ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΣΤ ʹ Πίστει καὶ περὶ μελλόντων ηὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ

Πέμπτη 27 Οκτωβρίου 2016

ΚΣΤ ʹ Πίστει καὶ περὶ μελλόντων ηὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ



Ιωάννης Χρυσόστομος
Πρός Εβραίους
Τόμος 63



ΚΣΤ  ʹ.Πίστει καὶ  περὶ μελλόντων   ηὐλόγησεν  Ἰσαὰκ τὸν  Ἰακὼβ  καὶ  τὸν  Ἡσαῦ. Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ ηὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Πίστει Ἰωσὴφ τελευτῶν, περὶ τῆς ἐξό δου τῶν υἱῶν Ἰσραὴλ  ἐμνημόνευσε,  καὶ  περὶ  τῶν  ὀστῶν  αὐτοῦ  ἐνετείλατο.

 αʹ. Πολλοὶ, φησὶ, προφῆται  καὶ δίκαιοι  ἐπεθύμησαν ἰδεῖν  ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Ἆρα πάντα τὰ μέλλοντα ᾔδεσαν οἱ δίκαιοι; Καὶ σφόδρα. Εἰ γὰρ καὶ διὰ τὴν ἀσθένειαν τῶν μὴ δυναμένων αὐτὸν δέξασθαι, οὐκ ἀπεκαλύπτετο ὁ Υἱὸς, τοῖς ἐν ἀρετῇ διαλάμπουσιν εἰκότως ἀπεκαλύπτετο. Τοῦτο καὶ νῦν ὁ Παῦλός φησιν, ὅτι τὰ μέλλοντα ᾔδεσαν, τουτέστι, τὴν ἀνάστασιν τοῦ Χριστοῦ. Ἢ οὖν τοῦτό φησι, ἢ τὸ, Πίστει περὶ μελλόντων,  οὐ περὶ τοῦ μέλλοντος  αἰῶνος, ἀλλὰ περὶ τῶν ἐνταῦθα  μελλόντων   ὕστερον γίνεσθαι,  λέγει.  Ἂν  γὰρ  μὴ τοῦτο,  πῶς  ἄνθρωπος καθήμενος ἐν ξένῃ, τοιαύτας  εὐλογίας  ἠδύνατο  διδόναι; πῶς δαὶ πάλιν  ἐπέτυχεν εὐλογίας, καὶ οὐκ ἔλαβεν αὐτήν;


Ὁρᾷς ὅτι ὅπερ ἔφην ἐπὶ μὲν τοῦ Ἀβραὰμ καὶ ἐπὶ τοῦ Ἰακὼβ ἔστιν εἰπεῖν, ὅτι οὐκ ἀπώνατο τῆς εὐλογίας, ἀλλ' εἰς ἐκγόνους ἐξῆλθε τὰ τῶν εὐλογιῶν,  αὐτὸς δὲ τῶν  μελλόντων  ἔτυχεν;  εὑρίσκομεν γὰρ τὸν  ἀδελφὸν μᾶλλον  ἀπολελαυκότα.  Ὁ  μὲν  γὰρ  ἐν  δουλείᾳ  καὶ  θητείᾳ  καὶ  κινδύνοις   καὶ ἐπιβουλαῖς  καὶ ἀπάταις καὶ φόβοις τὸν ἅπαντα διεγένετο  χρόνον, ἐρωτώμενός  τε παρὰ τοῦ Φαραὼ φησί· Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου γεγόνασιν· ἐκεῖνος δὲ ἐν ἀδείᾳ καὶ αὐθεντίᾳ πολλῇ, καὶ μετὰ ταῦτα ἦν αὐτῷ φοβερός. Ποῦ οὖν ἐξέβησαν αἱ εὐλογίαι,  ἀλλ'  ἢ  ἐν  τῷ  μέλλοντι;  Ὁρᾷς  ὅτι  ἄνωθεν  οἱ  πονηροὶ  τῶν  ἐνταῦθα ἀπήλαυον· οἱ δὲ δίκαιοι τοὐναντίον, οὐ μὴν πάντες. Ἰδοὺ γὰρ ὁ Ἀβραὰμ δίκαιος ἦν καὶ ἀπήλαυσε καὶ τῶν ἐνταῦθα, πλὴν μετὰ θλίψεως καὶ πειρασμῶν· καὶ γὰρ πλοῦτος ἦν αὐτῷ μόνον, ἐπεὶ τὰ ἄλλα πάντα θλίψεως ἔγεμε τὰ κατ' αὐτόν. Οὐ γὰρ ἔστι τὸν δίκαιον μὴ θλίβεσθαι, κἂν πλουτῇ· ὅταν γὰρ βούληται πλεονεκτεῖσθαι, ἀδικεῖσθαι, τὰ ἄλλα πάσχειν, ἀνάγκη θλίβεσθαι. Ὥστε κἂν ἀπολαύῃ τοῦ πλούτου, οὐκ ἀλύπως. Τί δήποτε; Ὅτι ἐν θλίψει  ἐστὶ καὶ ὀδύνῃ. Εἰ δὲ τότε ἐν θλίψει  οἱ δίκαιοι, πολλῷ μᾶλλον νῦν. Πίστει περὶ μελλόντων,  φησὶν, εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ. Καίτοι γε μείζων ἦν ὁ Ἡσαῦ· ἀλλὰ προτίθησιν ἀπὸ τῆς ἀρετῆς τὸν Ἰακώβ. Ὁρᾷς ὅτι ἦν ἡ πίστις; Πόθεν γὰρ ἐπηγγείλατο τοῖς υἱοῖς τὰ τοσαῦτα ἀγαθὰ, ἢ ἀπὸ τοῦ πιστεύειν τῷ Θεῷ πάντως;  Πίστει Ἰακὼβ ἀποθνήσκων  ἕκαστον τῶν  υἱῶν  Ἰωσὴφ εὐλόγησεν. Ἐνταῦθα χρὴ θεῖναι τὰς εὐλογίας ὅλας, ἵνα καὶ ἡ πίστις καὶ ἡ προφητεία αὐτοῦ κατάδηλος γένηται. Καὶ προσεκύνησε, φησὶν, ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Ἐνταῦθα   δείκνυσιν,  ὅτι  οὐ  μόνον  εἶπεν,  ἀλλὰ  καὶ  οὕτως  ἐθάῤῥει  τοῖς ἐσομένοις, ὡς καὶ τῷ ἔργῳ αὐτῷ ἐπιδεῖξαι. Ἐπειδὴ γὰρ ἔμελλεν  ἀπὸ τοῦ Ἐφραῒμ ἀνίστασθαι βασιλεὺς ἕτερος, διὰ τοῦτό φησι· Καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Τουτέστι, καὶ γέρων ὢν ἤδη προσεκύνει τῷ Ἰωσὴφ, τὴν παντὸς τοῦ λαοῦ προσκύνησιν δηλῶν τὴν ἐσομένην αὐτῷ. Καὶ τοῦτο ἐξέβη μὲν ἤδη, ὅτε αὐτῷ οἱ ἀδελφοὶ  προσεκύνησαν· ἐκβήσεσθαι δὲ ἔμελλε καὶ ὕστερον διὰ τῶν  δέκα φυλῶν. Ὁρᾷς πῶς τὰ ὕστερον ἐσόμενα προεῖπεν; Ὁρᾷς ὅσην εἶχον  πίστιν; πῶς ὑπὲρ τῶν ἐσομένων ἐπίστευον; Τὰ μὲν γὰρ ὑπομονῆς ἐνταῦθά ἐστιν ὑποδείγματα μόνης, τὰ παρόντα, καὶ τοῦ παθεῖν κακῶς, καὶ τοῦ μηδὲν ἀπολαμβάνειν  ἀγαθὸν, οἷον τὸ ἐπὶ τοῦ Ἀβραὰμ, τὸ ἐπὶ τοῦ Ἄβελ· τὰ δὲ πίστεως, οἷον ἐπὶ τοῦ Νῶε, ὅτι ἔστιν ὁ Θεὸς, ὅτι ἔστιν ἀνταπόδοσις. Ἡ πίστις γὰρ πολύσημός ἐστι λέξις· καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο σημαίνει· ἐνταῦθα δὲ σημαντική ἐστι τοῦ τε εἶναι ἀνταπόδοσιν, καὶ τοῦ μὴ ἐπὶ τοῖς αὐτοῖς αὐτὴν ἀναμένειν πάντας, καὶ τοῦ πρὸ τῶν ἐπάθλων ἀθλεῖν. Καὶ τὰ κατὰ τὸν Ἰωσὴφ δὲ πίστεως μόνης ἐστίν· ὅτι γὰρ ἐπηγγείλατο  τῷ Ἀβραὰμ, ὅτι ὑπέσχετο· Σοὶ δώσω καὶ τῷ σπέρματί σου τὴν γῆν ταύτην, ἤκουσεν ὁ Ἰωσήφ· καὶ ἐν ἀλλοτρίᾳ ὢν, καὶ οὐδέπω ὁρῶν ἐκβεβηκυῖαν τὴν ὑπόσχεσιν, οὐδὲ οὕτω κατέπεσεν, ἀλλ' οὕτως ἐπίστευσεν, ὡς καὶ περὶ τῆς ἐξόδου εἰπεῖν, καὶ περὶ τῶν ὀστῶν αὑτοῦ ἐντείλασθαι. Οὐκ ἄρα μόνος αὐτὸς ἐπίστευσεν, ἀλλὰ καὶ τοὺς ἄλλους ἐνῆγεν εἰς πίστιν. ∆ιὰ τοῦτο καὶ ἐντέλλεται,  ἵνα ἀεὶ τῆς ἐξόδου μεμνημένοι  ὦσιν· οὐκ ἂν δὲ περὶ τῶν  ὀστῶν αὑτοῦ ἐνετείλατο,  εἰ μὴ πεπληροφόρητο  ἔσεσθαι τὴν ἐπάνοδον. Ὥστε ὅταν τινὲς λέγωσιν,  Ἰδοὺ  καὶ  δίκαιοι  ἐφρόντισαν  μνημείων·  λέγωμεν  πρὸς αὐτοὺς  ὅτι  διὰ τοῦτο, ἄλλως δὲ οὐδαμῶς· ᾔδει γὰρ, ὅτι Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Οὐκ ἂν  οὖν  ἐν  τοσαύτῃ ζήσας φιλοσοφίᾳ  τοῦτο  ἠγνόησεν,  ὁ τὸν  ἅπαντα  χρόνον  ἐν Αἰγύπτῳ ζήσας. Καίτοι γε ἐξῆν, εἴ γε ἐβούλετο, ἐπανελθεῖν,  καὶ μὴ πενθῆσαι μηδὲ δυσχερᾶναι. Ἀλλὰ καὶ τὸν πατέρα ἐκεῖ ἀναγαγὼν,  τίνος ἕνεκεν καὶ τὰ αὑτοῦ ὀστᾶ ἀναγαγεῖν  ἐκεῖθεν  ἐπέσκηψεν,  ἢ  δῆλον  ὅτι  διὰ  τοῦτο; 

βʹ. Τί δὲ,  εἰπέ  μοι,  τοῦ Μωϋσέως αὐτοῦ τὰ ὀστᾶ οὐκ ἐν ξένῃ κεῖται; τὰ δὲ Ἀαρὼν, τὰ δὲ τοῦ ∆ανιὴλ, τὰ δὲ τοῦ Ἱερεμίου, τὰ δὲ τῶν ἀποστόλων οὐδὲ ἴσμεν τῶν πολλῶν  ὅπου κεῖται. Πέτρου μὲν  γὰρ, καὶ  Παύλου, καὶ  Ἰωάννου,  καὶ  Θωμᾶ δῆλοι  οἱ  τάφοι·  τῶν  δὲ  ἄλλων τοσούτων   ὄντων,   οὐδαμοῦ   γνώριμοι   γεγόνασι.   Μηδὲν  τοίνυν   ὑπὲρ   τούτου κοπτώμεθα, μηδὲ οὕτω μικροψυχῶμεν· ὅπου γὰρ ἂν ταφῶμεν, Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Πάντως ὃ δεῖ γενέσθαι, γίνεται· τὸ μέντοι πενθεῖν καὶ κόπτεσθαι τοὺς ἀπελθόντας καὶ ὀδύρεσθαι, ἀπὸ μικροψυχίας γίνεται. Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον  ὑπὸ  τῶν  πατέρων  αὐτοῦ. Ὁρᾷς ὅτι  ἐνταῦθα  τὰ μετὰ θάνατον ἤλπιζον ἐν τῇ γῇ; Καὶ πολλὰ ἐκβέβηκε μετὰ θάνατον αὐτῶν. Τοῦτο πρὸς τὸ λέγειν τινὰς,  μετὰ  θάνατον  γίνεται  ταῦτα  ἐκείνοις,  ὧν  οὐκ  ἔτυχον  ζῶντες,  οὔτε  μετὰ θάνατον ἐπίστευον. Καὶ οὐκ εἶπεν ὁ Ἰωσὴφ,  Ζῶντί μοι τὴν γῆν οὐκ ἔδωκεν, οὐδὲ τῷ πατρὶ τῷ ἐμῷ, οὐδὲ τῷ πάππῳ τῷ ἐμῷ, οὗ καὶ τὴν ἀρετὴν αἰδεσθῆναι ἔδει· τούτους δὲ τοὺς μοχθηροὺς ἀξιώσει ὧν ἐκείνους οὐκ ἠξίωσεν; Οὐδὲν τούτων εἶπεν, ἀλλὰ τῇ πίστει ταῦτα πάντα καὶ ἐνίκησε καὶ ὑπερέβη. Εἶπε τὸν Ἄβελ, τὸν Νῶε, τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκτὸν Ἰακὼβ, τὸν Ἰωσὴφ, πάντας ἐπιδόξους καὶ θαυμαστούς. Πάλιν αὔξει  τὴν  παράκλησιν,  εἰς  πρόσωπα  εὐτελῆ  κατάγων  τὸ  πρᾶγμα.  Τὸ  μὲν  γὰρ θαυμαστὰ  πρόσωπα  τοῦτο  παθεῖν  θαυμαστὸν  οὐδὲν,  καὶ  τὸ  ἐκείνων  ἐλάττους φανῆναι  οὐχ οὕτω δεινόν· τὸ δὲ καὶ ἀνωνύμων  ἐλάττους ὀφθῆναι,  τοῦτό ἐστι τὸ δεινόν.  Καὶ ἄρχεται ἀπὸ τῶν  γονέων  τοῦ Μωϋσέως, ἀσήμων τινῶν  ἀνδρῶν,  καὶ οὐδὲν τοσοῦτον ἐχόντων ὅσον ὁ παῖς. ∆ιὰ τοῦτο καὶ προϊὼν αὔξει τὴν ἀτοπίαν, καὶ πόρνας γυναῖκας καὶ χήρας καταλέγων· Πίστει γὰρ, φησὶ, Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο  τοῖς  ἀπειθήσασι, δεξαμένη  τοὺς  κατασκόπους  μετ' εἰρήνης.  Καὶ οὐ μόνον τῆς πίστεως, ἀλλὰ καὶ τῆς ἀπιστίας τίθησι τὰ ἐπίχειρα, ὡς ἐπὶ τοῦ Νῶε. Τέως δὲ περὶ τῶν γονέων τοῦ Μωϋσέως ἀναγκαῖον εἰπεῖν. Πάντα τὰ ἄῤῥενα ἀπόλλυσθαι ἐκέλευσεν   ὁ   Φαραὼ,  καὶ   οὐδεὶς   ἐξέφυγε   τὸν   κίνδυνον.   Πόθεν   οὖν   οὗτοι προσεδόκησαν σῶσαι τὸ παιδίον; Ἀπὸ πίστεως. Ποίας πίστεως; Εἶδον, φησὶν, ἀστεῖον τὸ παιδίον. Αὕτη ἡ ὄψις αὐτοὺς πρὸς τὴν πίστιν ἐπεσπάσατο. Οὕτως ἄνωθεν καὶ ἐξ αὐτῶν τῶν σπαργάνων πολλὴ τῷ δικαίῳ ἡ χάρις ἐπεκέχυτο, οὐ τῆς φύσεως, ἀλλὰ τοῦ  Θεοῦ, τοῦτο  ἐργαζομένης.  Σκόπει  γάρ·  εὐθέως  τεχθὲν  καλὸν  φαίνεται   τὸ παιδίον, ἀλλ' οὐχὶ εἰδεχθές. Τίνος οὖν ἦν τοῦτο; Οὐ τῆς φύσεως, ἀλλὰ τῆς χάριτος τοῦ  Θεοῦ, ἢ  καὶ  τὴν  βάρβαρον  ἐκείνην   γυναῖκα  τὴν  Αἰγυπτίαν  διήγειρε  καὶ ἀνέῤῥωσε, καὶ εἷλε καὶ ἐπεσπάσατο· καίτοι γε ἡ πίστις οὐχ ἱκανὴν εἶχεν ἐπὶ τούτων τὴν  ὑπόθεσιν·  τί  γὰρ  ἦν  ἀπὸ  τῆς  ὄψεως  πιστεῦσαι;  Ἀλλ'  ὑμεῖς,  φησὶν,  ἀπὸ πραγμάτων πιστεύετε, καὶ πολλὰ τῆς πίστεως ἐνέχυρα ἔχοντες· τὸ γὰρ μετὰ χαρᾶς τὴν  ἁρπαγὴν  τῶν  ὑπαρχόντων  προσδέξασθαι, καὶ ὅσα τοιαῦτα,  πίστεώς  ἐστι καὶ ὑπομονῆς. Ἀλλ' ἐπειδὴ καὶ οὗτοι ἐπίστευσαν, εἶτα ὠλιγοψύχησαν, δείκνυσιν ὅτι καὶ ἡ πίστις ἡ ἐκείνων εἰς πολὺ παρετείνετο· οἵα ἡ τοῦ Ἀβραὰμ, καίτοι τῶν πραγμάτων δοκούντων μάχεσθαι. Καὶ οὐκ ἐφοβήθησαν, φησὶ, τὸ διάταγμα τοῦ βασιλέως. Καίτοι γε ἐκεῖνο ἐνηργεῖτο· τοῦτο δὲ ἁπλῶς  ψιλή  τις ἦν προσδοκία. Καὶ τοῦτο μὲν τῶν γονέων  ἦν· αὐτὸς δὲ ὁ Μωϋσῆς οὐδὲν εἰσήνεγκεν. Εἶτα πάλιν  οἰκεῖον  αὐτοῖς  τὸ ὑπόδειγμα ἕτερον λέγει· μᾶλλον δὲ ἐκείνου μεῖζον. Ποῖον δὴ τοῦτο; Πίστει γὰρ, φησὶ, Μωϋσῆς γενόμενος μέγας, ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραὼ, μᾶλλον, ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόσκαιρον ἔχειν  ἁμαρτίας ἀπόλαυσιν· μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε  γὰρ εἰς τὴν  μισθαποδοσίαν. Ὡς ἂν εἰ ἔλεγε πρὸς αὐτοὺς, Οὐδεὶς ὑμῶν ἀφῆκε βασίλεια, καὶ βασίλεια λαμπρὰ, οὐ θησαυροὺς τοιούτους, οὐδὲ, ἐξὸν εἶναι βασιλέως υἱὸν, κατεφρόνησε τούτου, καθὼς ὁ Μωϋσῆς πεποίηκε. Καὶ ὅτι οὐχ   ἁπλῶς  ἀφῆκεν,  ἐδήλωσεν  εἰπὼν,   Ἠρνήσατο·  τουτέστιν,  ἐμίσησεν, ἀπεστράφη. Τοῦ γὰρ οὐρανοῦ προκειμένου, περιττὸν ἦν τὰ βασίλεια θαυμάζειν τὰ Αἰγύπτου.

γʹ. Καὶ βλέπε τί θαυμαστῶς αὐτὸ τέθεικεν ὁ Παῦλος. Οὐκ εἶπε, Μείζονα πλοῦτον  ἡγησάμενος  τῶν  ἐν  Αἰγύπτῳ  θησαυρῶν  τὸν  οὐρανὸν,  καὶ  τὰ  ἐν  τοῖς οὐρανοῖς· ἀλλὰ τί; Τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Τὸ γὰρ διὰ Χριστὸν ὀνειδίζεσθαι βέλτιον ἡγήσατο τοῦ ἀνίεσθαι· οὕτω καὶ τοῦτο αὐτὸ καθ' ἑαυτὸ μισθὸς ἦν. Μᾶλλον ἑλόμενος,  φησὶ, συγκακουχεῖσθαι  τῷ  λαῷ  τοῦ Θεοῦ. Ὑμεῖς μὲν  γὰρ ὑπὲρ ὑμῶν αὐτῶν  πάσχετε,  ἐκεῖνος  δὲ  ὑπὲρ  ἄλλων  εἵλετο·  καὶ  ἑκὼν  ἑαυτὸν  ἔῤῥιψεν  εἰς τοσούτους κινδύνους, ἐξὸν αὐτῷ καὶ εὐσεβεῖν καὶ ἀπολαύειν τῶν ἀγαθῶν. Ἢ πρόσκαιρον ἔχειν,  φησὶ, ἁμαρτίας ἀπόλαυσιν.  Ἁμαρτίαν εἶπε τὸ μὴ θελῆσαι τοῖς ἄλλοις συγκακουχεῖσθαι· τοῦτο ἁμαρτίαν, φησὶν, ἐνόμισεν. Εἰ τοίνυν ἐκεῖνος τὸ μὴ προθύμως  συγκακουχηθῆναι  τοῖς  ἄλλοις,  ἁμαρτίαν  ἐνόμισε· μέγα  ἄρα ἀγαθὸν  ἡ κακουχία, ἐφ' ἢν ἀπὸ τῶν βασιλείων ἔῤῥιψεν ἑαυτόν. Ταῦτα δὲ ἐποίει, μεγάλα τινὰ προορῶν· διὸ καὶ οὕτως εἶπε· Πλοῦτον μείζονα ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν  τὸν  ὀνειδισμὸν  τοῦ  Χριστοῦ. Τί  ἐστι,  Τὸν  ὀνειδισμὸν  τοῦ  Χριστοῦ; Τουτέστι, τὸ ὀνειδίζεσθαι τοιαῦτα οἷα ὑμεῖς, τὸν ὀνειδισμὸν ὃν ὁ Χριστὸς ὑπέμεινεν· ἢ ὅτι  διὰ τὸν  Χριστὸν ὑπέμεινεν,  ὅτε ὑπὲρ τῆς  πέτρας ἐλοιδορεῖτο,  ἐξ ἧς ὕδωρ ἐξήγαγεν. Ἡ δὲ πέτρα, φησὶν, ἦν ὁ Χριστός. Πῶς δέ ἐστιν ὀνειδισμὸς τοῦ Χριστοῦ; Ὅτι καταπτύομεν τῶν πατρῴων ὀνειδιζόμεθα, ὅτι πάσχομεν κακῶς Θεῷ προσδραμόντες. Εἰκὸς δὲ ἦν κἀκεῖνον ὀνειδίζεσθαι, ὅτε ἤκουσε, Μὴ ἀνελεῖν  με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Τοῦτό ἐστιν ὀνειδισμὸς τοῦ Χριστοῦ, τὸ μέχρι τέλους καὶ ἐσχάτης ἀναπνοῆς πάσχειν κακῶς, ὥσπερ αὐτὸς ὠνειδίζετο καὶ ἤκουεν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, ὑπὸ τούτων  ὑπὲρ ὧν  ἐσταυροῦτο, ὑπὸ τούτων  τῶν συμφυλετῶν. Τοῦτό ἐστιν ὀνειδισμὸς τοῦ Χριστοῦ, ὅταν τις παρὰ οἰκείων, ὅταν τις παρ' ὧν  εὐεργετεῖ  ὀνειδίζηται·  καὶ γὰρ ἐκεῖνος  παρὰ τοῦ εὐεργετηθέντος  ταῦτα ἔπασχεν. Ἐνταῦθα αὐτοὺς ἀνέστησε, δεικνὺς ὅτι καὶ ὁ Χριστὸς ταῦτα ἔπασχε, καὶ ὁ Μωϋσῆς, δύο πρόσωπα ἔνδοξα· ὥστε τοῦ Χριστοῦ μᾶλλόν ἐστιν οὗτος ὁ ὀνειδισμὸς ἢ τοῦ Μωϋσέως, ἐπειδὴ παρὰ τῶν ἰδίων τοιαῦτα ἔπαθεν. Ἀλλ' οὔτε ἐκεῖνος ἔπαθέ τι, οὔτε οὗτος κεραυνοὺς ἠφίει, ἀλλ' ὠνειδίζετο, καὶ ἔφερε πάντα, κινούντων  ἐκείνων τὰς κεφαλάς.  Ἐπεὶ οὖν εἰκὸς ἦν τοιαῦτα  ἀκούειν  καὶ αὐτοὺς, καὶ ἐπιθυμεῖν  τὴν ἀνταπόδοσιν, λέγει ὅτι καὶ ὁ Χριστὸς καὶ ὁ Μωϋσῆς τοιαῦτα πεπόνθασιν. Ἄρα οὖν ἡ μὲν ἄνεσις, τῆς ἁμαρτίας ἐστὶ, τὸ δὲ ὀνειδίζεσθαι, τοῦ Χριστοῦ. Τί γὰρ βούλει; τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἢ τὴν ἄνεσιν; Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν  τοῦ βασιλέως· τὸν  γὰρ ἀόρατον  ὡς  ὁρῶν  ἐκαρτέρησε. Τί λέγεις;  ὅτι  οὐκ ἐφοβήθη; Καὶ μὴν ἡ Γραφὴ τοῦτό φησιν, ὅτι ἀκούσας ἐφοβήθη, καὶ διὰ τοῦτο φυγῇ τὴν σωτηρίαν ἐπορίσατο καὶ ἀπέδρα καὶ ἐξέκλεψεν ἑαυτὸν, καὶ μετὰ ταῦτα περιδεὴς ἦν. Πρόσεχε μετὰ ἀκριβείας τῷ εἰρημένῳ τὸ, Μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, πρὸς τὸ καὶ πάλιν ἐπιστῆναι εἴρηκε. Φοβουμένου γὰρ ἦν μὴ ἅψασθαι τῆς προστασίας πάλιν,  μηδὲ ἐγχειρῆσαι τῷ  πράγματι· τὸ μέντοι  ἅψασθαι πάλιν,  τῷ  Θεῷ τὸ πᾶν ἐπιτρέποντος  ἦν. Οὐ γὰρ εἶ  πεν  ὅτι Ζητεῖ με, καὶ περιεργάζεται, καὶ οὐκ ἀνέχομαι πάλιν  τῶν αὐτῶν ἅψασθαι. Ὥστε καὶ τὸ φυγεῖν  πίστεως ἦν. Τί οὖν οὐκ ἔμεινε, φησίν; Ὥστε μὴ εἰς προὖπτον ἑαυτὸν κίνδυνον ἐμβαλεῖν. Τοῦτο γὰρ λοιπὸν πειράζοντος ἦν τὸ ἅλλεσθαι εἰς μέσους κινδύνους,  καὶ λέγειν,  Ἴδω εἰ σώζει με ὁ Θεός. Τοῦτο καὶ τῷ Χριστῷ εἶπεν ὁ διάβολος· Ῥῖψον σεαυτὸν κάτω. Ὁρᾷς ὅτι τοῦτο διαβολικόν ἐστι, τὸ εἰκῆ καὶ μάτην ῥίπτειν ἑαυτοὺς εἰς κινδύνους, καὶ πειράζειν εἰ σώζει  ὁ  Θεός; Προεστάναι γὰρ  αὐτῶν  οὐκέτι  ἠδύνατο,  οὕτως  ἀγνωμόνως  τῶν εὐεργετουμένων διακειμένων· μωρὸν τοίνυν ἦν καὶ ἀνόητον, μένειν αὐτόθι. Ταῦτα δὲ πάντα γέγονε, διότι ὡς ὁρῶν τὸν ἀόρατον, οὕτως ἐκαρτέρει. Ἂν τοίνυν καὶ ἡμεῖς ὁρῶμεν ἀεὶ τὸν Θεὸν τῷ νῷ, ἂν ἀεὶ ἐν τῇ μνήμῃ αὐτοῦ στρέφωμεν τὴν διάνοιαν, πάντα  ἡμῖν  ῥᾷστα φανήσεται,  πάντα  φορητὰ,  πάντα  εὐκόλως  οἴσομεν,  πάντων ἀνώτεροι γενησόμεθα. Εἰ γὰρ ἀγαπώμενόν τις ὁρῶν, μᾶλλον δὲ μεμνημένος τούτου, διανίσταται τὴν ψυχὴν, καὶ ὑψηλὸς γίνεται τὴν διάνοιαν, καὶ πάντα εὐκόλως φέρει ἐντρυφῶν  τῇ μνήμῃ· ὁ τὸν ὄντως ἀγαπῆσαι ἡμᾶς καταξιώσαντα ἔχων ἐν διανοίᾳ, καὶ μεμνημένος αὐτοῦ, πότε ἢ λυπηροῦ τινος αἰσθήσεται, ἢ φοβερόν τι καὶ ἐπικίνδυνον   φοβηθήσεται;  πότε  δὲ  ὀλιγοψυχήσει;   Οὐδέποτε.  Πάντα  γὰρ  ἡμῖν δύσκολα  φαίνεται,  ὅτι  τοῦ  Θεοῦ τὴν  μνήμην  οὐκ  ἔχομεν  ὡς  ἔχειν  δεῖ,  ὅτι  οὐ περιφέρομεν αὐτὸν ἐν τῇ διανοίᾳ διαπαντός· εἴποι γὰρ ἂν δικαίως πρὸς ἡμᾶς· Ἐπελάθου μου σὺ, ἐπιλήσομαί σου κἀγώ. Ὥστε διπλοῦν  τὸ κακὸν γίνεται,  ὅτι καὶ ἡμεῖς αὐτοῦ ἐπιλανθανόμεθα,  καὶ αὐτὸς ἡμῶν. Ταῦτα γὰρ δύο ἐστὶν ἀλλήλοις μὲν συμπεπλεγμένα, δύο δὲ ὅμως ἐστί. Μέγα μὲν γὰρ τὸ καὶ ἡμᾶς ἐν μνήμῃ ποιεῖσθαι τοῦ Θεοῦ, μέγα δὲ καὶ τὸ μνημονεύεσθαι  αὐτὸν  παρ' ἡμῶν· τοῦτο ποιεῖ αἱρεῖσθαι τὰ ἀγαθὰ, ἐκεῖνο δὲ ἀνύειν καὶ εἰς τέλος ἄγειν. ∆ιὰ τοῦτό φησιν ὁ Προφήτης· Μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἑρμωνιεὶμ ἀπὸ ὄρους μικροῦ. Ταῦτά φησιν ὁ λαὸς ὁ ἐν Βαβυλῶνι, Ἐκεῖ ὢν μνησθήσομαί σου.

 δʹ. Καὶ ἡμεῖς τοίνυν  ὥσπερ ἐν Βαβυλῶνι ὄντες τὰ αὐτὰ λέγωμεν. Εἰ γὰρ καὶ μὴ μεταξὺ τῶν πολεμίων καθήμεθα, ἀλλὰ μεταξὺ τῶν ἐχθρῶν ἐσμεν. Οἱ μὲν γὰρ ὡς αἰχμάλωτοι  ἐκάθηντο, οἱ δὲ οὐδὲ ᾐσθάνοντο τῆς αἰχμαλωσίας, ὡς ὁ ∆ανιὴλ, ὡς οἱ τρεῖς παῖδες· οἳ καὶ ἐν αἰχμαλωσίᾳ ὄντες,  αὐτοῦ  τοῦ  αἰχμαλωτεύσαντος  αὐτοὺς  βασιλέως  ἐγένοντο  λαμπρότεροι  ἐν αὐτῇ τῇ χώρᾳ ἐκείνῃ· καὶ τοὺς αἰχμαλώτους γὰρ ὁ αἰχμαλωτεύσας προσεκύνει. Εἶδες ὅσον ἀρετή ἐστιν; ἐν αὐτῇ τῇ αἰχμαλωσίᾳ  ὄντας  ἐθεράπευσεν ὡς δεσπότας· ἄρα ἐκεῖνος ὁ αἰχμάλωτος ἦν, μᾶλλον ἣ οὗτοι. Οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ ἐν τῇ πατρίδι ὄντας ἐλθὼν  προσεκύνησε τῇ ἑαυτῶν, ἢ βασιλεύοντας ἐκεῖ· τὸ δὲ θαυμαστὸν, ὅτι δεσμεύσας αὐτοὺς, καὶ λαβὼν αἰχμαλώτους, καὶ ἔχων ἐν τῇ ἑαυτοῦ ἐξουσίᾳ, πάντων ὁρώντων  οὐκ  ᾐσχύνετο  προσκυνῆσαι, καὶ  μαναὰ  σπεῖσαι. Ὁρᾶτε ὅτι  τὰ  ὄντως λαμπρὰ πράγματα τὰ κατὰ Θεόν ἐστι, τὰ δὲ ἀνθρώπινα σκιά; Ἠγνόει ἄρα δεσπότας ἀπάγων  ἑαυτῷ, καὶ οὓς ἔμελλε  προσκυνεῖν  ἐνέβαλεν  εἰς κάμινον· ἀλλ' ὡς ὄναρ ταῦτα ἐκείνοις ἦν.  Φοβηθῶμεν οὖν, ἀγαπητοὶ, τὸν Θεὸν, φοβηθῶμεν· κἂν ἐν αἰχμαλωσίᾳ ὦμεν, πάντων  ἐσόμεθα λαμπρότεροι· φόβος παρέστω Θεοῦ, καὶ οὐδὲν ἔσται λυπηρὸν, κἂν πενίαν εἴπῃς, κἂν νόσον, κἂν αἰχμαλωσίαν, κἂν δουλείαν, κἂν ὁτιοῦν  τῶν  λυπηρῶν·  ἀλλὰ  καὶ  αὐτὰ  ἐκεῖνα  ἡμῖν  συνεργήσει πρὸς τὰ  ἐναντία. Αἰχμάλωτοι  ἦσαν οὗτοι, καὶ προσεκύνησεν αὐτοῖς  ὁ βασιλεύς· σκηνοποιὸς  ἦν  ὁ Παῦλος, καὶ ἔθυον αὐτῷ ὡς Θεῷ. Ἐνταῦθα ζήτημα ἀνακύπτει· ἐρωτῶσι γὰρ πολλοὶ λέγοντες· Τί δήποτε οἱ μὲν ἀπόστολοι τὰς θυσίας ἀπεῖρξαν, καὶ διέῤῥηξαν αὑτῶν τὰ ἱμάτια,  καὶ  ἀπήγαγον  αὐτοὺς  τῆς  ἐπιχειρήσεως,  καὶ  ἀπωδύροντο  λέγοντες,  Τί ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι· ὁ δὲ ∆ανιὴλ οὐδὲν τοιοῦτον ἐποίησεν. Ὅτι γὰρ καὶ αὐτὸς ταπεινὸς ἦν, καὶ τούτων οὐχ ἧττον ἀνέφερε τῷ Θεῷ δόξαν, πολλαχόθεν δῆλον. Μάλιστα μὲν γὰρ καὶ πρῶτον καὶ ἐξ αὐτοῦ τοῦ φιλεῖσθαι παρὰ τοῦ Θεοῦ, τοῦτο δῆλον· οὐ γὰρ ἂν αὐτὸν σφετεριζόμενον τοῦ Θεοῦ τὴν τιμὴν εἴα ζῆσαι, οὐ λέγω εὐδοκιμῆσαι· δεύτερον, ὅτι καὶ μετὰ πολλῆς τῆς παῤῥησίας ἔλεγε, Καὶ ἐμοὶ, βασιλεῦ, οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ ἀπεκαλύφθη τὸ μυστήριον τοῦτο· καὶ τρίτον πάλιν, ὅτι ἐν λάκκῳ ἦν διὰ τὸν Θεόν· καὶ ἐπειδὴ τροφὴν αὐτῷ ἐκόμισεν ὁ προφήτης, φησὶν, Ἐμνήσθη γάρ μου ὁ Θεός· οὕτως ἦν ταπεινὸς καὶ συντετριμμένος. Ἐν  λάκκῳ  ἦν  διὰ  τὸν  Θεὸν, καὶ  ἀνάξιον  ἑαυτὸν  ἡγεῖτο  τῆς  μνήμης  καὶ  τοῦ ἀκουσθῆναι. Ἡμεῖς δὲ μυρία τολμῶντες μιαρὰ, καὶ πάντων ὄντες μιαρώτεροι, ἐὰν μὴ ἐκ πρώτης εὐχῆς ἀκουσθῶμεν, ἀναχωροῦμεν.  Ὄντως πολὺ τὸ μέσον ἐκείνων  καὶ ἡμῶν,  ὅσον τοῦ οὐρανοῦ πρὸς τὴν  γῆν,  καὶ εἴ τι πλέον.  Τί λέγει; μετὰ τοσαῦτα κατορθώματα, μετὰ τὸ ἐν λάκκῳ γενόμενον  θαῦμα, οὕτω σεαυτὸν ταπεινὸν  ἡγῇ; Ναὶ, φησίν· ὅσα γὰρ ἂν ἐργασώμεθα, ἀχρεῖοι  δοῦλοί  ἐσμεν. Οὕτω προλαβὼν,  τὸ εὐαγγελικὸν  παράγγελμα ἐπλήρου, καὶ οὐδὲν ἡγεῖτο ἑαυτόν. Ἐμνήσθη γάρ μου ὁ Θεὸς, ἔλεγε. Καὶ ἡ εὐχὴ αὐτοῦ ὅρα πάλιν ὅσης ταπεινοφροσύνης γέμει. Οὕτω καὶ οἱ τρεῖς παῖδες ἔλεγον· Ἡμάρτομεν, ἠνομήσαμεν· καὶ πανταχοῦ  τὸ ταπεινὸν  ἑαυτῶν δεικνύουσι. Καίτοι γε εἶχεν ὁ ∆ανιὴλ μυρίας ἀφορμὰς τοῦ ἐπαίρεσθαι, ἀλλ' ᾔδει ὅτι καὶ ταῦτα αὐτῷ ὑπῆρχεν ἀπὸ τοῦ μὴ ἐπαίρεσθαι, καὶ οὐ διέφθειρε τὸν θησαυρόν. Παρὰ πάντας γὰρ ἀνθρώπους καὶ ἐν τῇ οἰκουμένῃ πάσῃ οὐκ ἐπὶ τούτοις ᾔδετε μόνον, ὅτι  ῥίψας  ἑαυτὸν  εἰς  πρόσωπον  ὁ  βασιλεὺς  ἔσπεισεν  αὐτῷ,  ἀλλ'  ὅτι  καὶ  θεὸν ἐνόμισεν αὐτὸν ὁ πανταχοῦ τῆς γῆς ὡς θεὸς τιμώμενος· πάσης γὰρ αὐτὸς ἐκράτει· καὶ δῆλον ἀπὸ τοῦ Ἱερεμίου· Ὁ ἀναβαλλόμενος γὰρ, φησὶ, τὴν γῆν, ὡς ἱμάτιον· καὶ πάλιν,  Ἐγὼ ἔδωκα αὐτὴν  Ναβουχοδονόσορ τῷ δούλῳ μου. Καὶ ἐξ ὧν ἐπιστέλλει δῆλον τοῦτο πάλιν, ὅτι οὐκ ἐκεῖ μόνον ἐθαυμάζετο, ἔνθα ἦν, ἀλλὰ καὶ πανταχοῦ, καὶ μείζων  ἦν  ἀκουόμενος ἢ εἰ παρόντα  εἶδον  αὐτὸν  τὰ λοιπὰ  ἔθνη,  ὁπότε καὶ διὰ γραμμάτων ὡμολόγησε τὴν δουλείαν καὶ τὸ θαῦμα. Ἀλλ' ὅμως καὶ ἐπὶ σοφίᾳ πάλιν ἐθαυμάζετο· Μὴ σοφώτερος γὰρ εἶ, φησὶ, σὺ τοῦ ∆ανιήλ; Καὶ μετὰ ταῦτα  πάντα οὕτως ἦν ταπεινὸς, ὡς μυριάκις διὰ τὸν ∆εσπότην ἀποθανεῖν.


 εʹ. Τί δήποτ' οὖν  οὕτω  ταπεινὸς  ὢν,  οὐ  διεκρούσατο  οὔτε  τὴν  προσκύνησιν  τὴν  παρὰ  τοῦ βασιλέως, οὔτε τὰς σπονδάς; Τοῦτο οὐκ ἐρῶ· ἀρκεῖ γάρ μοι τὸ ζήτημα μόνον εἰπεῖν· τὸ δὲ λοιπὸν  ὑμῖν ἀφίημι, ἵνα κἂν οὕτω διαναστήσω ὑμῶν τὴν διάνοιαν. Ἐκεῖνο μέντοι παρεγγυῶ, πάντα διὰ τὸν τοῦ Θεοῦ φόβον αἱρεῖσθαι, ὑποδείγματα  τοιαῦτα ἔχοντας· καὶ ὅτι ὄντως καὶ τῶν ἐνταῦθα ἐπιτευξόμεθα, ἐὰν τῶν μελλόντων  γνησίως ἀντιλαβώμεθα.  Ὅτι γὰρ  οὐκ  ἀπονοίᾳ  τοῦτο  ἐποίησε, δῆλον  ἀπὸ  τοῦ  εἰπεῖν,  Τὰ δόματά  σου σοὶ ἔστω. Καὶ γὰρ  καὶ  τοῦτο  πάλιν  ἕτερον  ζήτημα,  πῶς  τῷ  λόγῳ διακρουόμενος, διὰ τῶν ἔργων ἐδέξατο τὴν τιμὴν, καὶ ἐφόρεσε τὸν μανιάκην. Καὶ ὁ μὲν Ἡρώδης ἀκούσας, Φωνὴ Θεοῦ, καὶ οὐκ ἀνθρώπου, ἐπειδὴ μὴ ἔδωκε δόξαν τῷ Θεῷ, διεῤῥάγη, καὶ ἐξεχύθη τὰ σπλάγχνα αὐτοῦ· οὗτος δὲ καὶ Θεοῦ τιμὴν προσήκατο, οὐχὶ ῥήματα μόνον. Ἐνταῦθα ἀναγκαῖον  εἰπεῖν τί δὴ τοῦτό ἐστιν. Ὅτι ἐκεῖθεν μὲν εἰς εἰδωλολατρείαν ἐξέπιπτον οἱ ἄνθρωποι μείζονα, ἐντεῦθεν δὲ οὐκέτι. Πῶς; Τὸ γὰρ νομισθῆναι τοῦτον τοιοῦτον, τιμὴ εἰς τὸν Θεὸν ἦν· διὰ γὰρ τοῦτο προλαβὼν εἶπε· Καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ ἀπεκαλύφθη. Ἄλλως  δὲ, οὐδὲ φαίνεται προσιέμενος τὰς σπονδάς· εἶπε μὲν  γὰρ, φησὶν,  ὅτι χρὴ σπεῖσαι, οὔπω  δὲ δῆλον ἐγένετο, ὅτι καὶ τὸ ἔργον παρηκολούθησεν. Ἐκεῖ δὲ ἤνεγκαν  ὥστε τοὺς ταύρους καταθῦσαι· καὶ ἐκάλουν τὸν μὲν ∆ία, τὸν δὲ Ἑρμῆν. Τὸν μὲν οὖν μανιάκην προσήκατο, ἵνα  δῆλον  ἑαυτὸν  ποιήσῃ· τὴν  μέντοι  σπονδὴν  διὰ  τί  μὴ  φαίνεται διακρουόμενος; καὶ  γὰρ ἐκεῖ  οὐκ ἐποίησαν, ἀλλ' ἐπεχείρησαν,  καὶ  ἐκώλυσαν  οἱ ἀπόστολοι·  ὥστε  καὶ  ἐνταῦθα  ἔδει  εὐθέως  διακρούσασθαι· καὶ  ἐκεῖ  μὲν  δῆμος ὁλόκληρος ἦν, ἐνταῦθα δὲ τύραννος. Τί οὖν αὐτὸν οὐκ ἀπήγαγε, προλαβὼν εἶπον, ὅτι οὐχ ὡς θεῷ ἔσπενδεν ἐπὶ ἀνατροπῇ τοῦ σεβάσματος, ἀλλ' ἐπὶ μείζονι θαύματι. Πῶς; Ὅτι τοῦ Θεοῦ ἕνεκεν  διάταγμα  τέθεικεν,  ὁμολογῶν  αὐτοῦ τὴν  δεσποτείαν· ὥστε οὐκ ἠκρωτηρίαζε τὴν τιμήν. Ἐκεῖνοι δὲ οὐχ οὕτως, ἀλλ' αὐτοὺς ἐνόμιζον εἶναι τοὺς θεούς· διὰ τοῦτο διεκρούοντο. Ἄλλως δὲ, καὶ προσκυνήσας ἐνταῦθα, τότε ταῦτα ποιεῖ· οὐδὲ γὰρ ὡς θεῷ προσεκύνησεν, ἀλλ' ὡς ἀνθρώπῳ σοφῷ. Οὐ δῆλον δὲ οὐδὲ ὅτι ἔσπεισεν· εἰ δὲ καὶ ἔσπεισεν, ἀλλ' οὐ δεχομένου τοῦ ∆ανιήλ. Τί δὲ, ὅτι αὐτὸν καὶ Βαλτάσαρ ἐκάλεσεν, τοῦ θεοῦ αὐτοῦ τὸ ὄνομα; Οὕτως οὐδὲν θαῦμα ἡγοῦντο αὐτῶν τοὺς θεοὺς, ὅπου γε καὶ τὸν αἰχμάλωτον οὕτως ἐκάλει ὁ πάντας κελεύων τὴν εἰκόνα προσκυνεῖν τὴν παντοδαπὴν  καὶ ποικίλην,  καὶ τὸν δράκοντα σέβων· καὶ ἐκείνων πολὺ ἦσαν ἀνοητότεροι οἱ Βαβυλώνιοι τῶν ἐν Λύστρᾳ· διὸ οὐκ ἐνῆν εὐθέως ἐνάγειν αὐτοὺς  εἰς  τοῦτο.  Καὶ πολλὰ  ἄν  τις  εἴποι·  τέως  δὲ  ταῦτα  ἀρκεῖ.  Ἂν  τοίνυν βουλώμεθα πάντων ἐπιτυχεῖν τῶν ἀγαθῶν, τὰ κατὰ Θεὸν ζητῶμεν. Ὥσπερ γὰρ οἱ τὰ τοῦ κόσμου ζητοῦντες, καὶ τούτων καὶ ἐκείνων ἐκπίπτουσιν· οὕτως οἱ τὰ κατὰ Θεὸν προτιμῶντες, ἀμφοτέρων ἐπιτυγχάνουσι. Μὴ δὴ ταῦτα λοιπὸν ζητῶμεν, ἀλλ' ἐκεῖνα, ἵνα καὶ τῶν ἐπηγγελμένων  ἀγαθῶν ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

ΚΖʹ.Πίστει  πεποίηκε  τὸ  Πάσχα  καὶ  τὴν  πρόσχυσιν  τοῦ  αἵματος,  ἵνα  μὴ  ὁ ὀλοθρεύων τὰ πρω τότοκα θίγῃ αὐτῶν. Πίστει διέβησαν τὴν Ἐρυ θρὰν θάλασσαν ὡς διὰ  ξηρᾶς γῆς· ἧς  πεῖραν  λαβόντες  οἱ  Αἰγύπτιοι,  κατεπόθησαν.  Πίστει τὰ  τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα  ἐπὶ ἑπτὰ ἡμέρας. Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς  ἀπειθήσασι,  δεξαμένη  τοὺς  κατασκόπους  μετ'  εἰρήνης.

αʹ. Πολλὰ  μεταξὺ κατασκευάζειν ὁ Παῦλος εἴωθε, καὶ πυκνός ἐστι τοῖς νοήμασι. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χάρις· οὐκ ἐν πλήθει  λόγων  ὀλίγα περιέχει νοήματα, ἀλλὰ βραχύτητι ῥημάτων μεγάλην καὶ πολλὴν διάνοιαν ἐντίθησιν. Ὅρα γοῦν πῶς ἐν τάξει παρακλήσεως καὶ περὶ πίστεως διαλεγόμενος, οἵου ὑπομιμνήσκει τύπου καὶ μυστηρίου, οὗ  τὴν  ἀλήθειαν  ἔχομεν.  Πίστει, φησὶ,  πεποίηκε  τὸ  Πάσχα καὶ  τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. Τί δέ ἐστιν, Ἡ πρόσχυσις τοῦ αἵματος; Ἀρνίον ἐθύετο κατὰ οἰκίαν, καὶ τὸ αἷμα αὐτοῦ ἐπεχρίετο ταῖς φλιαῖς, καὶ τοῦτο ἦν ἀποτείχισις τῆς ἀπωλείας τῆς Αἰγυπτιακῆς. Εἰ τοίνυν αἷμα ἀρνίου ἐν μέσοις Αἰγυπτίοις καὶ ἐν ὀλέθρῳ τοσούτῳ ἀσινεῖς διεφύλαττε τοὺς Ἰουδαίους· πολλῷ μᾶλλον διασώσει ἡμᾶς, οὐκ ἐν ταῖς φλιαῖς, ἀλλ' ἐπὶ ταῖς ψυχαῖς τὸ αἷμα ἐπιχριόμενον τοῦ Χριστοῦ· καὶ γὰρ καὶ νῦν ὁ ὀλοθρεύων ἐν τῇ βαθείᾳ νυκτὶ ταύτῃ περιέρχεται. Ἀλλ' ὁπλιζώμεθα ἐκείνῃ τῇ θυσίᾳ. Πρόσχυσιν τὴν χρίσιν καλεῖ· ἀπὸ γὰρ Αἰγύπτου ἐξήγαγεν ἡμᾶς ὁ Θεὸς, ἀπὸ τοῦ σκότους, ἀπὸ τῆς εἰδωλολατρείας. Καίτοι τὸ γενόμενον  οὐδὲν ἦν, τὸ δὲ κατορθούμενον μέγα· τὸ μὲν γὰρ γενόμενον αἷμα, τὸ δὲ κατορθούμενον σωτηρία καὶ ἔμφραξις καὶ κώλυμα ἀπωλείας. Ἐφοβήθη τὸ αἷμα ὁ ἄγγελος· ᾔδει γὰρ τίνος ἦν τύπος· ἔφριξε, τὸν ∆εσποτικὸν θάνατον ἐννοήσας· διὰ τοῦτο οὐκ ἔθιγε τῶν φλιῶν.  Εἶπε Μωϋσῆς, Χρίσατε· καὶ ἔχρισαν, καὶ ἐθάῤῥησαν χρίσαντες.  Ὑμεῖς δὲ αὐτοῦ  τοῦ ἀμνοῦ  ἔχοντες  τὸ αἷμα, οὐ θαρσεῖτε; Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, ὡς διὰ ξηρᾶς γῆς. Πάλιν λαὸν ὁλόκληρον παραβάλλει  λαῷ,  ἵνα  μὴ λέγωσιν,  ὅτι  Οὐ δυνάμεθα  κατὰ τοὺς ἁγίους  γενέσθαι. Πίστει, φησὶ, διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. Ἐνταῦθα αὐτοὺς καὶ εἰς ὑπόμνησιν ἄγει τῶν παθημάτων τῶν ἐν Αἰγύπτῳ. Πῶς πίστει; Ὅτι ἤλπισαν διὰ τῆς θαλάσσης διαβήσεσθαι, καὶ διὰ τοῦτο ηὔχοντο· μᾶλλον  δὲ Μωϋσῆς ἦν ὁ εὐχόμενος. Ὁρᾷς ὅτι πανταχοῦ  ἡ πίστις τοὺς   λογισμοὺς   ὑπερβαίνει   τοὺς   ἀνθρωπίνους   καὶ   τὴν   ἀσθένειαν   καὶ   τὴν ταπεινότητα; ὁρᾷς, ὁμοῦ καὶ ἐπίστευον, καὶ τὴν κόλασιν ἐδεδοίκεσαν ἔν τε τῷ αἵματι τῶν  θυρῶν, ἔν τε τῇ Ἐρυθρᾷ θαλάττῃ;  Καὶ τοῦτο ἐδήλου, ὅτι ὕδωρ ἦν, διὰ τῶν ἐμπεσόντων καὶ ἀποπνιγέντων, καὶ ὅτι οὐκ ἦν φαντασία, ἀλλ' ἀλήθεια. Ὥσπερ δὲ ἐπὶ τῶν λεόντων  οἱ ἀναλωθέντες  ἐδείκνυον τῶν πραγμάτων τὴν ἀλήθειαν, καὶ ἐπὶ τῆς  καμίνου  οἱ  καέντες·  οὕτω  καὶ  νῦν  ὁρᾷς τὰ  αὐτὰ  πράγματα  τοῖς  μὲν  πρὸς σωτηρίας καὶ εὐδοκιμήσεως, τοῖς  δὲ πρὸς ἀπωλείας  γινόμενα.  Τοσοῦτόν ἐστιν ἡ πίστις ἀγαθόν· καὶ γὰρ ὅταν εἰς ἀμηχανίαν ἐμπέσωμεν, τότε ἀπαλλαττόμεθα,  κἂν πρὸς αὐτὸν τὸν θάνατον ἔλθωμεν, κἂν ἀπογνωσθῇ τὰ καθ' ἡμᾶς. Τί γὰρ ἄλλο ἦν λοιπόν; Αἰγύπτιοι καὶ θάλασσα αὐτοὺς ἀόπλους ἐκύκλουν, καὶ ἢ ἀποπνιγῆναι  ἐχρῆν φεύγοντας, ἢ εἰς τὰς Αἰγυπτιακὰς χεῖρας ἐμπεσεῖν. Ἀλλ' ὅμως ἀπὸ ἀμηχάνων αὐτοὺς διέσωσε· τὸ αὐτὸ ὕδωρ τοῖς μὲν ὑπεστρώννυτο  καθάπερ γῆ, τοὺς δὲ κατεπόντιζε καθάπερ θάλαττα· ἐκεῖ μὲν τῆς φύσεως ἐπελανθάνετο, ἐνταῦθα δὲ καὶ ὡπλίζετο κατ' αὐτῶν  Πίστει τὰ  τείχη  Ἱεριχὼ  ἔπεσε, κυκλωθέντα  ἐπὶ  ἑπτὰ  ἡμέρας. Οὐ γὰρ  δὴ σαλπίγγων  ἠχὴ λίθους οἵα τε καταβάλλειν ἐστὶ, κἂν μυρία τις ἔτη σαλπίζῃ, ἀλλ' ἡ πίστις  πάντα  δύναται. 


βʹ. Ὁρᾷς πανταχοῦ,  οὐχὶ  ἀκολουθίᾳ,  οὐδὲ  φύσεως  νόμῳ μεταβαλλομένην   αὐτὴν,  ἀλλὰ  παρὰ  προσδοκίαν  ἅπαντα  γινόμενα;  Οὐκοῦν καὶ ἐνταῦθα παρὰ προσδοκίαν ἅπαντα γίνεται. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν, ὅτι δεῖ πιστεύειν ταῖς ἐλπίσι ταῖς μελλούσαις, εἰκότως τοῦτον ἅπαντα τὸν λόγον ἐκίνησε, δεικνὺς ὅτι οὐ νῦν, ἀλλὰ καὶ ἐξ ἀρχῆς πάντα τὰ θαύματα διὰ ταύτης ἤνυσται καὶ κατώρθωται.  Πίστει Ῥαὰβ  ἡ  πόρνη  οὐ  συναπώλετο  τοῖς  ἀπειθήσασι, δεξαμένη κατασκόπους μετ' εἰρήνης. Οὐκοῦν αἰσχρὸν, εἰ καὶ πόρνης ἀπιστότεροι φανείητε· καίτοι γε ἐκείνη τῶν ἀνδρῶν ἤκουσεν ἀπαγγελλόντων,  καὶ εὐθέως ἐπίστευσε. Τοιγαροῦν καὶ τὸ τέλος ἐπηκολούθησε· πάντων  γὰρ ἀπολωλότων,  μόνη διεσώθη. Οὐκ εἶπε πρὸς ἑαυτὴν, ὅτι Μετὰ πολλῶν ἔσομαι τῶν ἐμῶν· οὐκ εἶπεν, Ἐγὼ τοσούτων φρονιμωτέρα δύναμαι εἶναι ἀνδρῶν συνετῶν, οἵτινες ἀπιστοῦσι, καὶ ἐγὼ πιστεύσω; Οὐδὲν τοιοῦτον, ὅπερ εἰκὸς ἦν ἄλλον καὶ εἰπεῖν καὶ παθεῖν, ἀλλὰ τοῖς λεγομένοις ἐπίστευσε. Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος. Οὐκέτι λοιπὸν τὰ ὀνόματα τίθησιν, ἀλλὰ τελευτήσας εἰς τὴν πόρνην, καὶ ἐντρέψας διὰ τῆς τοῦ προσώπου ποιότητος, οὐκέτι πλατύνει  τὰς ἱστορίας, ἵνα μὴ δόξῃ μακρηγορεῖν·  οὐ μὴν αὐτὰς ἀφίησιν, ἀλλ' ἐπιτρέχει σφόδρα συνετῶς, τηρῶν ἀμφότερα, καὶ τὸν κόρον φεύγων,  καὶ τὴν πυκνότητα  οὐ λυμαινόμενος· οὔτε πάντῃ  ἐσίγησεν, οὔτε λέγων ἠνώχλησεν,  ἀλλ' ἀμφότερα ποιεῖ. Ὅταν γάρ τις ἰσχυρῶς ἀγωνίζηται,  ἂν ἐπιμένῃ ἀγωνιζόμενος,   ἀποκναίει   τὸν   ἀκροατὴν,   πεπεισμένον   λοιπὸν   ἐνοχλῶν    καὶ φιλοτιμίας λαμβάνων δόξαν· δεῖ γὰρ πρὸς τὸ λυσιτελὲς ἁρμόζεσθαι. Καὶ τί ἔτι λέγω, φησίν; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεὼν Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, ∆αυΐδ τε, καὶ Σαμουὴλ, καὶ τῶν προφητῶν. Ἐγκαλοῦσι τῷ Παύλῳ τινὲς ὅτι τὸν Βαρὰκ καὶ τὸν Σαμψὼν καὶ τὸν Ἰεφθάε ἐν τούτοις τίθησι τοῖς τόποις. Τί λέγεις; ὁ τὴν πόρνην  θεὶς, τούτους οὐ θήσει; Μὴ γάρ μοι τὸν ἄλλον  αὐτῶν  βίον εἴπῃς, ἀλλ' εἰ μὴ ἐπίστευσαν καὶ ἔλαμψαν ἐν τῇ πίστει. Καὶ τῶν προφητῶν, φησὶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας. Ὁρᾷς ὅτι οὐχὶ βίον ἐνταῦθα αὐτοῖς μαρτυρεῖ λαμπρόν· οὐδὲ γὰρ τοῦτο  προηγουμένως  ἦν  τὸ ζητούμενον·  ἀλλὰ  πίστεως  τέως ἐξέτασις ἦν. Εἰπὲ γάρ μοι εἰ μὴ πίστει τὸ πᾶν  ἤνυσαν; Πῶς; ∆ιὰ πίστεως, φησὶ, κατηγωνίσαντο βασιλείας οἱ περὶ τὸν Γεδεών. Εἰργάσαντο δικαιοσύνην. Τίνες; Αὐτοὶ οὗτοι·  ἤτοι  τὴν  φιλανθρωπίαν  ἐνταῦθα   δικαιοσύνην   εἶπεν.   Ἐπέτυχον ἐπαγγελιῶν.  Περὶ τοῦ ∆αυῒδ οἶμαι αὐτὸν  τοῦτο λέγειν.  Ποίων δὲ τούτων  ἔτυχεν ἐπαγγελιῶν;   Ὧν ἔλεγεν,  ὅτι  τὸ  σπέρμα αὐτοῦ  καθίσει  ἐπὶ  τὸν  θρόνον  αὐτοῦ. Ἔφραξαν στόματα λεόντων,  ἔσβεσαν δύναμιν  πυρὸς, ἔφυγον  στόματα μαχαίρας. Ὅρα πῶς ἐν αὐτῷ τῷ θανάτῳ ἦσαν, ὁ ∆ανιὴλ κυκλούμενος  ὑπὸ τῶν λεόντων,  οἱ παῖδες οἱ τρεῖς ἐν τῇ καμίνῳ διατρίβοντες, ὁ Ἀβραὰμ, ὁ Ἰσαὰκ, ὁ Ἰακὼβ ἐν διαφόροις πειρασμοῖς, καὶ οὐδὲ οὕτως ἀπέγνωσαν. Τοῦτο γὰρ πίστις· ὅταν τὰ πράγματα πρὸς τὸ ἐναντίον ἐκβαίνῃ, τότε δεῖ πιστεύειν ὅτι οὐδὲν ἐναντίον γέγονεν, ἀλλὰ πάντα ἀκόλουθα. Ἔφυγον στόματα μαχαίρας. Περὶ τῶν τριῶν πάλιν οἶμαι παίδων λέγειν αὐτόν. Ἐνεδυναμώθησαν  ἀπὸ ἀσθενείας, ἐγενήθησαν  ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς  ἔκλιναν   ἀλλοτρίων.   Τὰ  κατὰ  τὴν  ἐπάνοδον  τὴν  ἀπὸ  Βαβυλῶνος ἐνταῦθα  αἰνίττεται.  Ἀπὸ ἀσθενείας, φησί· τουτέστιν,  ἀπὸ αἰχμαλωσίας.  Ὅτε ἤδη ἀπέγνωστο τὰ Ἰουδαϊκὰ, ὅτε ὀστῶν νεκρῶν οὐδὲν διενηνόχεσαν, τότε αὐτοῖς γέγονε τὰ τῆς ἐπανόδου. Τίς γὰρ ἂν ἤλπισεν ἀπὸ Βαβυλῶνος ἐπανήκειν  αὐτοὺς, καὶ οὐκ ἐπανήκειν    μόνον,   ἀλλὰ   καὶ   ἰσχυροὺς   γενήσεσθαι,   καὶ   κλῖναι   παρεμβολὰς ἀλλοτρίων; Ἀλλ' ἡμῖν οὐδὲν τοιοῦτον συνέβη, φησίν. Ἀλλὰ ταῦτα τύποι τῶν μελλόντων  εἰσίν. Ἔλαβον γυναῖκες  ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν. Τὰ κατὰ τοὺς προφήτας ἐνταῦθα λέγει, τὸν Ἐλισσαῖον, τὸν Ἠλίαν· νεκροὺς γὰρ ἀνέστησαν οὗτοι.   Ἄλλοι   δὲ   ἐτυμπανίσθησαν,   οὐ   προσδεξάμενοι  τὴν   ἀπολύτρωσιν,   ἵνα κρείττονος ἀναστάσεως τύχωσιν. Ἀλλ' οὐχ ἡμεῖς ἀναστάσεως ἐτύχομεν. Ἀλλ' ἔχω δεῖξαι καὶ ἐκείνους, φησὶν, ἀποτμηθέντας, καὶ μὴ δεξαμένους, ἵνα κρείττονος ἀναστάσεως τύχωσι. ∆ιὰ τί γὰρ, εἰπέ μοι, παρὸν ζῆσαι, οὐκ ἠβουλήθησαν; οὐκ ἄρα ὅτι κρείττονα προσεδόκων ζωήν; Καὶ οἱ τοὺς ἄλλους ἀναστήσαντες, αὐτοὶ εἵλοντο ἀποθανεῖν,  ὥστε κρείττονος  ἀναστάσεως τυχεῖν,  οὐ τοιαύτης, οἵας τὰ παιδία τῶν γυναικῶν. Ἐνταῦθά μοι δοκεῖ καὶ τὸν Ἰωάννην αἰνίττεσθαι, καὶ τὸν Ἰάκωβον· ἀποτυμπανισμὸς γὰρ λέγεται ὁ ἀποκεφαλισμός. Ἐξῆν αὐτοῖς ὁρᾷν τὸν ἥλιον, ἐξῆν αὐτοῖς μὴ ἐλέγξαι, καὶ ὅμως εἵλοντο ἀποθανεῖν, καὶ οἱ ἀναστήσαντες ἄλλους, αὐτοὶ εἵλοντο ἀποθανεῖν  ἵνα κρείττονος ἀναστάσεως τύχωσιν. Ἕτεροι δὲ ἐμπαιγμῶν  καὶ μαστίγων  πεῖραν  ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς,  ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν. 

γʹ. Ἐν τούτοις τελευτᾷ, ἐν τοῖς οἰκειοτέροις. Μάλιστα γὰρ ταῦτα φέρει τὴν παράκλησιν, ὅταν τῆς αὐτῆς ὑποθέσεως ἡ λύπη ᾖ· ἐπεὶ κἂν σφοδρότερον εἴπῃς, μὴ ᾖ δὲ ἐκ τῆς αὐτῆς ὑποθέσεως τεχθεῖσα, οὐδὲν ἐποίησας. ∆ιὰ τοῦτο εἰς τοῦτο τὸν λόγον συνέκλεισε, δεσμὰ λέγων, φυλακὰς, μάστιγας, λιθασμοὺς, τὰ κατὰ τὸν Στέφανον, τὰ κατὰ τὸν Ζαχαρίαν αἰνιττόμενος·  διὸ ἐπήγαγεν,  Ἐν φόνῳ  μαχαίρας ἀπέθανον.  Τί λέγεις; οἱ μὲν ἔφυγον  στόματα μαχαίρας, οἱ δὲ ἐν φόνῳ  μαχαίρας ἀπέθανον; τί ἐστι τοῦτο; ποῖον ἐπαινεῖς, ποῖον θαυμάζεις; τοῦτο, ἢ ἐκεῖνο; Ναὶ, φησὶ, καὶ τοῦτο κἀκεῖνο· τοῦτο μὲν, ὅτι ὑμῖν οἰκεῖον, ἐκεῖνο δὲ, ὅτι καὶ πρὸς αὐτὴν τὴν τελευτὴν ἴσχυσεν ἡ πίστις, καὶ τύπος τῶν μελλόντων  ἐστί. ∆ύο γάρ ἐστι τὰ θαύματα τῆς πίστεως, ὅτι καὶ ἀνύει μεγάλα, καὶ πάσχει μεγάλα, καὶ ὅτι οὐδὲν ἡγεῖται πάσχειν. Καὶ οὐκ ἔχεις εἰπεῖν, φησὶν, ὅτι ἁρματωλοί τινες ἦσαν καὶ οὐδαμινοί· κἂν γὰρ τὸν κόσμον ἀντιστήσῃς   ὅλον,  ἐκείνους  εὑρίσκω καθέλκοντας  τὸν  ζυγὸν,  καὶ τιμιωτέρους ὄντας. ∆ιὰ τοῦτο καὶ οὕτως εἶπεν Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Τί τοίνυν ἔμελλον  ἐνταῦθα ἀπολαμβάνειν,  ὧν οὐδὲν τῶν  ἐν τῷ κόσμῳ ἦν ἄξιον; Ἐνταῦθα αὐτῶν  διανίστησι τὴν διάνοιαν,  παιδεύων  μὴ προσηλοῦσθαι τοῖς παροῦσιν, ἀλλὰ πάντων μείζω φρονεῖν τῶν ἐν τῷ παρόντι βίῳ, εἴ γε ὁ πᾶς κόσμος οὐκ ἔστιν αὐτῶν ἄξιος. Τί τοίνυν  βούλει ἐνταῦθα λαβεῖν; ὕβρις γάρ ἐστιν, ἐὰν ἐνταῦθα λάβῃς τὸν μισθόν. Μὴ τοίνυν  κοσμικὰ φρονῶμεν,  μηδὲ ἐνταῦθα  ζητῶμεν  τὴν ἀνταπόδοσιν, μηδὲ  οὕτως  ὦμεν  πένητες·  εἰ  γὰρ  ὁ πᾶς  κόσμος οὐκ  ἄξιος  αὐτῶν,  τί  τὸ  μέρος ἐπιζητεῖς; Καὶ εἰκότως· φίλοι γάρ εἰσι τοῦ Θεοῦ. Κόσμον δὲ ἐνταῦθα ἄρα τὸ πλῆθός φησιν, ἢ τὴν κτίσιν αὐτήν· ἀμφότερα γὰρ οἶδε λέγειν ἡ Γραφή. Εἰ πᾶσα ἡ κτίσις μετὰ τῶν  ἀνθρώπων,  φησὶ, στῇ τῶν  αὐτῆς,  οὐδέπω  ἀντάξιοι  φανοῦνται  τούτων·  καὶ εἰκότως. Ὥσπερ γὰρ μυρίοι σταθμοὶ ἀχύρου καὶ χόρτου δέκα μαργαριτῶν οὐκ ἂν εἶεν ἀντάξιοι·  οὕτως  οὐδὲ ἐκεῖνοι·  Κρείσσων γὰρ εἷς ποιῶν  θέλημα  Κυρίου, ἢ μυρίοι παράνομοι· μυρίους οὐχὶ τοὺς πολλοὺς λέγει, ἀλλὰ τὸ πλῆθος τὸ ἄπειρον. Ἐννόησον ὅσον ἐστὶν ὁ δίκαιος. Εἶπεν Ἰησοῦς ὁ τοῦ Ναυῆ· Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλὼμ, καὶ ἐγένετο. Ἡκέτω τοίνυν πᾶσα ἡ οἰκουμένη, μᾶλλον δὲ δύο, καὶ τρεῖς, καὶ τέσσαρες, καὶ δέκα, καὶ εἴκοσιν οἰκουμέναι, καὶ λεγέτωσαν, καὶ ποιείτωσαν  τοῦτο·  ἀλλὰ  οὐ  δυνήσονται.  Ὁ δὲ  τοῦ  Θεοῦ φίλος  τοῖς  τοῦ  φίλου κτίσμασιν ἐπέταττε, μᾶλλον δὲ τὸν φίλον παρεκάλει, καὶ εἶκε τὰ δοῦλα, καὶ ὁ κάτω τοῖς ἄνω προσέταττεν. Ὁρᾷς ὅτι εἰς δουλείαν ταῦτα γέγονε, τὸν δρόμον τὸν διατεταγμένον  πληροῦντα;  Τοῦτο τῶν  Μωϋσέως μεῖζον. Τί δήποτε; Οὐ γάρ ἐστιν ἴσον θαλάττῃ ἐπιτάξαι, καὶ τοῖς κατ' οὐρανόν· μέγα μὲν γὰρ κἀκεῖνο, καὶ σφόδρα μέγα, πλὴν ἀλλ' οὐδὲν ἴσον. Ἄκουε δὲ καὶ πόθεν τοιοῦτος γέγονε. Τί δήποτε; Τύπος ἦν τοῦ Χριστοῦ τὸ τοῦ Ἰησοῦ ὄνομα. ∆ιὰ τοῦτο τοίνυν, ἐπεὶ τὴν τοιαύτην  κλῆσιν ἔσχεν ἐν τύπῳ, ἣν Ἰησοῦς, αὐτὴν τὴν προσηγορίαν ᾐδέσθη ἡ κτίσις. Τί οὖν; ἄλλος οὐκ ἐκλήθη  Ἰησοῦς; Ἀλλ' οὗτος ἐπὶ τούτῳ  ἐκλήθη  ἐν  τύπῳ·  καὶ γὰρ καὶ Αὐσῆς ἐλέγετο· διὰ τοῦτο μετεβλήθη  τὸ ὄνομα· πρόῤῥησις γὰρ ἦν καὶ προφητεία. Οὗτος εἰσήγαγε τὸν  λαὸν  εἰς τὴν  ἐπαγγελίαν,  ὥσπερ ὁ Ἰησοῦς εἰς τὸν  οὐρανὸν, οὐχ ὁ νόμος, ὥσπερ οὐδὲ ὁ Μωϋσῆς, ἀλλ' ἔξω ἔμενεν· οὐκ ἰσχύει νόμος εἰσαγαγεῖν, ἀλλ' ἡ χάρις. Ὁρᾷς τοὺς τύπους ἄνωθεν προδιαγραφομένους; Ἐπέταξε τῇ κτίσει, μᾶλλον δὲ τῷ  κυρίῳ  τῆς  κτίσεως  μέρει,  αὐτῇ  τῇ  κεφαλῇ  κάτω  ἑστώς·  ἵνα,  ὅταν  ἴδῃς  ἐν ἀνθρώπου  σχήματι  τὸν  Ἰησοῦν  τὰ  αὐτὰ  λέγοντα,  μὴ θορυβηθῇς μηδὲ ξενισθῇς. Αὐτὸς, καὶ Μωϋσέως ζῶντος,  ἐτροπώσατο τοὺς πολεμίους· οὗτος, καὶ τοῦ νόμου ζῶντος, τὰ πάντα διοικεῖ, ἀλλ' οὐ φανερῶς. Πλὴν ἴδωμεν ὅση ἡ ἀρετὴ τῶν ἁγίων.

δʹ. Εἰ ἐνταῦθα τοιαῦτα ἐργάζονται, εἰ ἐνταῦθα τοιαῦτα ποιοῦσιν, ἅπερ οἱ ἄγγελοι, τί ἄρα ἐκεῖ;  πόσην  ἔχουσι  τὴν  λαμπρότητα;  Τάχα  τις  ὑμῶν  ἕκαστος  ἐβούλετο  εἶναι τοιοῦτος, ὥστε δύνασθαι  ἐπιτάττειν  τῷ   ἡλίῳ  καὶ τῇ σελήνῃ. Ἐνταῦθα οἱ λέγοντες τὸν οὐρανὸν σφαῖραν εἶναι, πρὸς τοῦτο τί ἂν εἴποιεν; ∆ιὰ τί γὰρ μὴ εἶπε, Στήτω ὁ ἥλιος, ἀλλὰ προσέθηκε, Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα  Ἐλώμ; Τουτέστι, Μείζονα τὴν  ἡμέραν  ἐργασάσθω. Τοῦτο καὶ  ἐπὶ  τοῦ Ἐζεκίου γέγονεν· ἀνεπόδισε γὰρ ὁ ἥλιος. Ἀλλὰ τοῦτο ἐκείνου θαυμαστότερον, τὸ τὴν ἐναντίαν ἐλθεῖν πάλιν ὁδὸν, μήπω περιελθόντα τὸν δρόμον. Ἀλλὰ τούτων ἡμεῖς μείζονα ἐπιτευξόμεθα, ἐὰν ἐθέλωμεν.  Τίνα γὰρ ἡμῖν ἐπηγγείλατο  ὁ Χριστός; Οὐχὶ ἥλιον στήσειν, οὐδὲ σελήνην, οὐδὲ ἀναποδισμὸν ἡλίου, ἀλλὰ τί; Ἐλευσόμεθα πρὸς αὐτὸν ἐγὼ καὶ ὁ Πατὴρ, φησὶ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Τί μοι δεῖ ἡλίου καὶ σελήνης, καὶ τῶν θαυμάτων τούτων, αὐτοῦ τοῦ ∆εσπότου πάντων  παρ' ἐμοὶ καταγομένου καὶ ἐνιδρυμένου· οὐ δεῖ μοι τούτου. Τί γὰρ δεῖ μοί τινος τούτων; αὐτὸς ἔσται μοι εἰς ἥλιον καὶ σελήνην καὶ εἰς φῶς. Εἰπὲ γάρ μοι, τί ἐβούλου, εἰς βασίλεια εἰσελθὼν, δυνηθῆναί τι τῶν πεπηγότων μεταῤῥυθμίσαι, ἢ τὸν βασιλέα οὕτως οἰκειώσασθαι, ὡς πεῖσαι πρὸς σὲ καταχθῆναι; οὐ πολλῷ μᾶλλον τοῦτο, ἢ ἐκεῖνο; Τί δαί; οὐ θαυμαστὸν, εἴπερ ἄνθρωπος ἐπιτάττει ταῦτα ἃ καὶ ὁ Χριστός; Ἀλλ' ὁ Χριστὸς, φησὶν, οὐ δεῖται τοῦ Πατρὸς, ἀλλ' αὐθεντικῶς  ποιεῖ. Καλῶς· οὐκοῦν ὁμολόγησον πρῶτον  καὶ  εἰπὲ,  ὅτι  οὐ  δεῖται  τοῦ  Πατρὸς, καὶ  αὐθεντικῶς  ποιεῖ·  καὶ  τότε  σε ἐρήσομαι πάλιν, μᾶλλον δὲ διδάξω περὶ τῆς εὐχῆς ἧς ποιεῖται, ὅτι συγκαταβάσεως καὶ οἰκονομίας ἦν (οὐ γὰρ δὴ τοῦ Ἰησοῦ τοῦ Ναυῆ ἐλάττων  ἦν ὁ Χριστὸς), καὶ τοῦ δύνασθαι διδάσκειν ἡμᾶς χωρὶς εὐχῆς. Ὥσπερ γὰρ διδασκάλου ἀκούων ψελλίζοντος καὶ τὰ στοιχεῖα καταλέγοντος, οὐ φὴς αὐτὸν ἀγνοεῖν, καὶ ὅταν ἐρωτᾷ, ποῦ ἐστι τόδε τὸ  στοιχεῖον,  οἶδας  ὅτι  οὐκ  ἀγνοῶν   ἐρωτᾷ,  ἀλλὰ  τὸν  μαθητευόμενον  θέλων ἐναγαγεῖν·  οὕτω  καὶ ὁ Χριστὸς οὐ δεόμενος  εὐχῆς  ἐποιεῖτο  τὴν  εὐχὴν,  ἀλλὰ  σὲ θέλων ἐναγαγεῖν,  ἵνα συνεχῶς προσέχῃς τῇ εὐχῇ, ἵνα ἀδιαλείπτως, ἵνα νηφόντως, καὶ μετὰ πολλῆς τῆς ἀγρυπνίας ταύτην ποιῇς. Ἀγρυπνεῖν δὲ οὐ τὸ νυκτὸς ἐγείρεσθαι λέγω  μόνον,  ἀλλὰ  καὶ  τὸ  ἐν  ἡμέρᾳ νήφειν  ἐν  ταῖς  προσευχαῖς·  ἄγρυπνος  γὰρ καλεῖται ὁ τοιοῦτος. Ἐπεὶ ἔστι καὶ νυκτὸς εὐχόμενον  καθεύδειν, καὶ ἐν ἡμέρᾳ μὴ εὐχόμενον  ἀγρυπνεῖν,  ὅταν  ἡ ψυχὴ  τεταμένη  ᾖ πρὸς τὸν  Θεὸν, ὅταν  ἐννοῇ  τίνι διαλέγεται, πρὸς τίνα ὁ λόγος αὐτῇ, ὅταν λάβῃ ἐν νῷ ὅτι ἄγγελοι παρεστήκασι μετὰ τρόμου καὶ φόβου, αὐτὸς δὲ προσίῃ χασμώμενος καὶ κνώμενος. Μέγα ὅπλον εὐχὴ, ἐὰν μετὰ τῆς προσηκούσης γίνηται διανοίας. Καὶ ἵνα μάθῃς αὐτῆς τὴν ἰσχὺν, σκόπει ἐντεῦθεν· Ἀναισχυντίας καὶ ἀδικίας καὶ ὠμότητος καὶ ἰταμότητος ἐκράτησεν ἡ συνεχὴς ἔντευξις·  Ἀκούσατε γὰρ, φησὶ, τί ὁ κριτὴς λέγει  τῆς ἀδικίας. Καὶ ὄκνου πάλιν ἐκράτησε· καὶ ὅπερ οὐκ ἐποίησε φιλία, τοῦτο ἐποίησεν ἔντευξις συνεχής· Καὶ εἰ μὴ διὰ τὸ φίλον αὐτοῦ εἶναι, φησὶ, δώσει αὐτῷ, ἀλλά γε διὰ τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει αὐτῷ. Καὶ ἀναξίαν οὖσαν ἀξίαν ἐποίησεν ἡ συνεχὴς προσεδρεία· Οὐκ ἔστι, φησι, καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ, Ναὶ, φησὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὑτῶν.


εʹ. Προσέχωμεν τοίνυν  τῇ εὐχῇ· μέγα ὅπλον  ἐστὶν ἐὰν  μετὰ ἐκτενείας  γίνηται,  ἐὰν χωρὶς κενοδοξίας, ἐὰν μετὰ ψυχῆς εἰλικρινοῦς. Αὕτη πολεμίους  ἐτροπώσατο, αὕτη ἔθνος  ὁλόκληρον  καὶ ἀνάξιον  εὐηργέτησεν. Ἤκουσα, φησὶ, τοῦ στεναγμοῦ αὐτῶν,  καὶ  κατέβην  τοῦ  ἐξελέσθαι  αὐτούς·  αὕτη  φάρμακόν  ἐστι σωτήριον,  καὶ κωλυτικὸν τῶν ἁμαρτημάτων, καὶ ἰατρεῖον τῶν πλημμελημάτων· ταύτῃ καὶ ἡ χήρα ἡ μεμονωμένη  προσήδρευεν. Ἐὰν οὖν  μετὰ ταπεινοφροσύνης  εὐχώμεθα,  ἐὰν  τὸ στῆθος  πλήττοντες   ὡς  ὁ  τελώνης,  ἐὰν  ἐκεῖνα  φθεγγώμεθα   ἅπερ  ἐκεῖνος,  ἐὰν λέγωμεν, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, πάντων ἐπιτευξόμεθα. Εἰ γὰρ καὶ μὴ τελῶναί ἐσμεν, ἀλλ' ἕτερα ἔχομεν ἐκείνου οὐχ ἥττονα ἁμαρτήματα. Μὴ γάρ μοι εἴπῃς, ὅτι ἐν μικρῷ τινι  διήμαρτες· τὴν γὰρ αὐτὴν ἔχει τὸ πρᾶγμα φύσιν. Καθάπερ γὰρ ὁμοίως ἀνδροφόνος  λέγεται, ὅ τε παῖδα ἀνελὼν,  ὅ τε ἄνδρα· οὕτω καὶ πλεονέκτης, καὶ ὁ πολλὰ  καὶ ὁ μικρὰ πλεονεκτῶν.  Καὶ ἡ μνησικακία δὲ οὐ μικρὸν, ἀλλὰ  καὶ μέγα ἁμάρτημα· Μνησικάκων γὰρ, φησὶν, ὁδοὶ εἰς θάνατον· καί· Ὁ ὀργιζόμενος εἰκῆ τῷ ἀδελφῷ αὑτοῦ, ἔνοχος ἔσται τῇ γεέννῃ· καὶ ὁ καλῶν τὸν ἀδελφὸν αὑτοῦ μωρὸν καὶ ἀνόητον,  καὶ  ὅσα  τοιαῦτα.  Μεταλαμβάνομεν  δὲ  καὶ  τῶν  φρικτῶν   μυστηρίων ἀναξίως,   καὶ  φθονοῦμεν   καὶ  λοιδοροῦμεν·  τινὲς   δὲ  ἡμῶν   καὶ  ἐμεθύσθησαν πολλάκις. Τούτων δὲ ἕκαστον καὶ αὐτὸ καθ' ἑαυτὸ ἱκανὸν ἐκβαλεῖν τῆς βασιλείας· ὅταν  δὲ  καὶ  ὁμοῦ  συμφέρηται,  τίνα  ἕξομεν  ἀπολογίαν;  Πολλῆς  ἡμῖν  δεῖ  τῆς μετανοίας, ἀγαπητοὶ, πολλῆς τῆς εὐχῆς, πολλῆς τῆς καρτερίας, πολλῆς τῆς προσεδρείας, ἵνα δυνηθῶμεν  ἐπιτυχεῖν  τῶν ἐπηγγελμένων  ἡμῖν ἀγαθῶν. Εἴπωμεν οὖν καὶ ἡμεῖς· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· μᾶλλον δὲ μὴ εἴπωμεν μόνον, ἀλλὰ καὶ οὕτω φρονῶμεν· κἂν ἕτερός τις ἡμᾶς ἐγκαλέσῃ, μὴ ὀργιζώμεθα. Ἤκουσεν ἐκεῖνος, ὅτι Οὐκ εἰμὶ ὡς οὗτος ὁ τελώνης,  καὶ οὐ παρωξύνθη, ἀλλὰ κατενύγη· ἐδέξατο τὸ νῖκος,  καὶ  ἀπέθετο  τὸ  ὄνειδος.  Εἶπεν  ἐκεῖνος  τὸ  τραῦμα,  ἐζήτησεν  οὗτος  τὸ φάρμακον. Λέγωμεν τοίνυν· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· πλὴν κἂν ἕτερος εἴπῃ, μὴ ἀγανακτῶμεν.  Ἐὰν δὲ αὐτοὶ  μὲν  λέγωμεν  μυρία ἑαυτοὺς  κακὰ, παρ' ἑτέρων  δὲ ἀκούοντες δυσχεραίνωμεν, οὐκέτι τοῦτο ταπεινοφροσύνη ἐστὶν οὐδὲ ἐξομολόγησις, ἀλλ' ἐπίδειξις καὶ κενοδοξία. Ἐπίδειξίς ἐστι, φησὶν, ἑαυτὸν ἁμαρτωλὸν καλεῖν; Ναί· ταπεινοφροσύνης  γὰρ  λαμβάνομεν  δόξαν,  θαυμαζόμεθα, ἐγκωμιαζόμεθα·  ἐὰν  δὲ τοὐναντίον   εἴπωμεν  ἑαυτοὺς,  καταφρονούμεθα.  Ὥστε καὶ  τοῦτο  δόξης  ἕνεκεν ποιοῦμεν.   Τί   δέ   ἐστι   ταπεινοφροσύνη;   Τὸ  ἑτέρου   ὀνειδίζοντος   φέρειν,   τὸ ἐπιγινώσκειν  τὸ ἁμάρτημα, τὸ φέρειν τὰς κακηγορίας. Καὶ οὐδὲ τοῦτο ταπεινοφροσύνης ἂν εἴη, ἀλλ' εὐγνωμοσύνης. Νῦν δὲ ἑαυτοὺς μὲν λέγομεν ἁμαρτωλοὺς, ἀναξίους, μυρία ὅσα· ἂν δὲ ἕτερός τις ἡμῖν  ἓν τούτων  προσενέγκῃ, χαλεπαίνομεν, ἀγριαινόμεθα. Ὁρᾷς ὅτι οὐκ ἔστιν ἐξομολόγησις, οὐδὲ εὐγνωμοσύνη; Εἶπες  σαυτὸν   εἶναι   τοιοῦτον·  μὴ   ἀγανάκτει   καὶ   παρ'  ἑτέρων   ἀκούων,   καὶ ἐλεγχόμενος· οὕτω σοι τὰ ἁμαρτήματα κουφίζεται, ὅταν ἕτεροι ὀνειδίζωσιν· ἑαυτοῖς μὲν  γὰρ  βάρος ἐπιτιθέασι,  σὲ δὲ  εἰς  φιλοσοφίαν  ἐνάγουσιν.  Ἄκουε  τί  φησιν  ὁ μακάριος  ∆αυῒδ, ἡνίκα  κατηρᾶτο  αὐτῷ  ὁ Σεμεεί. Ἄφες  αὐτὸν,  φησίν·  ὁ Κύριος ἐνετείλατο αὐτῷ, ὅπως ἴδῃ τὴν ταπείνωσίν μου· καὶ ἀνταποδώσει μοι Κύριος ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐ  τοῦ τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ. Σὺ δὲ περὶ σαυτοῦ λέγων καὶ ὑπερβολὴν κακῶν, ἐὰν μὴ τὰ τῶν μεγάλων  δικαίων ἐγκώμια παρ' ἑτέρων ἀκούῃς, ἀγριαίνεις.  Ὁρᾷς  ὅτι  παίζεις  ἐν  οὐ  παικτοῖς  πράγμασι; καὶ  γὰρ  τοὺς  ἐπαίνους ἐπαίνων  ἑτέρων ἐπιθυμίᾳ διακρουόμεθα, ἵνα μειζόνων  πάλιν  τύχωμεν  ἐγκωμίων, ἵνα μᾶλλον θαυμασθῶμεν. Ὥστε, οὐ προσιέμενοι τὰ  ἐγκώμια, ἵνα αὐξήσωμεν αὐτὰ, τοῦτο ποιοῦμεν· καὶ πάντα πρὸς δόξαν ἡμῖν γίνεται,  οὐ πρὸς ἀλήθειαν. ∆ιὰ τοῦτο πάντα κενὰ, πάντα ἄπορα. ∆ιὸ παρακαλῶ νῦν γοῦν ἀποστῆναι τῆς μητρὸς τῶν κακῶν, τῆς κενοδοξίας, καὶ ζῆσαι κατὰ τὸ τῷ Θεῷ δοκοῦν· ὥστε καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.



Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |