ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Α΄ Ερμηνεία εις τον Δανιήλ Προφήτην

Τετάρτη 26 Οκτωβρίου 2016

Α΄ Ερμηνεία εις τον Δανιήλ Προφήτην




Ιωάννης Χρυσόστομος
Είς Προφήτην Δανιήλ
Τόμος 56


Α΄  Ερμηνεία εις τον Δανιήλ Προφήτην                       

Καὶ εἶπεν ὁ βασιλεὺς Ἀσφανὲς τῷ ἀρχιευνούχῳ  αὐτοῦ εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπὸ τοῦ σπέρματος τῆς βα σιλείας, καὶ ἀπὸ τῶν Φορθονμίν. Φορθονμὶν ἢ ἔθνος φησὶ, ἢ γένος· μᾶλλον δὲ ἔθνος, βάρβαρον ἴσως. Συγχωρεῖται δὲ τοῦτο, ἵνα ἀπὸ συγκρίσεως ἡ τοῦ Θεοῦ φανῇ δύναμις· καὶ ὅπερ ἐπὶ τῶν πολλῶν  ἐγένετο, καὶ ἐπὶ τῆς σοφίας. Ἵνα γὰρ μή τις τὴν Περσικὴν σοφίαν αἰτιᾶται τῶν γινομένων,  καὶ ἄλλοι μανθά νουσι μετ' αὐτῶν εἰς ἔλεγχον. Ἀπὸ γὰρ συγκρίσεως μάλιστα παρὰ τοῖς ἀνοήτοις τὰ πράγματα κρίνεται. ∆ιὸ ἀπὸ συγκρίσεως πανταχοῦ  ποιεῖ ὁ Θεός· καὶ ὅταν περὶ ἑαυτοῦ λέγῃ, οὐκ ἀπαξιοῖ τοῖς θεοῖς ἑαυτὸν παραβάλλειν,  καὶ συγκρίνειν· καὶ αὐτοὶ λέγουσιν· Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε.


Ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος, καὶ καλοὺς τῇ ὄψει, καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ. Καὶ τοῦτο κώλυμα πρὸς σωφροσύνην καὶ φιλοσοφίαν.  Τίνος δὲ ἕνεκεν καὶ τοιούτους ζητεῖ, ὥστε καὶ τῇ τῶν μελῶν εὐεξίᾳ, καὶ τῇ τῆς ὄψεως εὐμορφίᾳ πάντας τοὺς ἄλλους νι κᾷν; Ἀκούσωμεν. Εἰ βασιλεὺς τοιούτους ζητεῖ, βα σιλεὺς βάρβαρος, πόσῳ μᾶλλον ὁ Θεὸς ὁ τοῦ ψυχι κοῦ κάλλους ἐραστής; Εἰ παρεστάναι ἐκείνῳ οὐκ ἂν εἶεν  ἄξιοι οἱ μῶμον  ἔχοντες  ἐν σώματι (Ἐν οἷς γὰρ, φησὶν, οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος), πολλῷ μᾶλλον τῷ Θεῷ οὐ προσήκει παρεστάναι τοὺς μῶμον ἔχον τας ἐν τῇ ψυχῇ. Εἰκότως δὲ καὶ ἰσχυροὺς ζητεῖ, πρὸς τὰς ἔνδον διακονίας φησὶ, ἢ ἰσχὺν καὶ τὴν τῆς ψυχῆς λέγει, τουτέστι, δυναμένους ἑστάναι ἐνώπιον  τοῦ βασιλέως. Καλοὺς δὲ τὴν ὄψιν τίνος ἕνεκεν ἐπι ζητεῖ; Ἐκεῖνα μὲν γὰρ πρὸς χρείαν, ἡ σοφία λέγω,  καὶ ἡ σύνεσις τῆς διανοίας· τοῦτο δὲ τίνος ἕνεκεν; Ἅτε ὡς βάρβαρος, καὶ βιωτικὸς ἀνὴρ, ἀπὸ φιλο  τιμίας πολλῆς  τοῦτο ἐπιζητεῖ· τὸν γὰρ φιλόσοφον  τὰ ἀπὸ ψυχῆς ἐπιζητεῖν χρὴ μόνον. Ὥσπερ γὰρ ἱμά τια ζητοῦμεν καλὰ πρὸς οὐδεμίαν χρείαν, οὕτω καὶ  ὄψεις  ἐπιζητεῖ  καλὰς,  ὥσπερ  ἀγάλματα.  Ὁ  δὲ  Θεὸς τίνος  ἕνεκεν  κάλλος ἐποίησεν; Ἄκουσον ἑτέρου λέ γοντος· Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς  κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται. Καὶ πολλὰ ἴδοι τις ἂν οὐχὶ πρὸς χρείαν μόνον, ἀλλὰ  καὶ πρὸς ὥραν  ἡμῖν  ἐν  τῷ  σώματι γεγενημένα.  Τὰ γὰρ χρώ  ματα, καὶ αἱ εὔχροιαι, τούτου χάριν, οὐ χρείας μόνης. ∆υνατὸν  γὰρ ἢ καὶ μέλανας  εἶναι,  καὶ μηδὲν εἰς τὴν χρείαν παραβλέπεσθαι. Καὶ τρίχες δὲ ἡμῖν διὰ τοῦτο· οὕτω καὶ Παῦλός φησι· Ἀνὴρ μὲν γὰρ ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι. Καὶ αὐχὴν δὲ ὄρθιος, καὶ σύμμετρον ἔχων διάστημα· καὶ εἰς τοῦτο εὐπρεπείας ἅπαντα ἡμῖν ἐξενήνεκται, ὡς, ἂν μικρὸν ἐκκόψῃς τῷ παντὶ, λυμήνασθαι κάλλει, τῆς χρείας μενούσης. Ὅθεν δὲ μάλιστα καὶ πρὸς κάλλος ὁ ∆ημιουργὸς ἡμῖν τὸ ζῶον κατεσκεύασε τοῦτο· καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ ἄλλα πάντα. Ἀλλὰ τοῦ κάλλους τούτου τοῖς μὲν πλέον, τοῖς δὲ ἔλαττον ἔδωκεν. Πολ λοὺς δὲ μετὰ τὸ γενέσθαι, οὐκ ἔχοντας οἴκοθεν, χάριν ἐνέδυσεν. Καὶ ἀπὸ  τῆς  θέσεως  δὲ  αὐτῆς  ὄψει  τὸ  κάλ  λος,  οἷον  τὸ  ἐν  ὑψηλῷ  κεῖσθαι  τοὺς ὀφθαλμοὺς, καθά περ τὴν ἴριν, καὶ ἔχειν ἔνδον τὸ στρογγύλον ἀπο τετορνευμένον, τὴν μίξιν τῶν χρωμάτων, τὴν ἀκρί  βειαν, τὴν γνησιότητα, τὸ λευκὸν εἶναι. Ἀλλὰ πρόσ κομμα γέγονε τὸ κάλλος, φησί. Οὐχὶ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τῶν  ἁλισκομένων.  Μὴ καταμάνθανε  γὰρ, φησὶ, κάλλος ἀλλότριον. Οὐχ ἁπλῶς εἶπε, Μὴ καταμάνθανε κάλλος, ἀλλὰ προσέθηκεν, Ἀλλότριον, ὡς τό γε οἰκείου  ἀπολαύειν  αἰνεῖ.  ∆ιὰ τί  γὰρ  οὐκ  ἐξετραχήλισε  τὸν  Ἰωσὴφ,  οὐδὲ  βλᾶκα εἰργάσατο, οὐδὲ ἐνέπλησεν ἀπονοίας καὶ τύφου; Ἔλαφος, φησὶ, φιλίας, καὶ πῶλος σῶν χαρίτων  ὁμιλείτω  σοι. Σύνδεσμός ἐστι καὶ τοῦτο  τοῦ γάμου, ὥστε πρὸς τὰ σώματα  ἐπτόηντο  οἱ  ἄνθρωποι.  Ἐπειδὴ  γὰρ  ἐπίπονόν  τινα  καὶ  μοχθηρὸν  ἡμῖν κατεσκεύασε τὸν βίον, ἐχαρίσατό τινα καὶ παραμυθίαν. Ἐντεῦθεν ἡμῖν ἀγάπης ἐστὶν ὑπέκκαυμα  τῆς  τὰ  πάντα  συνεχούσης. Πολλὰ γὰρ  ἐσπούδασεν ὁ Θεὸς καὶ  ἐπρα γματεύσατο, ὥστε τὸν τοῦ γάμου σύνδεσμον ἀῤῥαγῆ μένειν. Καὶ μὴν τοῦτο, φησὶ, γέγονε πρόσκομμα παρὰ τὴν ἀρχήν. Ἰδόντες γὰρ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν Ἑβραίων [l. ἀνθρώπων], ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς. Οὐχὶ τοῦτο γέγονε πρόσκομμα, ἀλλ' ἡ ἀκρασία ἐκείνων.  Καλὰς αὐτὰς ἐποίησεν, οὐχ ἵνα ἀναιδεῖς  αἱ θυγατέρες γένωνται, ἀλλ' ἵνα ἕκαστος στέργῃ τὴν ἑαυτοῦ. Καὶ συνιέντας, φησὶν, ἐν πάσῃ σοφίᾳ·  τουτέστι,  σπουδαίους, δεκτι  κοὺς  πρὸς  πᾶσαν  σοφίαν·  τοῦ  διδάξαι αὐτοὺς  γράμ ματα καὶ γλῶσσαν Χαλδαίων. Ὁ μὲν  οὖν  Μωϋσῆς ἰδιώτης  ὢν,  ὡς βασιλεὺς ἐτράφη· οὗτοι δὲ ἐκ γένους ὄντες βασιλικοῦ, ἐν τάξει δούλων δεσποτικῶν ἀνετρέ  φοντο.  Καλῶς προοικονομεῖται  αὐτοὺς  μαθεῖν  γράμ  ματα  καὶ  γλῶσσαν Χαλδαίων,  ἵν' ὅταν  μέλλῃ  τῷ  βα σιλεῖ  διαλέγεσθαι  ∆ανιὴλ  περὶ  τῶν  μεγάλων ἐκείνων, μηδεὶς μεταξὺ παρεμπεσὼν κακουργῇ τι τῶν λεγομέ νων. Τίνος δὲ ἕνεκεν καὶ τοῦτο γίνεται; Ἵνα μάθῃς αὐτοῦ τὴν φιλοσοφίαν, καὶ ἴδῃς εὐθέως ἐξ ἀρχῆς πῶς κρείττων ἐστὶ γαστρός. Καὶ μὴν ἕτερος εἶπεν ἂν, Αἰχμάλωτός εἰμι, οὐδαμόθεν ἔχω τὴν ἀναγκαίαν τρο φὴν, συγγνώσεται πάντως ὁ Θεός. Ἀλλ' οὐχ οὕτως οὗτος· οὐ γὰρ μισθῷ τινι καὶ φόβῳ μόνον, ἀλλὰ καὶ ἀγάπῃ ἐδούλευε τῷ Θεῷ, πολλῆς ἀπολαύων ἐπιμε λείας, καὶ ὁ χρόνος οὐ βραχύς. Ἔτη τρία ἐφιλοσό φουν, τὰ τρία ἔτη ἐνήστευον. Ὁρᾷς σύνεσιν; Ἔνθα μὲν ἐχρῆν φυλάξασθαι, σφόδρα ἀκριβὴς, καὶ προνοη τικὸς, καὶ οὐχ  ἁπλῶς  ἐπιῤῥίπτων   ἑαυτὸν,  ἀλλ'  ἱκε  τεύων  καὶ  δεόμενος·  ἔνθα  δὲ  οὐδὲν ἔβλαπτεν, οὐ παρῃτήσατο μαθεῖν γλῶτταν βαρβαρικὴν καὶ σοφίαν τοιαύτην. Οὐ γὰρ δὴ τὸ μαθεῖν ἔγκλημα ἦν, ἀλλὰ τὸ χρήσασθαι. Οὕτω μάλιστα ἔμαθεν ἂν τὴν σοφίαν τὴν παρ' ἑαυτῷ· ἀπὸ συγκρίσεως πάλιν, ἵνα μάθῃ ὅτι οὐκ ἔστι σοφία ἑτέρα οἵα ἡ Ἑβραίων, ἵνα ἰσχυρό  τερος εἴη. Καὶ μὴν εἰ καὶ παράνομον ἦν, καὶ ἐνταῦθα ἔστη ἂν καὶ ἠγωνίσατο. Εἶδες ὅτι τούτου αἱ ἀρεταὶ, ὅθεν οἱ γαστρίμαργοι, ὅθεν οἱ σκόρδα προτιμῶντες  τοῦ  μάννα;  Ἐντεῦθεν  ὁ ∆ανιὴλ  ὢν  φιλόσοφος  ἐφάνη.  Καὶ ἐγένοντο  ἐν αὐτοῖς  ἐκ τῶν  υἱῶν  Ἰούδα, ∆α νιὴλ,  καὶ Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαήl. Καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα, τῷ μὲν ∆ανιὴλ Βαλτάσαρ, καὶ τῷ  Ἀνανίᾳ  Σεδρὰχ, καὶ  τῷ  Ἀζαρίᾳ Ἀβδεναγὼν  [σξρ. Ἀβδεναγὼ], καὶτῷ  Μισαὴλ Μισάχ. Τῷ ∆ανιὴλ,  φησὶ,  Βαλτάσαρ ἐπέθηκεν  ὄνομα.  Καὶ ὁ  θεὸς  αὐτῶν  οὕτως ἐλέγετο, μᾶλλον  δὲ ὁ υἱὸς τοῦ βασιλέως οὕτως ἐλέγετο. Ἐτόλ μησε κἂν οὖν τὸν αἰχμάλωτον  οὕτω καλέσαι; Μάλιστα μὲν οὖν ἐτόλμησεν ἄν· πλὴν οὐκ ἔστι τὸ αὐτὸ ὄνομα, ἀλλὰ πολλὴ ἡ διαφορὰ, ὥσπερ ἐπὶ τοῦ Ἰωσὴφ, προσεκύνησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. Καὶ τί μέγα τὸ ὄνομα τοῦτο κληθῆναι αὐτόν; οὐχ ὁρῶμεν καὶ νῦν τοῖς τῶν βασιλέων  ὀνόμασιν ἰδιώτας  καλουμένους  πολλούς;  Ἀλλ' οὐκ ἐν τοῖς  βασιλείοις, φησί. Τίνος δὲ ἕνεκεν ἡ τῶν ὀνομάτων μεταβολὴ γίνεται; Ὅρα πάντοθεν οἰκονομούμενα τὰ πράγματα. Οὐ πρῶτον ὁρᾷ τὸ ἐνύπνιον, ἕως τοῦ πληρωθῆναι  τὰ τρία  ἔτη. Ὁρᾷς ὅτι  Θεὸς οἰκονομεῖ;  Τίνος  οὖν  ἕνεκεν;  Ἵνα  πλείονος  παῤῥησίας ἀπολαύσῃ. Καὶ μὴν σαφέστερον ἐθαυμάσθη ἂν, καὶ ἐφάνη, εἴποι τις ἂν, εἰ πρὸ τῶν τριῶν ἐτῶν εἶδε τὸ ἐνύπνιον. Ἀλλ' οὐκ ἂν ἦλθε καὶ κατ' αὐτῶν τὸ δόγμα, ἄλλως δὲ οὐδ' ἐπιστεύθη ὁ ∆ανιήl. ∆ιὰ τοῦτο ἐν τοῖς μικροῖς καὶ ἐλάττοσι λαμ βάνει πεῖραν τῆς εὐνοίας  τοῦ Θεοῦ τῆς περὶ αὐτοὺς ὁ εὐνοῦχος,  ἵν' ὅταν  ὑπὲρ τῶν  μειζόνων ἀξιῶσιν αὐ τὸν, μὴ διαπιστήσας διαπτύῃ, καὶ ἵνα μάθωσι καλῶς διαλέγεσθαι, ἵνα πλείονες παῤῥησίας ἀπολαύσωσιν. Οὐχ ὁρᾷς ἀπὸ τοῦ ∆αυῒδ τοῦτο γενόμενον; πῶς διηπίστησεν  αὐτῷ  ὁ  βασιλεὺς  ἐπαγγελλομένῳ   ἀλλό  φυλον  αἱρήσειν,  ἀπὸ  τῆς ἡλικίας κρίνων τὰ πρά γματα; Ὅρα λοιπὸν τῆς ὁδοῦ τὴν αἰτίαν τοῦτον μα θόντα. Τῶν βαρβάρων ἔμαθον ἀκριβῶς Μωϋσῆς καὶ ∆ανιήl. Ἵνα γὰρ μὴ ἀγνοίᾳ  δοκῶσι προτιμᾷν   τὰ  οἰκεῖα  τῶν   ἀλλοτρίων,   τούτου  χάριν   ἀφίησιν   αὐτοὺς  μετέχειν κἀκείνων, ἵν' ὅταν ἴδῃς, μᾶλλον δ' ἀκούσῃς Μωϋσέως λέγοντος, ὅτι Οὐκ ἔστι σοφία οἵα ἡ ἡμε τέρα, μήτε  φίλτρου,  μήτε  ἀγάπης  εἶναι  νομίσῃς  τὴν  ἀπόφασιν,  ἀλλὰ κρίσεως  ὀρθῆς.  Οὐδὲ γὰρ  ἔστιν  εἰπεῖν  ὅτι  διὰ  τὸ  πρὸς  τοὺς  διδάξαντας  ἄχθος ἀπεπήδησε τῆς ἐκείνων παιδεύσεως. Ἀμφότεροι γὰρ πολλῆς ἀπολαύουσι τῆς τιμῆς, καὶ  προτιμῶσι  τὰ  οἰκεῖα.  Ὅπερ οὖν  καὶ  Παῦλος θαυμάζων  ἔλεγεν·  Οὐχ εἵλετο πρόσκαιρον  ἔχειν   ἁμαρτίας  ἀπόλαυσιν,  μείζονα  πλοῦτον   ἡγησάμενος  τῶν   ἐν Αἰγύπτῳ θησαυρῶν  τὸν  ὀνειδισμὸν  τοῦ Χριστοῦ. Καὶ ἔθετο ∆ανιὴλ  ἐν τῇ καρδίᾳ αὐτοῦ μὴ ἀλισγηθῆναι  ἐν τῇ τρα πέζῃ τοῦ βασιλέως, καὶ ἐν τῷ οἴνῳ  τοῦ πότου αὐτοῦ, καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον, ὅπως μὴ ἀλισγηθῇ. Καὶ ἔδωκεν ὁ Θεὸς τὸν ∆ανιὴλ εἰς ἔλεον καὶ εἰς οἰκτιρμὸν  ἐνώπιον  τοῦ ἀρχιευνού  χου. Ὅρα τοῦτον ἄρχοντα τῶν ἀγαθῶν. Οὕτως αὐ τόθεν ἐνέφαινεν,  ὅτι μέγας τις ἦν καὶ θαυμαστός. Τοῦτον  γὰρ  τῷ  βελτίονι,   καλεῖ  ὀνόματι.  Ἐν  οἷς  δὲ  δυνατὸν   ἦν,  τὸν  νόμον ἐφύλαττεν.   Τίς  ἂν  ἕτερος,  εἰπέ  μοι,  μίασμα  εἶναι  ἐνόμισε  τὴν  τράπεζαν  τὴν βασιλικήν; Ὅρα αὐτὸν ἐκ προοιμίων  εὐθέως ἐνδεικνύμενον  τὴν φιλοσοφίαν.  Καὶ ἠξίωσε, φησὶ, τὸν ἀρχιευνοῦχον, ὅπως μὴ ἀλισγηθῇ. Ὅρα πῶς ἐστιν ἀφιλότιμος. Οὐκ εἶπεν, ὅτι Τὴν ψυχήν  μου δώσω, ἀλλ' ἠξίωσεν, εἰ δυνατὸν,  λαθεῖν.  Τίνος ἕνεκεν φιλοτιμοῦμαι;  φησί. Ἀλλ'  οὐχ  ὁ Ἰωσὴφ  οὕτως,  οὐδὲ  Μωϋσῆς. Τί οὖν;  ἐκείνων καταγνωσόμεθα; Μὴ γέ νοιτο· οὐ γὰρ ᾔδεσαν ὅ τί ποτε ἦν. Οὔπω γὰρ ἦν κατὰ τὸν νόμον παραίτησις τῶν βρωμάτων. Ὅρα αὐτὸν καὶ ἐλέγχοντα καὶ φιλοσοφοῦντα, καὶ ἐν τοῖς σμικροῖς ἐνδεικνύμενον  τὴν  φιλοσοφίαν.  Καὶ ὅπερ ἔλεγον  οἱ ἀπόστολοι, Ταῦτα ἔδει πρόσω ποιῆσαι, κἀκεῖνα  μὴ ἀφεῖναι.  Ταῦτα δὲ ἔπραττεν,  οὐκ ἐπειδὴ εἰδωλόθυτα ἦν, ἀλλ' ἐπειδὴ κεκωλυμένα ὑπὸ τοῦ νό μου ἦν. Πῶς οὖν ἔπεισεν; Ὅρα πῶς εὐθέως ἔλυσέ σοι τὴν ἀπορίαν. Ἔδωκε, φησὶ, ὁ Θεὸς τὸν ∆ανιὴλ εἰς ἔλεον καὶ εἰς οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευ νούχου. Τοῦτο καὶ ἐπὶ τοῦ Ἰωσὴφ γέγονεν· κἀκεῖ ἠλεήθη Ἰωσὴφ καὶ χάριν εὗρεν ἐπὶ τοῦ ἀρχιμαγεί ρου· πλὴν ἀμφότεροι δοῦλοι, καὶ ἐν οἰκείαις [f. οἰ κίαις] βαρβαρικαῖς. Καὶ γὰρ ἦν ὄντως ἱκανὰ ἐκλῦ σαι τὸν θυμὸν τοῦ βασιλέως  τὰ  εἰρημένα.  Τί λέ  γεις;  ἐναγῆ  τὴν  τράπεζαν  ὀνομάζεις  εἶναι  τὴν  δε σποτικήν; καθαρώτερος ἡμῖν αὐτὸς ἀνεφάνης; οὐκ οἶδας, ὅτι διὰ τοῦτο καὶ γλῶτταν καὶ γράμματα με μαθήκατε Χαλδαϊκὰ, ἵνα  πρὸς τὴν  ἡμετέραν  μετα στῆτε τάξιν; Πόθεν δ' ὅλως αὐτὸν ᾐδέσθη ὁ εὐνοῦχος; Τὸ παιδίον εὐκαταφρόνητον  ἦν, αἰχμάλωτον.  Εἰ γὰρ καὶ αἰδέσιμος ἦν, ἀλλ' ὁ κίνδυνος  οὐκ εἴα αἰδέσιμον αὐτὸν φανῆναι.  ∆ιὰ γὰρ τοῦτο εἰπὼν, ὅτι Ἔδωκεν αὐτὸν εἰς ἔλεον, λέγει τὰ ῥήματα τοῦ εὐνούχου καὶ τὸν πάλιν  φόβον. Πῶς; Οὐκ ἦν δυνατὸν, ἀλλὰ κεκωλυμένον,  εἰ μὴ ἄνωθεν  χάρις πάντα ᾠκονόμει. Καὶ εἶπε ∆ανιὴλ πρὸς Ἀμελασὰρ, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος ἐπὶ ∆ανιὴλ, Ἀνανίαν, Ἀζαρίαν, καὶ Μισαήλ· Πείρασον δὴ τοὺς δούλους σου  ἡμέρας  δέκα, καὶ  δότωσαν  ἡμῖν  ἀπὸ  τῶν  σπερ μάτων  τῆς  γῆς,  καὶ φαγόμεθα, καὶ ὕδωρ πιό μεθα· καὶ ὀφθήτωσαν ἐνώπιόν  σου αἱ ἰδέαι ἡμῶν, καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως· καὶ ὡς ἐὰν ἴδῃς, ποίησον μετὰ τῶν παίδων σου. Καὶ εἰσήκουσεν αὐτὸν, καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα. Καὶ μετὰ τὸ τέλος τῶν  δέκα ἡμερῶν ὡράθησαν αἱ ἰδέαι αὐτῶν  ἀγαθαὶ, καὶ αὐτοὶ ἰσχυροὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπε ζαν τοῦ βασιλέως. Πολλὴ ἡ παῤῥησία, μεγί στη ἡ προθυμία, πολλὴ ἡ σύνεσις, μεγάλη ἡ πίστις. Πείρασον τοὺς παῖδας σου ἡμέρας δέκα. Εἶτα ἵνα μὴ νομίσῃς τῆς φύσεως τῶν σπερμάτων εἶναι τὸ φαιδρὸν  τοῦ προσώπου, ὅρα δὴ ὕδωρ τὸ μὴ τρέφον. Καὶ οὐχ ἁπλῶς  εὐπαθεῖς ἐφάνησαν, ἀλλὰ καὶ τῶν ἀπολαυόντων  τῆς τραπέζης τῆς βασιλικῆς εὐπαθέστε ροι. Ὅτι δὲ κρέα καὶ οἶνος πάντων  μᾶλλον  τρέφειν  εἴωθε, παντὶ  δῆλόν ἐστι. Ὅρα ἐκ προοιμίων εὐθέως τὴν ἐπανθοῦσαν χάριν ἐκ τῆς προαιρέσεως τῶν παί δων, [καὶ] ἐκ τῆς χάριτος τοῦ Θεοῦ. Ἡ μὲν γὰρ προαίρεσις ἐκ τοῦ μὴ θελῆσαι, ἡ δὲ χάρις ἐκ τοῦ δυνηθῆναι. Καὶ ὀφθήτωσαν, φησὶ, ἐνώπιόν σου. Σοὶ τὴν κρίσιν ἐπιτρέπομεν. Κούφη δὲ καὶ εὐμαρὴς ἡ χάρις· διὰ τῶν πραγμάτων πιστώθητι. Ἐγὼ μὲν γὰρ οἶδα σαφῶς· καὶ πρὸ τοῦ τέλους οὐκ ἀποφαίνο μαι, διὰ σέ. Ὅρα πῶς καὶ τοὺς οἰκέτας ἐπαίδευσεν εὐθέως,  καὶ ἐδίδαξεν, ὅτι φιλόθεός  τίς  ἐστιν. Καὶ οὐχ ἁπλῶς,  Μεθ' ἡμῶν,  φησὶ, ποίησον, ἀλλὰ, Μετὰ τῶν παίδων σου· καὶ ἀρχόμενος οὕτως ἔλεγε· Πείρασον τοὺς παῖδάς  σου. Οὐ παρῃτοῦντο  τὰς  ἀνθρωπίνας  τιμὰς,  ἔνθα  τὴν  εὐσέβειαν  οὐδὲν ἔβλαπτεν,  ἐπιδεί  ξασθαι· ἐπεὶ καὶ Παῦλος αὐτὸ ποιεῖ. Ἀπολογίας ἀρχό μενος, ἐξ ἐγκωμίων  τοῦ δικάζοντος  ἄρχεται οὕτω λέγων·  Πολλῆς εἰρήνης τυγχάνοντες  διὰ σοῦ· καὶ πολιτικοῖς κέχρηται πράγμασι. Καὶ προφητεύων δὲ ὁ Νάθαν προσκυνεῖ τὸν ∆αυῒδ, καὶ ὁ Ἰακὼβ τὸν Φαραὼ, καὶ ὁ Ἀβραὰμ τοὺς συνοίκους. Καὶ οὗτος αὐτὸς, Εἰς τὸν  αἰῶνα,  φησὶ, ζῆθι. Ὅρα ῥῆμα κολα κείας γέμον. Ἀλλ'  οὐκ ἂν εἴποιμι  τοῦτο κολακείαν, ἀλλὰ σύνεσιν καὶ σοφίαν. Οὕτω καὶ Παῦλός φησι· Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Οὕτω καὶ ὁ Χριστὸς ἐδίδασκεν· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Τί οὖν; τὰ σπέρματα μιαρὰ οὐκ ἦν; Οὐ δαμῶς, οὐδὲ τὸ ὕδωρ. Καὶ τοῦτο διετέλεσαν ἔτη τρία ποιοῦντες. Καὶ μετὰ τὸ τέλος, φησὶ, τῶν  ἡμερῶν, ὧν εἶπεν ὁ βασιλεὺς, εἰσαγαγεῖν αὐτοὺς, εἰσ ήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος πρὸς Ναβουχοδο νόσορ. Καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι ∆ανιὴλ,  καὶ  Ἀνανίᾳ,  καὶ  Μισαὴλ, καὶ   Ἀζαρίᾳ. Καὶ ἔστησαν ἐνώπιον  τοῦ βασιλέως· καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης, ἐν οἷς ἐζήτησε παρ' αὐτῶν ὁ βασιλεὺς,  εὗρεν  αὐτοὺς  δεκαπλασίονας  ὑπὲρ  πάντας  τοὺς  ἐπαοιδοὺς,  καὶ  τοὺς μάγους, τοὺς ὄντας ἐν πάσῃ τῇ βασι λείᾳ αὐτοῦ. Καὶ μετὰ τὸ τέλος τῶν  ἡμερῶν, φησὶ, ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ, καὶ εἰς κάλλος καὶ εὐεξίαν ἐπέδωκαν. Ὅρα παρὰ φύσιν τὰ πρά γματα· ὅρα παρανοίγοντα  τὸν ∆ημιουργὸν τὴν ἐνέρ γειαν τὴν αὑτοῦ.  Καθάπερ γὰρ  πλαστογράφος  ἐκεῖνος  ἂν  μάλιστα  φανείη,  ὁ  μὴ  μόνον ἀναχωνεῦσαι τὸν χαλκὸν δυνάμενος καὶ διαπλάσαι, ἀλλὰ καὶ τού του οὐχ ἧττον ὁ γενόμενον ἤδη τὸν ἀνδριάντα διορ θῶσαι δυνάμενος· οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ καὶ τῶν παίδων ἐκείνων ἴδοι τις ἄν. Τοῦ γὰρ ἀπὸ γῆς ἄνθρω πον ποιῆσαι τὸ μετὰ τοιαύτης τροφῆς εὐπαθῆ δεῖξαι τὰ σώματα οὐχ ἧττον εἰς δημιουργίας λόγον τεκμή ριον ἦν Πόθεν ἡ  εὔχροια;  πόθεν  τὸ  ἄνθος  ἀποστίλβον;  πόθεν  ἡ  ἰσχύς; Ἴστε δὲ  ὅτι  καὶ καθαιρεῖ  ἰσχὺν  ἡ ὑδροποσία, καὶ φάγησις  σπερμάτων.  Οὐδὲ γὰρ ἄρτον  ἠνείχετο φαγεῖν. Οὐκ ὀλίγον δὲ τὸ μέσον τοῦ κατειρ γασμένου σίτου καὶ ἀνεργάστου. Οὐ γὰρ ἐκ τοῦ φα γεῖν μόνον γίνεται ἡ ἰσχὺς, ἀλλὰ καὶ ἐκ τοῦ πεφθῆναι τὰ διδόμενα· ταῦτα δὲ πεφθῆναι  οὐκ ἦν κατὰ τὴν φύσιν. Ὅρα τὰ σημεῖα ταῦτα οὐκ ἐκ φιλοτιμίας  τῶν αἰτούντων   λαμβάνοντα   τὴν  ἀρχὴν,  ἀλλὰ  ἀπὸ  χρείας  ἀναγκαίας   ἔχοντα   τὴν ὑπόθεσιν. Οὐ γὰρ ἁπλῶς οὐδε νὸς προκειμένου ἐπεπήδησε τῇ πείρᾳ, ἀλλὰ ἀνάγκης αὐτὸν ἐπὶ τοῦτο καλούσης. Οὕτω καὶ πόῤῥω φιλοτι  μίας ἦν τῶν  παίδων  ἡ ψυχή. Καίτοι γε τίς τοσαύτην ἔχων πίστιν, καὶ ἐν μέσοις βαρβάροις ὢν, οὐκ ἂν ἠθέλησεν ἐπιδείξασθαι τοῖς κρατοῦσι τὴν εὔνοιαν, ἣν ὁ Θεὸς ἔχει περὶ αὐτούς; Ἀλλ' οὐχ οὗτοι. Ὅρα καὶ ἐπὶ τῶν ἐλεγχόντων  πρεσβυτέρων πάλιν, πῶς ἐξ ἀνάγκης ἔρχεται.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |