ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.

Τρίτη 4 Οκτωβρίου 2016

Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.




Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

ΕΙΣ ΤΟΝ ΡΙΕʹ ΨΑΛΜΟΝ.Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.

αʹ. Ταύτης  μνησθεὶς  τῆς  ῥήσεως  καὶ    μακάριος  Παῦλος, οὕτω  πώς  φησιν· Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ  ἡμεῖς  πιστεύομεν,  διὸ  καὶ  λαλοῦμεν.  Ἀναγκαῖον  τοίνυν  πρῶτον  εἰπεῖν  πῶς  ὁ Ἀπόστολος αὐτῇ ἐχρήσατο, καὶ περὶ τίνος ὁ λόγος ἦν αὐτῷ. Οὕτω γὰρ ἀπὸ τούτου καὶ τὸ προφητικὸν   ἔσται  δῆλον   ἡμῖν.  Ἄλλως   δὲ  καὶ  διδασκαλία   αὕτη  ἀρίστη,  μὴ  τὴν συνάφειαν περικόπτειν τοῦ λόγου, μηδὲ μέρος λαβόν .320 τας προσκαθῆσθαι ἐκείνῳ, ἀλλ' ἄνωθεν  τοῦ διηγήματος  ποιεῖσθαι τὴν ἀρχήν. Περὶ τίνος  τοίνυν  διαλεγόμενος  ὁ Παῦλος  ταύτης   ἐμνήσθη  τῆς  προφητικῆς   φωνῆς;   Περὶ  ἀναστάσεως  καὶ  τῆς  τῶν μελλόντων ἀγαθῶν ἀπολαύσεως, ἃ καὶ λόγον ὑπερβαίνει πάντα, καὶ νοῦν καὶ διάνοιαν. Ἐπεὶ οὖν λόγον ὑπερέβαινε πάντα, καὶ ἑρμηνευθῆναι  ταῦτα οὐχ οἷόν τε ἦν, πίστεως δὲ πρὸς τὸ παραδέχεσθαι χρεία, ἵνα μὴ ταράττηται ὁ Ἰουδαῖος, μηδὲ ἀπατᾶσθαι νομίζῃ, ὡς ψυχραῖς φυσώμενος ἐλπίσι, προφητικῇ ῥήσει τὴν ἀγνωμοσύνην  αὐτοῦ διορθοῦται μονονουχὶ  λέγων, ὅτι Οὐ καινόν τι πρᾶγμα ἐπιζητῶ, πίστιν, ἀλλὰ παλαιὸν ἀγαθόν. Καὶ γὰρ ὁ Παῦλος οὕτως· ὁ δὲ προφήτης  μέλλων  καὶ  αὐτὸς  περί  τινων  ἀγαθῶν  ἐν  τῷ παρόντι προφητεύειν  τοῖς Ἰουδαίοις συμβησομένων, καὶ τὴν ἀνθρωπίνην ἀκολουθίαν ὑπερβαινόντων,   ἵνα   μηδεὶς   ἀπιστεῖν   ἔχῃ,  οὕτως   ἀπήρξατο   τοῦ  ψαλμοῦ   λέγων· Ἐπίστευσα, διὸ ἐλάλησα. 



Ἐπειδὴ γὰρ ἀπολώλει  τὰ Ἱεροσόλυμα, καὶ ἐρείπιον  ὁ ναὸς ἐγεγόνει, καὶ πάντες αἰχμάλωτοι  γενόμενοι καὶ δεθέντες εἰς τὴν ἀλλοτρίαν ἀπήχθησαν, βάρβαροι  δὲ  τὴν   ἐκείνων   γῆν   ἀντ'  ἐκείνων   κατέσχον,   ἐκελεύσθησαν   ἀμπέλους φυτεῦσαι, καὶ οἰκίας  οἰκοδομῆσαι, καὶ γάμους ἐπιτελέσαι,  ταῦτα εἰς ἀπόγνωσιν  τοὺς Ἰουδαίους ἐνέβαλε, καὶ λοιπὸν ἐλογίζοντο πρὸς ἑαυτοὺς, ὅτι Εἰ πόλιν ἔχοντες, καὶ ὅπλα, καὶ πύργους, καὶ χρημάτων  περιουσίαν τοσαύτην καὶ ναὸν, καὶ βωμὸν, καὶ ἁγιστείαν, καὶ λατρείαν, καὶ τὴν ἄλλην  ἅπασαν πολιτείαν,  παρεδόθημεν, ἐγενόμεθα αἰχμάλωτοι, εἰς δουλείαν ἀπαγόμεθα· νῦν ἐν ἀλλοτρίᾳ ὄντες καὶ πάντων ἠρημωμένοι, γυμνοί τε καὶ δοῦλοι γενόμενοι, πῶς δυνησόμεθα τὴν οἰκείαν ἀπολαβεῖν; Ἐπεὶ οὖν πολλοὶ τῶν ἀσθενεστέρων   ταῦτα   ἀναλογιζόμενοι    ἐθορυβοῦντο,   καὶ   ἐταράττοντο,    καὶ   τοῖς προφήταις  οὐ προσεῖχον τὴν ἐπάνοδον  λέγουσι· διὰ τοῦτο οὕτως εἶπε, δεικνὺς  πᾶσιν ἐντεῦθεν, ὅτι πίστεως χρεία εἰς τὰ παρὰ τοῦ Θεοῦ λεγόμενα. ∆ιαλέγονται μὲν οὖν αὐτοῖς καὶ ἑτέρως ἕτεροι, οἷον ὁ Ἡσαΐας οὕτω λέγων· Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἐξ ἧς ἐλατομήθητε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ἐξ οὗ ὠρύχθητε. Καὶ πάλιν· Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν  πατέρα ὑμῶν,  καὶ εἰς  Σάῤῥαν τὴν  ὠδίνουσαν  ὑμᾶς, ὅτι  εἷς  ἦν,  καὶ ἐκάλεσα αὐτὸν,  καὶ ἡγίασα, καὶ ἐπλήθυνα  αὐτόν.  Ὃ δὲ λέγει,  τοιοῦτόν  ἐστιν· Οὐχὶ βάρβαρος ἦν ὁ Ἀβραάμ; οὐχὶ ἄγονος, καὶ τῇ ἡλικίᾳ προβεβηκώς; οὐχὶ γυναῖκα εἶχε καὶ διὰ  τὴν  ἡλικίαν   καὶ  διὰ  τὴν  φύσιν  πρὸς  παιδογονίαν   ἄχρηστον;  οὐ  πανταχόθεν ἀπέγνωστο   τὰ  κατ'  αὐτόν;  Τί  οὖν;  οὐχὶ  ἀπ'  ἐκείνου  τοῦ  ἑνὸς,  τοῦ  ἀγόνου,  τοῦ γεγηρακότος  τὴν  οἰκουμένην  ἐπλήρωσα πᾶσαν; Τί τοίνυν  θορυβεῖσθε; Εἰ γὰρ ἐκ τοῦ  ἑνὸς δυνατὸς ἐγενόμην τὴν οἰκουμένην πληρῶσαι, πολλῷ μᾶλλον ἐξ ὑμῶν τῶν ὀλίγων τὰ Ἱεροσόλυμα πληρώσω. ∆ιὰ τοῦτό φησιν· Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἐξ ἧς ἐλατομήθητε· τὸν Ἀβραὰμ οὕτω καλῶν· καὶ τὸν βόθυνον τοῦ λάκκου, ἐξ οὗ ὠρύχθητε· τὴν Σάῤῥαν οὕτως ὀνομάζων. Καθάπερ γὰρ ὁ λάκκος οἴκοθεν οὐκ ἔχει βρύον ὕδωρ, ἀλλ' ἐκ  τῶν   ἄνωθεν   ὑετῶν   δέχεται·   οὕτω   καὶ  ἐκείνη   αὐτὴ  ἔρημος  οὖσα  δυνάμεως γεννητικῆς,  ἄνωθεν τὴν ἐπιτηδειότητα ταύτην ἔλαβε· καὶ ὥσπερ ἡ πέτρα καρπὸν οὐκ ἤνεγκέ ποτε, οὕτως οὔτε ὁ Ἀβραὰμ οἷός τε ἦν· ἀλλ' ἐγὼ ὑμᾶς ἐκεῖθεν ἐξεκόλαψα, καὶ ἀπὸ τοῦ ἑνὸς τοσαύτας ἐνέπλησα χώρας. ∆ιὰ τοῦτο καὶ τὸν Ἰεζεκιὴλ εἰς τὸ πεδίον ἐξάγει, καὶ δείκνυσιν  αὐτῷ σωρὸν ὀστῶν, καὶ προφητεύων  ἀνίστησι, τὰ ὀστᾶ δεικνὺς αὐτοῖς,  καὶ  λέγων,  ὅτι  Εἰ τοὺς  νεκροὺς  ἐγεῖραι  δύναμαι,  πολλῷ  μᾶλλον  ὑμᾶς  τοὺς ζῶντας  ἀναγαγεῖν.  Ἐκεῖνοι  μὲν  οὕτως·    δὲ  προφήτης  οὗτος  πῶς;  Ἐπίστευσα, διὸ ἐλάλησα. Τουτέστι· Πίστεως χρεία πρὸς τὰ ἐπαγγελλόμενα·  καὶ γὰρ ἐγὼ ταῦτα ἐννοῶν, καὶ ἀναλογιζόμενος,  καὶ τὴν  πίστιν  εἰσαγαγὼν,  πάντα  θόρυβον  ἐξήγαγον.  Ὁ τοίνυν Παῦλος τοῦτό φησιν, ὅτι καὶ ἐν τοῖς ἡμετέροις τοῖς αἰσθητοῖς καὶ ὁρωμένοις  ἀγαθοῖς πίστεως  χρεία.  Εἰ δὲ ἐν  τοῖς  αἰσθητοῖς,  πολλῷ  μᾶλλον  ἐν  τοῖς  νοεροῖς.  Εἰ γὰρ ἵνα καταδέξωνται,  ὅτι τὴν πόλιν  ἀπολήψονται  τὴν αὑτῶν, πίστεως αὐτοῖς ἐδέησε· πολλῷ μᾶλλον  ἡμῖν  τοῖς τὸν οὐρανὸν  ἀναμένουσιν.  Ὅταν γὰρ μέγα τι ᾖ, καὶ τὴν  διάνοιαν ὑπερβαῖνον,   καὶ   λογισμῶν   ἀνώτερον,   ταύτην   δεῖ   παραλαμβάνειν,   ἀλλὰ   μὴ  τῇ ἀνθρωπίνῃ  ἀκολουθίᾳ τὰ πράγματα ἐξετάζειν. Ἡ γὰρ τοῦ Θεοῦ θαυματουργία πάντων τούτων  ἀνωτέρα. Ὥστε καὶ διὰ τοῦτο ἐπιστομίζοντας  τοὺς λογισμοὺς πρὸς τὴν πίστιν ἀνατρέχειν   δεῖ,  καὶ  δοξάζειν  τὸν  Θεόν.    γὰρ  λογισμοῖς  φιλονεικῶν  τὰ  ἐκείνου εὑρίσκειν,  οὐ  δοξάζει  αὐτὸν,  τῇ  τῶν  οἰκείων  λογισμῶν   ταπεινότητι   τὰς  ἀφάτους οἰκονομίας αὐτοῦ ὑποβαλεῖν βουλόμενος.

βʹ. ∆ιὸ περὶ τοῦ Ἀβραὰμ διαλεγόμενος  ὁ Παῦλος, ἐπειδὴ μὴ τοῦτο ἐποίησεν, ἀλλ' ἐπιτιμήσας  τοῖς  λογισμοῖς,  πρὸς  τὴν  δύναμιν  εἶδε  τοῦ  ἐπαγγειλαμένου,   ὅτι  τοῦτο μάλιστα  ἐδόξασε τὸν  Θεὸν, λέγει·  Εἰς γὰρ τὴν  ἐπαγγελίαν  τοῦ Θεοῦ οὐ διεκρίθη  τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη  τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς,  ὅτι ὃ ἐπηγγείλατο,  δυνατός  ἐστι καὶ ποιῆσαι. Τί δέ ἐστιν, Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον·  Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν; Μέγα τι μυστήριον  ἡμῖν  ἐνταῦθα  ἀποκαλύπτει.  Ποῖον δὴ τοῦτο; Ὅτι τοῦ αὐτοῦ Πνεύματος ἡ Καινὴ καὶ ἡ Παλαιὰ, καὶ τὸ αὐτὸ Πνεῦμα, τὸ ἐν ἐκείνῃ φθεγξάμενον, καὶ ἐνταῦθα ἐλάλησε, καὶ ὅτι ἡ πίστις πάντων  ἐστὶ διδάσκαλος, καὶ ταύτης ἄνευ οὐδὲ λαλῆσαί  τι  δυνάμεθα.  Καὶ ἡμεῖς  γὰρ, φησὶ,  πιστεύομεν,  διὸ  καὶ  λαλοῦμεν.  Ἂν  γὰρ ταύτην ἀνέλῃς, οὐδὲ διανοῖξαι τὸ στόμα δυνατόν. Καὶ διὰ τί μὴ εἶπεν, Ἔχοντες δὲ τὴν αὐτὴν  πίστιν,  ἀλλ',  Ἔχοντες  δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως; Ταῦτά τε τὰ εἰρημένα δηλῶν,  καὶ δεικνὺς,  ὅτι τῆς τοῦ Πνεύματος χρεία χορηγίας  εἰς τὸ ἀναβῆναι  πρὸς τὸ ὕψος τῆς πίστεως, καὶ τῶν λογισμῶν τὴν ἀσθένειαν ἀτιμάσαι. ∆ιὸ καὶ ἀλλαχοῦ ὁ αὐτός φησιν· Ἑκάστῳ δὲ ἡ φανέρωσις δίδοται τοῦ  Πνεύματος πρὸς τὸ συμφέρον. Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως, ἄλλῳ δὲ πίστις, ἄλλῳ χαρίσματα ἰαμάτων. Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅπερ οὖν καὶ ἀληθές ἐστιν, ὅτι ἑτέραν πίστιν  φησὶ, δι' ἧς θαύματα  ἐγίνετο.  Οἶδα καὶ ἐγὼ, ὅτι ἑτέρα ἐκείνη,  περὶ ἧς καὶ οἱ ἀπόστολοι ἔλεγον· Πρόσθες ἡμῖν πίστιν· ἑτέρα δὲ αὕτης καθ' ἣν πάντες  ἐσμὲν πιστοὶ, σημεῖα μὲν οὐ ποιοῦντες, τὴν δὲ γνῶσιν ἔχοντες τῆς εὐσεβείας· ἀλλὰ καὶ ἐνταῦθα τῆς τοῦ Πνεύματος χρεία βοηθείας. Καὶ γὰρ περί τινος ὁ Λουκᾶς γράφει, ὅτι ∆ιήνοιξε τὴν καρδίαν αὑτῆς, τοῦ προσέχειν τοῖς λεγομένοις  ὑπὸ τοῦ Παύλου. Καὶ ὁ Χριστός· Οὐδεὶς ἔρχεται  πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν.  Οὐκοῦν εἰ τοῦ Θεοῦ ἐστι τοῦτο,  τί ἁμαρτάνουσιν οἱ ἀπιστοῦντες, μήτε τοῦ Πνεύματος βοηθοῦντος, μήτε τοῦ Πατρὸς ἕλκοντος,  μήτε τοῦ Υἱοῦ ὁδηγοῦντος;  Καὶ γὰρ περὶ ἑαυτοῦ  φησιν· Ἐγώ εἰμι  ἡ ὁδός. Τοῦτο δὲ λέγει δεικνὺς, ὅτι αὐτοῦ χρεία εἰς τὸ προσαχθῆναι τῷ Πατρί. Εἰ τοίνυν ὁ Πατὴρ ἕλκει, ὁ Υἱὸς χειραγωγεῖ,  τὸ Πνεῦμα φωτίζει,  τί ἁμαρτάνουσιν  οἱ μήτε ἑλκυσθέντες, μήτε  χειραγωγηθέντες,  μήτε  φωτισθέντες;  Ὅτι  μὴ  παρέχουσιν  ἀξίους  ἑαυτοὺς  τοῦ ταύτην  δέξασθαι τὴν  ἔλλαμψιν.  Ὅρα γοῦν  ἐπὶ τοῦ Κορνηλίου τοῦτο συμβάν· οὐ γὰρ οἴκοθεν ἐκεῖνος τοῦτο εὗρεν, ἀλλ' ὁ Θεὸς αὐτὸν ἐκάλεσεν, ἐπειδὴ προλαβὼν,  ἑαυτὸν ἄξιον παρεσκεύασε. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Παῦλος περὶ πίστεως διαλεγόμενος  ἔλεγε· Καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον. Οὐ μὲν ἔρημόν σε καταλιμπάνει  κατορθωμάτων. Εἰ γὰρ αὐτοῦ ἐστι τὸ ἑλκύσαι καὶ ἐπαγαγέσθαι· ἀλλ' ὅμως καὶ ψυχὴν εὐπειθῆ ἐπιζητεῖ, καὶ τότε  τὴν  παρ' ἑαυτοῦ  συμμαχίαν  εἰσάγει. ∆ιὸ καὶ ἀλλαχοῦ  φησι  Παῦλος· Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Οὐ γὰρ δὴ ἠναγκάσθη τὰ τῆς ἀρετῆς καὶ τῆς σωτηρίας ἡμῶν. Ἀλλ' εἰ καὶ τὸ πλέον αὐτοῦ ἐστι, σχεδὸν δὲ καὶ τὸ πᾶν, ὅμως ἀφῆκέ τι καὶ ἡμῖν μικρὸν, ὥστε καὶ εὐπρόσωπον  γενέσθαι  τῶν  στεφάνων  τὴν  πρόφασιν.  ∆ιὰ δὴ τοῦτο  Παῦλος εἰπών· Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, τουτέστι, τὸ καὶ ἐν τῇ Παλαιᾷ λαλῆσαν, ἐπήγαγε· Καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Πολλῷ γὰρ μᾶλλον ἐνταῦθα πίστεως χρεία, ἢ ἐκεῖ, διά τε τὴν φύσιν τῶν ἐπαγγελιῶν  ἀόρατόν τε οὖσαν καὶ νοερὰν, διά τε τὴν τάξιν  τῶν  καιρῶν.  Οὐ γὰρ ἐν  τῷ  παρόντι  βίῳ, ἀλλ' ἐν  τῷ  μέλλοντι  ἦν  τὰ ἔπαθλα. Μᾶλλον δὲ καὶ ὑπὲρ τῶν παρόντων  πίστεως χρεία· καὶ γὰρ αὐτὰ τὰ διδόμενα πίστεως ἐδεῖτο καὶ ἐν τῷ δίδοσθαι, ἥ τε τῶν μυστηρίων κοινωνία,  τοῦ τε βαπτίσματος ἡ δωρεά. Οὕτω πάντα  λόγον  ὑπερέβαινε  τῶν  ἀγαθῶν  ἡ δύναμις.  Εἰ τοίνυν  ἐν τοῖς παχυτάτοις ἐκείνοις  καὶ αἰσθητοῖς πίστεως ἔδει, πολλῷ  μᾶλλον  ἐνταῦθα.  Ἀλλ' ἡ μὲν ἀποστολικὴ λέξις τὴν προσήκουσαν ἑρμηνείαν εἴληφεν· ὥρα λοιπὸν πάλιν καὶ ἐπὶ τὴν προφητικὴν ἐλθεῖν,  καὶ εἰπεῖν  τί φησιν  ὁ μακάριος οὗτος. Τί οὖν  φησιν; Ἐπίστευσα, διὸ ἐλάλησα. Καίτοι οὐδὲν ἐλάλησεν οὐδέπω, ἀλλὰ τὸ ἤδη λαληθὲν  λέγει  κατὰ διάνοιαν αὐτῷ. Τί ἐστι τὸ ἤδη λαληθέν; Ἐννοήσας, φησὶ, τὴν συμφορὰν, καὶ τὴν τραγῳδίαν  τὴν Ἰουδαϊκὴν, καὶ τὴν πανωλεθρίαν ἐκείνην, καὶ τὴν εἰς τέλος ἐρήμωσιν, οὐκ ἀπέγνων τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς, ἀλλὰ καὶ ἤλπισα ταύτην, καὶ ἀπήγγειλα αὐτὴν, καὶ ἐλάλησα. Καὶ γὰρ  ἐν  τοῖς  ἔμπροσθεν  ψαλμοῖς  πολλὰ  περὶ  αὐτῆς  διελέχθην·  ἐλάλησα  δὲ  καὶ ἀπήγγειλα ἀπὸ τῆς πίστεως παιδευόμενος.

γʹ. Ἕτερος γοῦν οὐ σφόδρα ταύτην  πεπαιδευμένος  ὅρα πῶς χωλεύει  καὶ θορυβεῖται.  Εἰ γὰρ ∆αυῒδ λέγει  τὸν ψαλμὸν  ἐκεῖνον,  ἀλλ' οὐκ ἐξ οἰκείου προσώπου, ἀλλὰ  τῶν  χωλευόντων τὰ  πάθη  διηγούμενος  οὕτως  ἔλεγεν·  Ὡς ἀγαθὸς  ὁ Θεὸς τῷ Ἰσραὴλ τοῖς εὐθέσι τῇ καρδίᾳ! Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου· οὐ περὶ ποδῶν λέγων καὶ διαβημάτων, ἀλλὰ περὶ λογισμῶν χωλευόντων. Καὶ τὴν αἰτίαν  ἐπάγει, λέγων·  Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, τουτέστι, τοὺς  βαρβάρους  εὐδοκιμοῦντας   ὁρῶν,  τὰ  δὲ  Ἰουδαίων  τεταπεινωμένα.  Καὶ τί  τῆς χωλείας  λέγει  τὸ  εἶδος;  Καὶ εἶπον·  Ἄρα  ματαίως  ἐδικαίωσα  τὴν  καρδίαν  μου,  καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου. Καὶ πόθεν τοιαῦτα προήχθη εἰπεῖν, λέγει· Ὅτι ἰδοὺ οὗτοι οἱ ἁμαρτωλοὶ  καὶ εὐθηνοῦντες  εἰς τὸν αἰῶνα  κατέσχον πλούτου. Εἶτα ὅρα πῶς ἑαυτὸν ἀνακτᾶται· Εἰ ἔλεγον, διηγήσομαι Οὕτω· Τοῦτο κόπος, φησὶν ἐστὶν ἐνώπιόν μου, ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν. Ὃ δὲ λέγει,  τοιοῦτόν   ἐστιν·  Ἐκοπούμην,  ἐταλαιπωρούμην   ἐν  τοῖς  λογισμοῖς.  Τοιοῦτον  γὰρ  ὁ λογισμός.  Εἶτα  ἐλογιζόμην,   ὅτι  πρᾶγμα  ἐπίπονον   ποιῶ.  Ταῦτα  ἀναζητῶν,   οὐδὲν δυνήσομαι σαφῶς εἰδέναι, ἕως ἂν ἀπολάβω πατρίδα. Ὁρᾷς ὅσον κακόν ἐστι λογισμοῖς ἐπιτρέπειν τὰ πράγματα τῆς πίστεως, καὶ μὴ τῇ πίστει; Εἰ γὰρ ἐκεῖνος ἦν πεπηγὼς ἐν τῇ πίστει,  οὐκ  ἂν  ταῦτα  ἐφθέγξατο,   οὐκ  ἂν  ἐθορυβήθη,  οὐκ  ἂν  ἐταράχθη,  οὐκ  ἂν ἐσαλεύθησαν οἱ πόδες αὐτοῦ, οὐκ ἂν παρ' ὀλίγον  ἐξεχύθη τὰ διαβήματα αὐτοῦ. Ἀλλ' οὐχ ὁ Προφήτης οὕτως, ἀλλ' ἐπὶ τῆς πέτρας ἑστηκὼς οὐκ ἐθορυβεῖτο, οὐκ ἐταράττετο, ἀλλ' ὁρῶν τὰ μὲν τῶν Ἰουδαίων  οὕτω διακείμενα, τὰ δὲ τῶν βαρβάρων ἐναντίως,  καὶ περὶ τῆς ἐπανόδου λαμπρᾷ τῇ φωνῇ  καὶ πεπληροφορημένῃ  διανοίᾳ ἐκήρυττε συνεχῶς καὶ  ἐν  πολλοῖς  τοῖς  ψαλμοῖς,  καὶ  σφόδρα ἐθάῤῥει, οὔτε  τῇ  δυνάμει  τῶν  βαρβάρων προσέχων, οὔτε τῇ εὐτελείᾳ τῇ Ἰουδαϊκῇ, ἀλλὰ τῇ δυνάμει τοῦ ταῦτα ἐπαγγειλαμένου Θεοῦ. ∆ιό φησιν· Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἕτερός φησιν, Ἐγὼ  μέντοι  ἐκακώθην   σφόδρα.  Ἐγὼ  δὲ  εἶπα  ἐν  τῇ  ἐκστάσει  μου,  Πᾶς ἄνθρωπος ψεύστης. Ἕτερος· Καὶ εἶπον ἀδημονῶν, Πᾶς ἄνθρωπος διαψεύδεται. Ἐντεῦθεν πάλιν τὰ τῆς πίστεως λαμπρὰ δείκνυται, ὅτι οὐδὲ τὸ . μέγεθος τῆς συμφορᾶς εἰς ἀπόγνωσιν αὐτὸν ἐνέβαλε. Τοιοῦτον γὰρ ἡ πίστις· ἱερά τίς ἐστιν ἄγκυρα, πάντοθεν  ἀνέχουσα τὴν ἔχουσαν αὐτὴν διάνοιαν, καὶ τότε μάλιστα διαδείκνυται, ὅταν ἐκ τῶν ἀπόρων ἀναπείθῃ τὸν ἔχοντα αὐτὴν χρηστὰς ἀναμένειν ἐλπίδας, τῶν λογισμῶν ἐκβάλλουσα τὸν θόρυβον. Ὅπερ καὶ αὐτὸς δηλῶν ἔλεγεν· Ἐγὼ δὲ ἐκακώθην σφόδρα, φησί· τουτέστιν, Ἐκακώθην, ἀλλ' οὐκ ἀπέγνων,  οὐδὲ  ἀνέπεσον.  Εἶτα δεικνὺς,  ὅτι  οὐχ  ἁπλῶς  ἐκακώθη,  καὶ  τὴν ἐπίτασιν προστίθησι λέγων· Ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου, Πᾶς ἄνθρωπος ψεύστης. Τί ἐστιν, Ἐν τῇ ἐκστάσει μου; Ἐν τῇ ὑπερβολῇ τῆς συμφορᾶς, φησὶν, ἐν τῷ μεγέθει τῶν κακῶν.  Τοσοῦτος γὰρ ἐπῆλθεν  ἡμῖν  πειρασμὸς, ὡς καὶ ἔκστασιν καὶ κάρον ἐνθεῖναι. Ἔκστασιν γὰρ ἐνταῦθα τὴν ἀναισθησίαν τὴν ἐκ τῶν κακῶν γινομένην  λέγει. Ἐπεὶ καὶ ἐπὶ τοῦ Ἀδὰμ, ὅταν λέγῃ, ὅτι ἐπέβαλεν ἐπ' αὐτὸν ἔκστασιν, ἀναισθησίαν τινὰ λέγει. Καὶ γὰρ ἔκστασις λέγεται τὸ ἔξω αὐτοῦ γενέσθαι. Ἐπεβέβλητο δὲ αὐτῷ τότε, ὥστε μὴ αἰσθάνεσθαι τῆς πλευρᾶς ἀφαιρουμένης, μηδὲ ἀλγῆσαι τῷ γενομένῳ. Οὕτω κλέπτων  ὁ Θεὸς τῆς ὀδύνης  τὴν  αἴσθησιν, ἵνα  μὴ μισήσῃ τὸ ἐξ αὐτοῦ γινόμενον,  ἅτε ἀλγήσας, ἐπέβαλεν  ἐπ' αὐτὸν ἔκστασιν. Καὶ ἀλλαχοῦ  πάλιν,  Ἔπεσεν ἐπ' αὐτοὺς ἔκστασις, φησί. Κάρον τινὰ καὶ ἐκεῖ δηλοῖ, καὶ τὸ ἔξω αἰσθήσεως γενέσθαι. Καὶ πανταχοῦ  ἡ ἔκστασις τοῦτο ἐμφαίνει. Γίνεται δὲ ἢ τοῦ Θεοῦ ἐργαζομένου, ἢ τῆς ὑπερβολῆς τῶν κακῶν κάρον ἐμποιούσης. Οἶδε γὰρ καὶ συμφορὰ ποιεῖν ἔκστασιν καὶ κάρον. Ἐνταῦθα οὖν ἔκστασιν λέγει, τὸ μέγεθος τῶν  κακῶν  τῶν  κατειληφότων. Τί δέ ἐστιν ὅ φησι, Πᾶς ἄνθρωπος ψεύστης;  Οὐδεὶς  οὖν  ἀληθής;  Πῶς  οὖν    Ἰὼβ  ἀναγέγραπται   Ἄνθρωπος  ἀληθινὸς, δίκαιος, θεοσεβής; Τί δὲ καὶ περὶ τῶν προφητῶν  ἐροῦμεν; Εἰ γὰρ καὶ ἐκεῖνοι ψεῦσται, καὶ ἐψεύσαντο ἃ εἰρήκασι, πάντα οἴχεται. Τί δὲ ὁ Ἀβραάμ; τί δὲ οἱ δίκαιοι πάντες, Ὁρᾷς ὅσον ἐστὶ κακὸν τὴν λέξιν ἁπλῶς ἐκδέχεσθαι, καὶ μὴ τὰ νοήματα περισκοπεῖν; Τί οὖν ἐστιν    φησι,  Πᾶς  ἄνθρωπος  ψεύστης;    ἀλλαχοῦ   φησιν,  Ἄνθρωπος   ματαιότητι ὡμοιώθη. Ὃ καὶ ἕτερος προφήτης εἶπε· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος  χόρτου·  τουτέστιν,  εὐτελέστατον  πρᾶγμα,  παραῤῥέον,  σκιᾷ  ἐοικὸς,  ὀνείρατι, εἰκόνι τινί.


δʹ. Καὶ ἵνα μάθῃς, ὅτι οὐχ ἁπλῶς εἰκάζων  ταῦτα λέγω, ἕτερος ἑρμηνευτὴς εἶπε, ∆ιάψευσμα, καὶ ἄλλος, ∆ιαψεύδεται, καὶ ἕτερος, Ἐκλείπει. Πολὺ δὲ τοῦτο ἐκείνου διέστηκε.  Τὸ μὲν  γὰρ  ψεύδεσθαι  κακίας  ἐστὶ τῆς  κατὰ  ψυχήν·  τὸ  δὲ ἐκλείπειν  καὶ διαῤῥεῖν, καὶ παραῤῥεῖν, καὶ ὄναρ εἶναι καὶ ἄνθος καὶ σκιὰν, τῆς κατὰ φύσιν εὐτελείας. Ταὐτὸν   γὰρ  λέγει,   ὡς   ὅταν   εἴπῃ·  Ἐγὼ  δέ  εἰμι   γῆ  καὶ  σποδός·  καὶ  πάλιν,   Τί
 ὑπερηφανεύεται  γῆ καὶ σποδός; καὶ πάλιν,  ὡς ὅταν λέγῃ οὗτος ὁ προφήτης,  Τί ἐστιν ἄνθρωπος, ὅτι ἐμνήσθης αὐτοῦ; πανταχοῦ τῆς φύσεως τὸ εὐτελὲς δηλῶν, τὸ οὐδαμινόν. Καὶ γὰρ ἐπὶ  ληΐων  λέγομεν· Τὰ λήϊα  διεψεύσατο,  τουτέστιν,  .325 οὐδὲν  ἐκόμισεν ἄξιον τῆς ἐλπίδος· καὶ, Ὁ ἐνιαυτὸς διεψεύσατο, ταὐτὸ δὴ πάλιν δηλοῦντες. Ἐπεὶ οὖν καὶ ὁ  ἄνθρωπος  πρᾶγμα  οὐδαμινὸν  καὶ  εὐτελὲς,  μάλιστα  δὲ  καὶ  ἐπὶ  τῆς  συμφορᾶς  τὰ τοιαῦτα  φιλοσοφεῖν  εἰώθαμεν,  καὶ τῆς φύσεως  τὴν  ἀσθένειαν  ἐπισκέπτεσθαι· διὰ δὴ τοῦτο  καὶ  οὗτος  ἐν  ἀθυμίᾳ  γενόμενος,  καὶ  τὴν  φύσιν  ὁρῶν  ἐλεγχομένην,   καὶ  τὴν εὐτέλειαν  καὶ οὐδένειαν  αὐτῆς πανταχόθεν  διαδεικνυμένην, Πᾶς ἄνθρωπος  ψεύστης, φησί· τουτέστιν, οὐδὲν ἄνθρωπος. ∆ιὸ καὶ ἀλλαχοῦ ἔλεγε· Μέντοι γε ἐν εἰκόνι διαπορεύεται  ἄνθρωπος.  Τί ἀνταποδώσω  τῷ Κυρίῳ περὶ πάντων  ὧν ἀνταπέδωκέ  μοι; Ὅρα πῶς δείκνυσι τὴν εὐεργεσίαν μεγάλην  οὐκ ἀπὸ τῶν γεγενημένων, ἀλλὰ καὶ ἀπὸ τοῦ  εἰς  τοιοῦτον  γεγενῆσθαι,  ἑτέροις  μὲν  ῥήμασι, τοῖς  δὲ αὐτοῖς  νοήμασι  τὰ ἐν  τῷ ψαλμῷ  διηγούμενος.  Καθάπερ γὰρ καὶ ἐκεῖ ἔλεγε· Τί ἐστιν ἄνθρωπος,  ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου,  ὅτι ἐπισκέπτῃ αὐτόν; οὕτω καὶ ἐνταῦθα.  Τότε διπλᾶ  τὰ τῆς εὐεργεσίας δείκνυται,  ὅταν καὶ φύσει μεγάλα ᾖ, καὶ εἰς οὐδαμινόν  τινα γίνηται·  ὅπερ εὐεργεσίας  καὶ  χάριτος  ἐπίτασις.  Τοῦτο οὖν  αὐτὸ  βουλόμενος  παραστῆσαι, φησί· Τί ἀνταποδώσω τῷ Κυρίῳ· δηλῶν ὅτι τὸν ἄνθρωπον, τὸν ὄντα διάψευσμα, τὸν οὐδαμινὸν, τὸν  εὐτελῆ   τοσαύτης  ἠξίωσε  δωρεᾶς.  Περὶ  πάντων   ὧν   ἀνταπέδωκέ   μοι.  Τοῦτο εὐχαρίστου γνώμης,  τὸ περιέρχεσθαι καὶ ζητεῖν, ἀνθ' ὧν εὖ ἔπαθεν  ἀποδοῦναί  τι τῷ εὐεργέτῃ, καὶ τὸ πάντα καταβαλόντα μηδὲν ἄξιον νομίζειν διδόναι. Ὅπερ ἐκ προοιμίων τῆς  ἀντιδόσεως   αἰνιξάμενος,   καταθήσειν   προϊὼν   ἐπαγγέλλεται.   ∆ιπλῆν   γὰρ  τὴν εὐχαριστίαν  ἐνδείκνυται,  τῷ  τε δοῦναι  ἅπερ οἷός τε ἦν, καὶ τῷ  ταῦτα  διδοὺς  μηδὲν ἄξιον  νομίζειν  διδόναι.  Τί οὖν  ἐστιν,  ὅπερ μέλλει  διδόναι; Ἄκουε  αὐτοῦ  λέγοντος· ἐπάγει γάρ· Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Οἱ μὲν οὖν κατὰ ἀναγωγὴν  τὸ εἰρημένον  ἐκλαμβάνοντες,  τῶν  μυστηρίων  τὴν  κοινωνίαν φασίν. Ἡμεῖς δὲ τῆς ἱστορίας τέως ἐχόμενοι, σπονδὰς αὐτὸν λέγειν  ἐνταῦθα, καὶ θυσίας, καὶ εὐχαριστηρίους ὕμνους λέγομεν. Καὶ γὰρ διάφοροι τὸ παλαιὸν ἦσαν θυσίαι· θυσία γὰρ αἰνέσεως ἦν, ὑπὲρ ἁμαρτημάτων, καὶ ὁλοκαυτώματα, ὑπὲρ σωτηρίας, καὶ εἰρηνικαὶ, καὶ ἕτεραι πλείους. Ὃ οὖν λέγει τοῦτό ἐστιν· Οὐκ ἔχω μὲν ἄξιόν τι καταθεῖναι,  ὃ δὲ ἔχω τίθημι.  Θυσίαν γὰρ εὐχαριστήριον  τῷ  Θεῷ προσοίσω, καὶ ὑπὲρ τῆς  σωτηρίας  αὐτὸν ἀναμνήσω.  Τὰς εὐχάς  μου  τῷ  Κυρίῳ ἀποδώσω  ἐναντίον   παντὸς  τοῦ  λαοῦ  αὐτοῦ. Ἐνταῦθα τὰς ἐπαγγελίας,  εὐχὰς λέγει, τὰς ὑποσχέσεις. Καὶ γὰρ ἐν τοῖς δεινοῖς τούτοις ἐπὶ τὸν Θεὸν κατέφευγε, καὶ ὀφειλέτην  ἑαυτὸν καθίστη ἐπαγγελλόμενος, εἰ διαφύγοι τὰ δεινὰ, ταύτας καταβαλεῖν  τὰς θυσίας. Ἐπεὶ οὖν λέλυται, φησὶν, ἡ συμφορὰ, Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον  παντὸς  τοῦ λαοῦ αὐτοῦ. Τίμιος ἐναντίον  Κυρίου ὁ θάνατος  τῶν  ὁσίων  αὐτοῦ.  Ἕτερος, Ἔντιμος.  Καὶ ποία  αὕτη  ἀκολουθία;  τί  δὲ  τοῖς ἔμπροσθεν ἔχει συνῳδόν; Εἴ τις μετὰ ἀκριβείας ἐξετάσειε, πολὺ τοῦτο εὑρήσει. Ἐπειδὴ γὰρ εἶπε· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; δεικνὺς αὐτοῦ τὰς εὐεργεσίας, φησὶν, ὅτι οὐχ ἡ ζωὴ μόνον, ἀλλὰ καὶ ὁ θάνατος τῶν ὁσίων τῷ Θεῷ περισπούδαστος, οὐχ ἁπλῶς  νόμῳ φύσεως παραγινόμενος,  ἀλλὰ καὶ κατὰ γνώμην αὐτοῦ πολλαχοῦ γινόμενος. Ἢ οὐκ ἀκούεις Παύλου λέγοντος· Τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον  δι' ὑμᾶς, καὶ τούτῳ  πεποιθὼς  οἶδα ὅτι μενῶ  καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν; Καὶ τί θαυμάζεις, εἰ καὶ ὁ θάνατος,  ὅπου οὔτε ἡ γέννησις  ἐνίων  νόμῳ  φύσεως γίνεται,  ὡς ἡ τοῦ Ἰσαὰκ, ὡς ἡ τοῦ Σαμουήλ; ∆ιόπερ οὐδὲ τέκνα σαρκὸς αὐτοὺς καλεῖ, ἀλλὰ  τέκνα  ἐπαγγελίας.  Οὕτω καὶ Μωϋσῆς οὐχ  ἁπλῶς  ἀπέθνησκεν,  ἀλλὰ  τοῦ Θεοῦ  προστάξαντος· οὐδὲ Ἰωάννης,  ἀλλ' αὐτοῦ  συγχωρήσαντος.  Καίτοι γε μισθὸς ἐγένετο πόρνης· ἀλλὰ καὶ οὕτω τίμιος γέγονε. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι καὶ οὕτω τελευτήσας ἔντιμος ἦν· ὑπὲρ γὰρ ἀληθείας κατέλυσε τὸν βίον, καὶ οὕτως ἦν ἔντιμος, ὅτι καὶ αὐτὸς ὁ φονεύσας ἐδεδοίκει αὐτόν. Ὅτι δὲ ἐδεδοίκει αὐτὸν, ἄκουε τοῦ εὐαγγελιστοῦ τί φησι περὶ τοῦ Ἡρώδου· Ἔλεγε γὰρ, ὅτι αὐτὸς ἀνέστη ἐκ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις  ἐνεργοῦσιν  ἐν αὐτῷ. Ὅρα πῶς καὶ ἐπὶ τοῦ Ἄβελ τίμιος  ἦν ὁ θάνατος.  Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. εʹ. Σκόπει καὶ ἐπὶ τοῦ Λαζάρου,  πῶς  μετὰ  τελευτὴν   ἄγγελοι   αὐτοῦ  προηγοῦντο.   Σκόπει  καὶ  πρὸς  τῶν μαρτύρων τοὺς τάφους τὰς πόλεις συντρεχούσας, τοὺς δήμους ἀναπτομένους  τῷ πόθῳ. Τοῦτο οὖν  ἐστιν, ὅ φησιν,  ὅτι  πολὺς  λόγος,  καὶ  πολλὴ  σπουδὴ τῷ  Θεῷ καὶ ἐπὶ  τῇ τελευτῇ  τῶν  ὁσίων.  Οὐδὲ γὰρ  ἁπλῶς,  οὐδὲ  ὡς  ἔτυχε  τελευτῶσιν,  ἀλλ' ὅταν  αὐτὸς συγχωρήσῃ   οἰκονομικῶς.   ∆ιὰ   τοῦτο   ἔλεγεν,   Ἐναντίον   Κυρίου,  τοῦτο   ἐμφῆναι βουλόμενος· Ὦ Κύριε, ἐγὼ δοῦλος σὸς, ἐγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου. Οὐ τὴν κοινὴν  λέγει δουλείαν,  ἀλλὰ τὴν κατὰ πολλὴν  διάθεσιν καὶ στοργὴν, διαθερμαινόμενος  τῷ πόθῳ, ὅπερ ἐστὶ μέγιστος στέφανος, καὶ διαδήματος παντὸς λαμπρότερον. ∆ιὸ καὶ ὁ Θεὸς ἀντὶ μεγίστης εὐφημίας τίθησι, λέγων· Μωϋσῆς ὁ θεράπων μου τετελεύτηκε.  Καὶ υἱὸς  τῆς  παιδίσκης  σου. Τουτέστιν, ἄνωθεν  καὶ ἐκ προγόνων ἀνακείμεθά σου τῇ δουλείᾳ. Ὅπερ αὐτὸ ἀντὶ μεγίστου τέθεικε κόσμου καὶ ὁ Παῦλος ἐπὶ τοῦ Τιμοθέου λέγων· Ὑπόμνησιν ἔχων τῆς ἐν σοὶ ἀνυποκρίτου  πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ τῇ μητέρι σου Εὐνείκῃ. Πέπεισμαι δὲ ὅτι καὶ ἐν σοὶ, καὶ  ὅτι  ἀπὸ  βρέφους  τὰ  ἱερὰ  γράμματα  οἶδας.  Καὶ πάλιν  περὶ  ἑαυτοῦ·  Ἑβραῖος ἐξ Ἑβραίων. Καὶ πάλιν· Ἑβραῖοίεἰσι, κἀγώ. Ἰσραηλῖταί εἰσι, κἀγώ. Εἶχον γάρ τι πλέον τῶν προσηλύτων  οἱ ἐκ προγόνων  καὶ ἄνωθεν  τοῦτο ὄντες. ∆ιὰ τοῦτο καὶ οὗτός φησι· Καὶ υἱὸς  τῆς  παιδίσκης  σου. ∆ιέῤῥηξας τοὺς  δεσμούς μου. Οὐκ εἶπεν,  Ἐσάλευσας, ἀλλ', ἔῤῥηξας, δηλῶν  ὅτι οὕτως, ὡς καὶ ἀχρήστους γενέσθαι. Ἐνταῦθα δεσμοὺς τὰς θλίψεις φησὶ, τοὺς πειρασμοὺς, τοὺς κινδύνους.  Ἔστι γὰρ καὶ δεσμὸς καλὸς, ὃν ἐπισφίγγεσθαι βέλτιον, ὡς ὅταν λέγῃ· Ἐν τῷ συνδέσμῳ τῆς ἀγάπης· καὶ, Ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος.  Ἔστι καὶ ἀπεναντίας  τούτου  σύνδεσμος, ὡς ὅταν λέγῃ· Σειραῖς τῶν ἁμαρτιῶν   αὐτοῦ  ἕκαστος  σφίγγεται.   Τοῦτο  καὶ    Χριστὸς  αἰνιττόμενος,   Ἀβραὰμ θυγατέρα οὖσαν, ἔλεγε, ταύτην οὕτως ὑπὸ τοῦ Σατανᾶ δεδεμένην οὐκ ἔδει λυθῆναι; Καὶ ὁ Ἡσαΐας περὶ τοῦ Χριστοῦ, ∆έδωκά σε εἰς διαθήκην  ἐθνῶν,  λέγοντα  τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε. Τούτους τοίνυν διέῤῥηξε τοὺς δεσμοὺς, οὐκ ἔλυσε· πλέον γὰρ τούτου ἐκεῖνο. Εἰ δέ τις καὶ κατὰ ἀναγωγὴν  βούλοιτο ἐκλαβεῖν, τοὺς τῶν ἁμαρτιῶν  δεσμοὺς τούτους λέγων, οὐχ ἁμαρτήσεται τοῦ προσήκοντος, καὶ πάντα τὸν παλαιὸν ἄνθρωπον. Ἔστι καὶ ἕτερος δεσμὸς κάλλιστος,  ὃν ἀεὶ ὁ Παῦλος περιφέρων  ἔλεγε· Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν,  Ὑπὲρ οὗ καὶ δέδεμαι ἐν ἁλύσει. Σοὶ θύσω θυσίαν αἰνέσεως. Ὅρα πῶς ἄνω, καὶ κάτω, καὶ πανταχοῦ  ταύτην  τίθησι τὴν ἀντίδοσιν  τῷ Θεῷ· ἄνω λέγων, Ποτήριον σωτηρίου λήψομαι,  καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι· ἐνταῦθα,  Σοὶ θύσω θυσίαν  αἰνέσεως,  τουτέστιν,  Εὐχαριστήσω, ὑμνήσω. Καὶ ἐν  ὀνόματι  Κυρίου ἐπικαλέσομαι.  Εἶδες πῶς  ἐστι  θυσία  αἰνέσεως;  Τὰς εὐχάς  μου  τῷ  Κυρίῳ ἀποδώσω ἐναντίον  παντὸς  τοῦ λαοῦ αὐτοῦ, ἐν αὐλαῖς  οἴκου Κυρίου; ἐν μέσῳ σου Ἱερουσαλήμ. Τοῦτο δὲ ἐποίει, οὐκ ἐπίδειξιν ποιούμενος, οὐδὲ πρὸς φιλοτιμίαν βλέπων, ἀλλὰ πάντας εἰς τὸν οἰκεῖον ἄγων ζῆλον, καὶ κοινωνοὺς  λαβεῖν τῆς εὐχαριστίας βουλόμενος. Ὃ δὴ πάντες οἱ ἅγιοι ποιοῦσιν, οὐ τοὺς ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὴν κτίσιν αὐτὴν ἅπασαν, ἡνίκα ἄν τι πάθωσι χρηστὸν, πρὸς τὴν κοινωνίαν τῆς εὐφημίας καλοῦντες.  Οὐδὲν γὰρ
 οὕτω  τῷ  Θεῷ  περισπούδαστον,  ὡς  τὸ  εὐχαρίστους  εἶναι,  καὶ  μὴ  μόνον   ἐν  ταῖς εὐημερίαις,  ἀλλὰ  καὶ  τῶν  πραγμάτων  ἐναντίως  διακειμένων.  Τοῦτο μάλιστα  θυσία· τοῦτο μεγίστη προσφορά. Οὕτως ὁ Ἰὼβ ἀνεκηρύττετο, οὕτως ὁ Παῦλος, οὕτως ὁ Ἰακώβ· οὕτως ἕκαστος τῶν δικαίων τὴν εὐγνωμοσύνην  αὐτοῦ, καὶ τὴν εἰς Θεὸν εὐχαριστίαν ἐν τῇ δυσκολίᾳ τῶν  καιρῶν  μάλιστα ἐπιδεικνύμενος.  Τοῦτο δὴ καὶ ἡμεῖς  ποιῶμεν,  καὶ διαπαντὸς  μένωμεν  εὐχαριστοῦντες,  ἵνα  καὶ  τῶν  αἰωνίων   ἐπιτύχωμεν ἀγαθῶν·  ὧν γένοιτο  πάντας  ἡμᾶς  ἐπιτυχεῖν,   χάριτι  καὶ  φιλανθρωπίᾳ  τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΕΙΣ ΤΟΝ ΡΙςʹ ΨΑΛΜΟΝ.Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη· ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μέ νει εἰς τὸν αἰῶνα.

αʹ. Παντί που δῆλον,  ὅτι προφητεία  ἐστὶ τῆς Ἐκκλησίας τῶν  πιστευόντων  τὰ εἰρημένα,  καὶ  τοῦ  κηρύγματος  προαναφώνησις   τοῦ  τὴν  οἰκουμένην   κατειληφότος ἅπασαν. Οὐ γὰρ ἓν καὶ δύο καὶ τρία μόνον  ἔθνη, ἀλλὰ  γῆν  καὶ θάλασσαν ἅπασαν ὁ ψαλμὸς καλεῖ. ὅπερ δὴ γέγονεν,  ὅτε ἡ τοῦ Χριστοῦ παρουσία ἐπέλαμψεν.  Εἶτα καὶ τὴν αἰτίαν φησὶ τῆς σωτηρίας, ὅτι οὐκ ἐξ οἰκείων κατορθωμάτων, οὔτε ἀπὸ βίου καὶ παῤῥησίας, ἀλλ' ἀπὸ φιλανθρωπίας μόνης ἐσώθησαν. Ἐκραταιώθη γὰρ, φησὶ, τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς· .328 τουτέστιν, ἐπάγη, ἰσχυρὸν γέγονε, πέτρας στεῤῥότερον. Καὶ γὰρ καθ' ἑκάστην ἐπιδίδωσι τὴν ἡμέραν. Καὶ ἡ ἀλήθεια αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Τότε γὰρ μάλιστα τὰ τῆς ἀληθείας ἔλαμψε. ∆ιὸ καὶ οὕτως εἶπεν, ἐπειδὴ τὰ τῆς Παλαιᾶς τύπος ἦν καὶ σκιά. Τοῦτο καὶ ὁ εὐαγγελιστὴς δηλῶν ἔλεγεν· Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.


ΕΙΣ ΤΟΝ ΡΙΖʹ ΨΑΛΜΟΝ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

αʹ. Ἡ μὲν ῥῆσις τοῦ ψαλμοῦ, ἣν ὑποψάλλειν  ὁ λαὸς εἴωθε, τοιαύτη τίς ἐστιν· Αὕτη ἐστὶν ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα  καὶ εὐφρανθῶμεν  ἐν αὐτῇ· καὶ πολλοὺς  διανίστησι, καὶ κατὰ τὴν πανήγυριν  ἐκείνην  τὴν πνευματικὴν  καὶ κατὰ τὴν οὐράνιον ἑορτὴν μάλιστα τοῦτο ὑπηχεῖν ὁ λαὸς εἴωθεν. Ἡμεῖς δὲ, εἰ βούλεσθε, ἄνωθεν   καὶ  ἐξ  ἀρχῆς  ἅπαντα   ἐπέλθωμεν   τὸν  ψαλμὸν,   οὐκ  ἀπὸ  τοῦ  στίχου  τῆς ὑπηχήσεως, ἀλλ' ἀπ' αὐτοῦ τοῦ προοιμίου τὴν ἐξήγησιν ποιούμενοι. Τὸν μὲν γὰρ στίχον οἱ  Πατέρες,  ἅτε  ἦχον   ὄντα   καί  τι   ὑψηλὸν   ἔχοντα   δόγμα,  τὸ  πλῆθος   ὑπηχεῖν ἐνομοθέτησαν,  ἐπειδὴ τὸν ἅπαντα  ἠγνόουν  ψαλμὸν,  ἵνα κἂν ἐντεῦθεν  ἀπηρτισμένην λάβωσι διδασκαλίαν.  Ἡμᾶς δὲ ἅπαντα  αὐτὸν ἐπελθεῖν  ἀνάγκη,  εἰ καὶ τὰ μέσα αὐτοῦ πολλὴν ἔχει τὴν προφητείαν. Ἐνταῦθα γὰρ εἴρηται· Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,  οὗτος  ἐγενήθη  εἰς  κεφαλὴν  γωνίας.  Ὅπερ καὶ ὁ Χριστὸς ἔλεγε  τοῖς Ἰουδαίοις,  αἰνιγματωδέστερον μὲν  ἔτι  γὰρ ἔζεον  τῷ  θυμῷ,  καὶ οὐκ ἐβούλετο  αὐτὸν ἀνάψαι· Κάλαμον γὰρ συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, εἶπε δ' οὖν ὅμως. Ἀλλ' ἀπὸ τῶν προοιμίων  ἡμεῖς ἁψώμεθα τοῦ ψαλμοῦ, καθάπερ ἔφθημεν  εἰπόντες. Τί τοίνυν ἐστὶ τὸ προοίμιον; Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἐννοήσας γὰρ τὴν εὐεργεσίαν τῆς οἰκουμένης ὁ Προφήτης, καὶ τὴν φιλανθρωπίαν τὴν διαρκῆ, ἣν διὰ πάντων  ἐπεδείξατο, πάντας εἰς τὴν κοινωνίαν τῆς εὐχαριστίας καλεῖ, τὸ μέγιστον κεφάλαιον  τῶν ἀγαθῶν αὐτοῦ προτιθεὶς εἰς μέσον. Εἰπάτω δὴ οἶκος Ἰσραὴλ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τί λέγεις; Οἶκος Ἰσραὴλ, ὁ μυρίας αἰχμαλωσίας ὑπομείνας, ὁ ἐν Αἰγύπτῳ δουλεύσας, ὁ πρὸς τὰς ἐσχατιὰς τῆς οἰκουμένης ἀπαχθεὶς, ὁ ἐν Παλαιστίνῃ μυρία ταλαιπωρήσας; Ναὶ, φησίν. Οὗτοι γὰρ μάλιστα μάρτυρές εἰσι τῶν ἀγαθῶν αὐτοῦ, καὶ πλειόνων  ἀπήλαυσαν, ἢ ἕτεροι. Καὶ αὐτὸ δὲ τοῦτο, ὅπερ ἔπαθον, πολλῆς εὐεργεσίας τεκμήριον. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ὑπὲρ τῆς παρουσίας αὐτῆς τοῦ Χριστοῦ μάλιστα αὐτοὺς εὐχαριστεῖν δεῖ. Εἰ γὰρ καὶ τὰ ἐναντία ὑπέμειναν, ἀλλ' οὐ παρὰ τὸν παραγενόμενον,  ἀλλὰ παρὰ τὴν οἰκείαν ἀγνωμοσύνην.   Αὐτὸς  μὲν  γὰρ  πρὸς  αὐτοὺς  ἀφικνεῖτο,   καὶ  συνεχῶς   ἔλεγεν·  Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα  οἴκου Ἰσραήλ· καὶ τοῖς μαθηταῖς· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ πρὸς τὴν Χαναναίαν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι  αὐτὸν  τοῖς κυναρίοις.  Καὶ γὰρ πάντα  ἐποίει καὶ ἐπραγματεύετο  ὑπὲρ τῆς ἐκείνων  σωτηρίας. Εἰ δὲ ἀνάξιοι τῆς εὐεργεσίας ἐφάνησαν, ταῖς ἑαυτῶν λογιζέσθωσαν παρανομίαις, καὶ τῇ τῆς ἀγνωμοσύνης  ὑπερβολῇ. Εἰπάτω δὴ οἶκος Ἀαρὼν, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα  τὸ ἔλεος αὐτοῦ. Ἐνταῦθα κεχωρισμένως  τοὺς ἱερέας εἰς ὑμνῳδίαν καλεῖ, δεικνὺς ὅση τίς ἐστιν ὑπερέχουσα ἡ ἱερωσύνη. Καὶ γὰρ ὅσῳ μείζους ἦσαν οὗτοι τῶν ἄλλων, τοσούτῳ καὶ πλείονος ἀπήλαυον τῆς τιμῆς παρὰ τοῦ Θεοῦ, οὐ μόνον κατὰ τὸν τῆς ἱερωσύνης λόγον, ἀλλὰ καὶ κατὰ τὰ ἄλλα πάντα. Καὶ γὰρ ἡνίκα πῦρ κατηνέχθη, δι' αὐτοὺς κατηνέχθη, καὶ γῆ ἠνοίχθη, καὶ ῥάβδος ἐβλάστησε, καὶ μυρία ἕτερα γέγονε δι' αὐτοὺς, μᾶλλον δὲ ὑπὲρ αὐτῶν θαύματα. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Θεὸν, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Μάλιστα γὰρ οὗτοί εἰσιν οἱ δυνάμενοι τὴν φιλανθρωπίαν ἰδεῖν τὴν αὐτοῦ, καὶ διὰ πάντων  τὴν ἀγαθότητα  καταμανθάνειν. Τί δέ ἐστιν, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ; ∆ιηνεκὲς, φησὶν, οὐ διακοπτόμενον,  ἀλλὰ διὰ πάντων  λάμπον καὶ διαδεικνύμενον.  Εἰ δὲ μὴ πολλοὶ βλέπουσι, διὰ τὴν ἀσθένειαν τῶν οἰκείων  οὐ βλέπουσι λογισμῶν.  Ἐπεὶ καὶ τὸν ἥλιον οἱ τὰς ὄψεις νοσοῦντες διὰ τοῦτο μάλιστα οὐχ ὁρῶσιν· ὥσπερ οὐδὲ οἱ ὑγιαίνοντες  ἀεὶ δύνανται πρὸς αὐτὸν ἀτενίζειν, διὰ τὴν  ὑπερβολὴν  τῆς λαμπρότητος·  οὕτως  οὐδὲ τοῦ Θεοῦ μαθεῖν  δυνατὸν  πᾶσαν μετὰ ἀκριβείας  τὴν  πρόνοιαν,  διὰ τὸ σφόδρα ὑπερβαίνειν  τῶν  ἀνθρωπίνων λογισμῶν  τὸ μέγεθος τῆς συνέσεως αὐτοῦ καὶ τῆς σοφίας. Ἔστι δὲ καὶ πάθη τὰ πολλὰ τοῖς ἀνοήτοις ἐπισκοτοῦντα πρὸς τὸ μηδ' ὅλως αὐτὴν ἰδεῖν. Πρῶτον μὲν τὸ φιλήδονον·  διόπερ καὶ τὰ πᾶσι σαφῆ παρατρέχουσι.  Μετὰ τούτων  δεύτερον  ἡ ἄνοια  καὶ τὸ διεστραμμένον  τῆς γνώμης.  Πῶς γὰρ οὐκ ἄτοπον πατέρα μὲν ὁρῶντα τύπτοντα  παιδίον  ἀποδέχεσθαι, καὶ ἐπαινεῖν,  καὶ ταύτῃ  μάλιστα πατέρα νομίζειν· πρὸς δὲ τὸν Θεὸν, εἰ βουληθείη  δίκην ἀπαιτῆσαι τῶν  πεπραγμένων,  δυσχεραίνειν  καὶ ἀλύειν; Τί δὲ τῆς διαστροφῆς ταύτης χεῖρον  γένοιτ' ἂν, οἳ καὶ ἐπὶ τοῖς ἐναντίοις  δυσχεραίνουσι, νῦν  μὲν ἀλύοντες,  ὅτι μὴ ἐπεξέρχεται·   νῦν   δὲ   ὅτι   ἐπεξέρχεται;   Ὅταν   μὲν   γὰρ   ἴδωσιν   ἁρπάζοντας,   καὶ πλεονεκτοῦντάς τινας,  βούλονται  δίκας  αὐτοὺς  διδόναι·  ὅταν  δὲ  ἑαυτοὺς ἁμαρτάνοντας,  οὐδ'  ὅλως·  ὅπερ ἐστὶ διεφθαρμένης  γνώμης.  Τρίτον πρὸς τούτοις,  τὸ μηδὲ εἰδέναι  αὐτοὺς, τί ποτε καλὸν, καὶ τί ποτε κακὸν, ἀλλ' ἐσφάλθαι  περὶ τὴν τῶν πραγμάτων  κρίσιν, διὰ τὸ φιλοπόνηρον  καὶ πρὸς κακίαν ἐπιῤῥεπές. Τέταρτον, τὸ μηδὲ λογίζεσθαι τὰ οἰκεῖα ἁμαρτήματα. Πέμπτον, τὸ ἄφατον  εἶναι καὶ πολὺ τὸ μέσον Θεοῦ
 καὶ ἀνθρώπων. Ἕκτον, τὸ μὴ βούλεσθαι τὸν Θεὸν ἅπαντα ἁπανταχοῦ ἐπιδείκνυσθαι, ὡς ἀρκούντων καὶ τῶν ἐκ μέρους γινομένων.

βʹ. ∆εῖ τοίνυν  ἐν  ἅπασι μὲν  μὴ φιλονεικεῖν μανθάνειν τοῦ  Θεοῦ τὴν διοίκησιν  ἀμηχάνοις  γὰρ φιλονεικοῦμεν πράγμασι, καὶ  σφόδρα ὑπερβαίνουσι  πᾶσαν φύσιν κτιστήν· τοὺς δὲ μέλλοντας ἐκ μέρους αὐτὴν εἰδέναι, τῶν παθῶν ἀπηλλάχθαι  χρὴ τῶν προειρημένων, καὶ ἡλίου φανοτέραν αὐτὴν ὄψονται, εἰ καὶ μὴ πᾶσαν, καὶ μαθόντες ἀπὸ τοῦ μέρους, καὶ ὑπὲρ ἁπάσης εὐχαριστήσουσιν. Ἐκ θλίψεως  ἐπεκαλεσάμην  τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς  πλατυσμόν.  Εἶδες ἀγαθότητα  καὶ  φιλανθρωπίαν; Οὐκ εἶπεν,   ὅτι   Ἄξιος   ἤμην·   οὐκ   εἶπεν,   ὅτι   Κατορθώματα   ἐπεδειξάμην,   ἀλλ',   ὅτι Ἐπεκαλεσάμην,  μόνον,   καὶ  ἤρκεσεν    εὐχὴ  λῦσαι  τὴν   συμφορὰν,  ὅπερ  καὶ  ἐπ' Αἰγυπτίων  φησίν· Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτούς.  Οὐκ εἶπεν,  ὅτι  Εἶδον  τὴν  ἀρετὴν  τοῦ  λαοῦ  μου,  οὔτε  τὴν  ἐπὶ  τὸ  βέλτιον μεταβολήν·   ἀλλὰ,   Τὴν  θλίψιν,   καὶ   τῆς   κραυγῆς   αὐτῶν   ἤκουσα.  Ὁρᾷς  πατέρα εὔσπλαγχνον  ἀπὸ τῶν συμφορῶν βοηθοῦντα μόνον; Καὶ μὴν οὐχ ἅπας ὁ ἐν θλίψει καὶ σώζεσθαι  ἄξιος,  οὐδὲ  παρὰ  ἀνθρώποις.  Πολλοὺς  γοῦν  τῶν  οἰκετῶν  μαστιζομένους ὁρῶντες καὶ ὀδυνωμένους, οὐκ ἀνίεμεν, τὸ τῶν ἁμαρτημάτων μέγεθος ἐννοοῦντες· ὁ δὲ Θεὸς ἀπὸ τῆς θλίψεως μόνης ἀνῆκεν· οὐ τῆς θλίψεως δὲ μόνον ἀνῆκεν, ἀλλὰ καὶ ἀδείας πολλῆς μετέδωκεν. Ἐπήκουσε γάρ μου, φησὶν, εἰς πλατυσμόν. Καὶ ἡ θλίψις δὲ διὰ τοῦτο συνεχωρήθη,  ὥστε ἀκριβεστέρους ποιῆσαι τοὺς θλιβομένους  καὶ φιλοσοφωτέρους.  Ὁ Κύριος ἐμοὶ  βοηθὸς,  καὶ  οὐ  φοβηθήσομαι  τί  ποιήσει  μοι  ἄνθρωπος.  Εἶδες  ὕψωμα διανοίας; εἶδες φρόνημα οὕτως ὑπὲρ τὴν ἀνθρωπίνην ἀναβαῖνον ἀσθένειαν, ὡς ἁπάσης ὑπεριδεῖν τῆς φύσεως; Ταῦτα μὴ μόνον ὑποψάλλωμεν, ἀλλὰ καὶ διὰ τῶν ἔργων ἐπιδειξώμεθα.   Οὐκ  εἶπεν,  Οὐδὲν  πείσομαι,  ἀλλ',   Οὐ  φοβηθήσομαι  τί  ποιήσει  μοι ἄνθρωπος. Τουτέστι, Κἂν πάθω, οὐ δέδοικα· ὅπερ καὶ ὁ Παῦλός φησιν· Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; Καὶ μὴν μυρίοι ἦσαν οἱ κατ' αὐτῶν· ἀλλ' οὐδὲν αὐτοὺς ἠδίκει. Πῶς γὰρ οὐκ ἐσχάτης  ἂν  ᾖ μικροψυχίας,  τὸν  ∆εσπότην  ἔχοντας  εὐμενῆ  δεδοικέναι  τοὺς συνδούλους;  Ἀλλ'  οὐχ  οὗτος  τοιοῦτος,  ἀλλ'  ἀνώτερος  καὶ  ὑψηλότερος  πάντη  τῶν τοιούτων  φόβων.  Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν,  μηδὲ ἀποστερῶμεν τῆς τοῦ ∆εσπότου συμμαχίας ἑαυτοὺς τῷ δεδοικέναι  τὰ ἀνθρώπινα.  Τοῦτο γὰρ ὑβριζόντων  ἐστὶν εἰς τὴν τοῦ Θεοῦ βοήθειαν. ∆ιὸ λέγεται  καὶ ὁ Ἐζεκίας παθεῖν  ἅπερ ἔπαθεν, ἐπειδὴ τοῦ ἡλίου ἀναποδίσαντος, καὶ πάλιν  ἀναβάντος  οὓς κατέβη ἀναβαθμοὺς, καὶ σημείου γενομένου ἱκανοῦ πάντας ἐκπλῆξαι ἐλθόντας τοὺς ταῦτα μαθεῖν βουλομένους, οὐκ ἀπὸ .331 τῶν παρὰ τοῦ Θεοῦ συμβάντων, ἀλλ' ἀπὸ τῶν ἀνθρωπίνων καταπλῆξαι ἐβούλετο, δεδοικὼς αὐτῶν  τὴν ἔφοδον· διὸ καὶ τοὺς θησαυροὺς αὐτοῖς ἐδείκνυεν,  ἐν τοῖς θησαυροῖς τὰς ἐλπίδας ἔχων. ∆ιὸ δὴ καὶ ὁ Θεὸς παροξυνθείς  φησι, Λήψονται ταῦτα πάντα· τουτέστι, Παρ' οἷς ἤλπισας, οἷς θαῤῥεῖς. Τοῦτο καὶ ὁ Ἰσραὴλ ἐγκαλεῖται, ὅτι δὴ χρήμασι ἐθάῤῥουν καὶ ἵπποις. ∆ιὸ καὶ παρῄνει αὐτοῖς ὁ προφήτης, τοῖς ἐναντίοις ἐξιλεοῦσθαι τὸν Θεὸν, καὶ λέγειν· Ἐφ' ἵπποις οὐκ ἀναβησόμεθα. Ὁ Θεός σε τιμᾷ, καὶ σὺ σαυτὸν ἀτιμάζεις; ὁ Θεός σε τιμᾷ, τὴν παρ' αὑτοῦ συμμαχίαν ὑπισχνούμενος,  καὶ σὺ πρὸς ἀνθρωπίνας  καταφεύγεις ἐλπίδας, καὶ ἀψύχῳ ὕλῃ τοῖς χρήμασι τὴν ἐλπίδα σου τῆς σωτηρίας πιστεύεις; Οὐ γὰρ δὴ σῶσαι ζητεῖ μόνον, ἀλλὰ καὶ ἐντίμως τοῦτο ποιῆσαι. Σφόδρα σε φιλεῖ, καὶ διὰ τοῦτό σε πάντων  ἀπάγων, ἑαυτῷ προσηλοῖ, καὶ πάντα περικόπτων, πρὸς ἑαυτὸν ἄγει, μονονουχὶ τοῦτο λέγων  δι' ὧν ποιεῖ· Ἐν ἐμοὶ τὰς ἐλπίδας ἔχε, καὶ ἐμοὶ πρόσεχε διηνεκῶς. Κύριος ἐμοὶ βοηθὸς, κἀγὼ  ἐπόψομαι  τοὺς ἐχθρούς  μου. Ὁρᾷς οὐκ αὐτὸν  ἀμυνόμενον,  οὐδὲ
 ἐπεξελθόντα,    ἀλλὰ   τῷ   Θεῷ   ἀμύνασθαι   παραχωροῦντα    τοὺς   ἐχθρούς;   Ἀγαθὸν πεποιθέναι  ἐπὶ  Κύριον, ἢ πεποιθέναι  ἐπ' ἄνθρωπον.  Ἀγαθὸν  ἐλπίζειν  ἐπὶ  Κύριον, ἢ ἐλπίζειν  ἐπ' ἄρχουσιν. Οὐ κατὰ σύγκρισιν ταῦτα προάγει, ἀλλ' ἔθος τῇ Γραφῇ τούτῳ κεχρῆσθαι τῷ τρόπῳ καὶ ἐπὶ τῶν ἀσυγκρίτων διὰ τὴν ἀσθένειαν τῶν τότε ἀκουόντων. Οὐκ ἄρα συγκρίνων  τοῦτό  φησιν,  ἀλλὰ  συγκαταβαίνων  ἐκείνοις.  ∆ιὰ δὴ τοῦτο  καὶ ἕτερος προφήτης ἔλεγεν· Ἐπικατάρατος πᾶς ὁ ἐλπίζων ἐπ' ἄνθρωπον· οὐδὲν γὰρ ταύτης εὐτελέστερον τῆς ἐλπίδος· καὶ γὰρ καὶ αὐτῆς τῆς ἀράχνης εὐτελεστέρα ἐστί· μᾶλλον δὲ οὐκ  ἀσθενὴς  μόνον,  ἀλλὰ  καὶ  ἐπισφαλής.  Καὶ ἴσασιν ὅσοι πολλάκις  ἐπ' ἀνθρώποις θαῤῥήσαντες, αὐτοῖς ἐκείνοις  συγκατηνέχθησαν.  Ἡ δὲ εἰς τὸν Θεὸν ἐλπὶς οὐκ ἰσχυρὰ μόνον ἐστὶ, ἀλλὰ καὶ ἀσφαλὴς, οὐκ ἔχουσά τινα μεταβολήν. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ἕτερος δέ τις σοφὸς, Ἐμβλέψατε, φησὶν, εἰς ἀρχαίας γενεὰς, καὶ  ἴδετε,  τίς  ἤλπισεν  ἐπὶ  Κύριον, καὶ  κατῃσχύνθη.  Ἀλλ'  ἐγὼ,  φησὶν,  ἤλπισα,  καὶ κατησχύνθην.  Εὐφήμει, ἄνθρωπε, μὴ ἀντιφθέγγου τῇ θείᾳ Γραφῇ· εἰ καὶ κατῃσχύνθης, ἐκ τοῦ μὴ ὡς ἐχρῆν ἐλπίσαι, ἐκ τοῦ ἐνδοῦναι,  ἐκ τοῦ μὴ ἀναμεῖναι  τὸ τέλος, ἐκ τοῦ μικροψυχῆσαι. Ἀλλὰ μὴ τοῦτο ποίει· ἀλλ' ὅταν ἴδῃς τὰ δεινὰ ἐπικείμενα, μὴ καταπέσῃς. Τοῦτο γὰρ μάλιστά ἐστιν ἐλπίσαι, τὸ ἐν μέσῳ ἐμβεβηκότα τοῖς χαλεποῖς ὀρθοῦσθαι.

γʹ. Τί τῶν βαρβάρων ἐκείνων,  τῶν Νινευϊτῶν  λέγω, ἀθλιώτερον  ἦν; ἀλλ' ὅμως ἐν αὐτῇ ἑστῶτες τῇ παγίδι, καὶ προσδοκῶντες, ὅτι πεσεῖται ἡ πόλις, οὐδὲ οὕτως ἀπέγνωσαν,  ἀλλὰ μετάνοιαν  ἐπεδείξαντο  τὴν ἀκριβῆ· διὸ καὶ τοῦ Θεοῦ τὴν ἀπόφασιν εἰς τὸ πάλιν ὑποστρέψαι παρεσκεύασαν. Εἶδες πόση τῆς ἐλπίδος ἡ ἰσχύς; Τί δὲ αὐτὸς ὁ προφήτης; οὐκ ἐν τῇ κοιλίᾳ τοῦ κήτους ὢν, τοῦ ναοῦ καὶ τῆς εἰς τὰ Ἱεροσόλυμα ἐπανόδου  ἐμέμνητο; Καὶ σὺ τοίνυν,  κἂν εἰς αὐτὸν ἐμβῇς τὸν θάνατον,  καὶ τοσούτων ἐπικρεμασθῇ  κινδύνων μέγεθος,  μὴ ἀπογνῷς.  ∆υνατὸν  γὰρ τῷ  Θεῷ καὶ  ἐξ ἀπόρων πόρον εὑρεῖν. ∆ιὸ καί τις σοφὸς ἔλεγεν· Ἀπὸ πρωῒ ἕως ὀψὲ μεταβολαὶ πολλαὶ, καὶ πάντα ταχινὰ ἐνώπιον αὐτοῦ. Οὐκ εἶδες τὸν περιστάτην ἐν ἀφθονίᾳ λιμώττοντα; οὐκ εἶδες τὴν χήραν  λιμῷ  εὐθηνουμένην;   Ὅταν  εἰς  ἀπορίαν  τὰ  πράγματα  ἐμπέσῃ,  τότε  μάλιστα ἔλπιζε. Τότε γὰρ μάλιστα ὁ Θεὸς ἐπιδείκνυται  τὴν ἑαυτοῦ δύναμιν, οὐκ ἐκ προοιμίων, ἀλλ' ὅταν  τὰ παρὰ τῶν  ἀνθρώπων  ἀπογνωσθῇ.  Οὗτος γὰρ τῆς τοῦ Θεοῦ βοηθείας  ὁ καιρός. ∆ιὰ δὴ τοῦτο οὔτε τοὺς παῖδας ἐκ προοιμίων  ἥρπασεν, ἀλλὰ μετὰ τὴν κάμινον· οὔτε τὸν ∆ανιὴλ πρὶν ἢ ἐμπεσεῖν, ἀλλὰ μετὰ τὰς ἑπτὰ ἡμέρας. Μὴ δὴ πρόσεχε τῇ φύσει τῶν πραγμάτων  εἰς ἀπόγνωσιν  ἐμβαλλόντων, ἀλλὰ τῇ δυνάμει τοῦ Θεοῦ τῇ τὰ ἀπεγνωσμένα  εἰς ἐλπίδας  ἀγούσῃ χρηστάς. Τοῦτο δὴ καὶ ὁ Ψαλμῳδὸς δεικνὺς, καὶ τὸ εὔπορον  τῆς  τοῦ  Θεοῦ  δυνάμεως   παραστῆσαι  θέλων,   ὅτι  καὶ  εἰς  αὐτὰ  τὰ  δεινὰ ἐμπεσόντας, καὶ καταποθέντας ἀνιμήσασθαι δύναται, οὐκ ἐκ προοιμίων μόνον, ἄκουσον τί  ἐπήγαγε·  Πάντα  τὰ  ἔθνη  ἐκύκλωσάν  με.  Εἶδες  ἄφευκτον  κίνδυνον;   Οὐ γὰρ  ἐκ παρατάξεως ἦν ἡ μάχη, οὐδὲ ἐξ εὐθείας ἑστώτων, ἀλλ' ἔνδον ἀπείληπτο, καὶ ὡς σαγήνῃ τινὶ περιεβέβλητο, καὶ ὥσπερ ὑπὸ δικτύων  συνείχετο, οὐχ ὑφ' ἑνὸς, καὶ δύο, καὶ τριῶν, ἀλλ' ὑπὸ τῶν  ἐθνῶν  ἁπάντων·  ἀλλ' ὅμως πάντα  διεῤῥήγνυτο  τὰ δεσμὰ ταῦτα τῇ εἰς Θεὸν ἐλπίδι. Καὶ τῷ ὀνόματι  Κυρίου ἠμυνάμην  αὐτούς. Κυκλώσαντες ἐκύκλωσάν  με, καὶ τῷ ὀνόματι  Κυρίου ἠμυνάμην  αὐτούς. Ἐκύκλωσάν  με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην  αὐτούς. Εἶδες πῶς διαγράφει  τῶν  δεινῶν   τὸ  μέγεθος;  Οὐ γὰρ  ἁπλῶς  εἶπεν,  Ἐκύκλωσαν,  ἀλλ',  Ὡσεὶ μέλισσαι, καὶ ὡς πῦρ ἐν ἀκάνθαις· διὰ μὲν τῶν μελισσῶν τὸ σφοδρὸν τῆς προθυμίας, διὰ δὲ τῶν ἀκανθῶν  τὸ ἀφόρητον τοῦ θυμοῦ, καὶ τὸ ἄσβεστον τῆς ὀργῆς αἰνιττόμενος.  Τίς  γὰρ ὑφέξει  πῦρ ἀκάνθαις  ἐμπεσόν; Ἀλλ' ὅμως, φησὶν,  οὕτω  σφοδρῶς, οὕτω  ταχέως ἀναφθέντας  καὶ ἐν μέσῳ περιλαβόντας  οὐ μόνον διέφυγον, ἀλλὰ καὶ ἠμυνάμην. Τοῦτο ὅρα καὶ ἐπὶ τῆς ὕλης  αὐτῆς  γινόμενον.  Καὶ γὰρ πῦρ βάτον  ἔκαιε, καὶ οὔτε ἡ βάτος ἐκαίετο, οὔτε ἐκεῖνο ἐσβέννυτο, ἀλλ' ἀμφότερα ἔμεινεν  ὁμιλοῦντα  ἀλλήλοις,  καὶ οὐκ ἀναλισκόμενα.  Καίτοι τί σαθρότερον βάτου; τί δὲ πυρὸς καυστικώτερον;  Ἀλλ' ὅμως ἡ θαυματουργὸς  τοῦ  Θεοῦ .333 δύναμις  παραδοξοποιοῦσα  ἀμφότερα  εἴασε  μένειν. Τοιοῦτον δέ τι παράδοξον καὶ τότε συνέβαινε. Ὡς πῦρ γὰρ ἐπέδραμον, ὡς μέλισσαι μετὰ προθυμίας  ἐπέθεντο,  ἔνδον  εἶχον  ἀπειλημμένον,  καὶ οὐδὲν  ποιῆσαι ἴσχυσαν. Τὸ γὰρ ὅπλον τὸ ἀχείρωτον,  ἡ συμμαχία ἡ ἀκαταμάχητος,  τοῦ Θεοῦ τὸ ὄνομα πάντας αὐτοὺς ἀπήλασεν. Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου. Εἶπε τὸ μέγεθος τῶν  δεινῶν,  ἀπὸ τοῦ πλήθους,  ἀπὸ τοῦ σχήματος, ἀπὸ τῆς προθυμίας, ἀπὸ τῆς ὀργῆς τῶν ἐπιόντων· λέγει καὶ ἀφ' ὧν αὐτὸς ἔπαθεν. Οὕτω μου ἐπεκράτησε τὰ δεινὰ, φησὶν, ὡς  καὶ  μικροῦ  ἐγγὺς  γενέσθαι  τοῦ  πεσεῖν  καὶ  κατενεχθῆναι.   Οὕτω γὰρ  ἀνετράπην ὠσθεὶς, ὡς μέλλειν καταπίπτειν· ἀλλ' ὅτε λοιπὸν ἔμελλον ἐπὶ γόνυ φέρεσθαι, καὶ κατακλίνεσθαι, καὶ πάντα ἀπέγνωστο τὰ ἀνθρώπινα, τότε τὴν ἑαυτοῦ συμμαχίαν ἐπεδείξατο. Ποιεῖ δὲ τοῦτο ὁ Θεὸς, ἵνα μηδεὶς τὴν ἑαυτοῦ δόξαν νοσφίζηται. Τοῦτο καὶ ἐν  τῇ ἱστορίᾳ τῶν  Κριτῶν ἐπὶ  τοῦ Γεδεὼν ἐποίησε. ∆ιὰ τοῦτο  καὶ ἐπὶ  τοῦ  Ἐζεκίου, νυκτὸς οὔσης, τὸ τρόπαιον ἔστησεν. Εἰ γὰρ καὶ μηδὲν συντελέσας εἰς τὴν νίκην ἐκεῖνος καὶ τὸν πόλεμον,  ὅμως ἀπενοήθη·  εἰ παρέστη μόνον  τῇ παρατάξει, εἰ πίπτοντας  εἶδε τοὺς ἀναιρουμένους, οὐκ ἂν μειζόνως τοῦτο ἔπαθεν; Ὅταν τοίνυν ἀπογνωσθῇ ἐξ ἀνθρωπίνης  ἐλπίδος τὰ πράγματα, τότε ἐπάγει τὴν παρ' ἑαυτοῦ συμμαχίαν. Τοῦτο καὶ ἐπὶ τοῦ Γολιὰθ ἐποίησε· τοῦτο καὶ ἐπὶ τῶν ἀποστόλων. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἀλλ' αὐτοὶ  ἐν ἑαυτοῖς  τὸ ἀπόκριμα τοῦ θανάτου  ἐσχήκαμεν, ἵνα  μὴ πεποιθότες  ὦμεν  ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι  τοὺς νεκρούς. Ἰσχύς μου, καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ  ἐγένετό  μοι  εἰς  σωτηρίαν.  Ὡσεὶ ἔλεγε·  ∆ύναμίς  μου  αὐτὸς  ἐγένετο  καὶ βοήθεια. Τί δέ ἐστιν ὅ φησιν, Ὕμνησίς μου; Ἡ δόξα μου, ὁ αἶνός μου, ὁ κόσμος μου, ἡ περιφάνειά  μου. Οὐ γὰρ δὴ μόνον ἀπαλλάττει  τῶν κινδύνων,  ἀλλὰ καὶ λαμπροὺς ποιεῖ καὶ περιφανεῖς·  καὶ πανταχοῦ  τοῦτο ἔστιν ἰδεῖν, μετὰ δόξης τὴν σωτηρίαν διδομένην. Καὶ ἕτερον δέ τι διὰ τούτου αἰνίττεται.  Ποῖον δὲ τοῦτο; Ὅτι τοῦτό μοι, φησὶ, διηνεκὴς ᾠδὴ, τοῦτό μοι διηνεκὴς φωνὴ, ὁ ὕμνος ὁ εἰς αὐτὸν, τοῦτό μοι ἔργον, διηνεκῶς αὐτὸν ἀνυμνεῖν.

δʹ. Ἀκουέτωσαν  οἱ  ταῖς  σατανικαῖς  ᾠδαῖς  κατασηπόμενοι,  οἵαν  ὑπομένουσι βλάβην,   ποίας   δ'  ἂν   καὶ   τύχοιεν    συγγνώμης,   τούτου   διηνεκῶς    τὸν   σωτῆρα ἀνυμνοῦντος,  ἐκεῖνοι  διηνεκῶς  ἐν ταῖς τῶν δαιμόνων  ᾠδαῖς ἐγκαλινδούμενοι. Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων. Ὅταν γὰρ ὁ Θεὸς κατορθώσῃ τὸ πᾶν, οἱ τῆς νίκης ἀπολαύοντες  χαίρουσι, σκιρτῶσι, διπλῇ γαννύμενοι,  καὶ τῷ σωθῆναι, καὶ τῷ διὰ Θεοῦ σωθῆναι. Τοῦτο ποιεῖται εὐφροσύνην, ὁ τὸ τρόπαιον στήσας. Εἶτα δεικνὺς καὶ τῆς συμμαχίας τῆς τοιαύτης τὴν ἀφορμὴν, ἐπήγαγεν· Ἐν σκηναῖς δικαίων.  Οὐκ εἶπεν, Ἐν οἰκίαις, ἀλλ', Ἐν σκηναῖς, τὸ ἐσχεδιασμένον τῆς οἰκήσεως αὐτῶν παραστῆσαι βουλόμενος. Τοιαύτη ἦν ἡ σκηνὴ τοῦ Ἀβραὰμ, ὅτε ἐπανῆλθε, τῶν βαρβάρων περιγενόμενος,  λαμπρὸς  ἀπὸ τῶν  κατορθωμάτων  γεγονώς.  Τοιαύτη ἦν ἡ σκηνὴ τοῦ Παύλου, ὅτε ἐπανῄει τῶν δαιμόνων  περιγενόμενος,  καὶ τὴν πλάνην  καταλύων,  καὶ τὰ κατορθώματα  διηγούμενος.  ∆εξιὰ Κυρίου ἐποίησε δύναμιν,  δεξιὰ Κυρίου ὕψωσέ  με.
 Ὅρα τῆς ἀγαλλιάσεως  τὴν ὑπόθεσιν. Τοῦτο γὰρ καὶ νῦν λέγει, ὅπερ ἔμπροσθεν  ἔλεγε,  δεικνὺς  ὅτι  ὁ Θεὸς ταῦτα  κατώρθωσεν.  Ὁρᾷς, οὐκ  ἐν  ἀπαλλαγῇ  μόνον  τῶν δεινῶν,  ἀλλὰ καὶ ἐν κτήσει περιφανείας  γινομένην  αὐτοῦ τὴν εὐεργεσίαν· Εἰπὼν γάρ·
∆εξιὰ  Κυρίου  ἐποίησε  δύναμιν,   ἐπήγαγε·  ∆εξιὰ  Κυρίου  ὕψωσέ  με,  ἵνα  τὴν  αὐτῷ γενομένην  δόξαν δηλώσῃ. Τὸ γὰρ, Ὕψωσέ με, ἀντὶ τοῦ, ἐδόξασεν, ἐστίν. Οὐ γὰρ μόνον δυνατοὺς   ἐποίησεν,   ἀλλὰ   καὶ   ἐνδόξους.   Οὐκ  ἀποθανοῦμαι,   ἀλλὰ   ζήσομαι,  καὶ διηγήσομαι  τὰ ἔργα Κυρίου. Οἱ μὲν  κίνδυνοι,  φησὶ, θάνατον  ἠπείλουν·  ἐγὼ  δὲ, Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι. Τουτέστι, τοιαύτη ἡ τοῦ ∆εσπότου παραδοξοποιία, ὅτι καὶ ἐξ αὐτῶν ἥρπασε τῶν θανάτων,  καὶ πρὸ τῆς Καινῆς ἐν τοῖς παραδόξοις κινδύνοις  τῆς ἀναστάσεως τὴν εἰκόνα προδιαγράφων.  Ἔδωκε γὰρ ἡμῖν καὶ ἐξ ἀρχῆς αἰνίγματα,  ὅτε τὸν Ἐνὼχ μετέστησεν. Εἰ γὰρ ἀπιστεῖς, ὅτι οὐ δυνατὸν διαναστῆναι σώματα, ἀπὸ τούτου πίστευε. Πῶς γὰρ ἤρκεσεν εἰς χρόνον  τοσοῦτον  τὸ σῶμα ἐκεῖνο;  Οὐ γάρ ἐστιν  ἴσον οἰκίαν διεφθαρμένην  ἀναστῆσαι, καὶ τὴν σαθρὰν καὶ παλαιὰν  οὖσαν διακρατῆσαι ἐπὶ χρόνον   τοσοῦτον.   Οὐκ  ἐννοεῖς   ὅτι  οὐκ  ὄντα   ἐποίησεν;  Οὐκοῦν  πολλῷ   μᾶλλον ἀναστῆσαι  δύναται.   Ἔχεις  καὶ  ἑτέραν  εἰκόνα  τῆς  ἀναστάσεως,  λέγω   τὴν  Ἠλίου ἁρπαγὴν,  ὃς οὐδέπω  καὶ τήμερον  ἐτελεύτησε. Πάντα ῥᾴδια καὶ εὔκολα τῷ Θεῷ. Οὐκ ἀδυνατήσει,  φησὶ,  παρὰ τῷ  Θεῷ πᾶν  ῥῆμα. Καὶ ὁ Προφήτης· Πάντα ὅσα ἠθέλησεν, ἐποίησεν. Οὐχ ὁρᾷς ὅτι καὶ σοὶ δύσκολα τὰ τοῦ τέκτονος ἔργα; Ἀλλ' ὅμως παραχωρεῖς τῇ  τέχνῃ.  Εἶτα τῇ  μὲν  συνδούλου  τέχνῃ  παραχωρεῖς·  τοῦ  δὲ ∆εσπότου τὴν  σοφίαν εὐθύνας  ἀπαιτεῖς,  καὶ  οὐ  καταδέχῃ  τῇ  πίστει  τὸ  γινόμενον;  Καὶ πόσης  ταῦτα  ἄξια ἀνοίας;  Οὐκ  ἀποθανοῦμαι,  ἀλλὰ  ζήσομαι.  Εἴ  τις  καὶ  κατὰ  ἀναγωγὴν   ἐκλάβοι  τὸ εἰρημένον, οὐχ ἁμαρτήσεται. Εἰ γὰρ καὶ περὶ τῆς ἀναστάσεως τοῦτο εἴρηται τὸ γὰρ, Οὐκ ἀποθανοῦμαι, δηλοῦντός ἐστιν, ὅτι οὐδὲ ὁ θάνατος θάνατος, ἀλλ' ὅμως καὶ καθ' ἕτερον τρόπον  νοεῖται.  Οὐκ ἀποθανοῦμαι  γὰρ, φησὶ, τὸν  ἕτερον  θάνατον,  ὃν καὶ ὁ Χριστὸς αἰνιττόμενος ἔλεγεν·  Ὁ πιστεύων  εἰς ἐμὲ, κἂν ἀποθάνῃ,  ζήσεται· καὶ πᾶς ὁ ζῶν  καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ. Καὶ διηγήσομαι τὰ ἔργα Κυρίου. Τοῦτο μάλιστα ζωὴ, τὸ καὶ αὐτὸν αἰνεῖν,  καὶ εἰς ἅπαντας  ἐξαγγέλλειν  τὰ θαύματα αὐτοῦ. Ποῖα ἔργα; εἰπέ μοι.  Ταῦτα ἃ μέλλει  διηγεῖσθαι,  ἐπάγων·  Παιδεύων  ἐπαίδευσέ  με ὁ Κύριος, καὶ  τῷ θανάτῳ οὐ παρέδωκέ με. Εἶδες τὴν παραδοξοποιίαν; εἶδες τὸ χρήσιμον; Οὐ γὰρ δὴ μόνον ὅτι ἀπηλλάγη εὐχαριστεῖ, ἀλλ' ὅτι καὶ ἐνέπεσε χάριν οἶδε μεγίστην, καὶ λέγει τὸ κέρδος τοῦ πειρασμοῦ. Ποῖον δὴ τοῦτο; Παιδεύων  ἐπαίδευσέ  με ὁ Κύριος, φησί. Τοῦτο τῶν κινδύνων  τὸ χρήσιμον, ὅτι βελτίονα εἰργάσατο. Εἶδες ἑκατέρωθεν  αὐτοῦ τὴν δύναμιν, καὶ  τὴν  κηδεμονίαν,   καὶ  τὸ  ἀφεῖναι   ἐναποληφθῆναι  τοῖς  δεινοῖς,   καὶ  τὸ  πάλιν ἀπαλλάξαι;   Τῷ  γὰρ  θανάτῳ,   φησὶν,   οὐ  παρέδωκέ   με.  Καὶ  καλῶς   εἶπεν   ἕτερος ἑρμηνευτής· Τῷ δὲ θανάτῳ οὐκ ἔδωκέ με, ἵνα δηλώσῃ ὅτι ἐν τῇ ἐξουσίᾳ αὐτοῦ τὸ πᾶν ἔκειτο. Ὥστε διπλῆν  ἐκέρδανε σωτηρίαν, τήν  τε τῶν  δεινῶν,  τήν  τε τῆς κακίας ἀπαλλαγήν.  ∆ιὸ καὶ Παῦλος ἔλεγεν  Ἑβραίοις γράφων·  Εἰ δὲ ἐκτός ἐστε παιδείας, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί. Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ. Τοῖς παιδευομένοις αἱ πύλαι ἀνοίγονται, τοῖς ἀποτιθεμένοις τὰ ἁμαρτήματα.

εʹ.     παιδευθεὶς   μετὰ   παῤῥησίας   δύναται   λέγειν·   Ἀνοίξατέ   μοι   πύλας δικαιοσύνης. Καὶ γὰρ καὶ κατὰ ἀναγωγὴν  ἐκληπτέον  τὸ εἰρημένον, καὶ πύλας τὰς τῶν οὐρανῶν  νοητέον,  αἳ τοῖς  πονηροῖς  εἰσι κεκλεισμέναι,  πρὸς ἃς δεῖ κρούειν  διὰ τῆς ἀρετῆς,   δι'  ἐλεημοσύνης,   διὰ   δικαιοσύνης.   Αὕτη     πύλη   τοῦ   Κυρίου·  δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. Εἰσὶ πύλαι θανάτου, εἰσὶ πύλαι ἀπωλείας, εἰσὶ πύλαι ζωῆς, εἰσὶ
 πύλαι στεναὶ καὶ τεθλιμμέναι.  ∆ιὰ δὴ τοῦτο ἐπειδὴ πολλαὶ, λέγει τὸ παράσημον τῆς τοῦ Κυρίου πύλης, ἐπάγων· Αὕτη ἡ πύλη τοῦ Κυρίου. Ἐκεῖναι γὰρ οὐχὶ τοῦ Κυρίου. Καὶ τὸ παράσημον ποῖον αὐτῆς; Τὸ δι' αὐτῆς τοὺς παιδευομένους  εἰσιέναι, τοὺς θλιβομένους. Στενὴ γάρ ἐστι καὶ τεθλιμμένη· εἰ δὲ τεθλιμμένη,  οἱ θλιβόμενοι  δι' αὐτῆς βαδιοῦνται· ὥσπερ ἡ πρὸς ἀπώλειαν  πλατεῖα  καὶ εὐρύχωρος. Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου,  καὶ  ἐγένου  μου  εἰς  σωτηρίαν.  Οὐχ ἁπλῶς  εἶπεν,  Ἐπήκουσας, ἀλλὰ  πρότερον παιδεύσας, καὶ βελτίω ποιήσας. ∆ιὸ καὶ εὐχαριστεῖ, οὐχ ὑπὲρ ὧν ἠκούσθη, ἀλλ' ὑπὲρ ὧν ἐπαιδεύθη.  ∆ιὰ  γὰρ  τοῦτο  ἠκούσθη,  καὶ  πανταχοῦ   πολὺ  τοῦτο  παρ'  αὐτῷ  τὸ  τῆς εὐχαριστίας εἶδος. Ὅπερ γὰρ εἶπον, καὶ λέγων  οὐ παύσομαι, τοῦτο μάλιστα θυσία καὶ προσφορά.  Λίθον  ὃν  ἀπεδοκίμασαν  οἱ  οἰκοδομοῦντες,   οὗτος  ἐγενήθη  εἰς  κεφαλὴν γωνίας.  Ὅτι μὲν εἰς Χριστὸν τὸ εἰρημένον,  παντί  που δῆλον.  Καὶ γὰρ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις  ταύτην  παράγει  τὴν  προφητείαν  λέγων· Οὐδέποτε ἀνέγνωτε,  Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν  γωνίας; Εἰ δὲ μὴ δοκεῖ ἐξ αὐτῆς ἠρτῆσθαι τῆς ἱστορίας τὸ εἰρημένον, ἀλλὰ μέσην τὴν ἀκολουθίαν  διακόψασα ἡ προφητεία ἐπεισῆλθε, θαυμαστὸν οὐδὲν, οὐδὲ καινόν· οὕτω γὰρ αἱ πλείους τῶν προφητειῶν  ἐξεφωνήθησαν  ἐν τῇ Παλαιᾷ, διὰ τὸ δεῖν αὐτὰς συσκιάζεσθαι τέως, ὥστε μὴ καὶ τὰ βιβλία αὐτὰ ἐξαλειφθῆναι.  Ἐπεὶ καὶ ἡ περὶ τῆς γεννήσεως αὐτοῦ προφητεία δοκεῖ μὲν ἀπὸ τῆς ἱστορίας ἠρτῆσθαι, οὐδὲν δὲ κοινὸν ἔχει πρὸς ἐκείνην· οἷον τὸ, Ἰδοὺ ἡ παρθένος   ἐν  γαστρὶ  λήψεται,   καὶ  τέξεται   υἱὸν,  καὶ  καλέσουσι  τὸ  ὄνομα  αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον,  Μεθ' ἡμῶν ὁ Θεός. Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες. Οἰκοδομοῦντας λέγει τοὺς Ἰουδαίους, τοὺς νομοδιδασκάλους, τοὺς γραμματεῖς, τοὺς Φαρισαίους, ὅτι ἀπεδοκίμαζον αὐτὸν λέγοντες· Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις· καὶ πάλιν· Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Ἀλλ' ὅμως οὗτος ὁ ἀποδοκιμασθεὶς οὕτως ἐφάνη δόκιμος, ὡς γενέσθαι κεφαλὴν  γωνίας. Οὐ γὰρ ἅπας λίθος  εἰς γωνίαν  ἐπιτήδειος,  ἀλλ' ὁ δοκιμώτατος,  καὶ ἐξ ἑκατέρας πλευρᾶς τοὺς τοίχους συνδῆσαι δυνάμενος. Ὃ τοίνυν ὁ Προφήτης λέγει, τοῦτο ἐστιν, ὅτι ὁ ἀποδοκιμασθεὶς παρὰ τῶν Ἰουδαίων καὶ ἐξουθενηθεὶς, οὕτως ἐφάνη θαυμαστὸς, ὥστε μὴ μόνον οἰκοδομὴν ὑφῆναι, ἀλλὰ καὶ δύο συνδῆσαι τοίχους. Ποίους δὴ τοίχους; Τοὺς ἐξ Ἰουδαίων καὶ Ἑλλήνωνπιστεύοντας· καθάπερ καὶ ὁ Παῦλος λέγει· Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον  τοῦ φραγμοῦ  λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὑτοῦ, τὸν νόμον τῶν ἐντολῶν  ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν  ἄνθρωπον.  Καὶ πάλιν·  Ἐποικοδομηθέντες  τῷ θεμελίῳ  τῶν ἀποστόλων καὶ προφητῶν,  ὄντος ἀκρογωνιαίου  λίθου Ἰησοῦ Χριστοῦ. Τὸ δὲ εἰρημένον πολλὴ κατηγορία τῶν Ἰουδαίων, ὅτι οἰκοδομοῦντες τὸν ἐπιτήδειον  λίθον οὐκ ἔκριναν, ἀλλὰ καὶ ὡς ἀδόκιμον ἔῤῥιψαν, τοιαύτην  δυνάμενον  οἰκοδομὴν  ὑφῆναι.  Εἰ δὲ βούλει τοὺς δύο τοίχους μαθεῖν, ἄκουσον καὶ αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Καὶ ἄλλα πρόβατα ἔχω,  ἃ οὐκ ἔστιν  ἐκ τῆς  αὐλῆς  ταύτης,  κἀκεῖνά  με δεῖ  ἀγαγεῖν·  καὶ  γενήσεται  μία ποίμνη,  εἷς ποιμήν.  Τοῦτο καὶ ἄνωθεν  ὡς ἐν  τύπῳ  γέγονεν.  Ὁ γὰρ Ἀβραὰμγέγονεν ἑκατέρων πατριάρχης, τῶν τε ἐν ἀκροβυστίᾳ, τῶν τε ἐν περιτομῇ· ἀλλ' ἐκεῖνο μὲν ὡς ἐν τύπῳ, τοῦτο δὲ ἐν ἀληθείᾳ. Οὗτος ἐγενήθη  εἰς κεφαλὴν  γωνίας· τουτέστι, συνέδησεν ἑκάτερα τὰ ἔθνη. Παρὰ Κυρίου ἐγένετο αὕτη. Τί ἐστι· Παρὰ Κυρίου ἐγένετο αὕτη; Οὐκ ἦν ἀνθρώπινον,  φησὶ, τὸ γενόμενον,  οὐκ ἦν ἑνὸς τῶν πολλῶν,  οὐκ ἦν ἀγγέλων,  οὐκ ἦν ἀρχαγγέλων  τὸ τοιαύτην πλέξαι γωνίαν. Οὐδεὶς γοῦν ἴσχυσεν, οὐ δίκαιος, οὐ προφήτης, οὐκ ἄγγελος,  οὐκ ἀρχάγγελος  ἀλλὰ  τοῦ  Θεοῦ τὸ κατόρθωμα  μόνον·  καὶ γὰρ τοῦτο ἰδικῶς  αὐτοῦ  τὸ  ἔργον.  Ἕτερος δὲ  ἑρμηνευτής·  Παρὰ Κυρίου ἐγένετο  τοῦτο,  φησί· τουτέστι, τὸ ἔργον τὸ θαυμαστὸν καὶ παράδοξον, τὸ τῆς γωνίας.  Καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Τίς δέ ἐστι θαυμαστή; Ἡ γωνία, ἡ σύνοδος τῶν δύο ἐθνῶν, ἡ εἰς τὴν εὐσέβειαν. Καὶ γὰρ ἐκ τῶν Ἰουδαίων  πολλαὶ μυριάδες ἐπίστευσαν· καὶ οἱ ἀπόστολοι δὲ ἐξ  Ἰουδαίων.  Καλῶς  δὲ  εἶπεν·  Ἐν  ὀφθαλμοῖς  ἡμῶν·  οὐ  γὰρ  πᾶσίν  ἐστι  τὸ  θαῦμα κατάδηλον.  Τίς γὰρ οὐκ ἂν  ἐκπλαγείη,  τίς  οὐκ ἂν  θαυμάσειεν,  ὅτι ἔνθα  ἐσταυρώθη Χριστὸς, ἐκεῖ προσκυνεῖται  Χριστός· καὶ οἱ μὲν σταυρώσαντες ἐν ἀτιμίᾳ, οἱ δὲ προσκυνοῦντες  ἐν δόξῃ; Καὶ γὰρ πᾶσαν τὴν οἰκουμένην  διέδραμεν ὁ λόγος, συνάπτων τῇ ἀληθείᾳ ἅπαντας. Ἔστι μὲν οὖν καὶ τοῖς ὁπωσοῦν ἐξετάζουσι θαυμαστὴ, πολλῷ  δὲ ἀκριβέστερον καὶ σαφέστερον τοῖς πιστεύουσι. ∆ιὰ τοῦτο εἶπεν· Ἐν ὀφθαλμοῖς  ἡμῶν. Αὕτη ἡ  ἡμέρα,  ἣν  ἐποίησεν    Κύριος· ἀγαλλιασώμεθα,  καὶ  εὐφρανθῶμεν   ἐν  αὐτῇ. Ἡμέραν ἐνταῦθα οὐχὶ τὸν δρόμον λέγει τὸν ἡλιακὸν, ἀλλὰ τὰ κατορθώματα τὰ ἐν αὐτῇ γενόμενα. Ὥσπερ γὰρ ἡμέραν πονηρὰν λέγων, οὐ τὸν δρόμον λέγει τοῦ ἡλίου, ἀλλὰ τὰ ἐν αὐτῇ κακά· οὕτω καὶ ἡμέραν ἀγαθὴν, τὰ ἐν αὐτῇ κατορθώματα. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τὰ τοῦ Θεοῦ κατορθώματα, τὰ ἐν αὐτῇ γενόμενα, ὁ Θεὸς ἐποίησε· τῆς γὰρ χειρὸς ἐκείνης μόνης ἦν τὸ τελέσαι τὰ γεγενημένα

ς ʹ.  Τί τοίνυν  τῆς ἡμέρας ταύτης  ἴσον γένοιτ' ἂν, ἐν ᾗ καταλλαγῇ  Θεοῦ πρὸς ἀνθρώπους ἐγένετο, καὶ χρόνιος κατελύθη πόλεμος, καὶ οὐρανὸς ἀπεδείχθη ἡ γῆ, καὶ οἱ τῆς γῆς ἀνάξιοι ἄνθρωποι τῆς βασιλείας ἐφάνησαν ἄξιοι, καὶ ἡ ἀπαρχὴ τῆς φύσεως τῆς ἡμετέρας ὑπεράνω  τῶν  οὐρανῶν  ἀνηνέχθη,  καὶ παράδεισος ἠνοίγη,  καὶ τὴν ἀρχαίαν ἀπελάβομεν  πατρίδα, καὶ κατάρα ἠφανίσθη, καὶ ἁμαρτία ἐλύθη, καὶ οἱ διὰ τοῦ νόμου κολασθέντες  χωρὶς  τοῦ  νόμου  σωτηρίας  ἐπέτυχον,  καὶ πᾶσα ἡ γῆ  καὶ θάλασσα τὸν ∆εσπότην ἐπέγνω τὸν ἑαυτῆς, καὶ μυρία ἕτερα γέγονεν, ἅπερ οὐκ ἔστι νῦν ἐπελθεῖν τῷ λόγῳ; ∆ιὰ δὴ τοῦτο ὁ Προφήτης ἅπαντα  ταῦτα ἐννοήσας, τῷ Θεῷ τὸ πᾶν ἀνατίθησι, δηλῶν,  ὅτι τοῦ Θεοῦ ἔργα ἐστὶ τὰ γεγενημένα.  Ἀγαλλιασώμεθα  καὶ εὐφρανθῶμεν  ἐν αὐτῇ. Εὐφροσύνην ἐνταῦθα λέγει τὴν πνευματικὴν, τὴν νοερὰν, τὴν τῆς διανοίας. Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, ὅτι τοσούτων ἐπετύχομεν  ἀγαθῶν. Καὶ γὰρ καὶ  τοῦτο   οὐ  μικρὸν   κατόρθωμα,   τὸ  χαίρειν   ἐπὶ  τοῖς   ἀγαθοῖς,   τὸ  σκιρτᾷν,  τὸ εὐφραίνεσθαι, τὸ μετὰ ἡδονῆς δέχεσθαι τοῦ Θεοῦ τὰς εὐεργεσίας. Ὦ Κύριε, σῶσον δή· ὦ Κύριε,  εὐόδωσον   δή.  Ἐπειδὴ  εἶδε  τῆς  οἰκουμένης   τὴν   εὐημερίαν,   καὶ  τὴν   τῶν πραγμάτων   μεταβολὴν,   καὶ   τὴν   πρὸς   τὸ   βέλτιον   μετάστασιν,   συγχαίρων   τοῖς ἀπολαύουσιν εἶπεν· Ὦ Κύριε, σῶσον δή· ὦ Κύριε, εὐόδωσον δή. Τουτέστι, διάσωσον δὴ τοὺς  ἀπολαύοντας,   ὥστε  καὶ  ἐμπλησθῆναι,   καὶ  καρποὺς  ἀξίους  ἐπιδείξασθαι  τῆς χάριτος·  ῥᾳδίαν  αὐτοῖς  ποίησον  τὴν  ὁδὸν,  ὥστε  μετὰ  τὸ  τυχεῖν  μὴ  ἐκπεσεῖν  τῶν τοιούτων  καλῶν.  Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι  Κυρίου. Οὐ γὰρ δὴ μέχρι τῶν γεγενημένων ἵσταται τὰ ἡμέτερα, ἀλλ' ἐφ' ἕτερα πρόεισι μείζονα, τὴν ἀνάστασιν, τὴν βασιλείαν, τὴν μετὰ Χριστοῦ λῆξιν,  ἅπερ ἅπαντα  παραστῆσαι βουλόμενος,  ἐπήγαγεν· Εὐλογημένος ὁ ἐρχόμενος  ἐν ὀνόματι  Κυρίου. Τοῦτο καὶ ὁ Χριστὸς Ἰουδαίοις  ἔλεγεν· Ἀμὴν, ἀμὴν λέγω  ὑμῖν· οὐ μή με ἴδητε, ἕως ἂν εἴπητε, Εὐλογημένος  ὁ ἐρχόμενος  ἐν ὀνόματι Κυρίου. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο αὐτὸ προεβάλλετο, ὅτι οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ, ὅτι ἀντίθεός ἐστι, λέγει αὐτοῖς· Ὑμεῖς μοι μαρτυρήσετε, ὅτι οὐκ ἀντίθεος ἐγὼ, ὅταν  ἴδητε  ἐπὶ  τῶν  νεφελῶν ἐρχόμενον,  καὶ  ταύτην  ἀφῆτε  τὴν  φωνὴν   λέγοντες, Εὐλογημένος    ἐρχόμενος  ἐν  ὀνόματι  Κυρίου, ἐν  εὐφημίας  ῥήμασι  τῆς  ἀπολογίας ἑαυτοὺς ἐκβάλλοντες. Ἡ γὰρ ἐπιφάνεια  τῶν γινομένων τότε ταύτην παρασκευάσει τὴν φωνὴν ἀφεῖναι, ὁμοῦ μὲν εὐφημοῦντας, ὁμοῦ δὲ τὴν κατηγορίαν πικροτέραν ποιοῦντας  τὴν καθ' ἑαυτῶν. Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου· Θεὸς Κύριος, καὶ ἐπέφανεν  ἡμῖν. Τὸν δῆμον ἅπαντα λέγει τὸν πιστὸν, τὸν εὐλογίας  ἀπολαύοντα  ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Καὶ γὰρ  πανταχοῦ  φαίνονται   οἱ  προφῆται  μακαρίζοντες  τοὺς  μέλλοντας  πιστεύειν. Τίνος ἕνεκεν εὐλογήσατε, καὶ πόθεν ὁ μακαρισμός; Ὅτι ὁ Θεὸς ἐπέφανεν ἡμῖν. Ἐπεφάνη γὰρ,  φησὶν,    χάρις  τοῦ  Θεοῦ ἡ  σωτήριος  παιδεύουσα  ἡμᾶς,  ἵνα  ἀρνησάμενοι  τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας,  σωφρόνως  καὶ δικαίως  καὶ εὐσεβῶς ζήσωμεν, ἀπεκδεχόμενοι  τὴν  μακαρίαν  ἐλπίδα  καὶ ἐπιφάνειαν τοῦ μεγάλου  Θεοῦ καὶ Σωτῆρος ἡμῶν  Ἰησοῦ Χριστοῦ. Ἐνταῦθα τοίνυν  ὁ Προφήτης τὴν σάρκωσιν θαυμάζει, ὅτι Θεὸς ὢν, καὶ Κύριος, καὶ τῆς οὐσίας ἐκείνης, κατηξίωσεν ἐπιφά .338 νειαν. Ἐπιφάνειαν  δὲ εἶπε τὴν οἰκονομίαν, τὸ εἰς μήτραν ἐλθεῖν παρθενικὴν, τὸ ἄνθρωπον γενέσθαι, καὶ τοῖς ἀνθρώποις  συναναστραφῆναι.  ∆ιὰ δὴ τοῦτο, Εὐλογήκαμεν  ὑμᾶς, φησὶν,  ὅτι τοιαύτης ἀπηλαύσατε  δωρεᾶς. Τοῦτο καὶ ὁ Χριστὸς αἰνιττόμενος ἔλεγε· Πολλοὶ προφῆται  καὶ δίκαιοι  ἐπεθύμησαν  ἰδεῖν,  ἃ εἴδετε,  καὶ οὐκ εἶδον,  καὶ ἀκοῦσαι, ἃ ἀκούετε,  καὶ οὐκ ἤκουσαν. Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν, ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. Ἕτερος ἑρμηνευτής φησι· Συνδήσατε ἐν πανηγύρει πυκάσματα. Ἄλλος, ∆ήσατε ἑορτὴν ἐν πιμελέσιν. Ἐπὶ τὴν ἱστορίαν ἐξέβη πάλιν ἀπὸ τῆς προφητείας. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἑορτάσατε, πανηγυρίσατε. Τί δέ ἐστι, Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσι; Κατὰ μὲν τὸν ἕνα ἑρμηνευτὴν, Θύσατε θυσίας λιπαράς· κατὰ δὲ τὸν ἕτερον, Στεφανώματα καὶ κλάδους ἀνάψατε  τῷ ναῷ. Τὸ δὲ Ἑβραϊκὸν τοῦτο οὕτως εἶπεν, Ἐσροὺ ἂγ βαὰδ ὀθθίμ. Ἄν τε οὖν τοῦτο, ἄν τε ἐκεῖνο ᾖ, ἑορτὴν δηλοῖ, καὶ φαιδρὰν ἡμέραν, καὶ πανήγυριν. Ἀπὸ γὰρ τῶν νοητῶν  ἐπὶ τὰ αἰσθητὰ μετήγαγε πάλιν τὸν λόγον, καὶ τῆς ἐπανόδου τούτων ἐμνημόνευσε. Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε. Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. Ἐνταῦθα δείκνυσιν,  ὅτι  καὶ  χωρὶς  τῶν  εὐεργεσιῶν  δεῖ  εὐχαριστεῖν  τῷ  Θεῷ, καὶ  διὰ  τοῦτο δοξάζειν  αὐτὸν,  διὰ τὴν  μεγαλωσύνην  αὐτοῦ, διὰ τὴν  ἀπόῤῥητον  δόξαν. Τοῦτο γὰρ αἰνίττεται  μετὰ τὸ εἰπεῖν τὰς εὐεργεσίας, ἃς εὐηργετήθη, οὕτως ἐπαγαγών.  Λέγει γάρ· Καὶ χωρὶς τούτων  καὶ εὐχαριστήσω, καὶ ἐξομολογήσομαι, ὅτι τοιοῦτον  ἔχω ∆εσπότην, οὕτως  ὑψηλὸν,  οὕτω  μέγαν,  οὕτως  ἀόρατον,  οὕτως  ἀκατάληπτον· τὸ γὰρ, Ὑψώσω, δοξάσω ἐστίν. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Οὐκ αὐτὸς ταύτην ἀναφέρειν τὴν θυσίαν μόνον ἀρκεῖται, ἀλλὰ καὶ κοινωνοὺς  πολλοὺς καλεῖ  τῆς  εὐφημίας  καὶ τῆς  εὐχαριστίας,  καὶ τὴν  Θεοῦ φιλανθρωπίαν ἀνακηρύττει, πανταχοῦ  τὸ διαρκὲς αὐτῆς ὑμνῶν  καὶ τὸ μέγεθος. Ταῦτα δὴ οὖν καὶ ἡμεῖς εἰδότες, μένωμεν διαπαντὸς εὐχαριστοῦντες τῷ φιλανθρώπῳ Θεῷ, καὶ ταύτην ἀναφέρωμεν  τὴν θυσίαν, ἵνα  καὶ τῶν  μελλόντων ἀγαθῶν  ἀπολαύσωμεν,  χάριτι  καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

Η ηλεκτρονική επεξεργασία  επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο

©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
 http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |