ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΑʹ Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν

Πέμπτη 27 Οκτωβρίου 2016

ΙΑʹ Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61

ΙΑʹ  Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.

αʹ. Ταῦτα οὖν εἰδότες, φησὶ, τὸ δικαστήριον ἐκεῖνο τὸ φοβερὸν, πάντα  πράττομεν  ὥστε μὴ δοῦναι ὑμῖν λαβὴν μηδὲ πρόσκομμα μηδὲ ψευδῆ τινα  ὑποψίαν  πονηρᾶς πράξεως καθ' ἡμῶν. Εἶδες πολιτείας ἀκρίβειαν, καὶ σπουδὴν ψυχῆς κηδεμονικῆς; Οὐ γὰρ δὴ μόνον,  ἂν  πονηρόν  τι  πράξωμεν,  φησὶν,  ἐγκαλούμεθα·  ἀλλὰ  κἂν  μὴ πράξωμεν, ὑποπτευθῶμεν δὲ, καὶ κύριοι τὴν ὑποψίαν ὄντες ἀποκρούσασθαι, καταφρονήσωμεν, δίκην  τίνομεν.  Οὐ πάλιν  ἑαυτοὺς  συνιστάνομεν,  ἀλλ'  ἀφορμὴν  διδόντες  ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν. Ὅρα πῶς συνεχῶς διορθοῦται τὴν τοῦ δοκεῖν ἐγκωμιάζειν ἑαυτὸν ὑπόνοιαν. Οὐδὲν γὰρ οὕτω προσίσταται τοῖς ἀκούουσιν, ὡς τὸ περὶ ἑαυτοῦ τινα  λέγειν  μεγάλα  καὶ θαυμαστά. Ἐπεὶ οὖν  ἠναγκάζετο  εἰς ταύτην  τῶν  λόγων ἐμπίπτειν τὴν ὑπόθεσιν, ἐπιδιορθώσει κέχρηται λέγων, ὅτι Τοῦτο δι' ὑμᾶς ποιοῦμεν, οὐ δι' ἡμᾶς, ἵνα ὑμεῖς ἔχητε καλλωπίζεσθαι, οὐχ ἵνα ἡμεῖς· καὶ οὐδὲ τοῦτο ἁπλῶς,


ἀλλὰ διὰ τοὺς ψευδαποστόλους. ∆ιὸ καὶ ἐπήγαγε, Πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους, καὶ οὐ καρδίᾳ. Εἶδες πῶς αὐτοὺς ἀπέστησεν ἐκείνων, καὶ πρὸς ἑαυτὸν εἵλκυσεν, ἐνδειξάμενος, ὅτι καὶ αὐτοὶ ποθοῦσιν οἱ Κορίνθιοι λαβεῖν τινα ἀφορμὴν, δι' ἧς δυνήσονται ὑπὲρ αὐτοῦ λέγειν, καὶ ἀπολογεῖσθαι τοῖς ἐγκαλοῦσιν; Οὐ γὰρ ἵνα ἡμεῖς καυχησώμεθα, φησὶ, ταῦτά φαμεν, ἀλλ' ἵνα ὑμεῖς ἔχητε ἐλευθεροστομεῖν ὑπὲρ ἡμῶν· ὅπερ πολλὴν αὐτοῖς ἐστι μαρτυροῦντος ἀγάπην· καὶ οὐχ ἵνα ἁπλῶς καυχήσησθε, ἀλλ' ἵνα μὴ παρασυρῆτε. Ἀλλ' οὕτω μὲν οὐ λέγει σαφῶς, ἑτέρως δὲ καὶ ἡμερώτερον μεθοδεύει τὸν λόγον, καὶ χωρὶς τοῦ πλῆξαι ἐκείνους, λέγων· Ἵνα ἔχητε καυχᾶσθαι πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους.  Ἀλλ' οὐδὲ τοῦτο ἁπλῶς κελεύει ποιεῖν, αἰτίας οὐκ οὔσης, ἀλλ' ὅταν ἐκεῖνοι ἑαυτοὺς ἐπαίρωσι· πανταχοῦ  γὰρ τὸν καιρὸν ἐπιζητεῖ.  Οὐ τοίνυν  ἵνα  ἑαυτὸν  δείξῃ λαμπρὸν, ἀλλ' ἵνα  ἐκείνους  παύσῃ ἀτόπως καὶ ἐπὶ βλάβῃ τούτων τῷ πράγματι χρωμένους, τοῦτο ποιεῖ. Τί δέ ἐστιν, Ἐν προσώπῳ; Ἐν τοῖς ὁρωμένοις, ἐν τοῖς πρὸς ἐπίδειξιν.  Τοιοῦτοι γὰρ ἦσαν ἐκεῖνοι, πρὸς  φιλοτιμίαν  πάντα  ποιοῦντες,  καὶ  ἔνδοθεν  ὄντες  κενοὶ,  καὶ  εὐλαβείας  μὲν ἔχοντες  πρόσωπον καὶ σεμνοὶ φαινόμενοι,  ἔργων δὲ ἀγαθῶν  ἔρημοι καθεστῶτες. Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρο  νοῦμεν,  ὑμῖν. Ἄν τέ τι, φησὶ, μέγα φθεγξώμεθα  (ἔκστασιν γὰρ τοῦτο καλεῖ, ὥσπερ οὖν καὶ ἀλλαχοῦ ἀφροσύνην), διὰ τὸν Θεὸν τοῦτο ποιοῦμεν, ἵνα μὴ ὑμεῖς νομίζοντες ἡμᾶς εὐτελεῖς, καταφρονήσητε, καὶ ἀπόλησθε· ἄν τε μέτριόν τι καὶ ταπεινὸν, δι' ὑμᾶς, ἵνα μάθητε ταπεινοφρονεῖν. Ἢ καὶ ἐκεῖνο πάλιν φησὶν, εἰ μὲν μαίνεσθαί τις ἡμᾶς νομίζει, ἡμεῖς παρὰ τοῦ Θεοῦ τὸν μισθὸν ἀπαιτοῦμεν, δι' ὃν ἐπὶ τούτοις ὑποπτευόμεθα· εἰ δὲ σωφρονεῖν ἡγεῖται, αὐτὸς ἀπολαυέτω  τῆς σωφροσύνης ἡμῶν.  Καὶ πάλιν  ἄλλως·  Μαίνεσθαι τίς ἡμᾶς φησι; ∆ιὰ τὸν  Θεὸν τοιαῦτα  μαινόμεθα.  ∆ιὸ καὶ ἐπάγει· Ἡ γὰρ ἀγάπη  τοῦ Θεοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο. Οὐ γὰρ ὁ τῶν μελλόντων  φόβος, φησὶ, μόνον, ἀλλὰ καὶ τὰ ἤδη γεγενημένα οὐκ ἀφίησιν ἡμᾶς ῥᾳθυμῆσαι οὐδὲ ὑπνῶσαι, ἀλλὰ διανίστησι πρὸς τοὺς ὑπὲρ ὑμῶν πόνους, καὶ ὠθεῖ. Καὶ τίνα ἐστὶ τὰ ἤδη γεγενημένα; Ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον. Οὐκοῦν ὡς πάντων ἀπολομένων, φησίν. Οὐ γὰρ ἂν, εἰ μὴ πάντες  ἀπέθανον,  ὑπὲρ πάντων  ἀπέθανεν.  Ἐνταῦθα γάρ εἰσιν αἱ τῆς σωτηρίας ἀφορμαὶ, ἐκεῖ δὲ οὐκέτι. ∆ιὰ τοῦτό φησι, Συνέχει ἡμᾶς ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ οὐκ ἀφίησιν  ἡμᾶς ἡσυχάζειν. Ἐσχάτης γάρ ἐστιν  ἀθλιότητος,  καὶ γεέννης  αὐτῆς  χαλεπώτερον,  αὐτοῦ  πρᾶγμα  τοσοῦτον  ἐπιδειξαμένου,  εὑρεθῆναί τινας μετὰ τὴν τοσαύτην αὐτοῦ πρόνοιαν μηδὲν καρπουμένους. Καὶ γὰρ πολλὴ τῆς ἀγάπης ἡ ὑπερβολὴ, καὶ τὸ ἀποθανεῖν ὑπὲρ τοσαύτης οἰκουμένης, καὶ οὕτω διακειμένης ἀποθανεῖν. Ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Εἰ τοίνυν οὐ δεῖ ἡμᾶς ἑαυτοῖς ζῇν, μὴ ταράττεσθε, φησὶ, μηδὲ θορυβεῖσθε κινδύνων  ἐπιόντων  καὶ θανάτων.  Καὶ λογισμὸν δὲ τίθησιν ἀναμφίβολον,  δι' οὗ δείκνυσιν  ὀφειλὴν  τὸ πρᾶγμα  ὄν.  Εἰ γὰρ δι' αὐτοῦ  ζῶμεν ἀποθανόντος,  αὐτῷ  ζῇν  ὀφείλομεν   δι'  ὃν  ζῶμεν.  Καὶ δοκεῖ  μὲν  ἓν  εἶναι  τὸ εἰρημένον, εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, δύο ταῦτά ἐστιν· ἓν μὲν, ὅτι δι' αὐτὸν ζῶμεν, ἕτερον δὲ, ὅτι αὐτὸς δι' ἡμᾶς ἀπέθανεν· ὧν ἕκαστον καὶ καθ' ἑαυτὸ ἱκανὸν ὑπευθύνους  ποιῆσαι· ὅταν  δὲ  καὶ  ἀμφότερα  συνέλθῃ,  ἐννόησον  ἡλίκον  ἐστὶ τὸ ὀφείλημα. Μᾶλλον δὲ καὶ τρία ταῦτά ἐστι. Καὶ γὰρ τὴν ἀπαρχὴν διὰ σὲ ἀνέστησε, καὶ εἰς  τὸν  οὐρανὸν  ἀνήγαγε·  διὸ  καὶ  προσέθηκε, Τῷ  ὑπὲρ  ἡμῶν  ἀποθανόντι  καὶ ἐγερθέντι. Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ  σάρκα. Εἰ γὰρ πάντες ἀπέθανον,  καὶ  πάντες  ἀνέστησαν, καὶ  ἀπέθανον  μὲν  οὕτως  ὡς  τῆς  ἁμαρτίας  ἡ τυραννὶς κατεδίκαζεν, ἀνέστησαν δὲ διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου· εἰκότως φησὶν, Οὐδένα οἴδαμεν κατὰ σάρκα τῶν πιστῶν. Τί γὰρ, εἰ καὶ ἐν σαρκί εἰσιν; Ἀλλὰ ἡ ζωὴ ἐκείνη ἡ σαρκικὴ ἀπώλετο, καὶ ἄνωθεν ἐγεννήθημεν ἐν Πνεύματι, καὶ ἑτέραν οἴδαμεν πολιτείαν καὶ διαγωγὴν καὶ ζωὴν καὶ κατάστασιν τὴν ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν τούτου αὐτοῦ ἀρχηγὸν τὸν Χριστὸν ὄντα δείκνυσι· διὸ  καὶ  ἐπήγαγεν,  Εἰ δὲ  καὶ  ἐγνώκαμεν  κατὰ  σάρκα Χριστὸν, ἀλλὰ  νῦν  οὐκέτι γινώσκομεν.

 βʹ. Τί οὖν, εἰπέ μοι; τὴν  σάρκα ἀπέθετο, καὶ νῦν  οὐκ ἔστι μετὰ τοῦ σώματος; Ἄπαγε· καὶ γὰρ καὶ νῦν ἐν σαρκί ἐστιν. Οὗτος γὰρ ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ'  ὑμῶν  εἰς  τὸν  οὐρανὸν,  οὕτως  ἐλεύσεται.  Οὕτω· πῶς;  Ἐν  σαρκὶ, μετὰ  τοῦ σώματος. Πῶς οὖν  φησιν,  Εἰ δὲ καὶ ἐγνώκαμεν  κατὰ  σάρκα Χριστὸν, ἀλλὰ  νῦν οὐκέτι; Ἡμῶν μὲν γὰρ τὸ Κατὰ σάρκα, τὸ ἐν ἁμαρτίαις εἶναι, τὸ δὲ Μὴ κατὰ σάρκα, τὸ μὴ ἐν ἁμαρτίαις εἶναι. Χριστοῦ δὲ τὸ κατὰ σάρκα, τὸ ἐν τοῖς παθήμασιν εἶναι τῆς φύσεως, οἷον, ἐν τῷ διψῇν, ἐν τῷ πεινῇν, ἐν τῷ κοπιᾷν, ἐν τῷ καθεύδειν (Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. ∆ιὸ καὶ ἔλεγε, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; καὶ πάλιν, Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν)· τὸ δὲ μὴ κατὰ σάρκα, τὸ καὶ τούτων ἀπηλλάχθαι λοιπὸν, οὐ τὸ ἐκτὸς σαρκὸς εἶναι. Καὶ γὰρ μετὰ ταύτης ἔρχεται κρίνων τὴν οἰκουμένην, ἀπαθῆ αὐτὴν ἔχων καὶ ἀκήρατον· εἰς ὃ καὶ ἡμεῖς βαδιούμεθα, συμμόρφου τοῦ σώματος ἡμῖν γενομένου τῷ σώματι τῆς δόξης αὐτοῦ. Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Ἐπειδὴ γὰρ  ἀπὸ  τῆς  ἀγάπης  προέτρεψεν  εἰς  τὴν  ἀρετὴν,  λοιπὸν  καὶ  ἐξ  αὐτῶν  τῶν πραγμάτων εἰς τοῦτο ἐνάγει· διὸ καὶ ἐπήγαγεν, Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Εἴ τις ἐπίστευσεν αὐτῷ, φησὶν, εἰς ἑτέραν ἦλθε δημιουργίαν· καὶ γὰρ ἄνωθεν ἐγεννήθη διὰ Πνεύματος. Ὥστε καὶ διὰ τοῦτο, φησὶν, ὀφείλομεν  αὐτῷ  ζῇν, οὐχ ὅτι οὐκ ἐσμὲν ἑαυτῶν μόνον, οὐδ' ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν μόνον, οὐδ' ὅτι ἀνέστησεν ἡμῶν τὴν ἀπαρχὴν μόνον, ἀλλ' ὅτι καὶ εἰς ἄλλην ἤλθομεν ζωήν. Ὅρα πόσα δικαιώματα τοῦ καλῶς ζῇν τίθησι. ∆ιὰ γὰρ τοῦτο καὶ παχυτέρῳ ὀνόματι καλεῖ τὴν διόρθωσιν, ἵνα πολλὴν  δείξῃ  τὴν  μετάστασιν  καὶ  τὴν  μεταβολήν.  Εἶτα περαιτέρω  ἐπεξιὼν  τῷ εἰρημένῳ, καὶ δεικνὺς  πῶς καινὴ κτίσις, Τὰ ἀρχαῖα παρῆλθε, φησὶν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα. Ποῖα ἀρχαῖα; Ἤτοι τὰ ἁμαρτήματά φησι, καὶ τὰς ἀσεβείας, ἢ τὰ Ἰουδαϊκὰ πάντα· μᾶλλον δὲ καὶ ταῦτα κἀκεῖνά φησιν. Ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Οὐδὲν ἐξ ἡμῶν. Καὶ  γὰρ ἄφεσις ἁμαρτημάτων καὶ υἱοθεσία  καὶ  ἡ  δόξα ἄφθαρτος  ἐξ αὐτοῦ  ἡμῖν  δεδώρηται.  Οὐκέτι γὰρ  ἀπὸ  τῶν μελλόντων  μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων αὐτοὺς προτρέπει. Σκόπει δέ· εἶπεν, ὅτι μέλλομεν ἀνίστασθαι, καὶ εἰς ἀφθαρσίαν χωρεῖν, καὶ οἰκίαν ἔχειν αἰώνιον· ἀλλ' ἐπειδὴ μείζονα ἰσχὺν εἰς τὸ προτρέψαι ἔχει τὰ παρόντα τῶν μελλόντων πρὸς τοὺς μὴ πιστεύοντας  τούτοις,  ὡς δεῖ πιστεύειν, δείκνυσιν  ὅσα καὶ ἤδη ἔλαβον, καὶ τίνες ὄντες. Τίνες οὖν ὄντες ἔλαβον; Νεκροὶ πάντες (Πάντες γὰρ, φησὶν, ἀπέθανον, καὶ ὑπὲρ πάντων ἀπέθανεν· οὕτω πάντας ὁμοίως ἠγάπα), πεπαλαιωμένοι,  γεγηρακότες ἅπαντες τοῖς κακοῖς. Ἀλλ' ἰδοὺ καὶ ψυχὴ καινὴ (ἐκαθάρθη γὰρ), καὶ σῶμα καινὸν, καὶ λατρεία καινὴ, καὶ ἐπαγγελίαι  καιναὶ, καὶ διαθήκη, καὶ ζωὴ, καὶ τράπεζα, καὶ στολὴ, καὶ πάντα καινὰ ἁπλῶς. Καὶ γὰρ ἀντὶ τῆς κάτω Ἱερουσαλὴμ ἐλάβομεν τὴν ἄνω μητρόπολιν, καὶ ἀντὶ ναοῦ αἰσθητοῦ ναὸν εἴδομεν πνευματικὸν, ἀντὶ πλακῶν λιθίνων  σαρκίνας, ἀντὶ περιτομῆς βάπτισμα, ἀντὶ τοῦ μάννα σῶμα ∆εσποτικὸν, ἀντὶ ὕδατος ἀπὸ πέτρας αἷμα ἀπὸ πλευρᾶς, ἀντὶ ῥάβδου Μωϋσέως ἢ Ἀαρὼν τὸν σταυρὸν, ἀντὶ  γῆς  τῆς  ἐπαγγελίας  τὴν  βασιλείαν  τῶν  οὐρανῶν,  ἀντὶ  μυρίων  ἱερέων  ἕνα ἀρχιερέα,   ἀντὶ   ἀμνοῦ   ἀλόγου   ἀμνὸν   πνευματικόν.   Ταῦτα   καὶ   τὰ   τοιαῦτα λογιζόμενος ἔλεγε, Καινὰ τὰ πάντα. Ταῦτα δὲ πάντα ἐκ τοῦ Θεοῦ διὰ Χριστοῦ καὶ τῆς αὐτοῦ δωρεᾶς. ∆ιὸ καὶ ἐπήγαγε· Τοῦ καταλλάξαντος  ἡμᾶς ἑαυτῷ διὰ τοῦ Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Ἀπὸ γὰρ τούτου πάντα τὰ ἀγαθά. Ὁ γὰρ φίλους ἡμᾶς ποιήσας, αὐτὸς καὶ τῶν ἄλλων αἴτιος, ἃ τοῖς φίλοις ἔδωκεν ὁ Θεός. Οὐ γὰρ ἀφεὶς μένειν ἐχθροὺς, οὕτως ἡμᾶς ἠμείψατο, ἀλλὰ φίλους ποιήσας ἑαυτῷ. Ὅταν δὲ εἴπω, ὅτι Χριστὸς αἴτιος τῆς καταλλαγῆς, καὶ τὸν Πατέρα λέγω· ὅταν εἴπω τὸν Πατέρα δεδωκέναι, καὶ τὸν Υἱὸν λέγω. Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο· καὶ τούτου
δὲ αὐτὸς αἴτιος. Οὐ γὰρ ἡμεῖς αὐτῷ προσεδράμομεν, ἀλλ' αὐτὸς ἡμᾶς ἐκάλεσε. Πῶς ἐκάλεσε; ∆ιὰ τῆς τοῦ Χριστοῦ σφαγῆς. Καὶ δόντος ἡμῖν τὴν διακονίαν  τῆς καταλλαγῆς.  Πάλιν ἐνταῦθα δείκνυσι τὸ τῶν  ἀποστόλων ἀξίωμα, δεικνὺς  ἡλίκον πρᾶγμα ἐνεχειρίσθησαν, καὶ τῆς ἀγάπης τοῦ Θεοῦ τὴν ὑπερβολήν. Οὐδὲ γὰρ, ἐπειδὴ παρήκουσαν  τοῦ  ἐλθόντος   πρεσβευτοῦ,  παρωξύνθη   καὶ  ἀφῆκεν   αὐτοὺς,  ἀλλ' ἐπιμένει παρακαλῶν καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων. Τίς ἂν ταύτην ἀξίως ἐκπλαγείη τὴν κηδεμονίαν; Ἐσφάγη ὁ Υἱὸς ἐπὶ καταλλαγὰς ἐλθὼν, ὁ γνήσιος καὶ μονογενὴς, καὶ οὐδὲ οὕτως ἀπεστράφη τοὺς ἀνῃρηκότας ὁ Πατὴρ, οὐδὲ εἶπεν, Ἔπεμψα τὸν Υἱόν μου  πρεσβευσόμενον, οἱ  δὲ  οὐ   μόνον  οὐκ  ἠθέλησαν  ἀκοῦσαι, ἀλλὰ  καὶ ἀνεῖλον  καὶ ἐσταύρωσαν· ἄξιον  αὐτοὺς  ἀφεῖναι  λοιπόν·  ἀλλὰ  τοὐναντίον  ἅπαν, ἐπειδὴ ἐκεῖνος  ἀπῆλθεν,  ἡμῖν  τὸ πρᾶγμα ἐπίστευσε. ∆όντος γὰρ ἡμῖν,  φησὶ, τὴν διακονίαν τῆς καταλλαγῆς. Ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν. Εἶδες ἀγάπην πάντα λόγον, πάντα ὑπερβαίνουσαν νοῦν; Τίς ὁ ὑβρισμένος; Αὐτός. Τίς ὁ πρῶτος ἐλθὼν εἰς καταλλαγάς; Αὐτός. Καὶ μὴν τὸν Υἱὸν ἔπεμψε, φησὶν, οὐκ αὐτὸς ἦλθε. Τὸν Υἱὸν μὲν ἔπεμψεν, οὐκ αὐτὸς δὲ παρεκάλει μόνον, ἀλλὰ καὶ μετ' αὐτοῦ καὶ δι' αὐτοῦ ὁ Πατήρ· διὸ ἔλεγεν, ὅτι Ὁ Θεὸς ἦν ὁ καταλλάσσων  ἑαυτῷ  τὸν  κόσμον ἐν Χριστῷ. Τουτέστι, διὰ τοῦ Χριστοῦ. Ἐπειδὴ  γὰρ  εἶπε,  Τοῦ  δόντος  ἡμῖν  τὴν  διακονίαν   τῆς  καταλλαγῆς, ἐπιδιορθώσει  κέχρηται,  λέγων·  Μὴ νομίσητε, ὅτι  ἡμεῖς  ἐσμεν οἱ τοῦ  πράγματος αὐθένται·  διάκονοί   ἐσμεν·  ὁ  δὲ  τὸ  πᾶν  ἐργαζόμενος  Θεός  ἐστιν,  ὁ  διὰ  τοῦ Μονογενοῦς τὴν οἰκουμένην  καταλλάξας. Καὶ πῶς κατήλλαξεν  ἑαυτῷ;  τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, οὐχ ὅτι φίλος ἐγένετο μόνον, ἀλλ' ὅτι καὶ οὕτω φίλος. Οὕτω· πῶς; Ἀφεὶς αὐτοῖς τὰ ἁμαρτήματα· ἄλλως γὰρ οὐκ ἦν· διὸ καὶ ἐπήγαγε, Μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν. Καὶ γὰρ εἰ ἠθέλησεν ἀπαιτῆσαι λόγον τῶν πεπλημμελημένων,  πάντες ἂν ἀπωλόμεθα· οἱ γὰρ πάντες ἀπέθανον. Ἀλλ' ὅμως τοσούτων ὄντων τῶν ἁμαρτημάτων, οὐ μόνον οὐκ ἀπῄτησε δίκην, ἀλλὰ καὶ κατηλλάγη· οὐ μόνον ἀφῆκεν, ἀλλ' οὐδὲ ἐλογίσατο. Οὕτω καὶ ἡμᾶς ἀφιέναι χρὴ τοῖς ἐχθροῖς, ἵνα τῆς αὐτῆς καὶ αὐτοὶ τύχωμεν ἀφέσεως. Καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.  Οὐδὲ γὰρ ἡμεῖς ἐπί τι φορτικὸν  ἤλθομεν  νῦν,  ἀλλ' ἵνα  φίλους πάντας ποιήσωμεν τῷ Θεῷ. Ἐπειδὴ γὰρ ἐμοὶ, φησὶν, οὐκ ἐπείσθησαν, παραμείνατε παρακαλοῦντες   ὑμεῖς,  ἕως  ἂν  πείσητε.  ∆ιὸ  καὶ  ἐπήγαγεν·  Ὑπὲρ  Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. ∆εόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. γʹ. Εἶδες πῶς ἦρε τὸ πρᾶγμα, τὸν Χριστὸν εἰσαγαγὼν τιθέντα τὴν ἱκετηρίαν ταύτην; μᾶλλον δὲ οὐχὶ τὸν Χριστὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα; Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Ἔπεμψε τὸν Υἱὸν ὁ Πατὴρ παρακαλέσαι, καὶ πρεσβεύσασθαι πρὸς τὴν τῶν  ἀνθρώπων  φύσιν ὑπὲρ αὑτοῦ. Ἐπεὶ οὖν σφαγεὶς ἐκεῖνος  ἀπῆλθεν, ἡμεῖς διεδεξάμεθα τὴν πρεσβείαν, καὶ ἀντ' αὐτοῦ καὶ τοῦ Πατρὸς παρακαλοῦμεν ὑμᾶς. Τοσούτου τιμᾶται  τὸ τῶν  ἀνθρώπων  γένος, ὅτι καὶ τὸν Υἱὸν ἐπέδωκε, καὶ ταῦτα εἰδὼς ὅτι σφαγήσεται, καὶ ἀποστόλους ἡμᾶς δι' ὑμᾶς ἐποίησεν· ὥστε εἰκότως ἔλεγε, Πάντα δι' ὑμᾶς. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν. Τουτέστιν, ἀντὶ τοῦ Χριστοῦ· ἡμεῖς γὰρ ἀνεδεξάμεθα τὰ ἐκείνου. Εἰ δὲ μέγα σοι δοκεῖ τοῦτο εἶναι, ἄκουσον καὶ τῶν ἑξῆς, δι' ὧν δείκνυσιν, ὅτι οὐκ ἀντ' αὐτοῦ μόνον, ἀλλὰ καὶ ἀντὶ τοῦ Πατρὸς τοῦτο ποιοῦσι. ∆ιὰ γὰρ τοῦτο καὶ ἐπήγαγεν, Ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Οὐ γὰρ διὰ τοῦ Υἱοῦ αὐτοῦ παρακαλεῖ μόνον, ἀλλὰ καὶ δι' ἡμῶν τῶν τὸ ἐκείνου ἀναδεξαμένων  ἔργον. Μὴ τοίνυν  νο   μίσητε, φησὶν,  ὑφ' ἡμῶν  ἀξιοῦσθαι· αὐτὸς ὁ Χριστὸς ὑμᾶς παρακαλεῖ, αὐτὸς ὁ τοῦ Χριστοῦ Πατὴρ δι' ἡμῶν. Τί ταύτης τῆς ὑπερβολῆς γένοιτ' ἂν ἴσον; Αὐτὸς γὰρ ὁ μυρία εὐεργετήσας ὑβρισθεὶς, οὐ μόνον οὐκ ἀπῄτησε   δίκην,   ἀλλὰ   καὶ   ἔδωκε   τὸν   Υἱὸν  αὐτοῦ,   ἵνα   καταλλαγῶμεν.   Οὐ κατηλλάγησαν  οἱ δεξάμενοι, ἀλλὰ καὶ ἔσφαξαν. Πάλιν ἔπεμψεν ἑτέρους πρέσβεις παρακαλοῦντας· καὶ τούτων πεμφθέντων,  αὐτός ἐστιν ὁ ἀξιῶν. Τί δὲ ἀξιοῖ; Καταλλάγητε τῷ Θεῷ. Καὶ οὐκ εἶπε, Καταλλάξατε ἑαυτοῖς τὸν Θεόν· οὐ γὰρ ἐκεῖνός ἐστιν ὁ ἐχθραίνων, ἀλλ' ὑμεῖς· Θεὸς γὰρ οὐδέποτε ἐχθραίνει. Καὶ δικαιολογούμενος δὲ  καθάπερ  πρεσβευτὴς ἀποσταλεὶς,  Τὸν  γὰρ  μὴ  γνόντα  ἁμαρτίαν,  ὑπὲρ  ἡμῶν ἁμαρτίαν ἐποίησε, φησίν. Οὐ λέγω τὰ πρότερα, ὅτι ὑβρίσατε, ὅτι οὐδὲν ἠδικηκότα, ὅτι  εὐεργετήσαντα,  ὅτι  δίκην  οὐκ  ἀπῄτησεν,  ὅτι  παρακαλεῖ  πρῶτος,  ὑβρισθεὶς πρῶτος· μηδὲν ἐκείνων κείσθω τέως. ∆ιὰ τοῦτο μόνον οὐκ ἂν εἴητε δίκαιοι καταλλαγῆναι,  δι' ὅπερ ἐποίησεν εἰς ὑμᾶς νῦν; Καὶ τί ἐποίησε; Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, δι' ὑμᾶς ἁμαρτίαν ἐποίησεν. Εἰ γὰρ μηδὲν ἤνυσε, τοῦτο δὲ μόνον εἰργάσατο, ἐννόησον ἡλίκον ἦν τὸ ὑπὲρ τῶν ὑβρικότων τὸν Υἱὸν δοῦναι. Νυνὶ δὲ καὶ μεγάλα κατώρθωσε, καὶ μετὰ τούτων  τὸν οὐδὲν ἠδικηκότα ὑπὲρ τῶν ἠδικηκότων κολασθῆναι εἴασεν. Ἀλλ' οὐκ εἶπε τοῦτο, ἀλλ' ὃ πολλῷ μεῖζόν ἐστι τούτου τέθεικε. Ποῖον  δὴ  τοῦτο;  Τὸν  μὴ  γνόντα   ἁμαρτίαν,  φησὶ,  τὸν  αὐτοδικαιοσύνην   ὄντα, ἁμαρτίαν  ἐποίησε· τουτέστιν,  ὡς  ἁμαρτωλὸν  κατακριθῆναι  ἀφῆκεν,  ὡς ἐπικατάρατον  ἀποθανεῖν·  Ἐπικατάρατος  γὰρ  ὁ  κρεμάμενος  ἐπὶ  ξύλου.  Τοῦ γὰρ ἀποθανεῖν  τὸ οὕτως ἀποθανεῖ  πολλῷ  μεῖζον ἦν· ὅπερ καὶ ἀλλαχοῦ  αἰνιττόμενος, φησὶν, Ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Οὐδὲ γὰρ κόλασιν εἶχε μόνον τὸ πρᾶγμα, ἀλλὰ καὶ αἰσχύνην. Ἐννόησον τοίνυν ὅσα σοι παρέσχε. Μέγα μὲν γὰρ καὶ τὸ ἁμαρτωλὸν  ὄντα ὑπὲρ ὁτουοῦν ἀποθανεῖν· ὅταν δὲ καὶ δίκαιος ὁ τοῦτο πάσχων ᾖ, καὶ ὑπὲρ ἁμαρτωλῶν  ἀποθάνῃ, καὶ μὴ ἀποθάνῃ μόνον, ἀλλὰ καὶ ὡς ἐπικατάρατος, καὶ μὴ ὡς ἐπικατάρατος μόνον, ἀλλὰ καὶ τὰ μεγάλα ἡμῖν ἐντεῦθεν χαρίζηται ἀγαθὰ, ἃ μηδέποτε προσεδοκήσαμεν (Ἵνα γὰρ γενώμεθα Θεοῦ δικαιοσύνη ἐν αὐτῷ, φησὶ), ποῖος ταῦτα λόγος, ποῖος ταῦτα παραστῆσαι δυνήσεται νοῦς; Τὸν γὰρ δίκαιον,  φησὶν,  ἐποίησεν  ἁμαρτωλὸν,  ἵνα  τοὺς  ἁμαρτωλοὺς  ποιήσῃ  δικαίους. Μᾶλλον δὲ οὐδὲ οὕτως εἶπεν, ἀλλ'  ὃ πολλῷ  μεῖζον ἦν· οὐ γὰρ ἕξιν ἔθηκεν, ἀλλ' αὐτὴν τὴν ποιότητα. Οὐ γὰρ εἶπεν, Ἐποίησεν ἁμαρτωλὸν, ἀλλ' ἁμαρτίαν· οὐχὶ, Τὸν μὴ ἁμαρτόντα μόνον, ἀλλὰ, τὸν μηδὲ γνόντα ἁμαρτίαν· ἵνα καὶ ἡμεῖς γενώμεθα, οὐκ εἶπε, δίκαιοι, ἀλλὰ δικαιοσύνη, καὶ Θεοῦ δικαιοσύνη. Θεοῦ γάρ ἐστιν αὕτη, ὅταν μὴ ἐξ  ἔργων,   ὅταν   καὶ  κηλῖδα   ἀνάγκη   τινὰ   μὴ  εὑρεθῆναι,   ἀλλ'  ἀπὸ  χάριτος δικαιωθῶμεν,   ἔνθα  πᾶσα  ἁμαρτία  ἠφάνισται.  Τοῦτο  δὲ  ὁμοῦ  οὔτε  ἐπαρθῆναι ἀφίησιν, ἅτε τοῦ Θεοῦ τὸ πᾶν χαρισαμένου, καὶ διδάσκει τοῦ δοθέντος  τὸ  μέγεθος. Ἐκείνη γὰρ ἡ προτέρα νόμου καὶ ἔργων δικαιοσύνη, αὕτη δὲ Θεοῦ δικαιοσύνη. Ταῦτ' οὖν  ἐννοήσαντες  φοβηθῶμεν  τῆς  γεέννης  μᾶλλον  τὰ ῥήματα ταῦτα, αἰδεσθῶμεν μᾶλλον τῆς βασιλείας τὰ πράγματα, καὶ μὴ νομίσωμεν χαλεπὸν εἶναι  τὸ κολάζεσθαι, ἀλλὰ  τὸ ἁμαρτάνειν.  Καὶ γὰρ αὐτὸς  εἰ μὴ ἐκόλαζεν  ἡμᾶς, αὐτοὺς ἐχρῆν ἀπαιτῆσαι δίκην ἑαυτοὺς, οὕτως ἀγνώμονας περὶ τὸν εὐεργέτην γενομένους. Νῦν δὲ ἐρωμένην  μέν τις ἔχων, πολλάκις  καὶ ἑαυτὸν κατέσφαξε, μὴ τυχὼν τοῦ ἔρωτος· καὶ τυχὼν δὲ, πεπλημμεληκὼς εἰς αὐτὴν, οὐδὲ ἄξιον ζῇν ἡγεῖται· εἰς δὲ τὸν οὕτω φιλάνθρωπον  καὶ ἥμερον ὑβρίζοντες, οὐχ ἑαυτοὺς ἐμβαλοῦμεν εἰς τὸ πῦρ τῆς γεέννης; Εἴπω τι παράδοξον καὶ θαυμαστὸν, καὶ πολλοῖς ἴσως ἄπιστον· μείζων ἔσται παραμυθία τῷ κολαζομένῳ μετὰ τὸ παροξῦναι τὸν οὕτω φιλάνθρωπον, ἐὰν νοῦν ἔχῃ, καὶ φιλῇ τὸν ∆εσπότην, ὡς φιλεῖν  δεῖ, ἢ τῷ μὴ κολαζομένῳ.

δʹ. Καὶ τοῦτο καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ἔστιν ἰδεῖν. Ὁ γὰρ εἰς τὸν φίλτατον  ἠδικηκὼς, τότε μάλιστα ἀναπαύεται, ὅταν ἑαυτὸν ἀπαιτήσῃ δίκην, καὶ πάθῃ κακῶς· ὥσπερ οὖν καὶ ὁ ∆αυῒδ ἔλεγεν, Ἐγὼ ὁ ποιμὴν  ἥμαρτον, καὶ ἐγὼ ὁ ποιμὴν  ἐκακοποίησα· καὶ οὗτοι, τὸ ποίμνιον, τί ἐποίησαν; Γενέσθω ἡ χείρ σου ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Καὶ ὅτε τὸν Ἀβεσσαλὼμ ἀπώλεσε, δίκην ἑαυτὸν ἀπῄτει τὴν ἐσχάτην· καίτοι γε οὐκ ἦν αὐτὸς ὁ ἠδικηκὼς, ἀλλ' ὁ ἠδικημένος· ἀλλ' ὅμως ἐπειδὴ σφόδρα ἐφίλει τὸν ἀπελθόντα,  κατέτεινεν  ἑαυτὸν  ταῖς  ὀδύναις,  ταύτῃ  παραμυθούμενος  ἑαυτόν. Καὶ ἡμεῖς τοίνυν, ὅταν ἁμαρτάνωμεν εἰς ὃν οὐκ ἐχρῆν ἁμαρτάνειν, δίκην ἑαυτοὺς ἀπαιτῶμεν.  Οὐχ ὁρᾶτε  τοὺς  ἀποβαλόντας  παῖδας  γνησίους,  ὅτι  διὰ  τοῦτο  καὶ κόπτονται καὶ τρίχας τίλλουσιν, ἐπειδὴ παραμυθίαν ἔχει τὸ κολάζειν ἑαυτοὺς ὑπὲρ τῶν φιλουμένων; Εἰ δὲ, ὅταν μηδὲν ἐργασώμεθα ἡμεῖς τοὺς φιλτάτους δεινὸν, φέρει παραμυθίαν ἡμῖν τὸ κακῶς πάσχειν, ὑπὲρ ὧν ἐκεῖνοι κακῶς πεπόνθασιν· ὅταν αὐτοὶ ὦμεν οἱ παροξύναντες καὶ ὑβρικότες, οὐ πολλῷ μᾶλλον ἡμᾶς ἀναπαύσει τὸ δίκην δοῦναι, ἢ τὸ μὴ κολάζεσθαι κόλασιν; Παντί που δῆλον. Εἴ τις φιλεῖ τὸν Χριστὸν, ὡς φιλεῖν  δεῖ, οἶδεν ὃ λέγω, πῶς οὐδὲ αὐτοῦ συγχωροῦντος ἀνέξεται μὴ κολάζεσθαι· τὴν γὰρ μεγίστην κόλασιν ὑπομένεις παροξύνας αὐτόν. Καὶ οἶδα μὲν τοῖς πολλοῖς ἄπιστα λέγων, πλὴν ἀλλ' οὕτως ἐστὶν  ὥσπερ εἴρηκα. Ἐὰν τοίνυν φιλῶμεν τὸν Χριστὸν, ὡς φιλεῖν  δεῖ, ἑαυτοὺς  τιμωρησόμεθα ἁμαρτάνοντες.  Τοῖς γὰρ ὁτουοῦν ἐρῶσιν οὐ τὸ κακόν τι παθεῖν ἀηδὲς, ὑπὲρ ὧν παρώξυναν τὸν ἐρώμενον, ἀλλ' αὐτὸ πρὸ  πάντων   τὸ  παροξῦναι  τὸν  ἀγαπώμενον.  Κἂν ὀργισθεὶς  οὗτος  μὴ  κολάσῃ, μειζόνως ἐβασάνισε τὸν ἐραστήν· ἂν δὲ δίκην ἀπαιτήσῃ, μᾶλλον παρεμυθήσατο. Μὴ τοίνυν  γέενναν  φοβώμεθα,  ἀλλὰ  τὸ  προσκροῦσαι τῷ  Θεῷ· τοῦτο  γὰρ  ἐκείνου χαλεπώτερον, ὅταν ἀποστρέφηται ὀργιζόμενος· τοῦτο πάντων χεῖρον, τοῦτο πάντων φορτικώτερον.  Καὶ ἵνα μάθῃς ἡλίκον  ἐστὶν, ἐννόησον τοῦτο ὃ λέγω. Εἴ τις κολαζόμενον ἰδὼν ἄνθρωπον λῃστὴν καὶ κακοῦργον, αὐτὸς βασιλεὺς ὢν, τὸν ἀγαπητὸν  υἱὸν  τὸν  μονογενῆ  καὶ γνήσιον  ἔδωκεν  ὥστε σφαγῆναι, καὶ μετὰ τοῦ θανάτου καὶ τὴν αἰτίαν ἀπ' ἐκείνου μετήνεγκεν ἐπὶ τὸν υἱὸν οὐκ ὄντα τοιοῦτον, ἵνα καὶ σώσῃ τὸν κατάδικον, καὶ τῆς πονηρᾶς ὑπολήψεως ἀπαλλάξῃ, εἶτα μετὰ ταῦτα εἰς μεγάλην ἀρχὴν αὐτὸν ἀναγαγὼν, μετὰ τὴν σωτηρίαν καὶ τὴν δόξαν τὴν ἀπόῤῥητον, ὑβρίζετο παρὰ τοῦ τοιαῦτα πεπονθότος· οὐκ ἂν εἵλετο μυριάκις ἀποθανεῖν ἐκεῖνος, εἴ γε νοῦν εἶχεν, ἢ τοσαύτῃ ἀγνωμοσύνῃ φανῆναι ὑπεύθυνος ὤν; Τοῦτο δὴ καὶ νῦν λογιζώμεθα, καὶ στένωμεν πικρῶς ἐφ' οἷς παρωξύναμεν τὸν εὐεργέτην· μηδὲ, ἐπειδὴ μακροθύμως ὑβριζόμενος φέρει, διὰ τοῦτο θαῤῥῶμεν, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο δακνώμεθα. Καὶ γὰρ ἐπὶ τῶν ἀνθρώπων,  ὅταν τις πληγεὶς τὴν δεξιὰν σιαγόνα, δῷ καὶ τὴν ἀριστερὰν, μειζόνως ἀμύνεται, ἢ εἰ μυρίας ἔδωκε πληγάς· καὶ ὅταν λοιδορηθεὶς,  μὴ  μόνον  οὐκ  ἀντιλοιδορήσῃ,  ἀλλὰ  καὶ  εὐλογήσῃ,  χαλεπώτερον ἔπληξεν,  ἢ εἰ  μυρίοις  ὀνείδεσιν  ἔπλυνεν.  Εἰ δὲ ἐπ' ἀνθρώπων,  ὅταν  ὑβρίζοντες μακροθυμίας  ἀπολαύωμεν,  καταισχυνόμεθα· πολλῷ  μᾶλλον  ἐπὶ  Θεοῦ δεδοικέναι χρὴ τοὺς ἁμαρτάνοντας  διηνεκῶς,  καὶ οὐδὲν  πάσχοντας  δεινόν·  καὶ γὰρ καὶ ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς ἡ ἄφατος αὐτοῖς θησαυρίζεται τιμωρία. Ταῦτ' οὖν ἐννοοῦντες,  πρὸ πάντων  ἁμαρτίαν  φοβώμεθα· τοῦτο γὰρ κόλασις, τοῦτο γέεννα, τοῦτο τὰ μυρία κακά. Μὴ φοβώμεθα δὲ μόνον, ἀλλὰ καὶ φεύγωμεν,  καὶ τῷ Θεῷ σπουδάζωμεν διηνεκῶς  ἀρέσκειν· τοῦτο γὰρ βασιλεία, τοῦτο ζωὴ, τοῦτο τὰ μυρία καλά. Οὕτω καὶ  ἐντεῦθεν  ἤδη  τῆς  βασιλείας  ἐπιτευξόμεθα,  καὶ  τῶν  μελλόντων ἀγαθῶν·  ὧν γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΙΒʹ.Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.

αʹ. Ἐπειδὴ γὰρ εἶπεν,  ὅτι  Ὁ Θεὸς παρακαλεῖ,  καὶ  ἡμεῖς  πρεσβεύομεν καὶ ἱκετεύομεν, καταλλάγητε τῷ Θεῷ· ἵνα μὴ ἀναπέσωσιν, ἐντεῦθεν αὐτοὺς πάλιν φοβεῖ καὶ διανίστησι λέγων,  Παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Μὴ γὰρ, ἐπειδὴ  παρακαλεῖ, φησὶ, καὶ ἔπεμψε  πρεσβευσομένους, διὰ τοῦτο ῥᾳθυμῶμεν· ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ ἐπειγώμεθα πρὸς τὸ ἀρέσαι τῷ Θεῷ, καὶ πνευματικὴν συναγαγεῖν ἐμπορίαν (ὅπερ καὶ ἀνωτέρω ἔλεγεν, ὅτι Ἡ ἀγάπη τοῦ Θεοῦ συνέχει  ἡμᾶς·  τουτέστι,  θλίβει,  ὠθεῖ,  κατεπείγει),  ἵνα  μὴ  μετὰ  τοσαύτην κηδεμονίαν   ἀναπεσόντες,   καὶ   μηδὲν   γενναῖον   ἐπιδειξάμενοι,   τῶν   τοσούτων ἐκπέσητε ἀγαθῶν. Μὴ τοίνυν, ἐπειδὴ ἔπεμψε παρακαλέσοντας, νομίσητε τοῦτο ἀεὶ εἶναι· μέχρι τῆς παρουσίας αὐτοῦ τῆς δευτέρας τοῦτο ἔσται, μέχρι τότε παρακαλεῖ, ἕως ἂν ὦμεν  ἐνταῦθα·  μετὰ δὲ ταῦτα  δίκη καὶ κόλασις. ∆ιὰ τοῦτο, Συνεχόμεθα, φησίν.  Οὐδὲ γὰρ ἀπὸ τοῦ  μεγέθους  τῶν  ἀγαθῶν  αὐτοὺς  καὶ  τῆς  φιλανθρωπίας μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς βραχύτητος τῆς τοῦ καιροῦ κατεπείγει ἀεί. ∆ιὸ καὶ ἀλλαχοῦ φησι, Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία· καὶ πάλιν, Ὁ Κύριος ἐγγύς. Ἐνταῦθα δέ τι καὶ πλέον  ποιεῖ. Οὐδὲ γὰρ ἀπὸ τοῦ τὸ λειπόμενον  τοῦ χρόνου βραχὺ καὶ μικρὸν εἶναι, ἀλλὰ καὶ ἀπὸ τοῦ τοῦτον μόνον τὸν καιρὸν ἐπιτήδειον  εἶναι εἰς σωτηρίαν, ἐνάγει. Ἰδοὺ γὰρ, φησὶ, νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ ἡμέρα σωτηρίας. Μὴ τοίνυν προδῶμεν  τὸ εὔκαιρον,  ἀλλ' ἐπιδειξώμεθα  ἀξίαν  τῆς  χάριτος  τὴν  σπουδήν. ∆ιὰ τοῦτο γὰρ καὶ ἡμεῖς ἐπειγόμεθα, καὶ τὸ βραχὺ καὶ τὸ ἐπιτήδειον εἰδότες τοῦ καιροῦ· διὸ καὶ ἔλεγε, Συνεργοῦντες  δὲ καὶ παρακαλοῦμεν. Συνεργοῦντες  ὑμῖν· ὑμῖν  γὰρ συνεργοῦμεν μᾶλλον, ἢ τῷ Θεῷ, ὑπὲρ οὗ πρεσβεύομεν. Οὐδενὸς γὰρ ἐκεῖνος δεῖται, ἀλλ'  ἡ σωτηρία πᾶσα εἰς ὑμᾶς διαβαίνει. Εἰ δὲ καὶ τῷ Θεῷ λέγει συνεργεῖν, οὐδὲ τοῦτο παραιτεῖται· καὶ γὰρ ἀλλαχοῦ  φησι, Θεοῦ γάρ ἐσμεν συνεργοί. Ταύτῃ φησὶ τοὺς ἀνθρώπους  σώζειν πάλιν· Καὶ παρακαλοῦμεν. Ἐκεῖνος μὲν γὰρ παρακαλῶν, οὐχ  ἁπλῶς  παρακαλεῖ,  ἀλλὰ  ταῦτα  προτεινόμενος  τὰ δικαιώματα·  ὅτι  τὸν  Υἱὸν ἔδωκε τὸν δίκαιον, τὸν οὐδὲ ἁμαρτίαν εἰδότα, καὶ ἁμαρτίαν αὐτὸν ἐποίησεν ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν,  ἵνα ἡμεῖς γενώμεθα  δίκαιοι· ἅπερ ἔχοντα, καὶ Θεὸν ὄντα, οὐδὲ παρακαλεῖν δεῖ, καὶ ταῦτα ἀνθρώπους, καὶ προσκεκρουκότας, ἀλλὰ παρακαλεῖσθαι καθ' ἑκάστην ἡμέραν· ἀλλ' ὅμως παρακαλεῖ· ἡμεῖς δὲ παρακαλοῦμεν, δικαίωμα μὲν μηδὲν ἔχοντες  ἡμῶν εἰπεῖν  οὐδὲ εὐεργέτημα, ἓν δὲ μόνον, τὸ ὑπὲρ Θεοῦ, καὶ τοιαῦτα ἐπιδειξαμένου, παρακαλεῖν. Παρακαλοῦμεν δὲ ἵνα τὴν εὐεργεσίαν δέξησθε, καὶ μὴ ἀποκρούσησθε τὴν δωρεάν. Πείσθητε  τοίνυν ἡμῖν, καὶ μὴ εἰς κενὸν τὴν χάριν δέξησθε. Ἵνα γὰρ μὴ νομίσωσιν, ὅτι τοῦτό ἐστι καταλλαγὴ μόνον, τὸ πιστεῦσαι τῷ καλοῦντι, ἐπάγει ταῦτα, τὴν περὶ τὸν βίον σπουδὴν ἀπαιτῶν. Τὸ γὰρ ἀπαλλαγέντα  ἁμαρτημάτων  καὶ φίλον  γενόμενον,  τοῖς προτέροις ἐγκαλινδεῖσθαι πάλιν, ἐπ' ἔχθραν ἐπανελθεῖν  ἐστι, καὶ εἰς κενὸν τὴν χάριν δέξασθαι, κατὰ τὸν τοῦ βίου λόγον. Οὐδὲν γὰρ ἀπὸ τῆς χάριτος μέγα ὠφελούμεθα εἰς σωτηρίαν, ἀκαθάρτως ζῶντες· ἀλλὰ καὶ βλαπτόμεθα μειζόνως ταύτῃ βαρούμενοι καὶ ἐν τοῖς ἁμαρτήμασιν, ὅτι καὶ μετὰ ἐπίγνωσιν  τοιαύτην  καὶ δωρεὰν ἐπὶ τὰ πρότερα ἐπανήλθομεν  κακά. Ἀλλὰ τοῦτο μὲν οὐδέπω τίθησιν, ὥστε μὴ τραχὺν ποιῆσαι τὸν λόγον· ὅτι δὲ οὐδὲν ὠφελούμεθα  λέγει μόνον. Εἶτα καὶ προφητείας ἀναμιμνήσκει, κατεπείγων  αὐτοὺς, καὶ συνωθῶν  εἰς τὸ διαναστῆναι πρὸς τὴν τῆς οἰκείας σωτηρίας ἀντίληψιν.  Λέγει γὰρ, φησί· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Ἰδοὺ νῦν  καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν  ἡμέρα σωτηρίας. Καιρὸς εὐπρόσδεκτος· ποῖος οὗτος;  Ὁ τῆς  δωρεᾶς,  ὁ  τῆς  χάριτος,  ὅτε  οὐκ  ἔστιν  εὐθύνας  ἀπαιτηθῆναι  τῶν ἁμαρτημάτων οὐδὲ δίκην δοῦναι, ἀλλὰ μετὰ τῆς ἀπαλλαγῆς καὶ μυρίων ἀπολαῦσαι ἀγαθῶν, δικαιοσύνης, ἁγιασμοῦ, τῶν ἄλλων  ἁπάντων. Πόσα γὰρ ἔδει καμεῖν, ὥστε ἐπιτυχεῖν τοῦ καιροῦ τούτου; ἀλλ' ἰδοὺ, μηδὲν καμόντων ἡμῶν παραγέγονεν ἄφεσιν φέρον ἁπάντων τῶν ἔμπροσθεν. ∆ιὸ καὶ εὐπρόσδεκτον καλεῖ, ἐπειδὴ καὶ τοὺς μυρία πεπλημμεληκότας προσεδέχετο, καὶ οὐχ ἁπλῶς προσεδέχετο, ἀλλ' εἰς τὴν ἀνωτάτω ἦγε τιμήν· καθάπερ, ἐπειδὰν ἔλθῃ βασιλεὺς, οὐ δικαστηρίου καιρὸς, ἀλλὰ χάριτοςκαὶ σωτηρίας. ∆ιὸ καὶ εὐπρόσδεκτον αὐτὸν καλεῖ, ἕως οὗ ἔτι ἐν τῷ σκάμματί ἐσμεν, ἕως ἐν τῷ ἀμπελῶνι  ἐργαζόμεθα, ἕως λείπεται  ἡ ἑνδεκάτη.

 βʹ. Προσέλθωμεν, καὶ βίον ἐπιδειξώμεθα ἀγαθόν· καὶ γὰρ εὔκολον. Ὁ γὰρ ἐν τοιούτῳ καιρῷ ἀγωνιζόμενος, ἐν  ᾧ  τοσαύτη  κέχυται  δωρεὰ,  ἐν  ᾧ  τοσαύτη  χάρις,  εὐκόλως  ἐπιτεύξεται  τῶν βραβείων. Καὶ γὰρ ἐπὶ βασιλέων τῶν κάτω ἐν μὲν τῷ καιρῷ τῶν ἑορτῶν αὐτῶν, καὶ ὅτε ἐν ὑπάτων  φαίνονται  σχήματι, καὶ ὁ μικρὸν προσενεγκὼν  μεγάλας λαμβάνει δωρεάς· ἐν δὲ ταῖς ἡμέραις, αἷς ἂν δικάζωσι, πολλῆς ἀκριβείας χρεία, πολλῆς ἐξετάσεως. Καὶ ἡμεῖς τοίνυν  ἐν τῷ καιρῷ τῆς δωρεᾶς ταύτης ἀγωνισώμεθα· ἡμέρα χάριτός ἐστι, χάριτος θείας· διὸ καὶ εὐκόλως ἐπιτευξόμεθα τῶν στεφάνων.  Εἰ γὰρ τοσούτων γέμοντας κακῶν καὶ προσήκατο, καὶ ἀπήλλαξε· πάντων  ἀπαλλαγέντας, καὶ τὰ παρ' ἑαυτῶν  εἰσφέροντας, οὐ πολλῷ  μᾶλλον  προσδέξεται; Εἶτα, ὅπερ ἀεὶ ποιεῖ, ἑαυτὸν μέσον τιθεὶς, καὶ ἐντεῦθεν κελεύων τὸ παράδειγμα λαμβάνειν, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται· διὸ καὶ ἐπάγει, Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν· οὐκ ἀπὸ τοῦ καιροῦ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν κατορθωσάντων αὐτοὺς πείθων. Καὶ ὅρα πῶς ἀτύφως, οὐ γὰρ εἶπε  Προσέχετε εἰς ἡμᾶς ὅτι τοιοῦτοί  ἐσμεν· ἀλλὰ τέως  ἐπ'  ἀναιρέσει κατηγορίας τὰ καθ' ἑαυτὸν διηγεῖται.  Καὶ δύο τίθησιν  ὑπερβολὰς ἀμώμου βίου, Μηδεμίαν ἐν μηδενὶ, λέγων. Καὶ οὐκ εἶπε κατηγορίαν, ἀλλ' ὃ πολλῷ ἔλαττον ἦν, Προσκοπήν· τουτέστι, μέμψιν.  κατάγνωσιν  μηδενὶ  παρέχοντες  καθ' ἡμῶν.  Ἵνα μὴ μωμηθῇ  ἡ διακονία ἡμῶν.  Τουτέστιν,  ἵνα  μή  τις  αὐτῆς  ἐπιλάβηται.  Καὶ οὐκ  εἶπε  πάλιν,  Ἵνα  μὴ κατηγορηθῇ, ἀλλ', Ἵνα μηδὲ τὴν τυχοῦσαν αἰτίαν ἔχῃ, μή τις αὐτῇ εἰς ὁτιοῦν ἐπισκῆψαι δυνηθῇ. Ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς, ὡς Θεοῦ διάκονοι. Τοῦτο πολλῷ  μεῖζον. Οὐ γάρ ἐστιν ἴσον κατηγορίας ἐλεύθερον εἶναι, καὶ τοιαῦτα ἐπιδείκνυσθαι, ὡς πάντοθεν  φαίνεσθαι  διακόνους  ὄντας Θεοῦ· οὐ γάρ ἐστιν ἴσον ἀπηλλάχθαι  κατηγορίας,  καὶ ἐγκωμίοις  βρύειν.  Καὶ οὐκ εἶπε, Φαινόμενοι, ἀλλὰ, Συνιστῶντες,  τουτέστιν,  ἀποδεικνύντες.  Εἶτα λέγει  καὶ πόθεν  τοιοῦτοι  ἐγένοντο. Πόθεν οὖν ἐγένοντο; Ἐν ὑπομονῇ πολλῇ, φησί· τὸν θεμέλιον  τῶν ἀγαθῶν  τιθείς. ∆ιόπερ οὐδὲ ἁπλῶς  ὑπομονὴν  εἶπεν,  ἀλλὰ  πολλὴν,  καὶ  δείκνυσιν  αὐτῆς  καὶ  τὸ μέγεθος.  Τὸ γὰρ ἕν  τι  καὶ  δεύτερον  ἐνεγκεῖν,  οὐδὲν  μέγα· ἀλλ'  ἐπάγει  καὶ  τὰς νιφάδας τῶν πειρασμῶν, λέγων, Ἐν θλίψεσιν, ἐν ἀνάγκαις. Τοῦτο ἐπίτασις θλίψεως, ὅταν   ἄφυκτα   ᾖ   τὰ   κακὰ,   καὶ   ὥσπερ   ἀνάγκη   τις   ἐπικέηται   τῶν   δεινῶν δυσδιεξόδευτος. Ἐν στενοχωρίαις. Ἤτοι ταῖς τοῦ λιμοῦ φησι, καὶ ταῖς τῶν ἄλλων ἀναγκαίων· ἢ καὶ ἁπλῶς ταῖς τῶν πειρασμῶν. Ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις. Καίτοι τούτων καθ' ἑαυτὸ ἕκαστον ἀφόρητον ἦν, καὶ τὸ μαστίζεσθαι μόνον, καὶ τὸ δεδέσθαι μόνον, καὶ τὸ μηδαμοῦ δύνασθαι στῆναι ἐλαυνόμενον· τοῦτο γάρ ἐστιν, Ἐν ἀκαταστασίαις· ὅταν δὲ καὶ πάντα, καὶ ὁμοῦ πάντα ἐπίῃ, ἐννόησον ἡλίκης δεῖται ψυχῆς. Εἶτα μετὰ τῶν ἔξωθεν καὶ τὰ παρ' ἑαυτοῦ τίθησιν. Ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι. ∆ιὰ τούτων τοὺς καμάτους αἰνίττεται, οὓς ἔκαμε περιιὼν καὶ ἐργαζόμενος, τὰς νύκτας ἐν αἷς ἐδίδασκεν, ἢ ὅτι καὶ ἐν αὐταῖς εἰργάζετο. Καὶ μετὰ τούτων  ἁπάντων  οὐδὲ τοῦ νηστεύειν ἠμέλει, καίτοι γε ταῦτα ἀντὶ μυρίων ἤρκει νηστειῶν. Ἁγνότητα δὲ ἐνταῦθα ἢ σωφροσύνην πάλιν, ἢ τὴν ἐν ἅπασι καθαρότητα, ἢ τὸ ἀδωροδόκητον, ἢ καὶ τὸ δωρεὰν τὸ εὐαγγέλιον  κηρύττειν. Ἐν γνώσει. Τί ἐστιν, Ἐν γνώσει; Ἐν σοφίᾳτῇ παρὰ τοῦ Θεοῦ δεδομένῃ, τῇ ὄντως γνώσει· οὐ καθάπερ ἐκεῖνοι  οἱ δοκοῦντες  εἶναι  σοφοὶ, καὶ τῇ ἔξωθεν  παιδεύσει κομπάζοντες, ταύτῃ δὲ ἐλαττούμενοι. Ἐν μακροθυμίᾳ, ἐν χρηστότητι. Πολὺ γὰρ καὶ ταῦτα   γενναίας   ἦν   ψυχῆς,   τὸ   πάντοθεν   παροξυνόμενον   καὶ   κεντούμενον, μακροθύμως ἅπαντα φέρειν. Εἶτα δεικνὺς  πόθεν τοιοῦτος γέγονεν,  ἐπήγαγεν· Ἐν Πνεύματι ἁγίῳ. Ἐν αὐτῷ γὰρ πάντα ταῦτα κατορθοῦμεν, φησίν. Ἀλλ' ὅρα πότε τὴν παρὰ τοῦ Πνεύματος ἔθηκε τοῦ ἁγίου βοήθειαν· ὅτε τὰ παρ' ἑαυτοῦ ἐπεδείξατο. Ἐμοὶ δὲ δοκεῖ καὶ ἕτερον λέγειν διὰ τούτου. Ποῖον δὴ τοῦτο; Ὅτι καὶ Πνεύματος πολλοῦ πεπληρώμεθα, καὶ ἀποδείκνυμεν καὶ ἐντεῦθεν τὴν ἀποστολὴν, ἀπὸ τοῦ χαρισμάτων ἠξιῶσθαι πνευματικῶν.  Εἰ γὰρ καὶ χάρις τοῦτο, ἀλλὰ καὶ αὐτὸς αἴτιος  ὁ διὰ τῶν κατορθωμάτων καὶ τῶν ἱδρώτων τὴν χάριν ἐπισπασάμενος. Εἰ δέ τις εἴποι, μετὰ τῶν  εἰρημένων  αὐτὸν ἐμφαίνειν  τὸ ὅτι καὶ ἐν τῇ χάριτι τῇ πνευματικῇ  οὐδεμίαν ἔδωκε προσκοπὴν, οὐκ ἂν ἁμάρτοι τῆς ἐννοίας. Καὶ γὰρ οἱ τὰς γλώσσας λαβόντες παρ' αὐτοῖς, καὶ ἐπαρθέντες, ἐμωμήθησαν· ἔστι γὰρ καὶ χάρισμα λαβόντα πνευματικὸν,  οὐκ εἰς δέον αὐτῷ χρήσασθαι. Ἀλλ' οὐχ ἡμεῖς, φησὶν, ἀλλὰ καὶ ἐν πνεύματι, τουτέστιν, καὶ ἐν τοῖς χαρίσμασιν ἀμώμητοι ἐγενόμεθα. Ἐν ἀγάπῃ ἀνυποκρίτῳ. γʹ. Τοῦτο πάντων αἴτιον τῶν ἀγαθῶν, τοῦτο τοιοῦτον αὐτὸν εἰργάζετο, τοῦτο καὶ τὸ Πνεῦμα μένειν ἐποίει παρ' αὐτῷ, δι' οὗ καὶ πάντα αὐτῷ κατωρθοῦτο. Ἐν λόγῳ ἀληθείας. Ὃ πολλαχοῦ λέγει, ὅτι Οὐ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, οὐδὲ νοθεύοντες διετελέσαμεν. Ἐν δυνάμει Θεοῦ. Ὅπερ ἀεὶ ποιεῖ, οὐδὲν ἑαυτῷ, ἀλλὰ τῷ Θεῷ τὸ πᾶν ἀνατιθεὶς,  καὶ αὐτῷ  λογιζόμενος  τὰ αὑτοῦ κατορθώματα, τοῦτο καὶ ἐνταῦθα   πεποίηκεν.   Ἐπειδὴ   γὰρ   μεγάλα   ἐφθέγξατο,   καὶ   ἔφησεν   ἄληπτον παρεσχῆσθαι βίον διὰ πάντων,  καὶ φιλοσοφίαν  ἄκραν, τῷ Πνεύματι καὶ τῷ Θεῷ ταῦτα ἀνατίθησιν. Οὐδὲ γὰρ τὰ τυχόντα ἦν τὰ εἰρημένα. Εἰ γὰρ καὶ ἐν ἡσυχίᾳ ζῶντα δύσκολον   κατορθοῦν   καὶ   ἄληπτον   εἶναι,   τὸν   ὑπὸ   τοσούτων   ἐνοχλούμενον πειρασμῶν, καὶ διὰ πάντων  λάμψαντα, ἐννόησον ἡλίκης εἶναι ψυχῆς. Καίτοι οὐδὲ ταῦτα ὑπέμενε μόνον, ἀλλὰ καὶ πολλῷ πλείονα τούτων, ἅπερ ἑξῆς τίθησι. Καὶ τὸ δὴ θαυμαστὸν, οὐχ ὅτι ἄληπτος ἦν ἐν τοσούτοις κύμασι πλέων, οὐδ' ὅτι πάντα ὑπέμεινε γενναίως,  ἀλλ' ὅτι καὶ μεθ' ἡδονῆς  πάντα· ἅπερ διὰ τῶν  ἑξῆς ἡμῖν  πάντα  ποιεῖ φανερὰ λέγων  οὕτω· ∆ιὰ τῶν ὅπλων  τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν. Εἶδες ψυχῆς  παράστημα, καὶ  φρόνημα  εὔτονον;  ∆είκνυσι γὰρ ὅτι  ὅπλα  εἰσὶν  αἱ θλίψεις,   οὐ  μόνον   οὐ  καταβάλλοντα,   ἀλλὰ  καὶ  τειχίζοντα   καὶ  ἰσχυροτέρους ποιοῦντα. Ἀριστερὰ δὲ καλεῖ τὰ δοκοῦντα εἶναι λυπηρά· καὶ γὰρ τοιαῦτά ἐστι τὰ τὸν μισθὸν ἔχοντα.  Τίνος οὖν ἕνεκεν  οὕτως αὐτὰ καλεῖ; Ἢ κατὰ τὴν ὑπόληψιν  τῶν πολλῶν, ἢ ἐπειδὴ ἐκέλευσεν ὁ Θεὸς εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. ∆ιὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας. Τί λέγεις; ὅτι δόξης ἀπολαύεις, μέγα τοῦτο τίθης εἶναι; Ναὶ, φησί. Τί δήποτε; τὸ μὲν γὰρ ἀτιμίαν  ἐνεγκεῖν,  μέγα· τὸ δὲ δόξης μετασχεῖν, οὐ νεανικῆς δεῖται ψυχῆς; Νεανικῆς μὲν οὖν καὶ σφόδρα μεγάλης, ὥστε αὐτῆς ἀπολαύοντα μὴ ἐκτραχηλισθῆναι. ∆ιὸ καὶ ἐπὶ τούτῳ φρονεῖ, ὡς ἐπ' ἐκείνῳ· καὶ γὰρ ἐν  ἀμφοτέροις  ὁμοίως  ἔλαμπε. Πῶς δὲ ὅπλον  γίνεται  δικαιοσύνης; Ὅτι ἐνάγει  πολλοὺς  εἰς εὐσέβειαν τὸ ἐν  τιμῇ  εἶναι  τοὺς διδασκάλους· καὶ ἔργων  δὲ ἀγαθῶν τοῦτο δεῖγμά ἐστι, καὶ τὸν Θεὸν τοῦτο δοξάζει. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ εὐμηχανίας, τὸ διὰ τῶν ἐναντίων εἰσάγειν τὸ κήρυγμα. Σκόπει δέ· ἐδέδετο ὁ Παῦλος; Καὶ τοῦτο  ἦν  ὑπὲρ τοῦ  εὐαγγελίου.  Τὰ γὰρ κατ' ἐμὲ, φησὶν,  εἰς  προκοπὴν  τοῦ εὐαγγελίου  ἐλήλυθεν,  ὥστε τοὺς πλείονας  τῶν ἀδελφῶν  πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν  ἀφόβως τὸν λόγον  λαλεῖν.  ∆όξης πάλιν  ἀπήλαυε; Καὶ τοῦτο πάλιν  ἐκείνους προθυμοτέρους εἰργάζετο. ∆ιὰ δυσφημίας καὶ εὐφημίας. Οὐ γὰρ μόνον  ἐκεῖνα γενναίως  ἔφερε τὰ ἐν τῷ σώματι, τὰς θλίψεις,  καὶ ὅσα ἀπηριθμήσατο, ἀλλὰ  καὶ τὰ τῆς ψυχῆς  μόνης  καθαπτόμενα·  οὐδὲ γὰρ καὶ ταῦτα ἁπλῶς θορυβεῖν εἴωθεν. Ὁ γοῦν Ἱερεμίας πολλοὺς ἐνεγκὼν πειρασμοὺς, πρὸς ταῦτα ἀπηγόρευε, καὶ ἐπειδὴ ὠνειδίζετο, ἔλεγεν· Οὐ μὴ προφητεύσω, οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου. Καὶ ὁ ∆αυῒδ δὲ πολλαχοῦ τὸν ὀνειδισμὸν ἀποδύρεται. Καὶ ὁ Ἡσαΐας μετὰ  πολλὰ   ὑπὲρ  τούτου  παρακαλεῖ,  λέγων·   Ὀνειδισμὸν  τῶν   ἀνθρώπων   μὴ φοβεῖσθε,  καὶ  τῷ  φαυλισμῷ  αὐτῶν  μὴ  ἡττᾶσθε.  Καὶ ὁ  Χριστὸς δὲ  πάλιν  τοῖς μαθηταῖς,  Ὅταν  εἴπωσι  πᾶν  πονηρὸν  ῥῆμα καθ' ὑμῶν  ψευδόμενοι,  χαίρετε  καὶ ἀγαλλιᾶσθε, φησὶν, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἀλλαχοῦ δέ φησι, Καὶ σκιρτήσατε. Οὐκ ἂν δὲ τοσοῦτον ἔθηκε τὸν μισθὸν, εἰ μὴ πολὺς ἦν ὁ ἀγών. Ἐν μὲν γὰρ ταῖς βασάνοις καὶ τὸ σῶμα μερίζεται μετὰ τῆς ψυχῆς τὰς ἀλγηδόνας· καὶ γὰρ τοῦ σώματος καὶ τῆς ψυχῆς ὁ πόνος ἐστίν· ἐκεῖ δὲ τῆς ψυχῆς μόνης. Πολλοὶ γοῦν ἀπὸ τούτων  μόνον ἔπεσον, καὶ τὴν ψυχὴν  τὴν ἑαυτῶν ἀπώλεσαν. Καὶ τῷ Ἰὼβ δὲ τῶν σκωλήκων καὶ τῶν τραυμάτων φορτικώτερα ἐφάνη τὰ παρὰ τῶν φίλων  ὀνείδη. Οὐ γάρ  ἐστιν,  οὐκ  ἔστιν  οὐδὲν  ἀφορητότερον  τοῖς  ὀδυνωμένοις  λόγου  δυναμένου δακεῖν ψυχήν. ∆ιὸ μετὰ τῶν κινδύνων  καὶ τῶν ἱδρώτων  καὶ ταῦτα τίθησι, λέγων·∆ιὰ δόξης καὶ ἀτιμίας.  Πολλοὶ γοῦν  καὶ τῶν  Ἰουδαίων  διὰ τὴν  δόξαν  τὴν  τῶν πολλῶν οὐκ ἠθέλησαν πιστεῦσαι. Ἐφοβοῦντο γὰρ οὐχ ἵνα μὴ κολασθῶσιν, ἀλλ' ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· διὸ λέγει, Πῶς δύνασθε πιστεύειν, δόξαν παρ' ἀλλήλων λαμβάνοντες; Καὶ πολλοὺς ἂν ἴδοιμεν, οἳ πάντων  μὲν κατεφρόνησαν τῶν δεινῶν, ὑπὸ δὲ δόξης ἡττήθησαν. Ὡς πλάνοι, καὶ ἀληθεῖς. Τοῦτό ἐστι, ∆ιὰ δυσφημίας καὶ εὐφημίας. Ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι. Τοῦτό ἐστι, ∆ιὰ δόξης καὶ ἀτιμίας. Τοῖς μὲν γὰρ ἦσαν γνώριμοι, καὶ περισπούδαστοι, οἱ δὲ οὐδὲ εἰδέναι αὐτοὺς ἠξίουν. Ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν. Ὡς ἐπιθανάτιοι  καὶ κατάδικοι· ὅπερ καὶ αὐτὸ ἀτιμίας ἦν.


δʹ. Τοῦτο δὲ ἔλεγε, δεικνὺς καὶ τὴν τοῦ Θεοῦ δύναμιν τὴν ἄφατον, καὶ τὴν  αὐτῶν  ὑπομονήν.  Τὸ μὲν  γὰρ τῶν  ἐπιβουλευόντων  μέρος, ἀπεθάνομεν,  καὶ τοῦτο πάντες νομίζουσι· διὰ δὲ τὸν Θεὸν διεφύγομεν  τοὺς κινδύνους. Εἶτα δηλῶν καὶ  τίνος  ἕνεκεν  ταῦτα  συγχωρεῖ  ὁ  Θεὸς, ἐπήγαγεν,  Ὡς  παιδευόμενοι,  καὶ  μὴ θανατούμενοι·  μέγα ἀπὸ τῶν  πειρασμῶν καὶ πρὸ τῶν  μισθῶν δεικνὺς  τὸ κέρδος αὐτοῖς ἐγγινόμενον, καὶ τοὺς ἐχθροὺς ἄκοντας αὐτοὺς ὠφελοῦντας. Ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες. Παρὰ μὲν γὰρ τοῖς ἔξωθεν ὑποπτευόμεθα, ὡς ἐν ἀθυμίᾳ εἶναι· ἡμεῖς  δὲ οὐκ ἐκείνοις προσέχομεν, ἀλλὰ τὴν ἡδονὴν  ἀκμάζουσαν ἔχομεν. Καὶ οὐκ εἶπε, Χαίροντες, μόνον, ἀλλὰ προσέθηκε καὶ τὸ διηνεκές. Ἀεὶ γὰρ χαίροντες, φησί. Τί τοίνυν ταύτης ἴσον γένοιτ' ἂν τῆς ζωῆς, ἐν ᾗ τοσούτων ἐπιόντων δεινῶν, μείζων ἡ χαρὰ  γίνεται; Ὡς πτωχοὶ,  πολλοὺς  δὲ πλουτίζοντες.  Τινὲς  μέν  φασι  πλοῦτον ἐνταῦθα λέγεσθαι τὸν πνευματικόν· ἐγὼ δὲ εἴποιμ' ἂν καὶ τὸν σαρκικόν· καὶ γὰρ καὶ τοῦτον  ἐπλούτουν,  καινῷ  τινι  τρόπῳ  τὰς  ἁπάντων  ἔχοντες  οἰκίας  ἀνεῳγμένας αὐτοῖς.  Καὶ τοῦτο  ἐδήλωσε  διὰ  τῶν  ἑξῆς, εἰπών· Ὡς μηδὲν  ἔχοντες,  καὶ  πάντα κατέχοντες. Καὶ πῶς ἔνι τοῦτο; Πῶς μὲν οὖν τὸ ἐναντίον ἔνι; Ὁ γὰρ πολλὰ κατέχων, οὐδὲν ἔχει· ὁ δὲ μηδὲν ἔχων, τὰ πάντα κέκτηται. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ  ἐν τοῖς ἄλλοις ὑπὸ τῶν ἐναντίων  τὰ ἐναντία ἐγίνετο. Εἰ δὲ θαυμάζεις πῶς ἔστι τὸν μηδὲν ἔχοντα τὰ πάντα ἔχειν, αὐτὸν τοῦτον εἰς μέσον ἀγάγωμεν, ὃς τῇ οἰκουμένῃ ἐπέταττε, καὶ οὐχὶ τῶν χρημάτων αὐτῶν, ἀλλὰ καὶ αὐτῶν τῶν ὀφθαλμῶν κύριος ἦν.
Εἰ δυνατὸν γὰρ, φησὶ τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Ταῦτα δὲ λέγει, παιδεύων μὴ ταράττεσθαι πρὸς τὰς τῶν πολλῶν δόξας, κἂν πλάνους λέγωσι, κἂν ἀγνοῶσι, κἂν καταδίκους νομίζωσι, κἂν ἐπιθανατίους,  κἂν λυπεῖσθαι, κἂν ἐν πτωχείᾳ εἶναι, κἂν μηδὲν ἔχειν, κἂν τοὺς ἐν εὐθυμίᾳ ἀθυμεῖν· ὅτι οὐδὲ τοῖς τυφλοῖς ὁ ἥλιος  καταφανὴς,  οὐδὲ τοῖς παραπαίουσιν ἡ τῶν  σωφρονούντων  ἡδονὴ  δήλη. Μόνοι γὰρ οἱ πιστοὶ ὀρθοὶ κριταὶ  τῶν  πραγμάτων  εἰσὶ, καὶ οὐκ ἐπὶ  τοῖς  αὐτοῖς χαίρουσι  καὶ  ἀλγοῦσι  τοῖς  ἄλλοις.  Καὶ γὰρ  εἴ  τις  ἄπειρος  ἀγώνων  πυκτεύοντα θεάσαιτο τραύματα ἔχοντα καὶ στέφανον περικείμενον, ἡγήσαιτο αὐτὸν ἀλγεῖν διὰ τὰ τραύματα, οὐκ εἰδὼς τὴν ἡδονὴν τὴν ἀπὸ τοῦ στεφάνου. Καὶ οὗτοι τοίνυν ἐπειδὴ ἃ πάσχομεν ἴσασιν, ὑπὲρ δὲ ὧν πάσχομεν ἀγνοοῦσιν, εἰκότως ταῦτα μόνα ὑποπτεύουσι, τὰ παλαίσματα μὲν καὶ τοὺς κινδύνους ὁρῶντες, τὰ δὲ ἔπαθλα καὶ τοὺς στεφάνους καὶ τὴν τῶν  ἀγώνων  ὑπόθεσιν οὐκέτι. Τί οὖν ἦν πάντα ἅπερ Παῦλος κατεῖχε,   λέγων,   Ὡς  μηδὲν   ἔχοντες,   καὶ  πάντα   κατέχοντες;  Τὰ  βιωτικὰ,   τὰ πνευματικά.  Ὃν γὰρ ὡς  ἄγγελον  αἱ πόλεις  ἐδέχοντο,  ὑπὲρ οὗ τοὺς  ὀφθαλμοὺς αὐτῶν ἐξορύξαντες ἂν ἔδωκαν, ὑπὲρ οὗ τὸν ἑαυτῶν τράχηλον ὑπέθεντο, πῶς οὗτος οὐ πάντα εἶχε τὰ ἐκείνων; Εἰ δὲ βούλει καὶ τὰ πνευματικὰ ἰδεῖν, ὄψει καὶ ἐν τούτοις μάλιστα πλουτοῦντα. Ὁ γὰρ οὕτω τῷ βασιλεῖ τῶν πάντων φίλος, ὡς καὶ ἀποῤῥήτων κοινωνεῖν  τῷ ∆εσπότῃ τῶν ἀγγέλων,  πῶς οὐ πάντων  εὐπορώτερος ἦν, καὶ πάντα εἶχεν;  Οὐκ ἂν  οὕτως  ὑπέκειντο  δαίμονες,  οὐκ  ἂν  οὕτως  ἐδραπέτευσε πάθη  καὶ νοσήματα. Καὶ ἡμεῖς τοίνυν, ὅταν τι πάσχωμεν διὰ τὸν Χριστὸν, μὴ μόνον γενναίως φέρωμεν,  ἀλλὰ  καὶ  χαίρωμεν· κἂν  νηστεύωμεν,  ὡς  τρυφῶντες  σκιρτῶμεν·  κἂν ὑβριζώμεθα, ὡς ἐγκωμιαζόμενοι  χορεύωμεν·  κἂν  ἀναλίσκωμεν,  ὡς κερδαίνοντες  διακεώμεθα· κἂν πένησι παρέχωμεν, λαμβάνειν  νομίζωμεν· ὁ γὰρ μὴ οὕτω διδοὺς, οὐδὲ δώσει ῥᾳδίως. Ὅταν τοίνυν θέλῃς σκορπίσαι, μὴ τοῦτο ἴδῃς μόνον, ὅτι ἀναλίσκεις, ἀλλ' ὅτι καὶ πλείονα κερδαίνεις, καὶ τοῦτο πρὸ ἐκείνου. Καὶ μὴ μόνον ἐπὶ ἐλεημοσύνης, ἀλλὰ καὶ ἐπὶ πάσης ἀρετῆς μὴ τὸ δριμὺ τῶν πόνων, ἀλλὰ καὶ τὸ γλυκὺ τῶν ἐπάθλων λογίζου· καὶ πρὸ πάντων τὴν ὑπόθεσιν τῶν παλαισμάτων τὸν Κύριον ἡμῶν Ἰησοῦν· καὶ ῥᾳδίως ἐπιβήσῃ τῶν ἀγώνων,  καὶ ἐν ἡδονῇ τὸν ἅπαντα βιώσῃ χρόνον.  Οὐδὲν γὰρ οὕτω ποιεῖν  ἡδονὴν  εἴωθεν,  ὡς συνειδὸς ἀγαθόν.  ∆ιὰ τοῦτο Παῦλος μὲν καθ' ἑκάστην κοπτόμενος τὴν ἡμέραν, ἔχαιρε καὶ ἠγάλλετο· οἱ δὲ νῦν, οὐδὲ ὄναρ ὑπομένοντές τι τούτων, ἀλγοῦσι καὶ θρηνοῦσιν, οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἢ ἐκ τοῦ μὴ φιλόσοφον ἔχειν γνώμην. Ἐπεὶ τίνος ἕνεκεν, εἰπέ μοι, ὁ θρῆνος; ὅτι πένης εἶ, καὶ τῶν ἀναγκαίων ἀπορεῖς; Οὐκοῦν διὰ τοῦτό σε μᾶλλον θρηνεῖν δεῖ, οὐχ ὅτι κλαίεις, οὐχ ὅτι πένης εἶ, ἀλλ' ὅτι μικρόψυχος· οὐχ ὅτι χρήματα οὐκ ἔχεις, ἀλλ' ὅτι τοσούτου τὰ χρήματα τιμᾷς. Καθ' ἑκάστην ἡμέραν ἀπέθνησκε Παῦλος, καὶ οὐκ ἔκλαιεν, ἀλλὰ καὶ ἔχαιρε· λιμῷ ἐμάχετο διηνεκεῖ, καὶ οὐκ ἤλγει, ἀλλὰ καὶ ἐκαλλωπίζετο.

 εʹ. Σὺ δὲ ὅτι μὴ πάντα  ἔχεις τὰ τοῦ ἐνιαυτοῦ  κείμενα, ἀλγεῖς  καὶ κόπτεις ἑαυτόν; Ναὶ, φησίν· ἐκεῖνος γὰρ τὰ ἑαυτοῦ μόνον ἐμερίμνα, ἐγὼ δὲ καὶ ὑπὲρ οἰκετῶν, καὶ παίδων καὶ γυναικός. Ἐκεῖνος μὲν οὖν μόνος τὰ ἑαυτοῦ οὐκ ἐμερίμνα, ἀλλὰ τὰ τῆς οἰκουμένης ἁπάσης· καὶ σὺ μὲν ὑπὲρ οἰκίας μιᾶς, ἐκεῖνος δὲ ὑπὲρ τῶν ἐν Ἱεροσολύμοις  πενήτων   τοσούτων  ὄντων,   ὑπὲρ  τῶν  ἐν  Μακεδονίᾳ,  ὑπὲρ  τῶν πανταχοῦ   πτωχευόντων,    ὑπὲρ   τῶν   διδόντων    ἐκείνοις   οὐχ   ἧττον,   ἢ   τῶν λαμβανόντων. Καὶ γὰρ διπλῆ ἦν αὐτῷ ἡ φροντὶς ὑπὲρ τῆς οἰκουμένης, καὶ ὅπως τῶν ἀναγκαίων μὴ ἀποροῖεν, καὶ ὅπως ἐν τοῖς πνευματικοῖς πλουτοῖεν. Καὶ οὐχ οὕτω σε λυπεῖ τὰ παιδία πεινῶντα,  ὡς ἐκεῖνον τὰ τῶν πιστῶν πράγματα πάντα. Τί λέγω τὰ τῶν πιστῶν; οὐδὲ γὰρ τῆς ὑπὲρ τῶν ἀπίστων φροντίδος ἐλεύθερος ἦν, ἀλλ' οὕτως ὑπὸ ταύτης  ἐτήκετο, ὡς εὔχεσθαι καὶ ἀνάθεμα  γίνεσθαι  ὑπὲρ αὐτῶν·  σὺ δὲ, κἂν μυριάκις ἐπικρατήσῃ λιμὸς, οὐκ ἂν ἕλοιό ποτε ἀποθανεῖν ὑπὲρ ὁτουοῦν. Καὶ σὺ μὲν ὑπὲρ γυναικὸς  μιᾶς μεριμνᾷς, ἐκεῖνος  δὲ ὑπὲρ πασῶν τῶν  κατὰ τὴν  οἰκουμένην Ἐκκλησιῶν· Ἡ γὰρ μέριμνά μου, φησὶ, πασῶν τῶν  Ἐκκλησιῶν. Μέχρι τίνος  οὖν παίζεις, ἄνθρωπε, Παύλῳ σαυτὸν παραβάλλων,  καὶ οὐ παύσῃ τῆς πολλῆς  ταύτης μικροψυχίας; ∆ακρύειν γὰρ, οὐχ ὅταν ἐν πενίᾳ ὦμεν, ἀλλ' ὅταν ἁμαρτάνωμεν, δεῖ· τοῦτο γὰρ θρήνων ἄξιον· ὡς τά γε ἄλλα καὶ γέλωτος. Ἀλλ' οὐ τοῦτό με λυπεῖ, φησὶ, μόνον, ἀλλ' ὅτι καὶ ὁ δεῖνα ἐν δυναστείᾳ, ἐγὼ δὲ ἄτιμος καὶ ἀπεῤῥιμμένος. Καὶ τί τοῦτο;  καὶ  γὰρ  ὁ  μακάριος  Παῦλος ἄτιμος  καὶ  ἀπεῤῥιμμένος  εἶναι  ἐδόκει  τοῖς πολλοῖς. Ἀλλ' ἐκεῖνος Παῦλος ἦν, φησίν. Οὐκοῦν οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ' ἡ τῆς γνώμης ἀσθένεια ποιεῖ σοι τὴν ἀθυμίαν. Μὴ τοίνυν τὴν πενίαν θρήνει, ἀλλὰ σαυτὸν τὸν οὕτω διακείμενον· μᾶλλον δὲ μὴ σαυτὸν  θρήνει, ἀλλὰ διόρθου, μηδὲ χρήματα  ζήτει, ἀλλ' ὃ μυρίων  χρημάτων  φαιδροτέρους  ποιεῖ, τοῦτο δίωκε, φιλοσοφίαν καὶ ἀρετήν. Ταύτης μὲν γὰρ οὔσης, οὐδὲν πενίας βλάβος· ταύτης δὲ οὐκ οὔσης, οὐδὲν χρημάτων  ὄφελος. Τί γὰρ ὄφελος, εἰπέ μοι, τῶν  πλουτούντων  μὲν, πενιχρὰς δὲ ἐχόντων ψυχάς; Οὐχ οὕτω σὺ σαυτὸν ταλανίζεις, ὡς ἐκεῖνος ὁ πλούσιος ἑαυτὸν, ὅτι μὴ τὰ πάντων  ἔχει. Εἰ δὲ μὴ κλαίει, καθάπερ σὺ, ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, καὶ ὄψει τοὺς θρήνους καὶ τοὺς κωκυτούς. Θέλεις σοι δείξω τὸν πλοῦτον  τὸν σὸν, ἵνα παύσῃ μακαρίζων τοὺς ἐν χρήμασι πλουτοῦντας;  Ὁρᾷς τουτονὶ  τὸν οὐρανὸν, πῶς  μὲν καλὸς, πῶς  δὲ μέγας, πῶς  δὲ ἐφ' ὑψηλοῦ  κεῖται; Τούτου τοῦ κάλλους οὐχὶ πλέον μὲν ἀπολαύει ἐκεῖνος, οὐδ' ἂν δυνηθείη  σε παρώσασθαι, καὶ αὐτοῦ ποιῆσαι τὸ πᾶν· ὥσπερ γὰρ δι' ἐκεῖνον γέγονεν, οὕτω καὶ διὰ σέ. Τί δὲ ὁ ἥλιος, τὸ φαιδρὸν τοῦτο ἄστρον καὶ τηλαυγὲς, καὶ τὰς ὄψεις ἡμῶν εὐφραῖνον, οὐχὶ κοινὸς ἅπασι καὶ οὗτος πρόκειται, καὶ πάντες ἀπολαύουσιν ἐξ ἴσης αὐτοῦ, καὶ πλούσιοι καὶ πένητες; ἀλλ' ὁ τῶν ἄστρων στέφανος, καὶ ὁ τῆς σελήνης κύκλος, οὐχ ὁμοίως πᾶσιν ἀνεῖται; Μᾶλλον δὲ, εἰ δεῖ τι θαυμαστὸν εἰπεῖν, πλέον ἡμεῖς οἱ πένητες ἀπολαύομεν, ἢ ἐκεῖνοι. Ἐκεῖνοι μὲν γὰρ τὰ πολλὰ μέθῃ βαπτιζόμενοι, καὶ ἐν κώμοις διάγοντες καὶ ὕπνῳ βαθεῖ, οὐδὲ ἐπαισθάνονται τούτων, ὑπωρόφιοι ὄντες καὶ σκιατραφούμενοι· οἱ δὲ πένητες μάλιστα πάντων  εἰσὶν οἱ τοῖς στοιχείοις ἐντρυφῶντες  τούτοις. Κἂν τὸν ἀέρα δὲ ἐξετάσῃς τὸν πανταχοῦ κεχυμένον, τὸν πένητα καθαρωτέρου καὶ πλείονος ἀπολαύοντα ὄψει. Καὶ γὰρ ὁδοιπόροι καὶ γεωργοὶ τῶν ἐν ἄστει μᾶλλον ἐντρυφῶσι τούτοις, καὶ αὐτῶν πάλιν τῶν ἐν ἄστει τούτων πλέον οἱ χειροτέχναι  τῶν δι' ὅλης μεθυόντων τῆς ἡμέρας. Τί δὲ ἡ γῆ, οὐχὶ κοινὴ πᾶσιν ἀνεῖται; Οὐχὶ, φησί. Πῶς τοῦτο λέγεις; εἰπέ μοι. Ὅτι ὁ πλουτῶν  καὶ ἐν ἄστει πλέθρα ἀπολαβὼν πλείονα, μακροὺς ἀνίστησι περιβόλους, καὶ ἐν ἀγροῖς πολλὰ ἀποτέμνεται μέρη. Τί οὖν, ἐπειδὴ ἀποτέμνεται αὐτὸς, αὐτῶν ἀπολαύει μόνος; Οὐδαμῶς, κἂν μυρία φιλονεικήσῃ· καὶ γὰρ  τοὺς  καρποὺς εἰς  ἅπαντας  ἀναγκάζεται  διανέμειν,  καὶ  σῖτον  καὶ  οἶνον  καὶ ἔλαιον σοὶ γεωργεῖ, καὶ διακονεῖται σοὶ πανταχοῦ. Καὶ τῶν περιβόλων τῶν μακρῶν καὶ   τῶν   οἰκημάτων,   μετὰ  τὴν   ἄφατον   δαπάνην   καὶ  τοὺς   πόνους   καὶ   τὰς ταλαιπωρίας,   σοὶ  παρασκευάζει  τὴν   χρῆσιν,  ὀλίγον   παρὰ  σοῦ  τῆς  τοσαύτης διακονίας ἀργύριον λαβών. Καὶ ἐν βαλανείοις καὶ πανταχοῦ τὸ αὐτὸ συμβαῖνον ἴδοι τις ἄν· τοὺς μὲν πλουτοῦντας καὶ χρήμασι καὶ φροντίσι καὶ πόνοις δαπανωμένους, τοὺς  δὲ πένητας  ὀλίγων  ὀβολῶν  μετὰ ἀδείας  ἅπαντα  καρπουμένους  ταῦτα.  Καὶ πλέον οὐδὲν ἀπολαύει σου τῆς γῆς· οὐ γὰρ δὴ ἐκεῖνος μὲν δέκα γαστέρας, σὺ δὲ μίαν πληροῖς. Ἀλλὰ πολυτελεστέρων αὐτὸς μετέχει σιτίων; Μάλιστα μὲν οὐ πολλὴ τοῦτο πλεονεξία· πλὴν κἀνταῦθά σε τὸν πλέον ἔχοντα εὑρήσομεν. Ἡ γὰρ πολυτέλεια αὕτη διὰ τοῦτό σοι ζηλωτὴ εἶναι δοκεῖ, ἐπειδὴ πλείονα ἔχει τὴν ἡδονήν· ἀλλ' αὕτη παρὰ τῷ   πένητι  πλείων,   οὐχ  ἡδονὴ  δὲ  μόνον,  ἀλλὰ  καὶ  ὑγεία·  κἂν  τούτῳ πλεονεκτεῖ   μόνον  ὁ  πλούσιος,  τῷ  τὸ  σῶμα  ἀσθενέστερον  κατασκευάζειν,  καὶ πλείονας  συνάγειν  τὰς πηγὰς τῶν  ἀῤῥωστημάτων. Τὰ μὲν γὰρ τοῦ πένητος  κατὰ φύσιν οἰκονομεῖται πάντα, τὰ δὲ ἐκείνου διὰ τὴν ἀμετρίαν εἰς φθορὰν τελευτᾷ καὶ ἀῤῥωστίαν.   ʹ. Εἰ δὲ βούλεσθε, καὶ ἐπὶ ὑποδείγματος αὐτὸ τοῦτο κατίδωμεν. Εἰ γὰρ δέοι  κάμινον  ἀνάψαι,  εἶτα  ὁ μὲν  σηρικὰ ἱμάτια  καὶ  ὀθόνας  λεπτὰς  καταβάλλοι πολλὰς  καὶ ἀπείρους, καὶ οὕτως αὐτὴν ἀνακαίοι, ὁ δὲ ξύλα δρυὸς καὶ πεύκης·  τί πλέον ἔσχεν οὗτος ἐκείνου; Οὐδέν· ἀλλὰ καὶ ἔλαττον. Τί δέ; (οὐδὲν γὰρ κωλύει καὶ ἑτέρως τὸ αὐτὸ περιτρέψαι ὑπόδειγμα) εἰ ὁ μὲν ξύλα βάλλοι, ὁ δὲ σώματα ὑποκαίοι, ποίᾳ ἂν ἡδέως παρέστης καμίνῳ, τῇ τῶν ξύλων, ἢ τῇ τῶν σωμάτων; Εὔδηλον ὅτι τῇ τῶν ξύλων· ἐκείνη μὲν γὰρ κατὰ φύσιν καίεται, καὶ ἡδὺ θέαμα τοῖς ὁρῶσίν ἐστιν· αὕτη δὲ τῇ κνίσσῃ καὶ τῷ ἰχῶρι καὶ τῷ καπνῷ καὶ τῇ τῶν ὀστέων δυσωδίᾳ πάντας ἂν ἀπελάσειεν.  Ἔφριξας  ἀκούσας,  καὶ  ἐβδελύξω  τὴν  κάμινον;  Τοιαῦται  αἱ  τῶν πλουσίων γαστέρες εἰσί. Πλείονα γὰρ ἐν τούτοις σηπεδόνα, ἢ ἐν τῇ καμίνῳ ἐκείνῃ εὕροι τις ἂν, καὶ πνεύματα  δυσώδη καὶ ῥεύματα ἀκάθαρτα, τῷ πανταχοῦ  καὶ ἐν ἑκάστῳ μορίῳ πολλὴν εἶναι τὴν ἀπεψίαν διὰ τὴν πλησμονήν. Τοῦ γὰρ κατὰ φύσιν θερμοῦ οὐκ ἀρκοῦντος  ἅπαντα  κατεργάσασθαι, ἀλλὰ  καταχωννυμένου,  ἐπίκειται ἐκεῖνα  ἄνωθεν  καπνιζόμενα,  καὶ πολλὴν  ποιοῦντα  τὴν  ἀηδίαν.  Τίνι  οὖν  ἄν  τις παραβάλοι τὰς ἐκείνων γαστέρας; ἀλλὰ μὴ δυσχεράνητε πρὸς τὸν λόγον, ἀλλ' εἰ μὴ ἀληθῆ  λέγω,  διελέγξατε·  τίνι  οὖν  ἄν  τις  αὐτὰς  παραβάλοι; οὐδὲ  γὰρ  ἀρκεῖ  τὰ εἰρημένα δεῖξαι αὐτῶν  τὴν ἀθλιότητα. Εὗρον καὶ ἑτέραν εἰκόνα. Τίνα δὴ ταύτην; Καθάπερ ἐπὶ τῶν ἀμαρῶν ἔνθα πολλοὶ οἱ φορυτοὶ κόπρου, χόρτου,  καλάμης, λίθων, πηλοῦ, συνεχεῖς ἐμφράξεις γίνονται, καὶ ὑπερεκχεῖται λοιπὸν ἄνωθεν ἡ τοῦ βορβόρου ῥύμη· οὕτω καὶ ἐπὶ τῆς τούτων κοιλίας συμβαίνει· φραττομένης γὰρ αὐτῆς κάτωθεν, ἄνωθεν ἀναβλύζει τὰ πλείονα τῶν πονηρῶν τούτων ῥευμάτων. Ἀλλ' οὐκ ἐπὶ τῶν  πενήτων  οὕτως ἀλλ' ὥσπερ αἱ τὰ καθαρὰ προχέουσαι ῥεῖθρα πηγαὶ, καὶ κήπους ἄρδουσαι καὶ παραδείσους, οὕτω καὶ αἱ τούτων γαστέρες εἰσὶ καθαραὶ τῶν τοιούτων  περιττευμάτων.  Ἀλλ' οὐχ αἱ τῶν πλουτούντων,  μᾶλλον δὲ τρυφώντων, τοιαῦται,   ἀλλὰ   χυμῶν,   φλεγμάτων,    χολῆς,   αἵματος   διεφθορότος,   ῥεύματος σεσηπότος, καὶ τῶν  ἄλλων  τῶν  τοιούτων  εἰσὶ πεπληρωμέναι.  ∆ιόπερ οὐδεὶς κἂν πρὸς βραχὺν ἀρκέσει χρόνον διαπαντὸς ἐν τρυφῇ ζῶν, ἀλλ' ἐν ἀῤῥωστίαις βιώσεται διηνεκέσι. ∆ιὸ καὶ ἡδέως  ἂν ἠρόμην αὐτοὺς, τίνος  ἕνεκεν  τὰ σιτία δέδοται· ἵνα φθειρώμεθα, ἢ ἵνα τρεφώμεθα; ἵνα νοσῶμεν, ἢ ἵνα ὑγιαίνωμεν; ἵνα ἀσθενῶμεν, ἢ ἵνα ἰσχύωμεν; Εὔδηλον ὅτι διὰ τροφὴν καὶ ὑγείαν καὶ ἰσχύν. Τίνος οὖν ἕνεκεν εἰς τοὐναντίον  αὐτοῖς ἀποκέχρησθε, νόσον καὶ ἀσθένειαν διὰ τούτων δημιουργοῦντες τῷ σώματι; Ἀλλ' οὐχ ὁ πένης, ἀλλ' ὑγείαν καὶ εὐρωστίαν καὶ ἰσχὺν διὰ τῆς λιτῆς ὠνεῖται τροφῆς. Μὴ δὴ κλαῖε διὰ πενίαν τὴν ὑγείας μητέρα, ἀλλὰ καὶ ἀγάλλου· καὶ, εἰ βούλει πλουτεῖν,  καταφρόνει  πλούτου.  Οὐ γὰρ τὸ χρήματα  ἔχειν,  ἀλλὰ  τὸ μὴ δεῖσθαι τοῦ ἔχειν, τοῦτο μάλιστα εὐπορία. Ἂν τοῦτο κατορθώσωμεν, καὶ ἐνταῦθα τῶν πλουτούντων  πάντων  εὐπορώτεροι ἐσόμεθα, καὶ ἐκεῖ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ'  οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |