφαῖς  καὶ ἱματίοις  λευκοῖς  καὶ ἑτέροις τοιούτοις  τεχνάσμασι χειροποιητήν τινα ἐπιτίθησιν ἑαυτῇ ὥραν, τὸ ἀπὸ τῆς φύσεως δυσειδὲς συσκιάζουσα· ἡ δὲ καλὴ φύσει καὶ ἐπίχαρις  καὶ εὐγενὴς  κόρη γυμνὸν  ἀφίησι τῆς φύσεως ἀγωνίζεσθαι  τὸ δῶρον, οὐδενὸς τούτων  δεομένη τῶν  βοηθημάτων,  ἀλλὰ διακρουομένη, ὥστε μὴ τὴν  φυσικὴν  ὥραν  τοῖς  παραπετάσμασι  συσκιάσαι τούτοις.  Τοῦτο  καὶ  ἐπὶ  τῆς Ἐκκλησίας, καὶ ἐπὶ τῶν ἔξωθεν ἔστιν ἰδεῖν. Ἐκεῖνοι μὲν γὰρ φυσικὸν κάλλος οὐκ ἔχοντες, οὐδὲ εὐσεβείᾳ κοσμεῖσθαι δυνάμενοι, εὐγλωττίᾳ καὶ ῥήμασιν ἀποτετορνευμένοις, καὶ συνθήκαις λέξεων, καὶ κόμαις καὶ εὐθήμασι καὶ ἑτέροις τισὶ τὰ  καθ'  ἑαυτοὺς  σεμνύνουσιν·  οἱ  δὲ  παρ'  ἡμῖν  οὐχ  οὕτως,  ἀλλὰ  πάντα  ταῦτα διακρουσάμενοι; καὶ τὴν ἔξωθεν φαντασίαν ῥίψαντες, φυσικὸν τὸ κάλλος ἐπιδείκνυνται,  οὐ γλῶτταν  ἀκονῶντες, οὐδὲ εὐφημίαν διώκοντες, ἀλλ' ἐν δυνάμει νοημάτων   φιλοσοφοῦντες,   καὶ   ἔργων   ἐπιδείξει   καὶ   πολιτείας   ἀκριβείᾳ   τὴν ἐνοικοῦσαν αὐτοῖς τοῦ Θεοῦ χάριν διὰ πάντων ἀνακηρύττοντες. ∆ιὰ δὴ τοῦτο οὐ τὴν οἰκουμένην  μόνον,  ἀλλὰ  καὶ  τὴν  ἀοίκητον·  οὐ  τὴν  γῆν  μόνον,  ἀλλὰ  καὶ  τὴν θάλατταν· οὐ τὰς πόλεις μόνον, ἀλλὰ καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς καὶ τὰς νάπας· οὐ τὴν Ἑλλάδα μόνον, ἀλλὰ καὶ τὴν βάρβαρον· οὐ τοὺς ἐν ἀξιώμασι μόνον, ἀλλὰ καὶ τοὺς ἐν ἐσχάτῃ πενίᾳ· οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ γυναῖκας· οὐ γεγηρακότας μόνον, ἀλλὰ καὶ νέους ἐσαγήνευσαν. Οὐ μέχρι δὲ τούτων, ἀλλὰ καὶ περαιτέρω προῆλθον, καὶ τῇ καθ' ἡμᾶς οὐκ ἀρκεσθέντες οἰκουμένῃ, πρὸς αὐτὸν ἐξέβησαν τὸν Ὠκεανὸν, καὶ τὰς βαρβαρικὰς χώρας καὶ τὰς Βρετανικὰς νήσους εἴσω τῶν οἰκείων  δικτύων ἔλαβον·  καὶ  ὅπουπερ  ἂν  ἀφίκῃ  λοιπὸν,  τῶν  ἁλιέων  ὄψει  τὰ  ὀνόματα  ἐν  τοῖς ἁπάντων  στόμασι περιφερόμενα, οὐ διὰ τὴν  τῶν  ἁλιέων  δύναμιν,  ἀλλὰ  τὴν  τοῦ σταυρωθέντος ἰσχὺν τὴν πανταχοῦ  προοδοποιοῦσαν αὐτοῖς, καὶ τοὺς ἰδιώτας τῶν φιλοσόφων σοφωτέρους, καὶ τοὺς ἀγραμμάτους καὶ ἰχθύων ἀφωνοτέρους ῥητόρων καὶ λογογράφων  καὶ σοφιστῶν εὐτονωτέρους ἀποφαίνουσαν. Μὴ τοίνυν αἰσχύνην τις ἡγείσθω τῆς Ἐκκλησίας, ὅτι βαρβάρους εἰς μέσον ἀναστῆναι καὶ εἰπεῖν παρεσκευάσαμεν· τοῦτο γὰρ τῆς Ἐκκλησίας κόσμος, τοῦτο καλλώπισμα, τοῦτο τῆς ἐν τῇ πίστει δυνάμεως ἀπόδειξις· τοῦτο καὶ ὁ προφήτης ἄνωθεν προαναφωνῶν  ἔλεγεν· Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν· εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν  ὁ φθόγγος  αὐτῶν,  καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης  τὰ ῥήματα αὐτῶν. Τοῦτο καὶ ἕτερος  παραδηλῶν πάλιν, ἑτέροις ῥήμασιν ᾐνίττετο λέγων· Λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ λέων  ὡς βοῦς φάγεται ἄχυρα· οὐ περὶ λεόντων καὶ ἀρνῶν καὶ παρδάλεων καὶ ἐρίφων διηγούμενος,  ἀλλὰ  προαναφωνῶν   ἡμῖν  καὶ  δεικνὺς,  ὅτι  δὴ  τὸ  θηριῶδες  τῶν ἀνθρώπων  εἰς τοσαύτην ἥξει ἡμερότητα τῇ φιλοσοφίᾳ τοῦ κηρύγματος κερασθὲν, ὥστε μετὰ τῶν ἡμέρων καὶ πραοτάτων ἀνδρῶν συναγελάζεσθαι. Καὶ τοῦτο σήμερον ἑωράκατε, τοὺς πάντων ἀνθρώπων βαρβαρικωτέρους μετὰ τῶν τῆς Ἐκκλησίας προβάτων ἑστῶτας, καὶ κοινὴν οὖσαν τὴν νομὴν καὶ τὸν σηκὸν ἕνα, καὶ μίαν ἅπασι τράπεζαν προκειμένην.


βʹ.  Αἰσχυνέσθωσαν  Ἰουδαῖοι   οἱ  τὰ  γράμματα  ἀναγινώσκοντες,   καὶ  τὰ νοήματα ἀγνοοῦντες· ἐγκαλυπτέσθωσαν Ἕλληνες, τῆς ἀκτῖνος φανοτέραν ὁρῶντες τὴν ἀλήθειαν  λάμπουσαν, οἱ τοῖς λίθοις παρακαθήμενοι καὶ τὸ σκότος διώκοντες· καλλωπιζέσθω ἡ Ἐκκλησία ἡ διὰ πάντων λάμπουσα καὶ πετομένη. Ὥσπερ γὰρ ἥλιος κοινὸς καὶ γῆ κοινὴ καὶ θάλαττα καὶ ἀὴρ, οὕτως πολλῷ μᾶλλον ὁ τοῦ κηρύγματος λόγος ἐγένετο κοινός· διὸ καὶ Παῦλος ἔλεγεν· Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· οὕτω τὸ κατ' ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. Καὶ τί θαυμάζεις εἰ ἐν τῇ Καινῇ, ὅπου καὶ ἐν τῇ Παλαιᾷ τὸ αὐτὸ τοῦτο γίνεται. Ὁ γὰρ πρῶτος καὶ τῆς Ἐκκλησίας καὶ τῆς Συναγωγῆς  πρόγονος γενόμενος, ἐκείνων  μὲν κατὰ σάρκα, ἡμῶν  δὲ κατὰ πνεῦμα, βάρβαρος ἦν καὶ ἐκ μέσης Περσίδος ἤγετο, ὁ πατριάρχης   λέγω   Ἀβραὰμ,  καὶ   οὔτε   γραμμάτων   ἀκούσας,  οὔτε   προφητείας μετασχὼν, οὐ τὸν διδάσκοντα ἔχων, οὐχ ἱστορίαν δεξάμενος· οὔπω γὰρ ἦν Μωϋσῆς γενόμενος· οὐ τῶν πρὸ αὐτοῦ τι μαθὼν, οὐ τὰ μετ' αὐτὸν ἐσόμενα διδαχθεὶς, ἀλλ' ἐν μέσῃ τῇ Περσῶν χώρᾳ τεχθεὶς καὶ τραφεὶς, οὕτως ἀθρόον ἐφιλοσόφησεν, ὡς καὶ τῆς Καινῆς πολλὰ  προλαβεῖν  ἐπιτάγματα,  καὶ  διὰ  τῶν  ἔργων  ἐπιδείξασθαι.  Καὶ γὰρ κελευόμενος  ἐξελθεῖν   ἀπὸ  τῆς  πατρίδος,  καὶ  ἀφεῖναι   οἰκίαν  καὶ  φίλους   καὶ συγγενεῖς, καὶ ἐλθεῖν ἐπὶ τὴν ἀλλοτρίαν, οὐδὲν ἔπαθεν ἀνθρώπινον, οὐδὲ συμπαθείᾳ κατεσχέθη, οὐδὲ ἐλογίσατο πρὸς αὑτὸν καὶ εἶπεν· Τὰ φανερὰ καὶ δῆλα ἀφεὶς, ἐπὶ τὰ ἀφανῆ  καὶ ἄδηλα ἀπελεύσομαι; ἀλλὰ τὴν πίστιν ὁδηγὸν ἔχων,  καὶ τοῦ Θεοῦ τὴν ὑπόσχεσιν ἀντὶ  βακτηρίας  κτησάμενος, τὰ μὲν  ἐν  χερσὶν ἠφίει,  τὰ δὲ ἐν  ἐλπίσι προσελάμβανε· καὶ γὰρ καὶ κατὰ τοῦτο τῆς Ἐκκλησίας πρόγονος ἦν. Καὶ γὰρ καὶ ἡμεῖς κελευόμεθα τῶν  μὲν βιωτικῶν  ὑπερορᾷν πραγμάτων  καὶ τῶν  φαινομένων, πρὸς δὲ τὰ ἄδηλα τὴν  ἐλπίδα  τείνειν,  καὶ τὴν  πίστιν  κρατεῖν,  τὴν  ἄγκυραν  τῆς ἡμετέρας  σωτηρίας,  καὶ  ἐκεῖνα  ζητεῖν·  διὸ  καὶ  Παῦλος  ἔλεγε·  Τῇ  γὰρ  ἐλπίδι ἐσώθημεν·  ἐλπὶς  δὲ  βλεπομένη  οὐκ  ἔστιν  ἐλπίς·  καὶ  πάλιν,  Τὸ γὰρ  παραυτίκα ἐλαφρὸν  τῆς θλίψεως  ἡμῶν, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον  βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα.Ἐξελθὼν  δὲ  ἀπὸ  τῆς  πατρίδος  ὁ μακάριος  οὗτος  Ἀβραὰμ, καὶ  ἐν ἀλλοτρίᾳ  καλύβην  πηξάμενος,  ἀποστολικὰ  πάλιν  παραγγέλματα  διὰ  τῶν  ἔργων ἐπεδείξατο. Ἐπειδὴ γὰρ τὸ λαμπρὸν  ἐκεῖνο  τρόπαιον  ἔστησε, καὶ τὴν  παράδοξον νίκην  ἤρατο, καὶ τῶν  βαρβάρων περιεγένετο,  οὐκ ἰσχύϊ σώματος, ἀλλὰ  δυνάμει πίστεως, καὶ μισθὸν λαβεῖν  τῶν  πόνων  ἐκείνων  καὶ τῆς ταλαιπωρίας  παρὰ τῶν  σωθέντων ἐκελεύετο· τοῦ γὰρ βαρβάρου πρὸς αὐτὸν λέγοντος, Λάβε σὺ τὸν ἵππον, καὶ δὸς ἡμῖν  τοὺς ἄνδρας, τί  φησιν; Ἐκτενῶ  τὴν  χεῖρά μου πρὸς τὸν  Θεὸν τὸν ὕψιστον, εἰ λήψομαι παρὰ σοῦ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος. Εἶδες πῶς  ἐκεῖνο  τὸ  ἐπίταγμα  ἐπλήρωσε  τὸ  εὐαγγελικὸν  τὸ  λέγον·  ∆ωρεὰν  ἐλάβετε, δωρεὰν δότε; Καὶ Μωϋσῆς δὲ καὶ ἐν βαρβαρικῇ οἰκίᾳ ἐτράφη τε καὶ ηὐξήθη· ἀλλ' ὅμως οὐδὲν ἐντεῦθεν  παρεβλάπτετο, ἀλλὰ καὶ αὐτὸς ἐφιλοσόφει  τοῦ πατριάρχου οὐκ  ἔλαττον,  τῆς  μὲν  Συβαριτικῆς  καταγελῶν   τραπέζης,  καὶ  ὑψηλότερος  τῆς ἐκείνων  τρυφῆς γινόμενος,  καὶ πλοῦτον  ἀτιμάζων  καὶ βασιλείαν καὶ τὰ σκῆπτρα Αἰγύπτου, πρὸς δὲ τὸν πηλὸν καὶ τὴν πλινθουργίαν  αὐτομολῶν. ∆ιὸ δὴ καὶ ὁ Παῦλος θαυμάζων αὐτὸν, ἔλεγε· Μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν  τοῦ Χριστοῦ. Εἶτα καὶ δεικνὺς  τὸν  διδάσκαλον τῶν  ἀγαθῶν  τούτων, προσετίθει  λέγων·  Τὸν  γὰρ  ἀόρατον  ὡς  ὁρῶν  ἐκαρτέρησεν·  ὅπερ  πίστεως  ἦν μεγίστης. Μὴ τοίνυν αἰσχύνην νομίζωμεν τὸ βαρβάρους ἐντῇ Ἐκκλησίᾳ εἶναι, ἀλλὰ καὶ πολὺν  κόσμον· καὶ γὰρ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν  Ἰησοῦς ὁ Χριστὸς παραγενόμενος εἰς τὴν οἰκουμένην, βαρβάρους πρώτους ἐκάλεσεν.Ἐπειδὴ  γὰρ  ἐτέχθη  καὶ  ἐπὶ  τῆς  φάτνης  ἐτέθη,  καὶ  μάγοι  ἐλθόντες  ἀπὸ Περσίδος αὐτὸν προσεκύνουν· ὢ καινῶν καὶ παραδόξων πραγμάτων! βασιλέως μὲν εἰς πόλιν εἰσιέναι μέλλοντος, παραπετάσματα καὶ λαμπάδες, καὶ οἱ ἐν ἀξιώμασι καὶ οἱ ἐν δυναστείαις ἀπαντῶσιν  ἅπαντες μετὰ φαιδροῦ τοῦ σχήματος, καὶ αὐλοὶ καὶ σύριγγες καὶ κιθάραι, καὶ πᾶν μουσικῆς γένος, καὶ ἐσθήματα λαμπρὰ καὶ στεφανώματα,  καὶ πολλὴ  ἡ περιφάνεια·  τοῦ δὲ βασιλέως τῶν  οὐρανῶν  εἰσιέναι μέλλοντος  εἰς τὴν οἰκουμένην, οὐδὲν τοιοῦτον, ἀλλὰ τἀναντία  πάντα, καλύβη καὶ σκηνὴ καὶ φάτνη,  μήτηρ εὐτελὴς  τὸ φαινόμενον,  καὶ πτωχεία  πολλὴ  καὶ πενίας ἐπίτασις. Καίτοι γε, εἴπερ ἐβούλετο, ἠδύνατο παραγενέσθαι τὸν οὐρανὸν σείων, τὴν γῆν  σαλεύων, ἀστραπὰς ἀφιεὶς,  καὶ τί λέγω  ταῦτα; γυμνὴν  μόνην  εἰ ἔδειξε τὴν θεότητα, τοῦτο πόσης λαμπρότητος  καὶ φαιδρότητος  μεῖζον οὐκ ἂν ἦν; Ἀλλ' οὐκ ἐποίησεν  οὕτως·  οὐ  γὰρ  ἀπολέσαι,  ἀλλὰ  σῶσαι ἐβούλετο,  οὐκ  ἐκπλῆξαι,  ἀλλὰ διορθῶσαι, καὶ  ἐκ προοιμίων  τὸν  τῦφον  καταπατῆσαι  τὸν  ἀνθρώπινον  καὶ  τὴν ἀπόνοιαν κατενεγκεῖν, ∆ιὰ δὴ τοῦτο οὐκ ἄνθρωπος γίνεται μόνον, ἀλλὰ καὶ πτωχὸς ἄνθρωπος, καὶ μητέρα τοιαύτην αἱρεῖται, καὶ καταγώγιον εὐτελὲς, τὸν ἔσχατον τῆς πενίας ὅρον ἐκ προοιμίων αὐτῶν καὶ ἐξ αὐτῶν ὠδίνων ἀσπαζόμενος. Ποία γὰρ, εἰπέ μοι, γυνὴ,  κἂν  ἁπάντων  ἀνθρώπων  πτωχοτέρα  ᾖ, κἂν  αὐτοπροσαῖτις,  οὐκ  ἔχει κλίνην ὥστε τὸ τεχθὲν παιδίον κατακλῖναι; Ἀλλ' αὐτὸς οὐδὲ ἐν κλίνῃ κατεκλίνετο, ἀλλ' ἐν φάτνῃ ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ ἐν καλύβῃ καὶ οὐκ ἐν καταλύματι. Τοιαῦτα τῆς  εἰσόδου  αὐτοῦ  τὰ  προοίμια,  οὕτω  λαμπρὰ  καὶ  περιφανῆ·  εἴσοδον  δὲ  ὅταν ἀκούσῃς, μὴ τόπου νόμιζε μετάβασιν, ἀλλ' οἰκονομίας συγκατάβασιν.γʹ. Καὶ γὰρ ὁ Παῦλος ὅταν λέγῃ, Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, τὴν οἰκονομίαν ἡμῖν ἀπαγγέλλει·  ὁ γὰρ πανταχοῦ  παρὼν, καὶ τὰ πάντα  πληρῶν,  ποῦ ἂν εἰσέλθοι; ἀλλὰ τὴν διὰ τῆς οἰκονομίας φανέρωσιν  οὕτως ἐκάλεσεν. Εἰσιὼν τοίνυν  εἰς τὴν οἰκουμένην, μετὰ ταπεινοῦ  τοῦ σχήματος εἰσῄει, τὸν τῦφον καταπατῶν, τὴν ἀπόνοιαν καταστέλλων, μετριάζειν ἅπαντας πείθων, μὴ ἀτιμάζειν πενίαν μήτε ἐξευτελίζειν πτωχείαν, μὴ κεχηνέναι πρὸς πλοῦτον, μὴ μέγα νομίζειν  εἶναι  τὴν  φαντασίαν  τὴν  ἀνθρωπίνην,  ἀλλὰ  σκιᾶς  ἀδρανεστέραν,  καὶ φύλλων εὐτελεστέραν, [καὶ] ὀνειράτων ἀπατηλοτέραν.

Εἰσελθὼν τοίνυν, βαρβάρους ἐκάλεσε, καὶ βαρβάρους οὐχ ἁπλῶς βαρβάρους, ἀλλὰ καὶ μάγους, τὸ ἐπιτεταμένον τῆς ἀσεβείας εἶδος. Ἐπειδὴ γὰρ τὰ τῆς οἰκουμένης ἅπαντα κακῶς διέκειτο, καὶ ἀσέβεια πανταχοῦ ἐκράτει, καὶ κνῖσσα καὶ καπνὸς, καὶ οὔτε  νόμος  ἴσχυεν,  οὔτε  προφῆται  διώρθωσαν,  οὐ  παραινέσεις  ὠφέλησαν,  οὐ θαύματα, οὐ κόλασις, οὐ τιμωρίαι, καὶ ἡ γῆ δὲ ἀνθρωπίνοις αἵμασιν ἐμολύνετο, καὶ ἡ φύσις αὐτὴ ἠγνοεῖτο· Ἔθυσαν γὰρ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις· θυσιαστήρια κατεσκάπτετο, προφῆται  ἀνῃροῦντο,  καὶ ὁ τῆς εὐσεβείας ναὸς ἐρείπιον ἐγίνετο καὶ εἰδώλων  καταγώγιον, καὶ ὁ δῆμος ὁ παραχθεὶς εἰς μέσον ὥστε παιδεῦσαι ἑτέρους, βλασφημίας ἄλλοις ὑπόθεσις ἐγίνετο· Τὸ γὰρ ὄνομά μου δι' ὑμᾶς βλασφημεῖται,  φησὶν, ἐν  τοῖς  ἔθνεσι· καὶ θυσίαι ἠλέγχοντο  καὶ ἑορταὶ καὶ νεομηνίαι  καὶ  σάββατα, καὶ  τὸ  λοιπὸν  τῆς  λατρείας  εἶδος  ἐξεβέβλητο,  ἀρετῆς ἀμελουμένης, καὶ φωνὴ ἄνωθεν τοῦ Θεοῦ κατηγοροῦντος, καὶ φωναὶ κάτωθεν τῶν προφητῶν  ὀδυρομένων,  καὶ φωναὶ  πανταχόθεν,  τῶν  πραγμάτων  κακῶς διακειμένων, καὶ πολλὴ τῆς κακίας ἡ δύναμις, καὶ πυκνή τις ἦν νεφέλη καὶ βαθεῖα νὺξ, καὶ ἐν παῤῥησίᾳ τὰ τῆς πονηρίας, καὶ τὰ τῆς ἀρετῆς ἐκποδὼν, καὶ ὁ χειμὼν εἰς ὕψος ἤρετο, καὶ τὰ κύματα ἐπάλληλα,  καὶ ναυάγια πυκνὰ καὶ συνεχῆ, καὶ πάντες ἦσαν ὑποβρύχιοι, καὶ οὐδὲ κυβερνήτου φωνὴ ἠκούετο, οὔτε ναυτῶν  ἴσχυσε τέχνη, ἀλλ' ἐπεκράτει τὰ πονηρὰ πνεύματα, καὶ οὐδεμία σωτηρίας ἦν ἐλπὶς, οὐδὲ παρακαλέσαι τις τὸν Θεὸν ἐτόλμα· πῶς γὰρ, τῶν  μὲν προφητῶν  κατηγορούντων, τῶν  δὲ ἀγγέλων  τῶν  καθ' ἕκαστον ἔθνος  ἐπιστατούντων  ἐγκαλυπτομένων;  τὸν δημιουργὸν τοῦ παντὸς ὁ καιρὸς ἐκάλει λοιπὸν, αὐτὸν τὸν πλάστην τὸν καὶ ἐξ ἀρχῆς τὸ γένος ἡμῶν ποιήσαντα.
Ἐπεὶ οὖν χαλεπωτάτη ἡ νόσος, μάλιστα δὲ ἐξ ἀπονοίας καὶ ἀλαζονείας αὕτη ἐτέχθη, καὶ ἡ ἀρχὴ καὶ τὰ μέσα καὶ τὰ τέλη τῶν πραγμάτων διεφθείρετο· ἥλατο ἐκ τῶν θρόνων τῶν πατρικῶν, καὶ εἰς τὴν γῆν ἦλθεν. Τὸ δὲ ἥλατο πάλιν ὅταν ἀκούσῃς, μὴ μετάβασιν τόπου νόμιζε, μὴ ἐρήμωσιν οὐρανῶν·  καὶ γὰρ ἐν τῇ μήτρᾳ ὢν  τῇ παρθενικῇ, μετὰ τοῦ Πατρὸς ἦν· τὸ δὲ πῶς μὴ ζήτει μηδὲ εὐθύνας ἀπαίτει· ὅταν γὰρ ὁ Θεὸς ἐργάζηται, πίστεως  χρεία μόνης  καὶ συγκαταθέσεως καὶ ὁμολογίας. Ἐλθὼν τοίνυν καὶ ἰδὼν τὸν κάμνοντα ἐπὶ κλίνης κείμενον καὶ ἀπεγνωσμένον (κάμνοντα δὲ ὅταν εἴπω, τὸ γένος φημὶ τὸ ἀνθρώπινον,  οὐκ ἐπὶ κλίνης τοιαύτης, ἀλλ' ἐπὶ κλίνης τῆς πονηρίας), ὑπὸ ἰατρῶν  ἐγκαταλελειμμένον,  ὑπὸ παθῶν  πολιορκούμενον,  ὑπὸ τῆς νόσου κρατούμενον, πᾶν εἶδος ἀῤῥωστήματος εἰς τὴν ἀνθρωπίνην  κατασκῆψαν φύσιν, καὶ αὐτὸν  ἑαυτοῦ λοιπὸν  ἀπεγνωκότα  τὸν  ἄνθρωπον,  καὶ τὸν  δεδομένον ἰατρὸν τῶν ἑλκῶν κατήγορον γινόμενον  πικρὸν, τὸν νόμον λέγω, καὶ αὔξοντα τὰ ἐγκλήματα, καὶ μείζονι δίκῃ ποιοῦντα  ὑπεύθυνον  τὸν ἄνθρω  πον, καὶ τῆς ἀῤῥωστίας  τὴν   τυραννίδα,   καὶ   τῶν   κακῶν   τὴν   ὑπερβολὴν,   οὐδένα   ἕτερον ἐπιζητοῦντα,  ἢ τὸν  ἐξ ἀρχῆς ἡμᾶς διαπλάσαντα· ὅρα ἐκ προοιμίων  τί ποιεῖ· τὴν φύσιν περιβάλλεται τὴν ἡμετέραν, τὴν ἠσθενηκυῖαν, τὴν ἡττηθεῖσαν, ὥστε μαχέσασθαι καὶ ἀναπαλαῖσαι δι' αὐτῆς· καὶ ἐκ τῶν προπυλαίων  εὐθέως αὐτῶν καὶ τῶν προοιμίων πρόῤῥιζον ἀνασπᾷ τῆς ἀπονοίας τὴν φύσιν· καὶ γὰρ πάντων  αἴτιον τῶν κακῶν τοῦτο γέγονε. Τὸν γοῦν διάβολον οὐκ ὄντα διάβολον, τοῦτο διάβολον εἶναι πεποίηκε· καὶ δείκνυσιν ὁ Παῦλος λέγων· Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς  εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. Τοῦτο τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου ἐξέβαλεν· ἐπειδὴ γὰρ ἤκουσεν, Ἔσεσθε ὡς θεοὶ, τῇ ἐλπίδι ταύτῃ ἀπατηθεὶς, ἥψατο τοῦ δένδρου, καὶ τὸν νόμον ἐπάτησε, καὶ τὴν ἐντολὴν παρέβη. ∆ιά τοι τοῦτο καὶ ὁ Θεὸς κατάλληλον τῷ τραύματι τὸ φάρμακον κατεσκεύασεν. Ὥσπερ γὰρ ἐπὶ τῶν σωμάτων τὰ ἐναντία τῶν ἐναντίων  ἐστὶν ἰατικὰ, καθάπερ καὶ ἰατρῶν παῖδές φασι, καὶ τὸ κατεψυγμένον θερμαίνομεν, καὶ τὸ καταξηρανθὲν ὑγραίνομεν· οὕτω δὴ καὶ ὁ Θεὸς ἐπὶ τῶν παθῶν τῆς ψυχῆς ἐποίησεν.Ἐπειδὴ γὰρ ἀπόνοια  αὐτὴν  ἐπῆρε καὶ φλεγμᾶναι  παρεσκεύασε, φάρμακον ἐπέθηκε  καταστέλλον  αὐτῆς  τὸ  φύσημα  καὶ  καθαιροῦν  τὸ  οἴδημα.  Ποῖον  δὲ φάρμακον; Τὸν θάνατον  ἐπιτειχίσας αὐτῇ. ∆ιὰ τοῦτο οὐχὶ θνητὸν  τὸ σῶμα μόνον εἰργάσατο,  ἀλλὰ  καὶ  σήπεσθαι  παρεσκεύασε  καὶ  φύρεσθαι,  καὶ  πηγὰς  βρύειν σκωλήκων, καὶ εἰς ἰχῶρα καταλύειν καὶ δυσωδίας πληροῦσθαι, θεμέλια ταπεινοφροσύνης προαποτιθέμενος, καὶ οὐδέποτε οὐδὲ τὸν σφόδρα ἀπονενοημένον ἀφιεὶς μέγα φρονεῖν. Τί γὰρ δυσωδέστερον ἀνθρωπίνου σώματος; τί δὲ εὐτελέστερον τελευτήσαντος;


δʹ. Ἀλλὰ  μὴ  στυγνάσῃς,  ἀγαπητὲ,  ἀλλὰ  κἀνταῦθα  σκόπει  τοῦ  Θεοῦ τὴν κηδεμονίαν. Οὔτε γὰρ ὁ τελευτήσας αἰσθάνεται τῶν γινομένων,  ἵνα ἀλγῇ, ὅ τε ζῶν ἐν ἀλλοτρίῳ σώματι παιδεύεται φιλοσοφεῖν. Κἂν γὰρ μυριάκις τὴν ὀφρὺν ἀνασπάσῃ καὶ μέγα κομπάσῃ, εἰς τάφον ἀπελθὼν, καὶ δυσωδίας προσπιπτούσης αἰσθανόμενος, καὶ τῆς εὐτελείας ἡμῶν ἀναμνησθεὶς, καταστέλλεται καὶ συμπίπτει, καὶ πρὸς αὐτὸν καταβαίνει τὸν ᾅδην. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο διὰ τοῦτο γέγονεν, οὐκ ἀτιμάζοντος αὐτοῦ τὴν φύσιν τὴν ἡμετέραν, ἀλλὰ τὴν ἀπόνοιαν τῆς διανοίας χαλινοῦντος,  καὶ διατηροῦντος ἐν διηνεκεῖ ταπεινοφροσύνῃ τὸν ἄνθρωπον, ἐπειδὴ ἐξ ἀρχῆς αὐτῷ τὸ ἁμάρτημα ἐντεῦθεν γέγονεν· ἄκουσον τί φησιν ὁ προφήτης Ἡσαΐας· Ὅπως ἐξέπεσεν ἐξ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων·  οὐ περὶ ἑωσφόρου λέγων·  οὐδὲ γὰρ ἐξέπεσέ ποτε ὁ ἑωσφόρος, ἀλλ' ἐμπέπηγε θεμελιωθεὶς ἅπαξ ἐν τῷ οὐρανῷ, καὶ τὸν οἰκεῖον δρόμον διατηρεῖ. Τί οὖν ἐστιν ὅ φησιν ὁ προφήτης, Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ  ὁ ἑωσφόρος ὁ πρωῒ  ἀνατέλλων;  Περὶ βαρβάρου τινὸς  λέγει  βασιλέως· ἑωσφόρον δὲ αὐτὸν καλεῖ διὰ τὴν περιφάνειαν, διὰ τὸ διάδημα, διὰ τὴν πορφυρίδα, διὰ τὴν λαμπρότητα τῶν δορυφόρων, διὰ τὴν αἴγλην τὴν ἀπὸ τῶν ὅπλων, διὰ τὸν λάμποντα χρυσὸν, διὰ τὰ δόρατα τὰ ἠκονημένα καὶ ἀποστίλβοντα, διὰ τὴν ἄλλην ἅπασαν φαντασίαν,  διὰ τὸ ἄγειν  ἅπαντα  καὶ φέρειν.  Ὅτι γὰρ οὐ περὶ ἑωσφόρου φησὶν,  ἀλλὰ  μεταφορικῶς  κέχρηται  τῷ  ὀνόματι  εἰπὼν,  Πῶς  ἐξέπεσεν  ἐκ  τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; προϊὼν λέγει, Σὺ δὲ εἶπας ἐν τῇ καρδίᾳ σου, Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν  ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καὶ ἔσο  μαι ὅμοιος τῷ Ὑψίστῳ. Ὅτι δὲ ἀστὴρ οὔτε διάνοιαν ἔχει οὔτε νοῦν  οὔτε ῥήματα, παντί  που δῆλόν  ἐστιν ἀλλὰ περὶ βασιλέως λέγει  βλασφήμου τινὸς καὶ ἀλαζόνος καὶ μεγαληγόρου, καὶ τοιαῦτα κομπάζοντος. Τίς δὲ ὁ βασιλεύς;

∆υνατὸν καὶ ἡμῖν εἰπεῖν, ἀλλ' ἵνα μὴ πάντα παρ' ἡμῶν μανθάνητε, ἀλλὰ καὶ αὐτοὶ φροντίζοντες   καὶ  ἀγρυπνοῦντες   ἐρευνᾶτε  τῆς  θείας  Γραφῆς  τοὺς  θησαυροὺς, ἐπέλθετε τὸ χωρίον τοῦ προφήτου, καὶ εἴσεσθε, τίς τε ὁ βασιλεὺς, καὶ ποίου ἔθνους, καὶ πότε γενόμενος· ∆ίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται.Ἐπειδὴ τοίνυν  οὗτος ὁ βασιλεὺς λαμπρὸς ὢν  καὶ περιφανὴς,  καὶ πολλὴν ἔχων πλούτου περιουσίαν, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπελθὼν, καὶ τὴν βασιλείαν ἐκτείνας τὴν ἑαυτοῦ, ἀθρόον ἀνηρπάσθη καὶ ἀπέθανεν· εἰδὼς τῶν ἀνθρώπων  τὴν μεταβολὴν ὁ προφήτης, Πῶς ἐξέπεσεν, εἶπεν, ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων,  ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον; καὶ πρὸς αὐτὸν ἀποτεινόμενος καὶ κωμωδῶν αὐτὸν, φησί· Σὺ δὲ εἶπας, Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν  ἄστρων τοῦ οὐρανοῦ θήσομαι τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· νῦν δὲ εἰς ᾅδην καταβήσῃ, ὑποκάτω σου στρώσουσι σῆψιν· καὶ τὸ κάλυμμά σου σκώληξ. Ὁρᾷς πῶς, ὅπερ ἔφην, διὰ τοῦτο τοιαύτην λῆξιν ἔχειν ἡμῶν τὸ σῶμα παρεσκεύασεν, ἵνα φάρμακον ἀπονοίας  ᾖ; Ἰδὼν  γοῦν αὐτὸν ἀπονενοημένον,  ἀπὸ τῶν   μετὰ  τὴν  τελευτὴν   αὐτὸν  παιδεύει,  τῶν   σκωλήκων   ἀναμιμνήσκων,   τῆς δυσωδίας, τοῦ ἰχῶρος, ἵνα ἐκεῖνο λογισάμενος, καθυφῇ τῆς ἀπονοίας, μὴ τὰ παρόντα σκοπῶν καὶ φυσώμενος, ἀλλ' εἰς οἷον ἀπαντήσεται τέλος, οἵαν δέξεται μεταβολήν. ∆ιὰ δὴ τοῦτο παθητὸν τὸ σῶμα ἐλάχομεν, καὶ μετὰ τὴν τελευτὴν οὕτω δυσῶδες. Εἰ γὰρ,  τῆς  φύσεως  τοιαύτης   οὔσης,  πολλοὶ   τῶν   ἀνοήτων   εἰς  τοῦτο  ἀπονοίας ἐξώκειλαν,  ὡς  ἰσοθεΐαν  φαντάζεσθαι  καὶ  τὸν  οὐρανὸν  σκοπεῖν·  εἰ  μὴ  τούτῳ κατείχοντο  τῷ χαλινῷ,  ποῦ οὐκ ἂν ἐξεῤῥάγησαν παρανομίας; Οὐχ οὗτος δὲ μόνον βασιλεὺς, ἀλλὰ καὶ ἕτερος εὑρίσκεται τοῦτο αὐτὸ φανταζόμενος· ὃν γοῦν ὁ Ἰεζεκιὴλ κωμῳδῶν   ἔλεγε  προφήτης  ἕτερος·  Σὺ  δὲ  εἶπας,  Θεός εἰμι  καὶ  οὐκ  ἄνθρωπος, κατοικῶν ἐν τῇ καρδίᾳ τῆς γῆς· μὴ ἐν τῇ χειρὶ τῶν ἀποκτενούντων  σε ἐρεῖς, ὅτι Θεός εἰμι  καὶ  οὐκ  ἄνθρωπος;  Ὁρᾷς ὅτι  καὶ  οὗτος  ᾐνίξατο,  ὅτι  ὁ θάνατος  διὰ  τοῦτο ἐπεισῆλθεν, ἵνα τὴν ἀπόνοιαν καταστείλῃ, ἵνα τὴν πονηρὰν ἐκείνην ἔννοιαν, ἣν ἐξ ἀρχῆς  ἐνέσπειρε  τῷ  πρωτοπλάστῳ  ὁ  διάβολος,  πρόῤῥιζον  ἀνασπάσῃ;  Καὶ γὰρ εἰδωλολατρεία  ἐντεῦθεν  γέγονεν,  ὁ κολοφὼν  τῶν  κακῶν  τῶν  ἀνθρώπων,  τῶν πολλῶν εἰς ἀπόνοιαν αἰρομένων καὶ ἰσοθεΐας ἐπιθυμούντων.

Ἅπαντες γοῦν οἱ παρὰ τοῖς Ἕλλησι θεοὶ ὑπὸ τῶν ἀνθρώπων ἀνεπλάσθησαν· ἅπερ ἵνα μὴ γένηται, τὸν θάνατον ἐπετείχισεν ὁ Θεὸς, ἐλέγχων  τὴν ἀσθένειαν τῆς φύσεως.  ∆ιὰ δὴ τοῦτο  ὁ μονογενὴς  Υἱὸς τοῦ Θεοῦ τὴν  ἀπόνοιαν  καταστέλλων, τοιαῦτα τῆς εἰσόδου τὰ προοίμια κατεσκεύασε παθεῖν, καὶ καλύβην καὶ πενίαν καὶ μητέρα πτωχὴν, διὰ τῶν ἔργων πείθων ἅπαντας καταπατεῖν τὸν ἀνθρώπινον τῦφον· καὶ  παραγενόμενος,  πρῶτον  βαρβάρους καλεῖ.  Τίνος  ἕνεκεν  καὶ  διὰ  τί;  Ἐπειδὴ κακῶς τὸ τῶν ἀνθρώπων διέκειτο γένος (πάλιν γὰρ τὸν αὐτὸν ἀναλήψομαι λόγον), καὶ πάντες ἀπεγνώκεισαν τῆς σωτηρίας, τὴν ἀκρόπολιν τοῦ διαβόλου καὶ τὰ ἰσχυρότατα   αὐτοῦ   ὅπλα   μετατίθησι   πρῶτα,   ἵνα   τῶν     ἄλλων   μηδεὶς ἀπογινώσκῃ. Ἄλλως  δὲ καὶ εἰς αἰσχύνην Ἰουδαίων  τοῦτο γίνεται,  ὅτι ἐκεῖνοι μὲν ἐστασίαζον [ἐδίσταζον] προσελθεῖν,  οὗτοι  δὲ καὶ μακρὰν  ἀποδημίαν  ἐστείλαντο, ὥστε αὐτὸν  ἰδεῖν  καὶ προσκυνῆσαι, καὶ περιιόντες  λέγουσι· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;


εʹ. Ὢ θαυμαστῶν  καὶ  παραδόξων  πραγμάτων·  παρὰ  βαρβαρικῆς  πρώτης φωνῆς  ὁ μονογενὴς  Υἱὸς τοῦ  Θεοῦ ἐν  Ἰουδαίᾳ  κηρύττεται,  ἔνθα  προφῆται  καὶ πατριάρχαι καὶ δίκαιοι καὶ νόμος καὶ κιβωτὸς καὶ διαθήκη καὶ ναὸς καὶ θυσίαι καὶ λατρεῖαι·   καὶ   οἱ   μὲν   τούτοις   ἐντραφέντες    οὐδὲ   παρὰ   βαρβάρων   μαθόντες παιδεύονται· οἱ δὲ μηδενὸς μηδέποτε τοιούτου ἀκούσαντες διδάσκαλοι τῶν ταῦτα μελετησάντων γίνονται. ∆ιὰ δὴ τοῦτο κωμῳδῶν  αὐτοὺς ὁ προφήτης ∆αυῒδ ἔλεγεν· Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Πῶς γὰρ οὐ κενὰ ἐμελέτησαν μὴ δεξάμενοι τὸν προφητευθέντα; Ἀλλ' οὐχ οἱ μάγοι, ἀλλὰ πατρίδα καταλιπόντες  καὶ οἰκίαν  καὶ  φίλους   καὶ  συγγενεῖς,  καὶ  μακρὰν  ἀποδημίαν  ἐστείλαντο,  καὶ  εἰς κίνδυνον  ἑαυτοὺς ἔῤῥιψαν. Εἰς γὰρ βασιλευομένην πόλιν ἐλθόντες ἠρώτων, ποῦ ὁ βασιλεὺς ἐτέχθη; οὐ τοῦ βασιλεύοντος τότε τὸν θυμὸν ὑπειδόμενοι, οὐ τοῦ δήμου τὴν ἐπανάστασιν, οὐ τῆς πόλεως τὰς ἐπιβουλάς. Ἐπειδὴ γὰρ ἐδέξαντο τὸ κήρυγμα, καὶ φιλόσοφοι καὶ μάρτυρες ζῶντες ἀθρόον γίνονται, κατατολμῶντες  θανάτου, καταφρονοῦντες κινδύνων, ὑπερορῶντες τῆς παρούσης ζωῆς, ἐν παῤῥησίᾳ ἀνακηρύττοντες  ὅπερ ἔμαθον, ἐν μέσῳ δήμῳ καὶ μέσῃ πόλει τὸν τεχθέντα ἀναγορεύοντες.∆ιὰ γὰρ τοῦτο καὶ ὁ ἀστὴρ κρύπτεται, ἵνα ἀπολέσαντες τὸν χειραγωγοῦντα ἀναγκασθῶσι  παρὰ Ἰουδαίων  μανθάνειν,  μᾶλλον  δὲ ἐν  τῷ  μανθάνειν  διδάσκειν ἐκείνους· τὸν γὰρ τόπον ζητοῦσι μόνον, ὅτι δὲ ἐτέχθη, προλαβόντες ᾔδεσαν. Ἀλλ' ὅρα  Θεοῦ  σοφίαν,  πῶς  αὐτοὺς  ἐκάλεσεν.  Οὐ  προφήτην   ἔπεμψεν,  οὐ  γὰρ  ἂν ἠνέσχοντο· οὐκ ἀπόστολον, οὐ γὰρ προσεῖχον· οὐ γραφὰς, οὐ γὰρ ᾔδεσαν· ἀλλ' ἀπὸ τῶν οἰκείων καὶ συντρόφων πραγμάτων ἀνιμᾶται τῆς πλάνης αὐτούς. Ἐπειδὴ γὰρ μάγοι ἦσαν, καὶ περὶ ἀστέρας αὐτοῖς ἡ τέχνη, ἀστὴρ αὐτοῖς φαίνεται, ἕλκων αὐτοὺς ἀπὸ τῆς ὑπερορίας, ἀστὴρ οὐχ εἷς τῶν ὁρωμένων, ἀλλὰ θεία τις καὶ ἀόρατος δύναμις εἰς ὄψιν  ἀστέρος σχηματισθεῖσα· ἕλκει  δὲ αὐτοὺς ἀστὴρ, ἵνα  ἀπαλλάξῃ  τοῦ περὶ ἀστέρας λοιπὸν  ἠσχολῆσθαι, καὶ τὴν τῆς ἀστρονομίας καταλύσῃ τυραννίδα. Οὕτω καὶ ὁ Παῦλος ἐποίησε, τὸν  ∆εσπότην τὸν  ἑαυτοῦ μιμούμενος·  Μιμηταὶ γάρ μου
γίνεσθε, φησὶ, καθὼς κἀγὼ Χριστοῦ. Καθάπερ γὰρ ὁ ∆εσπότης αὐτοῦ μάγους καλῶν ἀστέρος  ἔπεμψεν  ὄψιν,  ἵνα  τὸ  σύνηθες  ἐπιγνόντες   εὐκόλως  ὑπακούσωσι,  καὶ ἐλθόντες τὸν τῶν ἀστέρων ἴδωσι ∆εσπότην, καὶ τῆς δουλείας ἀπαλλαγέντες ἐκείνης, ταύτῃ προσέλθωσι τῇ δεσποτείᾳ· οὕτω δὴ καὶ αὐτὸς μέλλων  περιτομὴν καθαιρεῖν, μετὰ περιτομῆς ἔπεμψε τὸν Τιμόθεον. Ἐπειδὴ γὰρ Ἰουδαῖοι ἦσαν οἱ μέλλοντες αὐτὸν δέχεσθαι, αὐτὸς δὲ ἦν γυναικὸς Ἰουδαίας πιστῆς υἱὸς, πατρὸς δὲ Ἕλληνος, καὶ διὰ τοῦτο ἀκρόβυστος, περιέθηκε τὴν περιτομὴν, τὰ τῶν ἁλιέων  ἐργαζόμενος· καὶ γὰρ ἐκεῖνοι τὸ ἄγκιστρον γυμνὸν οὐκ ἀφιᾶσιν εἰς τὸ πέλαγος, ἀλλὰ κρέας αὐτῷ περιτιθέντες.  Ἔστω τοίνυν  ἡ  συναγωγὴ  πέλαγος,  οἱ  δὲ  Ἰουδαῖοι  ἰχθύες,  τὸ  δὲ ἄγκιστρον ὁ Τιμόθεος, ἡ δὲ περιτομὴ τὸ κρέας τὸ τῷ ἀγκίστρῳ περιτιθέμενον, ὁ δὲ ἁλιεὺς ὁ Παῦλος· ῥίπτει τοίνυν τὸ ἄγκιστρον εἰς τὴν θάλατταν, ἀλλ' οὐ γυμνὸν, τὸν Τιμόθεον, μετὰ περιτομῆς, ἀλλ'  οὐκ ἀκρόβυστον· εἰ γὰρ ἀκρόβυστον ἔπεμψεν, ἔφυγον ἂν οἱ ἰχθύες, γυμνὸν τὸ ἄγκιστρον θεασάμενοι· διὰ τοῦτο αὐτὸ περιστέλλει τῇ περιτομῇ, ἵνα τὸ σύνηθες ἐπιγνόντες, δράμωσιν ἐπὶ τὴν θήραν, καὶ μὴ σοβήσῃ τὴν ἄγραν δραμόντων ἐπὶ τὴν θήραν· ὅπως ἑλκυσθῶσι μὲν διὰ περιτομῆς, κατασχεθῶσι δὲ τῷ λόγῳ τῆς διδασκαλίας· ὃ δὴ καὶ γέγονεν. Εἰσελθὼν γὰρ καὶ περιτομὴν ἔχων, κατέλυσε τὴν περιτομήν. Τοιαῦτα γὰρ τὰ τῆς οἰκονομίας· συγκαταβαίνει πρότερον, καὶ τότε ἀνασπᾷ.Οὕτω καὶ  ὁ Χριστὸς ἐποίησε βαρβάρους καλῶν.  Ὥσπερ γὰρ  ἀνθρώπους  καλῶν, ἄνθρωπον  [ἀνθρώπου?] περιέθηκεν  ἑαυτῷ καὶ ὄψιν  καὶ φύσιν· οὕτω καὶ μάγους καλῶν, τὴν ἀόρατον δύναμιν εἰς ἀστέρος ὄψιν ἐσχημάτισεν. Ὅτι γὰρ οὐκ ἀστὴρ ἦν εἷς τῶν πολλῶν ὁ ἀστὴρ ἐκεῖνος, ἀπὸ τοῦ δρόμου μάνθανε. Οὐ γὰρ ἀπὸ ἀνατολῆς εἰς δύσιν ἔτρεχεν, ἀλλ' ἀπὸ ἄρκτου εἰς νότον· οὕτω γὰρ ἡ Παλαιστίνη πρὸς τὴν Περσίδα κεῖται· καὶ φαίνεται οὐκ ἐν νυκτὶ, ἀλλ' ἐν ἡμέρᾳ, ὅπερ οὐκ ἔστιν ἀστέρος· διὰ τοῦτο καὶ φαίνεται  καὶ κρύπτεται, ὅπερ οὐδὲ αὐτὸ ἀστέρος· καὶ κρύπτεται, ὅτε ἐπέβησαν Ἱεροσολύμων, καὶ φαίνεται ὅτε ἀπηλλάγησαν τοῦ βασιλέως. Ὅθεν δῆλον ὅτι λογική τις ἦν δύναμις πρὸς τὸ ἐπιταχθὲν πάντα οἰκονομοῦσα. Οὐκ ἐντεῦθεν δὲ μόνον τοῦτο δῆλον, ἀλλ' ὅτι καὶ χειραγωγήσας πρὸς τὴν φάτνην, οὐκ ἄνωθεν αὐτοῖς δείκνυται, ἀλλὰ  κάτω  κατελθὼν  ἔστη, οὗ ἦν  τὸ παιδίον,  ἐπάνω  ὑπὲρ αὐτῆς ὡς εἰπεῖν  τῆς κεφαλῆς· εἰ γὰρ ἀστὴρ ἦν, οὐκ ἂν τοιοῦτον ἔδειξε τόπον, στενὸν καὶ περιωρισμένον. Ἴστε γὰρ δήπου  σαφῶς, ὅτι  διὰ  τὴν  ὑπερβολὴν  τοῦ  ὕψους  οὐδὲ πόλεως  τόπον χαρακτηρίσαι δύναιτ' ἂν ἀστὴρ, οὐδὲ εὔσημός ἐστιν αὐτοῦ ἡ εὐθεῖα ἡ κατὰ κάθετον ἀφιεμένη  διὰ τὴν ὑπερβολὴν τῶν  ὑψωμάτων.  Ἐκεῖνος δὲ καὶ μικρὸν χωρίον  καὶ φάτνην  ἐδείκνυ, πλησίον τῆς κεφαλῆς  γενόμενος, καὶ δείξας εὐθέως ἀπεπήδησεν· ὅπερ οὐκ ἦν ἀστέρος.


ζʹ. Εἰ δὲ οἱ μάγοι λέγουσι, Εἴδομεν αὐτοῦ τὸν ἀστέρα, ἀπὸ τῆς οἰκείας τέχνης τέως φθεγγόμενοι, ὕστερον μέντοι χειραγωγηθέντες  ἀπηλλάγησαν. Ὅτι γὰρ ὁμοῦ τε εἶδον τὸν ἀστέρα καὶ τῆς πλάνης ἀπηλλάγησαν, ἀφ' οὗ προσκυνοῦσι δῆλον· εἰ γὰρ ἕνα τῶν πολλῶν ἐνόμιζον, οὐκ ἂν προσεκύνησαν. Τί γὰρ προσεδόκων παρὰ παιδίου καὶ ξένοι καὶ ἐπήλυδες καὶ βάρβαροι; πόθεν δὲ ᾔδεσαν ὅτι βιώσει καὶ ἀποδώσει τὰς ἀμοιβὰς αὐτοῖς ἐκ τοσούτου διαστήματος οὖσι; πῶς δὲ τὸν παρόντα κίνδυνον  οὐ προείλοντο [προείδοντο?]; πῶς δὲ οὐκ ἐνενόησαν ὅτι καὶ προεξαρπασθῆναι εἰκὸς τῆς παρούσης ζωῆς, τοῦ τότε βασιλεύοντος  αὐτοὺς ἀναιροῦντος;  τί δὲ καὶ βασιλείας σύμβολον εἶδον; ποῖα προπύλαια;  ποίους  δορυφόρους; ποίους  ὑπασπιστάς; ποίαν θεραπείαν; ποίας ἀσπίδας χρυσᾶς; ποῖα ὀχήματα; ποῖον ὄροφον; ποίας αὐλάς; ποίων εὐνούχων ἀγέλην; Οὐδὲν τούτων, ἀλλὰ τἀναντία ἅπαντα, φάτνην καὶ καλύβην καὶ κατάλυμα καὶ μητέρα πτωχὴν  καὶ πενίαν  ἐπιτεταμένην  καὶ σπάργανα. Τίνι τοίνυν προσέφερον τὸν χρυσὸν καὶ τὸν λίβανον καὶ τὴν σμύρναν; οὐκ εὔδηλον ὅτι τῇ πίστε. ἤδη  ἦσαν  ἐπτερωμένοι;  Καὶ πολλὴ  ἡ  διαφορὰ  τῶν  δώρων,  [καὶ]  κηρύγματος ἐπέχουσα τάξιν. Οὐ γὰρ ἀπόβλητος ὁ λόγος, εἰ καὶ παρὰ πολλῶν εἴρηται, ὅτι δὴ καὶ Θεὸν ὡμολόγουν διὰ τοῦ λιβάνου, καὶ βασιλέα διὰ τοῦ χρυσοῦ, καὶ τὸν πάσχοντα διὰ τῆς  σμύρνης τὸν  τάφον  ἐνδεικνύμενοι·  οὕτω  γοῦν  καὶ ἐτάφη·  καὶ ταῦτα  δι' ὧν ἐποίουν οὗτοι προανεφώνουν.  Οὐ τοίνυν ἀστρονομίας ἰσχὺς ἦν τὸ γινόμενον, ἀλλ' οἰκονομίας  Θεοῦ· οὐ  γὰρ  ὁ   ἀρετὴν  ἐλθὼν  διδάξαι  ἐποίει  ἀστρονομίαν ἐπεισάγεσθαι, ἀλλὰ  καὶ σφόδρα αὐτὴν  καταλύει  ἐν τῷ  θέλειν  καὶ τῷ  μὴ θέλειν πάντα  ὁριζόμενος  εἶναι  καὶ  τὰ  καλὰ  καὶ  τὰ  μὴ  καλά.  ∆ιὰ  τοῦτο  καὶ  γέενναν ἠπείλησε,  καὶ  βασιλείαν  ἡτοίμασε·  οὐκ  ἂν  δὲ  τοῖς  ἀνάγκῃ   δεδεμένοις   οὔτε στεφάνους ηὐτρέπισεν, οὔτε κόλασιν ἠπείλησε· τῶν  γὰρ ἐν τῇ γνώμῃ  γινομένων ταῦτα  ἑκάτερα· οὐκ  ἂν  νόμους  ἔθηκεν,  οὐκ  ἂν  παραινέσεις  παρῄνεσεν,  οὐκ  ἂν τοσαῦτα εἰργάσατο, εἰ ἀνάγκῃ τὸ τῶν ἀνθρώπων  γένος δεδεμένον ἦν· ἀλλ' ἐπειδὴ ἐλεύθεροι καὶ προαιρέσεώς ἐσμεν κύριοι, ἀπὸ ῥᾳθυμίας γινόμενοι  φαῦλοι, ἀπὸ τῆς σπουδῆς χρηστοὶ καὶ ἐπιεικεῖς, τὰ σωτήρια φάρμακα καὶ πρὸς τοῦτο ἄγοντα ἦλθε κατασκευάζων, τῷ φόβῳ τῆς γεέννης καὶ τῇ τῆς βασιλείας ἐπαγγελίᾳ τοὺς πολλοὺς διορθούμενος, καὶ διὰ τῶν νόμων φιλοσοφεῖν παιδεύων.Ὅτι γὰρ οὔτε γένεσίς ἐστιν, οὔτε δρόμος ἀστέρων τὰ ἀνθρώπινα διοικῶν, καὶ τῶν  Γραφῶν  χωρὶς  ἀπ'  αὐτῶν  τῶν  πραγμάτων  δῆλον.  Εἰ γὰρ  ὑπὸ  γένεσιν  τὰ ἀνθρώπινα,   τίνος   ἕνεκεν   μαστιγοῖς   τὸν   οἰκέτην   κεκλοφότα;   τίνος   ἕνεκεν μοιχευθεῖσαν τὴν γυναῖκα εἰς δικαστήρια ἕλκεις; τίνος ἕνεκεν αἰσχύνῃ τὰ πονηρὰ πράττων; εἰ γὰρ ἀνάγκης  ἐστὶ τὸ ἁμάρτημα, τίνος  ἕνεκεν  οὐδὲ τὰ ῥήματα φέρεις ὀνειδιζόμενος,  ἀλλ' ἄν τίς σε καλέσῃ μοιχὸν, ἢ πόρνον, ἢ ἀνδροφόνον,  ὕβριν τὸ πρᾶγμα  καλεῖς;  Εἰ γὰρ  μὴ  τῆς  σῆς  γνώμης  τὰ  ἁμαρτήματα,  οὐδὲ  ἔγκλημα  τὸ γιγνόμενον, οὐδὲ ὕβρις τὸ λεγόμενον. Νῦν δὲ καὶ δι' ὧν ἑτέροις δικάζεις, καὶ δι' ὧν τοῖς  ἁμαρτάνουσιν  οὐ  συγγινώσκεις,  καὶ  δι'  ὧν  αὐτὸς  αἰσχύνῃ  πράττων   καὶ λανθάνειν  σπουδάζεις, καὶ τοὺς ταῦτά σοι προφέροντας ὑβριστὰς νομίζεις, [καὶ] διὰ πάντων  ὁμολογεῖς, ὅτι οὐκ ἀνάγκῃ δέδεται τὰ ἡμέτερα, ἀλλὰ ἐλευθερίᾳ τετίμηται· τοῖς  γοῦν  ἀνάγκῃ  κατεχομένοις   καὶ  συγγινώσκειν   ἐπιστάμεθα.  Ἂν  γοῦν  ὑπὸ δαίμονός τις κατεχόμενος ἡμᾶς πλήξῃ, καὶ τὸν χιτῶνα διαῤῥήξῃ, ἢ πληγὰς προστρίψηται, οὐ μόνον αὐτὸν οὐ κολάζομεν, οὐδὲ εἰς δικαστήρια ἕλκομεν, ἀλλὰ καὶ ἐλεοῦμεν καὶ συγγινώσκομεν. Τί δήποτε; Ὅτι οὐχ ἡ τῆς προαιρέσεως ἐλευθερία, ἀλλ' ἡ τοῦ δαίμονος ἀνάγκη ταῦτα εἰργάσατο. Ὥστε εἰ καὶ τὰ ἄλλα ἁμαρτήματα ἀπὸ τῆς ἀνάγκης τῆς κατὰ τὴν πεπρωμένην ἦν, συνέγνωμεν ἄν· ἐπειδὴ δὲ ἴσμεν, ὅτι οὐκ ἐσμὲν ἀνάγκης, διὰ τοῦτο οὐ συγγινώσκομεν, οὔτε δεσπόται οἰκέταις, οὔτε ἄνδρες γυναιξὶν,  οὔτε γυναῖκες ἀνδράσιν, οὔτε πατέρες παισὶν, οὔτε διδάσκαλοι μαθηταῖς, οὔτε ἄρχοντες ἀρχομένοις, οὔτε νομοθέται νομοθετουμένοις, ἀλλὰ πικροὶ τῶν τετολμημένων  ἐξετασταὶ καὶ τιμωροὶ  γινόμεθα, καὶ δικαστήρια καταλαμβάνομεν, καὶ πληγὰς ἐπάγομεν, καὶ ἐπιτιμήσεσι χρώμεθα, καὶ πάντα πράττομεν ὅπως καὶ τὸν οἰκέτην  ἀπαλλάξωμεν   κακίας  καὶ  τὸν  υἱὸν   πονηρίας.  Ὅθεν  αὐτοῖς  καὶ παιδαγωγοὺς  καθιστῶμεν, καὶ εἰς διδασκάλους πέμποντες ἀπειλοῦμεν, καὶ πληγὰς ἐντείνομεν. Τίνος ἕνεκεν, εἰπέ μοι, καὶ διὰ τί; εἰ γὰρ εἵμαρτο αὐτῷ γενέσθαι φαῦλον, τίς χρεία τῶν  βοηθημάτων; Οὐκοῦν εὔδηλον ὅτι οὐκ ἀνάγκῃ δέδεται, ἀλλ' ἐν τῇ προαιρέσει τὸ πᾶν κεῖται. ∆ιὸ καὶ βοηθήματα προσάγομεν, καὶ τῆς ῥᾳθυμίας ἀπάγομεν, καὶ πρὸς ἀρετὴν χειραγωγοῦμεν. Τίνος δὲ ἕνεκεν τὴν θάλατταν πλέομεν, τὴν γῆν γεωργοῦμεν, καὶ πόλεις οἰκοδομοῦμεν, πολλήν τε σπουδὴν ποιοῦμεν νοσοῦντες, καὶ χρήματα δαπανῶμεν, καὶ ἰατροὺς καλοῦμεν, καὶ φάρμακα κατασκευάζομεν, καὶ γαστρὸς κατέχομεν, καὶ ἐπιθυμίαν  κολάζομεν; Εἰ γὰρ, ὡς σὺ φῂς, εἵμαρται ζῆσαι καὶ ἀποθανεῖν, περιττὰ τῶν χρημάτων τὰ ἀναλώματα, περιτταὶ τῶν ἰατρῶν αἱ εἴσοδοι, περιττὴ τῆς τῶν νοσούντων φιλοσοφίας ἡ ἀκρίβεια. Νῦν δὲ
ἐξ ὧν ἅπαντες ποιοῦσι, δηλοῦσιν ὅτι οὐδὲν τούτων περιττόν· ἀλλ' οἴχεται μὲν τὰ τῆς εἱμαρμένης,   καὶ   οὐδεμιᾷ   ἀνάγκῃ   τὰ   ἡμέτερα   ἄγεται,   πάντα   δὲ   ἐλευθερίᾳ προαιρέσεως τετίμηται. Τίς δὲ χρεία πόνων  καὶ ἱδρώτων  τῶν ὑπὲρ ἀρετῆς; εἰ γὰρ εἵμαρται γενέσθαι καλὸν, καὶ καθεύδων ὁ τοιοῦτος καὶ ῥέγχων ἔσται καλός· μᾶλλον δὲ οὐδὲ καλὸν τὸν τοιοῦτον ἔστι καλεῖν, τὸν ὑπ' ἀνάγκης τοῦτο γινόμενον. Τίς χρεία πόνων καὶ ἱδρώτων τοσούτων; εἰ γὰρ εἵμαρτο γενέσθαι κακὸν, κἂν μυρία τις ταλαιπωρηθῇ, ἔσται κακός· μᾶλλον δὲ οὐδὲ τὸν τοιοῦτον ἔσται κακὸν καλεῖν, τὸν ὑπὸ ἀνάγκης ὠθούμενον. Ὥσπερ γὰρ ὁ δαιμονῶν, κἂν λοιδορήσηται (πάλιν γὰρ τῷ αὐτῷ κέχρημαι παραδείγματι), οὐ προσεροῦμεν αὐτὸν ὑβριστὴν, οὐδὲ λογιζόμεθα ὕβριν τὴν λοιδορίαν, ἀλλὰ τῆς ἀνάγκης εἶναι τοῦ δαίμονος· οὕτω καὶ τὸν κακὸν, εἰ ὑπὸ εἱμαρμένης καὶ ἀνάγκης ὠθεῖται, μὴ καλῶμεν  αὐτὸν κακὸν, ὥσπερ οὐδὲ τὸν καλὸν, καλόν. Ἂν γὰρ τοῦτο ποιῶμεν, πάντα ἔσται σύγχυσις καὶ ταραχὴ καὶ πραγμάτων διαστροφὴ, καὶ οὔτε ἀρετὴ ἔσται τι, οὔτε κακία· οὐ τέχναι, οὐ νόμοι, οὐκ ἄλλο τι τῶν τοιούτων  οὐδέν. Ὁρᾷς ποῦ τείνει τοῦ διαβόλου τὸ δέλεαρ, καὶ τί τὴν οἰκουμένην ἐργάσασθαι ἐβουλήθη, καὶ πρὸς ποῖον ἀπαντᾷ τέλος; Ταῦτ'  οὖν  εἰδότες  ἅπαντα  καὶ τὰ τούτων  πλείονα  (ἐνῆν  γὰρ καὶ τούτων πλείονα  εἰπεῖν,  ἀλλὰ  τοῖς  συνετωτέροις  καὶ  ταῦτα  ἀρκεῖ),  φεύγωμεν   κακίαν,
ἑλώμεθα ἀρετὴν, ἵνα προηγουμένως μὲν καὶ τὸν Θεὸν ἵλεων ἔχωμεν, ἔπειτα δὲ καὶ γεέννης ἀπαλλαγῶμεν, καὶ τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν· ὧν γένοιτο πάνταςἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |