ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ∆ʹ Ἐγὼ Ναβουχοδονόσορ εὐθηνῶν ἤμην ἐν τῷ οἴκῳ μου

Τετάρτη 26 Οκτωβρίου 2016

∆ʹ Ἐγὼ Ναβουχοδονόσορ εὐθηνῶν ἤμην ἐν τῷ οἴκῳ μου




Ιωάννης Χρυσόστομος
Είς Προφήτην Δανιήλ
Τόμος 56

∆ʹ Ἐγὼ Ναβουχοδονόσορ εὐθηνῶν ἤμην ἐν τῷ οἴκῳ μου, καὶ εὐθαλῶν ἐπὶ τοῦ θρόνου μου, καὶ  πίων ἐν τῷ λαῷ μου.

Τίνος ἕνεκεν οὕτω τοῦτο ἔ γραψεν, καὶ οὐχὶ ἔγραψεν· Ναβουχοδονόσορ ἦν εὐθη νῶν, ἀλλ' ὡς ἐκ προσώπου ἐκείνου; Ἐμοὶ δοκεῖ ταῦτα τὰ ῥήματα αὐτοῦ εἶναι τοῦ Ναβουχοδονόσορ. Ἐπειδὴ γὰρ ἀνήνεγκεν ἀπ' ἐκείνης  τῆς  πλάνης,   ἐν  δημοσίοις  αὐτὰ  κατέθετο  γράμματα  ἴσως.  Αὐτὸ  οὖν σύνταγμα, ὥστε ἀξιόπιστον γενέσθαι, παράγει ὁ ∆ανιήλ. Τῇ γὰρ τῶν  ἀνθρώπων φύσει αὐτὸς ὁ πεπονθὼς διαλέγεται. Καὶ θέα μοι πόση παίδευσις γίνεται κατὰ τῶν ὑπερηφάνων. Ἀπὸ γὰρ ὑπερηφανίας πέπονθεν ἅπερ ἔπαθεν, καὶ δείκνυσι τὴν αἰτίαν τῆς ὑπερηφα νίας ἀπό τε τοῦ τέλους καὶ τῆς ἀρχῆς· ἐν μὲν τῷ τέλει λέγων,  Ὅτι πάντας τοὺς ὑπερηφάνους  δύναται  ταπεινῶσαι· ἐν ἀρχῇ δὲ καὶ ἐκ προοιμίων  τὴν αἰτίαν  τῆς  ὑπερηφανίας  διδάσκων.


 Ἐκεῖ  μὲν  γὰρ,  ὅτι  διὰ  τοῦτο  ἐταπεινώθη, ἐδήλωσεν· ἐνταῦθα δὲ πόθεν τοι οῦτο ἐγένετο, ἐκ τοῦ πολλῆς ἀπολαῦσαι εὐπραγίας· ὥσπερ καὶ ὁ ∆αυῒδ λέγει· ∆ιὰ τοῦτο ἐκράτησεν αὐ τῶν ἡ ὑπερηφανία· οὕτω δὴ καὶ ἐνταῦθα πολλὰς τίθησιν εὐπραγίας. Ἐν τῇ ἀρχῇ φησιν· Εὐθηνῶν ἤμην ἐν τῷ οἴκῳ μου, καὶ εὐθαλῶν ἐπὶ τοῦ θρό νου μου, καὶ πίων ἐν τῷ λαῷ μου. Οὐ γὰρ ἔστι πάντα ὁμοῦ  συνδραμεῖν.  Ἔνεστι κατὰ  μὲν  τὴν  ἀρχὴν  εὐπραγεῖν,  κατὰ  δὲ  τὴν  οἰκίαν δυσπραγεῖν, καθάπερ ὁ Ἡρώδης· καθάπερ ὁ ∆αυΐδ· ἔνεστι πάλιν τοὐναντίον  ἐν μὲν τῷ λαῷ δυσπραγεῖν, ἀπὸ δὲ τῆς οἰκίας μηδὲν πάσχειν δεινόν· ἔνεστιν ἐν μὲν τῇ πόλει εἰρηνεύειν, τὴν δὲ ἀρχὴν ταράττεσθαι. Ἀλλ' οὗτος πάντοθεν εὐπραγεῖν εἶχεν· οὐδὲν ἦν αὐτὸν λυ ποῦν. Ὁρᾷς πόσον κακὸν ἄδεια; Καθάπερ γὰρ ἐπὶ τῶν σωμάτων, ὅταν μὴ γίνωνται  οἱ κατὰ ἀνάγκην μόχθοι καὶ ἀσχολίαι, ἐπιτηδευτούς τινας ἐπιχειροῦσι ποιεῖν, πρὸς γυμνασίαν τοῦ σώματος· οὕτω καὶ ὁ Θεὸς ποιεῖν εἴωθε, ὥστε τὸ εὔτονον περιελεῖν. Ἐνύπνιον εἶδον, καὶ ἐφοβέρισέν με, καὶ ἐταράχθην ἐπὶ τῆς κοίτης μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς  μου συνετάραξάν με. Καὶ παρ' ἐμοῦ ἐξετέθη δόγμα, ὥστε εἰσαγαγεῖν ἐνώπιον ἐμοῦ πάντας τοὺς σοφοὺς Βαβυλῶνος, ὅπως τὴν σύγκρισιν τοῦ ἐνυπνίου γνωρίσωσί μοι. Ὅρα πῶς αὐτὸν καταστεῖλαι βούλεται, οὐχὶ τῇ πείρᾳ τῶν πραγμά των,  ἀλλὰ  τῇ προῤῥήσει τῶν  συμβαινομένων·  καὶ ὅπως  ἦν  φοβερὸν  τὸ ἐνύπνιον; Τίνος οὖν ἕνεκεν οὐχὶ καὶ νῦν ἀπέστη αὐτοῦ τὸ πνεῦμα, οὐδὲ ἠγνόησε τὸ ἐνύπνιον,   καθάπερ  καὶ  πρότερον;  Ὅτι  ἱκανὴν   πεῖραν  δεδωκότος  τοῦ  ∆ανιὴλ πρότερον, ἤγουν  ἐν τῷ πρὸ τούτου ἐνυπνίῳ,  οὐδεμία λοιπὸν  χρεία ἦν δευτέραν προσενεχθῆναι δοκιμασίαν. Πάντα γὰρ χρείας ἕνεκεν, οὐ φιλοτιμίας, ὁ Θεὸς πραγματεύεται. Ἄλλως δὲ καὶ πρὸς ἔλεγχον γίνεται τῶν μάγων. Ἵνα γὰρ μὴ λέγωσι πάλιν·   Εἰπάτω   ὁ   βασιλεὺς   τὸ   ἐνύπνιον,   καὶ   τὴν   σύγκρισιν   αὐτοῦ ἀναγγελοῦμεν ἡμεῖς· ἐλέγχον ται μηδὲ τοῦτο αὐτὸ δυνάμενοι, οὐ μόνον ἐκεῖνο. Οὐκ  εἶχον λέγειν πάλιν· Τὸ ῥῆμα, ὃ ὁ βασιλεὺς ἐπερωτᾷ, βαρύ· καὶ οὐκ ἔστιν ἄνθρωπος, ὃς δυνήσεται  διακρῖναι  αὐτὸ, ἀλλ' ἢ θεοὶ, ὧν  οὐκ ἔστιν ἡ κατοικία  μετὰ πάσης σαρκός. Ἐμάνθανεν ἐκ τού των, ὅτι οὐδὲ τὰ πρότερα ἐκ τῆς σοφίας ταύτης εἶπεν ὁ ∆ανιήl. Ἔμαθεν ὅτι οὐδὲ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἔλεγόν τι ὑγιὲς, καθάπερ αὐτός φησιν, ἀλλ'  ἢ πάν  των  ἐν  ἐρημίᾳ τῶν  ἐλεγχόντων  ὄντες.  Ὅτε δὲ ἦλθεν  αὐτοῖς ἀπόδειξις ἐξ Ἰουδαίας, ὁ ∆ανιὴλ, οὐκέτι τολμῶσιν οὐδὲ πλάττεσθαι. Ὥστε οἰκονομικῶς πάλιν καλοῦνται οὗτοι. Καὶ γὰρ ἄξιον θαυμάσαι. τίνος ἕνεκεν λαβὼν πεῖραν τῆς τοῦ ∆ανιὴλ δυνάμεως ἐν τοσούτοις, οὐ πρῶτον αὐτὸν ἐκάλεσεν. Ὁ Θεὸς αὐτὸς γὰρ τοῦτο κατεσκεύασεν, ὥστε μετὰ τὴν ἐκείνων ἧτταν φανῆναι  τὴν νίκην. Ἐφοβέρισέν με, φησί· καὶ οὐδὲ οὕτως ἐγένετο βελτίων, ἀλλ' ἐπ' αὐτὴν ἠθέλησε τὴν πεῖραν ἐλθεῖν. Οὕτως ἀναίτιος  ὁ Θεὸς πανταχοῦ.  Καὶ εἰσ επορεύοντο οἱ ἐπαοιδοὶ, μάγοι,  Γαζαρηνοὶ, Χαλ δαῖοι·  καὶ  τὸ  ἐνύπνιον   εἶπον  ἐνώπιον   αὐτῶν·  καὶ  τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι, ἕως οὗ ἕτερος εἰσῆλθε, ∆ανιὴλ, ἐνώπιόν  μου, οὗ τὸ ὄνομα Βαλτάσαρ κατὰ τὸ ὄνομα τοῦ θεοῦ μου, ὃς πνεῦμα Θεοῦ ἔχει ἐν ἑαυτῷ· καὶ τὸ ἐνύπνιον ἐνώπιον αὐτοῦ εἶπον. Ἕως οὗ ἕτερος, φησὶ, εἰσῆλθεν ἐνώπιόν μου. Ὡς ἐπιλαθόμενος  οὕτω  φησί. Καὶ γὰρ πολλὰ  ἔτη  παρεληλύθει,  καὶ  ταχέως  τὴν μνήμην  ἀπέβαλεν, ἅτε ἐν τοσαύταις φροντίσιν  ὢν, καὶ τοσαύτῃ συζῶν τροφῇ (l. τρυφῇ). Τὸ εἰπεῖν ἕτερον, σημεῖόν ἐστι τοῦ σφόδρα αὐτὸν ἀγνοεῖν. Κατὰ τὸ ὄνομα, φησὶ, τοῦ θεοῦ μου. Ἦ τοῦτο βούλεται εἰπεῖν, ὅτι οὕτως ἐτίμησα ὡς καὶ ἀπὸ τοῦ θεοῦ τοῦτο  εἶπεν  (f. εἰπεῖν); Καὶ γὰρ ἔθος αὐτοῖς  ἐπ' ὀνόματι  τῶν  θεῶν  τοὺς παῖδας ὀνομάζειν· ἐπειδὴ καὶ ἐξ ἀνθρώπων  ἐποίουν θεούς. Οὕτως ὁ ὄβελος, οὕτω καὶ ὁ Βήλαιος ἐκλήθη τις παρ' ἡμῖν. Ἐπειδὴ γὰρ εἶδον οἱ δαίμονες ταύτῃ τιμωμένους τοὺς ἀνθρώπους, καὶ θεοὺς καλου μένους, καὶ αὐτοὶ τοῦτο ἐζήλωσαν. Τίνος ἕνεκέν φησι, ∆ανιὴλ, οὗ τὸ ὄνομα Βαλτάσαρ; Ὅτι Θεοῦ δύναμιν  εἶχε. Τοῦτο γὰρ παρ'  ἐκείνοις μεγίστη  τιμή.  Καὶ ἠνείχετο  ∆ανιὴλ  δι'  ἐκείνους  τοῦτο  καλεῖσθαι·  οὐδα  μοῦ  δὲ ἐνταῦθα, αὑτοῦ μνημονεύων,  Βαλτάσαρ αὑτὸν καλεῖ· ἀλλὰ τί; Ἐγὼ ∆ανιήl. Ὅσης ἠξιώθη τιμῆς ὁ τοῦ βασιλέως υἱὸς, τοσαύτης καὶ οὗτος, καὶ πρὸ τῆς πείρας ἔδοξεν εἶναι θαυμαστὸς ἀπ'  αὐτῆς τῆς ὄψεως. Οὐ μὴν τῇ ἐκείνου δυνάμει, φησὶ, ἔλεγεν, ἀλλὰ πνεῦμα Θεοῦ ἅγιον εἶχεν ἐν ἑαυτῷ. Πνεῦμα οὐχὶ τοῦτο, ὃ λέγομεν ἡμεῖς τὸν Παράκλητον, ἀλλ' ὡς ἂν εἴποι τις ἐπίπνοιαν, ἔνθους ἦν. Βαλτάσαρ, φησὶν, ὁ ἄρχων τῶν  ἐπαοιδῶν.  Πρῶτος αὐτῶν  ἦν,  φησί. Ὅρα πόσα τεκμήρια τοῦ βελτίονα αὐτὸν εἶναι. Βαλτάσαρ ὁ ἄρχων τῶν ἐπαοιδῶν, ὃν ἔγνων, ὅτι πνεῦμα Θεοῦ ἅγιον ἐν σοί. Ὁ βελτίων, ὁ πάν των κρείττων, ὃν ἐγὼ ἔγνωκα. Ἵνα γὰρ μὴ πάλιν εἰς ἀνάγκην καταστήσῃ τοῦ εἰπεῖν· Καὶ ἐγὼ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοί· τούτῳ μάλιστα ἐπισπά σασθαι αὐτὸν  προσεδόκησεν, καὶ τοῦτο  πρὸ τῶν  ἄλ λων  εἶπεν.  Μὴ γὰρ, ἐπειδὴ ἄρχοντα εἶπον ἐπαοιδῶν, νομίσῃς διὰ τοῦτό με εἰρηκέναι ὡς μαρτυροῦντα ἀν θρωπίνῃ σοφίᾳ ταῦτα λέγεσθαι· ἄρχων μὲν εἶ τῶν ἐπαοιδῶν· οἶδα δὲ ὅτι ὑπὸ θείας δυνάμεως κινούμενος ἅπαντα λέγεις· ἔγνων διὰ τῆς πείρας τῶν πραγμάτων. Καὶ πᾶν μυστήριον, φησὶ, οὐκ ἀδυνατεῖ  σοι. Τοιαῦτα μὲν τὰ θεῖα. Τὰ μὲν γὰρ ἀνθρώπινα ἀτελῆ· τὰ δὲ τοῦ Θεοῦ οὐκέτι. Ἄκουσον οὖν τὴν ὅρασιν τοῦ ἐνυπνίου μου, οὗ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ εἰπέ μοι, καὶ τὰς ὁράσεις τῆς κεφαλῆς μου ἐπὶ τῆς κοίτης μου. Τί οὖν φησιν; Ἐθεώρουν, καὶ ἰδοὺ δένδρον ἐν μέσῳ τῆς γῆς, καὶ τὸ ὕψος αὐτοῦ πολύ. Ἐμεγαλύνθη  τὸ δένδρον  καὶ ἴσχυσε, καὶ τὸ ὕψος αὐτοῦ ἔφθασεν  ἕως τοῦ οὐρανοῦ, καὶ τὸ κύτος αὐτοῦ εἰς τὰ πέρατα πάσης τῆς γῆς, καὶ τὰ φύλλα  αὐτοῦ ὡραῖα, καὶ ὁ καρπὸς αὐτοῦ πολὺς, καὶ τροφὴ πάντων ἐν αὐτῷ, καὶ ὑποκάτω αὐτοῦ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατῴκουν τὰ ὄρνεα τοῦ οὐ ρανοῦ· ἐξ αὐτοῦ ἐτρέφετο πᾶσα σάρξ. Τί βούλεται ἡ ὄψις; Πάλιν τὸ πρόσκαιρον δείκνυται  τῶν  πραγμά των  τῶν  ἀνθρωπίνων.  Τὰ πετεινὰ, φησὶ, καὶ τὰ θη ρία ἐν αὐτῷ σκιᾶς ἀπέλαυον, καὶ ᾤκουν· καὶ τροφὴ αὐτοῖς ἐκεῖθεν ἦν. Τὴν ἀρχὴν αὐτοῦ  λέγει, πᾶσαν ἐπισχοῦσαν τὴν οἰκουμένην. Πρότερον μὲν οὖν δι' εἰκόνος, νῦν δὲ διὰ δένδρου δείκνυται αὐτῷ τὰ πρά γματα. ∆ιὰ τί γὰρ μὴ ἔπεμψε τὸν ∆ανιὴλ ἐροῦντα ταῦτα; Ὅτι οὕτως ἀξιοπιστότερος ὁ λόγος ἔμελλεν  ἔσεσθαι, καὶ φοβερώτερος, ὑπ' ὄψιν  τῶν  πραγμάτων  ἀγομένων,  ἵνα μάθῃς ὅτι ὁ αὔξων  τὰ φυτὰ, οὗτος καὶ τὴν βασιλείαν λανθανόντως,  καὶ οὐκ εἰδότων ἡμῶν. Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου, καὶ ἰδοὺ εἲρ, καὶ ἅγιος ἀπ' οὐρανοῦ κατέβη ἐν ἰσχύϊ, καὶ οὕτως εἶπεν·  Ἐκκόψατε  τὸ  δένδρον,  ἐκτίλατε  τοὺς  κλάδους  αὐτοῦ,  καὶ  ἐκτινάξατε  τὰ φύλλα αὐτοῦ, καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ. Σαλευθήτωσαν τὰ θηρία ὑποκάτωθεν  αὐ τοῦ, καὶ τὰ ὄρνεα ἀπὸ τῶν  κλάδων  αὐτοῦ. Πλὴν τὴν  φυὴν  τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε· καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ, καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ ἐν τῷ χόρτῳ τῆς γῆς· ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλ λοιωθήσεται, καὶ καρδία  θηρίου  δοθήσεται  αὐτῷ,  καὶ  ἑπτὰ  καιροὶ  ἀλλαγήσονται  ἐπ'  αὐτόν.  ∆ιὰ συγκρίματος εἲρ ὁ λόγος, καὶ ῥῆμα ἁγίων τὸ ἐπερώτημα, ἵνα γνῶσιν οἱ ζῶντες, ὅτι Κύριός ἐστιν ὁ ὕψιστος τῆς βασιλείας, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτὴν, καὶ ἐξουθένημα ἀνθρώπων  ἀνα στήσει ἐπ' αὐτήν. Ὅρα· φησὶν Εἲρ φῶς  μέγα, καὶ λαμπηδόνα.  Καὶ ἅγιος ἀπ' οὐρανοῦ κατέβη, καὶ ἐφώνησεν ἐν ἰσχύϊ, ὥστε τοῦτον ἐκπλῆξαι. Καὶ οὕτως εἶπεν· Ἐκκόψατε τὸ δένδρον, πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε. Ἀλλ' ἐπειδὴ  φθείρεσθαι  εἴωθεν  ἡ  φυὴ  πολλάκις,  οὕτως  Ἐάσατε, φησὶ,  ὡς  ἐν  δεσμῷ σιδηρῷ καὶ χαλκῷ. Καὶ ἑπτὰ καιροὶ, φησὶ, ἐπ' αὐτὸν ἀλλαγήσονται,  καὶ μετὰ τῶν θηρίων ἡ κατοίκησις αὐτοῦ. Ὅτι γὰρ περὶ ἀνθρώπου ταῦτα ἦν, τὰ ὕστερα ἐδήλωσεν Καὶ καρ δία, φησὶ, θηρίου  δοθήσεται αὐτῷ.  Ὅτι ∆ιὰ συγκρί ματος εἲρ ὁ λόγος· αὐτόθεν οὐ δυνατὸς φωτισθῆ ναι, φησὶ, ἀλλὰ δεῖ τοῦ ἑρμηνεύοντος. Καὶ ῥῆμα, φησὶ, ἁγίων τὸ ἐπερώτημα· καὶ ἅγιοι δυνήσονται τοῦτο εἰπεῖν. Ἢ τοῦτο λέγει, ἢ ἐκεῖνο, ὅτι τὴν ἐρώ τησιν δοῦναι, καὶ τὴν αἰτίαν, δι' ἣν ταῦτα γίνεται, καὶ διὰ ἀποκρίσεως ἐφωτίσθη. Ἵνα γνῶσι, φησὶ, οἱ ζῶντες, ὅτι Κύριός ἐστιν ὁ ὕψιστος τῆς βασι λείας τῶν ἀνθρώπων. Αὕτη ἡ αἰτία. Ὁρᾷς πῶς προ νοεῖ τῶν ἀνθρώπων ὁ Θεός; πῶς οὐκ εἰς Ἰουδαίους συγκέκλειστο αὐτοῦ ἡ ἀρχή; Τοῦτο τὸ ἐνύπνιον  εἶδον ἐγὼ ὁ βασιλεὺς Ναβουχοδονόσορ, καὶ σὺ Βαλτάσαρ σύγκριμα εἰπὲ, ὅτι πάντες οἱ σοφοὶ τῆς βασιλείας μου οὐ δύνανται  τὸ σύγκριμα αὐτοῦ δηλῶσαί μοι. Σὺ δὲ δύνασαι, ὅτι πνεῦμα Θεοῦ ἅγιον ἐν σοί. Ὅτι πάντες οἱ σοφοὶ τῆς βασιλείας μου οὐ δύνανται. Ἤδει τοῦτο πάλιν εὐφραῖνον  τὸν ∆ανιὴλ, τὸ πάντας ὁμολογῆσαι ἡττῆ σθαι, οὐ διὰ τὴν αὐτοῦ δόξαν, ἀλλὰ διὰ τὸ τὴν τοῦ Θεοῦ δύναμιν κηρύττεσθαι πάλιν. Σὺ δὲ δύνασαι, φησὶ, εἰπέ. ∆ιὰ τί; Ὅτι πνεῦμα Θεοῦ ἐν σοί. Ὅρα ἐντεῦθεν ἀρχόμενον, καὶ ἐντεῦθεν λήξαντα. Τὸ δέν δρον, ὃ εἶδες, τὸ μεγαλυνθὲν  καὶ τὸ ἰσχυκὸς, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν, καὶ τὸ κύτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν, καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ, καὶ ὁ καρπὸς αὐτοῦ πολὺς, καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ· ὑποκάτω αὐτοῦ κατῴκει τὰ θηρία  τὰ ἄγρια, καὶ  ἐν  τοῖς  κλάδοις  αὐτοῦ  κατεσκήνουν  τὰ  πετεινὰ  τοῦ  οὐρανοῦ, σὺ εἶ, βασιλεῦ, ὅτι ἐμε γαλύνθης  καὶ ἴσχυσας, καὶ ἡ μεγαλωσύνη  σου ἐμεγαλύνθη,  καὶ ἔφθασεν εἰς τὸν οὐρανὸν, καὶ ἡ κυρία σου εἰς τὰ πέρατα τῆς γῆς. Καὶ ὅτι εἶδεν ὁ βασιλεὺς  εἲρ, καὶ  ἅγιον  καταβαίνοντα  ἐκ  τοῦ  οὐρανοῦ,  καὶ  εἶπεν·  Ἐκτίλατε  τὸ δένδρον καὶ δια φθείρατε αὐτὸ, πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε, καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ, καὶ ἐν χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρα νοῦ αὐλισθήσεται, καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ, ἕως ἑπτὰ καιροὶ ἀλλαγῶσιν ἐπ'  αὐ  τόν·  τοῦτο  ἡ  σύγκρισις αὐτοῦ,  βασιλεῦ, καὶ  σύγκριμα  Ὑψίστου  ἐστὶν  ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα· καί σε ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων, καὶ μετὰ θηρίων ἔσται ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ βαφήσεται τὸ σῶμά σου, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σοὶ, ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ  δώσει αὐτήν. Καὶ ὅτι εἶπεν· Ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου· ἡ βασιλεία σου σοὶ μενεῖ, ἀφ' ἧς ἂν γνῷς τὴν ἐξουσίαν τὴν οὐράνιον. Τί οὖν φησι; πῶς ἔσται ἡ λύσις τοῦ δεινοῦ; ∆ιὰ τοῦτο, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς  πενήτων.  Ἴσως ἔσται μακροθυμία τοῖς παραπτώμασί σου. Τί λέγεις, Ἴσως ἔσται; καὶ τοῦ φαρμάκου τὴν ἰσχὺν ὑπό τινα ἀμφιβολίαν καθιστᾷς; Οὐ διὰ τοῦτο εἶπον, Ἴσως, οὐκ ἀμφιβάλ λων, μὴ γένοιτο, ἀλλ' ἐκείνῳ τὸν φόβον ἐπιτεῖναι  βουλόμενος, ὡς πάσης θεραπείας καὶ πάσης συγγνώ μης ἀνώτερα αὐτοῦ ἡμαρτηκότος. Εἰ γὰρ καὶ μετὰ τὸ οὕτω λεχθῆναι ἐπέμεινε  τῇ  μανίᾳ,  πολλῷ  μᾶλλον  εἰ  μὴ μετὰ  ἀμφιβολίας  ἐῤῥέθη. Καὶ γὰρ  καὶ ἀλλαχοῦ  τοῦτο  βούλεται,  διὰ τοῦ προφήτου  λέγων·  Ἐὰν ἀπο πλύνῃς  ἐν  νίτρῳ, κεκηλίδωσαι ἐναντίον μου, λέγει Κύριος. Καὶ πάλιν· Εἰ ἀλλάξει Αἰθίοψ τὸ δέρμα, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς. Ὥσπερ οὖν ἐκεῖ ἀποκλείει τὴν μετάνοιαν, οὐχ ἵνα ἀποκλείσῃ, ἀλλ' ἵνα  μᾶλλον  φοβήσῃ· οὕτω  καὶ ἐνταῦθα  βουλόμε  νος  δεῖξαι  τὸ μέγεθος  τῶν  ἡμαρτημένων,  εἶπεν,  Ἴσως.  Τίνος  δὲ  ἕνεκεν  οὐκ  εἶπε· Ταπεινοφρόνησον, ἐπίγνωθι  τὸν Θεόν; Εἰ γὰρ διὰ τοῦτο ταῦτα πάσχει, καθὼς καὶ αὐτός φησι, τίνος ἕνεκεν ἕτερα παραινεῖς; Εἶπεν, Ἵνα γνῶσιν ὅτι κυριεύει ὁ Ὕψιστος τῆςβασιλείας τῶν ἀνθρώπων.  Τί οὖν; ἵνα ἕτεροι σω φρονισθῶσιν, ἐγὼ κολάζομαι; Οὐχὶ, ἀλλ' ἐν μὲν τῷ ὀνείρῳ, ἅτε μὴ βουλόμενος ἐμφῆναι τὸ σαφὲς, εἶπεν, Ἵνα γνῶσιν οἱ ζῶντες· ὁ δὲ ∆ανιήλ φησι, Ἕως οὗ σὺ γνῷς, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ δώσει αὐτήν. Εἶδες πῶς ἐνταῦθα περὶ ταπεινοφροσύνης διελέχθη; Ἀλλ' ἐν μὲν τῷ ὀνείρῳ, φησὶ, τοῦτο τὸ φάρμακον· ἐγὼ δὲ καὶ ἕτερον λέγω. Καθάπερ ἐπὶ ἄρχοντος ὀργιζομένου, αὐτὸς μὲν οὐδὲν ἂν εἴποι,τῶν δὲ οἰκείων τις τῶν ἐκείνου προσελθὼν τῷ ὑπευθύνῳ λέγοι· Τὸ ποίησον, καὶ τό· δὸς χρήματα, καὶ πολλά κις, δυνάμεθα ἐξαρπάσαι σε τῶν ἐπικειμένων  κακῶν. Ἔτι τοῦ λόγου ἐν στόματι βασιλέως ὄντος, φωνὴ ἀπὸ τοῦ οὐρανοῦ ἐγένετο· Σοὶ λέγεται, Ναβουχοδονόσορ βασιλεῦ· ἡ βασιλεία σου παρῆλθεν ἀπὸ σοῦ, καὶ ἀπὸ τῶν ἀνθρώπων  ἐκδιώξουσί σε, καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου, καὶ χόρ τον ὡς βοῦν ψωμιοῦσί σε· καὶ ἑπτὰ καιροὶ ἀλλα γήσονται ἐπὶ σοὶ, ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν. Αὐτῇ τῇ ὥρᾳ συνετελέσθη ὁ λόγος ἐπὶ Ναβουχοδονόσορ, καὶ ἀπὸ τῶν ἀνθρώ πων ἐξεδιώχθη, καὶ χόρτον ὡς βοῦς ἤσθιεν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως
οὗ αἱ τρίχες αὐτοῦ ὡς λεόντων  ἐμε γαλύνθησαν, καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέου. Ὅρα τὴν ἀπόφασιν ἄνωθεν  φερομένην  πρὸς αὐτὸν τὸν Ναβουχοδονόσορ. Καὶ εἰς τέλος ἐξέβη τὰ πράγμα τα. Ἠγνόησας, φησὶ, τὴν ἀνθρωπίνην  εὐγένειαν, κατέπεσας πρὸς θηρίων ἀτιμίαν. Οὐδὲν ἀτιμότερον γένοιτ' ἂν τούτου, οὔτε εἰ πένητα, οὔτε εἰ δεσπότην, οὔτε εἰ ἄλλο τι τοιοῦτον εἰργάσατο αὐτόν. Οὐδαμῶς ἂν αὐτὸν τῆς κατὰ τὴν φύσιν εὐγενείας ἐξέβαλεν, οὐ τὸ σῶμα πρὸς θηρίου φύσιν μεταβαλὼν, ἀλλ' ὃ τῶν  ἀλόγων  διέστηκε, τοῦτο  πρὸς θηριωδίαν  μεταστήσας. Πῶς οὖν; Ἵνα  καὶ οἱ λοιποὶ μάθωσιν ἀπὸ τῆς τροφῆς, ἀπὸ τῆς ὄψεως. Τί δὲ παιδευόμεθα ἐκ τούτων; Ὅτι τούτων  οὐδὲν  ἄμεινον  διακείμεθα,  κἂν  μὴ τὰ αὐτὰ γένηται  ἐφ' ἡμῶν,  ὅταν  εἰς ὑπερηφανίαν  ἢ τὸ θηριῶδες ἐξολισθήσωμεν πάθος. Πόσοι νῦν  κατὰ τὸν Ναβουχοδονόσορ ἐκεῖνον  θηρίου  διάνοιαν  ἔχουσι; Ἄκουσον  γοῦν  τοῦ  Ἰωάννου λέγοντος· Ὄφεις, γεννήματα ἐχιδνῶν· καὶ πάλιν ἑτέρου προφήτου λέγοντος· Ἵπποι θηλυμανεῖς ἐγένοντο· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζον· καὶ ἑτέρου πάλιν·   Κύνες  ἐνεοὶ   οὐ   δυνάμενοι   ὑλακτεῖν·   καὶ   ἀλλαχοῦ   πάλιν   ἀλώπεκας καλοῦντος, καὶ ἄλλου δράκοντας καὶ βασιλίσκους. Πολλῷ δὲ χεῖρον ἐν ταύτῃ ὄντας τῇ ζωῇ ἐκθηριοῦσθαι, ἢ τὰ τοῦ Ναβουχοδονόσορ παθεῖν. Ἐκεῖνος μὲν γὰρ οὐδὲν ἔπασχε δεινὸν  εἰς ψυχήν· ἡμεῖς δὲ οὕτω μυρία ἁμαρτήματα συλλέ γοντες, πόσῳ χείρους ἐσμὲν ἤδη, καθὰ λέλεκται. Μετέβαλον δὲ οἱ τῶν ἔξωθεν ἀνθρώπους  εἰς θηρία. Ἀλλ' ἴδωμεν πῶς; Ἐκεῖνα μὲν μῦθος, ταῦτα δὲ ἀλήθεια. Τίνος γὰρ ἕνεκεν ἐκείνους μετέβαλον; ∆ι' οὐδέν· ἡ δὲ Γραφὴ καὶ τὴν αἰτίαν φησί· Ἵνα γνῶσι πάντες, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασι λείας τῶν  ἀνθρώπων.  Ὁρᾷς πῶς πάντα τῷ Θεῷ δυνατά; καὶ ἐξ ἀνθρώπων  θηρία ποιῆσαι, καὶ διάνοιαν μεταβαλεῖν; Ἐννόει ὅσον ἦν ὁρᾷν  τὸν  ἐν  τοσαύτῃ  πρὸ  τούτου  λαμπρότητι  μετὰ  τῶν  θηρίων  διαιτώ  μενον, γυμνόν.  Οὐ γὰρ δὴ τὴν μορφὴν μετέβαλεν, ἐπεὶ οὐδὲν ἦν φρικτόν. Τὸ δὲ θηρίου καρδίαν λαβεῖν  οὐ τοῦτό φησι, ὅτι ἐξεστήκει τῆς διανοίας, ἀλλ'  ὅτι ἀνθρωπίνην ἔχων ψυχὴν ᾐσθάνετο τῶν πραγμάτων. Οὐκ ἂν, εἰ μετεβλήθη εἰς θηρίον, ἔγνω τὰ συμβαί νοντα Τί οὖν ἐστι, Καρδία θηρίου ἐδόθη αὐτῷ; Ἐξηγριώθη τουτέστιν, οὐδὲ ἐβούλετο μετὰ ἀνθρώπων εἶναι, ἢ καὶ ἐδεδοίκει μετὰ ἀνθρώπων εἶναι, ἢ τοὺς ἀνθρώπους καθάπερ τὰ θηρία. Τί γένοιτ' ἂν ὑψηλό τερον ἐκείνου; τί ταπεινότερον αὐτοῦ; Καὶ ἐξ εδιώχθη ἀπὸ ἀνθρώπων. Οὐδαμοῦ ἡ δύναμις αὐτοῦ προέστη. Οὐκ ἦν σαρκοφάγον θηρίον, ἀλλὰ χόρτον ἤσθιεν, καὶ ἦν εἰκὼν τοῦ ἀλόγου. Ἵνα πιστεύσῃς, φησίν· ὡς ἐπὶ συνήθη τροφὴν ἕξεις τὸν χόρτον. Πῶς αὐτὸν οὐ κατέφαγε τὰ θηρία; πῶς ἴσχυσε τὸ σῶμα πέψαι; πῶς οὐ διεφθάρη; Οὐ γὰρ ὀλίγος ὁ χρόνος ἦν· περιῄει, πᾶσιν ὑπόδειγμα ταπεινοφροσύνης, ἐν ἑαυτῷ τὰ γνωρίσματα φέρων τῆς κολάσεως, καθάπερ στι γματίας. Καὶ μὴν βέλτιον ἦν, ἴσως εἴποι τις ἂν, μετὰ ἀνθρώπων  αὐτὸν εἶναι, καὶ τοῦτο παθεῖν· ἀλλ' ὥστε ἐπιταθῆναι τὰ τῆς τιμωρίας αὐτῷ, τοῦτο γέγονεν. Ὁ γὰρ σωφρονισμὸς ὁμοίως ἔμενε πάντων ἀπαγγελ λόντων τὰ κατ' αὐτὸν, καὶ ἴσως αὐτῶν θεωμένων  ἔξω· τοῦτο δὲ ἰδεῖν πολλῷ φοβερώτερον ἦν. Καὶ οὐδὲ ὁ χρόνος ὀλίγος ἦν, ἀλλὰ καὶ αὐτὸς σαββατικός. Ἑπτὰ γὰρ καιροὶ, φησὶ, ἀλλαγήσονται· τρία ἥμισυ ἔτη.  Καὶ μετὰ  τὸ  τέλος  τῶν  ἡμερῶν,  ἐγὼ,  φησὶ,  Ναβου χοδονόσορ  τοὺς ὀφθαλμούς  μου εἰς  τὸν  οὐρανὸν  ἀνέλαβον,  καὶ αἱ φρένες  μου ἐπ' ἐμὲ ἐπεστρά φησαν,  καὶ  τὸν  Ὕψιστον ηὐλόγησα,  καὶ  τὸν  ζῶντα  εἰς  τοὺς  αἰῶνας  ᾔνεσα καὶ ἐδόξασα, ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Καὶ πάντες οἱ κατ οικοῦντες τὴν γῆν, ὡς οὐδὲν ἐλογίσθησαν. Καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ  οὐρανοῦ, καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς· καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ χειρὶ αὐτοῦ, καὶ ἐρεῖ αὐτῷ· Τί ἐποίησας; Τοὺς ὀφθαλμούς μου, φησὶ, εἰς τὸν οὐρανὸν ἀνέλαβον. Τουτέστι, προσῆλθε καὶ ηὔξατο τῷ Θεῷ, καὶ  ἐκεῖθεν  τὴν  βοήθειαν  ἐζήτησε. Καί τοι  τοῦ  χρόνου  πληρωθέντος,  οὐκ ἐθάῤῥει. Καθάπερ γὰρ κύριος ἦν μηδὲ ἀφεῖναι εἰς πεῖραν τὰ πρά γματα ἐλθεῖν, οὕτως εἰ καὶ τοῦ χρόνου τοῦ ὁρισθέντος πληρωθέντος  ἔμελλεν ἀδιόρθωτος μένειν, οὐδὲν αὐτὸν ὠφελῆσαι ὁ ὁρισμὸς εἶχεν. Οὐ γὰρ κατὰ ἀνάγκην ἡ ἀπόφασις τοῦ Θεοῦ, ἀλλὰ πρὸς τὰ ἡμέτερα πράγματα τυποῦται. Οὕτω καὶ ὁ ∆ανιὴλ, εἰ καὶ ἐπληρώθη ὁ χρόνος, εἰκότως εὔχεται, μήποτε κακίας προσγινο μένης, προστεθῇ πάλιν.  Ὥσπερ γὰρ ἐπὶ φιλανθρω  πίας γίνεται  τοῦτο, οἷον ἐπὶ τοῦ Ἐζεκίου· οὕτω καὶ ἐπὶ τιμωρίας εἰκὸς γίνεσθαι, καθάπερ καὶ ἐπὶ τῶν Ἰουδαίων, ἐβούλετο αὐτοὺς εὐθέως εἰς Παλαιστίνην ἀπελθεῖν· ἐκεῖνοι τεσσαράκοντα ἔτη προστεθῆναι αὐ τοῖς ἐποίησαν διὰ τῆς παρανομίας.  Ὅρα δὲ  αὐτὸν  πρὸς τὸν  Θεὸν φεύγοντα.  Ἀνέβλεψα,  φησὶ, εἰς  τὸν οὐρανὸν, καὶ γέγονα πάλιν ἄνθρωπος. Καὶ ἡ μορφή μου ἐπ έστρεψεν ἐπ' ἐμέ. Ὥσπερ ἡ μορφὴ αὐτοῦ ἐξήλλακτο  μὲν τῆς ἀνθρωπείας,  οὐ μὴν εἰς θηρίον  μετεβέβλητο· οὕτω καὶ ἡ διάνοια. Καὶ τί; Ἤνεσα καὶ ἐδόξασα. Τί τεκμήριον· Τὸν Ὕψιστον, φησὶ, ηὐλόγησα, καὶ τὸν ζῶντα  εἰς τοὺς αἰῶνας  ᾔνεσα, καὶ ἐδό ξασα. Οὐδὲν γὰρ οὕτω νομίζουσι Θεοῦ εἶναι  ἄξιον, ὡς τὸ διὰ παντὸς  εἶναι. Ὅτι ἡ ἐξουσία αὐτοῦ, φησὶ, ἐξουσία αἰώνιος, καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Ἐπειδὴ τούτῳ μάλιστα ἄνθρωπος αὐ τοῦ διέστηκεν, καὶ τοῦτο ἦν παρὰ ἀνθρώποις τὸ μα καριστόν. Ὅτι ἡ ἐξουσία αὐτοῦ, φησὶ, ἐξουσία αἰώνιος, παρὰ πάντα τὸν χρόνον ἐστί. Χωρὶς τροφῆς, φησὶ, ἔθρεψε· χωρὶς τῶν ἐνδυμάτων, χωρὶς τῶν ἄλλων ἁπάντων οὐ διεφθάρη μοι τὸ σῶμα. Ἐννόη σον οἷος ἦν ἐπανιὼν  ἀπὸ τῆς ἐρήμου πρὸς τὴν βασι λείαν. Αὐτῷ γὰρ, φησὶ, τῷ καιρῷ αἱ φρένες μου ἐπεστράφησαν, καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλθον· καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπ' ἐμέ· καὶ οἱ τύραννοί μου, καὶ οἱ μεγιστᾶνές μου ἐζήτησάν με· καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκρα ταιώθην, καὶ μεγαλωσύνη περισσοτέρα προσετέ θη μοι. Καὶ ἐζήτησάν με, φησὶ, οἱ μεγιστᾶνές μου, οἱ κρατοῦντα καὶ βασιλεύοντα διώξαντες. Ἀλλὰ διὰ τὸ πρόσταγμα τοῦ Θεοῦ. ∆ιὰ γὰρ τοῦτο χρόνος ὁρίζεται, ἵνα μὴ αὐτομάτως νομίσῃς τι  γενέσθαι. Καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν· καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ὡς οὐδὲν ἐλογίσθησαν. Εἰ γὰρ ὁ πάντων κρατῶν ἐγὼ ὡς οὐδὲν ἐλογίσθην, πολλῷ μᾶλλον οἱ πάντες. Ὁ γὰρ τὸν οὕτως ἰσχυρὸν ἀποστήσας τῆς βασιλείας, πολλῷ μᾶλλον τοὺς ἀρχομένους. Καὶ κατὰ τὸ θέλημα αὐ τοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς. Τὸ, Ὡς οὐδὲν ἐλογίσθησαν, οὐχ ὅτι καταφρονεῖ  αὐτῶν,  μὴ γένοιτο,  ἀλλ' ὅτι ἰσχυρός ἐστι, καὶ ὡς βούλεται, αὐτοὺς ἄγει. Τοῦτο γοῦν καὶ τὸ ἐφ' ἑξῆς δηλοῖ· Καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς. Ἔστω μὲν γὰρ, περὶ τῆς γῆς οἶδας· περὶ τοῦ οὐρανοῦ, πόθεν ἐπίστασαι; Ἀπὸ τοῦ ὀνείρατος. Ἐπέταξε. Πῶς ὑπήκουσαν;  Ἀπὸ τοῦ  πυρὸς  τῆς  καμίνου.  Καὶ οὐκ  ἔστιν  ὃς  ἀντι στήσεται  τῇ  χειρὶ  αὐτοῦ,  καὶ  ἐρεῖ  αὐτῷ·  Τί  ἐποίη  σας; Οὐ μόνον,  φησὶ,  οὐκ ἐναντιώσεται,  ἀλλ' οὐδὲ μέχρι ῥημάτων  ἐρεῖ. Πάντων αὐτὸς κρατεῖ, πάντα αὐτός ἐστιν. Αὐτῷ, φησὶ, τῷ καιρῷ αἱ φρένες μου ἐπεστράφησαν ἐπ' ἐμέ. Αὐτῷ· ποίῳ; Τῷ λεχθέντι  παρὰ τοῦ Θεοῦ. Πόθεν αὐτὸν καὶ εἰς τὴν βασιλείαν ἐπανήγαγον;  οἱ γὰρ οὕτως ἰσχυρὸν καταβαλόντες, πῶς ἀσθενῆ γενόμενον ἐπανήγαγον; Καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλθον, καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπ' ἐμέ· καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστᾶνές  μου ἐζήτουν με· καὶ ἐπὶ τὴν βασι λείαν  μου ἐκραταιώθην,  καὶ μεγαλωσύνη  περισ  σοτέρα προσετέθη  μοι.  Ὁρᾷς  πῶς  καὶ  στῆσαι  καὶ  καθελεῖν δύναται  βασιλείαν; Ἔδει μὲν γὰρ διὰ τῶν  προτέρων  ταῦτα  πεισθῆναι· ἐπειδὴ δὲ ἀγνοεῖς, καθ εῖλεν αὐτὴν, καὶ πάλιν ἔστησεν. Νῦν οὖν ἐγὼ Να βουχοδονόσορ αἰνῶ καὶ ὑψῶ καὶ δοξάζω τὸν Βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ, καὶ αἱ τρίβοι αὐτοῦ κρίσεις, καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται ταπει  νῶσαι.  Οὐκ ἔστιν  εἰπεῖν,  ὅτι  δύναμιν  μὲν  ἔχει,  ἄδικον  δέ·  ἀλλὰ  καὶ  ἡ δικαιοσύνη  μεγάλη.  Καὶ πάντας  τοὺς  πορευομένους  ἐν  ὑπερηφανίᾳ  δύναται  τα πεινῶσαι.  Οὐκ εἶπε,  ταπεινοῖ,  ἵνα  σοι καὶ  τὴν  μακροθυμίαν  ἐνδείξηται,  καὶ  ἵνα μάθῃς,  ὅτι  οὐ  παρὰ  ἀσθένειαν,  ἀλλὰ  δι'  ἑνὸς  τοὺς  ἄλλους  σω  φρονίζει.  Εἶδες δύναμιν;  εἶδες δικαιοσύνην; εἶδες φιλανθρωπίαν;  εἶδες ἀπὸ στόματος βαρβαρικοῦ ταῦτα λεγόμενα;  Τίς ἂν οὕτως ἐφιλοσόφησεν; Οἱ προφήταις  ἐντρεφόμενοι  οὐδὲν τούτων οὕτως ἐφθέγγοντο, ἀλλὰ τἀναντία. Οὐ μὴ ἀγαθοποιήσῃ Κύριος, φησὶ, οὐδὲ οὐ μὴ κακοποιήσῃ. Καὶ πάλιν, Οὐκ ἐν τῇ ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα· Καὶ, Πᾶς ποιῶν  πονηρὸν,  καλὸν  ἐνώπιον  Κυρίου, καὶ ἐν αὐτοῖς  αὐτὸς ηὐδό κησε. Καὶ, Τί ὄφελος ὅτι ἐδουλεύσαμεν αὐτῷ, Εἶδες ἐν Παλαιστίνῃ δόγματα σατανικά; εἶδες ἐπὶ τῆς  βαρβάρου φιλοσοφίαν  προφητικήν;  Ταῦτα τύποι  τῶν  ἐθνῶν  τῆς  μελλούσης ἔσεσθαι χάριτος, ὅτι προ πηδῆσαι εἶχον  οὗτοι ἐκείνων.  Εἶτα ὁ Βαλτάσαρ ἐν μέθῃ συμποσίου γενομένου κελεύει τὰ σκεύη ἐξ ενεχθῆναι, ὥσπερ φιλοτιμούμενος  ἐπὶ τῇ νίκῃ  τοῦ πατρὸς, μᾶλλον  δὲ ἐμπαροινῶν·  ἢ ἐπειδὴ θεαταὶ  τῶν  γενομένων  ἦσαν ἐκεῖνοι,  ὥστε  καθελεῖν  αὐτῶν  τὸ  θαῦμα,  ὃ περὶ  τὸν  Θεὸν εἶχον.  Καὶ τοῦτο  ἐξ ὑπερηφα  νίας  εἶχον,  ἤγουν  ἐγίνετο  καὶ  μέθης.  Φυλαττώμεθα  μέθην,  ἀγαπητοί. Πολλὰ γὰρ ἄτοπα γίνεται  ὑπὸ ταύ της. Ἀλλὰ καὶ μεγάλων  περιγίνεται  ἀνδρῶν  ἡ μέθη  ἐν  γὰρ τῷ  γεύσασθαι τοῦ  οἴνου  ἐκέλευσε τοῦτο.  Ἅπερ ὁ πατὴρ  ἐκβαλὼν ἐφείσατο,  καὶ  αὐτὸς  τὴν  πόλιν  ἑλὼν  οὐκ  ἐτόλμησεν  εἰς  ἀνθρωπίνην   ἐνεγκεῖν διακονίαν  ταῦτα, οὗτος οὐχὶ αὐτὸς μόνος, ἀλλὰ καὶ μεγιστᾶσι καὶ παλλακίσι καὶ παρακοίτοις εἰς χρῆσιν ἐξέδωκεν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |